[1]
[1] Θαυμάζω τῶν ὁμολογούντων μὲν λείπεσθαι τῆς τῶν ποιητῶν ἐνθέου μανίας, αὐτοῖς δὲ τούτοις τολμώντων ἐπιτιμᾶν, εἰ μὴ δύνανται συνεῖναι τοῦθ' ὅτι τὰς Μούσας ἐν ταῖς τῶν ποιητῶν αἰτίαις διαβάλλουσι. τὰ μὲν γὰρ λεγόμενα ἐκείνων, ἡ φωνὴ δὲ τούτων.
[2]
ἀλλ' οἵ γε συκοφάνται πρὸς τοσοῦτον ἥκουσι θράσους ὥστε πλάσματα πειρῶνται δεικνύειν τὰ μετὰ τὴν τελευτὴν Ἀχιλλέως περὶ τῆς πανοπλίας ἐκείνου λεγόμενα. καίτοι πάντα πρὸς τοὔσχατον ἀληθείας ἥκει.[3] Σκοπῶμεν δέ. τὸ μὲν σῶμα εἶχεν ἡ Θέτις τοῦ παιδός, μισθὸν δὲ ἔθηκεν εἰς μέσον τῷ κεκομικότι τὰ ὅπλα. ἐπειδὴ γὰρ Αἴας τε καὶ Ὀδυσσεὺς αὐτὸς ἔφασκεν ἑκάτερος τοῦτο πεποιηκέναι, νομίσασα μηδετέρῳ δεῖν. χαρίσασθαι δικαστηρίῳ καὶ ψήφῳ τὸ πρᾶγμα ἐφῆκεν. ἦν μὲν γὰρ αὐτῇ καὶ ἕτερα δοῦναι, τοιοῦτο δὲ εἶχεν οὐδὲν ἄλλως τε καὶ μέλλουσα στρατιώτας ἀμείψεσθαι. πάσας γὰρ δημιουργῶν χεῖρας ὑπερέβαλλεν ἡ περὶ ταῦτα τέχνη. καὶ ἅμα ᾔδει καλῶς ὅτι κείμενα μὲν οἴκοι διαφθαρήσεται, κοσμήσαντα δὲ ἕτερον ἀθάνατον καταστήσει τοῦ παιδὸς τὴν μνήμην. ὁ γὰρ ἰδὼν καὶ θαυμάσας εὐθὺς ἂν ἤκουσε τὸν πρῶτον δεσπότην.
[4] λαβὼν τοίνυν Ὀδυσσεὺς οὗπερ ἐβούλετο τὸν Αἴαντα, τοῦτο δέ ἐστιν ἐν ἀγῶνι λόγων, παῖδα ἄντικρυς ἀπέφηνε. καὶ γὰρ εἰ μηδὲν εἶχε λέγειν δίκαιον, τῇ γε δυνάμει τῶν λόγων τἀληθὲς διέστρεφε σοφιζόμενος, τεχνάζων, πάσῃ δεινότητι χρώμενος. ταῦτα γὰρ ἦν Ὀδυσσέως ἰσχῦσαι ῥητορικῇ δυνάμει καὶ τὴν δόξαν ἐν τοῖς Ἕλλησιν ἐντεῦθεν εἶχεν. ὅταν δὲ εἴπω ῥήτορα, ἄνθρωπον λέγω τὰ μεγάλα μὲν ἱκανὸν ὄντα δεῖξαι μικρά, τὰ μικρὰ δὲ μεγάλα, καὶ τὰ μὲν ἄδικα δίκαια, τὰ δίκαια δὲ οὐ τοιαῦτα.
[5] Ὁ δ' αὖ τοῦ Τελαμῶνος ἕτερα ἠπίστατο, ἕτερα πεπαίδευτο, τρέψαι στρατόπεδον ἐναντίων, ἀποσφάξαι πολλούς, δέξασθαι προκαλούμενον, κρατῆσαι ῥᾳδίως, ἀντισχεῖν πρὸς δυσκολίαν τύχης, ἀπὸ τῆς χειρὸς συμβαλέσθαι πράγμασιν.
[6] ὥσπερ οὖν, εἰ δι' ὅπλων ἔδοξε περὶ τῶν ὅπλων κρίνεσθαι, τὸν Αἴαντα πάντως ἔδει νικᾶν, οὕτως εἰς λόγους τοῦ πράγματος ἥκοντος οὐ δεῖ θαυμάζειν εἰ τὰς ψήφους Ὀδυσσεὺς ἠνέγκατο, ἐπεὶ καὶ νῦν καθ' ἑκάστην ἡμέραν πολλοὺς ὁρῶμεν ἐν τοῖς δικαστηρίοις μετὰ μὲν τῶν δικαίων εἰσιόντας, ἀπιόντας δὲ ἡττημένους οὐ χρήμασι τοῦ δικάζοντος διαφθαρέντος, ἀλλὰ τέχνῃ τοῦ λέγοντος ἀπατήσαντος.
[7] Τὸν οὖν παρ' ἀξίαν καὶ περιφανῶς ἡττημένον τί χρὴ ποιεῖν; ἐπαινεῖν μὲν τοὺς δικαστάς, ἐπαινεῖν δὲ τὸν νενικηκότα; παρελθόντα δὲ Ὀδυσσεῖ μαρτυρεῖν ὡς αὐτὸς οὗτος ἦν τὰ πάντα τοῖς Ἕλλησι γελοῖον. ἀλλ' ἀθυμεῖν καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι καὶ χαλεπαίνειν; οὐκοῦν ταῦτά φασιν αὐτὸν οἱ ποιηταὶ πεποιηκέναι.
[8]
ἦν μὲν τοίνυν ἀνάνδρου καὶ δειλοῦ καθ' ἡσυχίαν ἀλγεῖν, ἀνδρὸς δὲ μεγαλόφρονος, ἦν δὲ οὗτος ὁ Τελαμῶνος, τὸ καὶ δίκας ἐπιζητεῖν παρὰ τῶν ἠδικηκότων λαβεῖν. τοῦτο τοίνυν ὁρᾷς καὶ προθυμηθέντα καὶ πράττοντα. λαμβάνει μὲν τὸ ξίφος, φέρεται δὲ θυμῷ κατὰ τῶν τε οὐ δίκαια γνόντων κατά τε τῶν οὐ δικαίως κεκρατηκότων.[9] βλάπτει δὲ Ἀθηνᾶ τὰς φρένας καὶ τρέπει τὸν ἄνθρωπον ἐπὶ τὰ ποίμνια. εἰκότως. ἐκείνῳ γὰρ εἶχε λόγον τὸ ἐπιβουλεύειν, ταύτῃ δὲ τὸ κωλύειν. ὁ μὲν γὰρ τὸ τῶν ἐχθρῶν καὶ λελυπημένων ἐποίει, ἡ δὲ τὸ τῆς κηδεμόνος καὶ βοηθούσης ἐπλήρου. τοιαύτη γὰρ ἡ θεὸς διαπαντὸς παροῦσα τοῖς Ἕλλησι, σώζουσα, ῥυομένη κινδύνων, κράτος παρέχουσα.
[10]
τοῦ κινδύνου τοίνυν παρελθόντος καὶ τῶν Ἑλλήνων ὄντων ἐπὶ τῆς ἀσφαλείας ἀπειλήφει μὲν οὗτος τὸ δύνασθαι λογίζεσθαι, γνοὺς δὲ ἅ τε ἐπεχείρησεν ἅ τε ἥμαρτεν ἀποθανεῖν ἠξίου τὴν ἀπὸ τῆς μανίας ἀδοξίαν οὐ φέρων. τοιοῦτοι γὰρ οἱ γενναῖοι καὶ λαμπροὶ καὶ τοὺς πολλοὺς ὑπεραίροντες· εἰ μὴ σὺν καλῷ τῷ σχήματι ζῆν ἐξείη, κούφην ἡγοῦνται τὴν τελευτήν.[11]
τί γὰρ αὐτὸν ἐβούλου πράττειν δείξαντα μὲν τὴν ἔχθραν, ἀποσφαλέντα δὲ τῆς πείρας; ποῦ ζῆν ἢ πῶς ἢ τί πράττοντα; παρὰ τοὺς Τρῶας ἐλθεῖν ἔδει καὶ θεῖναι ἱκετηρίαν μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ μάχας καὶ νίκας; ἀλλὰ καὶ τῆς αἰσχύνης χωρὶς οὐδὲν ἦν τὸ πεῖθον ὅτι φείσονται τοῦ τὰ τοιαῦτα δεδρακότος τὴν ἐκείνων πόλιν.[12] ἀλλὰ μετὰ τῶν ὁμοφύλων ὥσπερ πρότερον διατρίβειν; ποίων; τῶν ἀπεσφαγμένων; τῶν κατακοπέντων; τῶν ἀπολωλότων τὸ ἐκείνου μέρος; καὶ ποίοις ἂν ὀφθαλμοῖς εἶδε τοὺς Ἀτρείδας; ποίοις ἂν τὸν Ὀδυσσέα; πῶς δ' ἂν ἐκεῖνοι λαβόντες ἀπέσχοντο καὶ οὐ κατέλευσαν; οὐ γὰρ δὴ τῆς μανίας ἣν ἐμάνη μισθὸν ἡγήσαντ' ἂν ὀφείλειν αὐτῷ.
[13] λοιπὸν τοίνυν ἦν καθελκύσαντα τὰς ναῦς ἀποπλεῦσαι. ποῖ μέλλοντα προσορμιεῖσθαι, πρὸς Διός; εἰς τὸν λιμένα τῆς Σαλαμῖνος; καὶ τί καλὸν ἂν εἶπε πρὸς τὸν πατέρα περὶ τῶν ἐπὶ Τροίας πραγμάτων ἐρωτῶντα, τί δὴ τὸν πόλεμον ἀφεὶς ἀτελῆ προαπῆρεν; οἷος ἂν ἦν διηγούμενος τὴν κρίσιν, τὸν ἀγῶνα, τοὺς λόγους, τὴν ψῆφον, τὴν ἧτταν, ἣν ἐζήτησε δίκην τῆς γνώμης, τὴν νόσον;
[14] Εἰ δ' ἔδει τὴν ἁπάντων τούτων λύσιν εὑρεῖν καλῶς καὶ πρέπουσαν ἐλευθέρῳ τῆς αἰσχύνης ἀπαλλαγήν, εὕρατο μὴ περιμείνας ἀνδρὸς δυσμενοῦς δεξιάν, ἀλλ' ἀρκέσας αὑτῷ πρὸς θάνατον.
[2][t][1] Ἐλεεῖν ἄξιον τοὺς κατηγοροῦντας τῶν ποιητῶν, εἰ δὴ τοὺς ἔκφρονας καὶ μεμηνότας ἐλεεῖν ἄξιον. πῶς γὰρ οὐκ ἐξεστήκασι σαφῶς οἱ τούτοις ἐπιτιμῶντες ὧν πλεῖστόν εἰσι τῆς σοφίας ἀπολειπόμενοι; θαυμάζω δὲ εἰ μηδὲ τοῦτο δύνανται μαθεῖν, ὅτι προσποιοῦνται μὲν ἐκείνων, κατηγοροῦσι δὲ τῶν Μουσῶν. εἰ γὰρ ἐκ τοῦ παρὰ τῶν Μουσῶν πνεύματος οἱ μὲν ποιοῦσιν, οἱ δὲ τούτους λέγουσι κακῶς, ἀνάγκη τὴν αἰτίαν ἐπ' ἐκείνας ἰέναι τὰς αἰτίας τῶν ποιήσεων.
[2] πᾶσιν οὖν οἶμαι δεῖν βοηθεῖν τοῖς ποιηταῖς, Ὁμήρῳ δὲ καὶ πρὸ τῶν ἄλλων δίκαιον κοινῷ προγόνῳ τῆς Ἑλληνικῆς σοφίας γεγενημένῳ. ἤδη γάρ τινες καὶ ἐπὶ τοῦτον ἀφῆκαν τὴν γλῶτταν λέγοντες οὐδὲν γεγονέναι τούτων ἀφ' ὧν ὀργισθῆναι τὸν Ἀχιλλέα συνέβη. δεικτέον τοίνυν ἡμῖν ὡς πάντα γέγονε καὶ λόγον εἶχεν ὁ θυμός.
[3] Διὰ τί γὰρ οὐκ ἂν ἧκεν ὁ Χρύσης ἐπὶ λύσιν τῆς θυγατρὸς παρὰ τοὺς Ἕλληνας; οὐκ ἦν πατήρ; οὐχ οὗτος τῆς φύσεως νόμος προκινδυνεύειν τῶν ἐγγόνων; οὐχ ὑπὲρ τούτων ὅπλα λαμβάνομεν καὶ παραταττόμεθα καὶ πίπτομεν ἡδέως ταῖς ἡμετέραις χερσὶ κτώμενοι τὴν ἐλευθερίαν ἐκείνοις;
[4] ὁ δὲ καὶ γέρων ἦν καὶ οὐκ ἦν λόγος αὐτῷ περὶ μακροῦ βίου. ἀλλὰ καὶ τὴν σωτηρίαν ὑπισχνεῖτο καὶ τὴν ὁδὸν ἔπειθεν οὐ ματαίαν ἔσεσθαι τὸ πλῆθος τῶν λύτρων, τὸ τοῖς Ἕλλησι δεῖν χρημάτων ἐπ' ἀλλοτρίας καθημένοις, τὸ τοὺς αὐτοὺς τούτους πολλὰς ἀφεικέναι αἰχμαλώτους χρημάτων. οὐ γὰρ αὐτὸς ἤρχετο καταδείξων τὸν νόμον, ἀλλὰ παλαιῷ χρησόμενος.
[5] μεγάλη δὲ κἀκείνη συμμαχία τὸ τῶν ἱερῶν προεστηκέναι, τὸ τοῦ θεοῦ δεικνύναι τὸ σκῆπτρον, τὸ φέρειν τὰ στέμματα. τοὺς γὰρ Ἕλληνας ὄντας Ἕλληνας οὐ ῥᾳδίως ἡγεῖτο τούτων ὑπερόψεσθαι.
[6] εἰ δὲ κατηρᾶτο τοῖς Τρωσὶ καὶ συνηύχετο τούτοις μὴ θαυμάσῃς. ᾔδει γὰρ ὡς οἱ μὲν ἠδίκουν, οἱ δὲ ἠδίκηντο, καὶ τῶν Τρώων οἱ περίοικοι πλεῖστα ἐπεπόνθεσαν κακὰ διὰ τὴν ἐκείνων ὕβριν. εἰ γὰρ ἐκεῖνοι τὸ δίκαιον ἐτίμων, οὐδὲν ἂν τούτοις κακὸν ἦν.
[7] εὖ δὲ τὸ στρατόπεδον καὶ ἐψηφίζετο δοῦναι, τοιοῦτον γὰρ τὸ πλῆθος, ὀξὺ πρὸς ἔλεον καὶ δεινὸν ἐπικαμφθῆναι πρὸς οἶκτον, καὶ ἅμα μετῆν αὐτοῖς παρρησίας, οὐ γὰρ ἐδούλευον, ἀλλὰ γνώμῃ συνεμάχουν· ὁ δ' Ἀγαμέμνων ἄρχων ὢν καὶ τῷ λογίζεσθαι τοὺς πολλοὺς πλεονεκτῶν καὶ τὸ πρᾶγμα ἐξετάζων καλῶς οὐκ ἐνέδωκεν εὖ φρονῶν.
[8] πρῶτον μὲν γὰρ ᾔδει καταλύσων τὴν ἀρχήν, εἰ πάντα ἐπὶ τῷ στρατοπέδῳ ποιοῖτο. δεύτερον δὲ ἠπίστατο μικρὰ τὰ αὑτοῦ ποιήσων, εἰ τοῦ γέρως ἀποσταίη, τρίτον δὲ προδώσων τὸν ἀδελφόν, εἰ τῆς Ἑλένης παρ' ἐκείνοις οὔσης αὐτὸς ἀποπέμποι τοῖς πολεμίοις τὰς ἐκείνων γυναῖκας καὶ γίγνοιτο πρᾷος εἰς πονηρούς. καὶ μὴν κἀκεῖνο ἐφύλαττε μὴ τῶν αἰχμαλώτων ἡ πρόφασις ἀφορμὴ γένοιτο τοῖς ἐναντίοις εἰς κατασκοπὴν καὶ δοκοῦντες ἐπὶ λύσει φοιτᾶν ἐκμανθάνοιεν τὰ τῶν Ἑλλήνων.
[9] τοῖς στέμμασι δὲ οὐ προσεῖχεν ὁ βασιλεὺς πολέμου νόμῳ. ταῦτα γὰρ πρότερον μὲν ἂν ᾐδοῦντο, νῦν δ' οὐδὲ τούτων ἀπέχονται, ἀλλ' ἅμα τε ἐμβαίνουσιν εἰς πόλεμον ἄνθρωποι καὶ πάντα τὰ τῶν ἐναντίων δυσμενῆ κέκριται, ἡ γῆ, οἱ τάφοι, ὅσα ἱερά. εἰ δὲ τὸ σκῆπτρον αὐτὸν ἐποίησε μετριώτερον, τί ἂν ἐκώλυσε τὸν γέροντα ἐκεῖνον αὐτὰ ταῦτα προτεινόμενον ἀξιοῦν αὐτὸν ἀποστῆναι τῆς Τροίας;
[10] Οὑτωσὶ μὲν οὖν σωφρόνως ὁ βασιλεὺς ὑπερεῖδε τῆς ἱκετηρίας, θαυμαζέτω δὲ μηδεὶς εἰ κατὰ τῶν Ἑλλήνων ἐκάλει τὸν θεὸν ὁ πρεσβύτης, οἳ συνηγόρουν αὐτῷ. πρῶτον μὲν γὰρ οὐ διὰ τέλους αὐτῷ συνηγωνίσαντο οὐδ' ἔπραξαν ὅπως ἀπολήψεται, ἀλλ' ἐνδειξάμενοί τινα φιλανθρωπίαν κατέλειψαν τὴν σπουδὴν ὡς δέον αὐτοὺς εἰρωνεύεσθαι μᾶλλον ἢ παντὶ θυμῷ βοηθεῖν. εἰ γὰρ ἤθελον ἀφελόμενοι δοῦναι, τί ἦν ἐμποδών; αἱ χεῖρες Ἀγαμέμνονος, νὴ Δία.
[11] πρῶτον μὲν οὖν, ὅπερ ἔφην, κατὰ ἀνθρώπων οὐ πάντα αὐτῷ κεχαρισμένων ηὔχετο. ἔπειτα τούτῳ ᾔδει μάλιστα τὸν Ἀγαμέμνονα λυπήσων, εἰ τὰ πράγματα αὐτῷ διαφθείροι καὶ διασείοι τὴν δυναστείαν καὶ καταλύοι τὴν ἀρχήν. οὐ γὰρ ἴσον ἀνθρώποις εἰς συμφορὰν ἀπελθεῖν εἰσάπαξ ἢ ζῆν εἰς ἀθυμίαν. ὁ μὲν γὰρ τεθνεὼς ἀναίσθητος κεῖται, ὁ δὲ ἐν τῷ ζῆν ἀνιώμενος ὡς ἀληθῶς κολάζεται.
[12] πρὸς δὲ τούτοις ᾔδει τοῦτο, ὅτι τοῦ μὲν τελευτήσαντος ὁ πόλεμος πέπαυται καὶ μετὰ τῶν Ἑλλήνων οἰχήσεται τὸ θυγάτριον, εἰ δὲ τὸ στρατόπεδον πιέζοιτο νόσῳ καὶ ἀναλίσκοιτο, ζήτησις μὲν ἔσται τοῦ κακοῦ, φανεῖται δὲ ἡ πρόφασις καὶ κομιεῖται τὴν παῖδα. διὰ τοῦτο καὶ οὗτος ταῦτα ᾔτει καὶ θεὸς ἐχαρίζετο τῷ θεραπεύοντι τὸν νεὼν ἀντεισφέρων τὰς ἀμοιβάς.
[13] Τῶν τοίνυν Ἑλλήνων πιπτόντων Ἀχιλλεὺς αἰσθάνεται πρῶτος ὅ τι ποτ' ἦν τὸ συμβάν. ἀλλὰ σὺ ἐβούλου τὸν Ἀγαμέμνονα, τὸν Ὀδυσσέα, τὸν Νέστορα πρὸ τοῦ τῆς ἰατρικῆς ἐπιστήμονος; ἦν συνετὸς ὁ Νέστωρ, ὁμολογῶ. ἦν δεινὸς Ὀδυσσεύς, οὐδὲ τοῦτο ἀπιστῶ. ἀλλὰ τούτων ἑκάτερος ἴσχυεν ἐν ἐκκλησίαις [ἐν] τῷ τὸ δέον ἰδεῖν καὶ δεῖξαι τί τὸν πόλεμον ὀνήσει. ὅπου δὲ καὶ λοιμὸς καὶ νόσος, ὁ καιρὸς τὸν ἰατρὸν ἐκάλει, ὥστε θαυμάζειν ‹δεῖν› εἰ τὸν Ἀχιλλέα μὲν ἐλάνθανεν, ὑπ' ἐκείνων δὲ τὸ λυποῦν εὑρίσκετο δέον τούτῳ πρὸ τῶν ἄλλων γενέσθαι τοῦ πράγματος αἴσθησιν. φαίην δ' ἂν ὅτι καὶ γνόντες οὐκ ἂν εἰς μέσον ἤνεγκαν τοῦ κακοῦ τὸν λόγον. πολλὰ γὰρ πολλοῖς σιγᾶται τῇ πρὸς τοὺς ἄρχοντας χάριτι.
[14] ἔτι δὲ πολλαχόθεν ἔχων τὸ μέγα φρονεῖν εἰκότως ἐχρῆτο παρρησίᾳ δικαίᾳ καὶ οὐκ ἠξίου κρύπτειν ἃ γνοίη καὶ συνῆγεν εἰς ἐκκλησίαν κύριος ὤν, φαίην δ' ἄν, καὶ τοῦ πολέμου κεφάλαιον. σὺ δ' ἐβούλου τὸν Ἀχιλλέα πονεῖν μὲν ὑπὲρ τοὺς ἄλλους, ἄκυρον δὲ εἶναι τοῦ ποιεῖν ἐκκλησίαν τὸν αἱροῦντα τὰς πόλεις, τὸν καταστρεφόμενον, τὸν κομίζοντα λάφυρα, τὸν παρέχοντα πλουτεῖν, τὸν κατακλείοντα τοὺς Τρῶας, ἐν ᾧ τὰς ἐλπίδας εἶχε τοῦ πολέμου ἀνακειμένας ὁ στρατός;
[15] οἱ δὲ Ἕλληνες, εἰ καὶ μὴ πρότερον ὑπήκουον καλοῦντος, τότ' ἂν ὑπήκουον. διὰ τί; ὅτι τὸ νοσεῖν καὶ κακῶς πράττειν πολλὰ τῶν καθεστηκότων ἐκίνει. καὶ τὸ προσδοκᾶν ἀκούσεσθαί τι χρηστὸν ταχέως αὐτοὺς συνήγαγεν. οὑτοσὶ γὰρ τῶν ἐν ταῖς ἀτυχίαις ὁ τρόπος ἄγεσθαι ὑπὸ τῶν ἐλπίδων τὸν νοῦν.
[16] οὐκοῦν ὅτι μὲν λοιμὸς ἦν τὸ κατέχον ἀπὸ τῆς τέχνης ἦν ἰδεῖν, τὸ δὲ ὅθεν ὁ λοιμὸς ἐμπεπτώκει, τοῦτο δὴ τοῦ μάντεως ἐγίγνετο. οὐκοῦν συνῆγε μὲν εἰς ἐκκλησίαν ὡς εὐδοκιμῶν ἀπὸ τῶν ἔργων, εὕρισκε δὲ τοῦ κακοῦ τὴν φύσιν ὡς ἰατρός. ἐκάλει δὲ ἐπὶ τὴν δήλωσιν τῆς αἰτίας τὸν ταῦτα ἀνιχνεύοντα τῇ μαντικῇ.
[17] ὁ δὲ ἔδεισεν, εἶτα ἐθάρρησεν, ἑκάτερον οὐκ ἄνευ λόγου. τὸν μὲν γὰρ Ἀγαμέμνονα λυπήσων ᾔδει καὶ διὰ τοῦτο ἐφοβεῖτο, λαβὼν δὲ ἐγγυητὴν τῆς σωτηρίας τὸν φόβον ἀνεῖλεν, ὥστε εἰκότως καὶ σιγᾷ τὴν πρώτην καὶ μετὰ τοῦτο φθέγγεται.
[18] Τῷ δὲ Ἀγαμέμνονι τὰ τρία λόγον ἔχει, καὶ τὸ τὸν μάντιν ὑβρίσαι καὶ τὸ τὴν θυγατέρα τοῦ Χρύσου ταχέως ἀποπέμψαι καὶ τὸ Ἀχιλλέως ἀφελέσθαι γέρας. τὸ μὲν γὰρ ὡς ἐρῶν ἐποίησε, τὸ δὲ ὡς τοῦ στρατοῦ κηδόμενος, τὸ δὲ ὡς τιμῆς ἀντιποιούμενος. ἤλγησεν. ἐπεθύμει γὰρ τῆς γυναικός. ἀπέδωκεν. ἠνάγκαζε γὰρ τὸ κακόν. ἀφαιρεῖται τὸ γέρας Ἀχιλλέως δεινὸν ἡγούμενος τῷ μὲν εἶναι, ἑαυτῷ δὲ μὴ εἶναι.
[19] ὁ δὲ τῆς μὲν κόρης ἀπέστη τὸν θεσμὸν τῆς ἀρχῆς αἰδούμενος, τοῦ πολέμου δὲ ἀπέστη παροινεῖσθαι μὴ φέρων καὶ ἅμα τοῖς Ἀχαιοῖς δεῖξαι βουλόμενος τὴν ἐν τῇ παρουσίᾳ ῥοπὴν ἐκ τῆς ἀπουσίας.
[20] Οὕτω πάντα μετ' ἀληθείας εἴρηται τῷ ποιητῇ, καὶ παραφρονοῦσι σαφῶς οἱ τὸν σοφώτατον Ὅμηρον κακῶς λέγειν ἐπιχειροῦντες.
[3][t][1] Οἱ τὸν Αἴαντα τὸν Ὀιλέως μὴ φάσκοντες ἃ τετόλμηκε περὶ τὴν Κασάνδραν τετολμηκέναι μηδ' ὅσα τούτοις ἠκολούθησε γεγονέναι δοκοῦσί μοι τοῦτο πάσχειν ὅπερ ἐγκαλοῦσιν αὐτοί, ψεύδεσθαί τε καὶ τοῖς ἀληθῶς πεπραγμένοις μάχεσθαι. πρῶτον μὲν γὰρ τί καινὸν ἢ κόρην κάλλει διενεγκεῖν ἢ τοῦτο στρατιώτην ἰδόντα θαυμάσαι ἢ θαυμάσαντα παθεῖν τι πρὸς τὸ κάλλος καὶ τοῦ καιροῦ διδόντος ἐξουσίαν μιγῆναι; [2] νενικηκότες γάρ, οἶμαι, καὶ τὴν τῶν πολεμίων μόλις ἑλόντες πόλιν ἐν τοῖς τῶν ἡττωμένων ἐτρύφων. τοῖς μὲν οὖν ἄλλοις ἄλλα ἐφαίνετο καλὰ καὶ ταῦτα ἐκτῶντο, Αἴαντα δὲ τὸ τῆς Κασάνδρας πρόσωπον πάντων ἔπειθε τῶν ἄλλων ὑπερορᾶν, καὶ ταύτην ἐδίωκεν. εὐχὴ δὲ ἄρα ἦν τοῖς Ἕλλησι πολεμοῦσι τοῖς ἴσοις τοὺς ἐναντίους ἀμύνασθαι καὶ περὶ τὰς ἐκείνων γυναῖκας δρᾶσαι τοῦτο ὃ περὶ τὴν Ἑλένην ἐκεῖνοι.
[3] τὴν Ἀθηνᾶν δὲ οὐκ αἰσχυνόμενος Αἴας οὐ καλῶς μέν, ἐρῶντος δὲ ἔργον ἔπραττεν. τοῦτο δέ ἐστιν ὑπὸ τοῦ κρατοῦντος ἄγεσθαι καὶ πάντα τολμᾶν ἀναγκάζοντος τοῦ θεοῦ. θεὸς τοίνυν ἐνίκα θεόν, ὁ Ἔρως τὴν Ἀθηνᾶν, μᾶλλον δέ, τὴν πρὸς ἐκείνην αἰδῶ τὰ τούτου βέλη, ὧν οὐδὲν πικρότερον οὐδὲ δυνατώτερον. τοῦτο ἀσθενῆ πάντα τἄλλα ποιεῖ, πατρὸς λόγους, μητρὸς δεήσεις, φίλων παραινέσεις, νόμων ἀπειλάς, ἐπεὶ καὶ τῶν μοιχευόντων ἕκαστος οἶδε μὲν ὡς οὔτε λαθεῖν ῥᾴδιον ἄλλως τε ἀποσφαγήσεται, χωρεῖ δὲ ὅμως ἐπ' ἐκεῖνα ἐν οἷς οἶδε ταῦτα ὄντα.
[4] καὶ τί δεῖ τὸν Ἔρωτα λέγειν καὶ τὴν Ἔρωτος δυναστείαν; ἀλλ' ἡ πενία τοὺς ἱεροσύλους ποιεῖ, καὶ νυκτὸς ἐπιθέμενός τις τοῖς ἀγάλμασι στεφάνους ἀφελόμενος τῶν κεφαλῶν ἀπῆλθε φέρων, οὐχ ὡς λήσων τοὺς θεοὺς οὐδ' ὡς μὴ ληψόμενος τῆς ἐκείνων πεῖραν ὀργῆς, ἀλλ' ὡς οὐκ ἐώσης τῆς παρούσης ἀπορίας οὐδὲν ἐκείνων λογίζεσθαι. καὶ ὅτι οὐκ ἴσον εἰς ἀνάγκην ἔρως τε καὶ τὸ σπανίζειν ἀργυρίου τίς τῶν ἁπάντων οὐκ οἶδεν;
[5] ὁ τοίνυν Αἴας τῷ λογισμῷ μὲν οὐδὲν ἔδρα, πάντα δὲ ἐπιθυμίᾳ, δι' ἣν ἴσως κἀκεῖνο ἔπειθεν ἑαυτὸν ὡς ἐκλέλοιπεν ἡ θεὸς ἑαλωκυῖαν τὴν πόλιν, τῆς δαίμονος δὲ ἀπούσης οὐδὲν ἀμείνων εἴη τῶν βεβήλων ὁ νεώς. ἡ δὲ ἔνδον τε ἦν καὶ τοῖς γινομένοις ἤλγει καὶ τῶν Ἑλλήνων ἡγεῖτο κοινὸν τὸ ἀσέβημα τῶν οὐδεμίαν ἐπιστροφὴν πεποιημένων. τούτῳ γὰρ ὁ μάντις τῶν ἄλλων βελτίων τῷ τὰ τοὺς ἄλλους διαφεύγοντα ἐπίστασθαι.
[6] καὶ οὐκ ἂν μὲν φαίην ὡς οὐκ ᾔσθοντο τῶν περὶ τὴν Κασάνδραν, ἡγοῦντο δὲ ἴσως, ὥσπερ ἄλλων πολλῶν οὐ λαμβάνουσιν οἱ θεοὶ δίκην, οὕτως οὐδὲ τούτων τὴν Ἀθηνᾶν ζητήσειν ἢ καί, νὴ Δία γε, ζητοῦσαν παρὰ μόνου λήψεσθαι τοῦ δεδρακότος. ἀπῆγεν, ὡς εἰκός, αὐτοὺς κἀκεῖνα τῆς περὶ αὐτὰ προνοίας ἥ τε ἀπὸ τοῦ νενικηκέναι χαρὰ καὶ ἡ περὶ τὴν λείαν σπουδὴ καὶ τὸ πρὸς τὴν θάλατταν ἤδη βλέπειν καὶ τὸ τοῖς παροῦσιν ἀγαθοῖς μὴ δεινὸν ἐπεισάγειν μηδέν.
[7] οἱ μὲν οὕτως ὧν ἥκιστα ἐχρῆν ἠμέλουν καὶ τῶν νεῶν ἥπτοντο, ὁ δὲ τὴν τῶν θεῶν ἄριστα γνώμην εἰδὼς ὁ Κάλχας ὁ καὶ τὸν λοιμὸν αὐτοῖς λελυκὼς τῇ τέχνῃ καὶ συνιεὶς τῆς ὀργῆς καὶ τὰ γενησόμενα δεινὰ προεώρα καὶ ὅπως τις ἔσται τῶν ἡμαρτημένων ἴασις συνεβούλευε σκοπεῖν καὶ τίς ἦν ἡ θεὸς πρὸς αὐτοὺς ἐφ' οἷς ὕβριστο παρελθὼν ἔφραζεν.
[8] ἐντεῦθεν ἐφέροντο ἐπὶ τὸν πεπαρῳνηκότα, ὁ δὲ ἐπὶ τὴν μόνην ‹ἣν› ἐν τοῖς τοιούτοις καταφυγὴν εἶδε, τοὺς βωμούς. οὐκοῦν ἐκεῖνοί τε ἔπραττον ἃ τῶν τὴν θεὸν δεδοικότων ἦν οὗτός τε ‹διέφευγε› τὴν τιμωρίαν; ἀποσπᾶν δὲ ἄνδρα τῶν βωμῶν ἐχόμενον οὔτε νόμιμον οὔτε καλὸν καὶ ταῦτα ὁμόφυλον καὶ στρατηγὸν κἀν τῇ τῶν Ἑλλήνων ἀκαιρίᾳ τὸν ὁμώνυμον πολλαχοῦ μεμιμημένον.
[9] ὅλως δὲ οὐκ εἶχε λόγον ταὐτὰ καὶ μέμφεσθαι καὶ ποιεῖν καὶ τὸ τὴν θεὸν ὀλιγωρεῖσθαι δεινὸν ἡγουμένους αὐτοὺς τῶν βωμῶν καταλύειν τὴν τιμὴν καὶ τὰ Αἴαντος κακὰ δι' αὐτῶν τῶν εἰς τὸν Αἴαντα μιμεῖσθαι.
[10] ταυτὶ μὲν ἐκεῖνον ἔσωσεν, ὡς δὲ πάλιν εἰς ἐκκλησίαν ᾔεσαν, οὐ ταὐτὰ τοῖς Ἀτρείδαις παρειστήκει φρονεῖν. τοῦτο δὲ οὐδὲν καινὸν μὴ τὰ αὐτὰ τοῖς συμβουλεύουσιν ἐφ' ἑκάστου τῶν πραγμάτων ἀρέσκειν, ἀλλὰ τῷ μὲν τοῦτο, τῷ δὲ ἕτερον δοκεῖν. τοῦτο τοίνυν καὶ τότε συνέβη τὸν μὲν πρεσβύτερον καὶ τῶν ὅλων ἐπιστατοῦντα τὸ συνοῖσον ἅπασι τοῖς Ἕλλησι καθορᾶν, τὸν δὲ Μενέλαον ἀμείνω τὰ χείρω νομίζειν.
[11] ἀπειληφὼς γάρ, οἶμαι, τὴν Ἑλένην καὶ οὐκέτι ἀξιῶν ὁμοίως εἴκειν Ἀγαμέμνονι καὶ σπεύδων ἀποδοῦναι τῷ μὲν οἴκῳ τὴν γυναῖκα, τὸν οἶκον δὲ τῇ γυναικὶ καὶ τὴν μὲν ἐπὶ πλέον διατριβὴν ἡγούμενος ζημίαν, εὔδαιμον δὲ ἐπιβῆναι τῆς Σπάρτης δεικνύντα τοῦ πολέμου τὸ ἆθλον, διὰ δὴ πάντα ταῦτα περὶ τοῦ δεῖν ἀποπλεῖν ἐμάχετο τῷ ἀδελφῷ συμβουλεύοντι μένειν κακῶς μὲν φρονῶν, ‹αὑτὸν δὲ τῶν κοινῇ› συμφερόντων προτιθείς.
[12] καὶ τοῦτο ἐμάνθανεν ἤδη πλέων ὁρῶν μὲν τὰς πολλὰς τῶν νεῶν ἀπολλυμένας, ὁρμιζόμενος δὲ εἰς Αἴγυπτον, οὐκ εἰς Λακεδαίμονα καὶ πενθῶν μὲν τοὺς ἀποπνιγέντας τῶν στρατιωτῶν, ὀδυρόμενος δ' ἑαυτὸν ἐν τῇ ξένῃ καθήμενος, δίκην ταύτην μεγίστην διδούς, ὧν ἕνεκα ἠπείγετο, ταῦτα ἡμαρτηκέναι.
[13]
θεοὶ δὲ ἀνθρώπους οὐ τοῖς αὐτοῖς κολάζουσιν εἴδεσιν, ἀλλὰ τὸν μὲν εἰς πενίαν ἐνέβαλον, τὸν δὲ παίδων ἀπεστέρησαν, τῷ δὲ τὸ σῶμα ἐπήρωσαν, καὶ τῷ μέν τις ἐτελεύτησεν, ὁ δὲ ζῶν ἐν πλάνῃ κακοπαθεῖ. ταύτην καὶ Μενέλαος ἐδίδου δίκην πόρρω μὲν ὢν τῆς οἰκείας, αἰσχυνόμενος δὲ τοὺς ζῶντας ὑπὲρ τῶν οἰχομένων, ἀντὶ δὲ τῆς ἐν Σπάρτῃ βασιλείας ‹ἀπολαύων› πολλῷ ταπεινότερα τῆς ἀξίας τῆς αὑτοῦ, περὶ θύρας ἀλλοτρίας ἠναγκασμένος περιπατεῖν.