[1]
Δηιάνειραν τὴν Οἰνέως ἐβούλετο μὲν γαμεῖν Ἡρακλῆς, εἶχε δὲ καὶ τὸν ποταμὸν Ἀχελῷον ἔρως τῆς κόρης. ὁ δὲ ἀμφοτέρους δεδοικὼς οὐδετέρῳ χαρίζεται. στήσας οὖν ἆθλον τὴν θυγατέρα διαγωνίζεσθαι ἐκέλευε. καὶ Ἡρακλῆς ἐνίκα παλαίων τὸ κέρας ἀνασπάσας τοῦ ποταμοῦ. καὶ τὸ αἷμα ἔρρει καὶ ἡ Γῆ τοῦτο ἐδέχετο, ἀφ' οὗ Σειρῆνες γίνονται.
[2]
Ἀκούεις ἄνθος ὑάκινθον; τοῦτο ἦν πάλαι μειράκιον Ἀμυκλαῖον ὡραῖόν τε καὶ καλόν. ἐρασταὶ δὲ ἐγένοντο αὐτοῦ δύο, Ζέφυρός τε καὶ ὁ Λητοῦς. ἐπεὶ δὲ ἐχαρίζετο τῷ θεῷ, βουλεύει φόνον ὁ Ζέφυρος ἐπ' αὐτῷ καὶ τηρήσας ἀφιέντα δίσκον, ἐπαιδεύετο γὰρ Ὑάκινθος Ἀπόλλωνι τὰ τοιαῦτα, πνεῖ τε ἀπὸ τοῦ Ταϋγέτου καὶ περιτρέπει τῷ μειρακίῳ τὴν βολήν. καὶ τὸ μὲν ἔκειτο, ἡ δὲ Γῆ ἐλεεῖ τὸ πάθος καὶ ἀνῆκε τὸ ἄνθος.
[3]
Ἔρως ἅπτεται καὶ ποταμῶν. πόθον οὖν ἐμβέβληκεν Ἀλφειῷ Σικελικῆς πηγῆς Ἀρεθούσης τοὔνομα. πληγεὶς δὲ ἔρχεται δι' Ἰονίου παρ' αὐτὴν φυλάττων ἀμιγὲς καὶ ἐν θαλάττῃ τὸ ῥεῖθρον.
[3]
[4]
[1] Ἤρα τῆς Πίτυος ὁ Πάν, ἀντήρα δὲ καὶ ὁ Βορέας. ἦν γὰρ κόρη πρότερον ἡ πίτυς καὶ ἐπ' αὐτῇ ποιοῦνται τὴν αἵρεσιν ὁποτέρῳ δεῖ χαρίσασθαι. τὸ δ' ἐντεῦθεν ἐδείκνυσαν τὰ ὄντα αὑτοῖς ἀγαθά, σπεύδων ἑκάτερος ἀμείνων φανῆναι. Βορέας μὲν ἔπνει λαμπρὸς καὶ ἔκαμπτε δένδρα, τὰ δὲ κατέφερεν, ὁ δὲ Πὰν ἐσκίρτα, ἐπήδα, δῶρα ἔφερε ἀπὸ τῶν ἀναθημάτων ἃ ἦν αὐτῷ παρὰ τῶν νομέων.
[2] ἐφέλκεται δὴ τὴν Πίτυν. καὶ ὁ Βορέας ἀλγεῖ καὶ σφοδρῶς ἐπιπεσὼν ὦσέ τε κατὰ τῶν πετρῶν καὶ διέφθειρε τὴν κόρην. ἡ Γῆ δέ, καὶ γὰρ ᾤκτειρε τὸ πάθος, ἤμειψεν εἰς φυτὸν τὸ σῶμα. διὰ τοῦτο Πανὶ μὲν ἐκ πίτυος ὁ στέφανος, Βορέας δὲ καὶ τὸ δένδρον λυπεῖ. καί φασι τὸν ἦχον ὃν ἡ πίτυς ποιεῖ δεχομένη τὸ πνεῦμα θρῆνον εἶναι.
[5][1]
Τῶν Ἀχαιῶν ἐν Αὐλίδι συνειλεγμένων Ἀγαμέμνων ἐν θήρᾳ τυχὼν ἐλάφου καὶ τῆς Ἀρτέμιδος ἔφη τὴν τέχνην ὑπεραίρειν τῷ ἔργῳ. λυπεῖ τὸ ῥῆμα τὴν θεόν. καὶ ἐμάχετο τῇ ἀναγωγῇ τὸ πνεῦμα καὶ ὁ Κάλχας μηνύει τὴν αἰτίαν, ὡς ἡ Ἄρτεμις ταῦτα πράττει διὰ τὸν κόμπον Ἀγαμέμνονος καὶ οὐ λήξει ποτὲ μὴ δεξαμένων αὐτῆς τῶν βωμῶν τὸ τῆς Ἰφιγενείας αἷμα, παῖς δὲ Ἀγαμέμνονος αὕτη. πείθεται ὁ πατὴρ καὶ ἄγει τὴν κόρην καὶ προσάγει τῷ βωμῷ καὶ καταθύειν ἔμελλε. ἔπειτα ἀντὶ τῆς θυγατρὸς ἐν χεροῖν ἔλαφον εἶχε τῆς Ἀρτέμιδος, οἶμαι, τὴν μὲν ἀφελομένης, τὴν δὲ ἀντιδούσης.
[6]
[1] Ἐγένοντο Δαναῷ πεντήκοντα θυγατέρες, ὁ δὲ Αἴγυπτος, Δαναοῦ δὲ οὗτος ἀδελφός, καὶ αὐτὸς ἦν υἱέων πεντήκοντα πατήρ. ἐβούλετο οὖν συνοικίσαι τὰς ἐκείνου θυγατέρας τοῖς ἑαυτοῦ παισί. καὶ τῶν γάμων δρωμένων ἐν χερσὶ διδοὺς ὁ Δαναὸς ταῖς παρθένοις ξίφη ἐκέλευσεν ἑκάστην ᾧ συζευγνύοιτο, τοῦτον κτείνειν.
[2] ταῖς μὲν οὖν ἄλλαις ἐτολμήθη τὸ ἔργον καὶ ἀπέθνησκον οἱ νυμφίοι, τῇ δὲ Ὑπερμνήστρᾳ δεινόν τι τὸ πρᾶγμα ἐφάνη καὶ ἀπειθήσασα τῷ πατρὶ φείδεται τοῦ Λυγκέως. φεύγει δὴ Δαναὸς καὶ ἥκων εἰς Πελοπόννησον κατέσχεν Ἄργος. [6]
[7]
[1] Ῥίπτει τὸν Ἥφαιστον Ἥρα ἐξ οὐρανοῦ τῇ τοῦ παιδὸς αἰσχυνομένη χωλείᾳ, ὁ δὲ τῇ τέχνῃ ἐχρῆτο. καὶ ἐν θαλάττῃ σεσωσμένος ὑπὸ δαιμόνων θαλαττίων πολλὰ μὲν καὶ ἄλλα ἐδημιούργει, τὰ μὲν Εὐρυνόμῃ, τὰ δὲ Θέτιδι, παρ' ὧν περισέσωστο, ποιεῖ δὲ καὶ θρόνον τῇ μητρὶ δῶρον ἀφανεῖς ἔχοντα δεσμοὺς καὶ πέμπει. καὶ ἡ μάλα τε ἥσθη τῷ δώρῳ καὶ καθιζάνει καὶ ἐδέθη καὶ ὁ λύσων οὐκ ἦν.
[2] βουλὴ δὲ γίνεται θεῶν περὶ τῆς εἰς οὐρανὸν ἀναβάσεως Ἡφαίστου. μόνον γὰρ ἂν ἐκεῖνον καὶ λῦσαι. σιγώντων οὖν τῶν ἄλλων καὶ ἀπορούντων Ἄρης ὑπισχνεῖται καὶ ἐλθὼν πράττει μὲν οὐδέν, αἰσχρῶς δὲ ἀπαλλάττεται πυρσοῖς αὐτὸν δειματώσαντος Ἡφαίστου. ταλαιπωρουμένης δὲ τῆς Ἥρας ἤρχετο μετὰ οἴνου Διόνυσος καὶ διὰ μέθης εἶχεν Ἥφαιστον ἑπόμενον.
[3]
ὁ δὲ ἐλθὼν καὶ τὴν μητέρα λύσας ποιεῖ τῆς Ἥρας εὐεργέτην τὸν Διόνυσον. ἡ δὲ αὐτὸν ἀμειβομένη πείθει τοὺς οὐρανίους θεοὺς ἕνα τῶν οὐρανίων θεῶν καὶ Διόνυσον εἶναι.[8]
[1]
Τὴν δὲ Ἀκαλανθίδα γαλῆν ἐκ γυναικὸς ἐποίησεν ἡ πρὸς τὴν Ἥραν ἀπάτη. εἰργούσης γὰρ τῆς Ἥρας τῷ Ἡρακλεῖ τὴν ἐκ τῆς γαστρὸς ἔξοδον, τοῦτο δὲ ἄρα ἐποίει ἐφ' ᾧ περὶ τὼ γόνατε συμπλέξαι τὼ χεῖρε, Ἀκαλανθὶς ὡς δὴ τεκούσης οὔπω τεκούσης Ἀλκμήνης ἐκπηδήσασα διέθει τε καὶ ἐμιμεῖτο τὰ τῆς χαιρούσης, ἡ θεὸς δὲ παρακρουσθεῖσα ἀνεπέτασεν Ἀλκμήνης τὰς ὠδῖνας. καὶ δίκην Ἀκαλανθὶς ἐδίδου τῆς ἀπάτης τὴν μεταβολήν.
[9]
Ἀπειλοῦντα τὸν Καπανέα καὶ ἄκοντος Διὸς αἱρήσειν τὰς Θήβας ὁ Ζεὺς κεραυνῷ βάλλει, τὸν δὲ Ἄδραστον ἵπποις αὐτοῖς διαστᾶσα ἡ γῆ δέχεται. Τυδεὺς δὲ ὑπὸ Μελανίππου τρωθεὶς ἐδεῖτο τῶν ἑταίρων βοηθῆσαι τῷ τεθνεῶτι. κτείναντος δέ τινος τὸν Μελάνιππον καὶ κομίσαντος ἔτι ζῶντι Τυδεῖ τὴν κεφαλὴν ὁ μὲν λαβὼν αὐτὴν τοῖς ὀδοῦσιν ἐτιμωρεῖτο, τὴν δ' Ἀθηνᾶν αὐτῷ φέρουσαν ἀθανασίαν τοῦτο ἐκώλυσε μὴ δοῦναι. Πολυνείκης δὲ συγκατενεχθεὶς τῷ ἀδελφῷ ταφῆς ἀπεστερεῖτο μὲν παρὰ Κρέοντος, ἐτύγχανε δὲ παρὰ τῆς ἀδελφῆς. λέγεται δὲ καὶ ἡ γυνὴ Πολυνείκους Ἀργεία συνεφάψασθαι τοῦ ἄθλου.
[10]
[1] Νενικηκότες οἱ Θηβαῖοι τοὺς Πολυνείκη καταγαγόντας οὐδὲ θάπτειν οὐδενὶ τοὺς πεσόντας ἐπέτρεπον. ἧκον οὖν αἱ τούτων γυναῖκες Ἀθήναζε καὶ ἱκετεύουσαι κινοῦσι μὲν ὑπὲρ τῶν νεκρῶν τὸν Θησέα, κρατηθέντων δὲ τῶν Θηβαίων καὶ καιομένων τῶν νεκρῶν Εὐάδνην τὴν Καπανέως γυναῖκα λόγος κοινωνῆσαι τῷ ἀνδρὶ τῆς πυρᾶς.
[2] τούτων οἱ παῖδες πατράσι τιμωροῦνται καὶ ἐπελθόντες αἱροῦσι Θήβας, ἡγεῖται δὲ ὁ παῖς Ἀδράστου καὶ ἀναιρεῖται μόνος. τοῦ δὲ ἄρα ὁ πατὴρ μόνος τῶν ἑπτὰ λοχαγῶν ἀπεσώθη. ἔδοξε δὴ τοῦ δαιμονίου νεμεσήσαντος τοῦτο τῇδε γενέσθαι. καὶ αὐτίκα οἱ Ἕλληνες ἱερῷ τιμῶσι τὴν Νέμεσιν προσειπόντες Ἀδράστειαν τὴν θεόν.
[11]
[1]
Πολυκράτους Σάμου μὲν ἄρχοντος, πάντα δὲ εὐτυχοῦντος καὶ ἐπ' οὐδενὶ λυπουμένου δέος εἰσῄει μεταβολῆς. ἔπραττεν οὖν ὅπως ἂν ἰάσηται. καὶ δακτύλιον ὧν εἶχε κτημάτων κάλλιστον ἑκὼν μὲν ἔρριψεν εἰς τὴν θάλασσαν, οὐκ ἔχων δὲ ἤλγει. γίνεται δὴ πάλιν ὁ δακτύλιος τοῦ Πολυκράτους δι' ἰχθύος, ὃν ἀνελὼν ἁλιεὺς μέγαν τε ὄντα καὶ βασιλέως ἄξιον φέρων ἔδωκεν ἐκείνῳ. ὁ δὲ ἰχθύς, ὡς ἦν χερσὶ τῶν μαγείρων ἀνασχισθείς, ἀπέδωκε Πολυκράτει τὸν δακτύλιον.
[12]
Τὴν Ἥραν ὁ Ζεὺς ἐλύπει Καλλιστοῦς ἐρῶν καὶ ποιεῖ τὴν ἐρωμένην ἄρκτον τοῦ τὴν Ἥραν λαθεῖν. ὡς δὲ αὐτὴν ἔχοι πλησίον, μεταδίδωσι τοῦ οὐρανοῦ. καὶ ἔστι Καλλιστὼ τῶν ἀρκτῴων ἀστέρων. ἀπὸ δὲ ταύτης παῖς Ἀρκάς, ὅθεν Ἀρκάδες, οὗ τεχθέντος Ἑρμῇ τῆς σωτηρίας ἐμέλησεν.
[13]
Ἐχώρει μὲν ἐπὶ Τάραντα Σιμωνίδης ὁ Κεῖος ὁ Λεωπρέπους ὁ ποιητής, νεκρὸν δὲ ἄταφον ὡς εἶδεν ἐρριμμένον, ἠλέησέ τε καὶ θάπτει. μέλλων δὲ ἡμέρᾳ τῇ μετὰ τὴν ταφὴν πλεῖν εἰς Σικελίαν ὀνείρατι εἴργεται μὴ πλεῖν. ἀγνοῶν δὲ τίς ἦν ὁ αὐτὸν ὀνείρατι κωλύων πείθεται μὲν ὁ Σιμωνίδης καὶ μένει, πλεῖ δὲ ἡ ναῦς καὶ βαπτίζεται. ἄλλου δὲ εἰς Τάραντα κομίσαντος τὸ πάθος ἐγίνετο ὅσα εἰκὸς ἐπὶ τοιούτου κακοῦ. Σιμωνίδης δὲ στεφάνους τῇ στήλῃ περιέθηκε καὶ ἐναγίσας τῷ νεκρῷ σωτῆρα αὑτοῦ τὸν κείμενον ἐκήρυξεν ἐπιγράμματι. καὶ τοῦτο ἡ στήλη δείκνυσιν.
[14]
Ἀποθνήσκει τοῖς Ἀπόλλωνος βέλεσιν Ἀχιλλεύς.
θρασυνόμενος δὲ Νεοπτόλεμος ᾔτει τὸν Ἀπόλλωνα δίκας τοῦ φόνου. ἔπειτα νοήσας ὡς οὐ καλῶς αὐτῷ τοῦτο ἐπεποίητο, διαλλάξων αὑτῷ τὸν θεὸν εἰς Δελφοὺς ἀπῄει καὶ ἀπέθανεν ὑπὸ τῶν ἐνοικούντων Δελφούς, οὓς ἐξηπάτησεν Ὀρέστης λέγων αὐτὸν ἐφ' ἁρπαγῇ τῶν ἱερῶν ἥκειν χρημάτων.[15]
Ἐθήτευσε μὲν Ἀπόλλων Ἀδμήτῳ γνώμῃ Διός, ἐθεράπευσε δὲ Ἄδμητος τὸν Ἀπόλλωνα. ἐπεὶ δὲ ἧκον αἱ Μοῖραι καὶ ἔδει τελευτᾶν, ἀναβάλλει τὸν θάνατον αὐτοῦ ὁ θεὸς δεηθεὶς τῶν Μοιρῶν, αἳ τῷ μὲν εἶξαν, ἐζήτουν δὲ ὃς ἀντ' ἐκείνου τὸν θάνατον ὑποστήσεται. διελέχθη τοῖς γονεῦσιν ὁ Ἄδμητος γήρᾳ βεβαρημένοις. οἱ δὲ ἐφιλοψύχουν καὶ οὐκ ἠνείχοντο ἀπιέναι. παρέρχεται δὴ τὴν φύσιν Ἄλκηστις ἡ γυνὴ καὶ αὐτὴ ἀποθνήσκει. πένθους δὲ κατέχοντος τὴν οἰκίαν Ἡρακλῆς ἥκων ξενίζεται καὶ μαθὼν τὴν τύχην καὶ πονέσας καὶ κρατήσας τῶν κάτω δαιμόνων ἐπανάγει τὴν ἄνθρωπον.
[16]
Ἤρα τῆς ἑαυτοῦ γυναικὸς ὁ Κανδαύλης καὶ παρεκάλει τὸν Γύγην ἐπὶ τὴν θέαν τῆς ὥρας. ὁ δὲ τὸ πρῶτον ἀρνούμενος ἐγκειμένου τοῦ Κανδαύλου συνεχώρησεν. ὑφ' οὗ δὴ καὶ καταστὰς ὄπισθεν τῆς θύρας τὴν γυναῖκα καταγυμνουμένην ἰδὼν ἀπηλλάγη. ἡ δὲ μεταστραφεῖσα τὸ πραχθὲν οὐκ ἠγνόησεν, ἤνεγκε δὲ σιγῇ. μεταπέμπεται δὲ τὸν Γύγην, ἐπειδὴ ἡμέρα ἦν, καὶ ἐκέλευσεν ἀποθνήσκειν ἀντὶ τῆς θέας ἢ τοῦτο δρᾶν τὸν Κανδαύλην ὑπισχνουμένη συνοικήσειν αὐτῷ μετὰ τὸν φόνον. τὸν Γύγην ἤρεσκε μὲν οὐδέτερον, εἰς δὲ τὸ κτείνειν ἀπέκλινε. καὶ διαχρησάμενος καθεύδοντα τὸν δεσπότην γαμεῖ τε ἐκείνην καὶ βασιλεύει Λυδῶν.
[17]
Δάφνης τὸ κάλλος ἐγέννησε μὲν Λάδων ὁ ποταμός, ἐθαύμασε δ' Ἀπόλλων. παθὼν δέ τι πρὸς αὐτὴν ἐρωτικόν, ἐπεὶ πείθειν οὐκ εἶχεν, ἐδίωκεν. ἡ δὲ εὔχεται τῇ Γῇ μὴ ἁλῶναι καὶ τυχοῦσα τῆς εὐχῆς ἀφανίζεται. καὶ τὸ μὲν σῶμα δένδρον ἐγίνετο, δάφνη δὲ τὸ δένδρον ἦν. ὁ θεὸς δὲ τὸν πόθον οὐ κατέλυεν, ἀλλὰ τὰ πρὸς τὴν κόρην μετήνεγκεν ἐπὶ τοὺς κλάδους καὶ ἔστιν ἐραστὴς τῶν φύλλων.
[18]
[1] Ἐξ Ἀθηνῶν Τηρεὺς Πρόκνην ἄγεται τὴν Πανδίονος, ὃς ἐβασίλευεν Ἀθηναίων, αὐτὸς δὲ Τηρεὺς ἐκράτει Θρᾴκης. χρόνου δὲ προϊόντος ἐπιθυμία λαμβάνει τὴν Πρόκνην ἰδεῖν Φιλομήλαν τὴν ἀδελφὴν καὶ διὰ Τηρέως τοῦτο ἐπράττετο, ὃς ἐλθὼν Ἀθήναζε καὶ λαβὼν ἐν τῇ πορείᾳ μίγνυται τῇ παρθένῳ βιασάμενος, οὐ πείσας. φοβούμενος δὲ τὸν ἔλεγχον τὴν γλῶτταν περιελὼν πόρρω τῆς ἀδελφῆς ἵδρυσεν ἐν κώμῃ φυλακήν τινα παρακαταστήσας.
[2] ἄλλως μὲν οὖν οὐκ ἦν μηνύσαι τῇ Πρόκνῃ τὸ τολμηθέν, τῆς ἑορτῆς δὲ ἐπελθούσης ἐν ᾗ τῇ βασιλίδι τὰς Θρᾴττας δῶρα πέμπειν νόμος ἦν πέμπει πέπλον ἡ Φιλομήλα γράμματα ἐνυφήνασα. τὰ δὲ ἐδήλου τὴν βίαν.
[3] ἡ δέ, ὡς ἔγνω, τὴν μὲν μεταπέμπεται, τὸν δὲ Ἴτυν ἀπέσφαξεν, ὃς ἐκ Τηρέως ἦν αὐτῇ, καὶ εἱστίασε τὸν πατέρα τῷ σώματι τοῦ παιδός. ὡς δὲ δὴ ἐκόρεσεν, ἐδίδασκεν αὐτὸν ἥτις ἦν ἡ βρῶσις τὰ ἀκρωτήρια δείξασα. ὁ μὲν οὖν ἐδίωκεν, ὡς ἀποκτείνειεν, αἱ δὲ ἔφευγον. καὶ ἐν τῇ διώξει μετεβλήθησαν εἰς ὄρνις αἵ τε γυναῖκες καὶ ὁ Τηρεύς, χελιδόνα μὲν ἡ Φιλομήλα, ἀηδόνα δὲ ἡ Πρόκνη, λέγεται δὲ καὶ ὁ τοῦ παιδὸς γευσάμενος ἔποψ γενέσθαι.
[19]
[1]
Πρόκνην ἐξ Ἀθηνῶν ἠγάγετο Τηρεὺς τὴν Πανδίονος, ἐρῶσα δὲ ἡ Πρόκνη τὴν ἀδελφὴν Φιλομήλαν θεάσασθαι Τηρέα ποιεῖται τῆς θέας διάκονον. ὁ δὲ παραλαβὼν ἐπόθει μὲν καθ' ὁδὸν καὶ ποθῶν ἐβιάσατο καὶ βιασάμενος ἀφεῖλε τῶν πραχθέντων τὸν ἔλεγχον τὴν γλῶσσαν ἀποτεμών. ἡ δὲ ἀφικομένη παρὰ τὴν Πρόκνην εἰπεῖν μὲν οὐκ εἶχε τὸ πάθος, διηγεῖται δὲ τὸ συμβὰν τῇ χειρὶ ἱστῷ προσυφάνασα. καὶ μαθοῦσα τὸ πάθος ἡ Πρόκνη τὸν παῖδα τροφὴν τῷ πατρὶ παρατίθησιν. ὁ δὲ τρέφεται μὲν οἷς ἠγνόει τὰ φίλτατα, τραφεὶς δὲ ἀνελεῖν ἐπεχείρει τὴν θρέψασαν. θεοὶ δὲ τῆς συμφορᾶς τοῦ παιδὸς οἰκτείροντες ἀμφοτέρους εἰς ὀρνίθων μεταβεβλήκασι φύσεις.
[20]
Ηὔλει ἡ Ἀθηνᾶ καὶ τὸ εἴδωλον αὑτῆς ἐν τοῖς ὕδασιν ἰδοῦσα τὸν αὐλὸν ἔρριψεν ὡς οὐκ ἔχον εὐσχημοσύνην τῷ προσώπῳ τὸ αὐλεῖν. γίνεται δὴ οὗτος Μαρσύου καὶ ἐποίησεν αὐτὸν αὐλητὴν ὀνομαστόν. ὁ δὲ ἐπείθετο ἤδη καὶ Ἀπόλλωνος εἶναι κρείττων καὶ εἰς ἔριν ἐκάλει. καὶ οἱ μὲν ἤριζον, ἐψήφιζον δὲ αἱ Μοῦσαι, καὶ ὁ θεὸς ἐνίκα, δίκην δὲ ἐπιτιθεὶς τῷ αὐλητῇ κρεμάσας ἔδειρε. καὶ τὸ αἷμα γίνεται ποταμός, τῷ δὲ ποταμῷ ὄνομα Μαρσύας.
[21]
Ἐγκαλοῦσά τι τῷ Ἡλίῳ ἡ Ἀφροδίτη πλήττει τὰς ἐκείνου θυγατέρας ἔρωσι καινοῖς. ἐρᾷ δὴ καὶ Πασιφάη ταύρου καὶ καρτερεῖν οὐκ ἔχουσα φράζει πρὸς τὸν Δαίδαλον τὸ πάθος. ὁ δὲ ἦν Ἀθηναῖος καὶ φεύγων διέτριβεν ἐν Κρήτῃ. πείθεται δὴ καὶ βοηθεῖ τῇ γυναικὶ διὰ βοὸς ξυλίνης. κοίλην γὰρ αὐτὴν ἐργασάμενος καὶ κατακλείσας ταύτῃ τὴν ἐρῶσαν δέρματι βοὸς καλύψας τὸ πλάσμα κινεῖ τὸν ταῦρον ἐπὶ τὴν εἰκόνα. καὶ ἐλθὼν μίγνυται δὴ τῇ γυναικί, βοῒ δέ, ὡς ᾤετο. τότε ὁ Μινώταυρος γίνεται ταῦρος μὲν τὴν κεφαλήν, τὸ δ' ἐντεῦθεν ἄνθρωπος.
[22]
Ἡλίου παῖς Πασιφάη γεγένηται καὶ γενομένη τοῦ καλλίστου τῶν θεῶν πάθος ὑπέστη παραλογώτατον. ταύρῳ γὰρ ἐπιμαίνεται καὶ τὸ πάθος ἀποροῦσα διενεγκεῖν πρὸς τὸν Δαίδαλον ἤγγειλεν. ὁ δὲ ξυλίνην μηχανησάμενος βοῦν δορᾷ τὴν μηχανὴν περιέβαλεν, ᾗ παρὰ τὴν ἀγέλην ‹ὁ ταῦρος› συνήγετο, καὶ τὴν ἄνθρωπον ἔνδον κατακλείσας ἐργάζεται μίξιν ἣν ὁ πρότερος οὐκ ἠπίστατο χρόνος. καὶ τῆς ὁμιλίας ὑπόμνημα παῖς προελήλυθεν ἐφ' ἑνὸς σώματος ἄμφω χαρακτηρίζων τοὺς φύσαντας.
[23]
Ἀλκμήνη τίκτει τῷ Διὶ μὲν Ἡρακλέα, τῷ δὲ Ἀμφιτρύωνι Ἰφικλέα καὶ τὸ μέσον τοῦ σπέρματος ἐν τοῖς ἐγγόνοις ἐδείχθη. τὰ μὲν γὰρ ἔκειτο ἐσπαργανωμένα ἀρτίγονα, δράκοντες δὲ ὡς ἐπῆλθον ἐπιβουλευούσης Ἥρας τῷ Ἡρακλεῖ πτήσσει μὲν Ἰφικλῆς καὶ ὑπότρομος γίνεται, Ἡρακλῆς δὲ δέχεται τὰ ἑρπετὰ καὶ ἀποπνίγει.
[24]
[1] Θεῶν αἱ γοναὶ καὶ περὶ τὰ σπάργανα φαίνονται. δηλοῖ δὲ ἡ συνοῦσα Διὶ καὶ μετ' αὐτὸν Ἀμφιτρύωνι καὶ συνουσίας διττῆς ἐπὶ τῶν παίδων φέρουσα γνώρισμα. προῆλθε μὲν γὰρ Ἡρακλῆς τοῦ Διός, ὁ δὲ Ἰφικλῆς Ἀμφιτρύωνος.
[2] καὶ κειμένων ἐν σπαργάνοις τῶν παίδων Ἥρα μὲν τοῖς παισὶν ἐπαφίησι δράκοντας, Ἡρακλῆς δὲ ἑωρακὼς ὁμοῦ τῇ θέᾳ προσιόντας ἀνῄρηκεν καὶ πρὸς αὐτὴν Ἰφικλέους καταπεπληγμένου τὴν θέαν ἄθλων προοίμιον τὴν τοῦ βίου ἀρχὴν ἐποιήσατο.
[25]
[1]
Ἤπειγον αἱ ὠδῖνες τὴν Λητώ. ἐδέχετο δὲ αὐτὴν οὔτε ἤπειρος οὔτε νῆσος οὐδεμία τῶν φανερῶν. ἡ Δῆλος δὲ πρῶτον μὲν ἠφανίζετο τῇ θαλάττῃ, τότε δὲ γνώμῃ Διὸς ἀνέδυ τε καὶ ἐξεφάνη καὶ ἐδέξατο τὸν τόκον. τεχθεὶς δὲ ὁ Ἀπόλλων εὐθὺς ἦν τοξότης καὶ ἔργον αὐτῷ πρῶτον ὁ δράκων ὃς ἐπολέμει τῇ Λητοῖ βουλομένῃ τεκεῖν.
[26]
[1] Ὁ ἀλεκτρυὼν ὄρνις ἐστὶν ἐξ ἀνθρώπου τὸ πρίν. ὅτε δὲ ἦν ἄνθρωπος, Ἄρεος ἦν δορυφόρος. τούτῳ παρέδωκε τὰς θύρας τοῦ θαλάμου Ἄρης, ὅτε ἠδίκησεν εἰς τὴν εὐνὴν τὸν Ἥφαιστον, ἐφ' ᾧ πρὸ τοῦ περιόρθρου τὰς θύρας ἀράττειν, ὡς μὴ ἁλῴη μοιχεύων κατεκοιμήθησαν οὖν ἀμφότεροι, καὶ ὁ θεράπων καὶ ὁ δεσπότης, καὶ τὸ ἔργον ἐγνώσθη τῆς ἡμέρας φανείσης. γίνεται οὖν ὄρνις ὁ στρατιώτης ταύτην ὑποσχὼν τὴν δίκην.
[3] καὶ πολλὰ δηλοῖ τὸν πάλαι στρατιώτην, ὁ λόφος, ὁ θυμός, τὰ κέντρα. καὶ μεμνημένος γε ἐφ' ᾧ τοῦτο ἔπαθε, πρὶν Ἥλιον ζεύξασθαι τὸ ἅρμα τῶν ἀνθρώπων ἐλαύνει τὸν ὕπνον διὰ τῆς ᾠδῆς.
[27]
[1] Θέτιν ὁ Ζεὺς ἐθαύμασε τοῦ κάλλους, παρὰ δὲ τῆς Νυκτὸς ἀκούσας ὡς ὁ τικτόμενος ἐκ Θέτιδος ἀμείνων ἔσται τοῦ πατρὸς αὐτὸς μὲν οὐ μίγνυται, Πηλεῖ δὲ δίδωσι. καὶ δέχεται μὲν τοὺς γάμους τὸ Πήλιον καὶ θεῶν ὕμνον καὶ Ἀπόλλωνος ᾠδήν. ἡ δὲ Ἔρις, οὐ γὰρ μετεῖχε τῆς θοίνης, μῆλον χρυσοῦν ἀφίησιν εἰς τὴν τράπεζαν. δῶρον εἶναι τῇ καλλίστῃ θεῶν τούτῳ ἐπεγέγραπτο.
[2] γίνεται οὖν ἀμφισβήτησις τὸ μῆλον τῇ τοῦ Διὸς γυναικὶ καὶ Ἀφροδίτῃ καὶ Ἀθηνᾷ. ὁ δὲ ‹Ζεὺς› φεύγει μὲν αὐτὸς τὴν κρίσιν, ποιεῖ δὲ αὐταῖς Πάριν τὸν Πριάμου κριτήν. ὡς οὖν ἧκον παρὰ τὸν βουκόλον, νικᾷ μὲν Ἀφροδίτη τῷ τῆς Ἑλένης γάμῳ, τοῦτο γὰρ ἄμεινον ὁ Πάρις ἡγήσατο, βασιλείαν δὲ ἣν ἐδίδου τῆς Ἀσίας ἡ Ἥρα, καὶ τὸ μαχόμενον κρατεῖν, ὃ ἦν τῆς Ἀθηνᾶς ὑπόσχεσις, παρῃτήσατο. ναυπηγεῖται οὖν καὶ πλεῖ καὶ λαμβάνει τὴν Ἑλένην καὶ ἀπόλλυσι τὸ Ἴλιον.
[28]
[1]
Ἐπεφοίτησεν Ἰκαρίῳ Διόνυσος. ὁ δὲ αὐτὸν ἐδέξατο καὶ ἐθεράπευσε. καὶ λαμβάνει παρὰ τοῦ θεοῦ δῶρον τὴν ἄμπελον καὶ διδάσκει τὴν τέχνην. ὡς δὲ ἧκεν εἰς Θρᾴκην, πιόντες οἱ Θρᾷκες ἐμεθύσθησαν καὶ ἡγήσαντο φάρμακον τὸν οἶνον καὶ ἐν τούτῳ δόξης ὄντες ἀπέκτειναν τὸν Ἰκάριον.
[29]
[1] Ὁ Ἀρίων Μηθυμναῖος ὢν ἐκ Μηθύμνης ἔπλευσεν εἰς Κόρινθον καὶ δεικνὺς αὐτόθι τὴν τέχνην εὐδοκιμεῖ. βουλόμενος δὲ καὶ ἐν Ἰταλίᾳ γενέσθαι λαμπρὸς ἔπλευσε κἀκεῖσε καὶ αὖθις εὐδοκιμεῖ. γενομένων δὲ αὐτῷ χρημάτων μεγάλων νεὼς ἐπιβὰς Κορινθίας εἰς Κόρινθον ἐπαναπλεῖ.
[2] καὶ οἱ ναῦται τῶν χρημάτων ἐρασθέντες κτείνειν ἐπεχείρουν. ὡς δὲ ἀφιστάμενος αὐτοῖς τῶν χρημάτων ἐπὶ τῷ σώζεσθαι οὐκ ἔπειθε, δευτέρας δεῖται συγχωρήσεως, στῆναι ἐν τῇ σκευῇ καὶ ᾆσαι καὶ ἐκπηδῆσαι εἰς τὴν θάλατταν ἐπὶ τῷ τέλει τοῦ ᾄσματος. καὶ οἱ μὲν ἐπέτρεψαν, ὁ δὲ ᾖσε καὶ ἐξεπήδησε. δελφὶς δὲ αὑτὸν ὑποθεὶς τῷ κιθαρῳδῷ πρὸς Ταίναρον ἐξεκόμισε.
[30]
[1]
Ἔρως καὶ ποταμοῖς ἐνοχλεῖ. δηλοῖ δὲ Ἀλφειὸς Σικελικῆς πηγῆς Ἀρεθούσης ἐρῶν, ὃς προϊὼν ἐκ τῆς Ἤλιδος τὸ ῥεῖθρον οὐκ ἀναμίγνυσι πολὺ διερχόμενος πέλαγος ὡς ἐκ τούτου δεικνὺς τῇ ποθουμένῃ φυλάττειν ἀκέραιον τὸν τοῦ ἔρωτος πόθον.
[31]
Δηιάνειραν τὴν Οἰνέως ἐπόθει μὲν Ἡρακλῆς, ἀντεπόθει δὲ καὶ Ἀχελῷος ὁ ποταμός. εἰς ἔριν δὲ καταστάντες ἐκ πόθου ἀγῶνι μὲν τὴν ἅμιλλαν ἔκρινον καὶ ἆθλον τὸν τῆς κόρης γάμον προὐτίθεντο. καὶ προσπεσὼν Ἡρακλῆς παρασπᾷ μὲν Ἀχελῷον τοῦ κέρως, τὸ δὲ καταρρεῦσαν αἷμα τοῦ τραύματος κατεβάλετο Σειρήνων γένεσιν.
[32]
Ἤρα τῆς Πίτυος ὁ Πάν, ἀντήρα δὲ καὶ ὁ Βορέας αὐτῆς. ἑκατέρου δὲ προσαγομένου τὴν κόρην πρὸς τὸν Πᾶνα μεθίσταται. καὶ ζηλοτυπεῖ μὲν ἐπὶ τούτοις Βορέας, πνεύσας δὲ ἐπ' αὐτῇ βιαιότερος τὴν μὲν κόρην ὠθεῖ, παραλαβοῦσαι δὲ ταύτην αἱ πέτραι τῷ θανάτῳ παρέδοσαν. Γῆ δὲ ἐλεοῦσα τὸ πάθος ἀνῆκε δένδρον ὁμοίως περὶ τοὺς ἐραστὰς διακείμενον. τὸν μὲν γὰρ Πᾶνα στεφανοῖ τῷ θαλλῷ, θρηνεῖ δὲ τοῦ Βορέου προσπνεύσαντος.
[33]
[1] Πολλοὶ μὲν ἔκειντο μνηστῆρες ὑπὸ Ἀταλάντης ἡττηθέντες ποδωκείᾳ τῆς κόρης, ἔδει γὰρ ἡττώμενον μὲν ἀποθανεῖν, νικῶντα δὲ γαμεῖν, Ἱππομένης δὲ ταύτης ἐπιθυμῶν, δεδιὼς δὲ τὸν κίνδυνον δεῖται τῆς Ἀφροδίτης συμπρᾶξαι. ἡ δὲ ἔδωκε τὰ χρυσᾶ μῆλα καὶ εἶπεν ὃ χρὴ ποιεῖν ἐν τῷ δρόμῳ.
[2] ὡς οὖν ἔθεον, ὁπότε πλησίον ἡ κόρη γένοιτο, μῆλον ἠφίει, ἡ δὲ ἐθαύμαζέ τε καὶ ὑπολειπομένη τὸ μῆλον ἀνῃρεῖτο, ἐγγιζούσης δὲ πάλιν τὸ αὐτὸ ἐδρᾶτο. καὶ διὰ τοιοῦδε σοφίσματος Ἀταλάντη μὲν εἶχε τὰ μῆλα, Ἱππομένης δὲ Ἀταλάντην.
[34]
[1]
Ἀταλάντην τὴν Σχοινέως ἔχειν μὲν ἐπόθουν πολλοί, Ἱππομένης δὲ παρ' ἑτέρους ἀπείληφε. μνωμένων γὰρ τὴν κόρην πολλῶν ἆθλον ἑαυτὴν ἡ παῖς προὐτίθει τοῖς νικῶσιν εἰς δρόμον. καὶ πάντων ἀπολειπομένων τὸ τάχος Ἀφροδίτην Ἱππομένης εὕρατο σύμμαχον καὶ μῆλα χρυσᾶ παρ' ἐκείνης λαβὼν ἠφίει παρὰ τὸ στάδιον. καὶ ἡ μὲν τὰ μῆλα συνέλεγεν, ὁ δὲ παρῄει συλλέγουσαν καὶ τέχνῃ μᾶλλον ἢ ῥώμῃ τὸν Ἀταλάντης γάμον ἐκτήσατο.
[35]
Κηφεὺς εἶχεν Αἰθιόπων τε ἀρχὴν καὶ γυναῖκα καλήν. αὕτη καὶ τὰς Νηρηίδας κάλλει νικᾶν ἐνομίζετο καὶ ἔλεγεν. αἱ δὲ δέονται τοῦ σφῶν ἄρχοντος λαβεῖν ὑπὲρ αὑτῶν δίκην. ὡς δὲ ἔπεισαν, ὁ μὲν ἐπὶ τὴν τοῦ Κηφέως γῆν κῆτος ἔπεμψε, Κηφεὺς δὲ χρησμῷ πειθόμενος πέτρας ἐπικειμένης θαλάττῃ τὴν θυγατέρα ἐκδήσας παρεῖχεν ἀπολλύναι τῷ κήτει. ταύτην σώζει τε καὶ λύει Περσεὺς τεμὼν ἐν Λιβύῃ καὶ φέρων τὴν Μεδούσης κεφαλὴν λίθον τε ποιήσας τὸ κῆτος.
[36]
Κηφεὺς Αἰθιόπων κρατῶν Κασσιέπειαν ἐκέκτητο σύνοικον, ᾗ τοσοῦτον ἐπῄει διὰ κάλλος φρονεῖν ὡς αὐτὰς οἴεσθαι Νηρηίδας ὑπερβάλλειν. ἀγανακτήσας δὲ ἐπὶ τούτοις ὁ Ποσειδῶν κῆτος ἀνῆκε τὴν τῶν Αἰθιόπων γῆν λυμαινόμενον. ἀπορῶν δὲ Κηφεὺς λύσιν τοῦ δυστυχήματος ἤκουσεν, εἰ τὴν Ἀνδρομέδαν παραθείη τῷ κήτει. καὶ παρατυχὼν ὁ Περσεὺς ἀπολιθοῖ μὲν τῇ Γοργόνι τὸ κῆτος, σωτηρίας δὲ γέρας τῆς σωθείσης ἐκομίσατο τὸν γάμον.
[37]
Ῥῆνος ὁ βαρβαρικὸς ποταμὸς σωφροσύνης ὑπάρχων κριτὴς παραρρεῖ τοὺς Κελτούς. ἐπειδὰν γάρ τις αὐτοῖς ἄρτι γένηται παῖς, λαβόντες τῷ ῥείθρῳ παρατιθέασιν. ὁ δὲ παραλαβὼν ἀποδίδωσι μὲν τοῖς γονεῦσι τὰ γνήσια, κτείνει δὲ τὰ νόθα παρ' αὑτῷ κατασχών. καὶ διαγινώσκεται τὸ σῶφρον βίῳ τε καὶ θανάτῳ.
[38]
Ὦτος καὶ Ἐφιάλτης Ἀλωέως μὲν γεγόνασι παῖδες, ἀδελφὰ δὲ εἶχον μετὰ τῶν σωμάτων τὰ βουλεύματα. παραπλησίως γὰρ τῷ μεγέθει φρονοῦντες τοῦ σώματος βατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεσκεύαζον. καὶ θέντες ὄρος ἐπ' ὄρει προιέναι μὲν ἐπειρῶντο παρὰ τοὺς κρείττονας, ἀνακόπτει δὲ αὐτοὺς τῶν ἐγχειρημάτων ὁ Ζεὺς σκηπτῷ κατείργων τὸ πρὸς αὐτῶν μελετώμενον. Ἐλάτη δὲ ἡ τούτων ἀδελφὴ παραπλησία μὲν ὑπῆρχε τὸ μέγεθος, δακρύουσα δὲ τὸ συμβὰν δένδρου φύσιν ἠλλάξατο. καὶ μεταβαλοῦσα τὴν φύσιν μένει τὸ μέγεθος ὡς ἐτύγχανε πρότερον. ὅθεν τὸ ἔπος τὴν ἐλάτην οὐρανομήκη προσεῖπεν.
[39]
Καὶ παρὰ τοῖς ποταμοῖς τὸ σῶφρον εὐδοκιμεῖ. δῆλος δ' Ἐνιπεὺς Τυρὼ μὲν ἐρῶσαν ἀποστρεφόμενος, ἐξ ἀπάτης δὲ τῇ παιδὶ Ποσειδῶν συναπτόμενος. ἤρα μὲν γὰρ Ἐνιπέως Τυρώ, ἀντήρα δὲ καὶ Ποσειδῶν τῆς Τυροῦς. καὶ πρὸς Ἐνιπέα τῆς κόρης κλινούσης τὴν Ἐνιπέως Ποσειδῶν ὑπεκρίνετο φύσιν καὶ πείσας τὴν κόρην συνελθεῖν ἐκ τοῦ σχήματος Νηλέα καὶ Πελίαν ἐκ τῆς κόρης παῖδας προήγαγεν, ὡς τὸ ἔπος ἐδήλωσεν.
[40]
Ἰστέον ὅτι περὶ τοῦ τῆς Ἀμαλθείας κέρως οὕτω φασί. τὴν αἶγα τὴν Ἀμάλθειαν τὴν γῆν τῷ κέρᾳ ἀνορύττουσαν θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ αἰπόλον πλούσιον ἀντὶ πένητος γεγενῆσθαι. καὶ οὕτως Ἀμαλθείας κέρας παρὰ παροιμιαζομένοις ἀνθρώποις ὀνομάζεται.
[41]
Τὴν Δανάην ὁ πατὴρ Ἀκρίσιος ἐφύλαττεν ὡς παῖδα ἐν χαλκῷ θαλάμῳ τὴν παρθένον τηρῶν. Ζεὺς δὲ ἐρασθεὶς καὶ χρυσοῦς διὰ στέγους ῥυεὶς συνεγένετο. ἡ δὲ τίκτει τὸν Περσέα, ὃν Ἀκρίσιος ἅμα τῇ μητρὶ κατακλείσας εἰς λάρνακα παρέδωκε τῇ θαλάσσῃ. Περσεὺς δὲ καὶ ἐκ τούτου σώζεται καὶ δίσκον ἀφεὶς ἐν ἀγῶνι τὸν πάππον ἄκων ἀπέκτεινε καὶ τὸ μάντευμα εἰς τέλος ἦγεν.