7273 508 1 13 0 0 IV d. C. Retorica Libanius VII Progymnasmata Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 104

Libanius - Progymnasmata VII

Κοινοὶ τόποι.

[1]

Κατὰ ἀνδροφόνου.

[1]    Ὅτι μὲν καὶ τὴν γραφὴν ἡμεῖς ἐπὶ πᾶσι δικαίοις πεποιήμεθα καὶ τοῖς ἐγκεκλημένοις οὗτος ἔνοχός ἐστιν οἶμαι πάντας ὑμᾶς ἀκριβῶς ἐξ ὧν εἴρηκα μεμαθηκέναι. δεῖ τοίνυν ὃ λοιπόν ἐστι τοῖς ἐλέγχοις προσθεῖναι. τοῦτο δέ ἐστι ψῆφος τῆς ὀργῆς τῶν ἀδικημάτων ἀξία. ἢ πλέον οὐδὲν τῶν ἡμετέρων λόγων, εἰ τὰ παρ' ὑμῶν ἐλλείποι. κατηγορία γὰρ προσήκουσαν τὴν ἀγανάκτησιν προσλαβοῦσα τῶν δικαστῶν ἰσχυρὰ γίνεται, ταύτης δ' ἀπούσης φλυαρία φαίνεται.

[2]    Πολλῶν δὲ ὄντων εἰς ἃ δεῖ βλέψαντας ὑμᾶς παροξυνθῆναι τὴν ἀρχὴν ἀπὸ τῶν νόμων ποιήσασθαι βούλομαι τῶν φονικῶν, οἳ πάντων τῶν παρ' ἡμῖν εὐδοκιμούντων πολὺ τῶν ἄλλων ἀκριβέστερον ἔχουσι. τί οὖν ἐκεῖνοι λέγουσι; πάντων τῶν κατὰ ἀνθρώπους τετολμημένων τοῦτ' εἶναι δοκεῖ τὸ δεινότατον. καὶ διὰ τοῦτο χερνίβων εἰργέσθω, φησί, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς ἢ κἂν ὑπὸ τὰς ψήφους ἔλθῃ, θανάτῳ ζημιούσθω.

[3] κάλλιστον μὲν οὖν καὶ τῶν μεγίστων ἀγαθῶν τὸ μυστηρίων μετέχειν, ἀλλὰ καὶ τούτων τὸν ἀνδροφόνον ἀποκεκλείκασι καὶ οὐδὲ τοῖς ἀκουσίοις φόνοις παντελῶς συγγνώμην εἴασαν εἶναι, ἀλλὰ μισοῦσι μὲν μειζόνως τοὺς ἑκουσίους, τιμωρίαν δὲ κἀκείνοις εὑρήκασι φυγὴν τάξαντες, δι' ἣν ἔστιν ἀποστερεῖσθαι τῶν καλῶν τῆς οἰκείας. οὕτω δὲ δεινὸν καὶ θεοῖς ἐχθρὸν ἡγήσαντο τὸν ἀνδροφόνον ὥστε κἂν τὸν αὐτὸν ὄροφον ὑπέλθῃ τις τῷ τοῦτο τετολμηκότι, κοινωνὸς τῆς ἀδικίας νενόμισται. καὶ τοῦ δεδρακότος οὐ πολὺ τιμιώτερος ὁ τῷ δεδρακότι συγγεγενημένος.

[4] καὶ πρὸς εἰδότας ἂν λέγοιμι τὰ λοιπά, διόπερ παρήσω. τῷ γὰρ τούτοις ἐπεξιόντι μετ' ἀκριβείας οὐκ ἂν εἴη μνημονεῦσαι τῶν ἄλλων. τῆς δ' οὖν τοιαύτης προνοίας καὶ φυλακῆς ἄξιον ἀκοῦσαι τὴν αἰτίαν.

[5]    Ἡ πόλις οὐδέν ἐστιν ἕτερον πλὴν τὰ τῶν ἐνοικούντων σώματα. καὶ γὰρ ὁ περίβολος καὶ τὰ τῆς κατασκευῆς ἐδάφη καὶ βέλη καὶ νῆες καὶ ἵπποι καὶ ὅπλα διὰ τούτων ἐστὶ χρήσιμα. πᾶν γάρ, ὅ τι ἂν εἴπῃς, ἄνευ τῶν χρησομένων μάταιον. δῆλον τοίνυν ὡς ‹τούτων› σωζομένων μόνον τοῖς ὅλοις ἔνεστι συνέχεσθαι. σκοπεῖτε γάρ. δεῖ πλεῖν, δεῖ πεζῇ παρατάττεσθαι, πρεσβεύειν, ἀποκρίνασθαι, ἐνδεικνύναι τοὺς ὀφείλοντας, εἰσάγειν τοὺς ἀδικοῦντας, ψηφίσματα γράφειν, νόμους τιθέναι. πάντα δὲ ταῦτ' ἐστὶν ἀνθρώπων ἔργα. τὸ δὲ μέγιστον, πολυανθρωπία φοβερὰ μὲν τοῖς ἐναντίοις, τοὐναντίον δὲ λίαν εὐκαταφρόνητον.

[6] ἑώρων τοίνυν οἱ ταῦτ' ἐξ ἀρχῆς τὰ νόμιμα διελόντες ὡς, εἰ μὴ πικρῶς κολάσουσι τοὺς παρ' ἀλλήλων φόνους, φθήσονται τοὺς πολεμίους οἱ πολῖται σφᾶς αὐτοὺς ἀναλώσαντες. διόπερ τὸν ἐγκαλεῖν τι τῷ πλησίον ἔχοντα πρὸς τὸ δικαστήριον ὁρᾶν κελεύουσι καὶ δείξαντα ὡς ἠδίκησεν εἰσπράττεσθαι νομίμως τὴν δίκην, ἀλλ' οὐκ αὐτόν, ὡς βούλεται, τιμωρίαν λαμβάνειν. εἰ γὰρ ὁ μὲν ἀγανακτήσας ὑπὲρ τοῦ τυχόντος ἀποκτείνοι τὸν λυπήσαντα, πάλιν δὲ οἱ τούτῳ προσήκοντες τὸν ἀνῃρηκότα, ἐκείνους δὲ ἕτεροι, τί πέρας ἔσται τῆς τοιαύτης ὁδοῦ;

[7] τούτοις μέντοι καλῶς οὕτω καὶ σφόδρα εὐσεβῶς κειμένοις ὑμεῖς μὲν καλῶς ποιοῦντες πείθεσθε, μόνος δὲ οὗτος ἐξ ἁπάντων ἠναντίωται καὶ νομίσας ὕθλον ὡς ἀληθῶς εἶναι καὶ γράμματα κενὰ τὴν αὑτοῦ δεξιὰν κυριωτέραν τοῦ θεσμοῦ πεποίηται σχῆμα μὲν ἐπιεικὲς προβαλόμενος, γνώμῃ δὲ πονηρᾷ χρησάμενος καὶ τοῖς φαινομένοις ἐναντίαν τὴν προαίρεσιν κεκτημένος, ἐν μέσῳ μὲν πρᾷος, ἐν δὲ ταῖς ἐρημίαις ἀπηνής, λόγῳ μὲν φιλάνθρωπος, ἔργῳ δὲ ὠμότατος, ἐπὶ μὲν τῆς ἀγορᾶς μέτριος, ἔξω δὲ τειχῶν θηριώδης.

[8] καταλαβὼν γὰρ τόπον ὑψηλόν τε καὶ ἀπόκρημνον τοὺς μὲν πορευομένους ἀθρεῖ πόρρωθεν, τοὺς δὲ ἀνῃρημένους ἀφανίζει τὴν νύκτα λαβὼν εἰς τὸ τόλμημα συνεργόν. Ἡράκλεις, οἵων δραμάτων ἐπλήρωσε τὴν ὁδόν. ἠπείγετό τις εἰς τὸν δῆμον ἐλθεῖν καὶ ἀπώλλυτο. ἀνέστρεφεν ἕτερος εἰς ἄστυ καὶ διεφθείρετο. μετῄει δέ τις οἰκέτην ἀποδράντα καὶ ἀπεσφάττετο.

[9] ῥᾴδιον δὲ τῷ παρεσκευασμένῳ τὸν ἀφύλακτον κτεῖναι, τῷ δὲ πεπτωκότι σωτηρίας οὐκ ἦν πόρος. ὁ δὲ τοὺς ἀνθρωπίνους λογισμοὺς ἐκβαλὼν ὤθει τὸ ξίφος ἀφειδῶς ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, ὅπως δὲ τῶν χρημάτων ἀποστερήσας κερδαίνοι τὸν ἔλεγχον. καὶ οὔτε τὴν νύκτα ᾐσχύνετο ἣν ἐμίαινε τοῖς φόνοις οὔτε τὸν ἥλιον προσβαλεῖν μέλλοντα τὴν ἀκτῖνα τοῖς σώμασιν οὔτε τὴν γῆν αὐτὴν τὴν δεξαμένην τοὺς νεκρούς.

[10] ὢ τῆς ἀπονοίας. οὐκ εἰσῆλθέ σε τότε τῶν ἁπάντων οὐδέν; οὐ σχῆμα πολιτείας ἧς ἐκοινώνεις τοῖς ἀνῃρημένοις; οὐκ ἐκκλησίας ἣν μετ' αὐτῶν ἐπλήρωσας; οὐ βουλῆς; οὐ δικαστηρίων; οὐχ ἱερῶν; οὐ σπονδῶν; οὐ μυστηρίων; οὐ τελετῶν; οὐκ ἔπαυσε τὴν ὁρμὴν ἄνθρωπος τὴν αὐτὴν φωνὴν ἀφιείς; οὐκ ἔκλασεν ὁμοιότης σώματος; ἀλλ' ἱκετεύοντας ἔπαιες καὶ δεομένους ἀπέσφαττες καὶ προκυλινδουμένους κατέκοπτες.

[11]    Οὗτος μὲν οὖν ἐν τοῖς ἑτέρων θανάτοις ἐτρύφα, περιῆν δὲ ἡμῖν ἀλγεῖν. ἀναμνήσθητε γὰρ τῶν δακρύων ἐκείνων οἷς ἐχρώμεθα πρὸς τὴν ἀκοήν. ἤγομεν ἑορτὴν καὶ παραχρῆμά τις ἤγγελλε φόνον καὶ τὸ τερπνὸν τῶν ὁρωμένων ὑπὸ τῆς φήμης διεφθείρετο. διελύομεν ἐκκλησίαν. καὶ πάλιν ἕτερος φόνος καὶ συνεχὴς οἰμωγὴ κατὰ τὴν πόλιν παίδων ὀδυρομένων, γυναικῶν θρηνουσῶν, μετεχόντων τῆς λύπης τῶν οἰκείων, διαβαίνοντος ἐφ' ἅπαν τὸ γένος τοῦ κακοῦ.

[12] δεινότατον δὲ τῆς συμφορᾶς τὸ μηδὲ τῶν πιπτόντων τοὺς πολλοὺς ὑπάρχειν ἀνελέσθαι. τοῦ γὰρ μέλλοντος ὁ φόβος εἴσω πυλῶν καθεῖργεν ἅπαντας καὶ πολλὰ πραχθῆναι δέον ἔλιπε προδήλου τῆς τελευτῆς οὔσης, εἰ πρὸ τῶν τειχῶν τις φανείη.

[13]    Τούτων δὴ γινομένων καὶ τῶν μὲν ἀπολλυμένων θρηνουμένων, τοῦ δὲ τούτων αἰτίου λανθάνοντος ἐπράττομεν ὃ μόνον ἔστιν ἐν τοῖς τοιούτοις, ηὐχόμεθα τὸν τούτων αἴτιον ὑπὸ χεῖρα λαβεῖν ὡς, εἰ τοῦτο γένοιτο, προσληψόμενοι τὸν δήμιον.

[14] τί οὖν; ἐπειδὴ τὰ παρὰ θεῶν ἠκολούθησε καὶ πέφηνεν ὁ τέως ἀγνοούμενος καὶ νῦν ἐφ' ἡμῖν ὁ καθ' ἡμῶν ἀνδρεῖος καὶ νῦν ὑπὸ νόμοις ὁ καταγελῶν τῶν νόμων, οὐκ ἀγανακτήσετε διότι καὶ τρὶς ἀποθανών, εἴπερ οἷόν τε, οὐκ ἀρκοῦσαν ἀποδώσει τὴν δίκην; τὸ δὲ πάντων δεινότατον, ὅτι τοιαῦτα ποιῶν ἐπ' ἐρημίας ἰὼν ἡμῖν ἀνεμίγνυτο καὶ τῶν αὑτοῦ μιασμάτων ἀγνοοῦντας ἡμᾶς κοινωνοὺς ἐποιεῖτο. ἦ που καὶ ἔλαχε μεθ' ἡμῶν πολλάκις καὶ περὶ φόνου ψῆφον ἐξήνεγκεν. ἦ που καὶ ταῖς νουμηνίαις μεθ' ἡμῶν προσῆλθε τοῖς ἱεροῖς καὶ ταῖς χερσὶν αἷς ἔδρασε τὸν φόνον συνεφήψατο τῶν ἱερῶν θυσιῶν.

[15] παροξύνθητε τοίνυν ὑπὲρ ἀγορᾶς, ὑπὲρ βωμῶν, ὑπὲρ ἀνακτόρων, ὑπὲρ τοῦ τῆς πόλεως ἐδάφους, ἃ πάντα οὗτος ἔχρανεν ἐνδιατρίβων. λάβετε δὴ ἐν λογισμῷ πάνθ' ὅσα κατὰ ἀνθρώπους τολμᾶται καὶ παράθετε τῷ κρινομένῳ νῦν τῶν ἀδικημάτων ἕκαστον. εὑρήσετε γὰρ τῶν πάνυ νομιζομένων εἶναι δεινῶν τοῦτο χαλεπώτατον. εἰ γάρ τις ὑμᾶς ἔροιτο, τί μάλιστα μισεῖτε; τὰς μοιχείας εἴποιτ' ἂν καὶ τὰς ἱεροσυλίας καὶ ὅσα περὶ τοὺς κειμένους ‹νόμους› ἁμαρτάνεται. πρὸς δὲ τὸ παρὸν κἀκεῖνα μικρὰ ‹ἂν› φαίνοιτο.

[16] κάλλους τις ἡττηθεὶς ἀδικεῖ μέν, ἀλλ' ἔχει παραίτησιν. ἐβιάσθην γάρ φησιν ὑπὸ τοῦ θεοῦ. καὶ πρὸς τὴν Ἔρωτος δυναστείαν ἀνταίρειν οὐκ εὔπορον. ἔπειτα τῇ γυναικὶ καταλείπεται διορθῶσαι τὸν τρόπον. πολλαὶ γὰρ ὑπαχθεῖσαι τὴν πρώτην εἶτα πρὸς τὰ βελτίω μετέστησαν. ὅλως δ' ἐπ' ἐκείνων ἀκόλαστος μὲν ἡ γνώμη, πρὸς δὲ τὸ θηριῶδες οὐκ ἐκβαίνει, τούτῳ δὲ τί καὶ γένοιτ' ἂν εἰς ἀναχώρησιν; τίς δαίμων ἐπαναγκάσας, τίς εὐπρόσωπος αἰτία; καὶ γάρτοι τοῖς μὲν εἰς ταὐτὸν ἐλθεῖν οὐ κωλύουσιν οἱ νόμοι, τὴν δὲ πρὸς τούτους κοινωνίαν ἐν ἀδικήμασι κρίνουσιν.

[17] ἔτι τοίνυν ὁ μὲν ὥρας σώματος ἥττων γεγενημένος οὔπω δῆλον εἰ καὶ φόνον ἂν τολμήσειεν, ὁ δὲ φόνον τετολμηκὼς οὐδ' ἐκεῖν' ἂν κατοκνήσειε. καὶ μὴν ὁ μὲν τῆς γυναικὸς ἀποστερῶν τὸν συνοικοῦντα τὸ γύναιον αὐτὸ τοῦ ζῆν οὐ προσαποστερεῖται, ὁ δὲ τὴν γυναῖκα τοῦ συνοικοῦντος ἀποστερήσας κἀκείνην αὐτὴν ἀφείλετο τοῦ περιεῖναι.

[18]    Δεινὸν ὁ τυμβωρύχος, ἀλλ' οὐχ ὅσον ἀνδροφόνος. ὁ μὲν γὰρ τεθνεὼς παροινούμενος ἔξω τῆς λύπης καθέστηκεν, ἐπεὶ καὶ τῆς αἰσθήσεως τῶν γιγνομένων ἔξω, τῷ δὲ δεχομένῳ τὴν πληγὴν οὐκ ἔστιν ἀγνοεῖν ἃ πάσχει. ὅσῳ δὴ τοῖς πάσχουσι τοῦτ' ἐκείνου μᾶλλον ἀνιαρόν, τοσούτῳ μιαρώτερος ὁ τοῦτο δρῶν τοῦ τολμῶντος ἐκεῖνο.

[19] μᾶλλον δέ, καὶ τὰ τῶν τυμβωρύχων ὁ κρινόμενος ἐν αὐτῷ τῷ φόνῳ συνείληφεν. ἀποσφάττων γὰρ προσαφαιρεῖται τὰ ὄντα, τούτων δὲ ἦν ἀποστερῆσαι ταφῆς. εἰ δὲ δεῖ τἀκριβὲς εἰπεῖν, ἀνοσιώτερος τῶν τυμβωρύχων εἰς αὐτὴν τὴν τῶν κειμένων ‹νόμων› ὕβριν. οἱ μὲν γὰρ οὐ κωλύουσι τῶν νομιζομένων †τυχεῖν, ἀλλὰ τυχόντας τινὰς ἐκδύουσιν, οἱ δὲ . . . . . . . . . . . . . . . . . . . . τοσούτῳ τυμβωρύχος ἀνδροφόνου πρᾳότερος.

[20]    Ἀλλά, νὴ Δία, τὸ τῶν ἱεροσύλων ἁμάρτημα μεῖζον. τοῖς γὰρ τῶν θεῶν ἀναθήμασι προσάγουσι τὰς χεῖρας. ἄνθρωπος δὲ οὐ θεῶν κτῆμα πολὺ τιμιώτερον τῶν φιαλῶν; αὗται δὲ αἱ φιάλαι τίνων ἀναθέντων ὑπάρχουσιν; οὐκ ἀνθρώπων; θυσίαι δὲ πόθεν καὶ παιᾶνες καὶ πρόσοδοι; βωμοὶ δὲ καὶ νεῲ καὶ τεμένη θεῶν καὶ αὐτὰ δὲ τὰ ἀγάλματα τίνων δημιουργήματα; μὴ τοίνυν ἔλαττον κεκρίσθω πονηρὸς τῶν ἐκεῖνα σεσυληκότων ὁ τούτους διαφθείρας παρ' ὧν ἐκεῖνα γεγένηται.

[21]    Φρίττετε τυραννίδος καὶ τοὔνομα νοῦν ἔχοντες, ὡς ἡγοῦμαι. τί ποτ' οὖν τῶν ἐκείνης τοῦτον ὑμῖν ἐμποιεῖ τὸν φόβον; ἆρά γε δημεύσεις καὶ φυγαὶ καὶ τὸ δεδέσθαι τινὰς οὐ δικαίως; οὔ. ἀλλὰ τὸ κωνείῳ τινὰς τῶν πολιτῶν ἀναρπάζειν. ἐνθυμεῖσθε γὰρ ὅτι τοὺς μὲν πεφευγότας ἔνεστι κατελθεῖν καὶ τοὺς τὴν οὐσίαν ἀφαιρεθέντας ἀπολαβεῖν αὖθις καὶ κομίσασθαι, θάνατον δὲ οὐκ ἔστιν ἰάσασθαι. ὃ τοίνυν τῶν ἐν τυραννίδι κεφάλαιον, τοῦθ' οὗτος ἐν δημοκρατίᾳ τετόλμηκε, καὶ τὸ φοβερωτάτην ἐκείνην ποιοῦν ὑπὸ τοῦδε πέπρακται τοῦ ξίφει τὰ κωνείου πληρώσαντος, ὅσπερ δὴ τρόπος τελευτῆς ἀλγεινότατος.

[22] εἶτα ἂν μὲν μοιχὸν κρίνητε, δεῖ χαλεπαίνειν καὶ κατὰ τοῦ τυμβωρύχου τὴν ὀργὴν εἶναι μεγάλην, κἂν διασπάσησθε, μικρὰν οἴεσθε λαβεῖν τὴν δίκην· νῦν δὲ κάθησθε τῶν ἡμετέρων δεόμενοι λόγων, παρ' οἷς ὑβριστὴς μισεῖται, παρ' οἷς κλέπτης κολάζεται. καὶ τί κωλύσει τὴν πόλιν οἴχεσθαι τῶν εἰς ἀλλήλους φόνων λαβόντων ἄδειαν; μᾶλλον δέ, πῶς χαλεπανεῖτε τοῖς ταῦτα κακουργοῦσιν, ὅταν τοῖς αὐτοῖς πρᾴως ἔχητε;

[23] πρότερον μὲν οὖν ἡ τῶν ἀνθρώπων φύσις πολλοῖς καὶ μεγάλοις τῶν θηρίων διεστῶσα μάλιστα τῷ μὴ κτείνειν ἀλλήλους ἐξεῖναι διέφερεν, οὗτος δὲ συγχεῖ καὶ συνταράττει τοὺς ἄνωθεν καθεστῶτας νόμους. τί λέγω συνταράττει; τῶν θηρίων αὐτῶν ἀγριώτερος πέφηνε. τῶν μὲν γὰρ τὰ πολλὰ φείδεσθαι τῶν ὁμοφύλων φασὶ καὶ πρὸς τοὺς ἐπιόντας ἀλλήλοις ἀμύνειν, ὁ δὲ ἄνθρωπος ὢν ἀνθρώπους ὥσπερ τι τῶν θηρίων μετακεχείρισται.

[24]    Νῦν μὲν οὖν εἴληπται τὸ δεινότατον εἰργασμένος, ἥκειν δέ μοι δοκεῖ πρὸς τοῦτο ἀπὸ τῶν ἐλαττόνων πεπορευμένος. πολλὰ κεκλοφὼς ἔλαθεν, οὐκ ὀλίγους τοίχους διώρυξεν, ἐπεβούλευσε γάμοις, βεβίασται, τὰ μὴ προσήκοντα ῥᾳδίως ἥρπασε. τῷ δ' ἐφ' ἑκάστῳ μὴ διδόναι δίκην ἐπαιδεύθη μηδὲν ἀποκνεῖν καὶ γέγονεν ἡμῖν ἀνδροφόνος ἐν τοῖς ἄλλοις οὐ κεκολασμένος.

[25]

πόθεν τοῦτο τεκμαιρόμενος λέγω; φύσει τῶν κακούργων ἕκαστος ἀπὸ τῶν οὐ σφόδρα δεινῶν οὐδ' ἀπὸ τῆς πονηρίας ἄρχεται. κᾆτα πεῖραν αὑτοῦ λαμβάνων ἐν τοῖς πρώτοις χωρεῖ πρὸς τὰ δεύτερα κἀκεῖθεν τὰ χαλεπώτερα μέτεισι καὶ τελευτῶν ἐπ' αὐτὸ βαδίζει τῶν ἀδικημάτων τὸ κεφάλαιον, ἐπεὶ καὶ τὴν καλοκἀγαθίαν καὶ τὴν τῶν τρόπων ἀρετὴν οὕτως ἴσμεν τελουμένην. οὐδεὶς εὐθὺς ἐξ ἀρχῆς ἄκρος, ἀλλὰ κατὰ βραχὺ τοιοῦτος γίνεται.

[26] νῦν οὖν εἰσῆκται μὲν αὐτὸς ἐπὶ φόνῳ, πολλῶν δὲ ὀφείλει δίκην, ὃς οὐκ ἠθέλησεν εὐπορεῖν ἀφ' ὧν βέλτιον οὐδὲ τὴν αὐτὴν ἦλθεν ὁδὸν τοῖς ἄλλοις ἡμῖν. διὰ τί γάρ, ὦ κακὴ κεφαλή, τὴν γεωργίαν ἀπεστράφης; διὰ τί τὴν κατὰ θάλατταν ἐμπορίαν πέφευγας; πόνου μὲν δεῖ πρὸς ἐκεῖνα τὰ κέρδη, κερδαίνειν δὲ ἔστιν ἄνευ μέμψεως. οὐδέτερον βούλει τούτων· ἐπ' ἀγορᾶς ἐργάζου, μεταχειρίζου τέχνην τούτου χρησιμωτέραν. ἀλλ' ἀνδρεῖος εἶ καὶ γέμεις θυμοῦ· γενοῦ μισθοφόρος, ἐπ' ἀργυρίῳ παρατάττου. ἀλλ', οἶμαι, τοῦτο μὲν ἱδρῶτος ᾔδει προσδεές, ἐφ' ἃ δὲ νῦν τέτραπται, πλοῦτον ἔχειν ἀθρόον, πραγματείας ἄμοιρον.

[27] ὑμεῖς οὖν τὸν σκοπήσαντα μόνον ὅπως τι λήψεται, τὸ δ' εἰ καλῶς ἢ μή, τοῦτο οὐδὲ ζητήσαντα ἀφήσετε λαβόντες; διὰ τί; ὅτι, νὴ Δία, δακρύσει καὶ δείξει τοὺς παῖδας καὶ δεήσεται μὴ τούτους ὀρφανοὺς καταστῆσαι. τοῦτο γάρ ἐστι λοιπόν, ὃ τοῖς ἀτυχοῦσιν ὀφείλεται, τοῖς πονηρευομένοις δοθῆναι.

[28] πολὺ διενήνοχεν, ὦ δυσσεβέστατε, πράττειν παρὰ τὴν ἀξίαν κακῶς ἢ δικαίως κολάζεσθαι. τὸ μὲν γάρ ἐστι δαίμονι δυσκόλῳ, τὸ δὲ προαιρέσει δεινῇ κεχρημένων. μὴ τοίνυν εἰς τοὺς δευτέρους τελῶν τὸν ἄλλοις ἀποκείμενον ἔλεον ὑφάρπαζε. πολλὰς ὑπερεῖδες ἱκετείας τῶν ὑπὸ σοῦ κατενεχθέντων. μὴ τοίνυν ὧν οὐ μετέδωκας, ταῦτα ἔχειν παρ' ἑτέρων ἀξίου. πολλὰς δεήσεις διέπτυσας τῶν δεχομένων τὰς πληγάς. μὴ τοίνυν ζήτει φιλανθρωπίαν ἣν ἀνῄρηκας.

[29] δεινὰ πείσεσθαι τοὺς σοὺς παῖδας ἡγῇ σοῦ τεθνεῶτος, τοὺς δὲ ἐκείνων ὧν ἀπέκτεινας οὐ δεινὰ πεπονθέναι; καίτοι τοὺς σοὺς μὲν παραμυθήσεται τὸ τῷ νόμῳ τὸν πατέρα τεθνηκέναι, τοῖς δὲ οὐδέν ἐστιν ὃ κουφίζει τὴν συμφοράν. ὅλως δέ, εἰ πλέον ἰσχύσει τοῦ προσήκοντος τὰ δάκρυα, κεκλείσθω τὰ δικαστήρια. τί γὰρ δεῖ τοὺς ἀδικοῦντας ἐλέγχειν, εἰ τοῖς ἁλοῦσιν ἀπὸ τῶν θρήνων σωτηρία; [30] τοιοῦτον ἐβουλόμην εἶναι τοῦτον ἐπὶ τῆς ἐρημίας, ὁποῖος νῦν εἶναι πλάττεται, καὶ τὴν μέχρι τοῦ σχήματος ταύτην ἐπιείκειαν ἐπὶ τῶν ἔργων δεικνύναι καὶ μὴ θρασὺν μὲν ἐν τῷ ὄρει, ἐν δὲ τῷ δίκην ὑποσχεῖν ταπεινὸν ὁρᾶσθαι.

[31]    Γένεσθε δὴ τῷ λογισμῷ ἐπὶ τῶν φονικῶν, ἐννοήσατε τοῦτον μὲν ἐφεστηκότα μετὰ τοῦ ξίφους, τὸν δὲ εἰλημμένον ἀντιβολοῦντα, θεῶν ἀναμιμνήσκοντα, φύσεως, νόμων, δικαστηρίων, τοῦτον δὲ ταῦτα πάντα λῆρον ἡγούμενον καὶ ἀποσφάττοντα καὶ διαφθείροντα καὶ μὴ ἐπικαμπτόμενον πρὸς τὸν ὀδυρμόν.

[2][t]

Κατὰ προδότου.

[1]    Τὸ τοῦτον ἐφ' ἡμῖν εἶναι τήμερον, ἀλλὰ μὴ τοὺς πολεμίους ἡμῶν δεσπότας παρὰ τὴν τῶν θεῶν εὔνοιαν ὑπῆρξε. δεῖ δὲ ὑμᾶς, εἴπερ εὖ φρονεῖτε, τοῖς μὲν ὧν ἐκώλυσαν εἰδέναι χάριν, τὸν δὲ ὧν ἐπεχείρησεν ἀπαιτῆσαι τὴν δίκην. ὡς ἔστι τῶν ἀτοπωτάτων τὴν ἡμετέραν εὐτυχίαν τούτῳ γενέσθαι σωτηρίαν.

[2] οἱ μὲν οὖν εὖ πεποιηκότες τὴν πόλιν ἔχουσι τὰς ἀμοιβάς, οἱ μὲν στεφάνους, οἱ δὲ εἰκόνας, οἱ δὲ ἕν τι τῶν εἰς τιμὴν τοῖς εὐεργέταις εὑρημένων. ἄξιον δὲ ἡμᾶς μὴ μόνον φαίνεσθαι θαυμάζοντας τὴν ἀρετήν, ἀλλὰ καὶ μισοῦντας τὴν κακίαν. ὡς ἀμφοτέρωθεν ἔστι τὴν πόλιν σώζεσθαι, τῶν μὲν ταῖς τιμαῖς παρακαλουμένων εἰς τὰ βελτίω, τῶν δὲ ταῖς τιμωρίαις παιδευομένων μηδὲν ἀδικεῖν.

[3] τοῖς μὲν οὖν πολεμίοις ἡ τούτου κρίσις συμφορὰ καὶ τὰς ἐλπίδας ἃς εἶχον ἐν τούτῳ νῦν ἀπολωλεκότες στένουσιν· ὅστις δὲ κρινόμενος τοὺς πολεμίους λυπεῖ, παρ' ἡμῖν οὗτος ἀπολωλέναι δίκαιος. οὐ γάρ ἐστιν εὔλογον ᾧ παρὰ τοῖς ἐχθροῖς ἔστιν εὐδοκιμεῖν, τοῦτον ἐνθάδε σωτηρίας τυγχάνειν.

[4]    Οἱ μὲν οὖν ἄλλοι πάντες ὑμεῖς τὰ δίκαια ποιεῖτε πρὸς τὴν πατρίδα φέροντες αὐτῇ πάντα ἃ δυνατόν ἐστιν ἑκάστῳ φέρειν. ὁ δεῖνα ἐπέδωκε τριήρη, τάλαντον οὗτος, ἕτερος ἔθηκε νόμον συμφέροντα, ψήφισμα ἐκεῖνος ἔγραψε γενναῖον. οἱ μὲν ἐπρέσβευσαν δικαίως, οἱ δὲ εἰσηγήσαντο τὰ δέοντα. καλὰ μὲν οὖν καὶ ταῦτα, πολὺ δὲ τούτων ἀμείνους ἐκεῖνοι οἳ τῶν κινδύνων καλούντων τὰ ὅπλα θέμενοι δυοῖν θάτερον ἀξιοῦσιν, ἢ νικᾶν ἢ πεσεῖν τῆς εὐνοίας ἐπίδειξιν ἐν τῷ σώματι παρεχόμενοι.

[5] ταῦτα ὑμεῖς ποιοῦντες ἀκολουθεῖτε τοῖς νόμοις οἳ πολλὴν ποιησάμενοι πρόνοιαν καὶ περὶ τῶν μειζόνων καὶ περὶ τῶν ἡττόνων μάλιστα περὶ ταῦτα σπουδάζουσιν ἀφ' ὧν ἐστι φυλακὴ τῷ κοινῷ. καὶ τί δεῖ λέγειν τοὺς γεγραμμένους νόμους, ὧν ἔστιν εἰπεῖν ἄνθρωπον νομοθέτην; ἡ φύσις αὐτὴ διαλέγεται πᾶσι τὴν πατρίδα ‹πλείστου› ποιεῖσθαι μετὰ τοὺς θεούς.

[6] καὶ τούτῳ τῷ νόμῳ καὶ τοὺς βαρβάρους ὁρῶμεν πειθομένους, οἳ τοῖς θηρίοις ἐοίκασι. καὶ τἄλλα διεστηκότες τῶν Ἑλλήνων τοῦτον αἰδοῦνται δικαίως. πολλῶν γὰρ ὀφείλουσιν ἄνθρωποι ταῖς πατρίσι χάριτας, τοῦ φῦναι καὶ γενέσθαι καὶ τοῦ τὸν ἥλιον ἐπιδεῖν, ἔτι πρὸς τούτοις τροφῆς, παιδείας, γάμων, παιδοποιίας, κτήσεως χρημάτων, δόξης ἀγαθῆς, βίου σχήματος ὅτου ἂν εἴποις ἐνταῦθα. παρ' ἧς οὖν ἡμῖν ταῦτα, πῶς οὐχὶ καὶ ταύτῃ τὰ παρ' ἡμῶν εἶναι δίκαιον; μηδεὶς γὰρ οἰέσθω πλείω τοῖς γονεῦσιν ὀφείλειν ἢ τῇ πατρίδι. αὕτη καὶ τοὺς γονεῖς ἤνεγκε καὶ διὰ ταύτης εἰσὶν ἡμῖν πατέρες.

[7]    Ἀλλ' οὐ τούτων τῶν πολλῶν καὶ καλῶν νόμων οὗτος ἀκήκοεν, ἀλλὰ πάντα ἀνελὼν καὶ τοῦ μηδενὸς ἄξια νομίσας ὅσα διῆλθον καὶ καταγνοὺς φλυαρίαν τούτου τοῦ θεσμοῦ καὶ νομίσας ματαίαν εἶναι σπουδὴν τὸ ταῦτα τηρεῖν καὶ πᾶσαν γῆν ταὐτὸν ἡγησάμενος, μᾶλλον δέ, οὐ ταὐτόν, ἀλλὰ τὴν μὲν ἐχθρὰν φίλην, δυσμενῆ δὲ τὴν ἐκ τῶν δικαίων φίλην ἀνέτρεψε καὶ συνέχεε τὰ πανταχοῦ πεπηγότα τὴν μὲν εὔνοιαν ἐκείνοις νείμας οὓς ἔδει μισεῖν, μισήσας δὲ τούτους ὧν ἔδει κήδεσθαι.

[8] γενόμενος γὰρ παρ' ἡμῖν, ὡς οὐκ ἔδει, καὶ τραφεὶς ἐπὶ τῷ τῆς οἰκείας κακῷ καὶ εἰς ἄνδρας ἥκων καὶ πιστευθεὶς τὰς μὲν τῶν ἄλλων πολιτῶν γνώμας οὐκ ἐζήλωσεν οὐδ' ἐν τοῖς ἐπείγουσι τῶν καιρῶν παρέσχεν ἑαυτὸν χρήσιμον, πλαττόμενος δὲ εὔνοιαν καὶ τοῖς ῥήμασι τοῖς αὑτοῦ φηλῶν καὶ παρακρουόμενος καὶ διὰ τούτου γινόμενος ἀεί τινος κύριος οἷον, ὦ γῆ καὶ ἥλιε καὶ ἱερὰ καὶ τάφοι, βούλευμα ἐβούλευσεν ἐφ' ἡμῖν.

[9] παρ' ἡμῖν μὲν ἦν, εἶδε δὲ ἑτέρωσε. μετὰ μὲν ἡμῶν συνέζη, τοῖς δὲ πολεμίοις ἔζη. μετὰ μὲν τῶν πολιτῶν ἔθυε, τοῖς δ' ἐναντίοις συνηύχετο. βουλῆς ἐκοινώνει καὶ μετεῖχεν ἐκκλησίας καὶ ψηφίσματα ἔγραφεν, οὐχ ὅπως τι γένηται τῶν ἡμετέρων βέλτιον, ἀλλ' ὅπως ἐκείνων τὰ ἡμέτερα γένοιτο. καὶ παραχρῆμα ἡνίκα τι παρ' ἡμῖν, καὶ παρ' ἐκείνοις ἔγνωστο πάντα τούτου φράζοντος καὶ πωλοῦντος.

[10] συνῆλθες λάθρα τοῖς πολεμίοις, ὦ μιαρὰ κεφαλή, ἐκοινολογήσω τοῖς κοινοῖς ἐχθροῖς, ἐδέξω λόγους κατὰ τῆς πατρίδος, ἐδέξω χρυσίον κατὰ τῆς ἐνεγκούσης, πρατὴρ ὑπέμεινας γενέσθαι τῶν τιμιωτάτων, ὑπέσχες τὴν χεῖρα τῷ λήμματι καὶ οὐκ ἔφριξας ἐνθυμηθεὶς ἐφ' ᾗ κερδανεῖς, ἀλλ' ἤγαγες εἰς τὴν πόλιν κατὰ τῆς πόλεως χρήματα καὶ ᾤκεις ἣν ἐπώλεις.

[11] εἰπὲ τοῖς δικασταῖς τοὺς λόγους οἳ πρὸς ἀλλήλους ὑμῖν ἐγένοντο· στῆθι μεθ' ἡμῶν ἀφεὶς τοὺς πολίτας. στήσομαι. δέχου μισθὸν κατὰ τῆς πατρίδος. δέξομαι. μηδὲν ἡμᾶς τῶν ἐκεῖ λανθανέτω. πάντα εἴσεσθε, τούτοις ἴσως προστιθεὶς τὸ μηδὲν αὐτοῖς δεήσειν πόνων καὶ πραγματείας πρὸς τὸ καὶ τὴν πόλιν ἑλεῖν ὡς τῆς προδοσίας μεῖζον ἰσχυούσης τῶν ὅπλων.

[12] βλέψατε δὴ πρὸς τὴν πόλιν ἅπασαν, ἐννοήσατε τὸ μέγεθος, τὸ κάλλος, νεώς, ἀγοράς, τὸν κοινὸν πλοῦτον, τὰ ὄντα ἑκάστοις, ὁπλίτας, ἱππέας, παῖδας, γυναῖκας, ἀφθονίαν, εὐδαιμονίαν. ταῦτα πάντα οὗτος ὥσπερ τι τῶν ἐξ ἀγορᾶς ἀπέδοτο καὶ τὴν ἀναίρεσιν τῆς πόλεως πρόσοδον ἐποιήσατο. καὶ πεπλουτηκὼς ἐκ τοσαύτης ἀσεβείας εἰς ὑμᾶς βλέπει τοὺς πεπραμένους.

[13] καὶ ὑμεῖς μέλλετε καὶ λόγων ἀκούετε; τί τῶν δεινῶν καὶ καθ' ὧν εἰσι τιμωρίαι τῷ παρόντι παραπλήσιον ὁρῶντες; ποίαν μοιχείαν, ποῖον φόνον, ποίαν εἰς θεοὺς ὕβριν, ποίαν εἰς οἰχομένους; ὁ μοιχὸς ἔρωτι πληγεὶς ἔβλαψεν οἰκίαν μίαν. δεινὸν μέν, ἀλλ' ἐν ἑνὶ τὸ κακὸν ἵσταται. ὁ τὸν ἐχθρὸν ἀποσφάξας οὐ πάντας ἐφεξῆς τὸ αὐτὸ δρᾷ. τῶν ἀναθημάτων ἥψατό τις, ἀλλ' οὐ τὰ ἀγάλματα προσαφῄρηται. περὶ νεκρούς τις ἐπλημμέλησε καὶ τάφον ἐκίνησεν, ἀλλ' ὅσων ἀπέσχετο πλείονες ἢ ὅσοις προσῆλθε.

[14] καὶ μὴν ἐκείνων ἕκαστος τοῦ μὲν ἀπέσχετο, τοῦ δὲ οὐ καθαρεύει. ὁ μοιχὸς οὐ πάντως ἀνδροφόνος, ὁ μὴ τὴν χεῖρα καθαρὸς οὐκ ἤδη καὶ ἐμοίχευσεν. ἐκ τῶν ἱερῶν ὁ πλουτῶν οὐκ ἤδη τυμβωρύχος. ὅτῳ γέγονεν ἀπὸ τῶν τάφων εὐπορεῖν, ἀπέσχετο τῶν ἱερῶν. προδότην δὲ ὅταν εἴπω, πάντα τὰ ἀδικήματα λέγω. ἃ γὰρ ἐκεῖνοι διῄρηνται, ταῦτα μόνος συνείληφεν. ἴστε γὰρ δήπου τοῦθ' ὅτι πόλεως ἁλούσης γυναῖκες ὑβρίζονται, ἄνδρες ἀποσφάττονται, τάφοι παροινοῦνται, ἱερὰ οὐ συλᾶται μόνον, ἀλλὰ καὶ κατασκάπτεται.

[15] τῷ τε οὖν πάντας ἀδικεῖν ἐκείνους ὑπερβέβληκε καὶ τῷ καθέκαστον πλείω. παρὰ μὲν γὰρ ἐκείνων εἰς μέρος ἡ βλάβη, τῇ δὲ ἐκ τῆς προδοσίας ἀδικίᾳ τὸ κοινὸν ζημιοῦται. μὴ γὰρ ἐκεῖνο σκοπῶμεν, ὡς οἱ πολέμιοι ταῦτ' ἂν ἔδρων, ἀλλ' ὡς ἐκείνοις ταῦτα ἐξεῖναι ὑπῆρξε παρὰ τοῦδε. δεῖ δὲ τὰ ἀδικήματα νομίζειν οὐ τῶν ταῖς χερσὶν ἐργαζομένων μᾶλλον ἢ τῶν τὸ δυνηθῆναι δεδωκότων. ὁ δὲ νῦν ἐκείνοις τὰ ἡμέτερα διδοὺς οὗτος ἂν ἦν ὁ πάντας ποιῶν ὅσα ὑπ' ἐκείνων πάσχειν ἔδει.

[16]    Εἰ δέ τις ὑμᾶς ἔροιτο, τί δεινότατον νομίζετε; πάντες εὖ οἶδ' ὅτι φήσετε τὸ συγχυθῆναι τοὺς νόμους, τὸ γενέσθαι τύραννον. ἔστι δὲ τοσούτῳ χαλεπώτερον προδοσία τυραννίδος, ὅσῳ τῇ μὲν τὸ τέλος μηκέτι εἶναι τὴν πόλιν, ἡ δὲ τὰ ἄλλα κινοῦσα τῆς πόλεως κήδεται. δῆλον γάρ ἐστι τῷ γε βουλομένῳ τυραννεῖν ὅτι δεῖ σώζεσθαι τὴν πόλιν, εἴ γε κἀκείνῳ δεῖ τὴν ἐξουσίαν σεσῶσθαι. τῷ προδότῃ δὲ ὁ διδοὺς ἐπ' αὐτῷ τῷ τῆς πόλεως ἐδάφει δίδωσι.

[17] τί μάλιστα πόλιν ἄρδην ἀπόλλυσι; πολέμιοι κεκρατηκότες οἶδ' ὅτι φήσαιτ' ἄν. ἀλλ' οὑτοσὶ καὶ τῶν ταῦτα ποιούντων πολεμίων μᾶλλον ἄξιος μισεῖσθαι. διὰ τί; ὅτι τοῖς μὲν νόμῳ πολέμου τὰ τοιαῦτα πράττεται καὶ τὸ ἔργον ἀκολουθεῖ τῇ προσηγορίᾳ, πολέμιοι γὰρ τὰ πολεμίων ἐργάζονται, ὁ δὲ τὴν αὑτοῦ συναναιρῶν ἐκείνοις ἐν τῷ διαφθείρειν ἣν σώζειν ἔδει τῶν πολεμίων πικρότερος. ἔτι τοίνυν τούτους μὲν ἔνι φυλάξασθαι, κηρύττουσι γὰρ τὴν ἔχθραν, ὁ δὲ συνὼν τούτοις οὓς ἀπόλλυσι λανθάνων κακῶς ποιεῖ.

[18] εἰ δὲ τοὺς πολεμίους ἥδιστ' ἂν ἀποκτείναιμεν, πῶς οὐχὶ μικρὰ τούτῳ ζημία θάνατος, ὅς γε ἐκείνους νικᾷ; ἐγὼ πολλάκις τινὰς εἶδον φεύγοντας κλοπῆς καὶ ὑμᾶς ὀργιζομένους εἰκότως. δεῖ γὰρ πρὸς μηδὲν ἀδίκημα πρᾴους εἶναι. εἶτα τοὺς ἐπὶ πέντε δραχμαῖς ἁλόντας κολάζετε, προδότην δὲ ἐν χερσὶν ἔχοντες οὐ διασπάσεσθε; ὃς νῦν μὲν ἐπὶ προδοσίᾳ κρίνεται, πάντα δὲ ἐκεῖνα διεξελήλυθε, κλοπάς, μοιχείας, ἱεροσυλίας, ἐν οἷς μοι δοκεῖ παιδευθεὶς μηδὲν φοβεῖσθαι τελευτῶν εἰς τοῦθ' ἥκειν. οἱ γὰρ τὰ μέγιστα ἀδικοῦντες, οἷα νῦν οὗτος, δῆλον ποιοῦσιν ὡς ἀπ' ἐλαττόνων ἐνταυθοῖ προὔβησαν τῷ μὲν λαθεῖν οὐ δόντες δίκην, τῷ δὲ μὴ δοῦναι μειζόνων ἐπιθυμήσαντες.

[19]    Ἦν σοι πλουτεῖν, ὦ μιαρὸν θηρίον, καὶ μὴ κρίνεσθαι. ὁρᾷς τὴν γῆν; γεώργησον. ὁρᾷς τὴν θάλατταν; πλεῦσον. ἀλλὰ φεύγεις ἐκεῖνα καὶ ζῆν ἐπιθυμεῖς ἐν ἄστει; εἰσὶν ἐργασίαι κἀνταῦθα πολλαὶ δι' ὧν ἕκαστος τῶν μετρίων πολιτῶν αὐτός τε εὐπορεῖ καὶ τῇ πόλει λειτουργεῖ. ἀλλ', οἶμαι, μόνον οἶδας ὅσον λήψῃ, τοῦτο δὲ οὐκ οἶδας, ὡς οὐχ ὅθεν ‹οὐκ› ἄξιον. ἀλλὰ τὸ μὲν κέρδος ἐθαύμασας, τὴν δὲ τοῦ κέρδους ἀφορμὴν οὐκ ἐζήτησας.

[20]    Εἶτα τὸ τῶν οὐδὲν ἐχόντων δίκαιον ποιήσει. δακρύσεται καὶ περὶ τοῦ δεῖν ἐλεεῖν πολλὰ διαλέξεται. ἐγὼ δὲ τί φημι; εἰ μὲν ἀτυχεῖς, ἄνθρωπε, σώζου, δίκαιον γάρ· εἰ δὲ πεπονήρευσαι, μὴ τὰ μὲν τῶν ἀδικούντων ἐπιτέλει, τὰ δὲ τῶν ἠτυχηκότων ἐπιζήτει. δημοκρατία γὰρ τὸ μὲν τηρεῖ τοῖς ἐπταικόσι, τῷ δὲ χρῆται πρὸς τοὺς ἐργαζομένους οἷα σύ.

[21] σὲ δ' εἰ σώσουσι, παρὰ τοῦ δίκην ἔτι λήψονται; τοῦ τὰ ἐλάττω κακουργοῦντος; καὶ πῶς; ἀλλὰ τοῦ τὰ αὐτά σοι τολμῶντος; καὶ πῶς ἔνι προδότην νῦν μὲν ἐλεεῖν, νῦν δὲ μισεῖν; οὐκοῦν ἀνάγκη μάτην γεγράφθαι τοὺς νόμους, μάτην ἑστάναι τὰ δικαστήρια; τοῦ κολάζειν γὰρ οὓς ἄξιον οὐκ ὄντος ἐν τῇ πόλει τί δεῖ τούτων;

[22] οὐ μόνον οὗτος κρίνεται σήμερον, ἀλλὰ καὶ νομοθετεῖτε τῇ ψήφῳ πότερον δεῖ πάντας τὰ τούτου ζηλοῦν ἢ δικαίους εἶναι περὶ τὴν πόλιν. ἂν μὲν γὰρ οὗτος ἀφεθῇ, προδόται πάντες· ἂν δὲ δῷ δίκην, οὐδεὶς ἐλέου μεμνήσεται. πόλιν ὅλην οὐκ ἐλεήσας ἐλεεῖσθαι παρὰ τούτων ἀξιοῖς οἳ τὸ σὸν μέρος οὐκ εἰσί; πολλὰ ἂν ἐδάκρυσαν αἱ ἡμέτεραι γυναῖκες, πολλὰ ἂν οἱ παῖδες, οὓς οὗτος οὐκ ἠλέησε.

[23] μεταστήσατέ μοι τὸν λογισμὸν ἀπὸ τῶν τούτου δακρύων ἐπ' ἐκείνην τὴν τύχην ἣ κατεῖχεν ἂν τὴν πόλιν. ὁρᾶν οἴεσθε στρατιὰν προσβάλλουσαν, μηχανήματα προσιόντα, τείχη κατασκαπτόμενα, τάφους ἀναρρηγνυμένους, χρήματα διαρπαζόμενα, γυναῖκας ἑλκομένας, παῖδας ἀγομένους, ἱερὰ συλώμενα, πάντα ἀπολλύμενα σιδήρῳ καὶ πυρί. γέγονε μὲν γὰρ τούτων οὐδὲν μηδὲ γένοιτο, νοῦν δὲ ἐχόντων ἂν εἴη τοῦ μὲν εἰδέναι τοῖς βεβοηθηκόσι θεοῖς τὴν χάριν, ἐπὶ δὲ τοῦτον νῦν ἔχειν ὀργὴν ἣν εἴχετ' ἂν ἁλισκόμενοι. [3] [t]

Κατὰ ἰατροῦ φαρμακέως.

[1]    Ἔχετε, ὦ ἄνδρες, τὸν τῷ καλλίστῳ σχήματι κακῶς κεχρημένον καὶ προσειπόντα μὲν ἑαυτὸν ἰατρόν, ἀπεκτονότα δὲ φαρμάκῳ πλείους τῶν αὐτὸ τοῦτο πεποιημένων βίον. ὃν οὖν, εἰ ὑπείδεσθε, καὶ πάντως ἂν πρὸ τῶν ἔργων κατελύσατε, τοῦτον ἐπὶ τοσούτοις τοῖς ἀπολωλόσιν οὐ διασπάσεσθε; δίκαιον γὰρ ἃ μὴ γενέσθαι βούλοισθ' ἄν, τούτων τετολμημένων τιμωρίαν ἀπαιτεῖν.

[2] οἱ μὲν οὖν οἰκεῖοι τῶν τεθνεώτων περιεστᾶσιν, ὡς ὁρᾶτε, δεικνύντες ἃ πεπόνθασι καὶ διὰ τῆς ἐσθῆτος καὶ διὰ τῶν ἄλλων ἁπάντων, ὑμῖν δὲ εἰ μὲν ἀναστῆσαι τοὺς ὑπὸ τούτου τεθνεῶτας ἐνῆν, πάντως ἂν αὐτοῖς ταύτην ἐβοηθεῖτε τὴν βοήθειαν· ἐπεὶ δὲ τοῦτο τῶν ἀδυνάτων, δότε τὴν δυνατὴν παραμυθίαν αὐτοῖς μὴ μόνον τοῦτον ἀποκτείναντες, ἀλλὰ καὶ δῆλον ποιήσαντες ὡς ἀγανακτεῖτε τῷ μὴ δύνασθαι μείζω θανάτου τιμωρίαν εὑρεῖν.

[3] μάλιστα μὲν οὖν, εἰ καὶ τοῦθ' ἓν ἐκερδαίνομεν μόνον διὰ τῆς τιμωρίας τὸ τὰ τούτου φάρμακα διαφυγεῖν, οὐκ ἂν ἦν οὐδὲ τοῦτο μικρὸν ἀπηλλάχθαι τὴν πόλιν τοιούτου ἰατροῦ καὶ τοῖς ἀπολωλόσιν ἐζημιῶσθαι μόνοις· ἐπεὶ δὲ καὶ τοὺς ἄλλους ἅπαντας ἰατροὺς βελτίους ποιήσομεν τῇ δίκῃ δείξαντες ὡς ἕνα δεῖ χρηματισμὸν αὐτοὺς εἰδέναι τὸν ἀπὸ τῶν σώζειν δυναμένων φαρμάκων, ἀμφοτέρων ἕνεκα κολαστέος, ὅπως μήτ' αὐτὸς εἴη μήτ' ἄλλος τοῦτον μηδεὶς ζηλώσειε.

[4] τοὺς μὲν οὖν θεοὺς οὐκ ἂν αἰτιάσαιτό τις ὡς ἠμεληκότας ἡμῶν καὶ τῇ τῶν νοσημάτων ἰσχύι τὰ τῶν ἀνθρώπων ἐκδεδωκότας σώματα, ἀλλ' ἐπαινῶ μὲν αὐτοὺς καὶ τῶν ἄλλων δωρεῶν ὧν ἔδοσαν, ἔδοσαν ‹γὰρ› καρπούς, μυστήρια, λόγους, σοφίαν, ταλασίαν, γεωργίαν, ναυτιλίαν, ἄλλας τέχνας μυρίας, μεγίστῳ δὲ ἡμᾶς ἐδωρήσαντο τῇ τῆς ἰατρικῆς τέχνης δόσει.

[5] καὶ ποιεῖται παῖδα ὁ Ἀπόλλων Ἀσκληπιόν, δι' οὗ τὴν τέχνην ἐτελειώσατο. καὶ ὁ μὲν διὰ τοῦτο γίνεται θεός, οἱ δὲ ἐξ ἐκείνου φιλάνθρωποί τε ὄντες καὶ τοῦ πατρὸς ἄξιοι γῆν καὶ θάλατταν ἐνέπλησαν τῆς ἐπικουρίας ἣ τοὺς κάμνοντας ἐξαιρεῖται θανάτων.

[6] εἰ δ' οὐκ ἦν ἰατρικὴ καὶ τοῖς κάμνουσιν ἐπήμυνε, κομιδῆ τινες ἂν ὀλίγοι πρὸς γῆρας ἀφικνοῦντο κατὰ πολλὴν τοῦ κωλύοντος ἐρημίαν τῶν ἀρρωστημάτων κρατούντων. τοῖς μὲν οὖν θεοῖς ἐμέλησε τοῦ γένους, ἐμέλησε δέ, οἶμαι, καὶ τοῖς βελτίστοις τῶν περὶ τὴν τέχνην τοῦ μήτε τῶν δόντων μήτε τοῦ πράγματος ἀναξίους φανῆναι.

[7] τί οὖν τὸ πρᾶγμα πρὸς αὐτοὺς λέγει; τῶν ἰατρευόντων εἷς καὶ αὐτὸς ἐπιθυμήσας γενέσθαι καὶ διδασκάλων τυχὼν μέτασχε ἱκανῶς τῆς τέχνης, χρηστότητα ἄσκει, φιλανθρωπίαν μελέτα, καλούμενος τρέχε, εἰσελθὼν ὅλῃ τῇ διανοίᾳ τὸν ἀσθενοῦντα σκόπει, συνάλγει τοῖς ἀνιωμένοις, σύγχαιρε τοῖς ῥαΐσασι, κοινωνὸν ἡγοῦ σαυτὸν τῶν νοσημάτων εἶναι, κίνει πάντα ὅσα ἐπίστασαι πρὸς τὸν ἀγῶνα τοῦτον, τῶν μὲν ἡλικιωτῶν νόμιζε σαυτὸν ἀδελφόν, τῶν δὲ πρεσβυτέρων παῖδα, τῶν δὲ νεωτέρων πατέρα. κἂν ἐκείνων τις περὶ αὑτὸν ῥᾳθυμῇ, σοί γε τοῦτο μὴ νόμιζε ἐξεῖναι, ὅλως δὲ τοῦτο δεῖν εἶναί σε τοῖς νοσοῦσιν, ὅπερ οἱ Διόσκουροι τοῖς πλέουσι.

[8] ταῦτα χρὴ νομίζειν ἀκούειν τὸν ἰατρὸν παρὰ τῆς ἰατρικῆς. ταῦτα, ὦ ἄνδρες, παρὰ τῶν ἄλλων ἰατρῶν ἡμῖν πεφύλακται, οἳ πρὸ τῶν χρημάτων τὴν ἀπὸ τοῦ νενικηκέναι νόσημα δόξαν διώκουσιν. οἶδα ἔγωγε πολλοὺς ἰατροὺς ἀντὶ τοῦ λαβεῖν εἰς σώματα πενήτων αὐτοὺς ἀνηλωκότας. εἰκότως. καὶ γὰρ αὐτοῖς ἡ τέχνη τὴν παρὰ τῶν πόλεων αἰδῶ προξενεῖ. καὶ προσορῶμεν αὐτῶν τοὺς ἄκρους ὥσπερ θεοὺς ἐν αὐτοῖς ἔχειν μετὰ τοὺς θεοὺς νομίζοντες τὰς τῆς σωτηρίας ἐλπίδας.

[9]    Τοὺς μὲν οὖν ἄλλους ἐπαινοῦμεν τῷ τε ἀρχηγέτῃ θεῷ καλῶς ἑπομένους καὶ τοῖς ὅρκοις οἷς ὤμοσαν ἁπτόμενοι τῆς τέχνης ἐμμένοντας, μόνος δὲ οὗτος ὁ κακουργότατος, ὁ μιαρώτατος, ὁ πᾶσι μὲν ἀνθρώποις, πᾶσι δὲ θεοῖς ἐχθρὸς τὰ δεινότατα τοῖς καλλίστοις ἀνέμιξε, τοῖς σώζουσι τὰ ἀπολλύντα, τοῖς βοηθοῦσι τὰ πολεμοῦντα, τοῖς ῥυομένοις τὰ διαφθείροντα.

[10] καὶ ἡ μὲν ὑπόσχεσις καλὴ τελευτῆς ἐξαρπάσειν, τὸ δὲ ἔργον τελευτὴ πρὸ μοίρας καὶ θάνατος ἐκ φαρμάκων. παραδοὺς γὰρ αὑτὸν διδασκάλοις ἀγαθοῖς καὶ μαθὼν τά τε ἀπαλλάττοντα νόσου καὶ τἀναντία τούτων, οὐχ ἵνα ἀμφοτέροις χρήσηται, ἀλλ' εἰδὼς τὴν βλάβην φυλάξηται καὶ τὸ μὲν προσενέγκῃ, τὸ δὲ φύγῃ, τρεῖς ἢ τέτταρας ἀναστήσας, ἵν' εὐδοκιμήσας πιστευθείη, ἐπειδὴ λαμπρὸς ἦν καὶ δόξαν ἐκέκτητο καὶ παρὰ τῶν πλουτούντων καὶ μεγάλα δυναμένων ἐκαλεῖτο, εἰσήρχετο μὲν ὡς λύσων τὸ κακόν, ἕτερον δὲ προστιθεὶς ἐξήρχετο.

[11]

ὢ τῶν λόγων οὓς ἤκουέ τε καὶ ἔλεγε πρὸς τοὺς τῶν καμνόντων ἐχθρούς· οὗτος ὁ νοσῶν, ἰατρέ, πολλά με λελύπηκε καὶ οὐδενὸς ἀφέξεται, μέχρις ἂν ἐμπνέῃ. χάρισαι δή μοι τὴν εἰς τὸ μέλλον ἀσφάλειαν. τοιαῦτ' ἀκούων ἐπένευεν ὁ χρηστὸς ἰατρὸς καὶ πόσον δὲ τὸν μισθὸν καταβάλλεις; ἠρώτα καὶ οἶσθα δὲ τὸ τόλμημα ὡς δεινὸν καὶ οἷον οὐκ ἄλλο καὶ ὅτι δεῖ τὸ κέρδος ἐξισοῦσθαι τῷ πονηρεύματι; καὶ τοιαῦτα λέγων καὶ ἐπὶ τοιούτοις λαμβάνων οὐκ ἠπάτα τοὺς δεδωκότας, ἀλλ' ἐξ ὧν τοὺς κάμνοντας ἠδίκει δίκαιος ἦν πρὸς τοὺς μεμισθωμένους.

[12]

ἀπὸ τοιούτων τοίνυν τῶν συνθηκῶν εἰσιὼν αἴρων τοῦ νοσήματος τῷ λόγῳ τὴν ἰσχὺν φαρμακοποσίας ἔφασκε δεῖν καὶ ταύτην ἔχειν μόνην εἰς σωτηρίαν ῥοπὴν καὶ μὴ δεῖν ὀκνεῖν. ἐπείθοντο οἱ πάντα τούτῳ πειθόμενοι. πῶς δὲ οὐκ ἔμελλον ἰατρῷ γε πείθεσθαι; τίς δ' ἂν ὑποπτεύσειεν ἰατροῦ κύλικα; καὶ οἱ μὲν ἔπινον οἱ δυστυχεῖς χαίροντες, ὁ δὲ πιὼν τὰ ἔνδον κατησθίετο καί, Ἡράκλεις, καὶ τί πέπωκα; καὶ κάλει τὸν ἰατρόν. ὁ δὲ εἰσέρχεται μειδιῶν ὡς δὴ ταύτην ἔχοντος τοῦ φαρμάκου τὴν φύσιν τὰ πρῶτα λυπεῖν, ἔπειθ' ὕστερον δεικνύναι τὴν ὠφέλειαν. ἐμειδία δὲ ἄρα ὡς τῆς ἐπιβουλῆς αὐτῷ πρὸς ἔργον χωρούσης. τοιαῦτα εἰσῆγεν οὗτος εἰς τὰς οἰκίας τῶν ἀθλίων φάρμακα.

[13] ἐπὶ μὲν οὖν τῶν ἄλλων τῶν ταύτῃ τελευτώντων εἰώθασιν οἱ ἰατροὶ βοᾶν καὶ δεικνύναι τοῖς τοῦ τεθνεῶτος οἰκείοις ἐν τῷ τοῦ τετελευτηκότος σώματι πονηρῶν σημεῖα φαρμάκων, ὁ δὲ αὐτός τε ὢν ὁ τοῦτο δεδρακὼς καὶ κύριος τοῦ παντὸς ἀκρασίαν τοῦ τεθνεῶτος ἐκάλει τὸ πεπραγμένον· τῆς γὰρ προστεταγμένης ἐξελθόντα διαίτης ἀπολωλέναι. καὶ εἵπετο μὲν ἐπὶ τὸ μνῆμα δακρύων, ἔτρεχε δὲ ἐκεῖθεν παρὰ τοὺς ἐπὶ τῷ φόνῳ κροτοῦντας.

[14] καὶ ταῦτα ποιῶν διὰ πολλῶν ἤρχετο γενῶν ἰατρὸς λοιμοῦ χαλεπώτερος. πολλοὶ παῖδας διὰ τοῦτον ἀπώλεσαν ἐφήβους, πολλοὶ πατέρας ἄρτι γάλακτος ἀπηλλαγμένοι. πενθεῖ τις ἀδελφὸν χρηστόν, ὁ δὲ γυναῖκα ἀγαθήν, ὁ δὲ κόρην ἡλικίαν ἔχουσαν γάμου. διὰ τίνας; οὐ διὰ πολεμίους οὐδὲ διὰ λῃστῶν σίδηρον οὐδ' οἰκετῶν νύκτωρ ἐπαναστάντων οὐδὲ πονηρᾶς γραὸς λάθρα τῷ οἴνῳ φάρμακον ἀναμιξάσης. ἀλλὰ τίνος ἀπεκτονότος; τοῦ καὶ πρὸς ταῦτα ἀγωνίζεσθαι τεταγμένου.

[15] ἰατρός, Ἄπολλον, ἐκέρασεν ἐπὶ θανάτῳ φάρμακον καὶ τοῦ τοιούτου γε πόματος διπλοῦν ἠνέγκατο μισθόν, τὸν μὲν παρ' ἐκείνων οἷς τὰ τοιαῦτα ὑπηρέτει, τὸν δὲ παρ' αὐτοῦ τοῦ πεπωκότος, ὦ Ζεῦ. ὁ γὰρ πιὼν ἐπὶ ταῖς ἐλπίσιν ἐδίδου, τῆς πείρας δὲ τἀναντία φερούσης εἴχετο τῶν τούτου χειρῶν σωτῆρα ἐπονομάζων ‹καὶ› δεόμενος βοηθεῖν. ὁ δὲ ἐφειστήκει μέγα φρονῶν, ὡς εἰκός, ἐπὶ τῷ διαλύοντι τὰ μέλη φαρμάκῳ. ἦ που καὶ τὴν δεξιὰν ἣ τὸ φάρμακον ἐσκεύασεν πολλάκις ἐφίλησεν ὁ νοσῶν. ταῦτα θεῶν τις ἰδὼν ἠγανάκτησε καὶ πρᾶγμα οὐ ῥᾴδιον ἐλεγχθῆναι, δεινὸς γὰρ λαθεῖν φαρμακεὺς ἰατρός, ὅμως εἰς μέσον ἐξήνεγκεν ὥστε τοῦτον μηδὲ εἰ σφόδρα ἐστὶν ἀναιδής, ἔχειν ἀναισχυντεῖν.

[16]    Ἐπὶ πᾶσι μὲν οὖν τοῖς ἀδικήμασιν ἄξιον ὑμᾶς χαλεπῶς ἔχειν, ὦ ἄνδρες δικασταί, μάλιστα δὲ ἐπὶ τοῖς τεχνικῶς καὶ ὡς ἥκιστ' ἄν τις ὑπίδοιτο κατασκευαζομένοις. ὁ μὲν οὖν ταύτην ἐλθὼν ἐξ ἀρχῆς τοῦ βίου τὴν ὁδὸν ταχέως ἁλίσκεται καὶ δίκην ἂν ἀπὸ τῶν πρώτων ἀδικημάτων δοίη πολλάκις οὐκ ἔχων προκάλυμμα τῆς πονηρίας ἐπιεικές, ὁ δ' ἰατρὸς μὲν εἶναι λέγων, ποιῶν δ' ἐκεῖνο δύναιτ' ἂν οὐκ ὀλιγάκις καὶ διὰ τέλους ἀσφαλῶς κακουργεῖν παραπετάσματι τῆς κακουργίας τῷ προσχήματι τῆς τέχνης χρώμενος.

[17] κἀκεῖ μὲν πολλῶν δεῖ τῶν διακονησόντων, οὓς χαλεπὸν εὑρεῖν, κἂν εὑρεῖν ὑπάρξῃ, τοῦτ' αὐτὸ ποιεῖ τὸν ἔλεγχον τὸ πλῆθος τῶν συνειδότων· ἐνταῦθα δὲ δι' ἑνὸς ἅπαντα πληροῦται. αὐτὸς ἂν ὀρύξειεν ὧν εἰς τὸ φάρμακον δεῖ, αὐτὸς ἂν πρὸς ἄλληλα μίξειεν, αὐτὸς ἂν κομίσειεν, αὐτὸς ἂν ὀρέξαι πάντων ὁρώντων μόνον. τοῦτον φαρμακέα οὐδ' ὑποπτεῦσαι καλόν.

[18] τοὺς οὖν ὧν εἶναι δοκοῦσι πορρωτάτω, ταῦτ' ἀδικοῦντας καὶ τούτῳ γε αὐτῷ θαρροῦντας τῷ δοκεῖν εἶναι πόρρω πολὺ μᾶλλον μισεῖν ἄξιον, ὅτι ὧν τοσοῦτον ἀφεστᾶσι τολμῶσι καὶ γίνονται χείρονες ἧς ἔχουσι δόξης.

[19] φέρε, εἰ κυβερνήτην εἰσῆγον εἰς ὑμᾶς ἐγκαλῶν ὅτι τὰ τῶν πολεμίων αὐτὸς ἔδρασε τὴν ναῦν ἣν ἐκυβέρνα, οὐκ ἂν μᾶλλον οὗτος ἐμισεῖτο τῶν πολεμίων; τί δέ, εἰ στρατηγὸν ‹ἀποδόμενον τὸ στρατόπεδον; οὐκ ἂν› μείζω δίκην ἔδοξεν ὀφείλειν ἧς ἂν ἔδωκεν ὁ τῶν ἐναντίων ἁλούς; τί δέ, εἰ παλαιστὴν οἷς ἐγύμναζε λυμαινόμενον; ἆρ' ‹ἂν› ἦν ἀξία δίκη;

[20] τοιοῦτον δὴ καὶ τὸ νῦν. ἄνθρωπος ἔχων τέχνην ἧς ἐστιν ἔργον τὸ σώζειν πολλοὺς ἐποίησε τάφους καὶ γέγονε τῶν νοσημάτων τοῖς πολίταις πολεμιώτερος. τὰ μέν γε πολλάκις ἰατρῶν οὐ παρόντων ἔληξεν αὐτόματα, τοῦτον δὲ καὶ τὰ τούτου φάρμακα διαφυγεῖν οὐκ ἐνῆν.

[21] τοῦ χάριν, ὦ κακὴ κεφαλή, ταῦτα ἐτόλμησας; χρημάτων; εἶτ' οὐκ ἤρκει τὰ παρὰ τῶν νοσούντων; οὐχ ἑώρας τοὺς καλῶς καὶ δικαίως τῷ πράγματι χρωμένους πεπλουτηκότας; ἀλλ' οὐχ ἡγοῦ τὰ ἐκείνων πλοῦτον οὐδὲ τὰ μετὰ πόνων ἐπῄνεις, ἀλλ' ἐζήτεις ἀπόνως τε καὶ ταχὺ τοὺς τυράννους παρελθεῖν τοῖς χρήμασιν. εὗρες οὖν τὸν ἀδικώτατον πόρον καὶ πρᾶσίν τινα ταύτην ἐποιήσω ψυχῶν.

[22] εἶτ' οὐ πέπρακεν οὗτος καὶ τὴν ἡλικίαν τὴν αὑτοῦ; τίνα δὲ οὐκ ἐξήνεγκεν ἀπόρρητα φίλων; οὐ τὰ τῆς πόλεως τοῖς πολεμίοις; οὐκ ἔστιν αὕτη τῶν πονηρευμάτων ἀρχή. παλαιᾶς ἐστι παιδείας τὸ παρὸν κακόν, μελέτης συνεχοῦς τῆς τοῦ λαμβάνειν ὅθεν οὐ δεῖ.

[23] σκοπεῖτε τοίνυν ἅπαντα τὸν τούτου βίον ἐν τῷ τελευταίῳ τούτῳ καὶ γένοιτ' ἂν ὑμῖν ἐντεῦθεν ἐκεῖνον μανθάνειν. καλείτω τις τοὺς τῶν τεθνεώτων οἰκείους, μᾶλλον δ' ὅσους οἷόν τε, πολλοῖς γὰρ ὑπὸ τῆς συμφορᾶς οὐκ ἔστιν οὐδὲ κινεῖσθαι. ὁρᾶτε, ὦ ἄνδρες δικασταί, τῶν πενθούντων τὸ πλῆθος, ἀκούετε τῶν οἰμωγῶν. τοῦθ' ἅπαν τὸ δεινὸν ἔργον ἐστὶν ἰατροῦ. τούτοις μόνοις οὐκ ἔστι παραμυθίαν εὑρεῖν. τούτοις γὰρ οὐδένες ὅμοια πεπόνθασιν. ἀπώλεσαν τοὺς αὑτῶν. τοῦτο κοινὸν πρὸς ἄλλους. ἀπώλεσαν οὕτω. τούτου κοινωνὸν οὐκ ἔχουσι.

[24]    Τοσούτους τοίνυν ἐκ φαρμάκων πονηρῶν διεφθαρκὼς ὁ κατάρατος οὗτος τῷ διαβεβληκέναι τὴν τέχνην πλείους ἀπόλλυσιν. οὐδεὶς γὰρ ἔτι τῶν νοσούντων ἰατρόν, ὡς ἴστε, καλεῖ, ἀλλ' ἀσφαλέστερον εἶναι δοκεῖ τοῖς νοσήμασιν αὑτοὺς ἐπιτρέποντας ὅ τι ἂν ἐκβαίνῃ φέρειν ἢ τὰ σώματα ἐγχειρίζειν ἰατροῖς τοιαῦτα οἴκοθεν κομίζουσι φάρμακα. οὐκοῦν ἔρημοι μὲν ἰατρῶν οἱ νοσοῦντες, ἄποροι δὲ καὶ ἐνδεεῖς οἱ ἰατροὶ τῆς τέχνης ἀπιστουμένης. εἰς ταῦτα ὁ χρηστὸς οὗτος κατέστησε τὴν πόλιν. πόλις μᾶλλον ἰατρικὴν δέδοικεν ἢ πυρετὸν ἢ λοιμόν.

[25] ἀποβλέψατε, ὦ ἄνδρες δικασταί, πρὸς τοὺς ἄλλους ἰατρούς, ὡς αἰσχύνονται καὶ συγκαλύπτονται καὶ στένουσιν εἰδότες οἷα πέπονθεν ὑπὸ τούτου τὸ πρᾶγμα. ὑμεῖς οὖν ἐλεήσαντες μὲν τούτους, ἐλεήσαντες δὲ καὶ τοὺς τεθνεῶτας καὶ ‹τοὺς› ζῶντας τῇ τούτου τιμωρίᾳ διαλλάξατε πρὸς τὴν τέχνην τὴν πόλιν.

[26]    Ἀλλ' ὅμως ἔλεον αἰτεῖ. τίνα αὐτὸς ἐλεήσας; εἰπάτω. τίνα τῶν πινόντων; τίνα τῶν μελλόντων; τίνα νέον; τίνα γέροντα; τίνα ἄνδρα; τίνα γυναῖκα; οὐκ ἔφριξας, ὦ κατάρατε, τῶν ἀρρωστούντων ἑτοίμως ὑποσχόντων τὰς χεῖρας, οὐκ ᾐδέσθης τῶν πιομένων τὴν πίστιν, ἀλλ' ἵστης ἀπὸ τῶν ἐν σοὶ τὰς ἐλπίδας ἐχόντων τρόπαια.

[27] ἄνδρες δικασταί, εἰ μὲν ὅλως ἐγνώκατε μηδένα τῶν ἀδικούντων κολάζειν, μὴ μόνον ἀφῆτε τοῦτον, ἀλλὰ καὶ στεφανώσατε καὶ ταῖς ἄλλαις τιμαῖς ἁπάσαις τιμήσατε· εἰ δὲ οὐδὲν τοὺς ἁλισκομένους ἐξαιτήσεται παρ' ὑμῶν, πῶς οὐ πάντων ἀτοπώτατα πράξετε τὴν ὀργὴν ἐπὶ μὲν τῶν ἐλαττόνων δεικνύντες, τὰ μείζω δὲ ῥᾳδίως φέροντες; ἢ τί τῶν ἁπάντων οὐχὶ τοῦδε μετριώτερον; τί οὖν ὑμᾶς δεῖ ποιεῖν; εἰ μὲν οἷόν τε ἦν, πολλάκις ἀποκτεῖναι τοῦτον· τούτου δὲ οὐκ ἔχοντος φύσιν κελεύσατε αὐτὸν δεῦρο ἐνεγκεῖν τὸ κατατῆξαν ἐκεῖνο πολλοὺς τῶν πολιτῶν φάρμακον καὶ ἀναγκάσατε πιεῖν. κείσθω δὲ ἐπ' ἀγορᾶς ἅπασιν ὁρᾶν τε καὶ ἐκβοᾶν καὶ λέγειν ὡς οὔπω ταῦτα ὧν δέδρακεν ἄξια. [4] [t]

Κατὰ τυράννου.

[1]    Ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ τετηρήκασιν ἡμῖν τοὺς νόμους καὶ τὴν πολιτείαν καὶ τὸν ταῦτα ἐπιχειροῦντα καταλῦσαι παρέδωκαν εἰς ἡμᾶς, χρήσασθε ταῖς ψήφοις ἐπ' αὐτὸν τὸν ὅπως μηκέτι δικαστηρίου ψῆφος ἰσχύσει παρ' ἡμῖν ἐσπουδακότα.

[2] δεῖ μὲν οὖν ἐφ' ἅπαντι ἀδικήματι χρήσασθαι ταῖς ὡρισμέναις τιμωρίαις, μάλιστα δὲ ἐπὶ τούτοις οἷς οὐδὲν τῶν ἄλλων ἴσον. τὰς γάρ, οἶμαι, τῶν ἀδικημάτων ὑπερβολὰς ἀπαραιτήτως προσήκει κολάζειν εἰδότας ὡς ἐν μὲν τοῖς μικροῖς εἴ τις φανείη πρᾷος, ἔλαττον ἔβλαψεν, ὁ δὲ τοῖς μεγίστοις μὴ τὴν ἀξίαν ἐπιθεὶς αὑτὸν ἐζημίωσεν.

[3]

εἰ μὲν οὖν νῦν ἀφεθεὶς μὴ πάλιν ἔμελλε τῶν αὐτῶν ἐπιθυμήσειν, οὐδ' οὕτω μὲν ἐχρῆν αὐτὸν ὧν ἐβουλεύσατο ἤδη μὴ δοῦναι καὶ δίκην, ἴσως δ' ἄν τις ἦν λόγος μαλακισθεῖσιν· ἐπεὶ δὲ τοσούτῳ μᾶλλον ἕξεται τῆς τυραννίδος, ὅσῳ ἂν καὶ τῆς κρίσεως καὶ ἡμῶν καταγελάσῃ, δότω δίκην ἀμφοτέρων, ὧν τε ἐξελήλεγκται καὶ ὧν δῆλός ἐστι ποιήσων, εἰ μὴ κολασθείη.

[4]    Ἐνθυμήθητε δὲ οἵαν πολιτείαν οὗτος ἀναιρῶν οἵαν ἀντεισάγειν ἐπεχείρησεν. ἡμῖν οἱ πατέρες μετὰ τῆς πόλεως δημοκρατίαν παρέδωκαν, καθ' ἣν ζῶντες καὶ πολιτευόμενοι τῶν ἀγαθῶν ἀπολαύομεν καὶ τὰ δυσχερῆ διαφεύγομεν καὶ νόμοις χρώμεθα πρὸς ἀλλήλους βίας ἀπούσης. ἡ βουλὴ προβουλεύει, ὁ δῆμος ἐκκλησιάζει, τὰ δικαστήρια τοῖς ἀδικουμένοις ἀμύνει, τοὺς ἀδικοῦντας κολάζει.

[5] ἄρχει δὲ οὐχ ὁ βουλόμενος, ἀλλ' ὅτῳ τοῦτο δίδωσιν ὁ κλῆρος ἢ χειροτονία τοῦ δήμου. κατὰ τούτους γὰρ τοὺς νόμους πρέσβεις ἀποστέλλομεν, πρέσβεσι χρηματίζομεν. τὸ βῆμα δὲ ἀνέῳκται τοῖς βουλομένοις λέγειν. τῶν δὲ λεγόντων ὁ μὲν ἃ μὴ προσήκει πείσας ἔδωκε δίκην, ὁ δὲ τὰ δέοντα εἰπὼν τετίμηται. ὁ δὲ πράξας ὁτιοῦν εἰς τοὺς λογιστὰς ἄγεται, καὶ οὐδὲν ἀνεξέταστον ἐν δημοκρατίᾳ.

[6] πολλῶν δὲ ἡμῖν ὑπαρχόντων νόμων οἳ τὰ ἀδικήματα κωλύουσι μέγιστα πάντων ὠφελεῖν δοκοῦσιν οἱ τὴν δημοκρατίαν συνέχοντες. οὗτοι δέ εἰσιν οἱ πικρὰς τιμωρίας ἐπὶ τοῖς τυράννοις ὁρίσαντες. καὶ γὰρ ζῶντας μισοῦσι καὶ τεθνεῶτας πολεμοῦσιν εἴργοντες ταφῆς καὶ ῥίπτειν κελεύοντες εἰς ὕβριν τὰ σώματα. κἂν ἀποκτείνῃ τις τύραννον, χαλκοῦς εὐθέως καὶ μετὰ θεῶν θαυμάζεται. ὃ γὰρ ἡγοῦνται ταῖς πόλεσι βλαβερόν, τοῦτο εἴ τις ἐκκόπτει, καὶ τῷ τιμᾶσθαι τοὺς ἄλλους πάρεισι.

[7] τί μαθόντες οὖν οὗτοι τὸ τῆς δημοκρατίας ἡγοῦνται μέγα; τὸ τῆς ἐλευθερίας. τυραννίδα δὲ καὶ ταύτην οὐκ ἔνι συνελθεῖν, ἀλλ' ὁμοῦ γεγένηταί τις τῶν ὅλων κύριος καὶ τὴν τοῦτο παθοῦσαν πόλιν ἀνάγκη δουλεύειν. ὅπερ γὰρ τοῖς ἀργυρωνήτοις οἱ δεσπόται, τοῦτο τοῖς ἀρχομένοις οἱ τύραννοι. δημοκρατία δὲ τὸ ἴσον νέμει καὶ τὸ δίκαιον τιμᾷ καὶ τὸ πλέον κολάζει καὶ τοὐναντίον ἐκβάλλει κοινὰ πᾶσι τὰ παρ' αὑτῆς ἀγαθὰ προτιθεῖσα.

[8]

πένης τίς ἐστιν, ὁ δὲ εὔπορος. ὁ μὲν οὖν φαῦλός ἐστι τοὺς τρόπους ἐν τῷ πλουτεῖν, ὁ δὲ ἀμείνων ἐν τῷ πένεσθαι. πλέον ἐστὶν οὐδὲν τοῦ τὴν ἀρετὴν ἔχοντος, χρήματα δὲ οὐκ ἔχοντος, ἀλλ' ὁ μὲν ἐν τάξει καὶ πιστεύεται, ὁ δὲ ἀπέρριπται καὶ μισεῖται. γαμεῖ τις καὶ θαρρεῖ περὶ τῆς γυναικός. παίδων γεγένηται πατὴρ καὶ περὶ τούτων οὐ δέδοικεν ὕβριν. ἔνεστι δὲ εὐπορεῖν μὲν ἄνευ τοῦ διὰ τοῦτο πάσχειν κακῶς, ζῶντα δὲ ἐν μικροῖς τοῖς οὖσιν ἀπὸ τῆς ἀρετῆς εὐδοκιμεῖν.

[9] ἔτι τοίνυν οἱ δημοκρατούμενοι ζῶσι μὲν σωφρόνως οὐδενὸς ὄντος τοῦ βιαζομένου πρὸς ὕβριν, ζῶσι δὲ ἐλευθερίως. τοῦτο δὲ αὐτοῖς ἐμποιεῖ φρόνημα γενναῖον. τῷ φρονήματι δὲ ἀκολουθεῖ τὰ ἔργα, καὶ τοὺς ἐν ταύτῃ τῇ πολιτείᾳ ζῶντας τὰ μέγιστα ἂν εὕροι τις καὶ κάλλιστα εἰργασμένους. καὶ τὰ σεμνότατα τρόπαια τούτων ἐστὶ κἀν τοῖς πολέμοις πλέον ἔχουσι τῶν τυραννουμένων. ἅτε γὰρ οὐκ ἄλλως πονοῦντες ἄνδρες ἐν ταῖς μάχαις βουλεύονται τὰ δέοντα προστιθέντες τὰ ἔργα.

[10] διὰ μὲν δὴ ταῦτα τὰς ἄλλας πολιτείας ἀτιμάσαντες οἱ πρόγονοι ταύτῃ τὴν πόλιν διῴκησαν, οὑτοσὶ δὲ περινοῶν μείζω τῶν καθεστώτων ἐτράφη μὲν ἐν τοῖς νόμοις, ὑπερεῖδε δὲ τῶν νόμων καὶ ταπεινὸν ἡγησάμενος τὸ τοῖς νόμοις ἐμμένειν ἐπεχείρησεν ἀντὶ τῶν ὡρισμένων ἡμῖν δικαίων αὐτὸς καταστῆναι καὶ τὴν τῆς πολιτείας ἰσχὺν εἰς ἑαυτὸν μεταθεῖναι.

[11] εἶδεν, ὦ Γῆ καὶ Ἥλιε, πρὸς τὰ μετέωρα, δορυφόρους ἐνενόησεν, ὕβρεως ἐπεθύμησε, βίαν ἐζήτησε καὶ τὸ καθ' ἑαυτὸν διέλυσε μὲν τὴν βουλήν, ἔκλεισε δὲ τὰ δικαστήρια, κατέλυσεν ἀρχάς, κατέλυσε θυσίας, συνέχεε τὸ ἴσον, ἐπήγαγε δεσποτείαν.

[12]    Ἦ που ταῦτα πρὸς σαυτόν, ὦ κακὴ κεφαλή, διελέχθης· πλουτῶ. καὶ τί μοι κέρδος εἰς πενίαν οὐ παροινοῦντι; ἐρῶ γυναικός. εἶτα δεῖ με ποθεῖν ἀντὶ τοῦ λαβεῖν δι' ἁρπαγῆς, κἂν ἁλῶ, κολάζομαι. εἶτ' εὐθὺς ἕπεται κατήγορος καὶ γραφὴ καὶ ὕδωρ καὶ ψῆφος καὶ τίμημα, ταῦτα τὰ τῆς δημοκρατίας ἐπιχώρια. δεῖ ποτε γενέσθαι ἐλεύθερον, ὡς νῦν γε δουλεύω τοῖς ῥήμασι.

[13] ταῦτα ἴσως εἶπε πρὸς ἑαυτόν. ἀπὸ τούτων ἦλθεν ἡμῖν εἰς τὸ καλὸν ἐγχείρημα, οὗ τὴν πεῖραν ἐκώλυσαν μὲν οἱ θεοί, λογισμῷ δὲ ἰδεῖν ἔστι. μὴ γὰρ ὅτι μὴ πεπόνθαμεν σκοπείτω τις, ἀλλ' ὅσα ἂν ἦμεν πεπονθότες, εἰ μή τις θεῶν ἐκώλυσε καὶ ὑμεῖς οἱ γραψάμενοι.

[14]

δεῖ τοίνυν ἡμᾶς ὀργὴν ἔχειν οὐ ‹τὴν› τῶν ἐκπεφευγότων, ἀλλὰ τῶν δουλευόντων. πόσοι μὲν ἂν ἐδέδεντο νῦν, πόσοι δ' ἂν ἔφευγον τὴν οἰκείαν, πόσοι δ' ἂν ἐδημεύοντο, πόσοι δ' ἂν ἔπινον κώνειον. ὁ μέν τις ἂν ἡμῶν ἐδάκρυε παῖδα σφαττόμενον, ὁ δὲ θυγάτριον ἀποσπώμενον, ὁ δὲ γύναιον παροινούμενον, οἰμωγὴ δ' ἂν κατεῖχε τὴν πόλιν ὑπὲρ τῶν πεπραγμένων, ὑπὲρ τῶν ἐσομένων, ὑπὲρ τῶν γινομένων.

[15] ὧν οὗτος ἁπάντων δότω δίκην καὶ βουληθεὶς δρᾶσαι δοκείτω δεδρακέναι. τί γὰρ τῶν δοκούντων εἶναι δεινῶν οὐ νενίκηκε τοῖς ἑαυτοῦ; δεῖ τὸν μοιχὸν ἀποθνήσκειν. πολλῷ μᾶλλον τὸν τύραννον. πολλοὺς γὰρ ἀποσφάττει καὶ τοῦτο ἔστιν ἥδιστον αὐτῷ τὸ πολλοὺς κατενεγκεῖν. μισεῖ τις τοὺς τὰ τῶν θεῶν ἀφαιρουμένους, ὁ δὲ τύραννος οὐδὲν δεῖται κλέπτειν, ἀλλὰ φανερῶς ἁρπάζει. χαλεπώτατον κέκριται τὸ κινεῖν τάφους, ὁ δὲ τύραννος ἀποστερεῖ ταφῆς τὴν ἀρχὴν τοσούτῳ τῶν ἐκεῖνο ποιούντων χαλεπώτερος ὥστε πολλῶν θανάτων ἄξιος κρίνεσθαι. ἃ γὰρ ἐκεῖνοι διελόμενοι τολμῶσι μόνος συνείληφε.

[16]

   Δοκεῖ δέ μοι μὴ τοῦτο εἶναι προοίμιον τῶν τούτου κακῶν, ἀλλ' ἐκ πολλῶν καὶ μεγάλων ἐνταῦθα ἥκει τῷ τὴν πόλιν εἰς δουλείαν ἐμβαλεῖν ἐθελῆσαι. καὶ καταφρονήσας ἐν ἐκείνοις τῶν νόμων ἥψατο τοῦ κεφαλαίου. καὶ γὰρ οὕτως ἔχει· πρὸς ἄκρον ἀρετῆς καὶ κακίας αἱ μελέται τοὺς ἀνθρώπους ἄγουσι. καὶ δεῖ καὶ τοῦτον νομίζειν πολλὰ μὲν εἰς τοὺς ἐντυγχάνοντας ὑβρικέναι, πολλοὺς δὲ λελυκέναι γάμους, πολλοὺς δὲ ἀποστερῆσαι χρημάτων, δίκην δὲ ἐν ἐκείνοις οὐ δόντα κἀν τούτῳ ἐλπίσαι.

[17]    Φιλοτιμίας ἐπιθυμεῖς, ὦ κακὴ κεφαλή, καὶ τοῦ δοκεῖν εἶναί τις. εἶτα οὐκ εἶδες τὰς ἄλλας ὁδοὺς ἀφ' ὧν ἔστι καὶ σεμνὸν εἶναι καὶ μηδὲν ἀδικεῖν, ἃς οἱ πολλοὶ τῶν πολιτῶν ἐλθόντες εὐδοκιμοῦσιν ἀγαπώμενοι; τί δὲ ταῦτά ἐστι; χρήματα ἐπίδος, χορήγησον ἑκών, γενοῦ φιλάνθρωπος εἰς θυγατέρας πενήτων, χρῆσαι τῷ πλουτεῖν εἰς δέον, ἐν ἐλευθέροις θαυμάζου.

[18] ἀλλὰ μικρὰ τούτῳ ταῦτα καὶ οὐκ ἄξια τοῦ φρονήματος, ἓν δὲ ἱκανόν, ὡς ἔοικεν, ἡ τυραννὶς καὶ τὸ πάντα συγκεχύσθαι καὶ τὸ μηκέτ' εἶναι τοὺς νόμους καὶ τὸ δεσπότην ἀντὶ τῶν νόμων εἶναι καὶ τὸ ἀπὸ νεύματος ἐξεῖναι πληροῦν τὰς ἡδονάς.

[19]    Εἶτα ταῦτα βουλεύσας καὶ μικροῦ δεδρακὼς εἰς δάκρυα καταφεύξεται. καὶ τίς οὐκ οἶδεν ὅτι τύραννος οὐκ οἶδε δακρύοντας ἐλεεῖν; μὴ οὖν οἷς ἐχρήσατο ἂν ὠμῶς, τούτων ἀπολαυέτω πρᾴων μηδ' ὃν οὐκ ἐκάμψατ' ἂν δακρύοντες, ἔνδοτε τούτῳ κλαίοντι. πολλῶν ἂν οὗτος κατεγέλασε δακρύων ἀπὸ τῆς ἀκροπόλεως ἰσχύων. οὐκ ἂν ἠλέησε γυναῖκας, οὐκ ἂν ᾤκτειρε γέροντας.

[20]    Πρὸς δὴ τὸν τοιοῦτον τίνας δεῖ γενέσθαι τοὺς δικαστάς; οὐ πικρούς, οὐκ ἀπαραιτήτους; ἢ παρὰ τίνος ἔτι λήψεσθε δίκας, εἰ τυραννίδος μὴ λάβοιτε; καὶ γὰρ εἰ χείριστον ‹μὲν› ἁπάντων εἶναι δοκεῖ τοῦτο, δέξεται δὲ συγγνώμην, κατὰ τῶν ἄλλων οὐκ ἔστιν ὀργὴν λαβεῖν. πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τοῖς μικροῖς χαλεπῶς ἔχειν, ἐπὶ δὲ τοῖς τηλικούτοις πρᾴους ὁρᾶσθαι;

[21]

φοβήθητε τοῦτον αὐτόν. οἶδα οἷος ἔσται σωθείς. ὃν γὰρ οὐκ ἐκώλυσεν ἀδικεῖν ὁ τῆς κρίσεως φόβος, οὗτος τί ποιήσει θαρρήσας; φοβήθητε τοὺς τούτῳ παραπλησίους. εἰσὶ γάρ, εἰσὶν οἷς οὐκ ἀρέσκουσιν οἱ νόμοι. δῆλον γὰρ ὡς, εἰ μὲν κολασθείη, πᾶσαν ἄδειαν ἕξομεν· εἰ δ' ἀποφύγοι, πάλιν ἐν φόβοις ἡ πόλις.

[5][t]

Ὑπὲρ τυραννοκτόνου.

[1]    Ἀπειλήφαμεν, ὦ πολῖται, τὴν ἐλευθερίαν τούτου μὲν ἐπιτεθειμένου τῷ τυράννῳ, τῶν θεῶν δὲ συνηγωνισμένων. εἰκὸς οὖν ἡμᾶς ἐκείνους μὲν θυσίαις θεραπεύειν, τοῦτον δὲ τιμαῖς ἀμείβεσθαι καὶ τῆς δημοκρατίας ἄρξασθαι πάλιν ἀπὸ τοῦ νόμου τοῦ διδόντος τῷ καθελόντι τὸν τύραννον γέρας.

[2] οἱ μὲν οὖν δορυφόροι καὶ πάντες οἱ τῆς ἐκείνου μερίδος γεγενημένοι δίκην διδόασιν, ὅσοι μὴ διαδράντες ᾤχοντο. καὶ καλῶς τοῦτο γίνεται. δεῖ γὰρ μὴ τυράννους μόνον, ἀλλὰ καὶ τοὺς τὰ ἐκείνων ᾑρημένους μισεῖν. ἔστι τοίνυν ἀκόλουθον τῷ χαλεποὺς εἶναι τοῖς καταλελυκόσι τοὺς νόμους τὸ κοσμεῖν τιμαῖς τοὺς ὑπὲρ τῶν νόμων ἠγωνισμένους.

[3] εἰ μὲν οὖν δῆλον ἦν ὡς οὐδεὶς αὖθις ἐπιθήσεται τῇ πολιτείᾳ, καὶ οὕτω μὲν ἔδει τοὺς ἀπηλλαχότας τῶν ἐπικειμένων κακῶν ἀξιοῦσθαι τιμῶν, ἦν δ' ἂν οὐδεὶς ἐκ τῆς ἀχαριστίας ὁ κίνδυνος· νῦν δ' ὄντων οὐκ ὀλίγων οἳ τὰ τοῦ τεθνεῶτος μιμήσονται καὶ τοὺς τὰ τούτου ζηλώσοντας πολλοὺς ἀποδείξατε. τοῦτο δὲ γένοιτ' ἂν ἐκ τῆς δωρεᾶς ἣ παρακαλεῖν εἴωθε τοὺς χρηστοὺς ἐπὶ κινδύνους καλούς.

[4] νῦν μὲν οὖν δημοκρατούμεθα καλῶς ποιοῦντες, ἕως δὲ ἦμεν ὑπὸ δεσπότῃ, καταλέλυτο μὲν ὁ δῆμος, κέκλειστο δὲ τὸ βουλευτήριον, ἀνῄρητο δὲ τὰ δικαστήρια, νόμων δὲ ἴσχυεν οὐδείς, ἀντὶ δὲ τῶν νόμων ὁ τύραννος ἦν, ὃς τὰ μετέωρα καταλαβὼν καὶ περὶ αὑτὸν ἔχων δορυφόρους καὶ τοξότας καὶ πολλούς τινας φύλακας τί τῶν δεινῶν οὐκ ἐποίει; διέκοπτε μὲν γάμους, κόρας δὲ γάμων ἀπεστέρει, χρήματα δὲ ἥρπαζε, τῶν δὲ μὴ ταῦτα φερόντων τοὺς μὲν ἐδήμευε, τοὺς δὲ ἐξήλαυνε, τοὺς δὲ ἀπέσφαττε, μόνους δὲ φίλους ἡγεῖτο τοὺς ἐπαινοῦντας τὴν ἀδικίαν.

[5] ὧν γιγνομένων πάντα ἦν μεστὰ θρήνων, λύπης, ὀδυρμῶν νύκτωρ ὁμοίως καὶ μεθ' ἡμέραν. οἱ μὲν ἔστενον ἐφ' οἷς ἐπεπόνθεσαν, οἱ δὲ ἐν τῷ πάσχειν ἦσαν κακῶς, οἱ δὲ ἐν τῷ φοβεῖσθαι μὴ πάθωσι. τοὺς τικτομένους δὲ ἠλεοῦμεν εἰς οἵαν ἥξουσι πεῖραν κακῶν.

[6] οἱ μὲν οὖν ἄλλοι πάντες μέχρι τοῦ καταρᾶσθαι καὶ τοῦτο λάθρα τὸν θεοῖς ἐχθρὸν ἐκεῖνον ἠμύνοντο, ὁ δὲ γενναῖος οὑτοσὶ καὶ δημοτικὸς καὶ εὔψυχος μόνος ἀπέδωκε τὰ τροφεῖα τῇ πόλει. λαβὼν γὰρ ἐγχειρίδιον ὑπὸ μάλης ὥρμησεν ἐπὶ τὸν τῶν ἐλευθέρων δεσπότην. καὶ ὡς ἐπλησίασε ταῖς φυλακαῖς, οὐδὲν ἔφερεν αὐτόν, ἀλλ' ὡς ἐν χειμάρρῳ πάντα κατασύροντι ἢ δαίμονί γε ἀνθρώπους ἐλαύνοντι τὸν μὲν κατέκοπτε, τὸν δὲ ἔμελλε, τοὺς δὲ ἐδίωκε, τοῖς δὲ ἠπείλει. πᾶς δέ, ὅποι βλέψειεν οὗτος, ἔκειτο.

[7] καὶ δὴ τρέχων διὰ τῶν νεκρῶν προσπίπτει τελευταῖον τῷ τὸ κράτος ἔχοντι. ὁ δὲ ὡς εἶδεν, ἀναπηδήσας ἐκ τοῦ θρόνου καὶ πεσὼν εἰς γόνυ ἱκέτευε μέν, ἐλέου δὲ οὐκ ἐτύγχανεν. ἀλλ' ἀποτέμνων ὁ βέλτιστος οὑτοσὶ τὸν τράχηλον ἔλεγε· δέχου πληγὰς ὑπὲρ τῶν πτωχευόντων, ὑπὲρ τῶν ὑβρισμένων, ὑπὲρ τῶν πεφευγότων, ὑπὲρ τῶν τεθνεώτων. ἀπὸ τῶν τοιούτων ἔργων ἥκει καὶ τὸ ξίφος καθαρὸν μὲν ἔχων ἀνέβη, κεκόμικε δ' ἐξ ἀκροπόλεως ᾑμαγμένον. καὶ νῦν ἡμεῖς ἐπ' ἐκκλησίας καὶ τοὺς ῥήτορας τὸ βῆμα δέχεται διὰ τὴν τούτου δεξιάν.

[8]    Δότε δή, δότε τὴν δωρεὰν ἣν οἱ νόμοι κελεύουσιν, οὓς οὗτος ἐπανήγαγε. τιμάσθω μὲν γὰρ καὶ ὁ πρεσβεύσας δικαίως καὶ ὁ γνώμην εἰπὼν συμφέρουσαν καὶ ὁ νόμον θεὶς λυσιτελοῦντα καὶ ὁ χρήματα καὶ τριήρεις ἐπιδούς, δεῖ γὰρ ἅπαντας τῆς ἴσης τυγχάνειν ἀμοιβῆς, ὁ δὲ τοῦ τυράννου σφαγεὺς ὅσῳ μετὰ κινδύνων τὴν εὔνοιαν δεικνύει, τοσούτῳ μείζοσι κοσμείσθω ταῖς δωρεαῖς καὶ πολλῷ μᾶλλον τῶν ἐν πολέμῳ τοῦτο ἐργαζομένων.

[9] διὰ τί; ὅτι τοῖς μὲν ἐκεῖνο ποιοῦσι παρὰ τῶν συστρατευομένων ὑπάρχει βοήθεια κἂν μικρόν τις τῶν ἄλλων διενέγκῃ, τῶν κοινῶν πόνων τὴν δόξαν ἠνέγκατο καί τις ἤδη τῶν παρεστηκότων φερόμενον ἐπ' αὐτὸν ἀπεώσατο βέλος, πρὸς δὲ τούτῳ μὲν ἔστι καὶ κράνος καὶ ἀσπὶς καὶ δόρυ καὶ κνημῖδες καὶ ξίφος, ὁ δὲ ἐπὶ τὸν τύραννον ἐρχόμενος αἰφνιδίως τῷ λανθάνοντι πιστεύει μόνῳ. δεῖ γὰρ εἶναι τὰ ἄλλα γυμνόν, εἰ μέλλει τι δράσειν ἐκ τοῦ μὴ προκηρύττειν τὴν γνώμην. εἰ δὲ τὸ μόνον ἐν μέσῳ τοσούτων ὁπλιτῶν στρέφεσθαι μεῖζον τοῦ μετὰ φάλαγγος ὁρμᾶν, σεμνότερον ἀριστείας ἡ τοῦ τυράννου σφαγή.

[10]    Μέγα μὲν οὖν καὶ τὸ νῦν πεπραγμένον, ἄξια δὲ τιμῶν καὶ τὰ πρὸ τούτου. διδάσκει γάρ με τὸ νῦν γεγενημένον τίς ἦν οὗτος τὸν παρελθόντα χρόνον. δοκεῖ γάρ μοι σώφρων τε καὶ δίκαιος γεγενημένος καὶ μέτριος καὶ φιλόπολις καὶ τὸ σῶμα πόνοις καὶ μαθήμασι τὴν ψυχὴν ἀσκῶν ἀπ' ἐκείνων εἰς τὸ καὶ τὰ τοιαῦτα θαρρεῖν ἀφῖχθαι.

[11] τίς οὖν εὖ φρονῶν οὐκ ἂν αἰδεσθείη τὴν τούτου γνώμην; ὃς ᾠήθη δεῖν ἢ παῦσαι τὴν ἀθυμίαν ἢ μηκέθ' ὁρᾶν τὸν ἥλιον. οὐ γὰρ ὥσπερ τῶν στρατηγῶν τις ἀνέβαινεν οὐδὲ τοῦτ' ἤκουσε παρὰ τῶν μάντεων, ἀλλ' ὡς ἔχον αὐτῷ καλῶς ἢ κατενεγκεῖν ἢ πεσεῖν.

[12] τῷ δὲ τὴν ψυχὴν ἐπιδόντι τῇ πόλει δότω τιμὴν ἡ πόλις. οὐ γὰρ ἐπαχθὲς οὐδὲν αἰτήσει. ποῦ γάρ, εἰπέ μοι, βαρὺ θαλλοῦ στέφανος ἢ κήρυγμα; ποῦ δὲ εἰκὼν ἢ σίτησις ἐν πρυτανείῳ; μᾶλλον δέ, καὶ γῆν εἰ βούλεται καὶ χρήματα λαμβάνειν, λήψεται ἀπὸ τούτων ὧν ἔδωκε καὶ φυλάξας ἅπασι τὰς οὐσίας μικρὰ ἀπὸ τῶν πολλῶν ὧν σέσωκε κερδανεῖ.

[13] μὴ τοίνυν τῷ τὰ δεινὰ λελύσθαι πρὸς τὸν εὐεργέτην ἀγνωμονείτω μηδείς, ἀλλ' ἐννοείτω τὸν σκηπτὸν ἐκεῖνον, τοὺς δορυφόρους, τὰς ἁρπαγάς, τὰς οἰμωγάς, τὸν ἐπὶ τὰ μετέωρα θέοντα, τὸν μαχόμενον ταῖς φυλακαῖς, τὸν ἐμπίπτοντα τῷ τυράννῳ, τὸν οὐ φοβηθέντα τὸν ἁπανταχόθεν ἀστράπτοντα σίδηρον, τὸν κεκρατηκότα τοσαύτης ἰσχύος.

[14]    Ταῦτ' οὖν ἐνθυμηθέντες γένεσθε δίκαιοι πρὸς ἄνθρωπον ἐν ξίφει τὴν ἐλευθερίαν ἀποδόντα.