[1]
[1] Εἰ καὶ δόξα τις κεκράτηκεν εἶναι τὸν Ἀχιλλέα θαυμαστόν, ἐπειδὴ τῶν πραγμάτων ἡ βάσανος οὐ τοιοῦτον δείκνυσι, γενώμεθα τῆς ἀληθείας μᾶλλον ἢ τῶν εἰκῆ δοκούντων καὶ φανήτω διὰ τῶν λόγων οἷος ἔστιν, οὐχ οἷος ὑπείληπται.
[2] Καὶ μή μέ τις οἰέσθω ἀντερεῖν ὡς οὐκ ἦν δίκαιος Αἰακός, Πηλεὺς δὲ σώφρων, ἢ συγχωροῦντα χρηστοὺς ἐκείνους γεγονέναι βλαβήσεσθαι πρὸς τὴν παροῦσαν ἀπόδειξιν. τοῦτο γὰρ αὐτὸ καὶ τὸ δεινόν ἐστιν, ὅτι βλέπων εἰς πατέρων ἀρετὰς ἐπὶ τὴν κακίαν ὥρμησε καὶ καλῶν αὐτῷ παραδειγμάτων ἑστηκότων οὐκ ἠβουλήθη μιμήσασθαι. τῷ μὲν γὰρ ἐκ φαύλων, εἰ μὴ ποιοῖτο λόγον τοῦ κρείττονος, ἔνι συγγνώμη· τῷ δ' οὐ παρέχοντι τῶν προγόνων ἄξιον ἑαυτὸν οὐκ ἔστι παραίτησις, ἀλλὰ τοσούτῳ μειζόνως μισεῖται, ὅσῳ τοὺς προγόνους ἀρνεῖται τῷ τρόπῳ.
[3] ὅτι τοίνυν τοιοῦτος ἦν Ἀχιλλεὺς δείξω σαφῶς τοσοῦτον ὑπειπὼν ὡς οἱ σεμνύνοντες αὐτὸν λέγουσιν ὑπὸ τροφεῖ τῷ Χείρωνι μυελοὺς λεόντων ἀντὶ γάλακτος γενέσθαι οἱ τὴν τροφήν. ἔστω τοίνυν θεῖον γενέσθαι τὸν Κένταυρον, καίτοι τίς ἂν πιστεύσειε συντεθῆναι σώματος εἶδος ἐξ ἀνθρώπου καὶ ἵππου; καὶ περὶ τῆς τροφῆς οὐκ ἀμφισβητήσας ἐκεῖνο φαίην ἄν, ὅτι ἡ πρέπουσα τοῖς ἀνθρώποις τροφὴ τὸ γάλα καὶ τῷ νόμῳ συμβαίνει τῆς φύσεως. ὅτῳ δὲ μὴ κατὰ τοῦτο τραφῆναι συνέβη, τοῦτο εἰς ἐλάττωμα τῷ τραφέντι σαφῶς ἀφῖκται. ἡμέροις ἐκεῖνο πρέπον, τοῦτ' ἂν θηριώδεις ποιοίη.
[4] Ἀλλ' ἐάσθω ταῦτα, μὴ καὶ λίαν ἀκριβολογώμεθα. τὸν στρατιώτην δὲ δοκιμάζωμεν τὸν ἤδη δυνάμενον τοῖς ἔργοις ἀρκεῖν ἔλθωμέν τε ἐπὶ τὸν Τρωϊκὸν πόλεμον κἀκεῖθεν λάβωμεν τὴν ἐξέτασιν, ἵν' εἰδῶμεν τί τῶν ἄλλων ποιούντων ἐν τίσιν ἦν ὁ θαυμαστὸς Ἀχιλλεύς.
[5] Οὐκοῦν ἦγε μὲν ὀργὴ δικαία τοὺς Ἕλληνας ἐπὶ τὴν Πριάμου πόλιν καὶ τιμωρίαν ἔδει λαμβάνειν παρὰ τῶν βαρβάρων τῆς ὑπ' ἐκείνων ὕβρεως, τῶν λοιπῶν δὲ τὸν καιρὸν ἁρπαζόντων, καὶ τῶν γενναίων καὶ τῶν οὐ τοιούτων, καὶ οὐδὲ Θερσίτου μένοντος οἴκοι τοῦ πρόφασιν ἔχοντος εἰς τὴν μονὴν δικαίαν τὴν τοῦ σώματος βλάβην μόνος Ἀχιλλεὺς οὐκ ἐν ὅπλοις ἦν, ἀλλ' ἐν Σκύρῳ μετὰ τῶν παρθένων καὶ τὴν σκευὴν ἀποθέμενος τὴν πατρῴαν ἐοικέναι γυναιξὶν ἐσχηματίζετο.
[6] τοῦτο δὲ εἴτε ἄκων εἴτε ἑκὼν αὐτῇ τῇ μητρὶ χαριζόμενος ἔπλαττεν, ἀμφοτέρωθεν οὐ καλόν. μὴ γάρ μοι μηδὲ γονεῦσι χαριζέσθω μηδεὶς ἀφ' ὧν ἄδοξος ἔσται μηδὲ εἰ κακῶς ἐκεῖνοι βεβούλευνται, βεβαιούτω παρεὶς ἀντιλέγειν.
[7] ἐγὼ γὰρ ἠξίουν τόν γε ὄντως ἀγαθὸν ἐξελεῖν τὸ δέος τῆς μητρός, παραθαρρῦναι, διαλεχθῆναι περὶ δόξης, ἀντιστατῆσαι τῷ φόβῳ τὸ κλέος, ἀλγῆσαι, δακρῦσαι, πεῖσαι τὴν βουλομένην φυλάττειν ὅτι τοῦτο θανάτου χαλεπώτερον, καὶ μὴ πείθοντά γε τούτῳ μόνον ἀνιᾶσαι τὴν μητέρα τῷ καὶ ἀκούσης γενέσθαι γενναῖον.
[8] ἐπεὶ δὲ ἧκέ ποτε τέχνῃ καὶ μόλις ἐπὶ τὴν Τροίαν, τὴν ἑαυτοῦ τάξιν ὑπερβὰς ἐπειρᾶτο τὸν Ἀγαμέμνονα τῆς ἀρχῆς ἐκβαλεῖν καὶ συνῆγεν ἐκκλησίαν ἄκυρος ὢν τοῦ παντὸς καὶ τοὺς ἰδιώτας ἔπειθεν ἀναισχυντεῖν πρὸς τὸν ἄρχοντα τὴν ἑαυτοῦ ῥοπὴν ὑπισχνούμενος.
[9] τοῦ δὲ Ἀγαμέμνονος αὐτὸν σωφρονίζοντος καὶ παιδεύοντος καὶ πειρωμένου βελτίω ποιεῖν τῇ τῆς κόρης ἀφαιρέσει πεσὼν εἰς θυμὸν καὶ τὸν λογισμὸν ἀπολέσας καὶ κατασχεθεὶς ὑπὸ τῆς ὀργῆς τί μὲν οὐκ εἶπε; τί δὲ οὐκ ἔδρασεν; ὡς δὲ πάντα τὰ κακὰ ὑβρίζων διεξεληλύθει, τελευτῶν ὥρμησεν ἐπ' αὐτὸν ἐν μέσοις τοῖς Ἀχαιοῖς μετὰ τοῦ ξίφους καὶ εἰ μὴ θεῶν τις ἐκώλυσεν, ἐπέπρακτο ἂν τὸ πρᾶγμα ‹τὸ› δεινόν.
[10] ὁ δὲ ἐπὶ τούτοις ἀφίσταται τοῦ συμμαχεῖν καὶ πρὸς τὴν γυναῖκα βλέπων ἀπιοῦσαν ἔκλαε καὶ κατηρᾶτο τοῖς οἰκείοις καὶ οὐδὲ τὰ μικρὰ ταῦτα φέρειν ἠπίστατο καὶ μεθίστη τὴν εὔνοιαν ἐπὶ τοὺς Τρῶας καὶ ὅλως μετεβέβλητο διὰ μίαν αἰχμάλωτον.
[11] καὶ οὐκ ἔστιν εἰπεῖν ὡς ὠργίσθη μέν, ἑαυτοῦ δὲ ταχέως ἐγένετο καὶ πάλιν ἐκοινώνει τῶν πόνων, ἀλλ' οὕτως ἀθάνατα ἐμήνιεν ὥστε τοὺς οἰκείους ὁρῶν πράττοντας κακῶς καὶ πρέσβεις ἥκοντας ἐπὶ τῷ λῦσαι τὰ ἐγκλήματα καὶ πολλῶν λόγων ἀκούσας καλῶν ἔμενεν ἐν τούτοις ἃ μηδὲ τὴν ἀρχὴν ἔδει ποιεῖν, οὐ τὴν Αἴαντος συγγένειαν αἰδεσθείς, οὐ τὴν Φοίνικος πολιάν, οὐ τοῦ τροφέως τὰ δάκρυα.
[12] καίτοι παρὰ τῶν φύσει πολεμίων πρέσβεις ‹ἥκοντας› ὁρῶντες οἱ πεπονθότες κακῶς ἐν ταπεινῷ τῷ σχήματι τὸν θυμὸν καταλύουσι καὶ σπεισάμενοι φιλανθρωπίας ἀξιοῦσιν. ὁ δὲ Ἕλλην, ὁ Πηλέως, ὁ πολλὰ δίκαια πρὸς τοὺς Ἀχαιοὺς ἔχων ἀπράκτους ἀπέπεμψε πρέσβεις αἰδεσίμους καίπερ οὕτως εὐλόγως ἥκοντας.
[13] καὶ εἰ μέν τις αὐτὸν ἤρετο τί πεπονθὼς χαλεπαίνει, τὸν Ἀγαμέμνονα εἶπεν ἂν καὶ τὰ παρ' ἐκείνου, τὸ δίκην δὲ παρὰ τῶν οὐδὲν εἰς αὐτὸν ἠδικηκότων λαμβάνειν οὐδὲν ἡγεῖτο δεινόν. ἀνδρὸς γὰρ ἦν, οἶμαι, μὴ πικροῦ καὶ ἀνιαροῦ καὶ τοῖς θηρίοις ἐοικότος μετὰ τῆς μηδὲν ἠδικηκυίας στρατιᾶς σῶσαι τὸν λελυπηκότα ἢ διὰ τὴν πρὸς ἐκεῖνον ὀργὴν πάντας ἀπολέσαι.
[14] Τοιοῦτος τοίνυν ἐξ ὧν εἶπον πεφηνὼς ἔτι ἀτοπώτερος ἐν τοῖς δευτέροις εὑρίσκεται. τῆς γὰρ τύχης λαμπρότερον μετὰ τῶν Τρώων ἀνθισταμένης καὶ τῶν Ἑλλήνων πιεζομένων ὥστε καὶ ἐμπεπρῆσθαι τὰς ναῦς οὐδ' ὑπὸ τοῦ πυρὸς διηλλάττετο, ἀλλ' ὥσπερ αὐτὸς μετὰ τῶν πολεμίων εἰργασμένος καὶ Πριάμῳ σύμμαχος ἥκων ἔχαιρε μετὰ τῶν νενικηκότων.
[15] καὶ τοῦ Πατρόκλου κλάοντος πρὸς τὰς ἐκείνων τύχας καὶ θρηνοῦντος τοὺς τετρωμένους καὶ διδάσκοντος ὡς οἴχεται τὰ τῶν Ἑλλήνων ἐπετίμα τοῖς δάκρυσι καὶ τὴν φιλανθρωπίαν ἐκάκιζε καὶ τὸ τοὺς ὁμοφύλους ἐλεεῖν ἐν ὀνείδει προὔφερεν. ὡς δ' ἐκεῖνος ἔμενε δεόμενος καὶ πάντα κινῶν, ὅρα, τί ποιεῖ; μένει μὲν αὐτὸς ἐπὶ τῆς σκηνῆς, δίδωσι δ' ἐκείνῳ τὴν σκευὴν καὶ τὸ στράτευμα καὶ συνῆγεν εἰς ταὐτὸ διαλλαγὰς καὶ μῖσος. τὸ μὲν γὰρ ἀναστῆσαι τὸν ἑταῖρον εἰς συμμαχίαν διηλλαγμένου, τὸ δὲ μὴ αὐτὸν εἶναι τὸν παραταττόμενον θυμουμένου.
[16]
ἐχρῆν δέ, οἶμαι, τὸν μὲν πεπαυμένον τῆς ὀργῆς ἐξιέναι, τὸν δ' ἐπ' αὐτῆς ὄντα μηδενὶ λόγῳ βοηθεῖν. ὁ δὲ τὸ μὲν ποιεῖ μισοῦντος, τὸ δὲ κηδομένου. ποίας ταῦτα παιδείας; μᾶλλον δέ, τίνος οὐκ ἐμπληξίας σχίζεσθαι τὴν γνώμην καὶ μὴ ἔχειν ὁρᾶν τί ποιῶν ἀμείνων ἔσται;[17] ἐπεὶ δ' ἔπεσεν ὁ Πάτροκλος καὶ οὐκέτ' ἦν οὐδὲ βουλομένῳ καθῆσθαι καὶ τὸν ἐκείνου φονέα μετῄει σφοδρῶς καὶ εἶδεν αὐτὸν καὶ ἐμονομάχει, ποῖός τις κἀνταῦθα γίνεται; τέχνῃ μὲν οὐ λαμπρός, τύχῃ δὲ μέγας οὐδὲ ὡς ἀμείνων ἐκράτησεν Ἕκτορος, ἀλλ' ἀπέσφαξεν ἠτυχηκότα. καὶ τὸ ἔργον ἦν τῶν οὕτω κρινάντων θεῶν, πρὸς ὃ κἂν ὁ φαυλότατος τῶν Ἑλλήνων ἤρκεσε.
[18] Δῶμεν τοίνυν αὐτὸν πάντων ἄριστον εἶναι μάχεσθαι καὶ παραθέντες κακίαν ἧς ἔγεμε σκοπῶμεν εἰ μὴ διὰ ταῦτα μισεῖσθαι μᾶλλον ἄξιος ἢ δι' ἐκεῖνο θαυμάζεσθαι. ὥσπερ γὰρ οὐδενός τινος ἵππου τάχος ὠφέλιμον δι' ἀμαθίαν οὐδ' ἔστιν οὐδεὶς οὕτω κακοδαίμων ὅστις ἐθέλει κεκτῆσθαι θρέμμα οὕτως ἄχρηστον, οὕτως οὐδὲ ἀνδρὸς μετὰ πολεμικῆς ἐμπειρίας πονηρίᾳ συζῶντος. πλέον γὰρ ἂν βλάψειεν ἢ δοίη κερδᾶναι.
[19]
ὅρα τοίνυν ὅπως καὶ τὴν νίκην κατῄσχυνεν ἐν οἷς μετὰ τὴν νίκην ἔπραξεν. Ἕκτορος ὁ νεκρὸς εἵλκετο τεθνεῶτος ἐξημμένος τοῦ ἅρματος. ὁ δ' οὕτως ἦν ἀνόητος ὥστε λυπεῖν ᾤετο τὸ σῶμα ἀναίσθητον καὶ οὐκ εἶχε συνιδεῖν ὅτι ὃν μὲν ἡγεῖτο λυπῆσαι, τοῦτον οὐχ ὕβριζεν, ὑβρίζετο δὲ ὁ τῆς φύσεως ἐν τῷ τετελευτηκότι νόμος ὃς τὸν ἀπελθόντα γῇ κρύπτεσθαι βούλεται.[20]
παρὰ ποίων ταῦτα βαρβάρων ἔμαθεν Ἀχιλλεύς; τίς αὐτὸν ἐδίδαξεν ὡς ἄρα προσήκει καὶ κειμένοις πολεμεῖν; ὁ δὲ καὶ τὸν νεκρὸν πεποίηται πρόσοδον. καὶ τὸ σῶμα Πρίαμος μὲν ὁ πατὴρ ὠνεῖτο πολλῶν χρημάτων, ἐπώλει δὲ ὁ λαμπρὸς Ἀχιλλεὺς καὶ οὓς ᾐκίζετο τεθνεῶτας, ἀπὸ τούτων ἐπλούτει.[21] Καὶ οὐκ ἐν τούτοις μόνον ἔξω τῶν Ἑλληνικῶν ἐφέρετο νόμων, ἀλλὰ καὶ τῷ Πατρόκλου τάφῳ τιμὰς ἀλλοκότους εὕρισκεν ἀντὶ βοσκημάτων αἰχμαλώτους σφάττων ἐν τῇ πυρᾷ. καίτοι τίς οὐκ οἶδεν ὡς ὁ πολέμιος ἁλοὺς οὐκ ἔτ' ἐστὶ δυσμενής, ἀλλ' ὑπ' αὐτοῦ τοῦ κεκρατῆσθαι μεταβάλλει τὴν προσηγορίαν ἱκέτης ἀντ' ἐχθροῦ καλούμενος.
[22] Εἶτ' ἐπὶ τούτοις ἀνέξομαι τῶν λεγόντων ὡς ἄριστος Ἀχιλλεὺς τῶν ἐπὶ Τροίαν ἐλθόντων; τίνος ἕνεκα; τῆς ἀσελγείας; τῆς παροινίας; τῆς ἀσπονδίας; τῆς ἀπληστίας; τῆς ἀσεβείας; τῆς ἀκρασίας; ἣν οὐχ ἡ Βρισηὶς ἐλέγχει μόνον ζῶσα κόρη, ἀλλὰ καὶ νεκρά. οὗτος γάρ ἐστιν ὁ τῆς Ἀμαζόνος μετὰ τὸν φόνον ἐρῶν καὶ τῇ Πενθεσιλείᾳ κειμένῃ ἐπιχυθείς. καί, νὴ Δία γε, εἰκότως. τῆς γὰρ αὐτῆς ψυχῆς καὶ πολεμεῖν νεκροῖς καὶ νεκρῶν ἐρᾶν.
[23] οὗτος ἔστιν ὃν ἐποίει προδότην τῶν ὁμοφύλων τῆς Πολυξένης τὸ κάλλος. ὡς γὰρ εἶδεν αὐτήν, καὶ ἐθαύμασε καὶ τῶν πολεμίων ἦν καὶ ὡς μὲν δοῦλος ἀφροδισίων ἐμνήστευεν, ὡς δὲ ἠλίθιος τοῖς ἐχθροῖς ἐπίστευε καὶ τῇ τῆς πίστεως ἐλπίδι δελεασθεὶς ἐν χερσὶ τῶν δυσμενῶν ἦν καὶ ἀπεσφάττετο παῖδα καταλιπὼν τῆς μανίας κληρονόμον τὸν Νεοπτόλεμον, ᾗ χρώμενος ἐν Δελφοῖς περὶ τὸν νεὼν ἀπεσφάττετο.
[2][t][1] Ἀλλ' οὐδὲ τὸν Ἕκτορα φήσαιμ' ἂν εἶναι γενναῖον, κἂν εἴ τισιν ἔδοξεν. οὔτε γὰρ ἀγαθὸς ἀνὴρ οὔτε ἐκ τοιούτων. τίς μὲν γὰρ οὐκ οἶδεν αὐτὸν βάρβαρον, τίς δὲ οὐ τοὺς βαρβάρους ἐγγυτάτω τῶν θηρίων ἥκειν; τῷ δὲ ἄρα καὶ Φρύγα εἶναι συνέβαινεν, ἐν δὲ τῇ κλήσει ταύτῃ τὴν δειλίαν ὅση τοὺς Φρύγας ἔχει τίς ἀγνοεῖ; [2] τὸ δὲ Ἴλιον εἰς ἀκοὴν ἀνθρώποις ἐρχόμενον ἀθυμίαν φέρον προσέρχεται. ῥηθὲν γὰρ τοὔνομα συμφορῶν πλήθους ἀναμιμνήσκει καὶ δὴ ὅστις βούλεται μέγα σημῆναι πάθος, Ἰλιάδα προσαγορεύει κακῶν. πρὸς τοιαύτην ἥκει παροιμίαν ἡ τῆς ἐκείνου πόλεως τύχη.
[3] τοὺς προγόνους δὲ αὐτοῦ λαμπροὺς οὐκ ἂν εὕροι τις ἀπ' ἐκείνων ἃ τοὺς ἄλλους εἴωθε ποιεῖν, ἀγῶνας λέγω καὶ μάχας καὶ πολέμους καὶ τρόπαια καὶ τὸ συμμαχῆσαι φίλοις καὶ τὸ κολάσαι δυσμενεῖς καὶ τὸ μείζω καταστῆσαι τὴν ἀρχήν, εἰ μὴ τοῦτό τις ἡγεῖται λαμπρὸν τὸ καταφρονεῖν τῶν θεῶν καὶ παροινεῖν εἰς τὸν εὐεργέτην Ἡρακλέα καὶ τὰς συνθήκας παραβαίνειν. ταῦτα γὰρ τὰ Λαομέδοντος, ἀλλ' οὐκ ἐμέμψατο τὴν δίκην, ἀλλ' ἑώρα τὴν πόλιν κειμένην ὑφ' Ἡρακλέους.
[4] καὶ τοιούτων ἐπειρᾶτο κακῶν καὶ ὁ παῖς μὲν ἐκείνου, πατὴρ δὲ Ἕκτορος. ὃν ὅτι ἐκτρέφει γενόμενον, ὡς ἐν βαρβάροις εἰκὸς καὶ τυραννίδι, ἐν μέθῃ καὶ ὕβρει καὶ ἀπαιδευσίᾳ, δῆλον ἐκ τῆς κακίας ἣν ἔδειξεν εἰς ἄνδρας ἐλθών.
[5] ἐπιχειροῦντος γὰρ τοῖς μεγίστοις ἀδικήμασιν Ἀλεξάνδρου καὶ παρεσκευασμένου πλεῖν εἰς Πελοπόννησον ἐφ' ἁρπαγῇ τῆς Ἑλένης καὶ φανερῶς ναυπηγουμένου καὶ πόλεμον εἰσάγοντος εἰς τὴν Τρωάδα βαρύν, οὐ γὰρ ἦν ἄδηλον ὡς οἱ πεπονθότες κακῶς καὶ τιμωρίαν ζητήσουσιν, ὁρῶν ταῦτα ἐκεῖνος οὐ παρῄνεσεν, οὐκ ἀπέτρεψε μὴ τολμᾶν, οὐκ ἔπεισεν, οὐκ ἠνάγκασεν, οὐδὲν οὔτε μικρὸν οὔτε μέγα ἐποίησε κωλύων τὴν ἀδικίαν.
[6] εἰ δ' ὁ μὲν ἔπλει καὶ ἐλάμβανεν, ὁ δ' ἐξὸν ἐπισχεῖν ἐνεδίδου πλεῖν, ἐκοινώνει τῶν πονηρευμάτων τῇ γνώμῃ, μᾶλλον δέ, πᾶν εἰς αὐτὸν ἔρχεται τὸν κύριον ὄντα μὴ συγχωρῆσαι ταῦτα γενέσθαι.
[7] Ἆρ' οὖν, ἐπειδὴ ταῦτα παρεῖδε καὶ ἦν ἡ Μενελάου γυνὴ παρὰ τοῖς Τρωσὶ καὶ κίνησις ἐγεγόνει μεγίστη τῶν ‹Ἑλλήνων› ἀπαιτούντων ἡμέρως τὸ πρῶτον καὶ οὐκ ἐν τοῖς ὅπλοις εὐθύς, διωρθώσατό τι τῶν οὐ καλῶς ἠμελημένων καὶ παρελθὼν ἀπέδωκε τὴν ἄνθρωπον καὶ τὴν πόλιν ἠλευθέρωσεν ὀλέθρου σαφῶς; οὐκ ἔστιν.
[8] ἀλλ' ὁρῶν πρεσβείαν ἐπὶ δικαίοις ἀφιγμένην καὶ τὴν πόλιν ἄγων διὰ τὸ γῆρας τοῦ πατρὸς καὶ κυριώτερος ὢν Ἀλεξάνδρου καὶ τοῖς ὅλοις ἐφεστηκὼς οὐκ ἐξέβαλε τὴν ὑπόθεσιν τῶν συμφορῶν, ἀλλ' ἐπιστάμενος ὡς ἐπὶ τῇ πόλει πάσῃ τὸ γύναιον μένει, μᾶλλον Ἀλεξάνδρου τὰς ἡδονὰς ἐθεράπευεν ἢ δι' ὧν ἔσται σώζεσθαι προὐνοεῖτο.
[9] πόλεμος ἐντεῦθεν καὶ τῶν Ἑλλήνων ἡ στρατιὰ τοὺς ὁμόρους ἔφθειρε. τοῦτο δὲ ἀσθενῆ τὰ τῶν Τρώων ποιήσειν ἔμελλεν. ἆρ' οὖν ἐκινήθη, παρωξύνθη, τὰ ὅπλα ἔλαβε, δύναμιν ἄγων ἧκε τοῖς κακουμένοις; οὐκ ἔστιν. ἀλλ' ἐκάθητο τὸν ἐμπρησμὸν περιμένων ὁπότε λήψεται τῆς πόλεως.
[10] καὶ δὴ προσέσχον τῇ ἐκείνου φερόμενοι καὶ τὰς ναῦς καθελκύσαντες τοὺς περιοίκους ἥρπαζον. πάλιν Ἕκτωρ τὰ τῶν γειτόνων κακὰ ἐπυνθάνετο, παρῆν δὲ τῶν πορθουμένων οὐδενί. τὴν ᾐόνα τῶν σκηνῶν ἐνεπίμπλασαν οἱ Ἕλληνες, ὁ δὲ ἀπὸ τῶν τειχῶν μετ' αὐτῶν ἐθεᾶτο τῶν γυναικῶν. τὸ σεμνὸν δὲ ἦν προκύψαι τῶν πυλῶν, οὐκ ἐπ' ἔργοις καὶ μάχαις, ἀλλ' ὥστε προσιόντων πολεμίων φεύγειν.
[11] μέγας γάρ, νὴ Δία, καὶ φοβερὸς Ἀχιλλεύς, καὶ οὐκ ἦν ἐνεγκεῖν τὸν Πηλέως. καλῶς. ὃν δὲ ἐκεῖνος ὠργίζετο χρόνον καὶ τῶν πραγμάτων ἀφειστήκει καὶ λαμπρᾶς ἀπήλαυον τῆς τύχης οἱ Τρῶες, ἔδειξεν ἐν τούτοις ἀρετῆς τι μετέχον; ποίας; οὐ τοὺς ὅρκους ὁρῶν ὀλιγωρουμένους καὶ συνθήκας λυομένας καθ' ἃς Ἀλεξάνδρῳ Μενέλαος ἐμονομάχει τὴν ἡσυχίαν ἦγεν; ἀλλὰ τί χρῆν ποιεῖν; ἀποσπάσαντα τὴν Ἑλένην δοῦναι τῷ νενικηκότι καὶ τὸν Ἀλέξανδρον δειλὸν ὄντα κελεῦσαι μὴ τῶν ἀλλοτρίων ἔχεσθαι.
[12] οὐ τοῦ Διομήδους εὐδοκιμοῦντος καὶ τοῖς ἐναντίοις ἐμπίπτοντος καὶ τοῦ καιροῦ ζητοῦντος στρατιώτην ἀρκοῦντα στῆσαι τὴν συμφορὰν ἀφεὶς τὴν τάξιν τῆς μάχης Ἑκάβῃ τῇ μητρὶ διελέγετο καὶ τῇ γυναικὶ συνῆν καὶ ταῖς εὐχαῖς ἀντὶ τῶν ὅπλων ἐχρῆτο;
[13] οὐχ οὗτος ὁ θρασὺς μὲν προκαλέσασθαι, φαῦλος δὲ μαχέσασθαι, καὶ τοῖς μὲν ῥήμασι λαμπρός, τοῖς δὲ ἔργοις ταπεινὸς οὗτος παρ' Αἴαντος λίθῳ κατενεχθεὶς μόλις ἀναστὰς ἐπινίκιον ᾖσεν εἰς τὸν ἐχθρόν;
[14] καὶ τί δεῖ λέγειν τὸν Πηλέως καὶ τὸν Τελαμῶνος; οὐ τὸν Ἀτρέως ἔτρεμε; πρὸ γὰρ τῆς Ἀγαμέμνονος πληγῆς οὐδαμοῦ φαίνεται, μετὰ ταῦτα δὲ ἦγε καθ' Ἑλλήνων ἀξιῶν εἶναί τις.
[15] Ἤδη τοίνυν τις αὐτὸς μὲν οὐκ ἔσχε τὸ δέον εὑρεῖν, ἑτέρῳ δὲ ἠκολούθησεν εὑρόντι, τοῦτο δὲ ἔλαττον εἰς εὐφημίαν ἐκείνου, σῶσαι δὲ ἀρκεῖ τὸν πειθόμενον. Ἕκτωρ δὲ μετὰ τῆς ἀνοίας ἀπείθειαν εἶχε καὶ οὔθ' ἑώρα οὔτ' ἐπείθετο καὶ τοῦ Πολυδάμαντος καταφρονῶν ἄχρηστον ἐποίει παρὰ τῷ στρατοπέδῳ τὴν ἐκείνου σύνεσιν τῷ τέλει μανθάνων ὡς ἄρα πεπεῖσθαι κάλλιον ἦν.
[16] Ὁ δὲ τῆς Πατρόκλου μεμνημένος τελευτῆς ἐν ἐπαίνοις Ἕκτορος οὐκ οἶδεν ἀντ' Εὐφόρβου τὸν Ἕκτορα θαυμάζων. οὐχ ὁ κειμένοις ἐπεμβαίνων ἀνδρεῖος, ἀλλ' ὁ πρῶτος κατενεγκών, ὧν τὸ μὲν Εὐφόρβου, τὸ δὲ Ἕκτορος. ὅταν δὲ ἐννοήσω τὴν αἰτίαν δι' ἣν ἐπεθύμει κρατῆσαι τοῦ σώματος, ὁρῶ τὸν βάρβαρον ἀκριβῶς καὶ μισῶ τὸν τρόπον. ἐπὶ γὰρ ὕβρει λαβεῖν ἔσπευδε καὶ τῷ τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τὰ τῶν θηρίων ἐπὶ τὸν οἰχόμενον ἐζήλου.
[17] καὶ τὴν μὲν γνώμην ἔδειξεν οἷς ἐβούλετο, τὴν δὲ ἀσθένειαν οἷς οὐκ ἴσχυε, τὸ δὲ οὐ δικαίως ἐπιχειρῆσαι τῷ δικαίως αὐτὸς παραπλήσια παθεῖν. ὡς γὰρ ἔπεσεν ὑπ' Ἀχιλλεῖ θράσει μὲν ἔξω τείχους μείνας, δειλίᾳ δὲ προσιόντος φυγών, ἀπεσφαγμένος εἵλκετο καὶ ὑβρίζετο πάσχων ἃ δρᾶσαι βουληθεὶς οὐκ ἔσχε. καὶ τὸ δὴ καινότατον, ἐπράθη νεκρὸς ὑπὸ τῶν πολεμίων τῷ πατρί.
[18] Μὴ δὴ συγχωρείτω τις ἄριστον εἶναι τῶν Πριαμιδῶν τὸν Ἕκτορα. τὸ μὲν γὰρ τῶν ἄλλων ἄδηλον, πῶς ποτ' ἂν ἐχρήσαντο τοῖς τρόποις τὴν ἀρχήν, τοῦ δὲ τὴν κακίαν ἑωράκαμεν ἐν τῷ κρατεῖν.
[19] Καὶ τὸ δὴ πέρας τῶν κακῶν, Ἀνδρομάχη ἐμίγνυτο Νεοπτολέμῳ τῷ παιδὶ τοῦ τὸν Ἕκτορα ἀποκτείναντος, τὸν δὲ παῖδά τις ἐκείνου λαβὼν ἔρριψεν ἀπὸ τοῦ τείχους.
[3][t][1] Εἰ τοὺς πονηροὺς ψέγειν δίκαιον καὶ τοῖς τοῦτο ποιοῦσιν ἔπαινον ἔχον, οὐκ οἶδ' ὅτου με χρὴ κατηγορεῖν ἀφέντα Φίλιππον. τύραννος μὲν γὰρ τῶν ἐν ἀνθρώποις κακῶν τὸ χείριστον, τῶν δὲ τυράννων ἁπάντων Φίλιππος.
[2] τί γὰρ ἄν τις εἴποι περὶ αὐτοῦ καλόν; τὴν πατρίδα; βάρβαρος ἦν. τὸ τῆς πόλεως μέγεθος; καὶ τί φαυλότερον τῆς Πέλλης; οἱ πρόγονοι δὲ αὐτοῦ δοκοῦντες ἄρχειν ἐδούλευον δεχόμενοι μὲν ἐπιτάγματα παρὰ τοῦ Περσῶν βασιλέως, φόρους δὲ φέροντες τῇ τῶν Ἀθηναίων πόλει.
[3] παῖς δὲ ὢν Ἀμύντου Φίλιππος, ὁ δὲ Ἀμύντας ἀπ' οὐδενὸς ἔργου λαμπρός, ἐν ἤθεσι βαρβαρικοῖς ἐτύγχανε τραφείς, ἐν οἷς οὐ μουσικῆς ἔρως, οὐ σοφίας ἄσκησις, οὐκ ἐπιθυμία λόγων, οὐ σωφροσύνης φροντίς, οὐ δικαιοσύνη τίμιον, ἀλλ' οἶνος πολὺς καὶ μέθη καὶ πλησμονὴ καὶ χαρίσασθαι ταῖς ἡδοναῖς καὶ μηδὲν τῶν αἰσχίστων ὀκνῆσαι.
[4] ταῦτα ἐμάνθανε Φίλιππος, ἐν τούτοις ἐπαιδεύετο, ἀπὸ ταύτης τῆς μελέτης εἰς ἄνδρας ἧκε. παῖς δὲ ὢν ἔτι παρὰ Θηβαίοις ὡμήρευεν. ὃ σημεῖον ἦν τῆς τοῦ πατρὸς ἀσθενείας, δεῖγμα δὲ τῆς τούτου κακοδαιμονίας τὸ τῶν οἰκείων ἀπεῖναι. οὐ μὴν ἠμέλητο παντάπασι παρὰ τοῖς Θηβαίοις, ἀλλ' ἔμενεν αὐτοῦ Παμμένους ἐρώμενος καὶ νέος ἐραστής, ὁ δὲ φιλάνθρωπός τε ἦν καὶ ἐχαρίζετο.
[5] παραλαβὼν δὲ τὰ πράγματα καὶ σωθεὶς σαφῶς ὑπ' Ἀθηναίων ἐπὶ τοὺς σεσωκότας τῷ ἑαυτοῦ ἐχρήσατο τρόπῳ τὴν Ἀμφίπολιν ἀποστερῶν, τὴν Ποτίδαιαν ἁρπάζων. πολλὰς μὲν εἷλε πόλεις, μετὰ δὲ καλοῦ σχήματος οὐδεμίαν. οὐδὲ γὰρ μαχόμενος κρείττων ἐγένετο τῶν ἀνδρῶν, ἀλλὰ δελεάζων καὶ κολακεύων καὶ φιλίαν πλαττόμενος καὶ δωρούμενος τὰ πατρῷα δούλους εἶχε τοὺς λαμβάνοντας. θαυμαστὸν δὲ ἦν οὐ τὸ σύνταγμα τῶν Φιλίππου στρατοπέδων, ἀλλὰ τὸ χρυσίον ὃ τοῖς πολιτευομένοις ἤρχετο. τοιαῦτα γὰρ τἀκείνου μηχανήματα, δοῦναι, φενακίσαι, παρακρούσασθαι.
[6]
χρηστὴ μὲν ἡ ἐπαγγελία, παμπόνηρα δὲ τὰ ἔργα. τὴν Ἀμφίπολιν πολιορκῶν ὑπὲρ Ἀθηναίων ἔφασκε τοῦτο ποιεῖν, ὡς δὲ εἷλεν, ἐζήτουν εὐθὺς οἱ Ἀθηναῖοι καὶ τὴν Ποτίδαιαν. Θετταλοῖς ἔδοξε ‹τὴν› τυραννίδα καταλύειν καὶ πιστευθεὶς εὐθὺς ἐφίστη τυραννίδα χαλεπωτέραν. Ὀλυνθίοις ἠφίει τι χωρίον ὡς δὴ φιλόδωρος, καὶ μικρὸν ὕστερον οὐδαμοῦ τῆς Θρᾴκης Ὀλύνθιοι, μᾶλλον δὲ οἱ Χαλκιδεῖς, δύο καὶ τριάκοντα πόλεις.[7] καίτοι τοιαῦτα ποιῶν οὐ Χαλκιδεῦσιν ἐπολέμει μόνον, ἀλλὰ καὶ τοῖς θεοῖς, οἳ παρ' ἐκείνοις ἐτιμῶντο, ὧν οὐκ ἔδεισε ‹μῆνιν› κατασκάπτων ἱερὰ καὶ βωμοὺς ἀνατρέπων καὶ θυσίας συγχέων. Ἀμφιπολιτῶν τινας θεραπεύσας εἶχεν Ἀμφίπολιν. ὡς δὲ ἦν δεσπότης, δι' ὧν εἰλήφει τὴν πόλιν, τούτους ἐξήλαυνε.
[8] πρὸς δέ γε τοὺς Πυδναίους οὐ διέστησεν ἀπὸ τῶν σπονδῶν τὰς σφαγάς, ἀλλ' ἀνέμιξεν ἀμφότερα. ταῖς αὑτοῦ τέχναις οὐ λαμβάνων Φερὰς Ὠρεὸν ἐδῃοῦτο. καὶ οὐ χαλεπὸς μὲν τοῖς προδοθεῖσι, πιστὸς δὲ τοῖς προδόταις, ἀλλὰ μετὰ τὴν χρείαν πᾶς ὁ συμπράξας ἄτιμος.
[9] Οὐ τοίνυν τὰς μὲν πόλεις οὕτως ἔκλεπτε, τῷ δὲ ἄλλῳ βίῳ προσῆν τι κόσμου καὶ τάξεως, ἀλλ' ἐμέθυεν, ἐκορδάκιζε, συνῆγε τοὺς ἀσελγεῖς, τούτοις συνέπινε, μετὰ τούτων ἠσχημόνει, καὶ οἷς οὐκ ἦν ἀλλαχοῦ ζῆν, τούτοις ἦν εὐδοκιμεῖν παρ' ἐκείνῳ. Καλλίας ἦν τις δημόσιος Ἀθήνησι. τούτου τὴν βδελυρίαν μὴ φέρων ὁ δῆμος ἐξέβαλεν. οὗτος οὐκ ἠγνόησεν οἷ χρὴ δραμεῖν, ἀλλ' ἧκέ τε τῷ Φιλίππῳ καὶ πρὸ τῶν ἄλλων ἐκέκριτο.
[10] νοσῶν τοίνυν τὴν τῆς φιλοτιμίας νόσον καὶ ζημίαν ἡγούμενος, εἰ μή τις εἴη παρ' αὐτῷ τῶν βελτιόνων ἥττων ἀφροδισίων, οὐ τούτων μόνον τῶν ἐχόντων δή τινα παραίτησιν, ἀλλὰ καὶ ὅσα νόμῳ φύσεως κεκώλυται, οὐκ ᾐσχύνετο τῷ παρ' Ἀθηναίων ἀφιγμένῳ περὶ τῆς τοῦ παιδὸς διαλεγόμενος ὥρας.
[11] Φίλιππος ἦν ὁ τὴν μὲν εἰρήνην ζητῶν ἐν ᾧ πολεμεῖν ἔδει, τὰ δὲ τοῦ πολέμου ποιῶν ἐν τῷ τῆς εἰρήνης καιρῷ. ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ πονηρίας δεῖγμα. δι' ἐκεῖνον ἡ περὶ τὸν Πύθιον χώρα πολλὴν ἐρημίαν ἐδέξατο καὶ δύο καὶ εἴκοσι πόλεις πιστεύσασαι διῳκίσθησαν. ἐκεῖνος ἦν ὃς τὴν αὑτοῦ τάξιν ὑπερβὰς δεσποτείαν ἐπῆγε τοῖς ἐλευθερωτάτοις Ἕλλησι σπενδόμενος, εἶτα διορύττων τὰς πόλεις.
[12] Καὶ μὴν καὶ τὸ σῶμα τοιοῦτος, οἷον ἄν τις ἰδὼν οἰωνίσαιτο, χωλεύων, τὸν ὀφθαλμὸν ἐκκεκομμένος, πολλὰ τῶν μελῶν πεπηρωμένος.
[13] Ἀλλ' οὐδὲ εἰ Φιλίππου θαυμάζουσιν ἔνιοι τὰ περὶ τὴν Χαιρώνειαν, οὐδ' ἐνταῦθα τροπαίων ἂν ἀξιωθείη. πρῶτον μὲν γὰρ οὐκ ἐφ' ὅπερ ἐκέκλητο, τοῦτο ἔπραξεν, ἀλλ' ἑτέραν ἐτράπη τὸ μὲν τῶν κεκληκότων ἀφιείς, τὸ δὲ αὑτοῦ σκοπῶν. ἔπειτα Θρᾳξὶ μὲν χρώμενος Ἀθηναίοις ἐπῄει καὶ Θηβαίοις, ἀπὸ δὲ τῶν ἔργων ἐμάνθανε τοῖς ἀμείνοσιν ἐπιχειρεῖν. ἡττᾶτο γὰρ καὶ πρώτην μάχην καὶ δευτέραν, τὴν δὲ τρίτην οὐ δικαίως ηὐτύχει, τὸ δὲ τῆς τύχης ἐπιεικῶς τοιοῦτον· μετὰ τῶν φαυλοτέρων ἵσταται τὰ πολλά.
[14] Οὐ μὴν ἐπὶ πολὺ τῆς οὐ δικαίας τύχης ἀπήλαυσεν, ἀλλ' ὀφείλων δίκην τοῖς Ἑλληνίοις θεοῖς ἀνθ' ὧν παρῆλθεν ὕβρει τοὺς Θρᾳκῶν βασιλεῖς ἐδέξατο τελευτὴν οὐδὲν ἐπαίνοις προσήκουσαν. Παυσανίας γάρ, ᾧ γε Φίλιππος ‹ἐχθρὸς ὢν› ἐτύγχανεν αἰσχύνας τὴν ἑαυτοῦ νεότητα, τὸ ξίφος εἰς αὐτὸν ὤσας ἀπέκτεινεν.
[4][t][1] Οὐκ οἶδα πῶς ἂν ἐμαυτῷ συγγνοίην, εἰ μὴ διεξέλθοιμι κατ' Αἰσχίνου λόγους ὧν αὐτὸς ἐκεῖνος ἄξιον ἑαυτὸν ἀπέφηνε.
[2] Καὶ θαυμαστὸν οὐδὲν εἰ γεγονὼς ἐκ δούλου πατρὸς καὶ τούτου πονηροῦ καὶ πόρνης μητρὸς καὶ τραφεὶς ὡς εἰκὸς τὸν ἐκ τοιούτων φύντα μηδὲν γενναῖον μηδὲ καλὸν μήτε ἐπετήδευσε μήτε εἶπε μήτε ἔπραξεν.
[3] ὃς εὐθὺς μὲν ἐξ ἀρχῆς ἐμιμεῖτο τὴν ἑαυτοῦ μητέρα τοῖς βουλομένοις μεταδιδοὺς τῆς ἑαυτοῦ νεότητος καὶ κοινωνῶν τελετῶν ἐφ' αἷς ἤδη δίκην εἰλήφεσαν Ἀθηναῖοι παρὰ τῶν τελούντων, ἀνὴρ δὲ γενόμενος χοροὺς εἶχε γρᾳδίων μέγα ποιούμενος, εἰ κιττοφόρος ἀκούσειε.
[4] καὶ ταῦτα ὑπέμεινεν ὑπὲρ νεηλάτων καὶ στρεπτῶν. οὗτος γὰρ ἦν ὁ μισθός, ἐπεὶ καὶ τὰ τραύματα καὶ τοὺς κινδύνους τοὺς ἐν θεάτροις ὑπὲρ τοιούτων ὑπέμεινεν ἑτέρων, σύκων καὶ βοτρύων. οὐδὲ γὰρ ἐπὶ σκηνῆς ἡδὺς ἦν, ἀλλ' εἶχε πολεμοῦντα τὸν θεατήν. ἀλλ' ὅμως ὑπὸ τῆς πενίας ἅπαντα ᾤετο δεῖν ἀνέχεσθαι. πενίαν δὲ ὅταν εἴπω, δυσμένειαν λέγω θεῶν.
[5] πῶς οὖν οὗτος ὁ γεγονὼς ἐκ τοιούτων Ἀθηναῖος ἔδοξε; παρενέγραψεν ἑαυτὸν εἰς Κοθωκίδας τοὺς νόμους τῆς πόλεως παραβάς. καὶ πάλιν βλέψας ‹πλουτοδότας› οὐκ ὄντας τοὺς νόμους ἐν οἷς ἐγραμμάτευε Φίλιππον ὁρῶν δεόμενον προδοτῶν καὶ διδόντα πολὺ χρυσίον καὶ πόλεις ὠνούμενον ἐπὶ τὸ βῆμα ἀνέβη καὶ σπεύδων κύριος γενέσθαι πραγμάτων καὶ σαφῶς εἰδὼς ὅτι, εἰ μὴ δόξει τὸν Φίλιππον μισεῖν, οὐδὲν πιστευθήσεται, λέγει κακῶς τὸν Μακεδόνα καὶ προσποιεῖται χαλεπῶς φέρειν τῆς Ἑλλάδος διορυττομένης.
[6] εἶτα εὔνους νομισθεὶς ἧκεν εἰς Ἀρκαδίαν καὶ πάλιν ἐχρῆτο τῇ τέχνῃ κἀκεῖθεν ἥκων τῆς αὐτῆς πάλιν εἴχετο, ἕως ἐνεχειρίσθη τὴν πρὸς ἐκεῖνον πρεσβείαν, ὃν ᾔδει δώσοντα χρυσίον. ἀφεὶς γὰρ τὸν Δημοσθένην καὶ τοὺς τὴν πατρίδα σώζεσθαι βουλομένους προσέθηκεν αὑτὸν Φιλοκράτει τῷ τὴν εἰνήνην ἄνισον ποιοῦντι, τοὺς δὲ συμμάχους ἀπελαύνοντι. τὸν Φίλιππον δὲ ἰδὼν εὐθὺς αὐτῷ φίλος ἦν κοινολογούμενος ἄνευ τῶν ἄλλων συνών, δειπνῶν παρὰ τυράννοις ἀνθρώποις κατὰ τῶν ταλαιπώρων Ὀλυνθίων.
[7] μικρὰ ταῦτα πρὸς τὰς ἐπαγγελίας καὶ τὰς ὑποσχέσεις. αἱ δὲ ἦσαν· ἀπολεῖ Φίλιππος Θηβαίους, σώσει Φωκέας, πάντα ποιήσει κατὰ νοῦν Ἀθηναίοις. ἀπὸ τούτων τῶν λόγων ὁ μὲν δῆμος ἐλπίζων ἐκάθητο, Φωκεῖς δὲ διῳκίζοντο, Πύλας δὲ ἔσχεν ὁ Φίλιππος, ὧν ἐγκρατὴς καταστὰς ἐτίθει μὲν τὰ Πύθια, μέγας δὲ ἐγεγόνει τοῖς Ἕλλησιν, ἀπειλῶν δὲ οὐκ ἐδόκει μείζω τῆς δυνάμεως θρασύνεσθαι.
[8]
ἀλλὰ καὶ πρὸ τῶν Φωκέων ὁ τὴν Θρᾴκην ὑπ' ἐκείνῳ πεποιηκὼς Αἰσχίνης ἦν, ὁ μὴ σπεύδων ἐπὶ τοὺς ὅρκους, ὁ κωλύων σπεύδοντας. τῇ τοίνυν ἀπάτῃ τοῦ δήμου προσέθηκε τὴν τῶν δικαστῶν ἐν οἷς ἐκρίνετο, καὶ τοσούτοις Ἀθηναίοις αἴτιος ἐπιορκίας κατέστη.[9]
νομίζων δὲ βραχύ τι τῷ Φιλίππῳ κεχαρίσθαι, πόλεις τοσαύτας, καὶ τοὺς Ἀθηναίους, ἕως ἂν ἔχωσι τὸ ναυτικόν, ἱκανοὺς ἔσεσθαι πάντα ἐπανορθοῦσθαι τὸν Ἀντιφῶντα τὸ πῦρ ἀγνωκότα προσάγειν ταῖς τριήρεσι παρεκάλει πρὸς τὴν ἐγχείρησιν. σημεῖον δέ, ἁλόντα γὰρ καὶ κινδυνεύοντα διασώζειν ἐπειρᾶτο. καὶ προϊὼν οὐκ ἀπέστη τῆς πονηρίας, ἀλλ' ἐδέχετο μὲν κατασκόπους εὐμενῶς καὶ πάντα ἐξεδίδασκε, συνηγόρει δὲ τῷ Πύθωνι καταχέοντι τὴν πόλιν.[10] Ἐκεῖνον ἐγὼ καὶ τῆς ἐν Χαιρωνείᾳ αἰτιῶμαι συμφορᾶς. ἡ μὲν γὰρ μάχη ταύτην ἐποίησε, τὴν δὲ ἔξοδον Ἐλάτεια κατειλημμένη. τοῦτο δὲ ἔσχεν ὁ Φίλιππος ἐκ τῆς τῶν Ἀμφικτυόνων ταραχῆς, ἡ ταραχὴ δὲ τῶν Ἀμφικτυόνων ἔργον Αἰσχίνου. πάντα τοίνυν ὅσα τῇ κατὰ Χαιρώνειαν ἠκολούθησε πληγῇ τὴν ἀρχὴν ἀπὸ τῶν Αἰσχίνου λόγων ἔσχεν, οὓς ἐκεῖνος κακῶς ἐν τῇ πυλαίᾳ διεξῆλθεν.
[11] Ὡς μὲν οὖν πονηρὸς ἠδίκει τὴν πόλιν, ὡς δὲ δεινὸς εἰπεῖν οὐκ ἐδίδου δίκην, ὡς δ' οὐ λανθάνων ὅτι δύσνους ἦν οὐκ ἐτιμᾶτο, ὡς δὲ βάσκανος ἐρρήγνυτο τιμωμένων ἑτέρων.
[12] ἀλλὰ γὰρ τοῦτο μόνον καλῶς ἐποίησεν, ὅτι τὸν Κτησιφῶντα γραψάμενος ἔφυγεν Ἀθήνηθεν οὐκ ἐνεγκὼν τὴν ἧτταν καὶ διατρίβων ἐν νήσῳ καί τινα τρόπον ‹τὰ τοῦ› πατρὸς ἐπιτηδεύων πόρρω τῆς οἰκείας ἀπέθανεν.
[13] ὑπερβαλόμενος μὲν Εὐθυκράτη καὶ Λασθένη τῇ προδοσίᾳ, νικήσας δὲ τοὺς Θετταλίαν πεπρακότας, πλείονας μὲν ὀφείλων τῇ πόλει χάριτας, ἐν ᾗ δοῦλος ὢν ἐπολιτεύετο, δούλην ταύτην ἐπεχείρησε ποιῆσαι, κοινῇ δὲ τοὺς Ἕλληνας ἀπώλλυε διὰ μιᾶς ταύτης τῆς πόλεως, ὥσθ' οἱ μὲν ἄλλοι τὰς αὑτῶν προδιδόντες ἐκείνας μόνας ἀφῃροῦντο τὴν ἐλευθερίαν, ὁ δ' ἐπὶ ταῖς Ἀθήναις λαμβάνων κατὰ παντὸς ἐλάμβανε τοῦ τῶν Ἑλλήνων γένους.
[5][t][1] Ἀλλ' εἰ καὶ πολλοὺς λυπήσω φιλοχρημάτους λέγων περὶ πλούτου τἀληθῆ, τῆς γε ἀληθείας οὐδὲν πρότερον ποιήσομαι. φημὶ τοίνυν ἀγαπᾶσθαι μὲν αὐτὸν ὑπὸ τῶν κακῶς τὰς γνώμας διακειμένων, εἶναι δὲ μέγιστον τοῖς ἔχουσι κακόν.
[2] Καὶ πρῶτόν γε ἐντεῦθεν γνοίη τις ἂν τὴν φύσιν αὐτοῦ· πλοῦτος οὐκ ἔστι παρὰ θεοῖς οὐδ' ἀργύριον καὶ χρυσίον καὶ σκεύη καὶ ἐσθήματα, οὐδ' ἕτερος εὐπορώτερος ἑτέρου. καίτοι τῶν γε καλῶν εἴπερ ἦν, ἀνάγκῃ παρ' ἐκείνοις ἂν ἦν, ὥσπερ τἄλλα τὰ φύσει καλά, δικαιοσύνη καὶ ὁμόνοια καὶ φιλία.
[3] ἀλλ' οὐδὲ
τοὺς εὐδοκιμήσαντας παῖδας τῶν θεῶν εὕροιμεν ἂν περὶ χρήματα σπουδάσαντας, οἷον Ἡρακλέα καὶ Θησέα καὶ Πειρίθουν καὶ πολλοὺς ἑτέρους. καίτοι πλεῖστον τῶν ἄλλων διενεγκόντες καὶ δυνάμενοι ῥᾳδίως, εἴπερ ἐβούλοντο, τὰ τῶν ἄλλων ἔχειν, οὐκ ἠξίωσαν ἀπὸ τοῦ πολλὰ κεκτῆσθαι λαβεῖν ὄνομα.
[4] Μητέρα τοίνυν ἔγωγε νομίζω πλούτου πλεονεξίαν εἶναι καὶ τὸ μὴ τοῖς ἴσοις τὸ ἴσον ἀγαπᾶν. οὗτος πολέμους ἔτεκεν, οὗτος λῃστείας ἐποίησε. τὸ γὰρ τὰ τῶν πλησίον ἐθέλειν ἔχειν ἐπὶ τὰ ὅπλα τοὺς φιλοχρημάτους ἤγαγε καὶ μάχας κατέδειξε καὶ παρατάξεις καὶ τροπὰς καὶ μηχανήματα καὶ πόλεων κατασκαφάς.
[5] καὶ οὐδὲ τὴν θάλατταν ἡ φιλοχρηματία τῶν κακῶν ἀφῆκεν εἶναι καθαράν, ἀλλ' ἐναυπηγήσατο πλοῖα λῃστρικὰ καὶ κακούργους ἐνεβίβασε καὶ τραύματα καὶ φόβους εἰσήγαγεν εἰς τὴν θάλατταν.
[6] ὁ τύραννος ὑπὸ τοῦ πλούτου καθίσταται καὶ ὅπως ἔτι μᾶλλον πλουτήσειεν, ἐπιθυμεῖ τῆς δυναστείας, γενόμενος δὲ τῶν πραγμάτων κύριος, τοὺς μὲν πένητας ἐᾷ, τοὺς δὲ εὐπόρους σφάττει, καὶ γίνεται τοῖς μὲν ἡ πενία σωτηρία, τοῖς δὲ ὄλεθρος ἡ περιουσία.
[7] καὶ μὴν καὶ οἱ τοιχωρύχοι τοὺς τῶν πλουσίων περισκοποῦσι τοίχους καὶ προσέρχονται μετὰ τῶν ὀργάνων ὅθεν ἔστι πολλὰ λαβεῖν, εἰ δὲ βοηθεῖν αὑτοῖς οἱ ἀδικούμενοι βούλονται, μετὰ τῶν χρημάτων ἀπώλεσαν τὰς ψυχὰς ἔργῳ μαθόντες ὅτι κρεῖττον ἦν ἄρα πένεσθαι.
[8] Καὶ μὴν ὅστις μὲν εὐπορεῖ, φθονεῖται καὶ ἐπιβουλεύεται, κἂν καταλάβῃ ποτὲ αἰτία καὶ περιστῇ κίνδυνος, πολλοὺς ἔχει τοὺς ἐπικειμένους ἐγκαλεῖν μὲν οὐδὲν ἴσως ἔχοντας, δακνομένους δὲ ὑπὸ τοῦ παρ' ἐκείνῳ τὸ πλέον εἶναι.
[9] τοῖς πλουσίοις καὶ τεθνεῶσιν ἤδη παρακολουθεῖ τὸ πάσχειν κακῶς. ἐπειδὰν γὰρ ταφῶσιν ἀξίως τῆς τύχης, πολλοὺς ἔχουσι τοὺς οὐκ ἐῶντας ἀκίνητον μένειν τὸν τάφον, ὥστ' ἀνάγκη τὸ σῶμα ῥίπτεσθαι καὶ δευτέρας δεῖσθαι ταφῆς.
[10] παῖδες δὲ πολλῆς οὐσίας κληρονόμοι πολλοὺς ἔχουσι τοὺς σπαράττοντας καὶ ἕλκοντας καὶ λαβεῖν βουλομένους ἐξ αὐτῶν τι καὶ φοβοῦντας, εἰ μὴ δοῖεν, καὶ τὸ λαβεῖν ἀφορμὴν ποιουμένους δευτέρας ἁρπαγῆς. ἀνάγκη τοίνυν ἕλκεσθαί τε καὶ θορυβεῖσθαι καὶ ἐνοχλεῖσθαι καὶ τῆς διανοίας ἀμελεῖν ὑπὸ τοῦ πλήθους τῶν περιισταμένων κακῶν.
[11] Καὶ μὴν τὰ μέγιστα τῶν ἐν ἀνθρώποις δεινῶν ἀπὸ τῶν τοιούτων λαμβάνει τὰς ἀφορμάς. οὕτω διαφθείρονται γάμοι χρημάτων διδομένων, οὕτω νέων ὥρα μισθοῦ προτεινομένου. τοῦτο τὰς προδοσίας ἐργάζεται, καὶ νῦν μὲν στρατηγὸς ἀπέδοτο τὸ στρατόπεδον, νῦν δὲ πρεσβευτὴς ἃ πεπίστευται, χρημάτων ἐπιθυμήσας ἑκάτερος.
[12] οἱ δὲ τῶν θεῶν καταφρονοῦντες καὶ τὰ ἱερὰ συλῶντες, οἱ δὲ θήκας κινοῦντες καὶ τάφους ἀνορύττοντες πόθεν ἐπὶ τὸ τοιαῦτα τολμᾶν ὁρμῶνται; ἀπὸ τοῦ περὶ χρήματα μεμηνέναι.
[13] ἐξέταζέ μοι τοὺς θρασεῖς καὶ τοὺς ὑβριστὰς καὶ τοὺς ἀσελγεῖς καὶ ὅσοι διαπτύουσι τοὺς ἐντυγχάνοντας. ἀπὸ γὰρ τῶν πλουτούντων τούτους εὑρήσεις, οὐ τῶν ἐν μετρίοις διαζώντων.
[14] ὁ πλοῦτος οὐκ ἐᾷ σωφρονεῖν, ἀλλ' ἐρᾶν παρακαλεῖ. ὁ πλουτῶν ἀμελεῖ παιδείας ὡς ἀρκούντων αὐτῷ τῶν χρημάτων καὶ τὸν πέλας ἀδικεῖ προσπεριβαλέσθαι ‹τι› τοῖς οὖσιν ἐθέλων. μέτρον γὰρ οὐδὲν ἐπίσταται περιουσίας.
[15] καὶ δειλία δὲ τούτοις ἐνοικεῖ. τὸ γὰρ ἀεὶ κολακεύεσθαι καὶ τρυφᾶν καὶ μεθύειν καὶ ζῆν ἐν καλοῖς ἀκούσμασιν οὐκ ἐᾷ κινδύνων ἐνδόξων ἐπιθυμητὰς γενέσθαι.
[16] καὶ μὴν καὶ τὸ ὑγιαίνειν ἥδιστον, οἱ δὲ γέμουσι νοσημάτων. τὸ γὰρ ὑπερεσθίειν καὶ τῇ γαστρὶ χαρίζεσθαι καὶ μὴ γυμνάζεσθαι τὸ σῶμα τοῖς πόνοις πᾶσαν ἰδέαν ἐφέλκεται νοσημάτων.
[17] ἔτι τοίνυν ἐν ταῖς μάχαις λείπουσι τὰς τάξεις καὶ φεύγουσι καὶ οὐδὲ τὸν κτύπον ὑπομένουσι τῶν ἀσπίδων. Ἴλιον τὸ πολύχρυσον ὑπὸ τῶν Ἑλλήνων οὐ μάλα εὐπορούντων ἡλίσκετο. Ξέρξης ὁ τῆς Ἀσίας δεσπότης, ὁ μεταποιῶν τὴν γῆν τε καὶ θάλασσαν ὑπ' ἀνδρῶν ὀλίγων ἠλαύνετο. τοὺς μὲν Ἀθηναίους εὕροις ἄν, ὅτε πλεῖστα ἐκτήσαντο, μάλιστα κακῶς ἀπαλλάξαντας, τοὺς δὲ Λακεδαιμονίους νόμῳ μὲν πενομένους, ἡγουμένους δὲ τῶν Ἑλλήνων ἀκούσαντας παρὰ τοῦ Πυθίου φυλάττεσθαι τὴν φιλοχρηματίαν ὡς ὄλεθρον ἔχουσαν.
[18] Ἡ μανία δὲ δεινὸν μέν, ἀλλ' οὐκ ἔστιν ἔγκλημα τῆς γνώμης. ἀφίησι γὰρ ἡ τύχη τὸν ἁμαρτάνοντα τῆς αἰτίας, ὁ δὲ πλοῦτος αὐτὴν διαφθείρει τὴν ψυχὴν καὶ ποιεῖ κακὸν τὸν ἔχοντα. καὶ μανίας μὲν οὐδεὶς οὐδέποτε δίκην ἔδωκε, διὰ δὲ τὴν τοῦ πλούτου ἀδικίαν ὁρῶμεν πολλοὺς κολαζομένους.
[6][t][1] Ἐμὲ δὲ εἴ τις ἔροιτο τί μέγιστον ἡγοῦμαι τῶν ἀνθρωπείων κακῶν, πενίαν εἴποιμ' ἄν. οἶμαι δὲ οὐ πρῶτος ταύτην φέρειν τὴν ψῆφον, ἀλλὰ πολλοῖς μὲν ποιηταῖς, πολλοῖς δὲ ῥήτορσιν ἀκολουθεῖν, οἳ καὶ τὴν φύσιν ἐσκέψαντο τοῦ πράγματος καὶ κατηγόρησαν ἱκανῶς.
[2]
πῶς γὰρ οὐκ ἔμελλον κατηγορεῖν τῆς ὑπὸ θεῶν μεμισημένης τε καὶ ἐκβεβλημένης οὐρανοῦ; ὅταν γὰρ Ὅμηρος λέγῃ χρυσοῦν εἶναι τοῖς θεοῖς τὸ δάπεδον, ὁμολογεῖ πλοῦτον εἶναι παρ' αὐτοῖς καὶ τὰ τοῦ πλούτου καλά.[3] ἐπεὶ καὶ τῶν πόλεων ἃς φιλοῦσι πλοῦτον ταύταις δεδώκασι. σημεῖον δέ, Ῥοδίοις γάρ φησι Πίνδαρος ἐξ οὐρανοῦ ῥυῆναι χρυσόν. Θουκυδίδου δὲ ἀκούεις λέγοντος ταπεινῶς διακεῖσθαι τὴν Ἑλλάδα τὸ πρῶτον, ἕως μὴ χρήματα ἐνῆν.
[4] ἔνθεν ἴδοι τις ἂν καὶ νῦν τῶν πόλεων τὰς χρημάτων ἀπορούσας ταπεινάς τε οὔσας καὶ φαύλας καὶ ἀμόρφους. οὔτε γὰρ ἂν τεῖχος ἰσχυρὸν περιβάλοιτο πόλις οὔτ' ἂν τὸ μέτρον ἑαυτῆς ἐπὶ πλεῖστον τῆς γῆς ἐκτείνειεν οὔτ' ἂν ναοὺς κατασκευάσαιτο περιφανεῖς οὔτ' ἂν οἰκίας λαμπράς, εἰ μὴ τὴν ἀπὸ τοῦ πλούτου χορηγίαν ἐπὶ τοῦτο ἔχοι.
[5] πολέμου δὲ καταλαβόντος ἐν ᾗ πενία, πόθεν ἂν εἴη τῇ τοιαύτῃ σωτηρία μήθ' ὅπλων ὑπαρχόντων μήτε νεῶν μήτε τριηράρχων μήτε ξενικοῦ προσγινομένου μήτε τροφῆς τοῖς στρατευομένοις οὔσης;
[6] ἀλλ' οὐδὲ τὴν εἰρήνην φαιδρὰν εἶναι τοῖς τοιούτοις οἷόν τε τῆς πενίας τὴν ἐκ τῆς ἀσφαλείας τέρψιν ἀφανιζούσης. ὁ πένης εἰ μὲν ἄγαμος διαμείνειεν, ὑπ' ἐρημίας πιέζοιτ' ἄν· γήμας δὲ αὑτῷ παραπλησίαν διπλοῦν αὑτῷ πεποίηκε τὸ κακόν.
[7] παῖδες δὲ εἰ γένοιντο, μείζων τῆς πενίας ἡ αἴσθησις, καὶ δεῖ δακρύειν ἀφ' ὧν τοῖς εὐπόροις ἑορτάζειν ὑπάρχει, ὥστε οὐ παῖδας ἰδεῖν, ἀλλὰ τοὐναντίον αἰτοῦσι παρὰ τῶν θεῶν. οἱ δὲ δὴ γενόμενοι πρὸς τὰς δουλοπρεπεῖς καταφέρονται τέχνας ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον, ἐλευθερίου δὲ μαθήματος οὐκ ἐᾷ μεταλαμβάνειν ἡ πενία, οὐ κτᾶσθαι ῥητορικήν, οὐκ ἐν φιλοσοφίᾳ διατρίβειν.
[8] οὐδεὶς πένης ἀπὸ τῶν εἰς τὴν πόλιν φιλοτιμιῶν λαμπρὸς οὐδὲ περίβλεπτος οὐ χορηγεῖν δυνάμενος, οὐκ ἐπιδοῦναι ναῦν, οὐ λῦσαι λιμὸν ἐκ τῶν ἔνδον ἀποκειμένων.
[9] οὗτοι κἂν φρονήσει διενέγκωσι, κἂν συμβουλὴν ἔλθωσι κομίζοντες χρησίμην, κατεφρονήθησαν διὰ τὴν τύχην καὶ τοὺς πειθομένους οὐκ ἔσχον, ἐπεὶ κἂν στρατηγικός τις ᾖ πένης ὤν, παραπλήσιόν τι πάσχει καὶ τοὺς ἐγχειριοῦντας τὸ στράτευμα οὐκ ἔχει. πένης πρεσβεύων κἂν ὡς δικαιότατα διακονήσῃ, δωροδοκεῖν ὑποπτεύεται.
[10] καὶ ὅλως τὰς ἀρετάς, εἴ τινες ἄρα γένοιντο, σπάνιον δέ, κωλύει λάμπειν. ὡς τά γε πολλὰ πονηρίας ἐστὶ διδάσκαλος ἀναγκάζουσα κακὸν εἶναι τὸν ἀποροῦντα.
[11] ἀπὸ τούτων εἰσὶν οἱ τολμῶντες κερδαίνειν ἐκ τῶν τάφων καὶ τὰς θήκας τῶν οἰχομένων ἀναρρηγνύναι, ἀπὸ τούτων οἱ τοίχους ὀρύττοντες, ἱερόσυλοι, κλέπται μήτ' ἀνθρώπους αἰδούμενοι μήτε θεοὺς δεδιότες. οὗτοι τὰς δεξιὰς ἐν ταῖς ἐρημίαις ὁπλίζουσι κατὰ τῶν ὁδοιπόρων καὶ σφάττουσιν οἷς οὐδὲν ἔχουσιν ἐγκαλεῖν ἐσθῆτος ἕνεκα φαύλης ἢ δραχμῶν ὀλίγων. τούτοις δοῦναι καὶ παρακαταθήκην σφαλερόν. ἴσασι γὰρ ἀποστερεῖν καὶ μετὰ τοῦτο ἐπιορκεῖν.
[12] Πένης ἐπίτιμος οὐ πολὺ τῶν ἀτίμων διαφέρει τὴν γλῶτταν ὑπὸ τῆς τύχης, ὡς ἔφη που Θέογνις, δεδεμένος. καὶ περιέρχονται κατὰ πόλιν σκυθρωποὶ καὶ κύπτοντες εἰς γῆν ἀποβεβληκότες μὲν οὐδένα τῶν οἰκείων, στένοντες δὲ μᾶλλον ὡς πενόμενοι, παραχωροῦντες θώκων, ὑποχωροῦντες ὁδῶν, ἀγαπῶντες εἰ μὴ πάθοιεν κακῶς, τὰ σώματα μὲν τοῖς νοσοῦσιν ἐοικότες, τὰς ψυχὰς δὲ τοῖς ἀεὶ πληγήσεσθαι μέλλουσι.
[13] Θυγάτηρ τῷ πένητι συμφορὰ καὶ μνηστὴρ οὐδαμοῦ, ἡ δ' ἄγαμος ἐλεεινὸν τοῦ καιροῦ τὴν ἀτυχίαν μειζόνως ἐλέγχοντος.
[14] ἔτι τοίνυν ἐν δικαστηρίοις, εἰ μὲν διώκει πένης ἀδικούμενος, συκοφαντεῖν ἔδοξεν· εἰ δὲ φεύγει μηδὲν ἀδικῶν, ῥᾳδίως ἥλω.
[15] τέθνηκε. περὶ ταφῆς ἡ φροντίς, καὶ δακρύουσιν οὐχ οὕτω τὴν τελευτὴν οἱ προσήκοντες ὡς τὸ μὴ κρύψαι τὸ σῶμα πρεπόντως ἔχειν.
[16] Οὐδὲν τοσοῦτον ἡ δουλεία. ὁ μέν γε οἰκέτης καθεύδει ῥᾳθύμως ταῖς τοῦ δεσπότου φροντίσι τρεφόμενος καὶ τἄλλα ἔχων ὧν δεῖται τὸ σῶμα, πένης δὲ ἐλεύθερος ἀγρυπνῶν διατελεῖ ζητῶν ὅθεν θρέψεται, χαλεπὴν ἔχων δέσποιναν τὴν ἀπορίαν ἀναγκάζουσαν λιμώττειν.
[17] δεινὸν ἡ νόσος τοῖς ἀνθρώποις καὶ τὸ ἀρρωστήμασι κάμνειν, ἀλλὰ τῷ μὲν εὐπόρῳ πολλαχόθεν ἡ παραμυθία καὶ ἰατροὶ καὶ φάρμακα καὶ θεραπεία συχνὴ καὶ τέχνη· πένης δὲ ἀρρωστῶν διπλῇ προσπαλαίει νόσῳ. φαίη δ' ἄν τις ἀκριβῶς ἐσκεμμένος τὴν πενίαν κουφότερον εἶναι τὸ μετ' εὐπορίας νοσεῖν ἢ μετὰ τοῦ χρημάτων σπανίζειν ὑγιαίνειν.
[7][t][1] Καὶ αὐτός ποτε βλαβεὶς ὑπ' ὀργῆς, πολλάκις δὲ αὐτῆς κεκρατηκὼς καὶ πείρᾳ μαθὼν οἷόν ἐστι τὸ ταύτης καὶ περιεῖναι καὶ μή, βούλομαι περὶ αὐτῆς εἰπεῖν ἃ περὶ τῆς τοιαύτης ἄξιον, μᾶλλον δέ, ὅσον μὲν ἄξιον, οὐκ ἔστιν εἰπεῖν, ὅσα δὲ ἐγχωρεῖ, καλὸν μὴ σιωπῆσαι.
[2] Πρῶτον μὲν οὖν μὴ νομίζωμεν αὐτὴν ἐν οὐρανῷ τε καὶ τῇ τῶν θεῶν εἶναι διαίτῃ μηδ' ὑμᾶς μηδεὶς ἐξαπατάτω ποιητὴς τοιαῦτα ληρῶν. εἰ γὰρ εὐδαίμονες μὲν οἱ θεοί, καὶ τοῦτο ἀνωμολόγηται, στασιάζειν δὲ ὁμοῦ καὶ εὐδαιμονεῖν οὐκ ἔστιν, αἱ δὲ ὀργαὶ στάσεις ποιοῦσι, πῶς οὐκ ἀνάγκη τὰ πράγματα τῶν θεῶν καθαρεύειν ὀργῆς;
[3] ἀλλὰ μὴν αὐτῶν γε τῶν ποιητῶν ἀκούομεν ῥεῖα ζώειν τοὺς θεοὺς λεγόντων, οὐκ ὀργῇ καὶ τῷ χαλεπῶς πρὸς ἀλλήλους ἔχειν ‹χρωμένους›. πῶς γὰρ ἂν εἴη ῥεῖα ζώειν;
[4] τὴν μὲν οὖν Ἄτην φασὶν ἐκπεσεῖν ἐκεῖθεν, ὅπως μηδὲν τῶν αὑτῆς παρ' ἐκείνοις ποιῇ, ἐγὼ δὲ θαυμάσαιμ' ἂν εἰ τὴν μὲν Ἄτην οὐκ ἐπιτηδείαν ἡγοῦντο συνδιατρίβειν αὑτοῖς, τὴν δὲ ὀργὴν ἠγάπων, ἀφ' ἧς ᾔδεσαν οὐκ ἐλάττω γενησόμενα κακά.
[5] οὐκοῦν καὶ ταύτην ἐξέρριψαν ἂν ἢ μετ' ἐκείνης ἢ πρὸ ἐκείνης ἢ μετ' ἐκείνην εὐθύς, μᾶλλον δέ, οὐδετέραν ἐξέωσαν, ἀλλ' οὐδὲ τὴν ἀρχὴν παρεδέξαντο. θεῶν γὰρ ἦν ἰδεῖν, οἶμαι, πρὶν παθεῖν τὸ μέλλον.
[6] Οὐκοῦν ἀνθρώπων τὰ τῆς ὀργῆς καὶ οὐδὲ τούτων πεπαιδευμένων. οὔκουν τούς γε γνησίως φιλοσοφοῦντας ἔστιν ἰδεῖν ὑπὸ τοῦδε τοῦ πάθους κατεχομένους, ἀλλὰ τοῦτον ὄντα πρῶτον φιλοσοφίας καρπόν, τὸ καθαρὰν ὀργῆς τὴν ψυχὴν παρέχεσθαι.
[7] καὶ τόν γε ὀργῇ δουλεύοντα καὶ μὴ τοῖς ἐκ τῆς φιλοσοφίας λόγοις ἥκιστά γέ φαμεν φιλοσοφεῖν, τὸν δὲ κρείττονα ταύτης, κἂν μὴ δεινὸς ᾖ τἀκείνων, ἐν ἄκροις γραφόμεθα. οὕτω μέγιστος ἄθλων ἐστὶν ὀργὴν φανῆναι νικῶντα, ἣ ποιεῖ μὲν κακῶς ἄλλους, ποιεῖ δὲ αὐτὸν τὸν ἔχοντα.
[8] Σκοπῶμεν δὲ οὑτωσί· πατὴρ ἥττων ὀργῆς ἀφόρητος υἱέσιν ὑβρίζων, ἐλαύνων, παίων. καὶ πολλοὶ τόν γε τοιοῦτον ἀποδράντες ἀλᾶσθαι μᾶλλον καὶ πτωχεύειν ἐδέξαντο καὶ τοὺς ἀλλοτρίους σφίσιν οἴκους οἰκειοτέρους ἔκριναν. ὁ δ' ἀπὸ τῶν παίδων τὴν ὀργὴν ἐπὶ τὴν γυναῖκα μετενεγκὼν ταχέως κἀκείνην ἐξήλασεν.
[9] ἥκων δὲ ἐπὶ τοὺς οἰκέτας πολλοὺς δραπέτας ἐποίησεν, ἔστι δὲ οὓς καὶ φονέας. τοῖς μὲν γὰρ ἤρκεσεν ἀπελθοῦσιν ἀπηλλάχθαι κακῶν, τοῖς δ' ἔδοξε καὶ δίκην λαβεῖν. καὶ νύκτας ἀναμείναντες τῶν πληγῶν καὶ τῶν μαστίγων ξίφεσι τὴν δίκην ἔλαβον.
[10] πάλιν τοίνυν γυνὴ μὲν εἰς ὀργὴν ἕτοιμος ἀνδρός τε καὶ οἴκου καὶ τῶν ἐν τούτοις ἀγαθῶν αὑτὴν ἀπεστέρησε, παῖδες δέ, τὸ δεινότατον τοῦτο καὶ δυσσεβές, πατέρας ἐπάταξαν καὶ γραφὰς ὑπέμειναν καὶ δικαστὰς εἶδον, καὶ οὐδαμόθεν ἡ συγγνώμη.
[11] ὀργὴ καὶ τὸν οἰκέτην αὑτὸν ἀγνοεῖν ἀνέπεισε, καὶ μεῖζον τῆς τύχης ἔβλεψέ τε καὶ ἐφθέγξατο καὶ τὴν χεῖρα κινήσας οὐ κατὰ νόμον μύλωνα καὶ πέδας ἀντὶ τοῦ καλοῦ φρονήματος ἔσχεν.
[12] αὕτη καὶ φιλίας δεσμοὺς διακόπτειν πέφυκε τὸν μὲν ὀργιζόμενον ἐφ' ἅπαν ἐξάγουσα ῥῆμα, τὸν δὲ παροινούμενον ἐχθρὸν ἀντὶ φίλου τῇ λύπῃ ποιοῦσα. οὐ γάρ ἐστι ῥᾴδιον τὰ ἀπὸ τῆς ὀργῆς ἐνεγκεῖν, οὐ νέοις, οὐ πρεσβύταις, οὐκ ἀνδράσιν, οὐ γυναιξίν, οὐκ ἐλευθέροις, οὐ δούλοις.
[13] γείτων ὀργίλος ἔν τε ἀγρῷ καὶ πόλει μεγάλη τῷ πέλας συμφορά. ἡσυχάζειν μὲν γὰρ τοῖς τοιούτοις οὐδὲ μικρὸν ἔξεστι χρόνον, ἀεὶ δὲ ἐν κραυγῇ καὶ θορύβῳ καὶ ῥήμασι πικροῖς εἰσι καὶ μάχαις, κἂν νὺξ ἀφέληται, πάλιν ἧκεν ἡμέρα τὰ τῆς προτέρας φέρουσα καὶ τὸν ἐπιεικέστερον ἢ σιγῇ δεῖ φέρειν, τοῦτο δὲ οὐ ῥᾴδιον, ἢ τῶν τρόπων ἐκβάντα ἀσχημονεῖν.
[14] τοῦτο καὶ στρατηγὸν ἂν ποιήσειεν ἄχρηστον καὶ στρατόπεδον ἀθυμότερον, τὸν μὲν οὐκ ἔχοντα χρῆσθαι τῇ τέχνῃ παρὰ τὴν ὀργήν, τὸ δὲ οὐχ ἡδέως τῷ τοιούτῳ παρέχον αὑτό.
[15] βαρεῖς καὶ τῷ νέων χορῷ διδάσκαλοι ὀργῇ χρώμενοι καὶ οὔτ' ἂν ἐκεῖνοι ῥυθμίζοιντο καλῶς πληττόμενοι τὰς ψυχὰς τοῖς ἀπὸ τῆς ὀργῆς λόγοις οὔτ' ἂν οὗτοι δέχοιντο τὰς μαθήσεις ἀκριβῶς, ἀλλὰ καὶ σκηπτόμενοι νοσεῖν οἴκοι πολλάκις ἂν μένοιεν δεδιότες τὴν ἐπ' αὐτοῖς ῥηγνυμένην ὀργήν.
[16] ταὐτὸν ἂν καὶ ἀθλητὴς πάθοι τοιούτῳ παιδοτρίβῃ περιπεσών, καὶ αὐτὸς δὲ πίπτων εἰς ὀργὴν ἐν τοῖς ἄθλοις ἀντὶ τῶν ὑπὸ τῆς τέχνης αὐτῷ παρηγγελμένων τοῖς παραπίπτουσιν ἂν χρῷτο.
[17] ἐν νηὶ δὲ ὀργὴ τῶν πλεόντων πρὸς ἀλλήλους ἀντὶ χειμῶνος καὶ ζάλης γίγνοιτ' ἂν τῷ σκάφει.
[18] ἡνίοχος ὀργῇ κατειλημμένος χείρους ἂν ποιήσαι τοὺς ἵππους τοῖς ἀπὸ τῶν χαλινῶν ἀλγήμασιν ἀναγκάζων κακουργεῖν. καὶ περὶ τοὺς βοῦς ἂν ταὐτὸ γίγνοιτο παρὰ τοῦ βοηλάτου ταὐτὸν ἐκείνῳ πεπονθότος.
[19] δῆμος δὲ τραχὺς καὶ ῥᾳδίως ὀργιζόμενος πολλάκις ἀποστερεῖται τοῦ τὰ δέοντα μαθεῖν τῶν ἐχόντων εἰπεῖν τι φόβῳ σιγώντων καὶ δίκην ἣν ἔδει παρὰ τῶν πολεμίων, ταύτην παρὰ τῶν οἰκείων ἥσθη λαβών.
[20] ἀλλ' οὐδὲ δικαστὴς γένοιτ' ἂν τῶν δικαίων ἀγαθὸς φύλαξ μετ' ὀργῆς ‹ἀκροώμενος› τῶν ἀγωνιζομένων. οὐ γὰρ ἕπεται τοῖς νόμοις, ἀλλὰ χαρίζεται τῷ θυμῷ.
[21] ὁ βασιλεὺς ἕως μέν ἐστι τοῖς ἀρχομένοις ἤπιος, τοῦτ' ἔστιν ὅπερ ὀνομάζεται· χαλεπὸς δὲ γινόμενος καὶ διδοὺς ἑαυτὸν ὀργῇ καὶ διὰ τοῦτο τοὺς μὲν χρήματα ἀφαιρούμενος, τοὺς δὲ ἐκβάλλων τῶν ὅρων, τοὺς δὲ δέων, τοὺς δὲ ἀποκτιννὺς εἰς τύραννον ἐκκεκύλισται, κἂν σφόδρα φεύγῃ τοὔνομα τοῦτο καὶ τοῦ τῆς βασιλείας ἔχηται.
[22] ἐμοὶ δὲ καὶ πρεσβευτὴς ἀρέσκει κραυγὴν καὶ μέμψεις καὶ ἐγκλήματα ἐκείνων παρ' οὓς ἀφῖκται δυνάμενος ἐνεγκεῖν, ὁ δ' ὑπ' ὀργῆς χειμαζόμενος ταχέως τοῖς ἐχθροῖς βεβοηθηκὼς ἀπέρχεται τὰ αὑτοῦ μὲν ἰσχυρὰ ποιήσας ἀσθενῆ, τἀκείνων δὲ ἀσθενῆ δείξας ἰσχύοντα. καὶ γὰρ εἰ τὰ μάλιστα πάντα δι' ὧν ἦν κρατεῖν παρεσκευασμένος ἦλθεν, ἥ γε ὀργὴ προσπεσοῦσα πᾶν τὸ ἐσκεμμένον ἐσκέδασε καὶ κατέστησεν αὐτὸν εἰς ἴσον τῷ μηδὲν φροντίσαντι τὴν ἀρχήν.
[23] ἀλλότριον ὀργὴ γάμων, ἀλλότριον θυσίας, ἀλλότριον κώμων, ἀλλότριον συμποσίων. τούτων μὲν γὰρ ἕκαστον ἐν γαλήνῃ καὶ τῷ τέρπειν ἀλλήλους τὴν εὐφροσύνην ἔχει, τῆς δὲ ὀργῆς ἐπεισελθούσης ταραχὴ καὶ πόλεμος καὶ λυπεῖν ἀλλήλους ἀνάγκη.
[24] ἔτι τοίνυν ἀποστερεῖ μὲν τὸν ἀρρωστοῦντα βοηθείας, ἀποστερεῖ δὲ τὸν ἰατρὸν εὐδοξίας. εἰ γὰρ ὁ μὲν χαλεπὸς εἴη πρὸς τὸν μεμνημένον φαρμάκων, ὁ δ' ἀποπηδᾷ τοῦ κάμνοντος οἷς ἤκουσεν ἀνιώμενος, ὁ μὲν οὐκ ἂν ἔχοι πρὸς τὸ νόσημα σύμμαχον, ὁ δὲ πολλοὺς τοὺς κατηγόρους ὡς ἂν προδότης τοῦ κάμνοντος.
[25] Οὕτω δέ ἐστι φύσει κακὸν ὁ θυμὸς τοῖς ἔχουσιν ὥστ' εἰ καὶ τἄλλα πάντα αὐτοῖς ἃ δοκεῖ ποιεῖν εὐδαιμονίαν ὑπάρχει παρὰ τῆς Τύχης, αὐτοί γε σφᾶς αὐτοὺς ἀθλιωτέρους τῶν ἀτυχούντων ποιοῦσι.
[26] βαρὺ μὲν τὸ ἐν ἀθυμίᾳ ζῆν, ἀθυμία δὲ καταναγκάζει τό τινα αὐτὸν ἑαυτοῦ κατεγνωκέναι, τοῦτο δέ ἐστι τῶν ὡς ἡμαρτήκασιν εἰδότων, τὸ δ' ἁμαρτάνειν πυκνὰ τῆς ὀργῆς ἔργον οἶμαι τοῦ λογισμοῦ μὲν παρεωσμένου, τοῦ θυμοῦ δὲ τυραννοῦντος.
[27] τὸν τοιοῦτον ἀεί γε βοᾶν ἀνάγκη καὶ τὴν μὲν καρδίαν οἷον ἐκπηδᾶν νομίζειν, τὴν κεφαλὴν δὲ ὡσπερεὶ διίστασθαι, φωνὴν δὲ ἀκραιφνῆ μὴ δύνασθαι δεικνύναι, τοὺς δὲ ὀφθαλμοὺς διαπύρους. πολλοῖς δὲ καὶ νόσου δεινῆς ἀρχὴν ἤνεγκεν ὀργῆς ὑπερβολή.
[28] ὑπὸ μόνων δὲ τούτων ἐν ἴσῳ τοῖς ἀνθρωπίνοις ἀτιμάζεται τὰ θεῖα. καὶ καταρῶνται μὲν γῇ, καταρῶνται δὲ οὐρανῷ, κακῶς δὲ ἀγορεύουσι τὸν τούτων δημιουργόν. ἃ κατὰ τοῦ δυσμενοῦς οὐκ ἂν ἀνὴρ σωφρονῶν φθέγξαιτο, ταῦτα ῥᾳδίως ἐπὶ τοὺς κρείττους ἀφιέντες οὐκ ἀξιοῦσι δεδοικέναι τοῦ Διὸς τὸ πῦρ.
[29] Δεινὸν τὸ κέρδους ἡττᾶσθαι καὶ χρήματα συλλέγειν ὅθεν οὐκ ἄξιον, ἀλλὰ τοῦτο μέν ἐστι ταῖς ἑτέρων βλάβαις τὰ αὑτοῦ μείζω ποιεῖν, ὀργὴ δὲ πρὶν ἕτερον αὐτὸν ζημιοῖ τὸν ὀργιζόμενον.
[30] δεινὸν ἡττᾶσθαι κάλλους σωμάτων, ἀλλ' ὁ μὲν τοῦτο παθὼν πρῶτον μὲν ἐν μικρῷ μέρει τῆς ἡμέρας ὁμιλήσας τοῖς παιδικοῖς ἅπτοιτ' ἂν ἔργων καλλιόνων, ἔπειτα μετὰ τῆς ὥρας ἣν ἐθαύμασε λήγει νοσῶν· ὅτῳ δὲ θυμὸς ἐμπέφυκε ζέων, πανταχοῦ τε αὑτὸν ἀπόλλυσι καὶ θανάτῳ μόνῳ παύεται.
[31] μέμφεσθαι μὲν ἄξιον τοὺς οἰνόφλυγας καὶ ὅσοι μέχρι μέθης πίνουσιν, ἀλλ' ἐκεῖνοι πιόντες μέν εἰσιν ἀηδεῖς, πρὶν δὲ πιεῖν οὐ τοιοῦτοι, ὥστ' εἴ τις αὐτοὺς ἀνάγκη κωλύσειε μὴ πιεῖν, οὐδὲν ἂν χείρους εἶεν τῶν ἄλλων· τὸν δ' ὑπ' ὀργῆς κρατούμενον τίς ἂν ἀπαλλάξειε τῆς δεσποίνης μηχανή; ἔτι μέν τοι καὶ τῶν μεθυσκομένων τοῦτ' ἔστι τὸ δεινότατον, ὅτι τὸν νοῦν διαφθείραντες εἰς ὀργὴν ἐκφέρονται.
[32]
Ὀργὴ τὴν Μήδειαν ὥπλισε κατὰ τῶν τέκνων, ὀργὴ τὴν Πρόκνην κατὰ τοῦ μηδὲν ἠδικηκότος Ἴτυος καὶ προσέθηκεν ἑτέραν ὠμότητα δεῖπνον τῷ πατρὶ παραθεῖσα τὸν υἱόν. ὀργῆς ἦν καὶ τὰ Θηβαίων εἰς τοὺς ἐπὶ τῇ Καδμείᾳ τῶν Ἀργείων πεσόντας, οἳ τοὺς τεθνεῶτας ἀποστεροῦντες ταφῆς ἑαυτοῖς ἀσεβείας τε δόξαν ἐποίησαν καὶ κινδύνους ἑτέρους πρὸς Θησέως.
[33] τὴν Ἀχιλλέως ὀργήν, ὑπὲρ ἧς ἡ Ἰλιάς, οὐδεὶς ὅστις οὐκ οἶδεν ἀνθρώπων, ἐφ' ᾗ τὸν Ἀχιλλέα καταδυόμενον ὁρῶμεν καὶ τῇ ἐρωμένῃ καταρώμενον ὡς τῆς ἀφορμῆς τῶν κακῶν ἐκεῖθεν ἡκούσης.
[34] ὀργὴ Τυδέα διεκώλυσεν ἀθανασίας τυχεῖν. ὀργῇ Καμβύσης τὰ πολλὰ ἐκεῖνα ἐξήμαρτε. δι' ὀργὴν ἡ πόλις ἡ τῶν Ἀθηναίων δέκα στρατηγῶν ἀγαθῶν ἑαυτὴν ἀπεστέρησε καὶ τὸν λαμπρὸν ἐκεῖνον Ἀλέξανδρον τὸν ἐν πολέμοις ἀήττητον ὀργὴ κατέστησεν αἰτίαις οὐ μικραῖς ἔνοχον.
[35] Καὶ εἰ δή τις ἅπαντας τοὺς ὑπ' αὐτῆς ἐζημιωμένους καταλέγειν ἐθέλοι, ἀδύνατ' ἂν ζητοίη. διόπερ τούτου μὲν ἀφέξομαι, κρείττων δὲ ὀργῆς εἶναι παρὰ τῶν θεῶν αἰτῶ.
[8][t][1] Οὐχ ὅτι πολλοὶ τῇ ἀμπέλῳ χαίρουσιν, ὀκνήσω περὶ αὐτῆς τἀληθὲς εἰπεῖν. πλέον γὰρ αἰδοῦμαι τὴν ἀλήθειαν ἢ τὸ τῶν ἀνθρώπων πλῆθος, οἳ τὴν ἄμπελον ἡγοῦνται ἀγαθὸν ὥσπερ καὶ ἄλλα πολλὰ τῶν κακῶν ἃ βλάπτει μὲν ὁμολογουμένως, τέρπει δὲ καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ἐπαινεῖται.
[2] Τὸν τοίνυν πρῶτον περὶ αὐτὴν σπουδάσαντα Ἰκάριον εὑρήσομεν δι' αὐτὸ τὸ σπουδασθὲν ἀποθανόντα. ὡς γὰρ περιῄει παιδεύων τὰ περὶ αὐτὴν τοὺς ἀνθρώπους, ἔγευσε μὲν τοῦ οἴνου τοὺς Θρᾷκας, οἱ δὲ ἔπασχον τὰ τῶν μαινομένων παίοντες τοὺς πλησίον, προπηλακίζοντες, παρειμένοι τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν, φερόμενοι τῇδε κἀκεῖσε, οἱ δέ τινες αὐτῶν ἔπιπτον. ἃ ὁρῶντες οἱ μὴ πεπωκότες φάρμακον ἡγήσαντο τὸν Ἰκάριον κεράσαι τοῖς μεθύουσι καὶ λαβόντες ἀπέκτειναν.
[3] οὕτω μὲν ἠμείψατο τὸν πρῶτον ἡ ἄμπελος φυτουργόν, ἔχει δὲ οὐδὲ κάλλος οὐδὲ πάχος οὐδὲ μέγεθος οὐδὲ κλάδους ἰσχυρούς, ἃ ἔν τε φοίνιξιν ἔστιν ἰδεῖν καὶ καρύαις καὶ δρυσὶ καὶ κυπαρίττοις, οὐδὲ συντελεῖ εἰς οἰκίαν μὴ ὅτι εὐδαίμονι καὶ λαμπρῶς οἰκοδομουμένῳ, ἀλλ' οὐδὲ πένητι καὶ φαύλῳ.
[4] πῶς δ' ἂν ἢ τοίχους συνδήσειεν ἢ κέραμον ἐνέγκαι ἥ γε οὐδ' αὑτῇ πρὸς τὸ ἵστασθαι ἀρκεῖ, ἀλλὰ δεῖ πολλῆς ἐπικουρίας; ὥσπερ γὰρ οἱ μεθύοντες ἄλλων ἀνέχονται χερσί, κἂν ἀποστῶσιν οἱ βοηθοῦντες, οἵδε κατέπεσον, οὕτω καὶ ἡ ἄμπελος δεῖται τῶν ὀρθωσόντων.
[5] κάμακας ὑποκεῖσθαι δεῖ καὶ χάρακας, μή που κατενεχθῇ. διὰ γὰρ τοῦ ἑαυτῆς σχήματος δηλοῖ τὴν τοῦ καρποῦ φύσιν. ἃ γὰρ οἶνος ἐργάζεται τοὺς πίνοντας, ταῦτα αὐτὴ πέπονθεν ὑπὸ τῆς φύσεως. καὶ προβαίνει τοῖς κλήμασιν ὅποι ἂν τύχῃ τοῖς τῶν γειτόνων ὑπ' ἀσελγείας ἐπιοῦσα. τοῦτο δὲ τὸ μῆκος ἀσθένεια γίνεται τοῦ φυτοῦ.
[6] πῶς οὖν ἂν ἐρίσειε τῇ ἐλαίᾳ οὕτω μὲν καλῇ, οὕτω δὲ ἰσχυρᾷ, οὕτω δὲ μεγάλῃ καὶ ἀεὶ κομώσῃ τὸν πλεῖστον χρόνον γεγυμνωμένη τῆς κόμης; καὶ μὴν περὶ μὲν ἐκείνην βραχὺς πόνος ἢ οὐδείς, ἀλλ' ἀναμένουσι τὸν καρπὸν καθήμενοι. ἡ δέ γε ἄμπελος πολλάκις καλεῖ πρὸς ἑαυτὴν τοὺς θεραπεύσοντας καὶ πολὺς οὕτω πόνος ἐπὶ κακῷ τῶν ἀνθρώπων ἀναλοῦται.
[7] τὰ γὰρ πλεῖστα τῶν ἀδικημάτων οἶνος ποιεῖ, τοὺς ἔρωτας, τὰς μοιχείας, πληγάς, ὕβρεις, προπηλακισμούς, ὑπεροψίας τῶν νόμων. καί τις ἐπάταξε τὸν πατέρα μεθυσθείς, ὁ δὲ βωμὸν ἀνέτρεψεν, ὁ δὲ ἄγαλμα κατήνεγκεν.
[8] ὄχλος δὲ εἰ μεθυσθείη, στάσεως ἂν ἐπιθυμήσειεν. ὁ γὰρ οἶνος ἐλαύνει τὸν λογισμὸν καὶ τυραννήσας τὴν ψυχὴν ὠθεῖ τὸν ἄνθρωπον ἐπὶ τὰ δεινότατα καθάπερ πνεῦμα βίαιον.
[9] στρατιῶται δὲ οἴνου γέμοντες εἰ συμπλακεῖεν τοῖς πολεμίοις, ῥᾷστοί εἰσι κρατηθῆναι, μᾶλλον ἢ παῖδες νήφοντες. διὰ τοῦτο ἄρα καὶ Ἕκτωρ διωθεῖται τῆς μητρὸς προσαγούσης λέγων ἐκπεσεῖσθαι τῆς δυνάμεως, εἰ μεταλάβοι τοῦ ποτοῦ.
[10] δικαστὴς οἴνῳ χαίρων ἀπολέσειεν ἂν τοὺς κρινομένους. ἀθλητὴς ἄριστος τάχιστα δὴ γίνεται κάκιστος οἴνῳ προσκείμενος. λόγοις δὲ καὶ φιλοσοφίᾳ τί οὕτως ἐμποδὼν ὡς οἶνος; ἀνάγκη γὰρ ὕπνῳ κατειλημμένον κεῖσθαι. ὁ δὲ τοῦτον φυγὼν ἀγαθὸς ἂν ἔμπορος εἴη παιδείας.
[11] καὶ μὴν καὶ ὑγείᾳ πολέμιος οὐκ ἐῶν οὔτε τὴν διάνοιαν οὔτε τὸ σῶμα ἐρρῶσθαι. τὸ μὲν γὰρ ποιεῖ μαλακόν, τὴν δὲ μανικήν. καὶ πολλοὶ πίνοντες ἀπὸ μέθης εἰς μανίαν προῆλθον.
[12] εἰ μὴ ἔδεισε τὸν οἶνον ὁ Δημοσθένης, οὐκ ἂν ἐπὶ τοσοῦτον ἀφίκετο τῆς τέχνης. εἰ μὴ Λάϊος ἔπεσεν εἰς πολὺν πότον, οὐκ ἂν ἔσπειρε τὸν Οἰδίπουν. καὶ μὴν καὶ ὁ Κενταύρων καὶ Λαπιθῶν πόλεμος οἴνου ἔργον. ὃς καὶ Πολύφημον τὸν Κύκλωπα τηλικοῦτον ὄντα ὑπὸ μικρῶν κρατούμενον ἔδειξε. λέγεται δὲ καὶ Τροίαν οὕτως ἁλῶναι πινόντων καὶ ὀρχουμένων τῶν Τρώων.
[13] Τί οὖν φασιν οἱ θαυμάζοντες τὴν ἄμπελον καὶ πρὸ τῆς ἐλαίας αὐτὴν ἄγοντες, ὅταν φαίνηται καὶ τῶν ἀνθρώπων μὴ βλάπτειν χείρω βλαβερωτάτη οὖσα πάντων τῶν φυτῶν; οὐδ' ἴσον κακὸν ἐμποιεῖν ἢ παύειν. ὧν τὸ μέν ἐστιν ἀμπέλου, τὸ δὲ ἐκείνης. τοὺς γὰρ παραφρονοῦντας δι' οἶνον ἔλαιον πέφυκεν εἰς νοῦν ἐπανάγειν.