1928 106 0 8 1 0 IV d. C. Retorica Libanius V Progymnasmata Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 29

Libanius - Progymnasmata V

Ἀνασκευαί.

[1]

Ὅτι οὐκ εἰκὸς τὸν Χρύσην εἰς τὸν ναύσταθμον ἐλθεῖν τῶν Ἑλλήνων.

[1]    Οὐδ' ἄλλον μὲν ἠξίουν οὐδένα τῶν ποιητῶν τῆς ἀληθείας ἀμελεῖν, ἄλλως θ' ὅτε καὶ παρὰ τῶν Μουσῶν κινούμενοί φασι λέγειν ἃ λέγουσιν, ἀλλὰ μᾶλλον σπουδάζειν ὅπως τι λέξουσιν ἀληθὲς ἢ ὅπως τὸν ἀκούοντα τέρψουσιν· Ὅμηρον δὲ μάλιστα πάντων ἔδει τοῦτο φυγεῖν οὕτως ὄντα γενναῖον καὶ μεγαλοπρεπῆ.

[2]

νῦν δὲ φαίνεται καὶ αὐτὸς ψευδῆ διώκων ἐν ἄλλοις τε οὐκ ὀλίγοις καὶ τοῖς πρώτοις τῆς Ἰλιάδος εὐθύς. λέγει γὰρ ἐλθεῖν ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων τὸν Χρύσην ἐπὶ λύσει τῆς θυγατρὸς καὶ ποιεῖσθαι διπλῆν τὴν ἱκετείαν, τὴν μὲν πρὸς τὸν ὄχλον, τὴν δὲ πρὸς τοὺς ἄρχοντας, τυχόντα δὲ τῶν πολλῶν ‹εὐμενῶν› χαλεποῦ πειρᾶσθαι τοῦ κρατοῦντος καὶ λόγους ἀκούειν ἀπειλῆς γέμοντας. ἤλγησε, φησίν, οἷς ὑβρίσθη καὶ κατέφυγεν ἐπὶ τὸν Ἀπόλλωνα δεόμενος αὐτοῦ ἀμείψασθαι τὰ γεγενημένα καὶ δίκην λαβεῖν παρ' Ἑλλήνων.

[3] ταῦτά φησιν Ὅμηρος, τούτοις οὐ πείθομαι. πῶς γὰρ ἂν ἐτόλμησε γέρων ἄνθρωπος παρὰ τοὺς πολεμίους ἐλθεῖν; ὃ μηδὲ νεανίας ὑπέμεινεν ἄν. οὓς γὰρ ἐπιόντας φεύγειν εἰκός, πῶς εἰς τούτους ἐλθεῖν ἂν ἠθέλησεν, οὓς ᾔδει μισοῦντας τὸ Ἴλιον, πορθοῦντας τοὺς περιοίκους;

[4] ὁ πόθος τῆς θυγατρὸς ταῦτα ἠνάγκαζεν. ἀλλ' ὁ φόβος τῶν ἐναντίων ἐκώλυεν. ἦν δ' ἱκανὰ κἀκεῖνα παραμυθεῖσθαι, πρῶτον μὲν τὸ μὴ μόνον δυστυχεῖν, ἀλλὰ σὺν ἄλλοις πολλοῖς, ὧν παῖδες οἱ μὲν ἐτεθνήκεσαν, οἱ δὲ κατείχοντο. ἔπειτα τὸ τῆς βασιλίδος τὴν αὑτοῦ θυγατέρα τάξιν ἐν τοῖς Ἕλλησιν ἔχειν. ἤκουε γὰρ ἴσως παρὰ τῶν ἀγγελλόντων τὴν περὶ τὸ γύναιον τοῦ βασιλέως σπουδήν, ὡς ἀγαπᾶται καὶ ὡς θαυμάζεται καὶ πάντα ἐστὶν αὐτῷ. τοῦτο δὲ καὶ κουφίζειν αὐτοῦ τὴν λύπην ἠδύνατο καὶ φόβον παρεῖχεν αἰτεῖν ἐπιχειροῦντι.

[5]    Νὴ Δία, ἀλλὰ τῷ σκήπτρῳ καὶ τοῖς στέμμασιν ἐθάρρει. καὶ τίς λόγος τοῖς πολεμίοις τῶν παρὰ τοῖς ἐναντίοις θεῶν; οὐχ ἑώρα τὰς ὑπ' Ἀχιλλέως ‹ἁλούσας› πόλεις πλείους ἢ εἴκοσιν ἐν αἷς τεμένη πολλά, πολλοὶ δὲ βωμοί, πολλοὶ δὲ νεῴ, πολλὰ δὲ ἀγάλματα, οἷς ἅπασι σίδηρον καὶ πῦρ ἐπήνεγκαν Ἕλληνες; πῶς οὖν οἱ ταῦτα ἐν φαύλῳ πεποιημένοι πάντα ἔμελλον χαριεῖσθαι τῷ Χρύσῃ διὰ τὸ σκῆπτρον;

[6]    Πόσης δὲ ἀνοίας τὸ τοὺς ἀρχομένους μετὰ τῶν κρατούντων ἱκετεύειν; εἰ μὲν γὰρ ὄχλος ἐκράτει, τί τοῖς Ἀτρείδαις διελέγετο; εἰ δὲ τῶν Ἀτρειδῶν τὸ κράτος, τί τῶν πολλῶν ὄφελος;

[7]    Ἀλλὰ δεδόσθω τοῦτον ὑπὸ τῆς λύπης ἁμαρτάνειν τοῦ προσήκοντος. οἱ δὲ Ἕλληνες δοκοῦσιν ἂν πρὶν ὅ τι τοῖς ἄρχουσιν ἀρέσκει μαθεῖν συναγορεῦσαι τῷ γέροντι καὶ βοηθῆσαι; τουτὶ γὰρ ἦν καταλύειν τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν εἰς αὑτοὺς μεθιστάναι. ἀλλὰ ταυτὶ μὲν δημοκρατίας, ἐν βασιλείᾳ δὲ ἡ τοῦ δυναστεύοντος γνώμη νόμος τοῖς ἀρχομένοις ἐστίν.

[8]    Εἰ δ' οὖν ὡς ἀληθῶς συνέβη τι τοιοῦτον καὶ τὴν τοῦ βασιλεύοντος κρίσιν ἡ τῶν ἀρχομένων ἔφθασε, δοκῶ μοι μή που τὸν Ἀγαμέμνονα ‹ἂν› φιλονεικῆσαι καὶ μάταιον ἐκείνοις ἀποφῆναι τὴν σπουδὴν εἰδότα ὅσαι κατελύθησαν τῶν ἀρχῶν διὰ τὴν τῶν ἀρχομένων ἀπέχθειαν. οὐ γὰρ ἐν πλήθει χειρῶν οὐδ' ἐν ὑπερβολῇ ῥώμης τῆς ἑαυτῶν ἔχουσιν οἱ κρατοῦντες τὸ βέβαιον, ἀλλ' ἐν τῇ τῶν ὑπακουόντων εὐνοίᾳ. ἣν εἴ τις μεταστήσειεν ἐπὶ τἀναντία, ῥᾴδιον ‹ἐκείνους› ἐπαναστῆναι καὶ καθελεῖν τὴν ἀρχήν.

[9] τοῦτο δὴ οὖν ἐφυλάξατο ἂν καὶ σώματος ἑνὸς ἐπρίατο τὴν βεβαιότητα τῆς ἀρχῆς τόν τε πρεσβύτην οὐκ ἔσθ' ὅπως ἂν ὕβρισεν οὔτ' αὐτὸν οὔτε τὸ σκῆπτρον τῷ ἄπρακτον πέμπειν εἰδὼς ἀπαίδευτον τὸ πρᾶγμα καὶ ἀσελγὲς καὶ πρέπον ἀγοραίοις τισὶ μᾶλλον ἢ βασιλεῖ.

[10] τί δ' ἂν καὶ πλέον ἀπὸ τῶν ὑβρισμάτων ἐγένετο κατέχοντι τὴν ἄνθρωπον; ἐξῆν γὰρ δήπου καὶ τοῦτο εἰπεῖν· μάτην ἥκεις. οὐ δώσω, τῆς ‹δ'› εἰς τὸν θεὸν παροινίας οὐχ ὁρῶ τὸ κέρδος. ὅμως δὲ τίς ἡ ταραχὴ τῆς γνώμης; ὡς μὲν γὰρ αἰδούμενος τὸν θεὸν οὐκ ἀπέκτεινεν, ὡς δὲ οὐδὲν προσποιούμενος ἠτίμαζε.

[11]    Τὸ δὲ καὶ τὴν ἀρὰν κατὰ τῶν Ἑλλήνων γενέσθαι τίς ἂν πιστεύσειεν; οὐδὲ γὰρ μειρακύλλιον κομιδῆ μικρὸν πρὸς τοῦτο ἂν ἦλθεν ἀνοίας ὥστε παρὰ τῶν βεβοηθηκότων τιμωρίαν ζητεῖν. νῦν δὲ ὁ πρεσβύτης, ὁ ἱερεύς, ὁ παρὰ τοῖς ἀγάλμασι βεβιωκώς, ὁ τῷ θεῷ φίλος, ὁ τοῖς ἄλλοις δικαιοσύνης διδάσκαλος πειρᾶται κινεῖν τὰ τοῦ θεοῦ βέλη κατὰ τῶν βεβοηθηκότων Ἑλλήνων.

[12] καὶ τὸ πάντων δεινότατον, ὁ μὲν αἰτεῖται οὕτως ἄτοπα, ὁ δὲ πείθεται καὶ δίδωσιν, ὁ Λητοῦς καὶ Διός, ὁ μισῶν τοὺς ἀδικοῦντας. οὐκ ἔστιν ὅπως ἐγὼ τούτῳ πεισθήσομαι. ἃ γὰρ οὐδὲ τοὺς βελτίστους τῶν ἀνθρώπων ἔστιν ἁμαρτεῖν, πῶς ἂν ὑπὸ τῶν τὸν οὐρανὸν ἐχόντων πλημμελοῖτο; ταῦτα καὶ ψευδῆ καὶ βλαβερὰ τοῖς ἀκούουσι. καὶ προσήκει τῶν ποιημάτων ἢ παντάπασιν ἀπέχεσθαι ἢ ψυχαγωγίας ἕνεκεν ἅπτεσθαι εἰδότας ὅτι τοῦτο μὲν δύναται ποιεῖν, ἀληθείας δὲ ὠλιγώρηκεν.

[2][t]

Ὅτι οὐκ εἰκότα τὰ κατὰ τὸν Αἴαντα τὸν Λοκρόν.

[1]    Ἕτερος λόγος οὗτος ψευδὴς ὑπὸ τῶν ποιητῶν περὶ τῶν ἑλόντων τὸ Ἴλιον Ἑλλήνων εἰρημένος, βιάσασθαι μὲν τὸν Αἴαντα τὴν Πριάμου Κασάνδραν τῷ τῆς Ἀθηνᾶς ἕδει προσκειμένην τε καὶ δεομένην μὴ τοῦτο παθεῖν, λόγον δὲ οὐδένα τοῦ τετολμημένου ποιεῖσθαι τοὺς Ἕλληνας, πρὶν Κάλχας εἶπεν ὡς ὠργίζετο ἡ θεός, τότε δὲ ἐπὶ τὴν δίκην ἐλθεῖν μέν, λαβεῖν δὲ οὐ δυνηθῆναι προκαταφυγόντος τοῦ τὰ δεινὰ εἰργασμένου πρὸς βωμούς τινας θεῶν.

[2] ἐπὶ τούτοις ἐκκλησία περὶ τῆς ἀναγωγῆς. καὶ Μενέλαος μὲν ἐπείγεται καὶ κελεύει πλεῖν εὐθέως, Ἀγαμέμνων δὲ παρῄνει προδιαλλάξαντας αὑτοῖς τὴν θεὸν εἶθ' οὕτω πλεῖν. στάσεως δὲ γενομένης τῶν μὲν ἄλλων τινὲς ἦλθόν τε οἴκαδε καὶ ἀπεσώθησαν, ὧν καὶ Νέστωρ ἦν, ὁ Μενέλαος δὲ χειμάζεται καὶ πλὴν πέντε νεῶν ἁπάσας ἀποβαλὼν εἰς Αἴγυπτον ὑπὸ τῶν ἀνέμων ἐλαυνόμενος κατηνέχθη.

[3]    Πρῶτον μὲν οὖν ἐκεῖνο θαυμάσαι τις ἄν, εἰ Αἴας ὁ τῶν Λοκρῶν ἡγεμὼν καὶ τοσαύτας ἄγων ναῦς καὶ πόλεων τοσούτων ἡγούμενος καὶ τιμώμενος ἐν τοῖς Ἕλλησιν ἐπ' ἀρετῇ καὶ τῷ μηδενὸς ἡττᾶσθαι τῶν αἰσχρῶν οὕτως ἐξεπλάγη παρθένον ἰδὼν ὥστε εὐθὺς μαίνεσθαι καὶ πᾶν δίκαιόν τε καὶ πρέπον ἐκβάλλειν ἐκ τῆς ψυχῆς καὶ μηδὲν ἐννοεῖν ὧν εἰκός, μὴ τοὺς ἀρχομένους, μὴ τοὺς ἄλλους Ἕλληνας, μὴ τοὺς τούτων ἄρχοντας, μὴ φίλους, μὴ δυσμενεῖς, εἴ τινες ἄρα ἦσαν αὐτῷ, καὶ τὸ μέγιστον, μὴ τὸν νεών, μὴ τοὺς βωμούς, μὴ τὴν Ἀθηνᾶν αὐτήν. εἰ γὰρ καὶ σφόδρα ἤρα τῆς κόρης, καίτοι τοῦτό γε οὐκ ἔχον λόγον ἐστὶν ἰδόντα εὐθὺς ἐρασθῆναι. χρόνου γάρ, οἶμαι, τά γε τοιαῦτα δεῖται πλείονος καὶ συνεχοῦς ὄψεως καὶ μακροτέρας ὁμιλίας.

[4] ἀλλ' εἰ δεῖ τοῦτο δοῦναι καὶ ἐγχωρῆσαι, τὴν πρώτην ὄψιν οὕτως ἀφόρητον ἐπιθυμίαν τεκεῖν, τί παθὼν ἐν ὀφθαλμοῖς ἐμίγνυτο τῆς θεοῦ καὶ οὐκ ἀποσπάσας ἐπὶ τὴν σκηνὴν ἄγων ἔπραττεν ὅ τι ἐβούλετο; δεινὸν γὰρ καὶ τοῦτο, τὴν ἀδικοῦσαν μὲν οὐδέν, ἀδικουμένην δὲ τὰ μέγιστα μηδὲ τῆς παρὰ τῶν θεῶν ἐπικουρίας ἀπολαύειν, ἀλλ' ἐκ μέσων ἁρπάζεσθαι τῶν ἱερῶν, εἶχε δ' ἂν ἐλάττω τὴν ἀσέβειαν. οὐ γὰρ ἴσον οἶμαι τῷ μίγνυσθαι τῆς Ἀθηνᾶς ὁρώσης τὸ [τὸν] λαβόντα τὴν κόρην οἴχεσθαι.

[5] ἠνάγκαζεν ὁ Ἔρως. ἀλλ' ἡ θεὸς ἐφόβει. πολλῶν δὲ ἐπιθυμοῦντες ἄνθρωποι πολλάκις ἀπέχονται καὶ κρείττονας δείσαντες καὶ νόμους καὶ τὸν ἐπὶ τοῖς ἔργοις λόγον, ἔδει δὲ τὸν Ἕλληνα καὶ φρόνιμον καὶ ἡγεμόνα καὶ ἐρῶντα.

[6] θήσω γὰρ ‹αὐτὸν› τὴν μὲν ἐν τῇ σκηνῇ κρύψαι, πρὸς δὲ τοὺς Ἕλληνας ἐν τῷ καιρῷ τῶν τιμῶν ὁμολογῆσαι τὸ πάθος. ὁμολογήσαντι δὲ καὶ τὴν κόρην ἔχειν ἀξιοῦντι πάντως ἂν ἔδοσαν οἱ τὸν ἄνδρα εἰδότες μεμνημένοι μὲν τῶν πόνων οὓς παρὰ πάντα τὸν πόλεμον ἤνεγκεν, αἰδούμενοι δὲ τὴν σωφροσύνην τοῦ κατασχόντος αὑτόν. καὶ οὕτω μὲν εἶχεν ἂν διὰ τέλους τὴν ἐρωμένην, ὡς δὲ νῦν ἔπραξεν, ἀπεστέρηται. δόξας γὰρ ἀδικεῖν καὶ τῆς παρρησίας αὑτὸν οἷς ἔδρασεν ἐκβαλὼν οὐκέτ' εἶχε λέγειν οἷς ποτε ἂν ἐχρῆτο.

[7]    Εἶεν. ἀλλ' ἠσεβήκει μὲν ἅμα, ἠσεβεῖτο δὲ ἡ θεός, ἔλαθε δὲ τοῦτο οὐδένα τῶν Ἑλλήνων. τί οὖν ἔδει ποιεῖν τοὺς καθημένους; ἀγανακτεῖν, βοᾶν, εἰς δικαστήριον ἄγειν, ἀπαιτεῖν τιμωρίαν, δεικνύειν ὀργὴν ἐπὶ τοῖς πεπραγμένοις. νῦν δὲ τοιοῦτον μὲν οὐδέν, ἡσυχία δὲ πολλή. μᾶλλον δέ, ἡ θεὸς μὲν ἐν οὐδενὶ λόγῳ, πολλὴ δὲ ἡ πρὸς τὸν πλοῦν ὁρμή.

[8] καὶ ὁ μάντις ἐδίδασκεν ὡς οὔπω καιρός, δεῖν γὰρ καὶ πρότερον θεραπεῦσαι τὴν θεόν. τί γένοιτ' ἂν τῶν Ἑλλήνων ἀνοητότερον; Κάλχαντος ἐδέοντο πρὸς τὸ μαθεῖν ὡς θεὸς ὑβριζόμενος ὠργίζετο καὶ ὡς ὀργὴ δαιμόνων μεγάλη ζημία; οὐ γὰρ καὶ γυναικὶ καὶ παιδὶ τοῦτό γε δῆλον; οὐ γὰρ καὶ τοῖς οἰκέταις καὶ τοῖς δορυφόροις τῶν Ἑλλήνων; οὐ γὰρ καὶ τοῖς ἀναισθήτοις εἶναι δοκοῦσι βαρβάροις;

[9] ἀλλ' ὁ τὴν ἀρχὴν ἔχων διὰ σύνεσιν Ἀγαμέμνων καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς καὶ ὁ τῷ πολλῷ χρόνῳ εἰς ἄκρον ἥκων σοφίας ὁ Πύλιος, προσθείην δ' ἂν καὶ τὸν Τυδέως ὃς ἐν πολλαῖς ἐκκλησίαις ἐπεδέδεικτο τὴν ἑαυτοῦ φρόνησιν, αὐτοῦ πάντες ἐκάθηντο μένοντες τὴν Κάλχαντος μαντικήν, ἵν' ἐκεῖνος αὐτοῖς εἴπῃ περὶ τῶν οὕτω προδήλων. λοιπὸν οὖν ἦν εἰς ἐκεῖνον βλέποντας καὶ καθῆσθαι καὶ βαδίζειν καὶ λαλεῖν καὶ σιωπᾶν καὶ τιμᾶν τοὺς ἀγαθοὺς καὶ μισεῖν τοὺς κακούς.

[10] τίνες οὖν ἦσαν, ἐπειδήπερ ἐδιδάχθησαν; κατεψηφίσαντο τοῦ Λοκροῦ θάνατον, ὁ δὲ διέφυγε καὶ ἦν ἐπὶ τῶν βωμῶν. πῶς οὖν εἰς τοσοῦτον, εἰπέ μοι, διέφυγε κακόν; πῶς οὐ γέγονεν ἐκ μέσου τῆς στρατιᾶς ἁπάσης; πρὸ μὲν γὰρ τοῦ ταύτην ‹ἐπὶ κρίσιν› ἐνεχθῆναι πάντως ἂν αὐτὴν ἀνέμενεν ἄδηλον ὂν πότερον γνώσονται, κεκριμένου δὲ τοῦ δεῖν ἀποθανεῖν εὐθὺς ἂν ἀπέθνησκε λίθοις. οὐ γὰρ ἦν, οἶμαι, τοῦ Παλαμήδους βελτίων.

[11] εἰ μὲν οὖν παιδιὰ τὸ πρᾶγμα ἦν καὶ αὐτοὶ συνέπραττον αὐτῷ πρὸς σωτηρίαν, οὐκ ἀνδρῶν ἔργον Ἑλλήνων ἐποίουν· εἰ δ' ὄντως ἤθελον δίκην λαβεῖν, ἔλαβον ἄν, καὶ οὐκ ἦν διάδυσις τῷ πεπονηρευμένῳ, εἵλκετο δ' ἂν καὶ ἀπὸ τοῦ βωμοῦ δικαίως. καὶ οὐκ ἂν οὕτω κακῶς ἠτίμησαν τὸν βωμὸν οὐδὲ αὖ τὸν θεὸν οὗπερ ἦν ὁ βωμός. τουτὶ γὰρ ἦν ἐν τῷ δοκεῖν τιμᾶν τοὺς θεοὺς ἀτιμάζειν τοὺς θεούς, εἴπερ τοὺς εἰς ἐκείνους ἀσεβοῦντας δι' αὐτοὺς ἐκείνους ἔσωζον.

[12] ἀλλ', οἶμαι, τοσοῦτόν γε ᾔδεσαν ὡς τὰς καταφυγὰς ταύτας τοῖς πάσχουσι κακῶς, ἀλλ' οὐ τοῖς ἀδικοῦσιν ἐξεῦρον οἱ νόμοι καὶ οὐκ ἂν τὴν ὀφειλομένην τοῖς χρηστοῖς ἐπικουρίαν ἐπὶ τὸν πονηρότατον ἁπάντων μετήνεγκαν. εἰ γὰρ ἤρκει βωμὸς εἰς παραίτησιν, τί τὸ κωλύον ἦν ἀπὸ τῶν ἀδικημάτων εὐθὺς ἐκεῖσε τρέχειν τὸν ἀνδροφόνον, τὸν μοιχόν, τὸν τυμβωρύχον, τὸν προδότην, τὸν ἱερόσυλον, πάντας ἁπλῶς τοὺς ἀξίους ἀπολωλέναι;

[13]

καὶ οὕτως ἂν οἵ γε βωμοὶ τοὺς πονηροὺς ἐπήσκουν καὶ παρὰ τῶν θεῶν ἂν ἦν τοῖς ἀνθρώποις εἰς κακίαν παράκλησις ἐπαγγελλομένων ἄδειαν διὰ τῶν βωμῶν τοῖς ἀδικοῦσι. ταῦτ' οὖν ἐγνωκότες οἱ τότε καὶ δι' αὐτό γε μειζόνως ἂν αὐτὸν ἐμίσουν, ὅτι τοὺς αὐτοὺς βωμοὺς οὐδέν τι ἡγεῖτο τοῖς μὲν ἄλλοις ἀσθενεῖς, αὑτῷ δὲ ἰσχυροὺς ἀξιῶν εἶναι.

[14] οἱ δὲ οὕτως ἦσαν εὐήθεις ὥστ' ἐκεῖνον ἀφέντες ὥσπερ τῶν θεῶν ἀντειλημμένων τῆς μιαρᾶς κεφαλῆς ἐκκλησίαν ποιήσαντες ἐσκόπουν εἴτ' ἀμελητέον τῶν πρὸς τὴν Ἀθηνᾶν εἴτε καὶ μή. τουτὶ δὲ ἴσον ἦν τῷ σκοπεῖν εἴτ' ἄμεινον ἀπολωλέναι τὸν στρατὸν εἴτε καὶ μή.

[15] καὶ διεφέροντο πρὸς ἀλλήλους οἱ παῖδες Ἀτρέως τότε πρῶτον τοῦτο ποιήσαντες. καὶ ὁ πανταχοῦ τὸν Ἀγαμέμνονα τιμῶν καὶ ὑπερχόμενος οὗτος μετὰ τοὺς μυρίους ἐκείνους μόχθους οὓς ὑπὲρ αὐτοῦ καὶ τῆς Ἑλένης ἀνεχόμενος οὐκ ἀπεῖπεν, ἐκεῖνος ὕβριζεν ὑπάγων ἃ τῶν ἐριζόντων ἦν, ἀλλ' οὐ τῶν πειθομένων. καὶ ταῦτα τοῦ μὲν καὶ λέγοντος καὶ πράττοντος ἃ κοινῇ συνοίσειν ἔμελλεν, αὐτὸς δὲ τὰ πάντων ἀλυσιτελέστατα.

[16] τί δ' ἦν τὸ καὶ τὸν Μενέλαον οὕτω κατάγον; οὐκ ἐφ' ᾧ πάντα ἐπραγματεύετο, τοῦτο εἶχε, τὴν Ἑλένην; οὐ μόνος τῶν Ἀχαιῶν ἐπὶ τῆς Τροίας συνῴκει τῇ γυναικί; σπεύδειν μὲν οὖν, ‹ὅτ'› ἠπείγετο ἀπὸ Σπάρτης εἰς Τροίαν, εἰκὸς ἦν τὸν τὴν ἡρπασμένην κομίσασθαι ζητοῦντα, ἔχοντα δὲ καὶ κεκομισμένον καὶ λελυμένον τῶν δεινῶν τίν' εἶχε λόγον μικρὸν ὑπὲρ τῶν ἀναγκαίων μὴ βούλεσθαι μένειν; μᾶλλον γὰρ ἦν εἰκὸς τοῦτο παθεῖν τὸν Ἀγαμέμνονα ποθοῦντα τὴν Κλυταιμνήστραν ἢ τὸν ἀπολαύοντα τῆς ἑαυτοῦ τὸν ἀδελφὸν Ἀγαμέμνονος.

[17]    Οὐ τοίνυν οὐδὲ τὴν Ἀθηνᾶν εὑρίσκω δίκην εἰδυῖαν ὑπὲρ αὑτῆς λαμβάνειν. σκόπει γὰρ ἐπήνεγκε χειμῶνα τῷ Μενελάῳ πλέοντι, διὰ δὲ τούτου πολλὰς μὲν τῶν ἐκείνου νεῶν διέφθειρεν, αὐτὸν δὲ εἰς Αἴγυπτον ἀπήνεγκεν, ὅθεν ὕστερον ἀναχθεὶς εἶδε τὴν οἰκείαν καὶ πάλιν ἐβασίλευε τῆς Λακεδαιμονίας.

[18] οὐκοῦν ὁ μὲν ὀφείλων ἀποθανεῖν σώζεται, οἱ δ' οὐ σφόδρα μετέχοντες τῶν ἐπὶ τῆς ἐκκλησίας ἡμαρτημένων ἀπόλλυνται. καὶ τίς οὕτως ἀνθρώπων ἄτοπος ὅστις ἐλάττονι μὲν ζημιώσει ζημίᾳ τοῦτον ᾧ τὰ μέγιστα ἐγκαλεῖ, μεγίστῃ δὲ ᾧ μηδὲν μέμφεται; τὸ γὰρ δίκαιον ἦν δήπου τοὺς μὲν ὑπηκόους αὐτοῦ σεσῶσθαι, μόνον δὲ ἐκεῖνον ἀπολωλέναι. τοῦτο δὲ ἢ μὴ βούλεσθαι τὴν Ἀθηνᾶν ἢ μὴ βουλομένην δύνασθαι τῆς ἴσης ἀτοπίας.

[19]    Ἀλλ' ἡ μὲν θεὸς ἐβούλετο τὰ δίκαια καὶ ὅ τι ἂν ἐθέλῃ πράττει, τοῖς δὲ ταῦτ' εἰρηκόσιν ἐπιτιμᾶν ἄξιον.