[1]
[1] Ὅτι μέγας μὲν καὶ θαυμαστὸς ὁ βασιλεὺς Μακεδόνων Ἀλέξανδρος καὶ τὴν ἤπειρον ἑκατέραν τῶν αὑτοῦ κατορθωμάτων ἐνέπλησε καὶ τοσοῦτον τοὺς ἔμπροσθεν καὶ τοὺς ὕστερον παρήνεγκεν ὡς πρώτην χώραν μὴ δοῦναι, πάντας ἂν ἡγοῦμαι συμφῆσαι, πλὴν εἴ τις ἢ παντάπασιν ἀναισθήτως ἢ λίαν ἀγνωμόνως ἔχοι· ἐμοὶ δὲ δοκεῖ καλὰ πρᾶξαι καὶ παραδοῦναι τοῖς ἐσομένοις ὑμνεῖν οὐ τύχῃ μόνον, ἀλλὰ καὶ συνέσει χρησάμενος πρὸς ἅπαντα καὶ τῇ παρ' ἐκείνης ῥοπῇ καὶ τὰ παρὰ τῆς φρονήσεως ἀγαθὰ συνεισενεγκών.
[2] οὐ γὰρ ταὐτὸν ἔπαθε τοῖς ἄλλοις βασιλεῦσιν οἷς ἄχρηστος μὲν ἡ παιδεία κέκριται, τῆς δὲ εὐδαιμονίας ὅρος ἡ τρυφή, ἀλλ' ἡγησάμενος οὐδὲν τῶν ἀνδραπόδων διαφέρειν τοὺς ἀμοιροῦντας τούτου τοῦ κτήματος καὶ βουληθεὶς ἐν τῷ καλλίστῳ τῶν ὄντων ἀμείνων εἶναι τῶν ἀρχομένων Ἀριστοτέλει φέρων ἑαυτὸν συνῆψε καὶ κατέστησε τοῦ σοφωτάτου μαθητήν. καὶ τῶν μετὰ ταῦτα λαμπρῶν καὶ βεβοημένων ἡ πρὸς ἐκεῖνον συνουσία τὴν ὑπόθεσιν δέδωκε.
[3] περὶ μὲν οὖν τῆς ἀνδρείας ἢ τῆς δεινότητος ἢ τοῦ πρὸς ἔργοις ἔχειν ἀεὶ τὸν λογισμὸν ἤ τι τῶν τοιούτων εἰ διεξίοιμι, μακροτέρων ἂν δέοι λόγων· ὡς δὲ κοινὸν ἑαυτὸν κατέστησε καὶ πρὸς τοὺς συνόντας ὁμιλητικὸν ὥστε καὶ ἐρέσθαι τοῖς βουλομένοις ἐξεῖναι καὶ τυχεῖν ἀποκρίσεως εὐμενοῦς, τοῦτο τίς οὐκ ἂν ἀγασθείη; τοῖς μὲν γὰρ ἄλλοις εἴ τις ἀντιβλέψειεν, ἀδίκημα νενόμισται· Ἀλέξανδρος δὲ εἰ μὴ πρὸς τὰς ἐντεύξεις ἡμερώτατος φαίνοιτο, πάντων αἴσχιστον ἡγεῖτο.
[4] καὶ γάρ τοι προσελθών τις ἥδιστ' ἄν, ἔφη, τοὺς θησαυροὺς ἴδοιμι τοὺς σούς, ὦ βασιλεῦ. καί μοι δοκεῖ τοῦτο ἐπαρθῆναι ποιῆσαι ὁρῶν μὲν ἅπαν ἔθνος ἤδη κατεστραμμένον, ἡγούμενος δὲ πλήθει χρημάτων ταῦτα εἰς τέλος ἥκειν. πῶς οὖν Ἀλέξανδρος; οὐχ ὑβρίζειν ὑπέλαβεν, εἴ τις ἐρωτήσειε προχείρως. ἔπειτα οὐκ ἐκέλευσε τοῖς διακόνοις λαβοῦσι τὸν ἄνθρωπον περιάγειν καὶ δεικνύναι χρυσίου πλῆθος, ἀργυρίου τάλαντα τόσα καὶ τόσα, λαφύρων ἀφθονίαν, ἀλλ' εἰς τοὺς φίλους προστάξας ἰδεῖν μὴ ζητήσῃς ἕτερον, φησίν, Ἀλεξάνδρου πλοῦτον. οὗτοι γὰρ ἐμοὶ θησαυροί.
[5] Ὡς τοίνυν εἰκότως ταύτην ἡγήσατο πρέπειν τοῖς φίλοις τὴν προσηγορίαν, ῥᾴδιον γνῶναι, εἴπερ ἐξετάσομεν τούς τε καιροὺς οἷς ἀνάγκη χρῆσθαι τοὺς ἀνθρώπους καὶ τύχας ἀμείνους καὶ παραπλησίους καὶ χείρονας, ἔτι δὲ πρὸς τούτοις ἡλικίας καὶ ὅτε τις βουλεύεται.
[6] Οὐκοῦν δύο μὲν καιροὶ τὰ ἀνθρώπινα διαιτῶσι πράγματα, λέγω δὴ πόλεμον καὶ εἰρήνην. ‹ἐν› ἑκατέρῳ δὲ μέγιστον ἡ τῶν φίλων ἰσχύει μερίς. οἷον τοῖς πολεμοῦσι δεῖ μὲν χρημάτων, δεῖ δὲ ὅπλων, δεῖ δὲ συμβούλων, δεῖ δὲ συμμάχων. οὐκοῦν λύει μὲν τὴν ἀπορίαν τῶν χρημάτων εἰς μέσον τιθεὶς τὰ ὄντα ὁ φίλος οὐχ αὑτοῦ μᾶλλον ἡγούμενος εἶναι τὴν οὐσίαν ἢ τοῦ συνήθους, συμβουλὰς δὲ τὰς ἀρίστας ἀναζητῶν καὶ λέγων ἐκείναις ὀρθοῖ τὰ πράγματα. ἤδη δέ τινες ὅπλων ἀποροῦντες εἰς τοὺς φίλους ἰδόντες εὐπόρησαν. καὶ μὴν τό γε τῶν συμμάχων ἀγαθὸν τῆς φιλίας ἡγησαμένης ἂν γένοιτο.
[7] τὸ δ' αὐτὸ καὶ πόλεσι καὶ τοῖς καθέκαστα χρήσιμον. καλῶ μὲν γὰρ ἐγὼ πόλεων φίλους τοὺς εὔνους τοῖς καθεστηκόσιν, οὗτοι δὲ ‹οἱ› νόμους τιθέντες καὶ ψηφίσματα γράφοντες καὶ γνώμας ἀγορεύοντες καὶ τοὺς ἀδικοῦντας ἐλέγχοντες καὶ τοὺς χρηστοὺς ἀμείβεσθαι πείθοντες. ἀλλὰ μὴν καὶ τοῖς καθέκαστον μέγα παρὰ τῶν ἐπιτηδείων τὸ κέρδος. ἐκεῖνοι γάρ εἰσιν οἱ νουθετοῦντες ἁμαρτάνοντας ἢ σφαλλομένους ἐπὶ τὰ βελτίω μεθιστῶντες, οἱ δεομένοις ἐπικουροῦντες, οἱ ταῖς εὐπραξίαις χαίροντες, οἱ τοῖς ἀτυχοῦσι συναλγοῦντες. ἐκεῖνοι καὶ πολέμους πειρῶνται καταλύειν ὡς ἄριστα καὶ τὴν εἰρήνην ὡς ἐπιπλεῖστα φυλάττειν καὶ τὸ πρόσφορον ἑκατέρῳ τηροῦντες ‹καὶ› ἀεὶ τὰ συνοίσοντα πράττοντες.
[8] ἀλλὰ μὴν πόλεων τὰς μὲν βασιλεύεσθαι, τὰς δὲ [καὶ] δημοκρατεῖσθαι συμβέβηκεν, ἐν δὲ ταῖς ὀλιγαρχίας καθεστάναι. ὁ δὲ τοῖς ὑπάρχουσιν οἰκείως ἔχων σώζει μὲν βασιλεῖ τὴν βασιλείαν, τηρεῖ δὲ δήμοις τὴν ἐλευθερίαν, φυλάττει δὲ ταῖς ὀλιγαρχίαις τὸ σχῆμα.
[9] ἀλλὰ μὴν τῶν ἀνθρώπων οἱ μὲν πενίᾳ συζῶσι, τοῖς δὲ πολὺς παρὰ τῆς τύχης ὁ πλοῦτος. ἑκάτερον δὲ δεῖται πρὸς ὑπερβολὴν τῆς τῶν φίλων ῥοπῆς. τοῖς μὲν γὰρ διασώζει τὰ ὄντα, τοῖς δὲ ἐπικουφίζει τὴν πενίαν.
[10] καὶ μὴν ἅ γε δι' ἡμῶν αὐτῶν πράττειν ἀδύνατον, ταῦτα τῇ τῶν φίλων προσθήκῃ πληροῦμεν. τίς γὰρ οὐκ οἶδεν ὅτι δεῖ μὲν γυναικὸς ἀνδρὶ κατὰ τὸν Ἡσίοδον; αὐτοὶ δ' οἱ γαμεῖν μέλλοντες ἐρυθριάσαιεν ἂν ὑπὲρ τοῦ γάμου διαλεγόμενοι. ἐνταῦθα δὴ τὸν ἐπιτήδειον ἡ χρεία καλεῖ. ὁ δὲ πολλοὺς καὶ καλοὺς μελετήσας λόγους καὶ τὰ ὄντα ἄρας καὶ τὰ οὐκ ὄντα προσθεὶς ῥᾷστα συνάπτει τὰ γένη.
[11] ἀλλ' ἐν ταῖς ἀποβολαῖς τῶν παίδων καὶ τῶν ἀναγκαιοτάτων, οὗ πολλάκις τὸ πάθος μεῖζον ἢ φέρειν, τίνες οἱ παρόντες καὶ τῆς λύπης ἀφαιροῦντες καὶ κωλύοντες ὁρμῆσαι πρὸς ξίφος; οὐχ οὗτοι; πᾶς ἂν συμφήσειεν ὅστις οὐκ ἄπειρος φίλων. ἐπεὶ καὶ πᾶσαν ἡλικίαν ἔγωγ' ἂν φαίην μέγιστα τοῦ πράγματος ἀπολαύειν. τὸ γῆρας ἐκεῖθεν κουφότερον, τοῖς ἀκμάζουσιν ἀπὸ τούτων οἱ συνεργοί, τοῖς παισὶν οὐχ ἑτέρωθεν οἱ τῶν ἀσκήσεων κοινωνοί. οὕτως οὐδέν ἐστιν ὃ φαίης ἂν ἔξω καθεστάναι τῆς παρὰ τῶν συνήθων χρείας.
[12] Ἔστι μὲν οὖν οὐδὲ ταῦτα σμικρὰ παραδείγματα τοῦ σώφρονα ἀποκρίνασθαι τὸν Ἀλέξανδρον, δοκεῖ δ' ἄν μοί τις ἰδεῖν ἀκριβέστερον ἡλίκον τὸ πρᾶγμα τῶν φίλων, εἰ τοὺς ἐστερημένους ἐκείνων σκέψαιτο.
[13] οὐκοῦν ὁ μὲν τύραννος ἐν φόβῳ βέβαιον μὲν οὐδὲν τῶν παρόντων ἀγαθῶν ἡγούμενος, ἀεὶ δὲ τὸ μέλλον προσδοκῶν χαλεπόν; ᾧ γὰρ οὐκ ἔστι σύμβουλος ἀποστήσων μὲν τοῦ χείρονος, προσάξων δὲ τῷ βελτίονι καὶ πείσων τὰ μὲν φεύγειν, τὰ δὲ διώκειν, πῶς ἂν ὁ τοιοῦτος ἢ πολεμήσειεν, ὅτ' ἄμεινον, ἢ τὴν εἰρήνην, ὅτε βέλτιον, ἔχοι; παρὰ τοῦ δ' ἂν τοὺς ἐπιβουλεύοντας προμαθὼν ἀποκρούσαιτο πρὸ τῆς πείρας τὰ δυσχερῆ; τίς δ' ἂν αὐτῷ νενικηκότι συμπαιανίσειε; τίς δ' ἂν ἡττημένῳ συναχθεσθείη; τῇ πόλει δὲ κηδεμόνος ἀπορούσῃ τίς τῶν ὄντων ἀσφάλεια, τίς ὑπὲρ τοῦ μέλλοντος ἄδεια; [14] εἶεν. τοῖς δὲ δὴ καθέκαστον οὐκ ἀλγεινότατος ὁ βίος τῆς τοιαύτης κοινωνίας ἐστερημένοις; τίς ἐπ' ἀγορᾶς διαλέξεται; τίς ὅ τι χρὴ πράττειν ὑποθήσεται; τίς ὃ φυλάξασθαι δεῖ συμβουλεύσει; τίς κουφίσει συμφοράν; τίς κρινομένῳ παρέσται;
[15] ἀφῄρηται καὶ τῆς νεότητος ἡ τέρψις ἄνευ φίλων, καὶ γῆρας βαρύτερον, εἰ τοῦτο ἀφέλοι τις, καὶ πενία μὴ τοῦτο ἔχουσα διπλοῦν ἂν εἴη κακόν. ὁ δέ γε πλούσιος τοὺς μὲν ἐπιβουλεύοντας πολλούς, τοὺς δὲ βοηθοῦντας οὐδαμῶς ὄψεται. καὶ πολλὰ ἂν εἴη λέγειν ἃ τοῖς ἀποροῦσι φίλων συνέζευκται χαλεπά. εἰ τοίνυν τοῖς σπανίζουσι φίλων πάντα περιέστηκε τὰ δεινά, τοῖς γε ἐν εὐπορίᾳ γνωρίμων εὐδαιμονία πολλή. καὶ παραπλησίως τοῖς μὲν ἥδιστος, τοῖς δὲ βαρύτατος ὁ βίος.
[16] Καὶ μὴν εἰκότως ἂν μᾶλλον οἱ φίλοι θησαυροὶ προσαγορευθεῖεν ἢ ταῦτα ἃ νῦν οὕτω κέκληται. τί γὰρ τοσοῦτον παρὰ τῶν χρημάτων ὅσον τὸ παρὰ τούτων; παρετάξατο χρήματα πολεμοῦσι καὶ παρεκινδύνευσεν; οὐκ ἔστιν. ἀλλ' εἰσηγήσατο γνώμην; ἀλλὰ προκατεμήνυσεν ἐνέδραν; ἀλλ' ἔλυσε στάσιν; ἀλλὰ φρονιμωτέρους ἐποίησεν; οὐδαμῶς. καὶ μὴν πάντα γε ταῦτα καὶ ἔτι πλείω τούτων παρὰ τῶν ἐπιτηδείων καὶ πρός γε αὐτὰ τὰ χρήματα παρ' αὐτῶν γένοιτ' ἄν. ἔτι τοίνυν οἱ μὲν ἄριστοι τῶν φίλων οὐδεπώποτε χείρους τοὺς χρωμένους ἐποίησαν, τὸν δὲ πλοῦτον ἀκούομεν πολλάκις εἰς κακίαν συντελεῖν.
[17] ὥστε νουνεχόντως Ἀλέξανδρος μετέστησεν ἀπ' ἐκείνων ἐπὶ τούτους τοὔνομα. διόπερ ἀεὶ φίλων δεῖ τοῖς μέλλουσιν εὐδαιμόνως βιώσεσθαι. ὅτῳ δὲ οὐκ ἔστι τοιοῦτον κτῆμα, παραπλήσιον ἂν εἴη πεπονθὼς τῷ τῆς ἑτέρας ἐστερημένῳ ταῖν χεροῖν. ὅσον γὰρ ἀλλήλοις οἱ πόδες ἐν τῷ βαδίζειν συνεισφέρουσι, τοσοῦτον ἐν τοῖς πράγμασιν οἱ φίλοι παρέχουσιν. οὐχ ἁμάρτοι δ' ἄν τις οὐδὲ τὴν συζυγίαν τῶν ὀφθαλμῶν παραβαλὼν τῇ κοινωνίᾳ τῶν φίλων.
[18] Ἔστι μὲν οὖν καὶ παρὰ τῶν καθ' ἡμέραν γινομένων πλῆθος ἀποδείξεων λαβεῖν καὶ μεστὸς ὁ βίος τῶν εἰς τοῦτο φερόντων, ἔχοι δ' ἄν τις καὶ πρὸς τοὺς ἄνω χρόνους τῶν ἡμιθέων ὁρῶν ἀπ' αὐτῶν κομίσαι τὰ παραδείγματα. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ [τῆς] Θησέως φιλίας; ἢ τί τῶν κατωρθωμένων αὐτοῖς διὰ τοῦ ταὐτὰ προελέσθαι τε καὶ φρονῆσαι παραπλήσια καὶ συμπνεῦσαι πρὸς τοὺς ἄθλους; ὅτε δὲ ἀποστροφῆς ἐδέησεν αὖθις τῷ Ἡρακλεῖ, τίς ἀγαγὼν αὐτὸν Ἀθήναζε πρὸς τὴν χρείαν ἤρκεσεν; ὁ Θησεύς.
[19] αὐτὸς τοίνυν οὗτος Θησεὺς ὁ Πειρίθῳ χρώμενος ἐξετάσωμεν ἅ τε ἀπήλαυσεν ἅ τε παρέσχεν. οὐκ οὖν ἔδει μὲν τῷ Θησεῖ τὴν Ἑλένην γενέσθαι δι' ἁρπαγῆς; ἐπεὶ δὲ πείθων οὐκ εἶχε λαβεῖν, ἦν δὴ ὁ κίνδυνος οὐ μικρός, τοῦτο μὲν ἐκ τοῦ πατρός, τοῦτο δὲ ἐκ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τῶν ἐν Λακεδαίμονι. ἀλλ' ὅμως ἐτόλμα Θησεύς, οὐκ ἀπελείπετο δὲ Πειρίθους τὴν χάριν πρὸ τῶν φόβων τιθέμενος.
[20] καὶ οὐκ ἐμέμψατο τὴν προθυμίαν, ἀλλὰ τάχιστα δὴ τὴν ἀντίδοσιν ἐκομίζετο. βουληθεὶς γὰρ μνηστεῦσαι Κόρην τὴν Διὸς καὶ Δήμητρος ἐκέλευσε μὲν τῷ Θησεῖ συνακολουθῆσαι, ὁ δὲ τὰ μὲν πρῶτα κατέχειν ἐπειρᾶτο πρόδηλον εἶναι λέγων τὴν συμφοράν, ἐπεὶ δὲ πείθειν λέγων οὐκ ἴσχυεν, ἐκοινώνει τῶν κινδύνων εἰδὼς μὲν ἃ πείσεται, παθεῖν δὲ μᾶλλον αἱρούμενος ἢ λυπῆσαι τὸν φίλον.
[21] τὸν δὲ παῖδα τὸν Ἀγαμέμνονος πῶς ἀκούομεν διατεθῆναι μετὰ τὸν φόνον τῆς μητρός; οὐκ ἠλαύνετο μὲν ὑπὸ τῶν Ἐριννύων, ἐμισεῖτο δὲ ὑπὸ τῶν ἰδίων, ἐπάρατος δὲ καὶ δυσσεβὴς ἐδόκει παρὰ πᾶσι καὶ μιαρώτατος εἶναι; ἀλλ' ὅμως ὁ Πυλάδης οὐκ ἀπεστράφη μετὰ τῆς τύχης τὸν ἄνθρωπον οὐδὲ ἐνθυμηθεὶς ὡς μεταλήψεται τῆς ἀδοξίας ἐγκαλυψάμενος ἔφυγεν, ἀλλὰ παρῆν καὶ συνηκολούθει καὶ συνηγωνίζετο καὶ θεραπεύειν οὐκ ᾐσχύνετο τὸν αὐτόχειρα τῆς μητρός.
[22] μικρὰ πάντα πρὸς τὴν Ἀχιλλέως γνώμην κρινόμενα. ἐκεῖνος γὰρ ᾔδει σαφῶς ἀκούσας ὡς δεῖ δυοῖν θάτερον, ἢ τὸν Ἕκτορα μὴ διαφθείρειν ἢ καὶ αὑτὸν τεθνάναι, ἀλλ' ὅμως ἔμπροσθεν τῆς ἑαυτοῦ ψυχῆς ἐποιήσατο τιμωρῆσαι Πατρόκλῳ.
[23] Αὕτη μὲν ἡ τῶν πραγμάτων Ἀλεξάνδρῳ μαρτυρία, δεῖ δὲ μηδὲ Εὐριπίδην παραλιπεῖν, πάντως δὲ οὐκ ἀμφισβητήσιμος ἡ σοφία τοῦ ποιητοῦ. τί οὖν ἐκεῖνός φησι; μηδὲν εἶναι προτιμότερον φίλου σαφοῦς, οὗ δεύτερον πᾶν ἐφεξῆς ἄριστον. εἶτ' ἐπειδὴ τοὺς ἀνθρώπους ἑώρα πλοῦτον καὶ τυραννίδα θαυμάζοντας, διαρρήδην φησίν·
οὐ πλοῦτος, οὐ τυραννὶς τοῦδε βέλτιον.
[24] Εἰκότως ἄρα θησαυροί τε ἐνομίσθησαν Ἀλεξάνδρῳ καὶ ὠνομάσθησαν οἱ φίλοι. ἔστι τοίνυν ἐχόντων νοῦν κἀκεῖνον ἐπαινεῖν τοῦ λόγου καὶ αὐτοὺς μιμεῖσθαι τοῖς ἔργοις, ὡς οὐκ ἔσθ' ὅπως εὐδαιμόνως βιώσομεν, εἰ μὴ φίλων πολλῶν καὶ ἀγαθῶν εὐποροῖμεν. [2] [t]
Ἅπασα μέν μοι φιλοσοφία τίμιον καὶ δαιμόνιον καί μοι δοκοῦσιν οἱ τοὺς ἐν αὐτῇ ζῶντας μὴ θαυμάζοντες ἴσως ἂν πάντων τῶν θεῶν ὀλιγωρῆσαι, χρὴ δὲ τοσοῦτον αὐτοὺς ὑπολαμβάνειν τῶν λοιπῶν διαφέρειν ὅσονπερ ἐκείνους τῶν θηρίων· τῶν δ' αὖ τοῦτον ᾑρημένων τὸν βίον εἰκότως ἄν μοι δοκῶ Διογένη τε διαφερόντως ἀγασθῆναι καὶ τὴν ὁδὸν ἣν οὗτος ἦλθε.
[2] τὸ μὲν γὰρ οὐρανοῦ τε καὶ γῆς μέτρα ἡλίου τε καὶ σελήνης διερευνήσασθαι δρόμους ἄλλοις ἀφῆκεν, αὐτὸς δὲ μετῆλθεν ἀρετὴν ἣ μάλιστα τοὺς ζῶντας ὀνήσειν ἔμελλε. πλούτου κατεφρόνει, τῶν ἡδονῶν ἐκράτει, τὸ σῶμα παρεῖχε τοῖς πόνοις, τὴν τῶν δυνατῶν εὐδαιμονίαν δυστυχίαν ἐνόμιζε. πάντας δὲ ἀνθρώπους οἰκείους ἡγούμενος ἐπεμελεῖτο πάντων καὶ συλλήβδην εἰπεῖν Ἡρακλέους ἑαυτὸν ζηλωτὴν κατέστησεν αὐτῇ βακτηρίᾳ περιιὼν ἐπὶ τῷ βελτίους ποιεῖν οἷς ἐντυγχάνοι.
[3]
οἷον δ' αὖ κἀκεῖνο διεπράξατο. παιδὶ μὲν γὰρ ὁ παιδαγωγὸς παρῆν, τὸν δὲ προσήκοντα κόσμον ὁ παῖς οὐκ ἐφύλαττε, Διογένει δὲ τὸ πραττόμενον ἐπανορθώματος ἐδόκει δεῖσθαι. τί οὖν ποιεῖ; τὸν νέον ὑπερβὰς ἐπὶ τὸν ἐφεστηκότα φέρεται καὶ παίει κατὰ τοῦ νώτου πολλὰς καὶ προστίθησι ταῖς πληγαῖς τὸν λόγον, ὡς οὐκ ἄρα χρὴ τοιοῦτον εἶναι παιδευτήν.[4] Πρῶτον μὲν οὖν ἀμφοτέρων εἵνεκα τὸν ἄνδρα ἐπαινῶ, τοῦ τε μὴ κατοκνῆσαι ταῖς χερσὶ χρήσασθαι πρὸς τὸ σωφρονίσαι καὶ τοῦ τὴν αἰτίαν εἰπεῖν δι' ἣν τοῦτο ἐποίησε. τούς τε γὰρ σφόδρα ἀδικοῦντας ἔργῳ παιδεύειν ἠξίου τό τε μὴ σιωπῆσαι καὶ τὸ πόθεν ἐπὶ τὰς πληγὰς παρωρμήθη δηλοῦντος ἦν τῷ πεπονθότι τοῦ χάριν ταῦτ' ἐπεπόνθει. εἰ γὰρ πλήξας ἀπιὼν ᾤχετο σιωπῇ, οὐδὲν ἂν ἐκώλυσε τὸν μὲν παιδαγωγὸν ἀγνοῆσαι πλημμελήσαντα, τῇ δὲ ἀγνοίᾳ μηδὲν βελτίω γενέσθαι.
[5] καὶ μὴν τὸ τῶν ἁμαρτημάτων τοῦ νέου παρὰ τοῦ παιδαγωγοῦ τὴν τιμωρίαν λαβεῖν νοῦν ἐχόντων εὑρήσομεν. ἐνθυμηθῶμεν γὰρ ὅτου χάριν οἱ γονεῖς μισθοῦνται τοὺς ἐπιστησομένους τοῖς υἱέσιν. ἆρά γε μάτην ἐπιθυμοῦντες δαπανᾶσθαι χρήματα, ἀναλίσκειν πλοῦτον; πόθεν; οὐδεὶς οὕτως ἀπόπληκτος.
[6] ἀλλὰ πρὸς τί δὴ βλέπουσιν; ἴσασιν ἐκεῖνοι τὴν νεότητα ἐπιρρεπῆ φύσει πρὸς τὰ ἁμαρτήματα, κατὰ δὲ τῶν χρηστῶν ἀεὶ τὴν ἐναντίαν δόξαν ἔχουσαν καὶ φεύγουσαν μὲν ἀφ' ὧν ἔστιν εὐδαιμονίαν λαβεῖν, διώκουσαν δὲ δι' ὧν ἔστιν ἀθλιωτάτους γενέσθαι.
[7] ἵν' οὖν τῷ νέῳ παρὰ τῶν πρεσβυτέρων μανθάνειν εἴη, τίσι μὲν προσεκτέον, τίνων δ' ἀφεκτέον, τούτου χάριν τὴν πλείστην πρόνοιαν ἐνταῦθα εἰσφέρονται παιδαγωγοὺς ὡς μάλιστα βελτίστους ἀνερευνᾶν κανόνα τῶν τοῦ παιδὸς πραγμάτων ποιούμενοι τὴν ἐκείνου γνώμην.
[8] τεκμήριον δέ, τῶν γὰρ ἀνθρώπων ἕκαστος τῷ τοῦ παιδαγωγοῦ τρόπῳ τεκμαίρεται τὸν τοῦ νέου. κἂν μὲν ᾖ χρηστὸς ἐκεῖνος, καὶ περὶ τούτου προσδοκᾷ τὰ βελτίω, μὴ τοιούτου δὲ ὄντος χείρους ἐλπίδας καὶ περὶ τοῦ νέου λαμβάνει.
[9] οὐκοῦν τοῦ μὲν πατρὸς ἀργύριον δοῦναι, τοῦ δὲ παιδαγωγοῦ τῶν λοιπῶν φροντίσαι μηδὲν ὑποστελλόμενον. διὰ τοῦτο γὰρ καὶ παίειν καὶ ἄγχειν καὶ στρεβλοῦν καὶ ἃ τῶν δεσποτῶν πρὸς τοὺς οἰκέτας, ταῦτα καὶ τῶν υἱέων τοῖς ἐφεστῶσιν ἀξιοῦσιν ὑπάρχειν, ὡς μηδεὶς ἀπόλογος ἐσύστερον ᾖ.
[10] Τί οὖν φημι; μᾶλλον δέ, τί Διογένης φησίν; ἂν πίνειν πέρα τοῦ μετρίου βούληται, μηδαμῶς, ὦ τάν, ἐπίτρεπε. καὶ τὸν ὕπνον δὲ τὸν ἔξω τοῦ προσήκοντος διάκοπτε. καὶ πρὸς ἀργίαν ἐκφερόμενον ἀνέγειρε καὶ παρατήρει βλέμμα καὶ σχῆμα καὶ φωνὴν μὴ παρὰ μέλος συμβῇ. καὶ τὰ μὲν πρῶτα πειρῶ νουθετεῖν, εἰ δ' ἀντιτείνει, κόλαζε καὶ πικρὸς ὑπὲρ σωφροσύνης φαίνου μᾶλλον ἢ τῇ φιλανθρωπίᾳ ζημίου. πάρεστιν ἱμάς. ξαῖνε κατὰ τοῦ νώτου πολλάς. φοβείσθω τὴν σὴν βακτηρίαν. εἰ δὲ οὐκ ἐκεῖνος τὴν σήν, σὺ τὴν ἐμήν. τούτους ἡγεῖσθαι χρὴ Διογένους τοὺς λόγους. ἐν γὰρ τῷ τί γὰρ τοιαῦτα παιδεύεις; εἰπεῖν ταῦτα πάντα περιείληφεν.
[11] Ἔτι τοίνυν ὡδὶ σκεψώμεθα. πότερον οὖν παρῆν τῷ παιδὶ διαπαντὸς ἢ οὔ; εἰ μὲν γὰρ ἀπεστάτει, προδότης ἦν τοῦ νέου σαφής· εἰ δὲ συνέζευκτο, πότερον ἠρέσκετο τοῖς πλημμελήμασιν ἢ οὔ; εἰ μὲν γὰρ βουλομένου ταῦτα ἦν ἁμαρτάνεσθαι, τίς τοῦ τοιούτου πονηρότερος; εἰ δὲ οὐ βουλομένου, τί παθὼν οὐκ ἐκώλυεν; οὐ γὰρ δὴ χεῖρας ἔμελλεν ὁ νέος ἀνταίρειν. τὸ γὰρ πείθεσθαι καὶ μὴ ἀντιβλέπειν ἀναγκαῖον ὂν ἠπίστατο.
[12] εἰ δὲ ἃ τὸν παιδαγωγὸν ὁ Διογένης, ταῦτα τὸν νέον ἐτύγχανε δράσας, οὐκ ἂν ἐκεῖνον εἰπεῖν νομίζομεν; ὦ σοφώτατε Διόγενες, ἐμοὶ γὰρ ὑπείληπται καλὸν ὃ δίδωσι πράττειν ὁ κύριος. καὶ νῦν σὺ μὲν ταύτην ἀταξίαν, ἐγὼ δὲ παιδείαν ἡγοῦμαι. σημεῖον δὲ τὸ μηδὲ τὸν παιδαγωγὸν ἀποτρέπειν ποιοῦμαι. εἰ ταῦτα ἤκουσεν, ἆρ' οὐχ ὡμολόγησεν ἂν ἀκρισίᾳ περὶ τὰς πληγὰς κεχρῆσθαι; πάνυ γε. διόπερ οὐδὲν τοιοῦτον οὔτε ἔπραξεν οὔτε ἤκουσεν.
[13] ἐπεὶ δὲ καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις προσήκει τῶν πραγμάτων σκοπεῖν καὶ πρὸς ἐκείνας πάντα ἀναφέρειν τὰ δεύτερα, τὸ γὰρ παρέχον τὴν ἀφορμὴν καὶ τῶν ἀκολουθούντων κομίζεται τὸν λόγον, καὶ τὸ τῆς ἀταξίας ὑπὸ μὲν τοῦ παιδὸς ἐγίγνετο, κατεσκεύαστο δὲ τῇ τοῦ παιδαγωγοῦ ῥᾳθυμίᾳ, οὐ δὴ ψιλὸν ἐξήτασε τοὖργον, ἀλλὰ καὶ τὸν δόντα τῷ πράγματι τὴν καταβολὴν καὶ τῷ μὲν πράττοντι συνέγνω, τὸν δὲ δόντα τὴν ἄδειαν ἐμίσησεν.
[14] οὗ γὰρ μὴ συγχωρήσαντος οὐκ ἄν ποτ' ἐπέπρακτο, τοῦτον ἡγεῖτο δίκην τῶν πραχθέντων ὀφείλειν. καὶ γὰρ ὡς ἀληθῶς τῶν ἀτοπωτάτων, εἰ μέν τι τῶν ἀμεινόνων ὑπὸ τῶν νέων γένοιτο, τὸν ἐφεστηκότα τὴν δόξαν καρποῦσθαι, τῶν δὲ ὡς ἑτέρως ἐχόντων μὴ τὸν αὐτὸν τοῦτον ὑπεύθυνον εἶναι.
[15] ἐγὼ πολλάκις ἔγνων τὸν μὲν νέον ἀπομνημονεύοντα καλῶς, τὸν δὲ παιδαγωγὸν μέγα φρονεῖν ἀξιοῦντα, καὶ τὸν νέον μὲν ὡς ὀξύτατα συνιέντα, τὸν δὲ μάλιστα σεμνυνόμενον, καὶ τὸν μὲν σωφρονοῦντα, τὸν δέ, εἰ μή τις αὐτὸν ἐπαινοίη, δεινὰ φάσκοντα πάσχειν.
[16] καὶ μὴν οἱ γονεῖς ὅταν αἴσθωνται τὰ τοῦ παιδὸς αὑτοῖς ὡς ἄριστα προχωροῦντα καὶ λόγων εἵνεκα καὶ τρόπων, αὐτὸν μὲν οὐδὲ μικρὸν ἐπὶ τούτοις ἂν θαυμάσαιεν, εἰς δὲ τὸν ἐπόπτην καὶ τὸν ἐπὶ τοῦτο ἄγοντα ῥέπουσι, κροτοῦσιν, ἐπαινοῦσι, χρήματα προτείνουσι, καὶ τῶν παραχρῆμα διδομένων τὰ προσδοκώμενα μείζω.
[17] ἔστιν οὖν ἁπλοῦς καὶ δίκαιος λόγος· οὐδεὶς θαυμάσεται τὸν νέον τῶν ἀγαθῶν. οὐ τοίνυν οὐδὲ κολάσει τῶν ἐναντίων. ἐπὶ τὸν παιδαγωγὸν ἥξει τὸ θαῦμα τῶν δεξιῶν, οὐκοῦν καὶ τῶν ἁμαρτημάτων ἡ ζημία. ἢ μέγιστα ἂν εἶεν πλεονεκτοῦντες κἀκείνων δῶρα λαμβάνοντες καὶ τούτων δίκην μὴ διδόντες. ἀλλ' οὐκ ἄξιον. ἀλλ' οἱ τῶν τιμῶν καὶ τῆς τιμωρίας, εἰ πλημμελοῖτό τι, κληρονομοῖεν ἂν εἰκότως. καὶ μὴ τῆς φιλοτιμίας ἀντιποιούμενοι ἀγανακτούντων ἐπὶ ταῖς πληγαῖς.
[18]
τοῦτο τὸ δίκαιον πανταχοῦ σωζόμενον εὑρήσομεν. ᾖσεν ὁ χορὸς πλημμελῶς. τὸν διδάσκαλον ἐν αἰτίαις ἔχει τὸ θέατρον, καὶ τῶν μὲν χορευτῶν οὐδεὶς καθάπτεται, τὸν δὲ οὐ καλῶς ῥυθμίσαντα τοῦτον ἐλαύνουσι. δῆλον γὰρ ὡς, εἴπερ οὗτος ὑφηγεῖτο τὴν ἀμείνω, ταύτην ἂν ἦλθεν ἐκείνων ἕκαστος.[19] βοῦς δὲ ὅταν κυρίττῃ, πότερα τὸν βουκόλον ἢ ἐκεῖνον μεμφόμεθα; πῶλος δὲ ὅταν ἀτακτῇ, πότερον ἐκεῖνον ἢ τὸν ἡνίοχον κακίζομεν; φροντιζέτω δὲ καὶ τῆς τῶν ναυτῶν ἀρετῆς ὁ κυβερνήτης ὡς αὐτὸς ὑφέξων λόγον ὧν ἂν ἐκεῖνοι σφαλῶσιν. ὥσπερ γὰρ ἐπὶ τὸν λοχαγὸν τὰ τῶν ἑπομένων ἐγκλήματα βαδίζει, τὰ γὰρ ἐκείνου νεύματα τῶν πρακτέων τοῖς στρατιώταις ὅρος, οὕτω καὶ τὴν αἰτίαν τῶν ἁμαρτανομένων τοῖς νέοις ἐπὶ τὴν τοῦ παιδαγωγοῦ κεφαλὴν δικαίως ‹ἂν› ἀναθεῖεν ἅπαντες.
[20] Γένοιτο δ' ἂν ὅ φημι γνωριμώτερον, εἰ πρὸς τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀποβλέψαιμεν, τὴν Ἀθηναίων λέγω καὶ Λακεδαιμονίων. Ἀθηναῖοι μὲν οὖν οὐκ ἀναιρεθέντων τῶν πεσόντων ἐν Ἀργινούσαις τοὺς μὲν στρατηγοὺς ἀπέκτειναν, τοὺς δὲ λοιποὺς οὐδ' ἐμέμψαντο. καίτοι γε πάντες ὁμοίως ἦσαν ἠμεληκότες τῆς τῶν ἀπελθόντων ταφῆς, ἀλλ' ἐπειδὴ τὴν ῥᾳθυμίαν ᾔδεσαν ἀπὸ τῶν στρατηγῶν ὡρμημένην, τούτων τὸ ἔγκλημα καὶ τὴν δίκην ἐποιήσαντο.
[21] Λακεδαιμόνιοι δὲ τῇ πρὸς τὸν Θεμιστοκλέα τιμῇ δῆλον κατέστησαν ὡς τῶν τὰς αἰτίας παρεχομένων τὰ λοιπὰ πάντα γίνεται. μετὰ γὰρ τὰς γενναίας ἐκείνας καὶ θαυμαστὰς πράξεις ἃς ἐπεδείκνυντο κατὰ τοῦ βαρβάρου Θεμιστοκλῆς μὲν ἧκεν εἰς Σπάρτην, οἱ δὲ αὐτὸν ἐστεφάνωσαν τῆς ἐν Σαλαμῖνι ναυμαχίας ἀφορμὴν ποιούμενοι τὴν ἐκείνου διάνοιαν.
[22] Οὐκοῦν Διογένης μὲν ὀρθῶς οἶδεν ὅτῳ προσήκουσιν αἱ πληγαί, δεῖ δὲ τοὺς εὖ φρονοῦντας ἐκεῖνον ἐπαινεῖν καὶ τοῖς ἔργοις μιμεῖσθαι.
[3][t][1] Ὁ μέν τις Ἰσοκράτην ἐπαινεῖ τῶν λόγων οἷς τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐκόσμησεν, ὁ δὲ τῶν συμβουλιῶν ἐν αἷς πολλὴν ἐπεδείξατο τὴν σύνεσιν, ἔνιοι δὲ καὶ τῶν δικανικῶν ἐν οἷς οὐδενὸς ἐφάνη φαυλότερος. οἱ δὲ τοῦ τῶν ὀνομάτων, οἱ δὲ καὶ τοῦ τῶν ῥυθμῶν ἑαλώκασι κάλλους.
[2] ᾐσθόμην δέ τινων καὶ τὸ μηδὲ τοῖς κοινοῖς αὐτὸν ἐθελῆσαι προσελθεῖν ἐν θαύματι πεποιημένων. λογίζονται γὰρ ὡς, εἰ μὲν ἐγένετο τῶν ἐπὶ τοῦ βήματος, αὑτὸν ἂν μόνον παρέσχε ῥήτορα τῇ πόλει τῶν Ἀθηναίων, παιδεύειν δὲ τάξας ἑαυτὸν καὶ τὴν τῶν λόγων ὑφηγεῖσθαι τέχνην πολλοὺς ἀνθ' ἑνὸς τῷ βίῳ κατέστησεν.
[3] ἐγὼ δὲ ἐπαινῶ μὲν καὶ ταῦτα ἢ σφόδρα ἂν εἴην ἄτοπος, εἰ μὴ βουλοίμην ἐπαινεῖν, οὐδὲν ἧττον μέντοι θαυμάσας ἔχω τὰς ὑποθήκας, αἷς ὅσοι ἐπείσθησαν εὗρον ἐπὶ τῶν πραγμάτων τὸ κέρδος. αὐτῶν δέ γε τῶν ὑποθηκῶν τὰς μὲν ἐν γράμμασι, τὰς δὲ ἀπὸ στόματος οὑτοσὶ πρὸς τοὺς συνόντας εἰπὼν ἐν μνήμῃ καταλέλοιπε.
[4] τῶν δ' αὖ τῇ μνήμῃ σωζομένων πολλὰς μὲν ἔξεστιν ἐξετάσαι, χαλεπὸν δὲ ἁπάσας. διόπερ ἑνὶ μόνῳ χρήσομαι πρὸς τὸ παρόν, ὃ περὶ τῆς παιδείας εἴρηκε. καὶ γὰρ ἂν εἴη πρέπον παιδεύειν ἐπιχειροῦντα τοῦτο πρὸ τῶν ἄλλων πρεσβεύειν.
[5] ἐκεῖνος γὰρ ὡς εἶδε τοὺς νέους ἀποδιδράσκοντας τῷ φόβῳ τῶν πόνων καὶ τοὺς μὲν ἐν ἀρχῇ λογιζομένους ἱδρῶτας, τὸ δὲ ἀπ' αὐτῶν κέρδος οὐ προσενθυμουμένους τί ποιεῖ; παραθεὶς τοῖς πρώτοις τὴν τελευτὴν καὶ τοῖς λυπηροῖς τὴν ἡδονὴν μᾶλλον δι' ἐκείνην ἐρρωμενεστέρους κατέστησεν ἢ διὰ ταῦτα ῥᾳθυμοτέρους. ἡ γὰρ παιδεία, φησίν, ἔχει μὲν ῥίζαν, ἔχει δὲ καρποὺς καὶ τῇ μὲν τὸ πικρὸν πρόσεστιν, τοῖς δὲ τὸ ἥδιστον συνέζευκται.
[6] Τίς οὖν οὐκ ἂν θαυμάσειε πρὸ τῶν ἄλλων εὐθὺς τὴν ἀλήθειαν; ἐξετάσωμεν γὰρ ἀμφοτέρους τοὺς καιρούς, τόν τε τῆς ἀρχῆς ἣν ὀνομάζει ῥίζαν, καὶ τὸν τῆς τελευτῆς εἰς ὃν φέρει τὸ τῶν καρπῶν. εὑρήσομεν γὰρ τὴν μὲν ἀποκναίουσαν ἀηδίᾳ, τὴν δὲ εὐφραίνουσαν μεθ' ὑπερβολῆς.
[7] Σκόπει γάρ· ἵδρυται μὲν ὁ διδάσκαλος ἐφ' ὑψηλοῦ τινος, ὥσπερ οἱ δικασταί, φοβερός, συνάγων τὰς ὀφρῦς, θυμὸν ἐμφανίζων, οὐδὲν εἰρηναῖον προδεικνύς. δεῖ δὴ τὸν νέον προσιέναι τρέμοντα καὶ συνεσταλμένον ποικίλην ποιησόμενον τὴν ἐπίδειξιν ὧν εὗρεν, ὧν συνέθηκε, μνήμης ἐπὶ τούτοις. κἂν φαύλως αὐτῷ ᾖ ταῦτα παρεσκευασμένα, ἀγανακτήσεις, λοιδορίαι, πληγαί, περὶ τοῦ μέλλοντος ἀπειλαί· ἂν δὲ πάντα αὐτῷ πρὸς ἄκρον ἠσκημένα φαίνηται καὶ μηδαμοῦ μέμψει παρέχῃ χώραν, κέρδος τὸ μὴ παθεῖν κακῶς καὶ παραγγέλσεις τοῦ μὴ χείρω πρὸς τὰ δεύτερα γενέσθαι, μᾶλλον δέ, τοῖς πάντα ἃ προσήκει πληροῦσιν ἀπόκειταί τι χαλεπόν. ὁμοῦ τε γὰρ ἀνενδεῶς ἔδοξεν εἰρῆσθαι καὶ μεῖζον ὑπομένουσι φορτίον. δοκοῦσι γὰρ καὶ τοῖς μείζοσι τάχιστα ἂν ἀρκέσαι.
[8]
τὰ μὲν δὴ τοῦ διδασκάλου τοιαῦτα καὶ παραπλήσια, ὁ δὲ δὴ παιδαγωγός, Ἡράκλεις, τῶν δεσποτῶν βαρύτερος ἐφεστηκὼς ἀεί, μικροῦ καὶ συνημμένος, ἐπεγείρων συνεχῶς, ἐπιπλήττων διαπαντός, ῥᾳστώνης ἀπελαύνων, πρὸς ἔργοις τὸν λογισμὸν ἔχειν κελεύων, τῶν μὲν χρηστῶν οὐδὲν ἐπαινῶν, ἐπὶ δὲ τοῖς μικροῖς ὑπερβαλλόντως κολάζων, ἔνοπλος, ὡς ἄν τις εἴποι, ἑπόμενος βακτηρίαν ἢ σκύτος ἐν τῇ δεξιᾷ προφαίνων.[9] ἀλλ' οἱ γονεῖς φιλάνθρωποι τοῖς νέοις. οὐδὲν μὲν οὖν τῶν εἰρημένων ἡμερώτεροι, πολλῷ δὲ χαλεπώτεροι. καὶ γίνεται δεύτερος ἀγὼν ἐπὶ τῆς οἰκίας οὐδὲν τῶν ἐν τοῖς διδασκαλείοις φαυλότερος. ἀντὶ γὰρ τοῦ σιτίον ἢ ποτὸν ὀρέξαι τί κατειργάσω καὶ τί προκέκοψαι καὶ τί προσείληφας εἰς λόγους; καὶ τὰ τοιαῦτα παρὰ τοῦ πατρός. προσθήσω δὲ καὶ ἃ παρὰ τῆς μητρός ἐστιν, ᾗ τὸν νέον ἀνάγκη τὰς εὐθύνας διδόναι.
[10] εἰ δέ τις λήθης αἰτία γένοιτο, μικρὸν εἰπεῖν τὰς πληγάς, ἀλλὰ καὶ τῶν σιτίων ἀποκεκλεῖσθαι δεῖ. ἑσπέρας δὲ ἐπελθούσης, ἣ τοῖς μὲν ἄλλοις λύει, τοῖς δὲ ἐπιτείνει τοὺς πόνους καὶ τὴν τέχνην, νὺξ δὲ δὴ καιρὸς ἀναπαύλης δοθεὶς ἔργου τοῖς νέοις γίνεται καὶ μεγίστων ἐγκλημάτων, εἰ μὴ πρὸ τοῦ κόρου τὸν ὕπνον ἀποσείσαιντο.
[11] οὔτ' οὖν προϊοῦσιν οὔτ' οἴκοι διατρίβουσιν, οὐ παρὰ τοῖς παιδευταῖς, οὐ παρὰ τοῖς γονεῦσιν, οὐ νυκτός, οὐχ ἡμέρας ἐστὶν ἀναπαύλης σχολή, ἀλλὰ διὰ πάντων ‹τὰ› τῶν πόνων χωρεῖ. τοῖς δέ γε οὐδὲ ὀνειράτων ἔνεστιν εἰρηνικῶν ἀπολαῦσαι, ἀλλὰ κἀκεῖνα τῶν μελλόντων ἀλγεινῶν ἔχει τὴν μαντείαν πολλάκις.
[12] Μή τῳ δοκεῖ κακῶς ἐσκέφθαι τῆς παιδείας τὴν ῥίζαν Ἰσοκράτης; ὁρᾷς τὸ χαλεπόν, τὸ πικρόν, τὸ γέμον φροντίδος; οὐ μὴν ἐνταῦθα, φησίν, ἕστηκε τὸ πρᾶγμα. οὐδὲ τῆς παιδείας ὅρος τὸ χαλεπόν, ἀλλ' ἀπόβλεψον εἰς τοὺς καρπούς, καὶ παραθεὶς ἐκείνους τῇ ῥίζῃ τάχα τοῖς λυπηροῖς εὑρήσεις τὴν ἡδονὴν ἀντίπαλον.
[13] τί δὲ δὴ λαμπρόν, τί δὲ ὅλως τῶν βελτιόνων ἐστὶν ᾧ μὴ τοῦτο κεκοινώνηκεν; ἐπειδὰν γὰρ ὁ νέος ἱκανῶς ἔχῃ τοῦ παιδεύεσθαι, καλεῖται μὲν εἰς βουλήν, καλεῖται δὲ εἰς ἐκκλησίαν, δῆμος δὲ ὅλος εἰς τὴν ἐκείνου γνώμην ὁρᾷ, καὶ καθάπερ χρησμοῖς πείθονται ταῖς εἰσηγήσεσι. τούτῳ μεῖζον μὲν εἰς ἡδονὴν τὸ πρυτανεῖον ἢ τὸ διδασκαλεῖον εἰς λύπην, μείζων δὲ τῶν πληγῶν ὁ στέφανος. πάρεισι δὲ τὴν τῶν παιδαγωγῶν ἀηδίαν ἡ τοῦ κήρυκος φωνή, ὅταν παραστὰς λαμπρῷ τῷ κηρύγματι τὴν εὔνοιαν μαρτυρῇ.
[14] δέχου δὴ καὶ τὰ λοιπὰ τῶν καρπῶν· πρεσβείας καταλαμβάνει καιρός. εὐθὺς ἡ ψῆφος ἐπὶ τὸν πεπαιδευμένον. καὶ γίνεται τῇ πατρίδι δι' ἐκείνου τὸ κέρδος. ἐκεῖνος δὲ παρ' ἀμφοτέροις περιφανής, τοῖς τε ἀπεσταλκόσι καὶ παρ' οὓς ἦλθε πρεσβεύων.
[15] συμβαίνει διαφορὰ πρὸς ἀστυγείτονας καὶ δεῖ ταύτην κωλυθῆναι. ἐνταῦθα οὐκ ἰσχυρός, οὐ πλούσιος, οὐ κάλλει διαφέρων, ἀλλ' ὁ παιδεύσει διαφέρων πρὸ τῶν ἄλλων κεχειροτόνηται.
[16] ὅλως δὲ τὰ μὲν μέγιστα ταῖς πόλεσι παρὰ τῶν ῥητόρων, οἱ δὲ ῥήτορες ἀπὸ τῶν πεπαιδευμένων. ἐκεῖνοι νόμους, ἐκεῖνοι ψηφίσματα γράφουσιν, οἷς πέφυκεν ἡ πολιτεία συνέχεσθαι. καίτοι τὸ δοκεῖν τὰ μέγιστα παρασχεῖν μείζω τοῖς παρέχουσιν ἢ τοῖς λαμβάνουσι παρέχει τὴν ἡδονήν. αἱ γὰρ εὐεργεσίαι τοῖς μὲν ὠφελουμένοις ἐπανορθοῦσι τὰς χρείας, τοῖς δὲ ὠφελοῦσιν ἀρετῆς δόξαν κομίζουσι.
[17] Καὶ μὴν κἀκεῖνο δῆλον ὡς ἀμύνασθαι τοὺς λελυπηκότας, μὴ παθεῖν δὲ κακῶς ὑπὸ τῶν ἐχθρῶν πάντων μέγιστον. ταῦτα τοίνυν ἄμφω μετὰ τῶν πεπαιδευμένων ἐστί. τοὺς μὲν γὰρ ἠδικηκότας αὑτοὺς γράφονται, κρίνουσιν, εἰς δικαστήριον ἄγουσι, παραδιδόασι τοῖς νόμοις. εἰ δέ τις ἐπ' αὐτοὺς ἔλθοι συκοφάντης, δεινὸν οὐδέν. ἀρκεῖ γὰρ πρὸς σωτηρίαν ἡ δεινότης.
[18] κηδεῦσαι δὲ τίς οὐκ ἂν εὐχὴν ποιήσαιτο τῷ πεπαιδευμένῳ, γενέσθαι δὲ φίλος, ἐπιτήδειος δὲ κληθῆναι; ἐκεῖνοι γὰρ οὐχ ἑαυτοῖς μόνοις ἀρκοῖεν ἄν, ἀλλὰ καὶ τοῖς συνήθεσιν ἀντὶ λιμένων καθίστανται παρόντες ἐν ταῖς χρείαις, ἐν ταῖς ἀκαιρίαις συμμαχοῦντες, παραμυθούμενοι, βοηθοῦντες.
[19] ὅπως δὲ λαμπρῶς ἐπὶ τὸ βῆμα παραπέμπονται, ὅπως δὲ ἀπὸ τοῦ βήματος λαμπρότερον, ἡνίκα ἂν εὐδοκιμήσωσι. καὶ μὴν εἰ χρημάτων ἔρως αὐτοὺς εἰσέλθοι, πλησίον ὁ πλοῦτος καὶ οὗτός γε δίκαιος καὶ ἀπὸ τῆς τέχνης. ἔτι τοίνυν ἐν τοῖς κοινοῖς συλλόγοις ἀπόντας μὲν ποθοῦσι, παρόντων δὲ θαρροῦσιν. εἰρήνη δὲ καὶ πόλεμος δι' ἐκείνων πρυτανεύεται, εὐδοξίαν δὲ τοῖς γονεῦσι παρέχουσιν, εὔκλειαν δὲ τοῖς παισὶν ἀπολείπουσι. τὸ δὲ τοῦ γήρως αἰδέσιμον ἐπ' ἐκείνων διπλασιάζεται τῇ παιδείᾳ. τετελευτηκότων δὲ εἰκόνες ἐπ' ἀγορᾶς σώζουσαι μήκει χρόνου τὴν μνήμην.
[20] Ὁρᾷς τοὺς καρποὺς ὡς ἀπεναντίας τῇ ῥίζῃ πεφύκασιν; ὁρᾷς ὡς τοῦ πονῆσαι πλέον ἐστὶν ἐπὶ τῆς παιδείας τὸ τερφθῆναι; ὁρᾷς ὅτι τὸ σκυθρωπὸν ἐκεῖνο καταλαμβάνει τὰ πάντων φαιδρότατα; καί μοι δοκεῖ τοῦτο εἰκότως οὕτως ἔχειν. ἐξετάσωμεν γὰρ πότερον μικρόν τι καὶ φαῦλον ἡ παιδεία καὶ τοιοῦτον ὃ κἂν διαπτύσαι τις ῥᾳδίως ἢ τοὐναντίον μέγα καὶ θαυμαστὸν καὶ τῷ κεκτημένῳ συμφορώτατον καὶ τοῖς οὐ κεκτημένοις ζηλωτόν.
[21] καὶ μὴν ἅ γε ἄρτι κατελέξαμεν ὑπὲρ αὐτῆς, δείκνυσιν ὡς οὐκ ἐν ἐσχάτῃ μοίρᾳ τεθείη δικαίως. πάντα γὰρ ἐφαίνετο λαμβάνουσα, κρότον, ἔπαινον, εὐπορίαν, στεφάνους, τιμὰς ζῶσι καὶ τελευτήσασιν. ἔχει τοίνυν τὴν αἰτίαν ἐγγύθεν δι' ἣν ἀνάγκη πονήσαντα κτήσασθαι.
[22] καὶ γὰρ οὕτως ἔχει. τῶν πραγμάτων τὰ μὲν οὐδενὸς ἄξια, τὰ δὲ πολλοῦ. τῶν μὲν οὖν προτέρων διὰ ῥᾳστώνης ἡ κτῆσις, ἐπὶ δὲ τὸ δεύτερον παραπέμπουσιν οἱ πόνοι καὶ οὔτε τοῖς μικροῖς ἱδρῶτας συνέζευξεν ἡ φύσις οὔτε τοῖς μεγίστοις τὴν ῥᾳθυμίαν. ἀλλ' ἐφ' ἑκατέρου προοίμιον ἁρμόττον τῷ τέλει, ἐκεῖ μὲν τρυφή, ταλαιπωρία δὲ ἐνταῦθα.
[23] δεῖ δὲ δυοῖν θάτερον, ἢ τὸ τῆς παιδείας εἰπεῖν μικρὸν εἶναι ἢ μὴ τοῦτο ὁμολογοῦντα δέχεσθαι τοὺς πόνους. εἰ μὲν γὰρ ὑπὲρ ἀπαιδευσίας ἤ τινος τῶν φαυλοτέρων Ἰσοκράτης διαλεγόμενος τῶν τοιούτων ταῖς ἀρχαῖς ἔφησε προσεῖναι πόνους, πάνυ ἂν ἐμεμψάμην, μεσταὶ γᾶρ ἡδονῆς ἐκείνων αἱ ῥίζαι· ἐπεὶ δὲ ὑπὲρ πράγματος οὗ τὴν δόσιν εἰς θεοὺς ἀναφέρειν ἄξιον λόγον ἀποφαινόμενος τὰς μὲν ἀρχὰς ἔφησεν ἀηδεστέρας εἶναι, τὴν δὲ τελευτὴν εὐφροσύνην, καὶ τὸ τοῦ πράγματος μέγεθος συναγωνίζεται τῷ λόγῳ.
[24] τοιοῦτόν τι καὶ τὸ τῶν ἐμπόρων. οὐ γὰρ ἐπ' ἀμφότερα καθεύδουσιν οὐδὲ οἴκοι καθημένοις ἄνευ πραγμάτων ὁ πλοῦτος περιγίνεται, ἀλλὰ δεῖ μὲν προσεδρεῦσαι λιμένι καὶ τῷ ναυκλήρῳ διαλεχθῆναι, δεῖ δὲ ἐνθέμενον τά τε ὄντα καὶ τὸ σῶμα εἰς τὴν ναῦν γῆν μὲν ἀποκρύψαι, πελάγιον δὲ ἀναχθῆναι πολλὰς ἡμέρας ἐφεξῆς νυκτὶ συνάπτοντα.
[25] καὶ οὔπω τὸ μεῖζον εἴρηται. πολλάκις γὰρ τὰ μὲν ἄρτι κατὰ πρύμναν ἑστηκότα λήγει πνεύματα, κάτεισι δὲ τὰ ἐναντιώτατα, καὶ πάλιν ὅθεν ἀνήχθησαν, ἐκεῖσε καταφέρονται καὶ κέρδος οὐδὲν τοῦ διηνυσμένου. σκηπτοὺς δὲ τοὺς ἐμπίπτοντας ἐγγὺς τῆς ὁλκάδος καὶ βροντὰς ῥηγνυμένας καὶ τὸ κλυδώνιον ἐπανιστάμενον καὶ τρικυμιῶν φόβον τίς ἂν πρὸς ἀξίαν διέλθοι; ταῦτα ἐκεῖνοι μετὰ πάσης ἀνδρείας ἐνεγκόντες ὠνοῦνται τῶν κινδύνων εὐπορίας. καὶ δεῖ δυοῖν θάτερον, ἢ πολλῶν ἀνέχεσθαι δυσχερῶν ἢ μὴ μείζω ποιῆσαι τὴν οὐσίαν.
[26] καὶ μὴν εἴ τις ἀντιθεῖναι βούλοιτο τῇ παιδείᾳ τὸν μέγιστον πλοῦτον, γέλως ἂν φανείη παρὰ ταύτην κρινόμενος. τί δὲ θαυμαστὸν εἰ προσδεῖται πόνων ἐκείνη μηδὲ τῶν ἐλαττόνων ἄνευ ταλαιπωρίας ἐθελόντων περιγίνεσθαι;
[27] τὰ δὲ τῆς Δήμητρος οἱ γεωργοὶ πῶς σοι δοκοῦσι θερίζειν; ἆρα ἄσπαρτα καὶ ἀνήροτα κατὰ τοὺς Κύκλωπας; μῦθος ἐκεῖνα καὶ λόγος. ἀλλὰ πᾶσα ἀνάγκη θεραπεῦσαι βοῦν καὶ ἄροτρον πήξασθαι καὶ ἀναρρῆξαι τὴν γῆν εἰς αὔλακας καὶ σπόρου καιρὸν διαγνῶναι καὶ μὴ τοῖς ὀρνέοις ἐπιτρέψαι τὸ καταβληθὲν ἀνελέσθαι καὶ τὰ τοῖς στάχυσι παραφυόμενα πρὸς λύμην ἐκκόψαι.
[28] ἐπειδὰν δὲ πᾶν εἶδος ἐπιμελείας εἰσενέγκηται περὶ τὸ λήιον τὸ θέρος ἀναμείνας, οὕτω προσοίσει τὸ δρέπανον. καὶ οὐ δεῖ τοῦτο σκοπεῖν μόνον, ὅτι τὰς ἅλως ἐπλήρωσεν, ἀλλ' ὅσους ὑποστάντι πόνους τοῦτο ὑπῆρξεν ἰδεῖν. ταὐτὰ δὲ καὶ περὶ τῶν ποιμένων εἴποι τις ἂν καὶ τῶν ἄλλων τεχνῶν ὧν οὐ κατὰ πόδας τὸ κέρδος.
[29] Καὶ τί δεῖ περὶ ταῦτα διατρίβειν ἔχοντα παραδείγματα χρήσιμα ἃ λαμπρότερον μαρτυρεῖ τῷ λόγῳ; τί γὰρ ἂν γένοιτο μεῖζον ἢ σεμνότερον Δημοσθένους; οὐ τοῦ στρατηγήσαντος ἐν Σικελίᾳ, ἀλλὰ τοῦ ῥήτορος λέγω. ἢ τί μᾶλλον ἐν καιρῷ τοῖς τε Ἀθηναίοις πάλαι καὶ μετὰ ταῦτα πᾶσιν ἀνθρώποις κατέστη; τίς οὐκ ἂν εὔξαιτο τὸν ἑαυτοῦ παῖδα μὴ ὅτι τοιοῦτον ἀποφανθῆναι παντελῶς, ἀλλ' ὁπωσοῦν προσάψασθαι τοῦ ζήλου; [30] ἐκεῖνος τοίνυν οὐχ ἑστιάσει καὶ πότῳ προσέχων τὸν νοῦν οὐδὲ Συβαριτικὴν παρατιθέμενος τράπεζαν οὐδὲ τὴν ἡδονὴν εὐδαιμονίαν κρίνων οὐδὲ τῇ γαστρὶ χαριζόμενος οὐδὲ πρὸς ἀνάπαυλαν τὸ πλεῖστον ποιούμενος εἰς τοσοῦτον προὔβη τῆς νῦν περὶ αὐτοῦ κατὰ πᾶσαν γῆν καὶ θάλατταν κατεχούσης δόξης.
[31] ἀλλὰ πόθεν δὴ καὶ τίνι τρόπῳ τοιαύτην συνέλεξε δεινότητα; συνελόντι μὲν εἰπεῖν, ἐκ τοῦ τῶν πόνων συνεχοῦς, τὰ δὲ καθέκαστα, ἐκ τοῦ φεύγειν τὰ ῥᾷστα, ἐκ τοῦ προστετηκέναι βιβλίοις, ἐκ τοῦ τὸ ὕδωρ τοῦ οἴνου χρησιμώτερον νομίσαι τῷ γε ἐν λόγοις βιοῦντι, ἐκ τοῦ τὸν καιρὸν τοῦ ὕπνου καιρὸν ἔργων ποιήσασθαι.
[32] ὅς γε οὕτω σύμπαντα ἑαυτὸν ἀνέθηκε τοῖς μαθήμασιν ὥστε ὑπὸ γῆν ὀρύξας οἴκημα καινήν τινα καὶ ἄτοπον ἐμηχανήσατο οἴκησιν, ὡς ἂν μηδεὶς θόρυβος αἴσθησιν παρέχων ἐκκρούῃ τῶν προκειμένων τὸν λογισμόν. οὔπω τὸ μέγιστον εἴρηται. ἐκεῖνος γὰρ τὰς προόδους μέγιστον ἐμπόδισμα ἡγούμενος καὶ βουλόμενος αὑτῷ τετάσθαι τοὺς πόνους ξυρεῖν ᾠήθη δεῖν τῆς κεφαλῆς τι μέρος τὴν οἴκοι μονὴν ἐντεῦθεν ἑαυτῷ κατασκευαζόμενος.
[33]
οὑτωσὶ μὲν δὴ ὁ Δημοσθένης πικρᾶς ἀπήλαυσε τῆς ῥίζης, ἀλλ' ἀπήλαυσε μέντοι καὶ τῆς τῶν καρπῶν ἡδονῆς. ἀντὶ γὰρ τῶν λυπηρῶν ἐκείνων σώζειν οὐ μόνον τοὺς Ἀθηναίους, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας ἐπεπίστευτο καὶ πάντα χαίρειν ἐάσαντες εἰς ἐκεῖνον ἔβλεπον μόνον δημαγωγὸν εὔνουν, σύμβουλον ἀγαθόν, ῥήτορα δεξιόν, συνετόν, ὀξύν, πάντα τὰ ἄριστα καλοῦντες καὶ πάντα ἐκεῖνον ἡγοῦντο νόμους τιθέντα, ψηφίσματα γράφοντα, πρεσβείας ὑφιστάμενον, λέγοντα, πείθοντα.[34] καί τοι τὴν κεφαλὴν ἐκείνην ἣν ἐδόκει διαθεῖναι κακῶς ὕστερον ἐστεφανωμένην ἐδείκνυεν. ἀντὶ δὲ τῆς καθείρξεως ἐκείνης καὶ στενῆς διατριβῆς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ κλέος ἐξήνεγκε καὶ τετελευτηκὼς οὐκ ἔληξεν, ὡς ἂν εἴποι τις, τὸν βίον, ἀλλὰ τελειοῖ τὰς ψυχὰς καὶ νέων καὶ πρεσβυτέρων οἷς ἔρως τῆς ῥητορικῆς. καὶ οὔτε ῥίζης ἀηδεστέρας οὔτε καρπῶν βελτιόνων οὐδεὶς ἐγεύσατο.
[35] Τί δὲ ὁ Λυκοῦργος ἐκεῖνος ὁ κατ' αὐτὸν ἐκεῖνον γεγονὼς τὸν Δημοσθένην; ἆρ' ἢ φαῦλός τις ἔδοξεν εἶναι ῥήτωρ τοῖς Ἀθηναίοις ἢ τὸ μέγας εἶναί τε καὶ νομίζεσθαι χωρὶς τῶν πόνων ἐκτήσατο; καὶ τίς οὕτως ὀψιμαθὴς ὅστις οὐκ ἀκήκοε τὸ κλινίδιον καὶ τὸν τρόπον ᾧ τὸν ὕπνον διέκοπτεν;
[36] Ὅτι τοίνυν σωφρόνως ὁ λόγος ἔχει, μετὰ πολλῶν τῶν εἰρημένων Ἡσίοδος ὁμολογεῖ, πάντως δὲ οὐδεὶς οὕτω θρασὺς οὐδὲ πάντα τολμῶν, ὅστις ἂν ἐπισκήψειε τῷ μάρτυρι. οἶμαι γὰρ δὴ καὶ τοὺς παῖδας τοῦτο ἐγνωκέναι, ὡς μάλιστα δὴ τῶν ὑμνουμένων ποιητῶν Ἡσίοδος ὁ Μουσόληπτος γένοιτο καὶ παρ' ἐκείνων προσταχθείη γένος τε θεῶν καὶ πολλὰ ἄλλα χρηστὰ τοῖς ἀνθρώποις ᾄδειν. ἐκεῖνος τοίνυν ἐν τοῖς ἔπεσιν ὑπὲρ ἀρετῆς διαλεγόμενος ἐφ' ὑψηλοῦ μὲν αὐτὴν καθῆσθαί φησιν, ὁδὸν δὲ τὴν ἐπ' αὐτὴν ἀνάντη τε εἶναι καὶ χαλεπήν, ἣν ἀνύσαι χρὴ μετὰ πολλῶν ἱδρώτων τῷ γε τῆς ἀρετῆς ἐπιθυμοῦντι λαβέσθαι.
[37] εἷς ἀμφοτέρων ὁ λογισμὸς καὶ πρὸς ταὐτὸ φέρεται ταῖς γνώμαις, ἐν δὲ τοῖς ὀνόμασι τὸ διαλλάττον. ὅπερ Ἰσοκράτης παίδευσιν, τοῦτο ἐκεῖνος ἀρετὴν ἔφη, ὃ δὲ οὗτος ῥίζαν, τοῦτο ἐκεῖνος οἶμον, καὶ πάλιν ὅπερ Ἡσίοδος τραχεῖαν, τοῦτο Ἰσοκράτης πικράν.
[38] ὁ δὲ παρὰ μὲν τῶν θεῶν εἰπὼν ὠνεῖσθαι τοὺς ἀνθρώπους τὰ ἀγαθά, ὠνεῖσθαι δὲ οὐκ ἀργυρίου καὶ χρυσίου καὶ τῶν τοιούτων, ἀλλὰ πόνων ἆρ' οὐ δοκεῖ καλῶς μὲν Ἰσοκράτει, καλῶς δὲ Ἡσιόδῳ συνᾴδειν;
[39] Εἶθ' ἡμεῖς οὕτως ἕξομεν ἀγνωμόνως ὥστε τοσούτων ἡμᾶς αὐτοὺς ἀγαθῶν ἀποστερήσομεν τῷ τὰ πρότερα δεῖσαι καὶ οὐ τῶν μὲν ἐπιθυμήσομεν, τὰ δὲ ἀνδρείως ὑποστησόμεθα; καὶ πῶς οὐ δόξομεν πολλῶν καὶ σοφῶν ἀνδρῶν κατεγνωκέναι λῆρον; πῶς δὲ οὐκ ἀνάγκη δυοῖν θάτερον δοκεῖν, ἢ ψέγειν ἃ θαυμάζειν ἄξιον ἢ μὴ πείθεσθαι τούτοις ἃ δὴ θαυμάζομεν;
[4][t][1] Ἐμοὶ δοκεῖ καὶ Θεόφραστον ἐπαινεῖν, ὃς ἐπὶ φιλοσοφίᾳ λαμπρὰν ἐκτήσατο δόξαν ζηλωτὴς Ἀριστοτέλους τοῦ διδασκάλου γενόμενος καὶ τοὺς ἐκείνου πόνους καὶ τὰς ἐκείνου διδασκαλίας δείξας τοῖς ἑαυτοῦ συγγράμμασιν, ᾧ καὶ τοὔνομα διὰ τὴν περὶ τὸ λέγειν ὑπῆρξεν ἀρετὴν τῶν τὸν ἐκείνου λόγον τεθαυμακότων προσηγορίαν θεμένων αὐτῷ τὸν Θεόφραστον.
[2] τοῦτον ἤρετό τις προσελθὼν ἀξιώσας παρ' αὐτοῦ μανθάνειν τί ποτ' ἄρα χρὴ νομίζειν τὸν ἔρωτα καὶ περὶ τί φύεται τῶν ὄντων. ὁ δὲ πρὸς αὐτὸν ἔφη· τὴν ἀφειμένην τῶν φροντίδων ψυχὴν ταύτην τοῖς ἐρωτικοῖς κατέχεσθαι πάθεσι καὶ ταύταις ἐνοχλεῖν τὸν ἔρωτα ἔγνωμεν, ὁπόσας ἔστιν εὑρεῖν τῶν ἄλλων πραγμάτων κεχωρισμένας.
[3] εὖ γε τοῦ λόγου, Θεόφραστε. καλῶς ἐμοὶ κατανενοηκέναι δοκεῖς τοῦ πάθους τὰς ἀφορμάς. μαρτύριον δὲ τῶν εἰρημένων ἐναργὲς τὸ τοὺς ὀρθῶς ἔχοντας λογισμοὺς τούτῳ τῷ λόγῳ συμβαίνειν. ὅτι δὲ τοῦτο τῶν μετεχόντων ἀληθείας ἐστὶ τὸ παρὰ τοῦ Θεοφράστου ῥηθὲν γνῶναι ῥᾴδιον.
[4] Ἐνθυμηθῶμεν γὰρ οὑτωσὶ καὶ λογισώμεθα ψυχὴν εἶναί τινα μήτε παιδείας ὀρεγομένην, δι' ἧς ἢ ῥητορεύειν ἔστιν ἢ φιλοσοφεῖν, μήτ' αὖ μετιοῦσαν τὴν τῶν χειρῶν ἐργασίαν, οἷον χαλκευτικὴν ἢ τεκτονικὴν ἢ τὸ ναυπηγεῖσθαι ναῦς ἢ τὴν τῶν οἰκοδομούντων ἢ τὴν ὑφαντικὴν ἤ τινα τοιαύτην ἑτέραν ἧς τὸ ἔργον ἐν ταῖς χερσίν. εἰ τοίνυν τοιαύτην εὑρίσκοιμεν ψυχὴν ἀργίᾳ χαίρουσαν, ὄκνοις ἡδομένην, ἀτεχνίᾳ συνοῦσαν, ἆρα τὴν τοιαύτην οὐκ ἂν ἀποφαινοίμεθα φυγὴν αὐτῶν σπουδασμάτων ἤ τινα χείρω νοσεῖν; ἐπεὶ καὶ τὸν ἀντὶ τοῦ γεωργεῖν οἴκοι καθήμενον καὶ καταρρᾳθυμοῦντα τῆς γῆς καὶ τὸν ἀντὶ τοῦ πλεῖν ἐν τῇ γῇ μένοντα μάτην οὐ πεπιστεύκαμεν τῇ διανοίᾳ παρέχειν σχολὴν ὥστε τῶν ἀτόπων ἐρᾶν;
[5] καὶ γὰρ οὕτως ἔχει καὶ τὸ πρᾶγμα φύσει τοιοῦτόν ἐστιν. ὁ περὶ μηδενὸς τῶν ἀναγκαίων πεφροντικὼς μηδέ γε τῇ ψυχῇ μεριμνήσας μηδὲ ὑπό τινων ἐπιτηδευμάτων ἑλκόμενος οὗτος ἀντὶ τοῦ τῶν βελτιόνων ἐρᾶν ἃ τῆς ἀργίας ἐστὶν ὑπομένει τῆς τοῦ σώματος ἐπιθυμίας ἡττώμενος καὶ ταύτῃ δουλεύων καὶ ταύτην αἱρούμενος, οὐκ ἐπιτιθεὶς τοῖς ἔρωσι χαλινὸν τὴν ἐν τοῖς ἔργοις σχολήν.
[6] καὶ εἰκότως. ὁ γὰρ μήτε δικάζων μήτε νομοθετῶν μήτε δημηγορῶν μήτε ψηφίσματα γράφων μήτε συνηγορῶν μήτε πρεσβεύων μήτε στρατηγῶν μήτε πολεμῶν μήτε περὶ τὴν γῆν πονῶν, μὴ περὶ τὸ πλεῖν ἀσχολούμενος, μὴ λόγων ἐρῶν, ὅλως δὲ μηδὲν τῶν ἐν ἀνθρώποις μετιὼν ἐξ ὧν ἔστιν ἢ πόλιν ὠφελεῖν ἢ τὸν αὑτοῦ βίον οἰκονομεῖν, οὗτος τίνος οὐκ ἂν ἐρασθείη τῶν πονηρῶν ἐπιθυμιῶν, αἷς τὸ σῶμα διδοὺς ἥκιστα τῇ ψυχῇ σωφρονεῖ; καὶ τοὺς τοιούτους ἂν εὕροις μεθύοντας, κωμάζοντας, γάμοις ἐπιβουλεύοντας, κόρας ἁρπάζοντας, διασπῶντας τὴν σωφροσύνην, ἁπλῶς εἰπεῖν, μόνον ἐρᾶν ἀντὶ τοῦ σπουδάζειν εἰδότας.
[7] Κατενοήσαμεν τὴν ψυχὴν ἀπὸ σπουδαίων σχολάζουσαν. ἴδωμεν δὲ καὶ τὴν ἑτέραν ἣ τοὐναντίον διακειμένη φιλοπόνῳ τῇ φύσει κέχρηται. γνῶναι δὲ ῥᾴδιον οὑτωσί. πονείτω τις ἐν λόγοις καὶ τούτων μόνον ἐράτω. ὁ τοιοῦτος οὐκ ἂν εἰς ἑτέρους ἔρωτας ὀλισθαίνοι τῷ βελτίονι κατεχόμενος. ἄλλος ἐργαζέσθω τὴν γῆν, ἕτερος πλείτω τὴν θάλατταν. ὁ μὲν χαλκευέτω, τῷ δὲ μελέτω τεκτονικῆς, ἑτέρῳ δὲ στρατηγεῖν, τῷ δὲ πρεσβεύειν, καὶ τῷ μὲν νομοθετεῖν, τῷ δὲ ψηφίσματα γράφειν, καὶ τῷ μὲν πολεμεῖν, τῷ δὲ διατιθέναι τὰς πανηγύρεις.
[8]
τίς οὖν ἂν ἅψαιτό ποτε τῶν οὕτως ἐχόντωνἄτοπος ἔρως; οὐκ ἔστι. τοῦ γὰρ τὴν ψυχὴν ἀνθέλκοντος ὄντος πᾶσα ἀνάγκη καὶ τὸ σῶμα ταῖς σπουδαῖς ὑπουργεῖν. καὶ τοὺς τοιούτους καλοῦμέν τε καὶ νομίζομεν σώφρονας, οἷς ἐπιβέβληται τῇ ψυχῇ χαλινός, ὃ μικρῷ πρόσθεν ἔφην, τὰ μάταια τῆς ψυχῆς κατείργων κινήματα καὶ ποιῶν αὐτὴν ἐν τῷ φιλοπονεῖν μὴ τοῖς σώμασιν εἴκειν ἀργοῦσι μηδέ γε πρὸς τὴν ἐπιθυμίαν ἐξίστασθαι μηδὲ τῇ τοιαύτῃ δουλεύειν φύσει, ἀλλ' εἶναι πάντων ἀμείνονα τῶν πεφυκότων ἐπὶ τὰ τοιαῦτα καθέλκειν.[9] ἂν ἄγῃς ἵππον ἄνευ πόνων καὶ τοῦτον ἀφεὶς παραδιδόναι τοῖς πωλοδάμναις ἄγων τῇ φάτνῃ προσδήσῃς τρυφᾶν γε μόνον, οὐκέτι δὲ καὶ πρὸς δρόμον ἐξάγων, ἆρ' οὐκ ἂν ἴδοις αὐτὸν αὑτὸν ἐπιτρέποντα τῇ ῥύμῃ τῆς φύσεως καὶ κεχρῆσθαι τῷ κεκτημένῳ γενόμενον ἀνεπιτήδειον; τὸν δέ γε προσομιλοῦντα τοῖς πόνοις καὶ συνόντα τοῖς δρόμοις καὶ μὴ κατεχόμενον ὄκνοις ἆρ' οὐκ ἤδη καὶ τὴν ἐνοῦσαν εὑρήσομεν ἀποβαλόντα θρασύτητα καὶ πείθεσθαι τὸν ἐπιστάτην ἄγειν εὐκόλως ἐπιστάμενον; ταὐτὰ δὴ συμβαίνειν οἴου καὶ περὶ τοὺς ἀνθρώπους· αἱ φύσεις ἐν τῷ πονεῖν σωφρονοῦσιν, ἐν τῷ ῥᾳθυμεῖν ἀκολασταίνουσιν, καὶ τὸ κατέχον οὐκ ἔστι τὸν οὐκ ἐθέλοντα κατέχεσθαι τοῖς πόνοις.
[10] Ὁ Δημοσθένης πόνων ἐπιθυμῶν καὶ τοὺς ἀτόπους ἔφευγεν ἔρωτας. τῶν ἡρώων ὁ Διομήδης σωφρονέστατος ἦν, ὅτι καὶ πονεῖν ἐπιτήδειος, τῶν φιλοσόφων ὁ Πυθαγόρας, ‹τῶν› στρατηγῶν ὁ Θεμιστοκλῆς ‹καὶ ὁ Περικλῆς›, ὁ μὲν ἔργον ἔχων τὸ φιλοσοφεῖν καὶ τοῖς θεοῖς ὁμιλεῖν, οἱ δ' ὁτιοῦν ἐχρῶντο καλῶς καὶ βουλῇ καὶ χειρὶ τὴν ἐνεγκοῦσαν ἐκσώζοντες.
[11] ἐπεὶ πότ' ἂν ἔρως εἰσῆλθε Θεμιστοκλέα τοιοῦτος κατὰ Μήδων παραταττόμενον καὶ περὶ τῆς πρὸς ἐκείνους βουλευόμενον μάχης, περὶ τῶν λογίων ἐνθυμούμενον καὶ τὸ ξύλινον εὑρίσκοντα τεῖχος, τὰς ναῦς, πότε τὸν Περικλέα τὸν πάνυ, τὸν Ὀλύμπιον, ᾧ τὴν προσηγορίαν ἐφύτευσαν οἱ πόνοι; καὶ μὴν ἐμοὶ δοκεῖ καὶ τὸν Ἀριστείδην τὸ δικαιοσύνης ἐπιθυμεῖν καὶ περὶ τοῦτον ἐσπουδακέναι τὸν βίον ἁπάσης ἀμείνω πεποιηκέναι χείρονος ἐπιθυμίας καὶ δυνατώτερον.
[12] εἰ δέ μοι λέγεις Καλλίαν τὸν δημόσιον ἢ Πιττάλακον ἢ μίμους γελοίων τε ‹καὶ› ποιητὰς ἐπονειδίστων ᾀσμάτων ὅτι τοιούτοις ἐδούλευον ἔρωσιν, οὐκ ἂν θαυμάσαιμι πρὸς τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ὁρῶν καὶ ὡς οὐδὲν ἦν τῶν ἀξίων ἐπαίνου πράττοντας ἐκείνους ἰδεῖν καὶ τῇ διανοίᾳ παρεχόντων σχολήν.
[13] Ταῦτα καὶ ποιητῶν οὐκ ὀλίγοι καὶ φιλοσόφων καὶ τῶν ἐπὶ ῥητορικῇ μέγα δεδυνημένων, εἰ καὶ μὴ μνημονεύειν ἔχω τῶν ὀνομάτων, ἐπῄνεσαν, ἐθαύμασαν, ἐν τῷ λέγειν ἐπαίδευσαν.
[14] Εἴ τις οὖν ἐπιθυμεῖ κακὴν ἐπιθυμίαν ἐκφεύγειν, ἐράτω τῶν βελτιόνων, ἵνα μὴ τῶν χειρόνων, καὶ σχολαζέτω τοῖς κρείττοσιν, ἵνα μὴ τοῖς βλάπτουσι. ταῦτα δὲ ἂν εἴη, καθάπερ ἔδειξα τοῖς λογισμοῖς, οἱ πονηροὶ τῶν σωμάτων ἔρωτες.