11495 659 1 23 2 0 IV d. C. Retorica Libanius XII Progymnasmata Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 3

Libanius - Progymnasmata XII

Ἐκφράσεις.

[1]

πεζομαχίας.

[1]    Ἄνθρωποι δὲ ἐπειδὰν εἰς πόλεμον καταστῶσι, κατὰ τὰ ὑπάρχοντα αὑτοῖς ποιοῦσι τοὺς ἀγῶνας, οἷς μέν εἰσι νῆες, ναυσίν, οἷς δὲ ἵπποι, ἱππεῦσιν, οἱ δὲ τοῖς ὁπλίταις ἰσχύοντες ταύτῃ κρίνονται πρὸς ἀλλήλους, οἷς δὲ ἔστι τὰ πάντα, διὰ πάντων μάχονται.

[2] καλαὶ μὲν οὖν αἱ ναυμαχίαι καὶ τέχνης δέονται, πεζομαχίαι δὲ ἀξιολογώτατόν τε καὶ ἀρχαιότατον. ἐγὼ δὲ θεατὴς γενόμενος μάχης τοιαύτης ἐθέλω σοι δεῖξαι λόγῳ τὴν θέαν.

[3]    Πόλεις ἐν ἠπείρῳ κείμεναι πλησίον ἀλλήλων εἰς ἔχθραν ἧκον, ἐπειδὴ τῇ μὲν ἐδόκει πλεονεκτῆσαι, ἡ δ' οὐκ ἠνείχετο ἐλαττοῦσθαι. λόγοι δὲ ἦσαν ἐν ἑκατέρᾳ τῶν ῥητόρων, ὧν οἱ μὲν ἐπῄνουν τὸ κρατεῖν, οἱ δὲ τὸ μὴ ὑπείκειν, καὶ οἱ μὲν ἐνέβαλον ἔρωτα τοῖς αὑτῶν τοῦ ἄρχειν, οἱ δὲ τῆς ἐλευθερίας.

[4] καὶ ἡνίκα πολεμεῖν καιρὸς ἦν, ἐν παρασκευαῖς ἦσαν τὰ ὑπάρχοντά τε ἐξετάζοντες καὶ συμμάχους ἀγείροντες, ἐπιόντων δὲ τῶν ἀδικούντων ἀντεπεξῄεσαν οἱ ἀμυνόμενοι. καὶ ἐδέξατο χωρίον ἀμφοτέρους λεῖόν τε καὶ εὐρὺ καὶ ἀρκοῦν τῷ ἔργῳ.

[5] ἐτάξαντο δὲ ὧδε· ἐπὶ μὲν ἑκατέρου κέρως ἦσαν ἀμφοτέροις οἱ ἱππεῖς, τὸ δὲ μέσον ἐπεῖχον οἱ ὁπλῖται, ‹οἱ› τοξόται δὲ καὶ ὅσον ψιλὸν ἐφείποντο. θήξαντες δὲ οἱ στρατηγοὶ ταῖς παρακλήσεσι τῶν μαχομένων τὰς γνώμας ἐκέλευον ἆραι τὰ σημεῖα.

[6] καὶ ἦρχον τοξόται τῆς μάχης καὶ βέλη πολλὰ ἐφέρετο, τὰ μὲν εἰς τὰ σώματα, τὰ δὲ ἀπετύγχανεν. ὡς δὲ ἀνήλωτο τὰ βέλη τοῖς τοξόταις, ἐν χερσὶν ἡ μάχη καὶ δορατισμὸς πολὺς καὶ πάταγος καὶ φόνος ὃν εἰργάζετο τέως τὰ δόρατα.

[7] ἐπεὶ δὲ οὐδὲ τούτοις ἦν ἔτι χρῆσθαι, ξίφεσιν ἀλλήλους ἀπέκτειναν. καὶ τοῦ μὲν ἀπεκόπη χείρ, τοῦ δὲ ὀφθαλμὸς ἐξεκόπη, ὁ δὲ ἐν τῷ βουβῶνι πληγεὶς ἔκειτο, τοῦ δέ τις ἀνέρρηξε τὴν γαστέρα. καὶ ὁ μὲν ἀγαθὸς εἶχεν ἐν τῷ στήθει τὴν πληγήν, τὸν δὲ κακὸν εἶδες ἂν κατὰ τοῦ νώτου τοῦτο παθόντα. κτείνας τις τοῦτον ἐσκύλευσε κείμενον, τὸν δὲ ἰδών τις σκυλεύοντα πλήξας ἐπικατήνεγκεν, αὐτὸν δὲ ἐκεῖνον ἕτερος.

[8] ὁ μέν τις πολλοὺς κτείνας ἀπέθανεν, ὁ δὲ ὀλίγους. ὁ δέ τις οὐδὲν δράσας ἔκειτό γε ἐπ' ἀσπίδι τεθνεώς, ὁ δὲ ἐπ' οὔδει. πολλοὶ δὲ καὶ τεθνάναι σχηματιζόμενοι τοὺς ἐφισταμένους κάτωθεν ἐτίτρωσκον.

[9] ἱππεὺς ἔκτεινεν ὁπλίτην, ὁπλίτης ἱππέα, ὁ μὲν ἐκβαλὼν τοῦ ἵππου τὸν στρατιώτην, ὁ δὲ πρότερον πλήξας τὸν ἵππον, ἔπειτα ἐκεῖνον δυνηθείς. τὸ δὲ αἷμα τὴν γῆν ἐφοίνισσε καὶ ἐπιβαίνοντες τοῖς νεκροῖς οἱ ζῶντες τὰ λοιπὰ ἔπραττον. ἤδη δέ τις καὶ ζῶν εἰλημμένος λύτρων ἐμέμνητο πρὸς τὸν ἑλόντα, τῷ δὲ οὐδὲν ἔμελε χρημάτων, ἀλλ' ἐπλήρου τὸν πόθον.

[10] μέχρι μὲν οὖν μεσημβρίας σταθερᾶς ἀμφοτέρωθεν ἦν ἔργα γενναῖα, τὸ δὲ ἐντεῦθεν ἔδοσαν δίκην οἱ ἀδικοῦντες. τῶν γὰρ ἱππέων αὐτοὺς περικλειόντων δείσαντες μὴ κυκλωθεῖεν ᾤχοντο φεύγοντες. οἱ δὲ ἐνέκειντο σὺν βοῇ, ἣν ἠφίεσαν χαίροντές τε τῇ τροπῇ καὶ ἅμα ἐκείνους προσεκπλήττοντες.

[11] διώκοντες δὲ τοῦ ζωγρεῖν μᾶλλον ἢ τοῦ φονεύειν ἐγίνοντο καὶ εἷλον αἰχμαλώτους πολλούς, τοὺς μὲν τετρωμένους, τοὺς δὲ ἄνευ τραυμάτων. οἱ δὲ διαφυγόντες κατέφυγον εἰς τὸ ἄστυ καὶ ἀνείλοντο νεκροὺς ὑποσπόνδους. οἱ δὲ αἰχμαλώτους ἄγοντες καὶ λάφυρα παιανίζοντες ἀνέστρεφον.

[12] καὶ ἦν παρὰ μὲν τοῖς νενικηκόσι τὰ τῶν κρατούντων, θυσίαι, πρόσοδοι, στεφανοῦν τοὺς ἀριστεύσαντας, οἱ δὲ ἡττημένοι τοὺς ῥήτορας εἶχον ἐν μέμψει, κατηγόρουν δὲ ἅμα τῶν στρατηγούντων οἱ ῥήτορες. καὶ ἐδόκει τῶν παρόντων τοῖς μὲν χρῆναι καταλύσασθαι τὴν ἔχθραν, τοῖς δὲ καὶ δευτέραν αὖθις συγκροτῆσαι μάχην. [2] [t]

γραφῆς ἐν τῷ βουλευτηρίῳ.

[1]    Ἐν δὲ τῇ αὐλῇ τοῦ βουλευτηρίου, ἡ δέ ἐστιν οὐ μεγάλη μέν, καλὴ δὲ στοῶν ἐν μέσῳ τεττάρων, ἃς ἐποίουν οἱ κίονες, εἶδον καὶ τοιάνδε γραφήν.

[2]    Ἀγρὸς ἦν καὶ οἰκήματα ἀγροίκοις πρέποντα, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. πλησίον δὲ τῶν οἰκημάτων ἀνατρέχουσαι ἑωρῶντο κυπάριττοι. ὅλας μὲν οὐκ ἦν ἰδεῖν, ἐκώλυε γὰρ τὰ οἰκήματα, τὰ δὲ ἄκρα τῶν δένδρων ἐφαίνετο τὸ τέγος ὑπεραίροντα. ταῦτα, ὡς εἰκός, ἀνάπαυλαν παρεῖχε τοῖς ἀγροίκοις σκιᾷ τε τῇ ἀπὸ τῆς κόμης καὶ ὀρνίθων φωναῖς, οἳ χαίρουσιν ἐπὶ τῶν δένδρων ἱζάνοντες.

[3] ἐκδραμόντες δέ τινες ἐκ τῶν οἰκημάτων τέτταρες, ὁ μὲν παρεκελεύετό τι μειρακυλλίῳ πλησίον ἑστῶτι, τοῦτο γὰρ ἐμήνυεν ἡ δεξιά, ὡς ἄρα τι ἐπιτάττοι, ὁ δὲ ἐπεστρέφετο πρὸς τούτους οἷα φωνῆς ἀκούων τοῦ ἐπιτάττοντος.

[4] ὁ δὲ δὴ τέταρτος ὀλίγον προελθὼν τῶν θυρῶν τὴν δεξιὰν ἐκτετακὼς ῥάβδον τῇ ἑτέρᾳ φέρων ἐφαίνετό τι βοᾶν πρὸς τοὺς πονοῦντας περὶ τὴν ἅμαξαν. ἄρτι γὰρ ἅμαξα φορτίου πλήρης, οὐκ ἔχω δὲ εἰπεῖν εἴτε ἄχυρα ἦν εἴτε ἄλλο τι φορτίον, τὸν ἀγρὸν ἀφεῖσα μέσην εἶχε τὴν ὁδόν.

[5] ἅτε οὖν οὐκ ἀκριβῶς καταδήσαντες τὸ φορτίον, ἀλλὰ ῥᾳθύμως βοηθεῖν ἐπειρῶντο, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, ὁ μὲν γυμνὸς πλὴν διαζώματος βακτηρίᾳ τὸ φορτίον ἀνέχων, τοῦ δὲ ἐφαίνετο μὲν τὸ πρόσωπον καὶ μέρος τι τοῦ στήθους, ὅσα δὲ εἰκὸς ἐκ τοῦ προσώπου, ταῖν χεροῖν καὶ αὐτὸς ἤμυνε, τὰ δ' ἄλλα ὑπὸ τῆς ἁμάξης ἐκρύπτετο.

[6] ἡ δὲ ἅμαξα οὐ τετράκυκλος, ὡς ἔφησεν Ὅμηρος, ἀλλὰ δυοῖν τροχοῖν, ᾗ καὶ τὸ φορτίον περιέρρει καὶ ἐδέοντο τῶν ἀμυνόντων οἱ βόες ἄμφω τὸ χρῶμα φοίνικες καὶ εὖ τεθραμμένοι καὶ τοὺς αὐχένας πλατεῖς.

[7] τῷ βοηλάτῃ δὲ τὸν χιτωνίσκον ἀνέστελλεν εἰς γόνυ ζωστήρ. τῇ μὲν οὖν δεξιᾷ λαβόμενος τῶν χαλινῶν εἷλκε, ῥάβδον δὲ ἔχων ἐν θατέρᾳ οὐδὲν αὐτῆς ἐδεῖτο εἰς τὸ προθύμους ποιῆσαι τοὺς βοῦς, ἀλλ' ἠρκεῖτο τῇ φωνῇ. καὶ γὰρ ἡδύ τι πρὸς αὐτοὺς ἔλεγεν οἷα δή τι φθεγγόμενος ὧν ἂν ξυνίῃ βοῦς. ἔτρεφεν ὁ βοηλάτης καὶ κύνα, ὡς ἂν ἔχοι καθεύδειν ἔχων τὸν φύλακα. καὶ παρῆν ὁ κύων τοῖς βουσὶ παραθέων.

[8] χωροῦσα δὲ ἡ ἅμαξα πλησίον ἦν ἱεροῦ. τοῦτο γὰρ ἐσήμαινον οἱ κίονες καὶ τὰ ὑπερκύπτοντα δένδρα. ἄγαλμα δὲ οὐκ ἐδείκνυεν ἡ γραφή. ἴσως αὐτὰ τὰ δένδρα θεοὺς ἡγοῦντο καὶ ἐθεράπευον, ἢ τάχα ἦν μὲν ἄγαλμά τι, τὸ δὲ ὑπὸ τῶν δένδρων οὐκ ἐφαίνετο.

[3][t]

δρόμου τῶν ἡρώων.

[1]    Ἤκουσας μὲν ὅπως ἔδραμον ἥρωες, ἡνίκα Ἀχιλλεὺς ἐτίμα τὸν Πατρόκλου τάφον ἀγωνίσμασι παντοδαποῖς, λάμβανε δὲ καὶ τὴν θέαν τῇ ἀκοῇ. ἁμιλλᾶται γὰρ ἡ γραφὴ πρὸς τὰ ἔπη.

[2]    Οἱ μὲν Ἀτρεῖδαι κάθηνται δηλοῦντες τοῖς σκήπτροις τὴν τύχην καὶ ἔτι τοῖς διαδήμασι, ταυτὶ γάρ, οἶμαι, τὴν βασιλείαν σημαίνει, τείνουσι δὲ πρὸς τὸν δρόμον τοὺς ὀφθαλμοὺς καί εἰσι τῶν γινομένων, ξανθὸς μὲν ὁ Μενέλαος, μέλας δὲ ὁ Ἀγαμέμνων τὴν τρίχα.

[3] δορυφόροι δὲ τρεῖς κατόπιν ἑστᾶσι γυμνοὶ μὲν τὰς κεφαλάς, δόρατα δὲ ἦν αὐτοῖς καὶ ἀσπίδες. ἐφαίνετο δὲ τῷ μὲν τὰ ἀπὸ τῆς κορυφῆς ἄχρι τοῦ στέρνου, τοῖς δὲ οὐδέν, ἀλλὰ καὶ χλαμύδες αὐτοῖς ἦσαν καὶ τοῖς μὲν γένειον, τῷ δὲ οὔ.

[4] καὶ ὁ Νέστωρ ἐγέγραπτο μετὰ τῶν βασιλέων καθήμενος οὐ μάλα κομῶν τὴν κεφαλήν, μέσον αὑτοῦ τε καὶ τοῦ Μενελάου ποιῶν τὸν Ἀγαμέμνονα. λέγειν δὲ πρὸς αὐτοὺς ἐδόκει. καὶ τοῦτο ἐμήνυε τῷ σχήματι τῶν δακτύλων.

[5] Ἀχιλλεὺς δ' ἐπὶ τούτοις ἐγέγραπτο καλὸς μὲν τὴν κόμην, τὸ πρόσωπον δὲ μετεῖχεν ἀθυμίας οἷα δὴ τῶν ἄθλων ἐπὶ νεκρῷ γινομένων. καὶ τοῦτον περὶ πλείστου τῶν Μυρμιδόνων ἐποιεῖτο. χλαμύδα δὲ ἠμφίεστο καὶ γαστέρα καὶ μηρὸν καὶ κνήμην ἐδείκνυε γυμνήν. . . . . .

[4][t]

ἄλλης γραφῆς ἐν τῷ βουλευτηρίῳ.

[1]    Ἐν δὲ ἑτέρᾳ γραφῇ ταῦτα εἶδον· πόλις ἦν ἐφ' ὑψηλοῦ πεπολισμένη καὶ τοῦτο ἐδήλου τοῖς τείχεσιν. ἐντεῦθεν, ἐμοὶ δοκεῖν, ἄνδρες ἐξεληλυθότες εἰς ἀγρὸν ἧκον ἀπολαυσόμενοι τῆς ὥρας τῆς ἠρινῆς. τοῦτο γὰρ ἐμηνύετο τοῖς στεφάνοις τῶν ἀνδρῶν οὓς εἶχον ἐκ ῥόδων.

[2] οὗτοι δὲ κατέκειντο κατὰ στρωμάτων ποικίλων τρεῖς ὄντες ὑπὸ δυσὶ δένδρεσιν ὑψηλοῖς. ὧν ἐξάψαντες ὕφασμα πυραυγὲς ὑπὲρ ἑαυτῶν ἔτεινον ἀντ' ὀροφῆς, ὅπως εἴργοιτο ἡ ἀκτὶς μὴ λυπεῖν αὐτοὺς ἑστιωμένους. εἱστιῶντο γὰρ καί μοι ἐδόκουν ἐδηδοκότες ἱκανῶς ἐπὶ ποτὸν ἤδη τρέπεσθαι.

[3] ὁ μὲν οὖν τὸ δεξιὸν ἔχων μέρος ἄρας χεῖρα δεξιὰν τὸν στέφανον περιήρμοττε τῇ κεφαλῇ τῆς τάξεως ἐκβεβηκότα, ὁ δὲ ἐπὶ θάτερα καὶ αὐτὸς χειρὶ δεξιᾷ τὸν ἐν μέσῳ δαιτυμόνα πρὸς ἑαυτὸν εἷλκε λέγειν τι ἴσως ὡρμημένος, ὁ δὲ ἐπεστρέφετο πρὸς αὐτὸν ἠρέμα, ὡς μὴ δοκοίη τὸν ἑταῖρον ἀτιμάζειν. τὰ πρόσωπα δὲ πᾶσιν ὑπὸ τοῦ οἴνου πρὸς τὴν τῶν ῥόδων ἀφῖκτο χροιάν. ἐφοινίσσετο γὰρ ἱκανῶς. οἱ δὲ διακονοῦντες ἔκ τινων προῄεσαν οἰκημάτων ἃ πρὸς θατέρῳ τῶν δένδρων ᾠκοδόμητο. ἀγρὸς ταῦτα ἦν.

[4] τῶν μὲν οὖν ἄλλων οὐχ ὅλα ἦν εὔδηλα τὰ σώματα, ὁ δὲ οἰνοχόος σπουδῇ διαβαίνων ἔκπωμα ὤρεγεν ἐνδεικνύμενος καὶ προσώπῳ καὶ σχήματι τὸ σὺν προθυμίᾳ διακονεῖν.

[5] πρὸ δὲ τῆς τραπέζης κύων οὐ μέγας ἐπὶ τοῖν ὀπίσω σκελοῖν ἱζάνων πρὸς αὐτὴν ἀνέβλεπε τὴν τράπεζαν κεχηνώς, ὅπως εὐτρεπὲς ἔχοι τὸ στόμα πρὸς τὸ ῥιπτούμενον.

[6] καὶ ἵππος πλησίον ἐλεύθερος χαλινοῦ πρὸς τὴν πόαν ἐγκεκυφὼς ἤσθιε φοίνιξ τὴν τρίχα. καὶ αὐτῷ δὲ παρεῖχε τὴν σκιὰν ἡ τοῦ δένδρου κόμη. τοῦ κεκληκότος ἐπὶ τὴν θοίνην τοῦτον νομιστέον τὸν ἵππον. οἱ δὲ ἄρα ἦσαν πενέστεροι καὶ ἔμελλον ἀναστάντες χρήσεσθαι τοῖς ποσὶν ἐπὶ τὸ ἄστυ.

[5][t]

καλανδῶν.

[1]    Τὰς ἑορτὰς οἱ ἄνθρωποι φιλοῦσιν, ὅτι αὐτοὺς ἀπαλλάττουσι μὲν πόνων τε καὶ ἱδρώτων, παρέχουσι δὲ παίζειν καὶ εὐωχεῖσθαι καὶ ὡς ἥδιστα διάγειν.

[2] ἑορτὴ δὲ ἡ μὲν τῆς οἰκίας, ἡ δὲ πόλεως, ἡ δὲ ἔθνους. μίαν δὲ οἶδα κοινὴν ἁπάντων ὁπόσοι ζῶσιν ὑπὸ τὴν Ῥωμαίων ἀρχήν. γίγνεται δὲ ἐνιαυτοῦ τοῦ μὲν πεπαυμένου, τοῦ δὲ ἀρχομένου.

[3] πρῶτον μὲν οὖν προσιοῦσα ποθεινόν τι χρῆμά ἐστι καὶ δοκεῖ τοῖς ἀνθρώποις βραδύνειν ὁ χρόνος καὶ ἐπείγονται λαβέσθαι τῆς ἑορτῆς, ὥσπερ τῆς γῆς ἐπιθυμοῦσιν οἱ πλέοντες. ἔπειτα πᾶς ὥρμηται ἀναλίσκειν ἡκούσης, ὅτῳ τε πολλὰ χρήματα καὶ ὅστις φειδόμενος ἀργύριόν τι συνέλεξεν. ἐσθῆτα δὲ ὁ μέν τις ἔπλυνεν, ὁ δὲ ἐχρήσατο.

[4] καὶ οἷς μὲν γεωργία, πάντα ὅσα ἀγρὸς δίδωσι φέρεται τά τε ἄλλα καὶ ὀρνίθων μυρία γένη τῶν μὲν τιθασῶν, τῶν δ' ἀγρίων. οἷς δ' ἀπὸ τῶν χειρῶν ὁ βίος, τούτοις γε καὶ τὰ παρὰ τῶν καπηλευόντων ἀρκεῖ. τότε γὰρ μάλιστ' ἂν ἴδοις ἀγορὰν ἀνθοῦσαν.

[5]

τῇ μὲν οὖν προδρόμῳ τῆς ἑορτῆς ἡμέρᾳ δῶρα δι' ἄστεος κομίζεται ὅσα ἂν τράπεζαν ποιήσαι λαμπράν, τὰ μὲν παρὰ τῶν δυνατῶν ἀλλήλους τιμώντων, τὰ δὲ τούτοις παρὰ τῶν ὑποδεεστέρων, παρὰ δὲ τούτων ἐκείνοις, τῶν μὲν θεραπευόντων τὴν ἐκείνων ἰσχύν, τῶν δὲ τοῖς θεραπεύουσι τῆς ἑαυτῶν μεταδιδόντων τρυφῆς.

[6] ἑσπέρας δ' ἡκούσης ὀλίγον μὲν τὸ καθεῦδον, οἱ πολλοὶ δ' ἐν ᾠδαῖς τε καὶ πηδήμασι καὶ σκώμμασιν, ἃ δὴ καὶ τοῖς ἐν τοῖς ἐργαστηρίοις ἐμβάλλοντες θυροκοποῦντες κατατωθάζουσι καὶ οὐκ ἐῶσι καθεύδειν. καὶ οἱ μὲν ἀγανακτοῦσιν οἷς ἀκούουσι, τοῖς δὲ τοῦτο γέλως, καὶ οὐδεὶς οὕτω στρυφνὸς ὅστις ἂν παριὼν ἐπιτιμήσαι τοῖς δρωμένοις, ἀλλὰ καὶ ὅστις κρείττων γέλωτος, ἐγέλασεν.

[7] ὄρθρου δ' ὑποφαινομένου καὶ ἀλεκτρυόνος ᾄδοντος οἱ μὲν κοσμοῦσι δάφνης τε κλάδοις καὶ ἑτέροις εἴδεσι στεφάνων τὰ αὑτῶν ἕκαστοι πρόθυρα, οἱ δὲ ἄγουσιν εἰς ἱερὰ σὺν εὐφημίαις ἄνδρα ἱπποτρόφον λάμποντες ἐσθήμασιν ὧν τὸ πλέον πορφύρα. καὶ λαμπάδια πολλὰ παρέχει τὸ φῶς. τῷ δὲ ἕπονται θεράποντες διασπείροντες εἰς τὸν ὄχλον ἀργύριον. καὶ τὸ δέξασθαι φερόμενον παρώσαντα τὸν πέλας ἥδιστόν τε καὶ χαίρουσιν ἐνταῦθα καταπατούμενοι.

[8] θύσαντες δὲ καὶ νίκην αἰτήσαντες παρὰ τῶν θεῶν οἱ τοὺς ἵππους ἐπὶ ταῖς ἁμίλλαις τρέφοντες χωροῦσι παρὰ τοὺς ἄρχοντας διδόντες τοῖς τῶν ἀρχόντων ὑπηρέταις χρυσοῦς. ἡ βουλὴ δὲ παροῦσα ταῦτα ὁρᾷ τε καὶ δρᾷ. καὶ γὰρ ἐκ τῶν ἐκείνων χειρῶν τοῖς ὑπηρέταις ἀφικνεῖται ταῦτα. καὶ μὴν καὶ ὁ ἄρχων τότε τὸν ἄρχοντα ἐφίλησε χρυσὸν τὸν μὲν δούς, τὸν δὲ λαβών.

[9] ῥεῖ δὲ καὶ ἄλλοις πολὺ πανταχόθεν χρυσίον τῶν μὲν τοὺς ἄρχοντας μιμουμένων, τῶν δὲ εἰσάπαξ διδόντων, ὧν δὴ καὶ οἱ σοφίαν εἰσὶ μανθάνοντες τιθέντες τηνικαῦτα μὲν μισθὸν τόνδε τῆς ἑορτῆς ἕνεκα. ἡμέρας δὲ φανείσης οἱ μὲν τοὺς ἐν τῇ νυκτὶ πότους, πίνουσι γὰρ δὴ τῆς νυκτὸς ὁπόσοις γε τοῦτ' εἶναι δοκεῖ τῆς ἑορτῆς τὸ κεφάλαιον, τὴν οὖν ἐν νυκτὶ πόσιν ἄμετρον δηλοῦσι τῇ μέθῃ καὶ ἀνάγκη κεῖσθαι καθεύδοντας, οἱ δ' αὖ δεξιώτεροι ἐν φροντίσιν ἔχουσι τὴν τῶν δώρων πομπήν.

[10] καὶ πολλοὶ τούτων διὰ στοῶν τε καὶ στενωπῶν πέμπουσι τὰ δῶρα, ὧν ὁ μέν τις τὸ πλέον ἀπέπεμψεν, ὁ δὲ οὐδέν. καὶ ὅ γε τὸ πᾶν προέμενος μειζόνως εὔφρανε τὸν δόντα.

[11]    Τοιαῦτα μὲν τῆς νουμηνίας τὰ ἔργα, δευτέρᾳ δ' ἱσταμένου τὰ μὲν τῶν δώρων οὐ μένει, νόμος δὲ οἴκοι μένειν, καὶ πρὸς κύβοις εἰσὶ δεσπόται τε ἀναμὶξ καὶ οἰκέται. καὶ ῥᾳθυμῆσαι τότε οἰκέτην οὐδὲν δεινόν.

[12] ἀλλὰ καὶ μεθύων τις αἰτίαν διέφυγε τῆς ἑορτῆς παραιτουμένης, ἐπεὶ καὶ παιδαγωγός τις ἄγριος τότε οὐκ ἄγριος καὶ διδάσκαλος ὅστις χαλεπός, τότε οὐ χαλεπός. ἀλλ' ἰσηγορίαν ὁ καιρὸς ποιεῖ καὶ μάστιγες μὲν ἠρεμοῦσι καὶ πληγαί, γέμει δὲ πάντα εἰρήνης τε καὶ ἐλευθερίας καὶ ἡδονῆς. καὶ οὐδεὶς οὕτω πτωχὸς ὅστις λαμπρᾶς ἐδωδῆς εἰς πλησμονὴν οὐχ ἧκε. βρύει γὰρ ἅπασι τοῖς τοιούτοις ὁ καιρὸς καὶ πάντων ἐν χερσὶ πάντα καθάπερ τῆς γῆς ἀνιείσης. οὕτω τοι ἥδιστον ὁμοίως καὶ δοῦναι καὶ λαβεῖν.

[13]    Τρίτῃ δ' ἱσταμένου ζεύγνυται μὲν ἅρματα ἁμιλλητήρια, πολλὴ δ' ὑπὲρ τῆς νίκης ἔρις, πολὺς δ' ὅμιλος ἐν ἱπποδρόμῳ καὶ λουτρὰ ἐπ' ἐκείνῳ καὶ ἐπὶ τούτοις τράπεζαι καὶ ἐπὶ τῶν αὐτῶν τραπεζῶν κύβοι καί τισιν ἡ περὶ ταῦτα ἔρις προσανάλωσε τῇ ἡμέρᾳ τὴν νύκτα καὶ οὐκ ἐγένετο πόνος ἡ ἀγρυπνία.

[14]    Τετάρτη δὲ ἡμέρα τὴν μὲν ἀκμὴν τῆς ἑορτῆς ἀμβλύνει, τὸ πᾶν δὲ οὐδ' ἡ μετ' ἐκείνην σβέσαι δύναιτ' ἄν, ἀλλ' ὥσπερ αὔρα τις ἔτι λεπτὴ πνέουσα κατέχει τοὺς ἀνθρώπους ἐν ἀμυδροτέραις εὐφροσύναις ὁ καιρός, καὶ μόλις πως καὶ σὺν ὄκνῳ τῶν ἔργων ἅπτονται καθάπερ ἵπποι διὰ χρόνου πάλιν ὑπαγόμενοι ζυγῷ καὶ ὁμοῦ τε πρὸς ἔργον χωροῦσι καὶ εὔχονται τὴν αὐτὴν αὖθις ἑορτὴν ἐπιδεῖν.

[6][t]

μέθης.

[1]    Τὸν οἶνον ἢν πίνῃ τις μετρίως, τό τε σῶμα ὤνησε τήν τε ψυχὴν οὐκ ἔβλαψεν· ἢν δ' ἐκφέρηται πρὸς ἀμετρίαν καὶ πίνῃ πρὸς ὑπερβολὴν καὶ ἤδη μεθύσκηται, τοιάδε ἀνάγκη πάσχειν.

[2] εἶδον γὰρ δὴ μεθύοντα ἄνθρωπον ἔν τε αὐτῷ τῷ συμποσίῳ καὶ οἴκαδε ἰόντι παρηκολούθησα. ἕως μὲν οὖν οὐκ ἐμπέπληστο, πάνυ σωφρόνως τε διελέγετο καὶ ἦν ἥμερος καὶ εἶπεν ἄν τι οὐκ ἄμουσον καὶ σκῶμμα ἂν ἠνέσχετο· κρατοῦντος δὲ ἤδη τοῦ οἴνου καὶ τυραννοῦντος τό τε σῶμα ἠρυθραίνετο πρόχειρός τε ἦν εἰς ὀργὴν καὶ ὕβριζε μὲν εἰς ἑτέρους, εἰ δέ τις χαριεντίσαιτο, ἐδυσχέραινε.

[3] κατηγόρει δὲ καὶ τοῦ οἰνοχόου μηδὲν ἁμαρτάνοντος καὶ ἥ τε κύλιξ ἐξέπιπτε τῆς χειρὸς τό τε βλέμμα παρήγετο ἥ τε γλῶττα τὸ αὐτὸ ἐπεπόνθει. ὡς δὲ ἀνίστασθαι ἔδει, τῶν ὀρθωσόντων ἐδεῖτο καὶ ἀξόντων.

[4] καὶ μέχρι μὲν ἐπὶ τὴν ἀγορὰν ἧκεν, εἴχετο τοῦ ἄγοντος· ὡς δ' ἐνταῦθ' ἐγεγόνει, τὸν μὲν ἀφῆκεν, ἐπειρᾶτο δ' ἀρκεῖν αὑτῷ, οὐ μὴν ἴσχυσεν, ἀλλ' ἐῴκει τοῖς παραπαίουσι τῇδε κἀκεῖσε φερόμενος ἐλπίδα παρέχων ἀεὶ πεσεῖσθαι, τῷ δ' αὐτῷ καὶ γέλωτα. οὐ γὰρ ἦν ὅστις ἄνευ τοῦ γελᾶν ἑώρα. τῶν δὲ συνήθων ὅστις προσέλθοι βοηθήσων, οὔτ' ἐγνωρίζετο δυσμενοῦς τ' ἔργον ἐδόκει ποιεῖν.

[5] μόλις δ' ἐλθὼν οἴκαδε πολλῶν ἐφεπομένων, ἡδονὴν γὰρ δὴ παρεῖχεν ἡ τοῦ μεθύοντος συμφορά, τοῖς μὲν οἰκέταις ὡς υἱέσι διελέγετο, τοῖς δ' αὖ υἱέσιν ὡς οἰκέταις, ἡ γυνὴ δὲ αὐτῷ κακῶς ἐδόκει τἄνδον διῳκηκέναι πλημμελοῦσα οὐδέν, καὶ οὐδενὸς ἐπ' αὐτὴν ἐφείδετο ῥήματος, τρανὲς δὲ οὐδὲν οὐδ' ὁλόκληρον, ἀλλὰ τοῦ μὲν γράμμα, τοῦ δ' ἀφῄρητο συλλαβή, τοῦ δέ τι καὶ πλέον.

[6] καθίζων δὲ διεμέμφετο τὴν οἰκίαν ὡς οὐκ ἐθέλουσαν ἑστάναι καὶ ἐβόα πολλὰ δὴ καὶ συνεχῆ καθάπερ ἀδικούμενος. ἔπειτα ἐκταθεὶς ἔκειτο κατειλημμένος ὕπνῳ μάλιστα ἐοικότι θανάτῳ. μακροῦ δὲ τούτου τετυχηκὼς ἡμέρας φανείσης ἀπέλαβε τοὺς λογισμοὺς ὧν ἐπεπόνθει ὑπὸ τῆς μέθης αὐτὸς μὲν εἰδὼς οὐδέν, τοὺς ἄλλους δὲ διδασκάλους ἔχων.

[7][t]

ἔαρος συγγραφικῷ χαρακτῆρι.

[1]    Τὸ δὲ ἔαρ φιλῶ τε πλέον ἢ τὰς ἄλλας ὥρας καὶ οἷόν ἐστιν ἐθέλω διηγήσασθαι. λύει μὲν γὰρ ὥσπερ ἐκ δεσμωτηρίου τοὺς ἀνθρώπους τοῦ χειμῶνος καὶ τὴν ἡμέραν πολλῷ δείκνυσι διαφέρουσαν τῆς νυκτός, ἐλευθεροῖ γὰρ τὰς ἀκτῖνας τῶν νεφῶν.

[2] καὶ τότε δὴ φαιδρός τε ἥλιος καὶ ἥμερος καὶ τερπνὸς τοῖς σώμασι θερμότερος μὲν ἢ τοῦ χειμῶνος προσβάλλων, οὔπω δ' εἰς ἀμετρίαν τῆς θερμότητος ἐκβαίνων, ὃ δὴ τοῦ θέρους πέφυκε ποιεῖν, ὥσθ' ἡδέως ἄν τις ὑπ' αὐτῷ μέρος οὐ μικρὸν τῆς ἡμέρας διατρίψειε.

[3] τότε δὴ καὶ τὴν ἠῶ ῥοδοδάκτυλον ἔξεστι προσειπεῖν. ἀλλὰ καὶ τὴν νύκτα ποιεῖ τερπνὴν τὰ ἄστρα φαινόμενά τε καὶ οὐ κρυπτόμενα. καὶ γίνεται ἀγρυπνοῦντι θέαμα ἥδιστον πεποικιλμένος τοῖς τύποις ὁ οὐρανός.

[4] ἡ γῆ δὲ τὰ παρ' αὑτῆς ἐκφέρει, καὶ χλωρὰ τότε τὰ λήια γεωργοὺς εὐφραίνοντα ταῖς ἐλπίσιν. ἀλλὰ καὶ δένδρα τὴν κόμην ἀπολαμβάνει καὶ πάντα ἐν ἐπαγγελίαις καρπῶν. καί τις ἀφ' ὑψηλοῦ βλέπων μὲν εἰς τὴν ἤπειρον, βλέπων δ' εἰς τὴν θάλατταν οὐχ ἥττω τὴν εὐφροσύνην ἂν ἀπὸ ταύτης ἢ ἀπὸ τῆς ἠπείρου καρπώσαιτο.

[5] ἀνοίγνυται τότε καὶ ἡ θάλαττα τοῖς πλωτῆρσιν. οὐ γὰρ ὑψηλὰ τότε τὰ κύματα οὔτε ὄρεσιν ἐοικότα, ἀλλ' ὕπτια μὲν αὐτῇ τὰ νῶτα, ἐμπόρων δὲ μεστὰ τῶν τε τὰ πελάγη περαιουμένων τῶν τε κατὰ γῆν ἐπιμιγνύντων. οὐ γὰρ ὁδοὶ τραχεῖαι οὔτε ὄμβροι λυπηροί.

[6] ἀλλὰ καὶ αὐτὸ τὸ πορεύεσθαι καὶ παρ' ἀλλήλους ἰέναι τῶν κερδῶν οὐ μεῖον εἰς ἡδονήν. ποταμοὶ δὲ οἱ μὲν ἀέναοι καθαροί, οἱ δὲ χείμαρροι σωφρονέστεροι. καὶ αἱ πηγαὶ δὲ πολὺ βελτίους ἢ τοῦ χειμῶνος.

[7] ἀργεῖν δ' ἐν τούτοις ἐθέλει μὲν οὐδείς, πρὸς ἔργον δ' ἐπείγεται καὶ μελέτην ὁ ἱππεύς, ὁ τοξότης, ὁ κυνηγέτης. ἐοίκασι δ' ἀναβεβιωκόσιν οἱ ἄνθρωποι τὰ πολλὰ μὲν ἀγοράζοντες, χωροῦντες δὲ καὶ ἐπ' ἀγροὺς καὶ τρυφῶντες ἐν ὀρνίθων τε ᾠδαῖς καὶ ἀνθέων ὀδμαῖς.

[8] ᾄδει μὲν ἐν ἔαρι χελιδών, ᾄδει δὲ καὶ ἀηδών, αἱ Πανδίονος θυγατέρες αἱ ἠδικημέναι παρὰ τοῦ Θρᾳκός. ἀλλὰ καὶ τὰ ἄλλα τῶν ὀρνίθων γένη φαίνεται πανταχοῦ πετόμενα καὶ τοῖς οἰωνισταῖς ὀξείας ποιεῖται τὰς μαντείας. καὶ κινεῖται δὲ πρὸς μίξιν τὰ πετεινὰ καὶ τὰ ἄλλα πάντα. ἀγροὶ δὲ ἥδιστοι φωνῇ τε ἀρνῶν καὶ ὅπερ ἔφην ἤδη, τοῖς ἄνθεσι. τῷ ῥόδῳ, τῷ ἴῳ, τῷ κρίνῳ, τοῖς ἄλλοις ἃ ἡδὺ μὲν ἰδεῖν, ἡδὺ δὲ καὶ εἰς χεῖρας λαβεῖν.

[9] ἐπὶ ταῦτα τὸ ἔαρ ἐξάγει τοὺς ἀνθρώπους καὶ κατακλίνει καὶ εὐωχεῖ τερπομένους μὲν οἴνῳ, τερπομένους δὲ στεφάνοις. οὐδὲ γὰρ ἀνέχονται συμπίνειν ἄνευ ῥόδων, ἀλλ' ἔστι ταῦτα πανταχοῦ πολλά, ἐν τραπέζαις, ἐν ἐκπώμασιν, ἐν χερσίν, ἐν κεφαλαῖς, τὰ δὲ καὶ διέρριπται κατὰ γῆς.

[10] ταῦτα καὶ τὰς πόλεις φαιδροτέρας ποιεῖ γεωργῶν κομιζόντων τε καὶ ἀποδιδομένων. μετὰ τούτων καὶ αἱ παρθένοι καθεύδουσι. καὶ ὅποιπερ ἂν ἴδῃς, ῥόδα ὄψει λάμποντα. τιμᾶται γὰρ τὸ ἄνθος καὶ ἀγαπᾶται μάλιστα τῆς ὥρας τὸ χάριεν δεικνύον. χαίρουσι δ', οἶμαι, καὶ οἱ θεοὶ τοῖς ἀπὸ τούτων στεφάνοις ὥσπερ καὶ λιβανωτῷ. [8] [t]

λιμένος.

[1]    Τῶν δὲ πόλεων αἱ μὲν θαλάσσης ἀποδιέστησαν, αἱ δ' ἐπ' αὐτοῖς τοῖς αἰγιαλοῖς κατῳκίσθησαν. εὐδαίμονες δὲ μᾶλλον τῶν πόλεων αἱ προσοικεῖν λαχοῦσαι τὴν θάλασσαν. ἅ τε γὰρ φέρει τοῖς ἐνοικοῦσιν ἡ γῆ, διαδέχεται θάλασσα ἅ τε μετὰ ταύτην ἀντεισφέρει τὸ πέλαγος, ἤπειρος δέχεται.

[2] καὶ τὴν ἐπιμιξίαν ἀμφοῖν ποιοῦσι λιμένες. τῶν δ' αὖ λιμένων οἱ μὲν τέχνης προέρχονται καὶ χερσὶν ἐσκευάσθησαν, τοὺς δὲ φύσις ἀνῆκε μηδὲν εἰς τοῦτο δεομένη τῆς τέχνης, ὃν δὲ νῦν εἶδον, εἴργασται μὲν ἡ φύσις, εἰπεῖν δὲ ὡς ἔχει προῄρημαι.

[3]    Πλευραὶ γῆς ἐξανέχουσαι καὶ παρ' αὐτὸ χωροῦσαι τὸ πέλαγος εἰς ἀλλήλας ἐπανακάμπτουσι καὶ πρὸς ἀλλήλας ἰοῦσαι κύκλον τελοῦσι καὶ κύκλον οὐχ ὅλον, ἀλλ' ὅσον στόμα τῷ λιμένι καταλιπεῖν.

[4] ἔπειτα νῆες αἱ μὲν ἔνδον εἰσὶν ὁρμιζόμεναι, αἱ δὲ τὸν ὅρμον ἐκλείπουσι. καὶ αἱ μὲν ἄρτι πελάγους καταίρουσιν, αἱ δὲ ἐπὶ πέλαγος αἴρονται. καὶ πάσας κομίζει οὐ μόνον, οἶμαι, τὸ πνεῦμα προσπῖπτον, ἀλλ' ἤδη καὶ χεῖρες ἐρετῶν ἐπεισήνεγκαν. ταῖς μὲν γὰρ αὐτῶν κατὰ πρύμναν τὰ πνεύματα, ταῖς δὲ ἐρετῶν ἀντὶ πνεύματος ἀρκοῦσιν αἱ χεῖρες.

[5] καὶ τὸ μὲν εἰς γῆν ἐκ θαλάττης κομίζουσαι ἐπεξήγαγον, τὸ δὲ ἀπὸ τῆς γῆς ἐπὶ τὰς ναῦς τὰ προσήκοντα τίθενται. καὶ τῶν παρ' ἑκατέροις γεγονότων ὁ λιμὴν ὑπῆρχεν ἐπίδειξις.

[6] στοαὶ δ' ἐφ' ἑκατέρας πλευρᾶς τοῖς προσιοῦσιν ἀναπαυστήριοι. καὶ Ποσειδῶνος ἐγκατῳκοδόμητο τέμενος, ὃν ἐκάλουν μὲν ἅπαντες, οὐ μὴν ἐπὶ τοῖς ἴσοις ἐκάλουν, ἀλλ' οἱ μὲν σωτηρίαν πρὸς τὸ μέλλον αἰτοῦντες, οἱ δὲ χάριν εἰδότες οἷς διεσώθησαν.

[7] εὐχὴ καὶ δέος κατεῖχε τὸν χῶρον καὶ ἀγωνία ἡδονῇ συναναμέμικτο. τούς τε γὰρ ἄρτι προσιόντας ἡ χάρις τούς τε ἐκπλεῖν ἤδη μέλλοντας κατεῖχε τὸ δέος. ἀμφοτέροις δὲ ἦν πρὸς ἱκετείαν ὁ Ποσειδῶν ἢ κληθεὶς ἢ καλούμενος.

[8]    Τούτων εἰς ἅπαν τὴν ἡδονὴν διελθεῖν ἀπορώτερον, πλὴν εἴ τις αὐτοὺς τοὺς πλέοντας παραστήσαιτο μάρτυρας.

[9][t]

κήπου.

[1]    Εὐδαίμονες δ' ἄρα ἦσαν οἱ Φαίακες, οὐχ ὅτι ἐκ θεῶν ἐγεγόνεσαν, ἀλλ' ὅτι ἐτίμων πρὸ παντὸς τὰ κηπεύματα. τὸ μὲν οὖν εὐτυχὲς ἐν τοῖς Φαίαξιν ἐκ τῶν κηπευμάτων ἐγνωρίζετο, ἐγὼ δὲ ὃ τεθέαμαι καὶ διεξιέναι βούλομαι.

[2]    Χῶρος ἦν καθειμένος ἅπας, ὑπέρρει δὲ ἐς αὐτὸν ὅσα τῶν ὀρῶν συνέπιπτε ῥεύματα. αἱμασιὰ δὲ περιεῖχε τὸν χῶρον, οὐχ ἧς ἄν τις προσαψάμενος ἔπαθεν, ἀλλὰ λίθων συγκειμένων λογάδην.

[3] ταύτην στοῖχος φυτῶν διεδέχετο, φυτῶν δὲ οὐχ ἃ γεωργῶν οἶδε προέρχεσθαι, ἀλλ' ὅσα φέρειν ἐπίσταται φύσις. πτελέαι γοῦν αἰγείροις συμπεφύκεσαν, ἄμπελοι δ' ἐπανεῖχον αὐταῖς τὸν οἰκεῖον καρπὸν ἐκείνων εἶναι δοκεῖν παρεχόμεναι.

[4] διεδέχοντο δὲ τὰς ἀμπέλους συκέαι, ἃς γλυκερὰς ἄν τις ποιητὴς παρωνόμασε. μηλέαι δὲ μετὰ τὰς συκᾶς ἐπεφύκεσαν βεβαιοῦσαι τὸν μῦθον τῷ χρώματι, χρυσὸς γὰρ ἐδόκει τοῦ καρποῦ καταφαίνεσθαι. τὸ δὲ λοιπὸν ἅπαν διῄρητο πρὸς πρασιάς.

[5]

καὶ πηγὴ κατὰ μέσον ἀνέβλυζε ῥεῦμα φέρουσα τοῦ κύματος ὀξύτερον. ὄρνιθες δὲ ἐφεῖντο παντοδαποὶ κατακηλοῦντες μὲν ταῖς ᾠδαῖς τοὺς ἀκούοντας, εὐωχοῦντες δὲ τοὺς θηρῶντας ταῖς ἄγραις.

[6]    Ταῦτα ἰδεῖν ὑπῆρχεν ἐν ἡδονῇ, διεξελθεῖν δὲ τοῖς ἀκούουσιν ἥδιον. [10] [t]

θήρας.

[1]    Θήρας δὲ τὸ μὲν ἔσχεν ἀήρ, τὸ δὲ ἔλαχε θάλασσα καὶ μετ' ἀμφότερα τελευτᾶν ἔγνωκεν ἤπειρος. ἣ κρεῖττον ἀμφοῖν προῆλθε καθάπαξ. ἀέριος μὲν γὰρ καὶ ὅση πρὸς θάλατταν τέχνης μᾶλλον ἢ ῥώμης προσδεῖται, θήρα δὲ ἡ πρὸς ἤπειρον τέχνης μὲν οὐχ ἧττον, ὅτι μὴ μᾶλλον, ῥώμης δὲ μᾶλλον ἢ τέχνης δεῖται. διὸ θαυμάσας ἣν ἐργάζεται γῆ, ταύτην κατιδὼν ἀφηγήσομαι.

[2]

   Ἑσπέρα μὲν ἦν καὶ φῶς σελήνης οἷον μήτε ἅπαν ἰδεῖν μήτε λαθεῖν παντελῶς ἐῶν τὸ φαινόμενον, ἄνδρες δὲ ἄρτι πόλεως ᾔεσαν οἷς ὁ βίος πρὸς θήραν, ἐπαγόμενοι θήρατρα καὶ στάλικας, οἷς ἔστι θηρᾶν καὶ διώκειν μὲν ἵππους, ἰχνεύειν δὲ κύνας καὶ κατέχειν πρὸς τούτοις τὰ φεύγοντα.

[3] ὡς δὲ ἐς ὄρος προσῄεσαν, θηρᾶν ἐπετήδευον ἃ θηρᾶν ἐβεβούλευντο. καὶ πρῶτον μὲν κύνας εἰς τὴν θήραν ἀνῆκαν εὐρίνῳ βάσει τὸ λανθάνον ἰχνεύοντας ποιητὴς ‹ἂν› ἔφη τις. καὶ σιγῇ μὲν θηρᾶν ἐπετήδευον, τὸ δὲ θήραμα πρὸς ὕπνον τραπὲν ἐπετήδευον, ὡς δὲ ἠπόρουν σιωπῇ κατασχεῖν, βοὴ συμμιγὴς ἐξ ἁπάντων ἐφέρετο, ὑλακὴ μὲν κυνῶν, βοὴ δὲ ἀνδρῶν, τῶν δὲ ἵππων χρεμετισμός, καὶ τῆς εὐνῆς τὸ θηρίον ἐξαναστὰν πρὸς τὴν ἔκπληξιν ὁμόσε τοῖς θηρῶσιν ἐφέρετο καὶ καταστὰν εἰς ἀλκὴν φόβον προϊὸν ἢ πόθον τῆς τέχνης παρείχετο.

[4] συστραφέντες δὲ ὅμως παρ' αὐτὰς ἔνδον εἰσώθουν τὰς στάλικας, ἤδη δὲ ἔνδον ἦν καὶ μικροῦ μὲν ἑαλώκει, προσπεσόντες δὲ ἐξ ἡδονῆς καὶ ἀτακτότερον ἀνεσόβουν τὴν θήραν.

[5] ἤδη δὲ δόρατος ἔργον ἦν καὶ ἐπέδει τοῦ βάλλοντος, καὶ τῶν μὲν κυνῶν ὑστερούντων εἰς δίωξιν, τῶν δ' αὖ ἵππων οὐκ ἐφικνουμένων εἰς αἵρεσιν ἔργον ἡ θήρα κατέστη τῶν τόξων, καὶ πεσὸν οἷς ἐβάλλετο κτείνουσι μέν, οὐ μὴν ἀτίμους τοὺς θεοὺς κατελίμπανον, ἀλλ' ἀπάρχονται μὲν τῆς θήρας θεοῖς οἳ θήραν ἀνθρώποις ἐξεῦρον, κατευωχοῦνται δὲ πρὸς τὴν νίκην αὐτοὶ καὶ τὸ λοιπὸν τοῦ θηράματος ὑπόμνημα νίκης ἐς τὴν πόλιν ἐκόμισαν.

[6]    Ταῦτα τοῖς θηρῶσιν ἡδονὴ μὲν ἐς κίνδυνον, ἀδίκημα δὲ τοῖς ὁρῶσι σιγώμενον.

[11][t]

ναυμαχίας.

[1]    Τύχη δὲ ἄρα τῶν ἀνθρωπείων κατάρχουσα πρὸ παντὸς ἄλλου τῶν πολέμων ἐπιστατεῖ καὶ φέρει τὴν τῶν πραττομένων ῥοπὴν ἐφ' ἑκάτερα. γῆ γὰρ καὶ θάλαττα διαιροῦνται τὰς μάχας. καὶ πόλεμος μὲν ἠπειρωτικὸς εἰς ἀλκὴν μάλιστα πράττεται, ναυτικὸς δὲ πρὸς ἀλκὴν ἅμα καὶ τέχνην.

[2]    Δύο τοίνυν πόλεε νησιώτιδε πρὸς ἔριν ἀλλήλαις ἐλθοῦσαι πρὸς ἀγῶνα παρεσκευάζοντο ἐγκλήματα μὲν πρὸς ἀλλήλας πραττόμεναι, τύχην δὲ φέρουσαι τοῦ κινδύνου τὴν πρόφασιν. ὡς δὲ ὁ κήρυξ οὐδὲν εἰρηναῖον ἀπήγγειλε, παρεσκευάζοντο πρὸς τὸ μέλλον ἑκάτεροι, δεξιὸν μὲν κέρας οἱ ἄριστα πλέοντες ἔχοντες, εὐώνυμον δὲ οἱ κρατεῖν οὐ δυνάμενοι.

[3] καὶ προσβαλόντες ἀλλήλοις διέκπλοις καὶ ταῖς ἀναστροφαῖς κυκλωσάμενοι ἅτεροι τῷ δεξιῷ κατὰ μέσον τοὺς λοιποὺς ἀπελάμβανον. καὶ ναῦς μὲν ἐμβαλούσης νεὼς διεφθείρετο, ἄνδρες δὲ ζωγρηθέντες ἀπήγοντο.

[4] καὶ νὺξ μὲν ἐπῆν τῷ παθήματι, ἑκάτεροι δὲ ἐχώρουν πρὸς τὸ οἰκεῖον στρατόπεδον, οἱ μὲν νικηθέντες ἀγαπῶντες εἰ σώζοιντο, οἱ δ' αὖ νενικηκότες τὰς μὲν τῶν νεῶν κενὰς ἀναδούμενοι, τὰς δ' αὐτοῖς ἀνδράσι καθέλκοντες, καὶ τρόπαιον στησάμενοι μίαν ὧν εἷλον νεῶν ἀνέθεσαν τῷ Ποσειδῶνι πρεσβεύοντες.

[5]    Ταῦτα τόλμης μὲν ὑπῆρχεν ἰδεῖν, ἀδίκημα δὲ μὴ διελθεῖν οἷα γεγένηται. [12] [t]

λέοντος κατέχοντος ἔλαφον.

[1]    Ἀλκαὶ δὲ ἄρα σωμάτων ἐπαινοῦνται μὲν ἐν παντί, μάλιστα δὲ οἷς ὁ λόγος οὐκ ἔνεστιν. ὅθεν τὰ λέοντος ἐρρωμένα παρέσχεν ἡ φύσις, μιμεῖσθαι δὲ τέχνη πειρᾶται καὶ διεξελθεῖν πεπλασμένα ὁ λόγος.

[2]    Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος λέων ἐξείκασται συμπεπλεγμένος ὥσπερ ἐν ὄρει πρὸς ἔλαφον. ἅπας τε γὰρ ἔχεται πάσης καὶ κατὰ μέρος διείληφεν, ὡς ἑλεῖν περιῆν. οἵ τε ‹γὰρ› ὀδόντες τῇ δειρῇ περιπείρονται καὶ κόμη τῆς κεφαλῆς ἐπανίσταται καὶ συλλαβόντες ὄνυχες ἔχουσι. καὶ πρὸς ὅλην ἁλοῦσαν διαιρεῖται τὴν ἔλαφον στόματι δαπανῶν καὶ συνέχων τοῖς ὄνυξι καὶ πιέζων τῷ λοιπῷ σώματι, οὐρὰν δὲ συμπεριείλικται τῆς μὲν παρ' αὐτῆς πληγῆς οὐκέτι δεόμενος, ἀντ' ἄλλου δὲ αὐτὴν ἐπιφέρων δεσμοῦ.

[3] ἡ δ' αὖ ἔλαφος τὸ μὲν κέρας ἀνῆκεν ὥσπερ αἰτιωμένη τὴν φύσιν εἰ μηδὲν αὑτῇ πρὸς μάχην ἐξήρκεσε, τὸ δέ οἱ πρόσωπον ἐγκάρσιόν τέ ἐστι καὶ πρὸς θάτερον νένευκε καὶ τὸ στόμα ὑπανέῳγεν, ὀδόντας μὲν ὑποφαίνουσα, περιαλγοῦσα δὲ τῷ παθήματι. οἱ δὲ δὴ πόδες ἑστᾶσι μὲν οἱ πρῶτοι πρὸς τὴν γῆν καὶ τὸ βάθρον ἐρείδουσιν, οἱ λοιποὶ δὲ πρὸς γόνυ συγκάμπτονται καὶ κατὰ γῆς συνεάγησαν.

[4] καὶ σχηματίζεται μὲν πρὸς ἅπαν τοσοῦτον ὅσον ὁ λέων ἐμπεσὼν ἐβιάσατο. εὖ δέ μοι δοκεῖ ὁ δημιουργὸς ἐλάφου θήραν ὑπὸ πάντων στῆσαι τοῖς ὄμμασιν ὥσπερ ἐνδείξασθαι τοῖς πολλοῖς προαιρούμενος ὡς προελθοῦσι θηρᾶν εἰσιν ἔλαφοι πρόχειροι.

[5] λέγειν οὖν ἀφῆκεν ὁ λόγος ἃ μηδὲ λέγειν οἴκοθεν δύναται.

[13][t]

Ἡρακλέους καὶ Ἀνταίου.

[1]    Οὐρανόν τε καὶ γῆν διείλοντο μὲν οἱ θεῶν κράτιστοι καὶ τὸ μέσον ἀμφοῖν ὁ χῶρος σημαίνει, δηλοῦσι δὲ πλέον παῖδες θεῶν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. προελθὼν γὰρ Ἡρακλῆς τοῦ Διὸς πρὸς Ἀνταῖον ἀνταγωνίζεται τὸν Γῆς προελθόντα πρότερον.

[2] καὶ συμπλεκομένους εἶδεν ὁ πρότερος χρόνος οὓς ἀγωνιζομένους κατέσχεν ἡ τέχνη. χῶρος γάρ τις περιφαινόμενος ἄστεος ἀνεστηκότας ἀμφοτέρους παρέχεται. καὶ τὸν ἀγῶνα λήγοντα μᾶλλον ἢ καταρχόμενον οἱ πλάσαντες ἀνέφηναν. ὡς γὰρ ἀγωνισμάτων πλείστων προγεγονότων ἀμφοῖν Ἡρακλῆς Ἀνταῖον αἴρει μετέωρον, αἴρει δὲ κατὰ κεφαλῆς ὠθῶν ἐπὶ γῆν.

[3] καὶ τὸ μὲν πρόσωπον πνέον ἔτι σώζει τοὺς πόνους. κεφαλὴ γὰρ πόνους ὑπερορᾷ καὶ μικροῦ τοῖς Ἀνταίου ποσὶν ἀποκρύπτεται. ἔπειτα δειρὴ πρὸς τὴν ὁρμὴν τῶν ἀγωνισμάτων ἀνέστηκε.

[4] τὼ δὲ δὴ χεῖρε πρὸς τὸν Ἀνταῖον ἔχει συμπλέξας καὶ πιέζει λαβὼν καὶ καταβαλεῖν ἀπειλεῖ πρὸς τὴν φύσασαν ὥσπερ Ἀνταίῳ δεικνὺς ὡς οὐδὲν ὀνήσει τοῦτον ἡ γῆ παράγουσα μὲν ὡς ἀμῦναι προσήκουσα, ἀποροῦσα δὲ σώζειν ὥσπερ αὐτοῦ πίπτοντος ἐν τῷ βάλλεσθαι. τὸ δὲ δὴ στέρνον Ἀνταίῳ συναποκρύπτεται.

[5]

τὼ δὲ δὴ μηρὼ ἄμφω μὲν διεστήκασιν, ἀνέχει δὲ πρὸς Ἀνταῖον ὁ δεξιὸς ὥσπερ Ἡρακλέους ἀνιᾶσαι σπουδάζοντος οἷς καταβαλεῖν μὲν ἀπειλεῖ, πεσεῖν δὲ πρὸς γῆν οὐ κατέλιπε. τοῖν δὲ δὴ ποδοῖν πρὸς τὸ βάθρον ἑκάτερος ἕστηκεν.

[6] ὁ δὲ δὴ λοιπὸς αἴρεται μὲν ἀπὸ γῆς καὶ δεῖσθαι τῆς τεκούσης οὐ συγκεχώρηται, φέρεται δὲ πρὸς ἀέρα μετέωρος τῆς μὲν συμμαχούσης ἀλλοτριούμενος, αἰρόμενος δὲ οἷς πεσεῖσθαι καταναγκάζεται, καὶ τὴν μὲν κεφαλὴν κάτω φέρεται βλέπουσαν, πεσεῖν δὲ θᾶττον οὐ συγκεχώρηται ἀνιαροτέραν ἄγων τὴν ἐλπίδα τοῦ μέλλοντος, καὶ προσάπαξ πεσεῖν οὐκ ἐώμενος ἀεὶ πεσεῖσθαι ταῖς ἐλπίσι δοκεῖ.

[7] ταῖν δὲ δὴ χεροῖν ἡ μὲν δεξιὰ λύειν πειρᾶται τῶν Ἡρακλέους δεσμῶν τὴν πάγην, ἡ δ' εὐώνυμος πρὸς γῆν τέταται δεομένη τε ὁμοῦ τῆς μητρὸς καὶ προσερεῖσαι βουλομένη τῇ γῇ βαλλομένου τοῦ σώματος.

[8]

τὸ δὲ δὴ στέρνον ταῖς Ἡρακλέους χερσὶ πιεζόμενον ἔχεται, πρὸς δὲ τὴν βίαν ἡ γαστὴρ ὑποδίδωσι. τοῖν δὲ δὴ μηροῖν ἑκάτερος ἄνω μετέωρος φέρεται. καὶ τὼ πόδε φέρει πρὸς ἀέρα μέσον ἀνέχοντας ἐναλλὰξ τὴν θέσιν τοῖς ἀγῶσι φερόμενος· οὗ γὰρ ἔδει κεῖσθαι τοὺς πόδας, ἡ κεφαλὴ μετατέθειται, πρὸς ἃ δὲ τὴν κεφαλὴν ἑστάναι προσῆκεν, οἱ πόδες ἀνέχουσιν οὕτως Ἡρακλέους μεταβαλόντος τὸ σχῆμα τοῦ σώματος ὡς ἡ Τύχη τὴν μάχην.

[9]    Ταῦτα καὶ θεωρεῖν ὑπῆρξεν ἐν ἡδονῇ καὶ τοῖς πλάσμασιν ἕστηκε βέβαια.

[14][t]

ἑτέρα τῶν αὐτῶν.

[1]    Ἐξέλιπε μὲν μετὰ τοὺς ἀγῶνας τὴν γῆν Ἡρακλῆς, μένει δὲ ὅμως ἐπὶ τῶν ἀγωνισμάτων ἐν γῇ καὶ θεοῖς συνδιαιτώμενος. ὥσπερ γὰρ οὐκ ἀνεχομένης τῆς Τύχης οὐδὲν ἐᾶσαι λαθεῖν ὧν Ἡρακλῆς ἠγωνίσατο τὴν τῶν πλασάντων ἐπεδείξατο τέχνην. ἡ δὲ πολλαχῇ μὲν ἀγωνιζόμενον ἔδειξε, μάλιστα δὲ οἷς πρὸς παῖδα τῆς Γῆς ἀγωνίζεται.

[2]    Ἐν περιφανεῖ γὰρ χώρῳ τοῦ ἄστεος ἀνέστηκεν Ἡρακλῆς ἐν χαλκῷ πρὸς παῖδα τῆς Γῆς συμπλεκόμενος σκευὴν καθάπαξ οὐ περικείμενος. καί μοι δοκεῖ τὸν δημιουργὸν τοιοῦτον σχῆμα περιθεῖναι τῆς πάλης ὡς καθάπαξ τοῦ δημιουργοῦ τὸν Ἡρακλέα τοιοῦτον εἶναι συμπλάττοντος καὶ ὡς οὐκ ὂν Ἡρακλεῖ προκαλύπτεσθαι πρὸς ἀγῶνα κινουμένῳ τοιόνδε.

[3] περίκειται δὲ τὴν κόμην στέφανος ἔτι μὲν αὐτῷ συνεστώτων τῶν πόνων, ὥσπερ δὲ οὐκ ἀναμένων τὸ πέρας εἰς κρίσιν, πρεσβύτερον δὲ τῆς νίκης ‹ἢ› τὸ τῆς μάχης ἔχων ὑπόμνημα.

[4]

εἶτα τὸ πρόσωπον ἐγκάρσιόν τε ἅπαν ἐστὶ καὶ πρὸς αὐτὸν βλέπει τὸν συμπλεκόμενον ὥσπερ οὐδὲ τοῦ προσώπου τὸ πρόσχημα φόβου χωρὶς καταλείποντος.

[5]

συνάγει δὲ τὰς ὀφρῦς ὁ θυμὸς καὶ τὴν ὀργὴν ὁ δημιουργὸς οὐκ ἀφῆκε λαθεῖν. ἔπειτα συγκλείσας ἔχει τὸ στόμα τῆς ἀπὸ τοῦ πνεύματος ψυχαγωγίας οὐ προσδεόμενος. ἐγκάρσιος δέ ἐστιν ἡ δειρὴ καὶ πρὸς τὴν ὁρμὴν τῶν ἀγωνισμάτων ἀπένευσε τοσοῦτον τὸν δεξιὸν ὦμον ἀπολείπουσα ὅσον τῷ λαιῷ πιέζων ἐβάρυνε.

[6]

ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν τῆς ἐκείνου δεξιᾶς εἴληπται, χερσὶ δ' ἴσαις οὐχ ὁμοίαν ἀγῶνος ἔδειξε τύχην. ἡ μὲν γὰρ προὔχει καὶ τύχῃ καὶ σχήματι, τῇ δ' εὐωνύμῳ τὸ πᾶν πιστεύει τῆς νίκης ὥσπερ ἀγανακτῶν εἰ Διὸς γεννηθεὶς δεξιᾷ χειρὶ τὸν παῖδα τῆς Γῆς παραστήσαιτο. πιέζει δὲ τὴν δειρὴν τῇ λαιᾷ καὶ τῇ τεκούσῃ πελάσαι βιάζεται.

[7] τὸ δέ οἱ στέρνον ἐξώγκωταί τε καὶ ἐξοιδεῖ καὶ τὴν ἔνδον ὁρμὴν ὑποσημαίνει τῷ σχήματι. παρατέταται δὲ ὑπὸ τῷ στέρνῳ γαστὴρ ὥσπερ ἄνω παρὰ τὸ στέρνον ὠθοῦσα τὸ πνεῦμα.

[8]

τοῖν δὲ δὴ μηροῖν ὁ μὲν δεξιὸς ἐπ' αὐτῷ τῷ ποδὶ τέταται καὶ προσερείδει τῷ βάθρῳ καὶ προδηλοῖ τὴν ὁρμὴν τοῦ πιέζοντος, ὁ δὲ δὴ λαιὸς ὑποβέβληται μὲν τοῖς Ἀνταίου μηροῖς, καὶ δεξιῷ λαιὸς οὐ προσφέρεται, ὠθεῖν δὲ ἐς τὸ ἄνω πειρώμενος ὅλον Ἀνταῖον ἐξωθεῖ τοῖς μηροῖς καὶ καταβαλεῖν ἀπειλεῖ πρὸς τὴν γῆν.

[9] ὁ δὲ Ἀνταῖος περίκειται μὲν οὐδὲν ἐπὶ τῆς κεφαλῆς, ἀρκέσειν δέ οἱ πρὸς τὴν μάχην ἡγεῖται τὴν κόμην ἐπὶ μέγα προήκουσαν. καί μοι τὸν Ἀνταῖον κομᾶν ὁ δημιουργὸς ὑποπλάσαι δοκεῖ καὶ τῆς τεκούσης σημαίνων τὴν φύσιν καὶ τὴν μέλλουσαν αἰνιττόμενος ἧτταν.

[10] τὸ δέ οἱ πρόσωπον οὐδὲ ὅλον ἔχει καταμαθεῖν τὴν μητέρα, ἀλλὰ τὸ μὲν ἀφῆκεν εἰς γῆν ἀφορᾶν, ὡς ἂν νικηθεὶς τὴν μητέρα ἐπιμαρτύραιτο καὶ κόμπον ἄλλως ἐξελέγξαι τὸ γένος, τὸ δ' αὖ ἑτέρωσε νένευκεν οὐδὲ αὐτὸν ἰδεῖν τὸν νενικηκότα συγχωρηθέν. τὸ δέ οἱ στόμα διῆρται μὲν ὡς εἰς πάροδον βιαζομένου τοῦ πνεύματος καὶ στένειν παρέχει τὴν ἧτταν καὶ μόνον θρήνων ὁ δημιουργὸς ἀφῆκεν ἐλεύθερον.

[11] πιεζομένη δὲ πρὸς τῆς βίας ἡ κεφαλὴ τὴν δειρὴν πᾶσαν ἀπέκρυψε καὶ λαιὸς αὐτὴν πιεζομένην ὦμος ἀνέχει.

[12] τῶν δ' αὖ χειρῶν ἡ μὲν δεξιὰ προκατείληπται καὶ καθίσταται πρὸς τὴν μάχην τοσοῦτον ἀποδέουσα τοῦ συμμαχεῖν ὡς ἐκ τοὔμπαλιν ἕλκεσθαι. τῇ λοιπῇ δὲ χειρὶ τὸν μὲν Ἡρακλέους βραχίονα παρέρχεται καὶ παρ' αὐτὴν τὴν εὐώνυμον μασχάλην τέταται πάντη, πειρωμένη δὲ προσψαῦσαι τῆς πλευρᾶς ἁμαρτάνει τῆς νίκης.

[13] τὸ δέ οἱ στέρνον διέσχεν, οὐ μὴν ἐκ θυμοῦ, τῆς δ' Ἡρακλέους δυνάμεως τοσοῦτον πιεζούσης τὸ στῆθος ὅσον ὑποδῦναι τὴν γαστέρα ποιῆσαι. τοῖν δὲ δὴ μηροῖν ὁ μὲν δεξιὸς συμπλέκεται καὶ μετέωρος ἐκ τῆς Ἡρακλέους συμπλοκῆς αἴρεται, ὁ εὐώνυμος δὲ βραχὺ μέν τι πρὸς γόνυ κέκαμπται καὶ παντὶ ποδὶ ψαύει τῆς γῆς ὥσπερ οὐκ ἐώσης τῆς τεκούσης αὐτὸν καθάπαξ ἁλῶναι νικώμενον, ἀλλ' ὅσον Ἡρακλῆς πειρᾶται καταβαλεῖν, τοσοῦτον ἡ γῆ πεσεῖν οὐκ ἐᾷ. καὶ ἀγὼν Ἡρακλεῖ καταλείπεται, πρὸς Ἀνταῖον ὁ μὲν ἤδη συμπλεκόμενον, πρὸς δὲ τὴν μητέρα ὁ ἕτερος πεσεῖν οὐκ ἐῶσαν. ἓν δὲ ἀμφοτέρους βάθρον ἔχει καὶ τῆς γῆς ἐξαῖρον καὶ γῆς αὐτὸ μηδὲν ἐφαπτόμενον.

[14]    Πόνους δὲ ἄρα τοὺς Ἡρακλέους οὐκ ἦν ἔξω πόνων διεξελθεῖν. [15] [t]

Ἡρακλέους ἑστῶτος ἐν τῇ λεοντῇ.

[1]    Οὐκ ἦν ἄρα τὸν Ἡρακλέα πεπαυμένον τῶν ἔργων ἐπαίνου καταστῆναι χωρὶς οὐδὲ λῆξαι τοῦ θαύματος, ὡς τῶν ἄθλων ἐπαύσατο, μένειν δὲ τοῖς ὁρῶσι [καὶ] πονοῦντα καὶ μετὰ πόνον πλαττόμενον.

[2] οἷον γοῦν ὁ δημιουργὸς εἰς περιφανῆ χῶρον ἀνέστησεν. ἀνάκειται γὰρ Ἡρακλῆς οὐχ οἷον εἶδεν ἡ Νεμέα προκινδυνεύοντα, ἀλλ' οἷον Ἄργος ἀπέλαβεν ἐπ' ἀναιρέσει τοῦ λέοντος.

[3] ἀνέστηκε γοῦν φέρων μὲν τῶν ἀγωνισμάτων γνωρίσματα, λήξας δὲ ὅμως τῆς ἀγώνων ἀκμῆς. πρῶτον μὲν γὰρ αὐτῷ ἡ κεφαλὴ νεύει πρὸς γῆν καὶ δοκεῖ μοι σκοπεῖν εἴ τι κτείνειεν ἕτερον. ἔπειτα δειρὴ συναπονεύει τῇ κεφαλῇ.

[4] καὶ ἅπαν τὸ σῶμα γυμνὸν προκαλύμματος, οὐ γὰρ ἦν Ἡρακλεῖ μέλειν αἰδοῦς σκοπουμένῳ πρὸς ἀρετήν. τῶν δὲ δὴ χειρῶν ἡ μὲν δεξιὰ τέταται καὶ συγκέκαμπται κατόπιν εἰς νῶτον, παρεῖται δὲ ἡ λαιὰ καὶ τείνει πρὸς γῆν.

[5] ἀνέχει δὲ αὐτὸν ὑπὸ μάλης τὸ ῥόπαλον ἐνιδρυμένον εἰς γῆν καὶ τῇ αὐτῇ ῥᾳστώνῃ χρησάμενον. καὶ τὸ ῥόπαλον ἀνέχει παυόμενον πάλιν, ὡς μαχόμενον ἔσωζεν. εὖ δέ μοι δοκεῖ ὁ δημιουργὸς διῃρηκέναι τοῦ ῥοπάλου τὴν τάξιν. δεξιῷ μὲν γὰρ χρῆται πονῶν, λαιῷ δὲ παυόμενος ἐν ἡσυχίας καιρῷ. καὶ χεῖρα δέδωκεν ἄπρακτον. ἡ δὲ δὴ λεοντῆ τῷ ῥοπάλῳ προσίδρυται καὶ καλύπτει τόν τε λέοντα καὶ δι' οὗ διέφθαρται.

[6] τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν δεξιὸς ὁρμᾷ πρὸς ὁρμήν, ὁ δὲ λαιὸς ὑποβέβηκε καὶ τῷ βάθρῳ προσήρεισται καὶ παρέχει τοῖς ὁρῶσι μαθεῖν οἷος Ἡρακλῆς καὶ πόνων παυόμενος· [16] [t]

Ἥρας.

[1]    Γάμων δὲ ἄρα τὸν μὲν οἶδεν ὁ νόμος, ὁ δὲ καὶ πρὸς ἡδονὴν προῆλθεν εἰς βίον. καὶ τῶν γάμων οὓς ἡδονὴ μὲν ἐπίσταται παρὰ τὴν Ἥραν ἑτέρα θεὸς ἐπεστάτησεν, ἡδονὴν δὲ ἣν οἶδεν ὁ νόμος Ἥρα παρήγαγεν. ὅθεν καὶ θαυμάζειν ἐπῆλθε τοὺς πλάσαντας οἳ τιμᾶν τὴν Ἥραν ἐθέλοντες οὐκ ἔξω γάμων τῶν κατὰ νόμον ἐπλάσαντο. καὶ τὸ σχῆμα σημαίνει τὴν χάριν.

[2] ἐλθόντι γοῦν κατὰ τὸ μέσον τοῦ ἄστεος Ἥρα κατὰ μέσην ἀγορὰν συνανέστηκεν, οὐχ οἵαν ὁ Ζεὺς ἐκάλει πρὸς μίξιν οὐδ' οἵαν Ἡρακλῆς ἐκίνει πλανώμενος, ἀλλ' οἵαν καὶ αὐτὴ ἡ Ἀφροδίτη τετίμηκε πρὸς τὸν Ἡφαίστου βαδίζουσα γάμον.

[3] καὶ πρῶτον μὲν κεφαλὴν ἔσκεπε τὸ προκάλυμμα, τὸ δὲ μέχρι τοῦ λοιποῦ διῆκον σώματος. τώ τε γὰρ ὤμω μετὰ τὴν κεφαλὴν καὶ τὸ στέρνον μετὰ τοὺς ὤμους συμπεριβέβληται. καί μοι δοκεῖ παστάδος εἶναι τὸ πρόσχημα καὶ συζυγίαν ὁ πλάσας δηλοῦν τὴν θεόν, ὡς αἱ ἐζευγμέναι τοιάδε συγκρύπτονται.

[4] οὐ μὴν ὅτι τὰ τῆς κεφαλῆς αὐτῇ προκεκάλυπται, τὸν κόσμον ἀπέκρυψεν, ἀλλ' ἔνδον μὲν ὁ κόσμος τοῦ προκαλύμματος σημαίνει τὸ κάλλος, ἐπίκειται δὲ τῷ κόσμῳ καὶ τὸ προκάλυμμα καὶ ὅλον σημαίνει τὸν κόσμον οἷς προκεκάλυπται.

[5] καὶ κρωβύλον ὥσπερ τινὰ κατὰ μέσην ἀνέχει τὴν κεφαλήν. εἶτα πλόκαμος μέχρι τῶν ὤμων καθεῖται καὶ παρῃώρηται πρὸς τὸ στέρνον. τὸ δὲ πρόσωπον εἰς χάριν ἀνεῖται. ὀφθαλμοὶ γάρ πως ἐρωτικῶς ἀποβλέπουσιν, αἱ δ' αὖ παρειαὶ σμικρὸν ὑπολάμπουσι. στόμα δέ οἱ συγκέκλεισται καὶ τὴν ἐξ αἰδοῦς ὑποφαίνει σιγήν.

[6] ἡ δ' αὖ δειρὴ κατ' εὐθὺ νεύειν οὐκ οἶδεν, ἀλλὰ βραχύ τι πρὸς ἐγκάρσιον κέκλιται ὥσπερ ἐξ αἰδοῦς ἐπὶ θάτερα νεύσασα. τὸ δέ οἱ στέρνον δι' ἀμφοῖν κέκρυπται· προκαλύπτει μὲν γὰρ πρῶτον χιτών, εἶτα ἐπανέχει θοιμάτιον. οὐ μὴν ὡς ἔχει τὸ στέρνον συνέκρυψεν. ὅ τε γὰρ ζωστὴρ ἔνδον ὑποσφίγγει τὸ στέρνον οἵ τ' αὖ μαζοὶ βραχύ τι τοῦ προκαλύμματος φαίνουσιν.

[7] εἶχον δ' ἂν διελθεῖν καὶ ὅπως εἶχε γαστὴρ καὶ ὅπως ταύτην σωφροσύνη διαδέχεται σώματος, εἰ μὴ σωφροσύνης ἀλλότριον ‹ἦν› τὰ μετὰ τὸ στέρνον διελθεῖν γυναικός.

[8] ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν εἰς ἅπαν ἐκτέταται, ἡ δὲ δὴ λαιὰ συγκέκαμπται παρ' αὐτὴν τὴν πλευρὰν καὶ τῆς ἰξύος ἐφάπτεται.

[9] τοῖν δὲ δὴ ποδοῖν προέχει μὲν ὁ δεξιὸς τοῦ λοιποῦ καὶ τῇ ἀρβύλῃ συγκέκρυπται, τὸν δὲ δὴ λοιπὸν διήκων μέχρι τῆς γῆς ὁ χιτὼν συνεκρύψατο ὥσπερ τοῦ δημιουργοῦ μεμαθηκότος ‹ἐκ› τῆς Ὁμήρου ποιήσεως ὡς ἑλκεσίπεπλον τῶν γυναικῶν ὑπάρχει τὸ πρόσχημα.

[17][t]

Τρῳάδος ἀπεστραμμένης.

[1]    Παθήματα Τροίας εἶδε μὲν ἐπὶ τῆς ἀντιπέραν ἠπείρου πεπραγμένα πρὸς τὴν μάχην ὁ χρόνος, ἐμιμήσατο δὲ μετὰ ταῦτα σκηνή, καὶ τρίτον ὁ χαλκὸς ἀπεικάζει τὴν τύχην. ἐπὶ δὲ τῷ χαλκῷ προέρχεται λόγος καὶ γενόμενον ἐν Τροίᾳ σημαίνων τὸ πάθος καὶ παρὰ τῆς σκηνῆς τραγῳδούμενον καὶ ἐπὶ τῆς εἰκόνος τυπούμενον. ὡς δ' ἔχει τὸ πάθος, ἐν ὑμῖν διηγήσομαι.

[2]    Ἐν περιφανεῖ χώρῳ τοῦ ἄστεος ἀνάκειταί τις γυνὴ Τρωικὴ πάσας ἐν αὑτῇ τὰς τῆς Τροίας σημαίνουσα τύχας, ὥστε, εἰ μὴ φράσας Ὅμηρος ἔτυχεν, ὁ χαλκὸς κατεμήνυεν ἄν. πρῶτον μὲν γὰρ ἐπὶ τῆς καθέδρας κάθηται γυνὴ κειμένην σημαίνουσα πόλιν οἷς ἑστάναι μὴ βούλεται. οὐ γὰρ ἦν ἑστάναι τὴν ἄνθρωπον ἐν κειμένῃ τῇ γῇ.

[3] τῆς δὲ αὖ γυναικὸς γυμνὴ μὲν ἡ κεφαλὴ τοῦ προκαλύμματος, ἀναιρεῖ γὰρ αἰδῶ κειμένη πατρίς, ἔπειτα μίτρα συνέχει τὴν κόμην ὥσπερ ὑπερυθριώσης τῆς γυναικός, εἰ καθάπαξ τῆς αἰδοῦς ἀμελήσειεν. ἔπειτα δὲ τὸ πρόσωπον ἐγκάρσιόν τέ ἐστι καὶ εἰς ἕτερα νένευκεν ὥσπερ κειμένην τὴν πατρίδα μαθεῖν μὴ ἀνεχόμενον. ὧν γὰρ ὑπέστη τὴν τύχην, οὐ φέρει τὴν θέαν. ἡ δ' αὖ δειρὴ τῷ προσώπῳ συναπονένευκε.

[4] ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν ἐς ὀρθοὺς δακτύλους συγκέκαμπται καὶ ἀνέχει τὸ πρόσωπον ..... τὸ δὲ δὴ στέρνον οὔτε ἅπαν ἐσθῆτι συγκέκρυπται οὔτε εἰς ἅπαν γυμνοῦται τοῦ προκαλύμματος, ἀλλ' ἡμιρραγὴς μὲν προῆλθε χιτών, ἐπ' ἀμφότερα δὲ σημαίνει τὸ πέρας. οἷς μὲν γὰρ ἔρρηκται σημαίνει τὴν τύχην, οἷς δ' οὐκ εἰς ἅπαν διέρρηκται τὴν αἰδῶ τῆς ἀνθρώπου συνέκρυψε.

[5] τοῖν δὲ δὴ μαζοῖν ὁ μὲν δεξιὸς ἀνεῖται γυμνὸς οὐκ ἐώσης τῆς τύχης εἰς ἅπαν τὴν αἰδῶ διασώσασθαι. καί μοι δοκεῖ μηδὲ αἰσθάνεσθαι διὰ τῆς συμφορᾶς ἡ γυνὴ γυμνουμένου τοῦ μαζοῦ. τὸν δ' αὖ λοιπὸν ὁ δημιουργὸς συνεκρύψατο, συγκρύψας δὲ καὶ καλυψάμενος ὡς μὴ φαίνεσθαι κατέλιπε φαίνεσθαι καὶ παρέχεσθαι ἐξ ὄγκου μαθεῖν ὅπως ἡ γυνὴ περὶ ταῦτα διάκειται. ζωστὴρ δὲ τοὺς μαζοὺς διαδέχεται καὶ ῥαγεῖσαν ἐσθῆτα πέρα προελθεῖν οὐκ ἐᾷ.

[6] γαστὴρ δ' αὖ ὑπάρχει τῆς γυναικὸς βραχύ τι προϊοῦσα πρὸς ὄγκον ὅσον ἡ πλοκὴ τῶν μηρῶν ἐβιάσατο. τῶν δ' αὖ μηρῶν ὁ μὲν εὐώνυμος ὑποβέβηκε καὶ ἣν εἴληφε τάξιν ἐκ φύσεως καὶ πλαττόμενος ἔσωσεν. ὑποβαίνει γοῦν κἀν τούτῳ καὶ ἀνέχει τὸν δεξιόν. ὁ δ' αὖ δεξιὸς τῷ λαιῷ περιτίθεται, ἔξω δὲ ἐξανέχει τοῦ βάθρου μετεωρισάσης τὸν πόδα τῆς συμφορᾶς. οὐ γὰρ ἦν ἀμφοῖν ἐπιβαίνειν ποδοῖν τὴν ἐπιβῆναι πατρίδος οὐκ ἔχουσαν. ὁ δ' αὖ λαιὸς ἅπας συγκεκάλυπται καὶ δακτύλοις ἄκροις ὑπερείδει τὸ βάθρον.

[7]    Ταῦτα τοὺς θεωμένους οὐκ ἀλλοτριοῖ τῆς συμφορᾶς. οὐ γὰρ ἔστιν ἀδακρυτὶ θεωρῆσαι τὴν ἄνθρωπον. [18] [t]

Πολυξένης σφαττομένης ὑπὸ τοῦ Νεοπτολέμου.

   Τὸ δὲ Πολυξένης πάθος τεθέαται μὲν γεγενημένον ἡ Τροία, παρέσχε δὲ ἡ σκηνὴ μετὰ τὴν Τροίαν ἰδεῖν, καὶ λαθεῖν ἐπὶ τούτοις οὐκ ἐῶσιν οἱ πλάττοντες χαλκῷ τὸ πραχθὲν ἀπεικάζοντες.

[2]    Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος ἀνάκειταί τις Πολυξένης εἰκὼν παρ' αὐτὸν οὖσα τὸν Νεοπτόλεμον. ὁ μὲν γὰρ ἕστηκε παρὰ ταύτην γυμνὸς κράνος μόνον λαβὼν περικείμενον καὶ κράνος οὐχ ὅλον, ἀλλ' οἷον ἄκραις ἐπιψαῦσαι ταῖς κόμαις ὥσπερ οὐκ ἀνεχομένου τοῦ ταῦτα δημιουργήσαντος Νεοπτολέμῳ περιθεῖναι σκευὴν ἐπειγομένῳ πρὸς γυναίου σφαγήν.

[3] εἶτα τὸ πρόσωπον ἐγκάρσιόν τε ἅπαν ἐστὶ καὶ πρὸς αὐτὴν ἀπονένευκε θυμοῦ μετέχον, ὡς διαχρώμενος ἔτυχεν. ἡ δέ οἱ δειρὴ τῷ παντὶ συναποκλίνει προσώπῳ. ταῖν δὲ δὴ χεροῖν ἡ μὲν δεξιὰ τῆς κόρης ἐπείληπται καὶ κόμης τὴν ἄκραν ἄνω που πρὸς αὑτὴν ἀνατείνουσα, ἡ δὲ δὴ λαιὰ πρὸς ξίφος ὥπλισται καὶ τὸ πᾶν ἔργον ὑπισχνεῖται ποιήσειν ὥσπερ ἀγανακτοῦντος τἀνδρὸς εἰ πρὸς γυναῖκα δεήσει τῆς δεξιᾶς καὶ κόρην χειρὶ διαφθερεῖ ἐν ᾗ πρὸς ἄνδρας ἠρίστευσεν.

[4] εἶτα τὸ στέρνον ἅπαν ἐξώγκωται καὶ πρὸς τὸν ἔνδον θυμὸν ἐξοιδεῖ. τοῖν δὲ δὴ μηροῖν ὁ μὲν δεξιὸς προσερείδει τῇ κόρῃ καὶ δοκεῖ πιέζειν, ὡς μὴ καθάπαξ κινοῖτο, ὁ δ' αὖ λαιὸς ὑποτέταται καὶ πρὸς αὐτὸ τὸ βάθρον ἐξ ἄκρας ἀνέστηκε τοσοῦτον ἀνέχων ὅσον ἡ χρεία τῆς σφαγῆς ἐβιάζετο.

[5]    Παρ' αὐτὸν δὲ ἡ παῖς οὔτε πρὸς ἅπαν ἀνέστηκεν οὔτε ἐπὶ τοῦ βάθρου πᾶσα κάθηται, ἀλλὰ πρὸς τὴν τοῦ θανάτου συνεσχημάτισται χρείαν. τὸ μὲν γὰρ πρόσωπον ἅπαν συντέτηκται καὶ δειρὴν ἀνέχει πρὸς ἀναίρεσιν ἕτοιμον. ταῖν δὲ δὴ χεροῖν τῇ δεξιᾷ μὲν ἐπιψαύει τοῦ βάθρου, τὴν δὲ εὐώνυμον πρὸς τὴν τοῦ πέπλου συνέστειλε χρείαν.

[6] τοῦ δ' αὖ στέρνου προανέχει μὲν ὁ δεξιὸς τῶν μαζῶν καὶ γυμνὸς ἀνεῖται τοῖς βουλομένοις ἰδεῖν ὥσπερ ἐνδείξασθαι προῃρημένου τοῦ πλάσαντος ὧν ἁλοὺς Ἀχιλλεὺς διαφθείρεται, ὁ δὲ δὴ λαιὸς τῶν μαζῶν ὑπὸ πέπλῳ συγκέκρυπται.

[7]

εὖ δέ μοι καὶ τόδε τοῦ δημιουργήσαντος ἔδοξεν, αἰδοῖ καὶ πόθῳ τοὺς μαζοὺς διελεῖν καὶ τὸν μὲν συγκρύψαι τῇ κόρῃ πρὸς τὴν αἰδῶ, τὸν δὲ καταλιπεῖν πρὸς ἔλεγχον ἔρωτος καὶ μήτε τὸν χιτῶνα διαρρῆξαι πρὸς ἅπαν μήτε τοῦ χιτῶνος χωρὶς καταλεῖψαι τὴν κόρην. τὸ μὲν γὰρ στέρνον ὁ χιτὼν περιρρεῖ καὶ διαχεῖται πρὸς τὸ μέσον ἡμιρραγής, τὰ δὲ μετὰ μαζοὺς συνέχει ζωστὴρ οὐκ ἐῶν τὸν πέπλον ὑπορρεῦσαι παντάπασι καὶ παρασχεῖν ἀνδρῶν ὀφθαλμοῖς ἃ μηδὲ γυναικῶν θέμις ἰδεῖν.

[8] τοὺς δὲ δὴ μηροὺς συλλαβοῦσα μὲν ἑκατέρους ἔχει καὶ συμπλέκει τοσοῦτον ὅσον ἡ βία τοῦ πιέζοντος εἴασε. τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν δεξιὸς ἅπας συγκέκρυπται, ὁ δὲ λαιὸς βραχύ τι τοῦ πέπλου προφαίνεται. βάθρον δὲ ἄμφω ἀνακειμένους ἔχει περιφανὲς πάθημα δεινὸν λαθεῖν καθάπαξ οὐκ ἐώσης τῆς τέχνης.

[19][t]

Προμηθέως.

[1]    Οὐκ ἦν ἄρα τὸν φθόνον οὐδὲ τῆς θεῶν ἔξω καθίστασθαι φύσεως οὐδὲ τὰς χάριτας θεῶν γε χωρὶς εἰς ἀνθρώπους ἐλθεῖν. καί μοι δοκεῖ τις δημιουργὸς εἰς εὐσέβειαν τοὺς ἀνθρώπους παιδοτριβῶν Προμηθέα πλάσαι τῷ χαλκῷ κολαζόμενον.

[2]    Ἀνάκειται γοῦν τις εἰκασθεὶς Προμηθεύς, οὐχ οἷον ἄνθρωποι κολαζόμενον ἴσασιν, ἀλλ' οἷον θεοὶ κεκλοφότα κολάζουσι. πῦρ γοῦν οὐ παράκειται Προμηθεῖ, ἀλλὰ τὴν χάριν ἡ τέχνη συνέκρυψεν.

[3] ἀετὸς δὲ Προμηθεῖ συνέστηκεν οὐδὲ πεπλασμένον ἔξω τιμωρίας ἐῶν. ὡς γὰρ ἀνθρώπους ἐπιστρέφων εἰς τιμὴν τῶν θεῶν οὕτω τὴν δίκην σαφεστέραν ἀνέπλασε. καί μοι καιρὸς διελθεῖν ἃ καθ' ἕκαστον ὁ πλάσας συνέθηκε.

[4]

   Κολάζεται γοῦν Προμηθεύς. καὶ τὴν κόμην ὁ πλάσας οὐκ εἰς κάλλος συνέθηκεν, ἀλλ' εἰς ἐπίδειξιν κολάσεως μείζονος. οὐ γὰρ ἀνεῖται πρὸς κόσμον ἡ κόμη οὐδὲ σύγκειται τοῖς θεωμένοις εἰς ὥραν, ἀλλὰ τὸ μὲν αὐτῆς συνέστηκε, τὸ δὲ ἐγκάρσιον φέρεται. καί μοι τῶν κολαζομένων ὑποσημαίνει τὸν τρόπον, ὡς αὐχμῶσί τε καὶ κεκονιμένοι πεφύκασι καὶ κόσμου τινὸς ἢ κόμης οὐκ ἐπιμέλονται, ἀλλ' ἡ μὲν φύσις τὴν κόμην, τὴν δὲ ἀκοσμίαν ἡ τιμωρία πεποίηκεν.

[5] ἔπειτα τὴν κόμην διαδέχεται πρόσωπον ὀδυνώμενόν τε παντάπασι καὶ τῆς ἀνίας οὐ καθάπαξ ἀλλότριον. ἀλλ' ἐπῆρται μὲν μετὰ κόμην τὸ μέτωπον καὶ ἀνιωμένῳ προσέοικεν. ἔπειτα τὰς ὀφρῦς προσδιέστειλε καὶ τῶν ὀφθαλμῶν ἑκάτερον μύσας συνέκλεισε.

[6] καὶ τὴν ὀδύνην ἐν μέρει τὸ πρόσωπον ἐδήλωσεν. ἔπειτα ὀφρῦς στόμα καὶ παρειαὶ διαδέχονται, τὸ μὲν μεμυκὸς καὶ πρὸς τῆς ἀνίας αὐτῆς πιεζόμενον, αἱ δὲ συστελλόμεναι καὶ τὴν τιμωρίαν αἰτοῦσαι μετριωτέραν καθίστασθαι.

[7] τὸ δὲ τοῦ προσώπου πρόσχημα ἅπαν ἐγκάρσιον κατ' εὐθὺ μὲν βλέπειν οὐκ ἀνεχόμενον ὥσπερ οὐκ ἀνεχομένης τῆς δίκης ἐν κέρδει λιπεῖν τῆς ἀνίας τὴν θέαν, ἀλλ' ἐπ' ἄμφω κολάζεται, ὁρῶν ἅμα καὶ τιμωρούμενος.

[8] γένειον δὲ πρὸς τούτοις ἠμελημένον καθεῖται καὶ τὴν κόμην ἐζήλωσε. συναυχμεῖ γοῦν αὕτη καὶ πέρα τοῦ μετρίου κομᾷ. δειρὴ δὲ καὶ στέρνον ἅπαν πρὸς μίαν ἀποβλέπει τὴν δίκην. ἡ μὲν γὰρ τῷ προσώπῳ συννένευκε καὶ κάτω συγκέκλιται βλέποντι, τὸ δὲ ἐξώγκωταί τε καὶ τὸ δαπανώμενον ἀνθέλκειν δοκεῖ καὶ λαβεῖν οὐκ ἐᾷ τὸ λοιπὸν ὃ προσπεσὼν ἕλκει πρὸς αὑτὸν ἀετός. τὸ δὲ μετὰ τὸ στέρνον ἅπαν συνήγαγεν ὥσπερ τοῦ δημιουργοῦ πᾶσι σημαίνοντος ὡς ἅπαν ὃ μετ' ἐκεῖνο δοκεῖ τῷ ἀετῷ προσανάλωται.

[9] καί μοι θαυμάσαι τούς τε ποιητὰς ὧν βουλεύονται καὶ τὸν δημιουργὸν ἐπῆλθε τῆς τέχνης, τοὺς μέν, ὅτι Προμηθέα κολαζόμενον λέγουσι θεοὺς λυπεῖν βουλευσάμενον. καὶ τὴν ἐπιθυμίαν τῆς χάριτος ἐξ ἧς ἀνθρώπους εὖ ποιεῖν ἐβουλεύετο Προμηθεύς, ταύτην οἱ μὲν κρείττους κολάζουσιν, οἱ δὲ ποιηταὶ φράσαι προῄρηνται, λαθεῖν δὲ ταῦτα ὁ δημιουργήσας οὐκ ἔλιπε.

[10] τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν εἰς γόνυ κέκαμπται καὶ ἐξανέχει τὸν ἀετὸν βάθρον καθιστάμενος ὄρνιθι καὶ τῷ τρέφοντι προσηγάγετο σώματι ὥσπερ τὸν αὐτὸν δεικνὺς κολαζόμενον καὶ τῷ κολάζοντι παρέχοντα βάσιν. τοῦ γὰρ ὄρνιθος οὐκ ἔχοντος ὅπῃ στήσεται ἀνέχει τὸν πόδα καὶ συμμαχεῖ τῷ κολάζοντι. ὁ δὲ δὴ λοιπὸς ἕστηκε καὶ τὸ λοιπὸν ἑστάναι παρασκευάζει τοῦ σώματος καὶ γίνεται βάθρον τῷ σώματι.

[11] ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν πρὸς ἀγκῶνα κέκαμπται καὶ κατόπιν ἀνέχει τὴν κεφαλὴν καὶ τοὺς δακτύλους ἐναλλὰξ ‹ἔχει› συστείλασα. ὁ μὲν γὰρ αὐτῶν καμπύλος, τῶν δὲ λοιπῶν ἕκαστος ἐν παντὶ συγκείμενος ἔσταλται. καὶ πρόσχημα μὲν ἕκαστος ἄλλο τι ἐπέδειξε, μίαν δὲ πάντες ὀδύνην ἐμφαίνουσι. καὶ ὀδύνης ὑπόμνημα καθίσταται χεὶρ ἅτε οὔτε ἀμύνειν ἐξαρκοῦσα τῷ Προμηθεῖ οὔτε τὴν ὀδύνην ἐῶσα λαθεῖν. καὶ ἡ μὲν ἀνία δηλοῦται τῇ δεξιᾷ, ἐπικουρεῖν δὲ οὐκ ἔχει τῷ πάσχοντι ὥσπερ τῆς φύσεως εἰς ἐπίδειξιν τοῦ δυστυχήματος ἀνείσης τὰς χεῖρας, ἀλλ' οὐκ εἰς συμμαχίαν τῷ δυστυχήσαντι. ἀποσείσασθαι γὰρ τὸν ὄρνιν οὐ δύναται, σημαίνει δὲ μόνον ὡς παρὼν ἀνιᾷ.

[12] ἡ δὲ δὴ λαιὰ παραπλησίως μὲν ἐκείνῃ συνέσταλται τὸν μὲν τῶν δακτύλων συγκάμπτουσα, τοὺς δὲ λοιποὺς εἰσάπαν συνέλκουσα.

[13] καὶ τῶν μὲν ποδῶν ὁ λαιὸς τῷ παντὶ σώματι γίνεται βάθρον, τοῦ δὲ παντὸς πέτρος τις ἀντέχων ὑπέχει ὥσπερ οὐκ ἀνεχομένου τοῦ ταῦτα δημιουργήσαντος Προμηθέα λυπεῖν ἐπὶ γῆς, ἣν διὰ τοῦ πυρὸς εὖ πεποίηκεν.

[14]    Ὁ δὲ δὴ ἀετὸς ἀνέχεται μὲν πρὸς τοῦ γόνατος, ἐς αὐτὸ δὲ τὸ ἧπαρ χωρεῖ καὶ παρ' αὐτὴν τετάσθαι δοκεῖ τὴν τομὴν ἣν ἐξειργάσατο. καὶ τοὺς μὲν πόδας ἄμφω μερίσας ἀνέχων συνέχει, ἑκάτερον δὲ τοῖν πτεροῖν οὔτε καθάπαξ συνέσταλται οὔτε παντάπασιν ἀποτέταται, ἀλλ' ὥσπερ ἕτοιμος ὢν ἐς ὁρμὴν βραχὺ μέν τι τῶν πτερῶν προσανέτεινεν, ἓν δὲ τοῦτο παραδηλοῖ ὡς, ἢν ἀποκάμῃ φέρον τὸ γόνυ, πρὸς τιμωρίαν ἀρκέσουσι πτέρυγες.

[20][t]

Μηδείας.

[1]    Τὰ δὲ Μηδείας δεινὰ τεθέαται μὲν τῆς Ἑλλάδος ἡ Κόρινθος, ἅπασα δὲ δι' ἀγαλμάτων ἔγνωκε γῆ καὶ τὸ πραχθὲν ἐν ἑνὶ τεθέανται πάντες πάντας εἰς ὄψιν παραγούσης τῆς τέχνης.

[2]    Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος ἀνάκειται Μήδεια, οὐχ οἵαν ἐν Κόλχοις ἀνιερωμένην ἔλαχεν Ἄρτεμις οὐδὲ οἵαν Ἰάσων συναγωνιζομένην ἔσχεν ἐν ἄθλοις, ἀλλ' οἵαν ἡ Κόρινθος ἀδικουμένην εἶδε καὶ κτείνουσαν. καὶ παρελθοῦσαν τὸν πόθον ἡ τέχνη πλάττει πρὸς τὰς συμφορὰς ἀτενίζουσαν.

[3] ἕστηκε τοίνυν οἵαν ἡ λίθος ἀναστῆναι ποιεῖ, πρόσωπον μὲν οὐκ ἔξω φέρουσα λύσσης, ἀλλὰ ...... τὸ πάθος. ὅθεν καὶ τὸ σῶμα ἅπαν ἀπέστραπται πρὸς τὸ λαιόν, καὶ ἀπονεύει πρὸς γῆν ὥσπερ οὐκ ἀνεχομένη κειμένους ἰδεῖν οὓς μανεῖσα διέφθειρε, καὶ τιμᾷ τὴν φύσιν τοῖς ὄμμασιν ἣν τῷ θράσει λελύπηκεν.

[4] ἔπειτα φάρος περιβάλλει τὴν κεφαλὴν καὶ καθεῖται πρὸς ὤμους κἀκ τοῦ δεξιοῦ πρὸς τὸν λαιὸν ἀναβέβληται τοῦ δημιουργοῦ γυναῖκα δεῖξαι σπουδάζοντος ἣν γυναῖκα δοκεῖν οὐκ ἀφῆκεν ἡ τόλμα.

[5] ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν ξίφει καθώπλισται καὶ δοκεῖ τὸν φόνον εἰς τοὺς παῖδας ἐπανατείνασθαι καὶ ποιεῖν ἀεὶ δοκεῖ τὸ προσάπαξ γενόμενον, ἡ δὲ δὴ λαιὰ εἰς ἀγκῶνα συγκέκαμπται καὶ ἐπανέχει τὸ φάρος.

[6] περιτέταται δὲ τὸ στέρνον ζωστὴρ χιτῶνα συνέχων διπλοῦν. ὁ μὲν γὰρ αὐτῶν κρύψας ἃ μὴ θέμις ἰδεῖν αἰωρούμενος ἔληξεν, ὁ δὲ καθήκει μέχρι ποδῶν ὅσον θεάσασθαι καταλείψας τοὺς πόδας.

[7] τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν δεξιὸς εἰς γόνυ κέκαμπται καὶ δοκεῖ πιέζειν ἀναιρουμένους τοὺς παῖδας ὥσπερ ὅτε ἔτυχε σφάττουσα καὶ χειρὸς ὡσαύτως καὶ γόνατος ἔχουσα, ὁ δὲ δὴ λοιπὸς τῷ βάθρῳ προσήρεισται. καὶ μετέωρος ἦρται τῆς γῆς ὥσπερ οὐκ ἀνεχομένης τῆς τέχνης τὸ ἄγαν περιφανὲς ἐν ἀφανεῖ μέρει κατακρύψαι τῆς γῆς.

[21][t]

Χιμαίρας.

[1]    Φύσεις δὲ ἄρα παράλογοι προῆλθον μὲν ἐκ τύχης τὸ πρῶτον, γενόμεναι δὲ μένειν οὐκ ἔλαχον, ὁ λόγος δὲ ὅμως ἐτήρησεν ἃς ὁ χρόνος συνέκρυψε. καὶ πολλαὶ μὲν παράλογοι γεγόνασι φύσεις, μάλιστα δὲ τῶν ἄλλων ἡ Χίμαιρα, περὶ ἧς ἤδη μὲν διεξῆλθεν ὡς ἔχει τὸ μέτρον, ζηλώσει δὲ ὅμως καὶ τὸ μέτρον ὁ λόγος.

[2]    Συνθήκη τριπλῆ γέγονε φύσεως ἐφ' ἑνὸς πάντα πλάττουσα σώματος. κατήρχετο μὲν γὰρ ὅθεν οὐκ ἔληγε, ἐτελεύτα δὲ ὅθεν οὐκ ἤρχετο, καὶ τὸ μέσον αὐτῆς τῶν ἄκρων ἀπήλλακτο. καὶ συνθεῖσα τὰς φύσεις ἡ τέχνη συνθεῖναι τὰς κλήσεις οὐκ ἔσχεν, ἀλλ' ἐξ ἑνὸς προσηγόρευσε τὰ πολλῶν ἀποφήνασα καὶ τοὔνομα προῆλθε τῆς γονῆς ἐνδεέστερον.

[3] λέων τις ἦν ὅσον πρῶτον ἰδεῖν, καὶ δράκων τοῦ παντὸς ἔληγε σώματος μεσούσης αἰγός. καὶ πῦρ ἐποίει τὸ φανὲν φοβερώτερον ὥσπερ οὐκ ἀρκοῦντος φοβῆσαι τοῦ πλάσματος.

[4] καὶ θέαμα μὲν ἄλλο πρὸς ἄλλο προήρχετο, μία δὲ πάντων ἐτύγχανε γένεσις. ὡρμᾶτο μὲν γὰρ οἷα λέων φοβῶν, κατέπληττε δὲ οἷα δράκων ἐξελιττόμενος, καὶ φοβεῖν ἡ αἲξ ἀποροῦσα τῇ φύσει προσθήκῃ πυρὸς τῶν λοιπῶν ἦν φοβερώτερον.

[5] οὐκ ἦν ὅ τι ἄν τις μᾶλλον καταδείσειεν ἀποβλέπων εἰς ἕκαστον. τὸ μήπω φανὲν τοῦ φοβοῦντος ἤδη δεινότερον. ἡ μὲν γὰρ ἔφλεγεν, ὁ δὲ ὑπεσύριττεν, ὁ δὲ χαλεπώτερος ἦν ὠρυόμενος.

[6]    Ἠγωνίζετο δὲ πρὸς ταύτην ἀνὴρ παραλογώτερον. ἐποχούμενος ἵππῳ πρὸς τὰ ἀπὸ γῆς ἐξ ἀέρος ἐμάχετο. καὶ πτερὰ φυγὴν τῶν κινδύνων εἰργάζετο, καὶ προῄει μὲν τὸ πῦρ ὡς μαχόμενον, ᾔρετο δὲ ὁ Βελλεροφόντης μετέωρος ἀμφότερα ἐπὶ μιᾶς ὁρμῆς ἐργαζόμενος, καὶ κτείνων τὴν Χίμαιραν καὶ παθεῖν αὐτὸς ἐξαρνούμενος. καὶ γεγενῆσθαι δοκοῦσα θεὸς τῷ συμμαχουμένῳ παρὰ θεῶν ἀνηλίσκετο. καὶ τοῦτο δὲ ἐδήλου Βελλεροφόντης κτείνων τὴν Χίμαιραν, ὡς θεοὶ τῶν θεῶν εἰσι καθικνούμενοι.

[7]    Ταῦτα θεάσασθαι μὲν δέους ὑπῆρχε, διεξελθεῖν δὲ ἡδονὴ μᾶλλον ἢ δέος.

[22][t]

Παλλάδος.

[1]    Θεοὶ δὲ ἄρα γεγονότες δημιουργοὶ δημιουργεῖσθαι παρὰ τῆς πλαττούσης ἐπίστανται τέχνης καὶ συγχωροῦσι γενέσθαι τῇ τέχνῃ ὅπερ φύσει γεγόνασι. καὶ πολλοὶ μὲν θεοὶ κατ' ἀγορὰν ἀνεστήκασιν, Ἀθηνᾶ δὲ μᾶλλον πρὸ παντὸς ἕστηκε θαύματος. ἐγὼ δὲ ὃ τεθέαμαι καὶ διηγήσομαι.

[2]    Μουσῶν τέμενος ἦν καὶ πρὸς λόγους ὁ χῶρος ἀνεῖσθαι βουλόμενος. καὶ δύο ταῦτα ὁ δημιουργὸς σύμβολα τῆς οὔσης ἐπιδείξασθαι τέχνης ‹βουλόμενος› Ἀθηνᾶν προανέστησε καὶ πρὶν ἐμβαλεῖν εἰς Μουσῶν τέμενος, ἡ θεὸς καταφαίνεται τὴν ἔνδον οὖσαν σημαίνουσα τέχνην.

[3] καί μοι δοκεῖ ὁ δημιουργὸς ἐπ' ἀμφοῖν τοῖν καιροῖν Ἀθηνᾶν ἀναστήσασθαι. δι' ὧν μὲν γὰρ αὐτὴν ἐν Μουσῶν τεμένει καθίδρυσεν εἰρήνης ἔδειξε πρύτανιν, οἷς δὲ ἅπασαν ὥπλισε καὶ πολέμου κυρίαν καταλείπειν δοκεῖ.

[4] κράνος τοίνυν αὐτῆς περιβάλλει τὴν κεφαλήν, καὶ προανέχει μὲν λόφος τοῦ κράνους, κορυφῆς δὲ τὸ κράνος, καὶ περιβαλὸν τὴν κεφαλὴν τῇ κυνῇ τὴν ὄψιν οὐκ ἔκρυψεν, ἀλλ' αὐτόνομον ἀφῆκε τὸ πρόσωπον ὥσπερ ἀδικεῖν τὸν τεχνίτην δοκοῦν, εἰ δι' οὗ λόγοι προέρχονται, τοῦτο συγκρύψειε τοῦ πολέμου τὸ γνώρισμα. καὶ ἅμα μοι δοκεῖ ὑποφῆναι ζητεῖν ὡς οὐδὲν λόγων γίνεται κώλυμα.

[5] τὸ δὲ πρόσωπον γυμνὸν γεγονὸς ἐγκάρσιόν τέ ἐστι καὶ πρὸς ἕτερα νένευκε. καὶ φοβεῖ τῶν ὀμμάτων ἑκάτερον ὥσπερ ἀρκοῦν μόνον ἰδεῖν καὶ φοβῆσαι τὸν ἀνθιστάμενον. τὸ δὲ στόμα διηρμένον εἰς λόγους ἀνεῖται. καὶ ἡ δειρὴ τῷ προσώπῳ συναποκέκλιται. τὸ δὲ δὴ στέρνον θώραξ τε περιβάλλει ποικίλος καὶ κατὰ μέσον ἀνέχει πάντα τῆς θεοῦ συγκειμένης εἰς ἔκπληξιν.

[6] ταῖν δὲ χεροῖν ἡ δεξιὰ μὲν ἀνεῖται γυμνὴ καὶ τὸ συνέχον οὐδέν ἐστι τῆς πράξεως τὸ ἕτοιμον, ψέλιον δὲ πρὸ τῆς ἄκρας περιβάλλει χειρὸς βραχὺ τῇ θεῷ τῆς γυναικείας περιθέμενος φύσεως. ἡ δὲ λαιὰ πᾶσα μὲν τέταται καὶ πρὸς θέναρ συγκέκαμπται καὶ τῆς ἀσπίδος ἄκρας ἐπιλαμβάνεται καὶ πᾶσαν προσερείδει τῇ γῇ τοὐναντίον τοῖς ὁπλίταις ποιήσασα.

[7] τῶν μὲν γὰρ αἱ χεῖρες τῶν ὀχάνων ἀντιλαμβάνονται καὶ κατὰ μέσον τὰς ἀσπίδας ἀνέχουσιν ὀμφαλοῦ τὸ κατέχον συγκρύπτοντος, ἡ δὲ τὴν ἴτυν τῶν ὀχάνων μεταχειρίζεται καὶ τὴν τῆς ἀσπίδος κατείληφεν ἄκραν ὥσπερ ἐξαρκοῦν τῆς ἄκρας ἐφάψασθαι καὶ πᾶσαν μεταχειρίζεσθαι.

[8] τὴν δὲ λαιὰν ὁ μετὰ τὸ θέναρ προσέρχεται ἐπελιττόμενος ὄφις. ταῦτα τῆς θεοῦ περικειμένης εἰς κόσμον ἃ φοβεῖν τοὺς ἄλλους ἐπίσταται, τὸ δὲ λοιπὸν τῆς θεοῦ πέπλος περιβάλλει ποδήρης καὶ κατὰ μέσον συνέχει ζωστὴρ τὸν περικείμενον περιστέλλων χιτῶνα. καί μοι ἡ τέχνη δοκεῖ διπλοῦν τῇ θεῷ καταστήσασθαι πέπλον ὥσπερ τοὺς θεατὰς εἰς ἀνάμνησιν ἄγουσα τῶν ἐπῶν ἐν οἷς Ἀθηνᾶ περιβάλλεται.

[9] βραχὺ δὲ οἱ πόδες τοῦ χιτῶνος ἐξέχουσιν ἅμα μὲν δεικνύντες ἐφ' ὧν ἀνεστήκασιν, ἅμα δὲ αἰδῶ γυναικείαν ἐμφαίνοντες οὐκ εἰς ἅπαν ἐθέλουσι φαίνεσθαι. βραχὺ δὲ τῶν ποδῶν ὁ λαιὸς εἰς γόνυ συγκέκαμπται καθάπαξ ἄπρακτον οὐκ ἀνεχομένης τῆς τέχνης τὴν θεὸν καταστήσασθαι. καὶ γοῦν τὸ γόνυ δοκεῖ [καὶ] χωρεῖν ἐπὶ βάδισμα.

[10] ἡ δ' ἀσπὶς ἐκ τῆς εἰς ἄκρον ἀνέστηκε χειρὸς καταθείσης μὲν τῆς θεοῦ τὴν σκευήν, παρεχούσης δὲ τοῖς θεωμένοις ὁρᾶν ὡς παρασκευῆς μὲν δέοι πρὸς πόλεμον, μὴ εἶναι δὲ πρὸς παράταξιν πρόχειρον. οἷς μὲν γὰρ ἡ γῆ κατέχει τὴν τελευτὴν τοῦ πολέμου, δι' ὧν δὲ ἡ χεὶρ ἄκρα προσέψαυσε τὴν παρασκευὴν σημαίνει τῆς μάχης.

[11] ἡ δ' ἀσπὶς εἶναι δοκεῖ τοῦ Διός, ἐν ᾗ θύσανοι ᾐώρηνται, καὶ κατὰ μέσον ἐκπλήττει Γοργὼν πάντα τὸν φόβον δηλοῦσα τῆς μάχης καὶ τὴν πρὸς τὸν Δία βεβαιοῦσα συγγένειαν. Νῖκαι δὲ διπλαῖ πρὸς ἑκατέραν ἄκραν τῆς ἀσπίδος εἰσίν, ἐπεὶ καὶ διπλῇ κρατεῖν Ἀθηνᾶ πέφυκε, πρὸς ὅπλα καὶ λόγους.

[12] καὶ οὔτε ἡ θέα τῆς ἡδονῆς ἠλλοτρίωται οὔτε τὴν ἡδονὴν λαθεῖν ἀφῆκεν ὁ λόγος, ἀλλ' ἔστι ῥᾳστώνη κοινὴ θεωμένοις καὶ λέγουσιν. [23]

Αἴαντος.

[1]    Παθήματα μὲν παρὰ τὴν Τροίαν ἥρωσι πολλὰ μὲν ὁ Τρώων εἰργάσατο πόλεμος, Αἴας δὲ πάντα μανεὶς ἀπεκρύψατο. Αἴαντα τοίνυν οὐ σωφρονήσαντα εἶδε μὲν πρῶτον ἡ Τροία, ἀπείληφε δὲ μετὰ Τροίαν σκηνή, καὶ μετὰ τὴν σκηνὴν ὁ χαλκὸς ὑποκρίνεται.

[2]    Ἐν περιφανεῖ τοίνυν χώρῳ τοῦ ἄστεος ἐν χαλκῷ τις Αἴας ἀνέστηκε μηδ' ἐν τῷ χαλκῷ σωφρονεῖν ἐπιστάμενος. ἀνάκειται τοίνυν οὐχ οἷον Ἕκτωρ εἶδε μαχόμενον, ἀλλ' οἷον εὗρε μετ' αὐτὸν ἡ σκηνή. πρῶτον μὲν γὰρ ἅπας γυμνὸς προκαλύμματος ἕστηκε καὶ τὴν μανίαν δηλοῖ τῷ μὴ δεῖσθαι τοῦ κρύπτοντος. ἕστηκε γὰρ αἰδοῦς ἀμελῶν οὐκ εἰδὼς ὅπως ἕστηκε σχήματος.

[3] καὶ γυμνὸς ἐσθῆτος ἅπας ἀνεστηκὼς καὶ τὴν μανίαν ταύτην προδηλῶν ἐκ τῶν κατὰ μέρος οὐχ ἧττον ὑποσημαίνει τὸ πάθος. οὔτε γάρ ἐστι μανίας ὅλος ἐλεύθερος οὔτε κατὰ μέρος ἐστὶ τοῦ πάθους ἀλλότριος.

[4] καὶ πρῶτον μὲν ‹οὐ› κράνος τῇ κεφαλῇ περιβέβληται ὥσπερ ἐνδείξασθαι τοῦ δημιουργοῦ βουλευομένου τὸ πάθος καὶ τοῦτο τῆς μανίας ποιουμένου τεκμήριον τοῖς ὅσοι θεαταὶ αἱροῦνται εἶναι τοῦ σώματος, ‹ὡς› ἀφέστηκεν Αἴαντος κράνος τῆς κεφαλῆς, ὅτι μηδὲ τοῦτο παρῆν κατιδεῖν.

[5] εἶτα τὸ πρόσωπον αὐτῷ φανερὸν ἐμπεποίηται δεῖγμα ἧς κατὰ γνώμην νοσοῦσιν ἄνθρωποι λύσσης, ὀφθαλμοὶ δὲ μᾶλλον τοῦ μὴ φρονεῖν καθεστήκασιν ἔλεγχος. πῦρ γὰρ ἐν αὐτοῖς ὑποφαίνει καὶ πρὸς ἄλλον καὶ ἄλλον τρέπονται χῶρον. καὶ οὕτως ἡ τοῦ πάθους εἰκὼν καταφαίνεται.

[6] παρειαὶ δὲ οἰδοῦσι τῷ κάτωθεν πνεύματι. τὸ δέ οἱ στόμα διῆρται εἰς ἄνοδον πνεύματος καὶ τὴν κάτωθεν ὁρμὴν ὑποσημαίνει τῷ σχήματι. καὶ δειρὴ συμμεταβάλλεται τῷ προσώπῳ συχνῶς.

[7] τὴν δὲ λύσσαν δηλοῖ ‹καὶ› ἡ πλοκὴ τῶν χειρῶν. ἡ μὲν γὰρ δεξιὰ καθεῖται κατὰ μηροῦ, ἡ δὲ λαιὰ πρὸς αὐτὸν ἐπανάκειται, καὶ μικροῦ πρὸς ἀλλήλας συμπλέκονται ὥσπερ τοῦ πάθους οὐδὲν αὐτόνομον ἔχοντος.

[8] τὸ δὲ προκάλυμμα ἅπαν τῷ λαιῷ τῶν βραχιόνων συνέσταλται ὥσπερ ἐνδείξασθαι τὸ μὴ καθεστηκὸς τῶν φρενῶν προῃρημένης τῆς τέχνης. καὶ οὔτε τοῦτον ἐσθῆτος ἀφῆκε χωρὶς οὔτε ταύτην περικειμένην ἔδειξε.

[9] τὸ δέ οἱ στέρνον ἅπαν ἐξώγκωται καὶ πρὸς τὴν ἔνδον λύσσαν ἐπαίρεται. καὶ ὅσῃ μανίᾳ περιέχεται ἡ γνώμη τοῦ πάθους, ἔστι κατιδεῖν ἐκ τοῦ σχήματος. γαστὴρ δὲ ὑπεδίδου καὶ συνεστέλλετο καὶ τοσοῦτον ἀφῃρεῖτο τοῦ μέτρου ὅσον τὸ στέρνον ἐξώγκωτο.

[10]

τοῖν δὲ δὴ ποδοῖν ὁ μὲν εὐώνυμος ἕστηκεν ἅπας καὶ πρὸς ἑαυτὸν τὸ πᾶν ἐρείδει τοῦ σώματος, ὁ δὲ δὴ δεξιὸς εἰς γόνυ κέκαμπται καὶ προανέχει τοῦ λίθου καὶ μικροῦ πρὸς ὁδὸν ἐξορμᾷ καὶ δηλοῖ τῆς γνώμης τὸ μὴ μένον ἐπὶ τοῦ σχήματος.

[11]    Οὕτως ὅλον τε αὐτὸν ἡ λύσσα δηλοῖ καὶ κατὰ μέρος ὑποφαίνει τὸ πάθος. ταῦτα θαῦμα μὲν κατιδεῖν, ἀδίκημα δὲ σιωπῇ παρελθεῖν.

[24][t]

Ταῶνος.

[1]    Μιμεῖται τὰς τέχνας ἡ φύσις καὶ ζωγράφων ἐργασίαν μετασκευάζει τοῖς χρώμασιν ἀδίδακτον ποικιλίαν ὥσπερ δεικνύειν ἐθέλουσα.

[2]    Ἦν τι τέμενος ἱερὸν κατεστεμμένον τοῖς ἄνθεσιν. ἐδόκει γάρ πως ὁ δῆμος ἐπείγεσθαι πρὸς πανήγυριν. ἄρτι δὲ τὰ προπύλαια τοῦ τεμένους ἑωρακὼς κατεῖδόν τι τοιοῦτον.

[3] ὄρνις ἦν ἔνδον Περσικός, τοῦτο γὰρ αὐτὸν καλούντων τῶν ἱερέων ἀκήκοα, μεγέθει μέν που κύκνων οὐ λίαν ἀπολειπόμενος, χερσὶ δὲ ζωγράφων τὸ σῶμα καθάπερ μυρίοις κατακοσμούμενος χρώμασιν.

[4] Ὅμηρος μὲν γάρ που κατὰ τὴν ποίησιν πολλάκις τὴν μὲν βασιλίδα τῶν θεῶν βοῶπιν προσονομάζει ὀφθαλμῶν τὸ κάλλος οὕτω τιμᾶν βουλευσάμενος, καὶ γλαυκώπιδα κούρην ἀνακηρύττει τοῖς ἔπεσιν.

[5] ἀλλ' ὁ μὲν μέρος τοῦ σώματος εἰς εὐμορφίαν χαρίζεται τοῖς θεοῖς, ὁ δ' ἐν ὅλῳ τῷ σώματι .... καὶ πτέρυγας φορῶν ἑωρᾶτο τῶν ὀρνίθων τὰς κρείττονας. ἐκ μὲν γὰρ κεφαλῆς καὶ βασιλείας εἶχε γνωρίσματα ἐπὶ τοῖς ἀνεστηκόσι πτεροῖς καὶ πόρρωθεν καταλάμπουσι.

[6] τὸ δὲ τῆς δειρῆς χρυσαυγὲς κυανέῳ συμμίσγει, καὶ θείας ‹ὂν› ὄντως χάριτος ζωγράφοις γράψαι καὶ τυπῶσαι συγχωρήσομεν. τὰ δὲ λοιπὰ τῶν πτερύγων εἰς ἄκρον ἐξησκημένα τοῖς ὀφθαλμοῖς καὶ ἀστράπτοντα τοῦ Παιανιέως ἐπιζητεῖ τὴν δεινότητα.

[7] ἐπειδὴ δὲ τοῦ ὄρνιθος ἐθεασάμην καὶ κίνησιν, ἐπείγει με λόγος ἐξειπεῖν καὶ τὰ τῆς ὁρμῆς παράδοξα θαύματα. ἄρτι γὰρ ἑκατέρωθεν τὰς πτέρυγας ὥσπερ εἰς πτῆσιν δονήσας καὶ κυρτῶσαί πως ὑπὲρ κεφαλῆς βιασάμενος ἀγάλματος μὲν κάλλιστον ἐπεδείκνυτο τύπον ναοῦ τε λαμπροῦ καὶ προσκυνῆσαι τὸν θεατὴν προτρεπόμενος ὡς ἀγάλματος λαμπροῦ δεδουλωμένον τῷ θαύματι.

[8] Ἀπελλῆ, ζωγράφων κάλλιστε, τότε σου τῆς τέχνης ἐγὼ κατεφρόνησα ἐπ' Ἀττικῇ τέχνῃ τιμωμένου, Παρρασίου δὲ γραφὰς παρ' οὐδὲν ἐποιησάμην ὄρνιθος Περσικοῦ νενικημένας τοῖς χρώμασιν.

[9] Ἀλλ' ἰδού, ζωγράφων ἐλέγξας τὴν τέχνην ὄρνις Ἀττικὸς ἀμείνων ταύτης δεδήλωται, ὡς καὶ τῷ ἐπαινεῖν ἐθέλοντι τὸ τῆς θέας ἔχειν ‹ἢ› τῆς ἀκροάσεως βέλτιον.

[25][t]

Τοῦ Τυχαίου.

[1]    Τύχαι δὲ ἄρα πάντα μὲν τὰ ἀνθρώπινα ὅπῃ βούλονται φέρουσιν, ἐγκαθίδρυνται δὲ δικαίως ταῖς πόλεσιν, ἐξ ὧν ἅπαντα δικαίως κατορθοῦσι τιμώμεναι. καὶ τὰς μὲν ἐν ἑκάστῃ τῶν πόλεων ἱδρυμένας οἱ παρ' ἑκάστην θεώμενοι φράζουσιν, ἐγὼ δὲ ἣν τεθέαμαι καὶ διεξέρχομαι.

[2]    Τέμενος ἐν μέσῳ τῆς πόλεως ἵδρυται συγκείμενον μὲν ἐκ πλειόνων θεῶν, Τύχης δὲ ἅπαν ὠνόμασται. καί μοι δοκοῦσιν οἱ τὴν κλῆσιν τῷ χώρῳ προσθέντες εἰς τὸ δέον ποιεῖν. οἷς γὰρ ἅπαντα Τύχῃ συγκρύπτεται, τούτοις ἡ θεῶν ἀπὸ τῆς Τύχης συνεκέκρυπτο κλῆσις.

[3] κατεσκεύασται δὲ ὁ χῶρος ὧδέ πως. ἤσκηται μὲν ἅπας ἐξ ἐδάφους εἰς ὀροφήν, διῄρηται δὲ ἡ κατασκευὴ κατὰ κύκλους ἡμίσεας, ἐφ' ἑκάστῳ δὲ παντοδαπαὶ προβέβληνται κίονες.

[4] οἱ δ' αὖ κύκλοι εἰσὶ πρὸς ἀγαλμάτων ὑποδοχὰς ἀνιστάμενοι καὶ μετρεῖν ἔξεστι τοὺς κύκλους μὲν τοῖς ἀγάλμασιν, ἐκ δὲ τῶν ἀγαλμάτων παρεστήκασι κίονες.

[5] θεοὶ δέ εἰσιν ἀνεστηκότες οὐ πάντες, ἀλλ' ὅσοι δύο καὶ δέκα τὸν ἀριθμόν. καὶ κορυφὴ μὲν ἔχει τὸν οἰκιστὴν ἐξ ἑτέρων ἄκρων καὶ μέσων, ἀνέστηκε δὲ φέρων μὲν αὐτὸς τοῦ Σωτῆρος ὑπόμνημα, φερόμενος δὲ δι' ὧν ἡ πόλις εἴωθε τρέφεσθαι. καὶ σημαίνει τῆς γῆς τὴν φύσιν ἡ Χάρις, κυκλοῖ δὲ κατὰ μέσον ἥμισυ ὅσον ἀριθμὸς θεῶν ὀνομάζεται.

[6] καὶ μέσον ἐκ μέσου Τύχης ἕστηκεν ἄγαλμα στεφάνῳ δηλοῦν Ἀλεξάνδρου τὰς νίκας. καὶ στέφεται μὲν ὑπὸ Τύχης ἡ Γῆ, στέφει δὲ αὐτὴ τὸν νικήσαντα. Νῖκαι δὲ τῆς Τύχης ἑκατέρωθεν ἀνεστήκασι καλῶς τοῦ δημιουργοῦ τῆς Τύχης δηλοῦντος τὴν δύναμιν, ὡς πάντα νικᾶν οἶδεν ἡ Τύχη.

[7] τελευτᾷ δὲ ἡ τοῦ χώρου κατασκευὴ πρὸς ἡτοιμασμένον ἐξ ἀγάλματος δάφνινον στέφανον. καὶ φιλοσοφεῖ εἷς ἐπὶ καθέδρας ἄκρου, γυμνὸς δὲ ἕτερος πρὸς τὸ λοιπὸν ἄκρον ἀνέστηκεν οὐρανοῦ μὲν ἐπὶ τῆς λαιᾶς φερόμενος πρόσχημα, τὴν δ' αὖ δεξιὰν εἰς ἅπαντα πρόχειρον, γυμνὸς δὲ προκαλύμματος ἵσταται.

[8] καὶ στῆλαι χαλκαῖ κατὰ μέσον ἑστήκασιν ἔδαφος ἐγκεκολαμμέναι τὰ τῆς πόλεως νόμιμα. καὶ κατὰ μέσον αἱ πύλαι παρὰ τὸ Μουσῶν ἄγουσαι τέμενος. χαλκοῖ δὲ βασιλεῖς κατὰ μέσον ἑστήκασιν οὐχ ὅσους ἐκόμισε χρόνος, ἀλλ' ὅσοι τῶν κομισθέντων ἦσαν σεμνότατοι.

[9]    Ταῦτα θαῦμα μὲν ὑπῆρχεν ἰδεῖν, κέρδος δὲ μαθεῖν, ἀδίκημα δὲ σιωπῇ κατακρύπτεσθαι.

[26]

Ἡρακλέους βαστάζοντος τὸν Ἐρυμάνθιον κάπρον.

[1]    Ἡρακλεῖ δὲ ἄρα γενομένῳ Διὸς οὐρανὸς μὲν ἐμαρτύρει τὴν γένεσιν, ἐδήλου δὲ ἡ γῆ καθαιρομένη τοῖς ἄθλοις. Νεμέα μὲν γὰρ αὐτῷ τῶν ἀγώνων ἀρχὴ καὶ μετὰ ταύτην Ἐρύμανθος κάπρον ἤνεγκεν ἀγώνισμα δεύτερον. καὶ κρατούμενον μὲν εἶδε τὸν κάπρον Ἐρύμανθος, ἐγὼ δὲ μετ' αὐτὸν ἐπὶ χαλκῆς εἰκόνος φερόμενον καὶ ὅπως εἶχε κατιδὼν διηγήσομαι.

[2]    Χῶρος ἦν ἐν ἄστει περιφανής, καὶ παρ' αὐτὸν Ἡρακλῆς ἐν παντοδαποῖς ἀνεστηκὼς ἀγωνίσμασι. καὶ τοῖς μὲν ἄλλοις ἔτι πονῶν ἐξεικάζεται, τὸν δὲ δὴ κάπρον ἤδη λαβὼν ὥσπερ ἀγανακτούσης τῆς τέχνης εἰ πόνων Ἡρακλῆς ἐπὶ κάπρῳ δεήσεται.

[3] γυμνὸς οὖν, ὥσπερ εἰώθει, ἵσταται. τὸ δέ οἱ πρόσωπον ἅπαν βλέπει εἰς γῆν. ὤμους δὲ ἀμπέχει ἡ λεοντῆ καὶ βάθρον ἐστὶν ἀγωνίσματος αὐτὴ φανεῖσα πρωτεῖον ἀγώνων.

[4] ταῖν δὲ δὴ χεροῖν ἡ δεξιὰ μὲν ἀνῃρημένον ἔχει τὸν κάπρον, ἡ δ' αὖ λαιὰ ὡς πρὸς ἆθλον ἡτοίμασται. τὸ δὲ δὴ στέρνον ἀνέστηκεν ἅπαν ὥσπερ τῶν προσόντων οὐδὲν αἰσθανόμενον.

[5] τῶν δὲ ποδῶν ὁ δεξιὸς εἰς γόνυ κέκαμπται, ὁ δ' αὖ λαιὸς ὀρθὸς ἕστηκε καὶ προσερείδει τὸ βάθρον δηλῶν ἐξ ἐπιγραμμάτων τὸν τεχνησάμενον.

[6] ἐπὶ δὲ τῶν ὤμων ὁ κάπρος ἀνῃρημένος μὲν τέταται, διῆρται δὲ οὐχ ὡς ἔπεσεν, ἀλλ' ὥσπερ δεσμοῖς ταῖς Ἡρακλέους χερσὶ προκατείληπται. καὶ φέρουσι κείμενον αἳ μαχόμενον ἔκτειναν.

[7]    Ταῦτα εἰ μὴ θεώμενος ἔφραζον, ἠδίκουν ‹ἂν› τὸ κατασκεύασμα.

[27][t]

Ἀλεξάνδρου τοῦ κτίστου.

[1]    Κτίσται δὲ ἄρα περιφανεῖς πλεῖστοι μὲν καθεστᾶσι τῶν πόλεων, μάλιστα δὲ πάντων Ἀλέξανδρος, ὃς πόλιν ἀνέστησεν οἵαν οὐχ ἕτερος. δηλοῖ δὲ αὐτὸς παρὰ ταύτην ἀνεστηκὼς ὡς ἐπὶ γῆς ἐμφανοῦς οἰκιστὴς ἐμφανέστατος. τὴν γὰρ πόλιν θαλάσσῃ πρόσοικον ἤγειρεν, αὐτὸς δὲ παρ' αὐτὴν ἀνέστηκε θάλατταν.

[2] καὶ τὴν φύσιν αὐτοῦ ἡ ἐπὶ τῆς εἰκόνος δείκνυσι στάσις. πρῶτον μὲν γὰρ αὐτὸν ἐποχούμενον ἵππος ἀνέσχεν, ἵππος δὲ οὐχ οἷον ἄν τις ῥᾳδίως μεταχειρίσειεν, ἀλλ' οἷος πρὸς τοὺς ἐκείνου κινδύνους ἀρκέσει. καὶ τὸ τάχος τῶν ἔργων ἡ τοῦ φέροντος ἐπιδείκνυται ῥύμη.

[3] ἔπειτα αὐτὸς κράνος μὲν οὐδὲν εἶχεν ἐπὶ τῆς κεφαλῆς. οὐ γὰρ ἐδεῖτο τοῦ προκαλύμματος ὁ γῆν ἅπασαν ἐννοῶν παραστήσασθαι καὶ περισκοπεῖν. δοκεῖ δέ μοι πάντα τοῖς ὄμμασιν ἐνεῖναι, ἃ προϊὼν κατεστρέψατο. σχῆμα πρὸς ὅλην ἀποβλέπει τὴν γῆν, καὶ τὸ πᾶν ὡς εἰπεῖν συλλήβδην φαίνει τὸ πρόσωπον.

[4] κόμη δὲ ἀνειμένη πρὸς αὔρας καὶ πρὸς ὁρμὴν τοῦ φέροντος κλίνουσα. καί μοι δοκοῦσιν οἷον ἀκτῖνες εἶναι πρὸς ἥλιον αἱ τρίχες αὐτῆς.

[5] ἔπειτα δειρὴ τῷ προσώπῳ συναπονένευκε. καὶ ἡ δεξιὰ χεὶρ μετέωρος αἴρεται καὶ λαβεῖν ἀεί τι δοκεῖ καὶ τὸ πρόσω ζητεῖν τὸ παρὸν καταστρέψασα. ἡ δὲ λαιὰ συνεσταλμένην ἔχει χλαμύδα καὶ ταῖς αὔραις αὐτὴν οὐ κατέλιπε φέρεσθαι καὶ δεσμὸς κατέστη τοῖς πνεύμασι.

[6] στέρνον δὲ ἅπαν ἐξῳδημένον φαίνεται, θώρακι ‹δὲ› καὶ χλαμύδι συγκέκρυπται, καὶ διπλᾶ φέρει τῶν καιρῶν ὑπομνήματα, θώρακα μὲν τοῦ πολέμου τὸ σύμβολον, χλαμύδα δὲ τῆς εἰρήνης τὸ γνώρισμα. καί μοι δοκεῖ τὴν διάνοιαν ὁ δημιουργὸς παραστήσασθαι τὴν χλαμύδα προσθεὶς ἐπάνω τοῦ θώρακος. οἷς γὰρ εἰρήνης πόλεμον ἐτίθετο δεύτερον, τούτοις ὁ θώραξ τῇ χλαμύδι συγκέκρυπται, καὶ τὸ λανθάνον παρέσχε δοκεῖν ἀτιμότερον.

[7] ἔπειτα μηρὼ διηρμένω πρὸς ἵππον καὶ πόδες ἄμφω μετέωροι. καὶ ‹ὁ› δεξιὸς μὲν ἀντὶ κέντρου προσάπτεται, ὁ λοιπὸς δὲ αὐτόνομος φέρεται. Μακεδονικὰ δὲ φέρεται πέδιλα, ἃ καὶ κνήμην περιστέλλει οὐχ ὅλην, ἀλλὰ τὸ μὲν τῆς κνήμης ἔστιν ἰδεῖν, τὸ δὲ πρὸς μάχην ὁπλίζεται. καὶ τὰ μὲν ἀμφότερα πρὸς εἰρήνην διαιρεῖται καὶ πόλεμον, καὶ τὰ μὲν πρῶτα βλέπει πρὸς πόλεμον, τὰ δὲ λοιπὰ πρὸς σπονδὰς ἀπονένευκε. κινδύνους γὰρ σπονδαὶ διαδέχονται.

[8] καὶ ὧδε μὲν ἔσχεν Ἀλέξανδρος, ἐποχεῖται δὲ καὶ μάλα ῥᾳδίως ἐφ' ἵππου καὶ τὸν ἔποχον ὁ κομίζων ἐνδείκνυται, μᾶλλον δὲ δι' ἑκατέρου κατιδεῖν ἑκάτερον πάρεστιν Ἀλεξάνδρου μὲν τὸν ἵππον οἷον δεικνύντος, τοῦ δ' ἵππου δηλοῦντος τὸν ἐποχούμενον.

[9] κεφαλὴ μὲν γὰρ ὡς οἵα νομισθῆναι βοὸς καὶ τὴν προσηγορίαν εἴληφεν ἐξ ὧν ἐνομίζετο, φύσιν ‹δὲ› ἑτέραν τὰ πρῶτα παρεδήλου τοῦ σώματος. μόνον οὐ κέρας ἀνεῖχε τὸ πρόσωπον. χαλινὰ κατέχειν οὐκ εἴα. οὐ γὰρ οἷος εὐθύνεσθαι, μᾶλλον δὲ χαλινοῦ τέχνην ἔδειξεν ἄπρακτον, καὶ τοῖς μὲν ἄλλοις οἷος μὴ κατεσχῆσθαι, Ἀλεξάνδρῳ δὲ χαλινῶν εὐπειθέστερος.

[10]

ὄμμα δὲ φοβερὸν καὶ μόνον οὐ φοβοῦν πρὸ

τοῦ βάλλοντος. ῥῖνες δέ οἱ διεγείρονται πνεύμασι, καὶ τὴν μὲν ὀργὴν ὁ θυμὸς κατεμήνυεν, ἐδήλου δὲ τὸν θυμὸν τὸ προκάλυμμα. δειρὴ δὲ ἐπὶ πλεῖστον οὐχ ἥκουσα, συνέστελλε γὰρ ἡ φύσις πρὸς τὴν ὁρμήν.

[11] καὶ οἱ πόδες οἱ πρόσθεν ἠρμένοι καὶ πρὸς ἀέρα μετέωροι καὶ χωρεῖν πρὸς τὸ πρόσθεν ἐπείγονται καὶ γῆς οὐκ ἐθέλουσιν ἅπτεσθαι τοῦ δημιουργοῦ καλῶς ἐκ τῆς γῆς ἀπαρτήσαντος. πεφύκασι γὰρ ἰθύειν ἑτοιμότατοι καὶ γῆς ἐπιβαίνειν καὶ δοκεῖν τῆς γῆς μὴ προσάπτεσθαι. οἱ δὲ τελευταῖοι πρὸς τὸ βάθρον ἐρείδονται καὶ δοκοῦσιν ἰσχὺν διδόναι τοῖς ἔμπροσθεν καὶ ὃ πρὸς γῆν ὑπομένουσι παθεῖν τοὺς λοιποὺς οὐ παρέχουσιν.

[12]

οὐρὰ δὲ οὔτε ὅλη καθεῖται οὔτε ἀφῃρέθη τοῦ μέτρου, ἀλλ' ἔσχε μὲν ὅσον κοσμηθῆναι τὴν φύσιν, παρείλατο δὲ ὅσον ἐμποδὼν μὴ γενέσθαι ταῖς μάχαις.

[13]    Ἀνέχει δὲ αὐτὸν ὑπὲρ γῆς βάθρον τέτρασιν ἐπικείμενον κίοσι. καὶ τὸ μὲν βάθρον ἐπικείμενον σημαίνει τὴν γῆν, αἱ δὲ κίονες τῶν τμημάτων ἕκαστον φέρουσιν ἐφ' ὅσα προῆλθεν Ἀλέξανδρος. πρὸς γὰρ †ἀνίσχοντα φέρουσιν ἥλιον καὶ ἐν ἄρκτῳ δηλοῦται τεταμένη πρὸς νότον ὁπόσα τῆς γῆς Ἀλέξανδρος ἔχει.

[14]    Καὶ λῆξαι τοῦ λέγειν περίεστιν, εἰ μή τις καὶ πλέον θαυμάσειεν. [28] [t]

Ἐτεοκλέους καὶ Πολυνείκους.

[1]    Τὰ δὲ Θηβῶν ἀτυχήματα τεθέαται μὲν κατὰ μέσον Ἑλλάς, ὅλη δὲ παρὰ τὰς Ἀθήνας ἐπὶ τῆς σκηνῆς ἐθεάσατο γῆ. καὶ κατὰ μέρος αἱ πόλεις εἰλήφασι χαλκῷ τὸ πάθος μιμούμεναι. ἐγὼ δὲ τεθέαμαι, ὡς ἐν περιφανεῖ χώρῳ τοῦ ἄστεος ἀνέστηκε μετὰ Πολυνείκους Ἐτεοκλῆς ἐπὶ ταῖς Θήβαις τοιοῦτον πρὸς ἀγῶνα ἡτοιμασμένος, ὃν ἔξω Θηβῶν ἀγωνίζεται.

[2] καὶ πρῶτον μὲν ἑκατέρων αἱ κεφαλαὶ περιβέβληνται κράνεσιν. εἶτα ἀλλήλοις πολεμοῦντες ἐκτρέπονται καὶ τὰ πρόσωπα ‹καὶ› βλέπειν ἀλλήλους οὐκ ἀνεχόμενοι δηλοῦσι τὴν φύσιν ἀδικουμένην παραλόγῳ τολμήματι. δειραὶ δὲ τοῖς προσώποις συναπονεύουσι.

[3] καὶ τὸ ξίφος ὁ μὲν ἐπανέχει τῇ δεξιᾷ καὶ δηλοῖ τῇ πληγῇ ὅτι πάθος ἀλλότριον τῇ φύσει συνάπτεται, ὁ δὲ μιαιφονῶν καὶ βραδύτερος ἑστηκὼς καθέλκει τὸ ξίφος ὥσπερ ἔτι σκοπῶν εἰ νόμος ταῦτα παθεῖν τὴν συγγένειαν. καθεῖνται δὲ ἀμφοτέρων εὐώνυμοι. ἐξήρτηται δὲ καὶ θατέρου τὸ ξίφος ἔτι μένον παρὰ τὸν κουλεὸν ἐξηρτημένου τελαμῶνος ἐξ ὤμου.

[4] τὰ δὲ στέρνα πρὸς ὄγκον ἔσχεν ἑκάτερος, ἐξοιδεῖται γὰρ καὶ ἀναπνεῖ πρὸς θυμόν. τῶν δὲ μηρῶν ὁ μὲν ἔχει τὸν δεξιὸν εἰς γόνυ καμπτόμενον καὶ πρὸς τὸν ἀνταγωνιστὴν ἐπικλίνοντα, ὁ δὲ τὸν λαιὸν ὁμοίως ἔκαμψεν ἐφ' ὁμοίου τοῦ σχήματος. οἱ δὲ λοιποὶ τῶν ποδῶν τὸ βάθρον ἐρείδουσι, καὶ συνάπτει τὸ βάθρον οὓς πρὸς ἀγῶνα καθεῖλκε δυσμένεια. διττοὶ δὲ τὸ βάθρον ἀνέχουσι κίονες ἑκάτεροι δηλοῦντες τῶν ἀγωνιζομένων τὸ μέτρον.

[5]    Ταῦτα θαῦμα μὲν ὑπῆρχεν ἰδεῖν, ἀδίκημα δὲ σιωπῇ κατακρύπτεσθαι.

[29]

πανηγύρεως.

[1]    Πανηγύρεων δὲ μελλουσῶν μὲν πόθος ἀνθρώποις, παρουσῶν δὲ ἡδονή, πεπαυμένων δὲ μνήμη. καὶ γὰρ αὖ τὸ μεμνῆσθαι καθίστησι τοὺς ἀνθρώπους ἐγγὺς τῶν ἔργων αὐτῶν. ἔχει δέ τινα καὶ ὠφέλειαν ἡ μνήμη. περὶ γὰρ πανηγύρεων λέγοντα καὶ περὶ θεῶν ἀνάγκη λέγειν, οἷς αὗται ποιεῖσθαι κατεδείχθησαν.

[2] ὧν προσιουσῶν παρασκευάζονται μὲν μετ' εὐθυμίας ἄνθρωποι, παρασκευάζονται δὲ οἱ μὲν πολλοὶ ταῦτα ἀφ' ὧν ἑστιάσονται λαμπρῶς, οἱ δὲ δὴ ἀξιώτεροι ταῦτά τε καὶ οἷς θεραπεύσουσι τοὺς θεούς.

[3] καὶ ἀγρόθεν ἄγεται βοσκήματα καὶ οἶνος καὶ τἄλλα ὅσα ἂν ἐξ ἀγροῦ γένοιτο, ἐσθῆτάς τε ἐκκαθαίρουσι καὶ σπεύδει ἕκαστος ὅπως ἂν διὰ πάντων ἑορτάσῃ. τοῖς δὲ ἐνδεεστέροις παρὰ τῶν εὐπόρων ἔστιν ἱμάτια χρησαμένοις κοσμεῖσθαι.

[4]

ἐπιστάσης δὲ τῆς κυρίας ἱερεῖς μὲν ἀνοίγουσι τὰ ἱερὰ καὶ ἀγαλμάτων ἐπιμελοῦνται καὶ οὐδὲν τῶν εἰς κοινὸν φερόντων ῥᾳθυμεῖται. μεσταὶ δὲ αἱ πόλεις ὄχλου τῶν ὁμόρων συρρεόντων ἐπὶ τὰ δρώμενα, τῶν μὲν πεζῇ, τῶν δὲ ναυσίν.

[5] ἡλίου δὲ ἀνίσχοντος ἐν ἐσθήμασι λαμπροῖς ἐπὶ τὸν νεὼν φοιτῶσι θεραπεύσοντες θεὸν τοῦτον ᾧ τελεῖται ἡ πανήγυρις. ἡγεῖται μὲν οὖν ὁ δεσπότης φέρων λιβανωτόν, ἕπεται δὲ ὁ οἰκέτης ἱερεῖον κομίζων. καὶ πατράσι συνομαρτοῦσιν υἱεῖς, οἱ μὲν ἤδη αἰσθανόμενοι θεῶν ἰσχύος, οἱ δὲ κομιδῆ νέοι.

[6] ὁ μέν τις ἄπεισι τεθυκώς, ὁ δὲ ἔρχεται τοῦτο δράσων. εὐχαὶ δὲ πολλαὶ πανταχοῦ καὶ πρὸς ἀλλήλους ῥήματα εὔφημα. γυναικῶν ἱερεῖα μὲν ἐν ἱεροῖς, ταῖς δὲ ἄλλαις ἀρκεῖ θεάσασθαι τὸν ὅμιλον τῶν ταῦτα ποιούντων.

[7] ἐπειδὰν δὲ αὐτοῖς εὖ ἔχῃ τὰ πρὸς τοὺς δαίμονας, διαδέχονται τράπεζαι, ἐν αἷς ὕμνοι μὲν αὐτοῦ τοῦ τιμωμένου τῇ πανηγύρει θεοῦ, φιλοτησίαι δὲ καὶ ᾄσματα, σπουδαῖα μὲν τὰ τῶν σπουδαίων, εἰς δὲ γέλωτα πεποιημένα τὰ τῶν μὴ τοιούτων.

[8] ἑστιῶνται δὲ οἱ μὲν ἐν τοῖς ἱεροῖς, οἱ δὲ οἴκοι. καὶ δέονται πολῖται ξένων παρὰ σφίσιν εὐωχεῖσθαι. καὶ ἐν τῷ πότῳ φιλίαι μὲν ἀρχαῖαι βεβαιοῦνται μειζόνως, αἱ δὲ ἀρχὴν λαμβάνουσιν. ἐξανιστάμενοι δὲ οἱ μὲν τοὺς ξένους παραλαμβάνοντες δεικνύουσιν ὅ τι ἐν τῇ πόλει θέας ἄξιον, οἱ δὲ ἐν ἀγορᾷ συγκαθήμενοι διαλέγονται σὺν φαιδρότητι, κατηφὴς δὲ οὐδείς, ἀλλὰ ἀνεῖται πρὸς εὐφροσύνην τὰ πρόσωπα.

[9] χρεῶν εἰσπράξεις ἠρεμοῦσι καὶ πᾶν ὅ τι λυπηρὸν ἐν δευτέρῳ γίνεται. γραφαὶ δὲ ἡσυχάζουσι καὶ δικαστὴς οὐ ψηφίζεται. τὰ δὲ ἡδονὴν ἔχοντα μόνα ἀνθεῖ καὶ οὐδὲ οἰκέταις πληγῶν φόβος, παιδαγωγοὶ δὲ τοῖς νέοις ἥμεροι. δειπνεῖν δὲ ἔνι τῆς ἑσπέρας λαμπρῶς.

[10] ἔνθα δὴ πολλοὶ μὲν λαμπτῆρες ὡς ἐμπεπλῆσθαι φωτὸς τὸ ἄστυ, πολλοὶ δὲ κωμασταὶ καὶ αὐλῶν εἴδη καὶ συρίγγων ‹καὶ› ἐν στενωποῖς ᾠδαὶ τῶν μὲν τὰ αὐτὰ ᾀδόντων, τῶν δὲ οὐ τὰ αὐτά. τότε καὶ εἰς μέθην πιεῖν οὐ πᾶν ὄνειδος. δοκεῖ γάρ πως καὶ τούτου τὴν αἰσχύνην ὁ καιρὸς ἀφαιρεῖν.

[11] τῇ δὲ ὑστεραίᾳ τὸ μὲν θεῖον οὐκ ἀμελεῖται, βραχύτεροι δὲ οἱ τῇ προτεραίᾳ θεραπεύσαντες στείχουσιν ἐπὶ τὰ θεάματα, οἷς μέν εἰσι στίχων ἅμιλλαι, ἐπὶ ταῦτα, οἷς δὲ ἐν ταῖς σκηναῖς, ἐπ' ἐκεῖνα.

[12] καὶ ἡ τρίτη δὲ οὐ πολὺ τούτων λείπεται, καὶ συνεκτείνονται τῷ χρόνῳ τῶν ἑορτῶν αἵ τε θυμηδίαι καὶ τὸ τῆς γνώμης φαιδρόν. ληγούσης δὲ πανηγύρεως εὐχὴ περὶ τοῦ μέλλοντος ἰδεῖν αὖθις τὴν πανήγυριν αὐτοὺς καὶ παῖδας καὶ ἐπιτηδείους. καὶ ἀπίασιν οἱ ξένοι καὶ πολῖται παραπέμπουσιν. [30] [t]

Κάλλους.

[1]    Τήμερον εἶδον κόρην ἐκ θυρίδος προκύπτουσαν καὶ ἰδὼν ἑαλώκειν εὐθύς. ἔμπνουν γὰρ ἐδόκουν τὴν Σελήνην ὁρᾶν ἐπὶ γῆς ἢ μεταπεπλάσθαι τὴν Ἀφροδίτην εἰς ἄνθρωπον καὶ πείθειν εἶχον ἐμαυτὸν ὡς ἀΰλῳ κάλλει τὸ πρόσωπον ἰνδαλμάτισται.

[2] Ἔρως γὰρ ἐκ τῶν ἐκείνης ὀμμάτων ἐτόξευε. καὶ προκατελάμβανε τὴν θέαν ἡ τόξευσις. καί πως ὀφθαλμοὶ μὲν τὸ κάλλος ἐθαύμαζον, ψυχὴ δὲ τῆς ὀδύνης ᾐσθάνετο καὶ βλέπειν ἐθέλων ἀπέθανον. καὶ τὸ μὲν κάλλος γλυκύ, ἡ δὲ τρῶσις πικρά.

[3] καί πως γλυκύτερον ἦν τὸ λυπεῖν. τῶν γὰρ ὀφθαλμῶν λιχνευομένων εἰς ὅρασιν τὸ κάλλος εἰς τὴν ψυχὴν διωλίσθαινε καὶ πῦρ ἐρωτικὸν τὸ πᾶν ἐλυμαίνετο. τίς γὰρ ἂν ἐκείνης τὸ κάλλος ὑπογράψαιτο; τίς παραδοίη γραφῇ; τίς διαμορφώσειε τοῖς χρώμασι; [4] καλὸς Ἀπελλῆς καὶ λόγος τούτου πολύς, ἀλλὰ μέχρι ταύτης καλός. καί πως ἐπιγραφέτω τῇ Τύχῃ καὶ χάριτας, ὅτι πρὸ ταύτης ἠρίστευσε καὶ τῆς ζωγραφικῆς ἐδείκνυ τὸ ἔντεχνον καὶ κάλλος οὐκ εἶχεν ὁρᾶν ὑπερνικῶν χειρὸς ἔντεχνον μίμημα. ἀλλ' ἔσχεν ἂν κἀκεῖνος τῆς συμφορᾶς παρηγόρημα τὸ κάλλος ὁρᾶν ἐπὶ γῆς εὐτονοῦν καὶ τῶν ὀμμάτων τὴν δύναμιν καὶ ταὐτὸν ὑπομένειν τοῖς πειρωμένοις κάλλος ἡλίου παραδοῦναι τοῖς χρώμασι.

[5] κάλλιστος οὖν ζωγράφος καλλίστης κόρης ἡ ἐμὴ ψυχή. ἀχρωματίστως γὰρ τὸ κάλλος ὁρᾷ παρ' ἑαυτῇ ‹καὶ› συμμεμόρφωται. καὶ νῦν ὁρᾶν τὴν εἰκόνα πεφάντασται. καὶ πολέμιον ὁ τεχνίτης ἔχει τὸ τέχνασμα. μεμψαίμην ‹ἂν› τοῖς ἐμοῖς ὀφθαλμοῖς, ἀλλ' οὐκ ἀμόρφου κόρης ἠράσθησαν, ἀλλὰ τῇ ψυχῇ, ὅτι πέπονθεν, ἀλλ' ἡδὺ τὸ πάθος καὶ τοῦ πάθους μᾶλλον ὁ θάνατος, ἵν' ἔχῃ στεφανηφορεῖσθαι τῷ Ἔρωτι τοιούτου γενόμενος κάλλους ἀγώνισμα.

[6] ἔγωγε οὖν ἐξ εὐπορίας ἠπόρημαι καὶ λέγειν ἔχων πολλὰ ταῖς τῶν πολλῶν ὑπερβολαῖς ἀνακρούομαι καὶ τὴν εὐπορίαν τοῦ λόγου ἀπορία σιγῆς διαδέχεται. οἶδε τὸ πάθος ψυχὴ κἀκείνη σοφιστεύει τὸν ἔρωτα καὶ δι' ὧν ἐπεπόνθει δείξει τοῦ κάλλους τὴν δύναμιν.

[7] δοκῶ τὴν κόρην τὸν τῆς Ἀφροδίτης κεστὸν διαζώννυσθαι καὶ διὰ ταύτης τοὺς νέους θηρᾶν ἢ μεταπλασθῆναι τὴν ἄϋλον πρὸς παχύτητα σώματος, ἀλλ' οὐκ ἦν τὸ κάλλος ἐκεῖνο θεᾶς, κόρης ἦν καὶ καλῆς.

[8] ἐκεῖνό τις ἰδὼν ἐπεύξαιτο ἂν θανεῖν, εἰ προσψαύοιτο. ἐπηυξάμην τοῦτο κἀγώ, ἀλλ' ἀτέλεστος ἦν ἡ εὐχή. περὶ ἐκεῖνο τὸ πρόσωπον περιεχόρευον Χάριτες καὶ μεταρσίους τοὺς πόδας ἐκούφιζον, ἵνα μὴ τοῦ κάλλους προσψαύοιντο, καὶ πλέον αἱ παρειαὶ τοῦ συνήθους ἐφοινίσσοντο. αἱ Μοῦσαι περὶ τὴν κόρην ὡμάρτουν καί τι λέγειν τοῦ Κάλλους οὐκ εἶχον ἐπάξιον. Ἔρως εὐτύχει παρ' αὐτῇ τὰ τόξα τείνων καὶ πικρὸν ἐπαλείφων τοῖς βέλεσι φάρμακον καὶ ταῖς βολαῖς τῶν ἐκείνης ὀμμάτων ἐμπιστεύων τὴν τόξευσιν.

[9] ἵστατο γοῦν ἡ κόρη μέσον Μουσῶν καὶ Χαρίτων καὶ Ἔρωτος ταῖς μὲν παγκάλως συμπαίζουσα, τοῦ δὲ τὴν βελοθήκην κενοῦσα ταῖς τῶν ὀμμάτων τοξεύσεσιν. ἔνθα γὰρ εἶδεν, ἐκεῖ τὸ βέλος πικρὸν προσεπήγνυτο, καὶ μάτην ἐδείκνυτο Πάνδαρος φιλοτίμῳ λόγῳ ἐπικεκλημένος ἀντίθεος. ἐκείνη γὰρ ὑπερενίκα τὰς Χάριτας καὶ Μοῦσα μᾶλλον ἦν τῶν Μουσῶν καὶ δέσμιον εἶχε τὸν Ἔρωτα.

[10] δοκῶ πως κἀκεῖνον τὰς τοῦ Κάλλους μαρμαρυγὰς ἐκπληττόμενον. εἰ γὰρ οὑτωσὶ τὴν φύσιν οὐσίωτο ὥστε διολισθαίνειν μικρὸν πρὸς ἐμπάθειαν, ὅλος ἂν ἐκεῖνος τοῦ ἔρωτος καὶ ἔρως ἂν ἕτερος ἐγεγόνει τῷ Ἔρωτι.

[11]    Ἔγωγ' οὖν τὰς πλατείας διερχόμενος ἔφιππος μέχρις ἐκείνης εἶχον τὸ εὔτονον, τὸ πᾶν γὰρ ἐκεῖσε νενάρκωτο, καὶ τῆς ἡμιόνου τὸ ἄτακτον χεὶρ ἐπαφῶσα βιαίως ἐκόλαζε. κἀκείνη τὸν χαλινὸν ἐνδακοῦσα πρὸς ὕψος ἐκύρτου τὸν τράχηλον καί πως ἀτακτεῖν περὶ τὴν πάροδον ἤθελεν.

[12] εἶδον γὰρ Κάλλους καλὸν ὄμμα προσμειδιῶν καὶ ταῖς διαλόξοις στροφαῖς χαριτούμενον, ὀφρῦν ἑλικοειδῆ τὴν ἀψῖδα περιτορνεύουσαν, παρειὰς τῷ συμμέτρῳ τῆς χροιᾶς καὶ μηλέας ὑπεραυγαζούσας τὸ φοίνιγμα, βόστρυχον πρὸς τὼ ὦτε περικλώμενον παρασύροντα τοὺς ἀνθέρικας κἀκείνους οὔλους καὶ χρυσοειδὲς ἐπαυγάζοντας.

[13] τὸ δὲ τῆς κόμης ξάνθουλον ‹ἐν› ταῖς παρειαῖς εὐναζόμενον πρὸς μὲν τὸ συγγενὲς τοῦ φοινίγματος καί τι χρυσαυγίζον ἐμίγνυε, πρὸς δέ γε τὸ λευκόχρουν χρυσοειδῆ τὰ πάντα παρέτεινεν, ἐδέχετο δὲ καὶ αὐτὸ ἐκ τῆς τῶν ἐκεῖθεν χρωμάτων αὐγῆς καί πως ἀντέχρωζεν ἡδέως πρὸς ἕκαστα.

[14] καὶ παράδεισος ἀνθέων ἐδόκει τὸ πρόσωπον. εἶδον καὶ χείλη καὶ νῦν λειποθυμῶ πρὸς τὴν ἔκφρασιν. γυρόθεν γὰρ ἡ λευκότης θαυμασίως πρὸς τὸ φοίνιγμα διετόρνευσε, μέσον δ' ἐκεῖνο καθαρῶς ἐφοινίττετο. καὶ ῥόδον εἶχον ὁρᾶν περιτετειχισμένον ταῖς κάλυξι μόνον μὴ φέρον τὴν ἄκανθαν. ἱκανὸν γὰρ ἡ ἐμὴ ψυχὴ προανήρπασε καὶ ἡ γνῶσις ἐξ ἀρχῆς προσεπέπηκτο.

[15]

ὅσον δὲ εἰκὸς ἦν ἐκ τῶν χειλέων τεκμαίρεσθαι, μαλθακὸν ἂν εἶχον ἴσως τὸ φίλημα, σίμβλον γὰρ ἦν μελισσῶν. καί πως εἰ ἔφθη μικρὸν ὑποφθέγξασθαι, εἶδον ἂν τάχει καὶ μέλι καταρρέον ἐκ στόματος καὶ γλῶσσαν περιλιχμαζομένην τὸ γλύκυσμα καὶ τὸ φοίνιγμα καθυγραίνουσαν.

[16]    Κάλλος οὖν τοιοῦτον ἰδὼν πόθου παντὸς διεστάλαξα δάκρυον, ᾤκτειρον γάρ μου τὸ πάθος καὶ οἱ ὀφθαλμοί. ἀλλ' οὐκ εἶδεν ἡ κόρη τὰ δάκρυα. εἰ γὰρ εἶδεν, ἠλέησεν ἂν τὸν διὰ τὸ κάλλος ἐκείνης δακρύσαντα. σοβαρὸν γὰρ οἷον πρὸς ἡμᾶς ἐνητένιζε. καὶ τὸ βλέμμα θάνατος ἦν. τὸ γὰρ ὄμμα πρὸς τὸν τῆς ἡμιόνου διαλοξεύσασα πάταγον ἕτερον εἰς τὴν ἐμὴν ψυχὴν ἐπέτεκε πάταγον.

[17] ἤθελον οὖν ὁρᾶν τολμηρῶς καὶ ζόφος εἶχε τὸν ὀφθαλμόν, καὶ θέλων βλέπειν οὐκ ἔβλεπον. ἀντωθούμην γὰρ πρὸς ἔλεον, ἐβουλόμην ἀφιέναι φωνήν, ἀλλ' ἐπεῖχε ταύτην αἰδώς. καί ποτε τὸ πάθος ἐνίκησε καὶ τῇ γλώττῃ τόλμαν ἐνέθηκε. καί τι λιγυρὸν ἠβουλήθην προσφθέγξασθαι, ἀλλ' ἡ κόρη πρὸ τῆς φωνῆς, ὡς ὄρθιος ‹φιλεῖ› περικλασθῆναι κυπάριττος, λειποψυχεῖν με τὸν τολμηρὸν παρεσκεύασεν.

[18] ᾠκτείρησεν Ἔρως τὴν συμφορὰν καὶ παρὰ τῇ κόρῃ τὸ πτερὸν ἡδίστως ὑπέσεισε καί πως ἔρωτι τὰς παρειὰς ὑπηνέμωσε. τῆς δὲ σπασάσης καὶ λοξευσάσης τὸν ὀφθαλμὸν πρὸς τὸν Ἔρωτα τὸ πτερὸν διερρύη καὶ τῆς χειρὸς τὸ τόξον ἐκπεπτώκει καὶ δοῦλος κόρης καλῆς ὁ πολλῶν δεσπότης ἐδείκνυτο.

[19] ἐγὼ δὲ τοσαῦτα κατιδὼν πεπονθότα τὸν Ἔρωτα δειλὸς ἀριστεὺς ἐγεγόνειν εὐθὺς καὶ καθορῶν τὸν δεσπότην δουλούμενον δρασμὸν αὐτὸς ἐβουλευόμην ὑπότρομος. μόλις οὖν ἐκεῖ καταλιπὼν τὴν ψυχὴν οἴκαδε τὸ σῶμα νεκρὸν ἀπεκόμισα.