[1] Οἱ λύκοι παρὰ τῶν προβάτων εἰρήνην καὶ ἡσυχίαν ᾔτουν καὶ ἥδε ἡ ἡμέρα μεγάλων ἄρξει ἀγαθῶν ὑμῖν τε καὶ ἡμῖν ἔλεγον, ἀπαλλαγεῖσι γὰρ πολέμου καὶ κακῶν ἐξέσται παρ' ἀλλήλους φοιτᾶν ἀδεῶς. σπενδώμεθα τοίνυν. ἀλλ' εἰ μέλλει τι βέβαιον ἔσεσθαι ταῖς σπονδαῖς καὶ οὐ γράψαντες αὐτίκα λύσομεν, τοὺς πονηροὺς καὶ πολεμίους κύνας ἀποδιωκτέον ὑμῖν, ἐπεὶ καὶ νῦν παρὰ τούτων ἡ ταραχὴ καὶ τὸ ὑποπτεύεσθαι τοὺς λύκους. πολλάκις γὰρ ἁπλῶς παριόντας ἡμᾶς τὰ ποίμνια προεκπηδῶντες ὑλακτοῦσιν, οἱ δὲ οὐ σφόδρα θέλοντες παροξύνονται καὶ λυποῦσι. τί οὖν ὑμῖν δεῖ κυνῶν εἰρήνης οὔσης πρὸς λύκους;
[20] ὑπήχθη τὰ πρόβατα. τοιοῦτον γὰρ τὸ γένος εὐηθείας γέμον. καὶ οἱ κύνες ἀπεσκορακίζοντο καὶ ἐφεστήκεσαν οἱ λύκοι, τὰ δὲ ἔρημα κατησθίετο.
[21] Τοῖς ἐχθρῶν λόγοις οὐ πιστευτέον τὴν προσήκουσαν φυλακήν.
[2]
[1] Σεμνὸς ἦν ὁ ἵππος ἐπὶ τῷ τάχει καὶ ἀπέκναιε τὰ ἄλλα ζῶα σφόδρα ἑαυτὸν ἐπαινῶν, μάλιστα δὲ τὴν χελώνην. λυπηρὸς δὲ ἦν προφέρων τὴν βραδυτῆτα. ἡ δὲ ἤλγησε τοῖς ὀνείδεσι καὶ ποιεῖται πρόκλησιν εἰς δρόμον. τῷ δὲ ἵππῳ γέλως τε ἦν ἡ πρόκλησις καὶ οὐκ ἠξίου διαμιλλᾶσθαι. γέλωτος δέ τι καὶ τοῖς ἄλλοις ζώοις ἐνέπεσεν εἰς τὸ παράλογον ὁρῶσι τῆς φύσεως.
[2] ἐγκειμένης δὲ τῆς χελώνης καὶ διισχυριζομένης ὡς περιέσται ἀναγκάζει τὰ ἄλλα ζῶα τὸν ἵππον μὴ ἀπαρνηθῆναι τὴν ἀγωνίαν. ἀποδείκνυται δὴ τὸ στάδιον καὶ ἡμέρα τῷ δρόμῳ. καὶ τὸ ἐντεῦθεν ὁ μὲν ἵππος ἐτρύφα παρὰ τῇ φάτνῃ, τῇ δὲ χελώνῃ μελέτη ἦν συνεχὴς καὶ οὐδὲ νυκτὸς προϊούσης ἔληγεν. ἧκε δὲ ἡ κυρία καὶ μεστὸν ἦν τὸ θέατρον καμήλων, ὄνων, ὀρνέων οἷς τε ἄνθρωποι χρῶνται. καὶ μὴν καὶ ἐλάφους συνήγαγεν ἡ φήμη. καὶ ἐμειδία τὸ θέατρον ὡς παραπαιούσης τῆς χελώνης. ἐπεὶ δὲ ἤρθη τὸ σημεῖον καὶ θεῖν ἐχρῆν, ὁ μὲν ἵππος ὥσπερ καὶ πρῴην πεπεδημένος ἔμεινεν ἐν ἀργίᾳ τε καὶ κόρῳ, τῇ δὲ ἡ μελέτη τάχος ἐδεδώκει καὶ νίκην.
[3] Καὶ σύ, ὦ παῖ, μὴ τῇ φύσει πιστεύσας κάθευδε, ἀλλ' οἴου καὶ πόνου δεῖν. εἰ δὲ μή, παραδραμεῖταί σε ῥᾳδίως ἐκεῖνος οὐκ εὖ πεφυκώς.
[3]
[1] Ἔδοξε τῷ Διὶ βασιλεύεσθαι καὶ τὸ ὀρνίθων γένος καὶ διὰ τοῦ Ἑρμοῦ πρὸς ἀγῶνα κάλλους ἐκάλει ὡς δώσων τῷ καλλίστῳ φανέντι τὴν ὀρνίθων ἀρχήν. ἐκαλλωπίζετο γοῦν τὰ ὄρνεα τὰ μὲν ἐν κρήναις, τὰ δ' ἐν πηγαῖς τε καὶ λίμναις καὶ τῶν πτερῶν ἐξετίλλετο ὁπόσα αὐτοῖς ὥραν οὐκ ἔφερεν.
[2] ὁ δὲ κολοιός, ἦν γὰρ ἄμορφος, ἐπιτεχνᾶται τοιάδε. τῶν πτερῶν ὁπόσα ἐπέπλει τοῖς ὕδασιν ἀναιρούμενος ἕκαστον ἑαυτῷ περιετίθει συναρμόττων σοφῶς ἄλλο ἐπ' ἄλλῳ. καὶ χρῆμα ποικιλώτατον γίνεται. καὶ ὡς ἧκεν ἐπὶ τὴν κρίσιν, ἐπέστρεψε μὲν τῶν ὀρνέων τὰ ὄμματα, θάμβος δὲ ἐνέβαλε καὶ αὐτῷ τῷ δικαστῇ, ὥστε ὑπεχώρει μὲν αὐτῷ καὶ ὁ λευκότατος κύκνος, μικρὸν δὲ ὁ ταὼς ἐδόκει καὶ αἱ τούτου βαφαί, καταπεφρόνητο δὲ καὶ ἡ ἀετῶν σεμνότης.
[3] μέλλοντος δὲ ἤδη τοῦ Διὸς ἐγχειρίζειν αὐτῷ τὸ σκῆπτρον ἡ γλαὺξ ἰδοῦσα τὸ ἑαυτῆς ἐν τῷ κολοιῷ πτερὸν προσιοῦσα ἀπέσπα καὶ ἄλλος τὸ ἑαυτοῦ καὶ πᾶς τὸ οἰκεῖον. ἀπελθόντων δὲ τῶν ἀλλοτρίων ἐγυμνοῦτο τοῦ κολοιοῦ τὸ εἶδος καὶ ἐγελᾶτο.
[4] Τὸ μὴ τοῖς οἰκείοις κοσμεῖσθαι βραχεῖαν μὲν τὴν ἀπόλαυσιν, πολλὴν δὲ ἐλεγχθέντι ποιεῖ τὴν αἰσχύνην.