13397 577 2 50 28 0 II d. C. Medicina Galenus IX De placitis Hippocratis et Platonis De Lacy, P., Berlin, Akademie-Verlag, 1978. 66

Galenus - De placitis Hippocratis et Platonis IX

[1]

[1]   Ἐπειδὴ περὶ πάντων ὧν ἀμφότεροι λέγουσιν ὁ Ἱπποκράτης καὶ ὁ Πλάτων ἐπισκέψασθαι προὔκειτο, λέλεκται δ' ἤδη περὶ τῶν μεγίστην δύναμιν ἐχόντων εἰς ἰατρικήν τε καὶ [2] φιλοσοφίαν, καιρὸς ἂν εἴη τραπέσθαι πρὸς τἆλλα. φαίνεται δ' ἐν αὐτοῖς οὐ σμικρὰν δύναμιν ἔχον ἐπίστασθαι διακρίνειν ἀπ' ἀλλήλων τὰ ὁμοιότατα· οὐ μόνον γὰρ ὅπου κοινωνοῦσιν ἐπίστασθαι χρήσιμον, ἀλλὰ πολὺ μᾶλλον ἐν οἷς διαφέρονται.

[3]    τὴν ἀρχὴν οὖν ἀπὸ τούτων ποιησόμεθα, δεικνύντες ὅτι τε καθόλου περὶ αὐτῶν ὡσαύτως ἀπεφήναντο, διά τε τῶν ἐν εἴδεσι παραδειγμάτων ὁ μὲν τῆς ἰατρικῆς τέχνης ὁ δὲ τῆς φιλοσοφίας ἐγύμνασαν ἡμᾶς, καὶ τρίτον, ὅτι διὰ αὐτῶν ὧν ἐγύμνασαν ἐδίδαξαν ὁδὸν ᾗ προϊόντες [4] ἐπὶ τὸ προκείμενον ἀφιξόμεθα. καθόλου μὲν οὖν ὁ Ἱπποκράτης ἀπεφήνατο περὶ ‹αὐτ›ῶν, ‹ὡς› πλάνας καὶ διαπορίας καὶ τοῖς ἀγαθοῖς ἰατροῖς παρέχει, ὁ δὲ Πλάτων ὧδε· "δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς εἰδέναι."

[5]    ὅπως δ' ἄν τῳ περιγένοιτο τοῦτο, ὁ Πλάτων σε διδάξει λέγων· "ἆρ' οὖν οἷός τέ ἐστιν ἀλήθειαν ἀγνοῶν τις ἑκάστου τὴν ‹τοῦ› ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς [6] ἄλλοις διαγιγνώσκειν; ἀδύνατον." ὅπως δ' ‹ἂν› τὴν ἀλήθειαν ἑκάστου τῶν ζητουμένων εὑρίσκοι τις, ἄκουσον ἐμοῦ πρότερον διηγησαμένου σαφῶς τε καὶ διὰ συντόμων, ἃ δ' ἂν ἀκούσῃς, [7] τῇ μνήμῃ παραθέμενος ἐπὶ τὰς ἐκείνων ἧκε ῥήσεις. ἐγὼ δή σοί φημι τὴν τῶν ζητουμένων ἀλήθειαν εὑρεθήσεσθαι πρῶτον μὲν γνόντι τὴν ἀρχὴν τῆς ἐπ' αὐτὴν ὁδοῦ· ταύτης γὰρ ἁμαρτὼν εἰς πολλὴν ἄλην τε καὶ πλάνην ἀφίξῃ λόγων.

[8]    διὰ τῶν αὐτῶν δὲ κριτηρίων δι' ὧν τὴν ἀρχὴν εὗρες, εὑρήσεις καὶ τὸ μετὰ τὴν ἀρχὴν δεύτερον, εἶθ' ὁμοίως τὸ τρίτον καὶ ἕκαστον τῶν ἐφεξῆς. πῶς οὖν ἐστι τὴν ἀρχὴν εὑρίσκειν; [9] ἐπειδὴ καὶ ὁ Πλάτων ἐπαινέσας τὴν παροιμίαν ἐν ᾗ λέγομεν, "ἀρχὴ δέ τοι ἥμισυ παντός," αὐτὸς προσέθηκε τὸ "μέγιστον," εἰπὼν ἀρχὴν παντὸς ἔργου μέγιστον εἶναι, ὥσπερ καὶ ἄλλοι τινὲς οἱ μὲν οὐ μόνον τὸ ἥμισυ τοῦ παντὸς εἶναι τὴν ἀρχὴν ἔφασαν, ἀλλὰ καὶ πλέον ἢ τὸ ἥμισυ, τινὲς δὲ καὶ τὸ πᾶν δυνάμει. [10] δείξομεν οὖν ἤδη πῶς ἄν τις εὑρίσκοι τὴν ἀρχὴν τῆς τῶν ζητουμένων εὑρέσεως, ἀναμνήσαντες ἃ διὰ μακρῶν ἔν τε τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ λέλεκται καὶ κατ' ἄλλας τινάς. εἰ μὲν γὰρ οὐδὲν ἡμῖν ἐστι φυσικὸν κριτήριον, οὐδὲ τεχνικὸν οὐδὲν εὑρεῖν δυνησόμεθα· φυσικὰ δ' ἔχοντες εὕροιμεν [11] ἄν τι καὶ τεχνικόν. ἆρ' οὖν ἔχομέν τινα φυσικὰ κριτήρια κοινὰ πάντες ἄνθρωποι; οὐδὲ γὰρ ἐνδέχεται φυσικὰ λέγειν [αὐτὰ] τὰ μὴ κοινὰ πάντων ὄντα· χρὴ γὰρ δήπου τὰ φυσικὰ πρὸς τῷ πάντων εἶναι κοινὰ καὶ τὴν φύσιν ἔχειν κοινήν.

[12]    ἐγὼ μὲν ἔχειν φημὶ πάντας ὑμᾶς φυσικὰ κριτήρια καὶ τοῦτ' ἀναμιμνήσκων οὐ διδάσκων οὐδ' ἀποδεικνὺς οὐδ' ὡς αὐτὸς εἰρηκὼς λέγω.

[13] τίνα δὲ [ἐστὶ] ταῦτα;

   τοὺς κατὰ φύσιν ἔχοντας τῶν ὀφθαλμῶν ὁρῶντας τὰ ὁρατὰ καὶ ‹τὰ› κατὰ φύσιν ἔχοντα τῶν ὤτων ἀκούοντα τὰ ἀκουστὰ καὶ γλῶτταν γευομένην χυμῶν καὶ ῥῖνας ὀσμῶν καὶ σύμπαν τὸ δέρμα τῶν ἁπτῶν, ἐπὶ δὲ τούτοις τὴν γνώμην ἢ ἔννοιαν ἢ ὅ τί ποτ' ἂν ἐθέλῃ τις ὀνομάζειν,

   ᾧ διαγιγνώσκομεν ἀκόλουθόν τε καὶ μαχόμενον καὶ ἄλλα ἃ καταπέπτωκε τούτοις, ἐν οἷς ἐστι καὶ διαίρεσις καὶ σύνθεσις ὁμοιότης τε καὶ ἀνομοιότης, ἀφ' ὧν ὁ παρὼν ὡρμήθη λόγος.

[14]    ὁ μὲν οὖν Ἱπποκράτης οὕτως ἔγραψε περὶ αὐτῶν· "ἢ ὅμοια ἢ ἀνόμοια, ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων καὶ ῥηΐστων, ἀπὸ τῶν πάντως πάντη γιγνωσκομένων, ἃ καὶ ἰδεῖν καὶ ἀκοῦσαί ἐστιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι, οἷς γιγνώσκομεν ἃ πᾶσίν ἐστι γνῶναι."

[15]    ταύτην τὴν ῥῆσιν ἐξηγησάμενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ κατ' ἰητρεῖον ὑπομνημάτων οὐδὲν ἔτι δέομαι διέρχεσθαι νῦν, ἀλλ' ἀρκέσει τὰ κεφάλαια μόνον αὐτῆς εἰπεῖν, ὅτι πρὸς τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων ἀκριβῆ διάγνωσιν ἀφικνεῖσθαι χρὴ τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούμενον ἀπὸ τῶν φυσικῶν [16] κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ γνώμη· καλεῖν δ' ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί μοι πολλαχόθι, καὶ διάνοιαν καὶ νοῦν καὶ λογισμὸν ἢ ὅπως ἄν τις ἐθέλῃ φυλάττων τὴν ἔννοιαν ὡς Ἱπποκράτης βούλεται.

[17]    ὡς γὰρ τῶν αἰσθητῶν αἴσθησίς ἐστι τὸ κριτήριον, οὕτω τῶν νοητῶν ἑτέρα τις δύναμις, ἣν ὅπως ἄν τις ὀνομάζειν βούληται, συγχωροῦμεν αὐτῷ, μή [18] πως ἡμῖν τὸ πάρεργον τοῦ ἔργου μεῖζον γένηται. χρώμεθα γὰρ ὀνόμασι καὶ ὅλως τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν ψυχὴν δόξας ἃς ἐκ τοῦ σκοπεῖσθαι τὴν τῶν πραγμάτων φύσιν ἐκτησάμεθα. γελοῖον οὖν ἐστι καταλιπόντας τοῦτο περὶ τῶν ὀνομάτων ἁμιλλᾶσθαι.

[19] πῶς δέ φησιν ὁ Ἱπποκράτης τὴν τῶν πραγμάτων εὑρίσκεσθαι φύσιν;

   ἐὰν ἀπὸ τῶν μεγίστων καὶ ῥῄστων ἀρξώμεθα· μεγίστων μὲν κατὰ τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡμετέραν γνῶσιν. ἡ γάρ τοι φύσις ἄμφω ταῦθ' ἡμῖν ἔδωκεν, αὐτά τε [20] τὰ κριτήρια καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως. αὐτὰ μὲν οὖν τὰ κριτήρια τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώμεναι τοῖς ὀργάνοις δυνάμεις· ἡ δὲ πίστις αὐτῶν ἀδίδακτός τε καὶ φύσει οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς [21] ἄλλοις ζῴοις ὑπάρχουσα. καὶ γὰρ ὁρῶντα τὰ προσιόντα καὶ ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει μὲν αὐτίκα μείζονος ὀφθέντος ζῴου, μένει δὲ κατὰ χώραν, ἐὰν ἐλάττονός τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται.

[22]    εἰ μὲν οὖν ἀπιστεῖ τις τοῖς δι' αἰσθήσεως ἢ νοήσεως ἐναργῶς φαινομένοις, οὐδ' ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεμιᾶς· εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ πιστεύοντες [23] ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο. καὶ ἡμεῖς εὐτυχέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσμέν, ὅτι τὰ χρήσιμα πολλῷ χρόνῳ μετὰ καμάτων τε καὶ φροντίδων εὑρεθέντα τοῖς πρὸ ἡμῶν αὐτοὶ μανθάνομεν ὀλίγῳ χρόνῳ.

[24]    ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου μὴ κατὰ τὸ πάρεργον ἀσκῶμεν τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσιν ἀεὶ φροντίζωμεν, οὐδὲν κωλύει τῶν ἔμπροσθεν ἡμᾶς [25] γενέσθαι βελτίους. πῶς οὖν γυμνασόμεθα καὶ ἀσκήσομεν ἡμᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάμενοι, καθάπερ ὁ Ἱπποκράτης εἶπε. ταῦτα γάρ ἐστι τὰ μεγάλην ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα διαφοράν.

[2]

[1]    Ἐρῶ δὲ καὶ παράδειγμά σοι παρ' ἑκατέρου τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας. ὁ μὲν οὖν Ἱπποκράτης οὕτως [2] φησὶν ἐν Προγνωστικῷ· "σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασι· πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ· οὕτως γὰρ ἂν εἴη ἄριστον· τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον· εἴη δ' ἂν τὸ τοιοῦτον· ῥὶς ὀξεῖα, [3] ὀφθαλμοὶ κοῖλοι," καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα. φαίνεται γὰρ ἐν τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πεποιημένος, ἅπερ καὶ μέγιστ' ἐστὶ καὶ πᾶσι γνωσθῆναι ῥᾷστα. [4] ταῦτα δέ τις προμαθὼν δυνήσεται κατὰ βραχὺ μεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλων ἀφικέσθαι ποτέ, καθάπερ ἐπεδείξαμεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν Ἱπποκράτην.

[5] ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν, ἡνίκα πεποίηκεν ἐν Πολιτείᾳ παρακαλούμενον Σωκράτην ὑπὸ Γλαύκωνός τε καὶ Ἀδειμάντου διελεῖν αὐτοῖς πάντα τὸν [6] περὶ τῆς δικαιοσύνης λόγον. ἐπειδὴ γὰρ ἠπίστατο δεησόμενος αὐτῶν εἰς τὸ δεῖξαι τὸ προτεθέν, ὡς οὐκ ἔστι μία τῆς ὅλης ἡμῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως ἀξιοῖ ποιήσασθαι τὸν λόγον.

[7]    ἔχει δ' ἡ λέξις ὧδε· "εἶπον οὖν ὅπερ μοι ἔδοξεν, ὅτι τὸ ζήτημα ᾧ ἐπιχειροῦμεν οὐ φαῦλον ἀλλ' ὀξὺ βλέποντος, ὡς ἐμοὶ φαίνεται. ἐπειδὴ οὖν ἡμεῖς οὐ δεινοί, δοκῶμοι, ἦν δ' ἐγώ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ οἵανπερ ἂν εἰ προσέταξέ τις γράμματα σμικρὰ πόρρωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν ὅτι τὰ αὐτὰ γράμματα ἔστι που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι· ἕρμαιον ἂν ἐφάνη, οἶμαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει.

[8]    πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ δικαίου ζητήσει καθορᾷς; ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαμέν, ἔστιν ἑνὸς ἀνδρός, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως; πάνυ γε, ἦ δ' ὅς. οὐκοῦν μείζων πόλις ἑνὸς ἀνδρός; μείζων, ἔφη.

[9] ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἐνείη καὶ ῥᾴων καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωμεν ποῖόν τί ἐστιν, ἔπειτα οὕτως ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ μείζονος ὁμοιότητα ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες."

[10]    προγυμνάσας οὖν ἡμᾶς ἐπὶ πόλεως ὁ Πλάτων καὶ δείξας ὅτι ἄλλο μέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεμοῦν καὶ τρίτον ἄλλο τὸ δημιουργικὸν ἔθνος ἐν αὐτῇ, μεταβὰς τοὐντεῦθεν ἐπὶ τὴν ψυχὴν καὶ κατ' αὐτὴν ἐπιδείκνυσιν ἓν μέν τι μέρος εἶναι τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν ‹ἐν› αὐτῇ, καθάπερ ἐν ταῖς πόλεσιν ὑπηρετεῖ τὸ στρατιωτικόν, τρίτον δὲ τὸ λοιπόν, ὃ τοῦ τρέφεσθαι τὸ σῶμα χάριν οἱ δημιουργοῦντες ἡμᾶς προσέθεσαν, κἂν οἱ ἀγύμναστοι τοῦ διακρίνειν ἀπ' ἀλλήλων τὰς ὁμοιότητας ἓν εἶναι νομίζωσιν, οὐ τρία τὰ εἰρημένα μόρια τῆς ψυχῆς. [11] ὅπως οὖν χρὴ γυμνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδίδαξεν ὁ Πλάτων ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας ἐπί τε τῆς ψυχῆς τὸ μὲν κυριώτατον, ‹τὸ› τῆς διανοίας, ‹διακρίνας› ἐν τῷ τετάρτῳ βιβλίῳ, τὸ δὲ [12] ἑπόμενον αὐτῇ κατὰ τὰ ἄλλα. καιρὸς οὖν ἤδη καὶ τῶν εἰρημένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι. " ‑ ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον ἢ ὀλίγον; ‑ ἐν τοῖς ὀλίγον. ‑ ἀλλὰ μὴν κατὰ ‹σμικρὸν μετα›βαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα. ‑ πῶς δ' οὔ;

[13]    ‑ δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς διιδεῖν. ‑ ἀνάγκη μὲν οὖν. ‑ ἦ οὖν οἷός τ' ἔσται ἀλήθειαν ἀγνοῶν ἑκάστου τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα μικράν τε καὶ [14] μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ‑ ἀδύνατον. ‑ οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι' ὁμοιοτήτων τινῶν εἰσερρύη. ‑ γίγνεται γοῦν οὕτω.

[15]    ‑ ἔστιν οὖν ὅπως τεχνικῶς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων ἢ αὐτὸς τοῦτο διαφεύγειν ὁ μὴ ἐγνωρικὼς ὅ ἐστιν ἕκαστον τῶν ὄντων; ‑ οὐ μή ποτε. ‑ λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδώς, δόξας δὲ τεθηρευκὼς γελοίαν [16] τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται." ὅτι δ' ὡς Ἱπποκράτης ἔλεγε τινὰ μέν ἐστι ῥᾷστα γνωσθῆναι, τινὰ δ' οὐκ ἔστι, τὴν ἀρχὴν ἀπὸ τῶν ῥᾴστων ποιητέον, ἃ καὶ πᾶσιν ἀνθρώποις ὡμολόγηται διὰ τὴν ἐνάργειαν. οὕτω καὶ ὁ Πλάτων ἐγίγνωσκεν· μάθοις δ' ἂν ἐκ τῆσδε τῆς ῥήσεως αὐτοῦ·

[17]    " ‑ ἆρ' οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δ' ἔνια στασιαστικῶς; ‑ δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δ' εἰπὲ σαφέστερον. ‑ ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρ' οὐ τὸ αὐτὸ πάντες διενοήθημεν; [18] ‑ καὶ μάλα. ‑ τί δ', ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς; ‑ πάνυ μὲν οὖν. ‑ ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. ‑ οὕτω. ‑ ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν καὶ ἡ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται [εἶναι]; ‑ δῆλον ὅτι ἐν οἷς πλανώμεθα.

[19]    ‑ οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ ηὑρῆσθαι καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ μή. ‑ καλὸν γοῦν, ὦ Σώκρατες, [20] εἶδος εἴη ἂν κατανενοηκὼς ὁ τοῦτο λαβών. ‑ ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν, ἀλλ' ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν, ποτέρου ὂν τοῦ γένους τυγχάνει. ‑ τί μήν; ‑ τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή;

[21]    ‑ ‹τῶν› ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι συγχωρῆσαι εἰπεῖν ἃ δὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι καὶ αὖθις [22] ὡς μέγιστον τῶν ἀγαθῶν τυγχάνει; ‑ ἄριστα λέγεις." αὕτη μὲν ἡ ῥῆσις ἐν τῷ Φαίδρῳ γέγραπται διδάσκοντος αὐτοῦ μηδεμίαν ἀμφισβήτησιν ἔχειν τὰ τοῖς φυσικοῖς κριτηρίοις ἐναργῶς ὑποπίπτοντα, ἐν οἷς δ' ἤτοι μηδ' ὅλως ὑποπίπτει τοῖς κριτηρίοις τούτοις ἢ ἀμυδρῶς ὑποπίπτει, τὴν ἀμφισβήτησιν γίγνεσθαι· καὶ χρὴ γεγυμνάσθαι κατὰ ταῦτα διακρίνοντα τὰς τῶν πραγμάτων ὁμοιότητας.

[23]    ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα κατὰ τὰς τῶν ἐν αὐτοῖς ὁμοιότητας ἢ τὴν παραλλαγήν, ὡς κατά τι μὲν ὑπάρχειν ὅμοια, κατά τι δ' ἀνόμοια. καὶ χρὴ τῶν τοιούτων διαγνωστικὸν τὸν τεχνίτην εἶναι, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως δύνασθαι γνωρίζειν [24] εἰ ὅμοιά ἐστιν ἀλλήλοις ἢ ἀνόμοια. ὅπερ οὖν ἀεὶ καὶ λέγοντός μου καὶ γράφοντος ἀκούεις, ἀκούσῃ πάντως καὶ νῦν· ἡ καθόλου μέθοδος χωρὶς τοῦ γυμνασθῆναι κατὰ πολλὰ τῶν ἐν μέρει τεχνίτην ἀγαθὸν οὐχ οἵα τέ ἐστιν ἐργάσασθαι.

[25]    καὶ τοῦτ' ἐπὶ πασῶν ἔνεστί σοι θεάσασθαι τῶν τοιούτων· ἐπ' ἐνίων γε μὴν οὕτως ἰσχυρὰν δύναμιν ἔχον, ὡς τὴν μὲν καθόλου μέθοδον ἐνιαυτῷ μόνῳ δύνασθαι τελεώτατα μαθεῖν, τὴν δ' ἄσκησιν, εἰ μὴ δι' ὅλου τοῦ βίου [26] γένοιτο, κολούειν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ φαίνεταί γε σαφῶς οὖσα τοιαύτη τέχνη λογιστική τε καὶ ῥητορικὴ καὶ ἡ διὰ τῶν ὀργάνων ἐνεργοῦσα μουσική. τοσαύτης μὲν οὖν ἀσκήσεως ἀποδεικτικὴ μέθοδος οὐ δεῖται, χρῄζει μὴν οὐκ ὀλίγης καὶ αὕτη. γυμνάζεσθαι γοῦν χρὴ γυμνασίαν καθ' ἑκάστην ἄσκησιν τέχνης ἐν ὕλαις ὧν εἰς τὰς χρησίμους τῷ βίῳ πράξεις δεόμεθα.

[27]    κἂν γὰρ ὅτι μάλιστα τὴν φύσιν ἀρίστην τις ἔχων εἰς ὁτιοῦν ἔργον ἀμελήσῃ τῆς ἀσκήσεως, οὐδενὸς τῶν ἀπολειπομένων μὲν τῇ φύσει, πλεονεκτούντων δὲ τῇ κατὰ τὴν ἄσκησιν ἐπιμελείᾳ βελτίων [28] ἐστί. νόησον γοῦν τινα τῇ τε τῶν σκελῶν κατασκευῇ καὶ τῇ τοῦ παντὸς σώματος ῥώμῃ κάλλιστα διακείμενον, ἠμεληκότα δὲ τῆς φύσεως εἰς τοσοῦτον ὡς πρὸς τῷ μηδέποτε δραμεῖν ἔτι κἀν τῷ περιπατεῖν ἀεὶ βλακεύοντα διατελεῖν, ὡς ἀδύνατόν ἐστι τοῦτον Ὀλυμπιονίκην γενέσθαι χωρὶς τοῦ τὴν ἔμπροσθεν ἀργίαν ἀποθέμενον εἰς ἔθος ἑαυτὸν μεταστῆσαι γυμνασίων τῶν κατὰ φύσιν οὐδὲ τούτων τῶν τυχόντων, ἀλλὰ μάλιστα οἷά ἐστιν οἰκεῖα σκέλεσιν.

[29]    ὡς ἐάν γέ τις παραλαβὼν τὸν οὕτως πεφυκότα μεταβαίνειν μὲν ἐπὶ λεπτοῦ σχοινίου διδάξῃ, πρὸς ξύλον δὲ ὄρθιον ἀναρριχᾶσθαι, καθάπερ οἱ θαυματοποιοὶ διδάσκουσι τοὺς μαθητάς, οὐ μόνον οὐκ ἂν [ἕλοιντο νίκην] Ὀλυμπιονίκης, ἀλλ' οὐδὲ τῶν [30] ἐπιτυχόντων ἀνθρώπων ὠκύτερος ἄν ποτε ὀφθείη. τοῦτ' οὖν Ἱπποκράτει τε καὶ Πλάτωνι γέγραπται παραδείγματα γράψασιν εἴς τε τὰς τέχνας καὶ πάσας τὰς κατὰ τὸν βίον πράξεις χρήσιμα.

   παραθήσομαι δὲ ὀλίγα χάριν τοῦ συνοφθῆναι [31] τὴν ἰδέαν αὐτῶν. οὐ μὴν καὶ ἀρκεσθῆναί γε τούτοις ἀξιῶ τοὺς βουλομένους γενέσθαι τεχνίτας κατὰ τὰς τέχνας ἃς ἂν αὐτοὶ τυγχάνωσιν ἀσκοῦντες, ἀλλὰ γυμνάζεσθαι διὰ παντός, ὥσπερ οἱ ῥητορικοὶ γυμνάζονται καθ' ἑκάστην ἡμέραν ὑποθέσεις εὑρίσκοντες ἐπιτηδείους εἰς τὴν προκειμένην ἄσκησιν.

[3]

[1]    Εἰλήφθω δὴ παρὰ Πλάτωνος μὲν πρῶτον ὃ κατὰ τὸ πέμπτον τῆς Πολιτείας ἐδίδαξεν, ἔνθα περὶ τῆς τῶν γυναικῶν φύσεως ἄρχεται τῶν αὐτῶν ἐπιτηδευμάτων τοῖς ἀνδράσιν ἀξιῶν μετέχειν αὐτάς, ὡς ἂν καὶ τὴν αὐτὴν ἐχούσας [2] φύσιν, εἶτ' αὐτὸς ἀντιλαμβάνεται τοῦ λόγου. φησὶ δ' οὐκ ἂν ἴσως συγχωρῆσαί τινα τὴν αὐτὴν εἶναι φύσιν ἄρρενός τε καὶ θήλεος σώματος ἐπιδείκνυσί τε κατὰ τί τὴν αὐτὴν ἔφη.

[3]    ἔχει δ' ὁ σύμπας λόγος αὐτῷ κατὰ τάδε· "τὰς θηλείας τῶν φυλάκων κυνῶν πότερα ξυμφυλάττειν οἰόμεθα δεῖν ἅπερ ἂν οἱ ἄρρενες φυλάττωσι, καὶ ξυνθηρεύειν καὶ τὰ ἄλλα κοινῇ πράττειν ἢ τὰς μὲν οἰκουρεῖν ἔνδον ὡς ἀδυνάτους διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφήν, τοὺς δὲ πονεῖν τε καὶ πᾶσαν ἐπιμέλειαν ἔχειν περὶ τὰ ποίμνια; κοινῇ, ἔφη, πάντα· πλὴν ὡς ἀσθενεστέραις χρώμεθα, τοῖς δ' ὡς [4] ἰσχυροτέροις. οἷόν τ' οὖν, ἔφην ἐγώ, ἐπὶ τὰ αὐτὰ χρῆσθαί τινι ζῴῳ, ἐὰν μὴ τὴν αὐτὴν τροφήν τε καὶ παιδείαν ἀποδιδῷς; οὐχ οἷόν τε.

   εἰ ἄρα ταῖς γυναιξὶν ἐπὶ τὰ αὐτὰ χρησόμεθα καὶ τοῖς ἀνδράσι, τὰ αὐτὰ καὶ διδακτέον αὐτάς. ναί. μουσικὴ μὲν ἐκείνοις καὶ γυμναστικὴ ἐδόθη. ναί. καὶ ταῖς γυναιξὶν ἄρα τούτω τὼ τέχνα καὶ τὰ περὶ τὸν πόλεμον [5] ἀποδοτέον τε καὶ χρηστέον κατὰ ταὐτά." ἐν τούτοις καθόλου προειπὼν ὁ Πλάτων ὅτι τῶν αὐτῶν ἁπάντων ἐστὶ μεταδοτέον τῷ θήλει γένει, μετὰ ταῦτα καὶ περὶ γυμνασίων ὅσα γυμνοὶ γυμναζόμεθα, καὶ περὶ τῆς ἐπὶ τῶν ἵππων ὀχήσεως ὅσα τε πολέμων ἕνεκα διδάσκεται καὶ ἀσκεῖται, μετέχειν ἀξιοῖ καὶ τὰς γυναῖκας, ἐπ' αὐτῶν δ' ἀντιλαβόμενος τοῦ λόγου τάδε φησί·

[6]    "βούλει οὖν, ἦν δ' ἐγώ, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀμφισβητήσωμεν, ἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται; οὐδέν, ἔφη, κωλύει. λέγομεν δὴ ὑπὲρ αὐτῶν ὅτι ὦ Σώκρατές τε καὶ Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν· αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικίσεως ἣν ᾠκίζετε πόλιν, ὡμολογεῖτε δεῖν [7] κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν. ὡμολογήσαμεν, οἶμαι· πῶς γὰρ οὔ; ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν; πῶς οὐ διαφέρει; οὐκοῦν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν; τί μήν;

[8]    πῶς οὖν οὐχ ἁμαρτάνετε νυνὶ καὶ τἀναντία ὑμῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν πλεῖστον κεχωρισμένην φύσιν ἔχοντας; ἕξεις τι, ὦ θαυμάσιε, πρὸς ταῦτ' ἀπολογεῖσθαι;"

[9] ‹ἐπὶ› τούτοις εἰπών τινα περὶ τῆς ἀντιλογικῆς δυνάμεως ἐφεξῆς γράφει τὴν λύσιν τῆς ἀντιλογίας ὧδέ πως· [10] "κινδυνεύομεν οὖν ἄκοντες ἀντιλογίας ἅπτεσθαι.

   πῶς; τὸ ‹μὴ› τὴν αὐτὴν φύσιν ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων τυγχάνειν πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνομα διώκομεν, ἐπεσκεψάμεθα δὲ οὐδ' ὁπηοῦν τί εἶδος τὸ τῆς ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως καὶ πρὸς τί τεῖνον ὡριζόμεθα τότε, ὅτε τὰ ἐπιτηδεύματα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ τὰ αὐτὰ ἀπεδίδομεν. οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψάμεθα.

[11]    τοιγάρτοι, εἶπον, ἔξεστιν ἡμῖν ὡς ἔοικεν ἀνερωτᾶν ἡμᾶς αὐτοὺς εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κομητῶν καὶ οὐχ ἡ ἐναντία, καὶ ἐπειδὰν ὁμολογῶμεν ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτοτομῶσι, μὴ ἐᾶν κομήτας, ἐὰν δ' αὖ κομῆται, [12] μὴ τοὺς ἑτέρους. γελοῖον μέντ' ἂν εἴη, ἔφη. ἆρα κατ' ἄλλο τι, εἶπον ἐγώ, γελοῖον ἢ ὅτι τότε οὐ πάντως τὴν αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλ' ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον [ὂν] ἐφυλάττομεν τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα; οἷον ἰατρικὸν μὲν καὶ ἰατρικὴν τὴν ψυχὴν ὄντα τὴν αὐτὴν φύσιν ἔχειν ἐλέγομεν· ἢ οὐκ οἴει; ἔγωγε.

[13]    ἰατρικὸν δέ γε καὶ τεκτονικὸν ἄλλην; πάντως που. οὐκοῦν, ἦν δ' ἐγώ, καὶ τὸ τῶν ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φήσομεν ἑκατέρῳ δεῖν ἀποδιδόναι· ἐὰν δ' αὐτῷ τούτῳ φαίνηται διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δ' ἄρρεν ὀχεύειν, οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι ὡς πρὸς ὃ ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρός, ἀλλ' ἔτι οἰησόμεθα δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῶν καὶ τὰς γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γ', ἔφη.

[14]    οὐκοῦν μετὰ τοῦτο κελεύομεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡμᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευμα τῶν περὶ πόλεως κατασκευὴν οὐχ ἡ αὐτὴ ἀλλ' ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός; δίκαιον γοῦν. τάχα τοίνυν ἄν, ὅπερ σὺ ὀλίγῳ πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος ὅτι ἐν μὲν τῷ παραχρῆμα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν [15] χαλεπόν. εἴποι γὰρ ἄν. βούλει οὖν δεώμεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντος [μου] ἀκολουθῆσαι ἡμῖν, ἐάν πως ἡμεῖς ἐκεῖνο ἐνδειξώμεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως; πάνυ γε.

[16]    ἴθι δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου· ἆρ' οὕτως ἔλεγες τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς; καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἃ ἔμαθε σῴζοιτο; καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ' ἐναντιοῖτο; ἆρα ἄλλ' ἄττα ἐστὶν ἢ ταῦτα οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου; οὐδείς, ἦ δ' ὅς, ἄλλα φήσει.

[17]    οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων μελετώμενον ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ μακρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν πομάτων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή ‹τι› δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπολυ ἡττώμενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δ' ὅλον ἔχει ὡς σὺ λέγεις.

[18]    οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδὲ ἀνδρὸς διότι ἀνήρ, ἀλλ' ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δ' ἀνήρ, ἐπὶ πᾶσι δ' ἀσθενέστερον γυνὴ ἀνδρός. πάνυ ‹γε›. τί οὖν; ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δ' οὐδέν; [ἢ] καὶ πῶς; ἀλλ' ἔστι γάρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρική, ἡ δ' οὔ, καὶ μουσική, ἡ δ' [19] ἄμουσος φύσει. τί μήν; γυμναστικὴ δὲ ἄρ' οὔ, οὐδὲ πολεμική, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; οἶμαι ἔγωγε. τί δέ; φιλόσοφός τε καὶ θυμοειδής, ἡ δὲ ἄθυμος καὶ μισόσοφος; ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δ' οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν [20] φύσιν ἐξελεξάμεθα; τοιαύτην μὲν οὖν. καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἡ μὲν ἀσθενεστέρα, ὁ δ' ἰσχυρότερός ἐστι. φαίνεται. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ φυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ [21] ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ' ἐπιτηδεύματα οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι; ταὐτά.

   ἥκομεν ἄρα εἰς τὰ πρότερα περιφερόμενοι καὶ ὁμολογοῦμεν μὴ παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ μουσικήν τε [22] καὶ γυμναστικὴν ἀποδιδόναι. παντάπασι μὲν οὖν." ἐν τούτοις ἅπασιν ἐφ' ἑνὸς παραδείγματος τοῦ τῶν γυναικῶν ἐγύμνασεν ἡμᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ τί μὲν ὅμοια ταῖς φύσεσίν ἐστι, κατὰ τί δ' ἀνόμοια τὰ παραβαλλόμενα.

[23]    γυναῖκες γὰρ ἀνδράσιν ὅμοιαι μέν εἰσιν καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῷα, τουτέστιν ἐπιστήμης δεκτικά, καθόσον δὲ τὸ μὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ μάθημα βέλτιον, αἱ γυναῖκες δ' ἀσθενέστεραί τε καὶ χείρους, ἀνόμοιαί γε κατὰ τοῦτ' εἰσίν, ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι καθόσον αὗται μὲν ὑπάρχουσι θήλειαι καὶ διὰ τοῦτο πρὸς κύησιν ἐπιτήδειαι· ταῖς μὲν γὰρ γυναιξίν ἐστι μόρι' ἄττα τοῦ σώματος εἰς κύησιν ἀπὸ τῆς φύσεως παρεσκευασμένα, τοῖς δ' ἄρρεσιν οὐκ ἔστιν.

[24]    ὥστ' ἀληθῶς ἄν τις φαίη κατά τι μὲν ὁμοίως διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ' ἐναντίως. ἐπειδὰν μὲν οὖν τις κατὰ τὴν ὁμοιότητα τὴν μετάβασιν ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει, ἐπειδὰν δὲ κατὰ τὴν ἀνομοιότητα, ψεύσεται καὶ πολὺ μᾶλλον κατὰ τὴν [25] ἐναντίωσιν. ὡς γὰρ ὁ Ἱπποκράτης ἐν τῷ κατ' ἰητρεῖον ἔγραψε κελεύων ἡμᾶς "ἐξ ἀρχῆς ἢ ὅμοια ἢ ἀνόμοια" σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, "τὸ δ' ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον," οὕτως φαίνεται καὶ ὁ Πλάτων τὴν ἀπόδειξιν πεποιημένος ἐν τῇ προκειμένῃ ῥήσει.

[4]

[1]    Προσθῶμεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ' Ἱπποκράτους γεγραμμένων παραδείγματος ἕνεκα τοῦ διακρίνειν ἐν τοῖς παραβαλλομένοις καθ' ὅσον ὅμοιόν ἐστι καὶ ‹καθ'› ὅσον ἀνόμοιον. ἔστι δ' ἡ λέξις ἐκ τοῦ περὶ ἄρθρων συγγράμματος ὧδέ πως [2] ἔχουσα· "γιγνώσκειν δ' εἰ ἐκπέπτωκεν ὁ βραχίων τοισίδε χρὴ τοῖσι σημείοισι· τοῦτο μέν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγματι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς μὴ τἀλλότρια ἄρθρα καθορῶντα, ἄλλοι γὰρ μᾶλλον ἄλλων ἔξαρθροι πεφύκασιν, ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν ἀνόμοιον τὸ ὑγιὲς τῷ κάμνοντι.

   καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς, παραξύνεσιν δ' ἔχει πάνυ πολλήν· διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην [3] ταύτην ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν. πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθιστάνειν ἐς οἷάπερ τὸ ὑγιεινὸν σῶμα σχηματίζεται. προξυνιέναι οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος.

[4]    τοῦτο δ' ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου. παραξύνεσιν μὴν κἀν τούτῳ ἔχει τινά, ἀλλ' ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γραφῆς [5] ἐστι. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ [ἀπὸ] τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μέν, ἐπιπόνως δέ. τοῦτο δ' ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως."

[6]    αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις ‹ἡ› αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς γὰρ ἐκεῖ τὸ πρόσωπον ἡμᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖσθαι πότερον ὅμοιόν ἐστιν ἢ ἀνόμοιον ‹τῷ› τῶν ὑγιαινόντων, μάλιστα δ' εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούμενος ἐπ' αὐτοῦ τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ ἣν παραξύνεσιν ὠνόμασε γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις παραβάλλῃς αὐτό.

[7]    καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος εἰ ὅμοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθός, ἔνεστι διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως κἀνταῦθα τὰ μὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ' ἄν τις σφαλείη διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁμοιότητα, τοῦτ' ἐπισημηνάμενος [8] ὡς παραξύνεσιν ἔχον καὶ αὐτό. ταπεινὴ γὰρ ἡ ἐπωμὶς οὐ μόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν ἀλλὰ κἀπὶ τῶν ἀπόσπασμα κατὰ τὸ ἀκρώμιον ἐχόντων, ὥστε συγχεῖσθαι κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρημάτων εἰς κοινὸν σημεῖον ἀφικνουμένην τοῖς ἀπεσπασμένον ἔχουσι τὸ ἀκρώμιον. [9] ἀλλὰ κἀνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ κατ' ἰητρεῖον ἀπεφήνατο, τοῦτο νῦν ἐφ' ἑνὸς εἴδους ἐποίησεν ἐπιδείξας οὐ μόνον ᾗ ὅμοια τὰ σημεῖα τῶν δύο παθῶν ἐστιν ἀλλὰ καὶ ᾗ ἀνόμοια. κοίλη μὲν οὖν ἡ ἐπωμὶς ἐπ' ἀμφοῖν φαίνεται, τῶν δὲ ἄλλων συμπτωμάτων ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων, οὐδὲν συμβαίνει κατὰ τὰ τῶν ἀκρωμίων ἀποσπάσματα, περὶ ὧν κατὰ τὴν προγεγραμμένην [10] ῥῆσιν οὕτως εἶπε· "τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρῶν ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μέν, ἐπιπόνως δέ. τοῦτο δέ, ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται ὥσπερ τὴν ὑγιέα [11] οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως." ταῦτα μὲν ἐπὶ τῶν ἐξηρθρηκότων φαίνεται γιγνόμενα μηδὲν τοιοῦτον πασχόντων οἷς ἀπέσπασται τὸ ἀκρώμιον· μόνον γὰρ αὐτοῖς κοινόν ἐστι τὸ τὴν ἐπωμίδα φαίνεσθαι κοίλην. ἔστι δὲ καὶ κατὰ τοῦτο τὸ κοινὸν οὐ μόνον ὁμοιότης ἀλλὰ καὶ ἀνομοιότης. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ μὴν καὶ γεγονώς γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων.

[12]    ἐπ' ἐκείνων μὲν γὰρ τῆς κεφαλῆς τοῦ βραχίονος εἰς τὴν μασχάλην καταπεσούσης ὁ πρότερον ὑπάρχων ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωμίδα τόπῳ κατ' ἀλήθειαν ἀπόλωλεν, ἐν δὲ τοῖς ἀποσπάσμασιν οὗτος μὲν ὁ αὐτὸς διαμένει, μεταστάντος δ' εἰς ὕψος τοῦ ἀκρωμίου φαντασία [13] ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως. ἴσως οὖν ἄμεινόν ἐστι καὶ μίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ περὶ ἄρθρων ἐν ᾗ καθ' ἓν πάθος ἐπιδείκνυσιν ὁ Ἱπποκράτης ὁμοιότητά τε καὶ ἀνομοιότητα σφάλλουσαν τοὺς πολλοὺς τῶν ἰατρῶν. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω, ταπεινὸν κατὰ τοῦτο γίγνεται τὸ χωρίον τῆς ῥάχεως.

[14]    ἐνίοτε δὲ περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκανθα γεννᾶται, κοῖλος καὶ ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρθρηκότων [15] εἰς τὸ πρόσω τῶν σπονδύλων. ἔστι δὲ τοῦτο μὲν τὸ πάθος εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ Ἱπποκράτης φησὶν οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν σπονδύλων μετάστασιν.

[16]    ὀνομάζει δὲ τὴν εἰς τὸ πρόσω ταύτην οὐ μόνον οὕτως, ἀλλὰ καὶ ἔσω, καλῶν ἔσω μὲν δηλονότι τὸ βάθος τοῦ σώματος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν τε καὶ πρόσθεν. ἔστι δ' ἡ ῥῆσις αὐτοῦ καθ' ἣν γέγραπται [17] ταῦτα αὕτη· "ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι εἰς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι·

   τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε ξυνδέσμους βιησάμενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα, ὅ τε αὖ νωτιαῖος πονοίη ἂν εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀπορρήξειε, πιεχθεὶς δ' ἂν καὶ ἀπολελαμμένος πολλῶν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστ' οὐκ ἂν μέλοι τῷ ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων.

[18]    ὥστε δὴ οὐδ' ἐμβαλεῖν οἷόν τε οὔτε κατασείσει οὔτ' ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον τὸν τοιοῦτον, εἰ μή τις διατεμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐμβαλόμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι [19] δ' οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι τοὺς ἀνθρώπους οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι ῥηΐστην εἰς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ' αὐτομάτως ὑγιέα γενέσθαι τὰ τοιαῦτα.

   ἀγνοοῦσι δὲ πολὺ καὶ κερδαίνουσιν ὅτι [20] ἀγνοοῦσι· πείθουσι γὰρ τοὺς πέλας. ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ πρόσθεν εἴρηται, οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισι· στενοτάτην γὰρ πάντων ζῴων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔμπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος.

[21]    ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόμενοι τοὺς σπονδύλους εἴσω οἴχεσθαι."

[22] ὅτι δὲ μεγίστην ἔχει δύναμιν ἡ τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσις καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν εἰ ὅμοια ἢ ἀνόμοια τὰ πράγματά ἐστι περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι κἀκ τοῦδε τοῦ παραδείγματος.

[23]    ἐπειδὴ γὰρ ἐν γυμνασίᾳ κεῖται τὸ πλεῖστον τῆς προκειμένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου [παραδείγμασιν] χρὴ βλέπειν ἀλλ' ἐν ‹παραδείγμασιν› πολλοῖς τε καὶ ποικίλοις γυμνάζεσθαι καὶ μάλιστα παρὰ τοῖς ἄριστα μεταχειρισαμένοις τὴν περὶ ταῦτα τέχνην, Ἱπποκράτει τε καὶ Πλάτωνι.

[5]

[1]    Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐπὶ πλειόνων παραδειγμάτων, ὧν ἐστι καὶ κυβερνητικὴ καὶ ἰατρική, τοὺς τεχνίτας ὧν ‹ἂν› ἄρχωσι καὶ διοικῶσιν ἐκείνοις τὴν ὠφέλειαν οὐχ ἑαυτοῖς ἐκπορίζεσθαι, καταγελάσας Θρασύμαχος ποιμένων τε καὶ βουκόλων μνημονεύει τὸ ἑαυτοῖς συμφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ [2] βουσὶν ἐκποριζόντων. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν αὐτῶν σκοπὸν εἶναι καὶ τέλος ἕτερον μὲν τοῖς [παρὰ] τῇ ποιμαντικῇ τε καὶ βουκολικῇ τέχνῃ μηδὲν ἄλλο σκοπουμένοις παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο δὲ τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῷα.

[3]    πρόδηλον οὖν ὅτι καὶ ἰατρὸς ᾗ μὲν ἰατρός ἐστι ταύτῃ προνοεῖται τῆς τοῦ σώματος ὑγιείας, ᾗ δὲ δι' ἄλλο τι τοῦτο [4] πράττει, κατ' ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει. τινὲς μὲν γὰρ ἕνεκα χρηματισμοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται, τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόμων αὐτοῖς διδομένην ἀλειτουργησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι διὰ τὴν [5] ἐπὶ ταύτῃ δόξαν ἢ τιμήν. ὀνομασθήσονται τοιγαροῦν ᾗ μὲν ὑγιείας εἰσὶ δημιουργοὶ κοινῇ πάντες ἰατροί, καθόσον δὲ τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς, ὁ μέν τις φιλάνθρωπος, ὁ δὲ φιλότιμος, ὁ δὲ φιλόδοξος, ὁ δὲ χρηματιστής. [6] οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς ἰατροῖς ἔνδοξον ἢ πόριμον, ὡς Μηνόδοτος ‹ὁ› ἐμπειρικὸς ἔγραψεν, ἀλλὰ Μηνοδότῳ μὲν τοῦτο, Διοκλεῖ δ' οὐ τοῦτο, καθάπερ οὐδὲ Ἱπποκράτει καὶ Ἐμπεδοκλεῖ οὐδ' ἄλλοις τῶν παλαιῶν οὐκ ὀλίγοις ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον τοὺς ἀνθρώπους.

[7] γυμνασάμενος οὖν ἐν τοῖς τοιούτοις τις παραδείγμασι, πάμπολλα δ' ἐστὶ παρ' Ἱπποκράτει καὶ Πλάτωνι, ῥᾳδίως κατόψεται τά τε ἴδια τέχνης ἑκάστης καὶ τὰ κοινά.

[8]    πρὸς μὲν γὰρ Θρασύμαχον ἐν τῷ πρώτῳ τῆς Πολιτείας Σωκράτης διαλεγόμενος ἔδειξεν ἐπὶ ποιμένων τε καὶ βουκόλων ὡς κοινωνοῦσι μὲν καθόσον εἰσὶ ποιμένες καὶ βουκόλοι, διαφέρονται δὲ καθόσον ὁ μὲν ὡς χρηματιστής, ὁ δ' ὡς [ἵνα] καταδαίσηται, κατασκευάζουσιν αὐτὰ πίονα.

[9]    κατὰ μέντοι τὸ περὶ ἀγμῶν ‹Ἱπποκράτης› διὰ πλειόνων ἔδειξεν ἡμᾶς διακρίνειν τά τε κοινὰ καὶ τὰ ἴδια. κατὰ δὲ τὰς τέχνας τοῦτ' ἔστιν εἰ ὅμοιά τ' εἰσὶ καὶ ἀνόμοια· ἓν γάρ ἐστι τῇ δυνάμει τὰ τρία ταῦτα σκέμματα, τό τε περὶ τῶν κοινῶν καὶ ἰδίων καὶ τὸ διακρίνειν εἰ ὅμοια ἢ ἀνόμοια τὰ παραβαλλόμενα πράγματά εἰσι, καὶ τρίτον ἐπὶ τούτοις τί ταὐτὸν ἐν αὐτοῖς [10] ἐστι καὶ τί ἕτερον. εἰώθασι γὰρ οἱ Ἕλληνες ὅμοια καλεῖν ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι,

   καὶ τά γε παραδείγματα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλομένοις ἐκέλευσεν ἡμᾶς ὁ Πλάτων [11] ποιεῖσθαι. γειτνιᾷ δέ πως τούτῳ τῷ σκέμματι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνομαζομένην μέθοδον ἧς τὴν μὲν γυμνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις μόνον, ἀλλὰ σαφέστατα μὲν ἅμα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ μὴν ‹ἀλλὰ› καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλ' ἄττα τῶν συγγραμμάτων.

[12]    ἐν μὲν οὖν τῷ Σοφιστῇ καὶ τῷ Πολιτικῷ διδάσκει πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρμηνεύοι λόγῳ σαφεῖ τε ἅμα καὶ συντόμῳ τὸ σημαινόμενον αὐτῆς, ὅντινα λόγον ὁρισμόν τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ μετὰ Πλάτωνα.

[13]    ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν γεγυμνάσθαι τε κελεύει διττῶς κατ' αὐτὴν ἀπὸ μὲν τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ μηκέτι τομὴν δεχόμενα διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν, δι' ὧν καὶ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἐδεδείχειν συνισταμένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔμπαλιν δ' ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ σύνθεσιν· ὁδὸν μὲν γὰρ εἶναι μίαν ἀμφοῖν, ὁδοιπορίαν δὲ διττὴν ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ ἰόντι.

[14]    λέγει δὲ περὶ αὐτῶν ἐν μὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν· " ‑ ἐμοὶ δὲ φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖχθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτοῖν τὴν δύναμιν τέχνῃ λαβεῖν [15] δύναιτό τις, οὐκ ἄχαρι. ‑ τίνων δή; ‑ εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵν' ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ ἔρωτος ὅ ἐστιν ὁρισθέν, εἴτε εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.

[16]    ‑ τὸ δ' ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες; ‑ τὸ πάλιν κατ' εἴδη δύνασθαι διατέμνειν, κατὰ ἄρθρα ᾗ πέφυκε καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδὲν κακοῦ μαγείρου τρόπῳ χρώμενον."

[17] ταῦτα μὲν οὖν καθόλου περὶ τῆς διαιρετικῆς τε καὶ συνθετικῆς μεθόδου λέλεκται τῷ Πλάτωνι. μεταβὰς δ' ἐπὶ τὴν ῥητορικὴν τέχνην, εἴη δ' ἂν ἡμῖν ἕν τι τοῦτο παράδειγμα [18] τῆς ὅλης πραγματείας, τάδε γράφει· " ‑ ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει.

   ἔστιν οὖν τόσα καὶ τόσα καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε οἱ δὲ τοιοίδε γίγνονται. τούτων δ' οὕτω διῃρημένων λόγων αὖ τόσα καὶ [19] τόσα ἐστὶν εἴδη, τοιόνδε δὲ ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς. δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα ὀξέως δύνασθαι ἐπακολουθεῖν τῇ αἰσθήσει ἢ μηδὲν εἶναι πω πλέον αὐτῷ ὧν τότε ἤκουε λόγων ξυνών.

[20]    ὅταν δ' εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφ' οἵων πείθεται παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι νῦν ἔργῳ παροῦσά σοι, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, πάντα δὴ ταῦτ' ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον βραχυλογίας τε [καὶ] αὖ καὶ ἐλεεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη λόγων μάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δ' οὔ.

[21]    ἀλλ' ὅ τι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ."

[22] ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς ἐνταῦθα διδάσκοντι πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο μεθόδῳ χρώμενος, οὐ καθάπερ οἱ πολλοὶ δι' ἐμπειρίας τε καὶ τριβῆς.

[23] ἔτι τε πρὸς τούτοις κατωτέρω μετὰ τὸ διελθεῖν ἐν τῷ μεταξὺ χρήσιμα πολλὰ συγκεφαλαιούμενος αὐτὰ κατὰ λέξιν οὕτως ἔφη·

[24]    "ὥστ' εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν, εἰ δὲ μή, οἷς νῦν δὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τ' ἀκουσομένων τὰς φύσεις διαριθμήσηται καὶ κατ' εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ ἀδύνατος ᾖ καθ' ἓν ἕκαστον περιλαμβάνειν, οὔποτ' ἔσται τεχνικὸς [25] λόγων πέρι καθόσον δυνατὸν ἀνθρώπῳ." ἐν τούτῳ μὲν τῷ βιβλίῳ διὰ συντόμων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. ἐγὼ δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξομαι παραγράψας αὐτοῦ πρώτην τήνδε τὴν ῥῆσιν·

[26]    " ‑ φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. ‑ τί μήν; ‑ καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ' ὅτι τὸ ἕν· ἀλλ' ὅτι ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτο ἔστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν. ‑ ἀληθέστατα. ‑ καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ' ἔστι ταὐτόν. ‑ πῶς; [27] φωνὴ μέν που καὶ τὸ κατ' ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ. ‑ πῶς δ' οὔ; ‑ δύο δὲ θῶμεν, βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον· ἢ πῶς; ‑ οὕτως.

   ‑ ἀλλ' οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δέ, ὡς ἔπος [28] εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. ‑ οὐ γὰρ οὖν. ‑ ἀλλ' ὦ φίλε ἐπειδὰν λάβῃς ὁπόσα τὰ διαστήματά ἐστι τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστημάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ δι' ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν καὶ ἅμα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν·

   ὅταν γὰρ ταῦτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός· ὅταν δ' ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων [29] περὶ τούτου γέγονας. τὸ δ' ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδ' ἐνάριθμον, ἅτ' οὐκ εἰς ἀριθμὸν [30] οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα. ‑ κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. ‑ καὶ ἐμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς οὗτος ὁ λόγος εἴρηται νῦν καὶ τί ποτε βουλόμενος;

   ‑ ὀρθῶς μέντοι τοῦθ' ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος. ‑ πάνυ μὲν οὖν καὶ ἀποκρίνου γε αὐτῷ. ‑ δράσω ταῦτα διελθὼν σμικρὸν [31] ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τούτων, ὥς φαμεν, οὐκ ἐπ' ἀπείρου φύσιν [ἀεὶ] δεῖ βλέπειν εὐθὺς ἀλλ' ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς ἀλλ' ἐπ' ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τ' ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν. [32] ‑ πῶς; ‑ ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεύθ τινα τούτων γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι· τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα μέχρις ἑνὸς ἑκάστου καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε.

[33]    καθορῶν δ' ὡς οὐδεὶς ἡμῶν οὐδ' ἂν ἓν αὐτὸ καθ' ἑαυτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς ὄντα ἕνα καὶ ταῦτα πάντα ἕν πως ποιοῦντα, μίαν ἐπ' αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην [34] ἐπεφθέγξατο προσειπών." ταῦτα μὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ μέθοδον δηλονότι τὴν λογικήν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως καὶ τῆς τῶν κατὰ μέρος ἀθροιζομένης ἐμπειρίας.

[35]    ὅτι δ' οὐκ ἄνευ τοῦ γεγυμνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί μοι. καὶ μέντοι καὶ καθ' ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν μέθοδον ἐπὶ τῆς ἡδονῆς ἁπάσας αὐτῆς τὰς διαφορὰς διελθών.

[6]

[1]    Οὕτω δὲ καὶ ὁ Ἱπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαίτης ὀξέων μεμψάμενος τοὺς Κνιδίους ἰατροὺς ὡς ἀγνοοῦντας τὰς κατ' εἴδη καὶ γένη διαφορὰς τῶν νοσημάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισμοὺς καθ' οὓς τὸ δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεμνόμενον, οὐκ ἐπὶ νοσημάτων μόνον ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἐστιν ἐσφαλμένους ἄχρι καὶ τῶν βοηθημάτων.

[2]    ἔνιοι μὲν γὰρ ἐπὶ τὰς κατὰ μέρος αὐτῶν ἐλθόντες χρείας ἀμέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι μὲν τῆς προχείρου φαντασίας μεθοδικώτερον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ [3] μοχθηρότερον. ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι μὲν ὡς οἰκεῖον βοήθημα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχοι, πλευρίτιδος, ἀποφηνάμενοι τὴν φλεβοτομίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ μὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν μαρσίπων ἤ τινος ἑτέρου.

[4]    κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν ὀξυμέλιτός τε καὶ μελικράτου καὶ ὕδατος καὶ οἴνου καὶ πτισάνης ἤτοι τοῦ διηθημένου χυλοῦ μόνου διδόντες ἢ τῆς κριθώδους μόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαμένου τάς τε διαφορὰς τῶν καμνόντων καὶ τῶν εἰρημένων, ‹ὧν› ἔδειξε [5] χρῇζον τὸ τῆς πλευρίτιδος πάθος. ὅπως μὲν οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑπομνήμασιν ἐξήγημαι τοῦ περὶ διαίτης ὀξέων, ὅ τινες μὲν ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, ἔνιοι δὲ περὶ πτισάνης, ἑκάτεροι μοχθηρῶς.

[6]    ἐγὼ δ' ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόμων σαφῆ τὴν διδασκαλίαν οἱ φιλομαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια. τῶν γάρ τοι πλευριτικῶν ἄρτι μὲν ἀρχομένων ὀδυνᾶσθαι τὴν πλευράν, ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀποπειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερμασμάτων ὀνομαζομένων καὶ διῆλθεν αὐτὸς τὴν ὕλην· εἶτα ἂν μὴ λύηται σκεψάμενον εἴτε "νεοβρῶτι ἐόντι" καὶ εἴτε "ὑποκεχωρηκυίας τῆς κοιλίας" εἴτε μή, διδάσκει τί ποιητέον ἐστίν.

[7]    ἐὰν δὲ μὴ ὑπείκῃ πρὸς ταῦτα, διορισμοὺς ἔγραψε τῶν τε φλεβοτομίας δεομένων καὶ τῶν καθάρσεως ἐπὶ τίνων τε χρὴ μελικράτῳ ποτῷ χρῆσθαι ἢ ὀξυμέλιτι ἢ ὕδατι μέχρι κρίσεως μηδεμίαν διδόντα τροφήν, ἐπὶ τίνων τε χυλῷ πτισάνης ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα καὶ σιτία δοτέον ἐστί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως διορίζεται τίσι τε χρὴ διδόναι καὶ τίσι μὴ καὶ ὁπότε καὶ ὁποῖον· ὡσαύτως δὲ καὶ περὶ λουτρῶν ὅσα τ' ἄλλα τοιαῦτα.

[8]    διττῆς δ' οὔσης ἁμαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ τοὺς μὲν ἐλλιπέστερον τέμνειν, τοὺς δ' ὑπερβάλλειν εἰς οὐκ οἰκεῖον τῷ τεμνομένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ Ἱπποκράτης μεμφόμενος ἐν ἀρχῇ [9] μὲν τοῦ βιβλίου τάδε φησί· "τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ' ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων [10] σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τις σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, ‹τῷ› τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι, [τὸ] μὴ τωὐτὸ δὲ νόσημα δοκέειν εἶναι, ἢν μὴ τωὐτὸ οὔνομα ἔχῃ." [11] ἐπὶ δὲ τῶν ἰημάτων ἔμπαλιν ὡς ἐλλιπόντων αὐτῶν ὧδέ πώς φησι· "καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ' [12] ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσι χρέονται." μετὰ δὲ ταῦτα προβαλὼν τὸ ‹ἐν› τῷ προβλήματι χρησιμώτατον οὐ σαφῶς αὐτοῦ τὴν λύσιν ἔγραψεν καὶ διὰ τοῦτ' ἠγνοήθη [13] πολλοῖς τῶν ἰατρῶν ὅλη τοῦ προβλήματος ἡ δύναμις. ἐξηγησάμην μὲν οὖν ὅλον τὸν λόγον τοῦτον ἐν τῷ πρώτῳ περὶ διαίτης ὀξέων ὑπομνήματι, συντόμως δ' αὐτοῦ καὶ νῦν εἰπεῖν ἀναγκαῖόν ἐστι τὴν δύναμιν. αὐτὸ μὲν τὸ πρόβλημα κατὰ τήνδε τὴν λέξιν ἔγραψεν ὁ Ἱπποκράτης·

[14]    "δοκεῖ δέ μοι ἄξια γραφῆς εἶναι καὶ μάλιστα ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα [15] μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα δ' ἐστὶ καὶ τάδε· διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μέν τινες τῶν ἰητρῶν πάντα τὸν αἰῶνα διατελοῦσι πτισάνην διδόντες ἀδιήθητον καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιοῦνται ὅπως κριθὴν μηδεμίην καταπίνῃ ὁ κάμνων, μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι, ἀλλὰ δι' ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν·

   οἱ δ' αὖ τινες αὐτέων οὔτ' ἂν πτισάνην παχεῖαν δοῖεν οὔτ' αὖ χυλόν, οἱ μὲν μέχρι ἂν ἑβδομαῖος ὁ κάμνων γένηται, οἱ δὲ καὶ [16] διὰ τέλους ἄχρι ἂν κριθῇ ἡ νοῦσος. μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί, ἴσως δ' οὐδὲ προβαλλόμενα εὑρίσκεται. (καίτοι διαβολήν γ' ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην ‹ὡς› μηδὲ δοκεῖν ὅλως ἰητρικὴν εἶναι.) ὥστ' ἔν γε τοῖσιν ὀξυτάτοισιν τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι."

[17]    καὶ μετ' ὀλίγα, "φημὶ δὴ πάνκαλον εἶναι τοῦτο τὸ σκέμμα, ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι· καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγίειάν τι μέγα δύνασθαι καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφάλειαν καὶ τοῖσιν [18] ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει." τὸ περὶ τῆς διαφωνίας, φησί, τῶν τεχνιτῶν σκέμμα μεγίστην ἔχει δύναμιν οὐ μόνοις τοῖς νοσοῦσιν ἐς ὑγιείας κτῆσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν, ἐς φυλακὴν αὐτῆς δηλονότι, καὶ τοῖς ἀσκοῦσιν ἐς εὐεξίην τοῦ σώματος πρός τε τὴν κτῆσιν αὐτῆς καὶ διαμονήν·

   εἶτα προσέθηκε "καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει," δηλῶν ἡμῖν οὐ μόνον εἰς ἰατρικὴν ἀλλὰ καὶ τὰς ἄλλας [19] τέχνας ἐκτετάσθαι τὸ σκέμμα καὶ τὴν λύσιν αὐτοῦ. θαυμάσαι γάρ ἐστι διὰ τί τέχνην μετιόντες οἱ ἰητροὶ καθ' ἣν τῇ πείρᾳ τὰ προσφερόμενα βοηθήματα κριθῆναι δύναται, πότερον ὠφέλησεν ἢ ἔβλαψεν, ὅμως ἐναντιωτάτας ἀποφάσεις ἐποιήσαντο περὶ τῶν ὠφελούντων τε καὶ βλαπτόντων.

[20]    ἐν μὲν γὰρ φιλοσοφίᾳ μὴ πεπαῦσθαι τὰς πλείστας τῶν διαφωνιῶν οὐδὲν θαυμαστόν, ὡς ἂν μὴ δυναμένων τῶν πραγμάτων ἐναργῶς κριθῆναι τῇ πείρᾳ καὶ διὰ τοῦτο τινῶν μὲν ἀποφηναμένων ἀγέννητον εἶναι τὸν κόσμον, τινῶν δὲ γεννητόν, ὥσπερ γε καὶ τινῶν μὲν οὐδὲν ἔξωθεν αὐτοῦ περιέχον εἶναι, τινῶν δὲ εἶναι λεγόντων καὶ τούτων αὐτῶν [περιεχόμενόν τι φάντων] ἐνίων μὲν κενὸν ἀποφηναμένων εἶναι τοῦτο μηδεμίαν οὐσίαν ἔχον ἐν ἑαυτῷ, τινῶν δὲ κόσμους ἄλλους ἀριθμῷ ἀπεριλήπτους, ὡς εἰς ἄπειρον ἐκτετάσθαι πλῆθος.

[21]    αἰσθήσει γὰρ ἐναργεῖ τὴν τοιαύτην διαφωνίαν ἀδύνατον κριθῆναι. οὐ μὴν ὅμοιόν γέ ἐστι τὸ τῆς ὠφελείας καὶ βλάβης τῶν προσφερομένων τοῖς σώμασιν ἰαμάτων εἰς διαφωνίαν ἀφικόμενον ἐν τοῖς ἰατροῖς, δυναμένοις γ' αὐτῶν [22] κρῖναι τῇ πείρᾳ τό τ' ὠφελοῦν καὶ τὸ βλάπτον. τούτου τοίνυν τοῦ ζητήματος ἡ λύσις οὐ πάνυ τι σαφῶς εἴρηται τῷ Ἱπποκράτει καὶ διὰ τοῦτο σχεδὸν ἅπαντας ἔλαθε τοὺς ἐξηγησαμένους τὸ βιβλίον.

[23]    ἐστὶ δὲ τοιάδε· τῶν νοσούντων ἔνιοι μὲν ἀσιτίας χρῄζουσιν ἄχρις ἂν ἡ νοῦσος κριθῇ, τινὲς δὲ τροφῆς καὶ τούτων ἔνιοι μὲν τῆς κριθώδους πτισάνης, ἔνιοι δὲ τοῦ χυλοῦ μόνου, καθάπερ γε καὶ στερεωτέρας ἔνιοι, καὶ μέντοι καί τινες μὲν ὀξυμέλιτος ἢ μελικράτου, [24] τινὲς δ' ὕδατος ἢ οἴνου. διὰ τοῦτο τοῖς ἰατροῖς, ὅσοι τῇ πείρᾳ μόνῃ τὴν τέχνην συνεστήσαντο, χρήσιμον ἔδοξεν ἐκεῖνο μόνον ὃ κατὰ τύχην αὐτοῖς ἐφάνη πλεονάκις ὠφελῆσαν.

   οὐδὲ γὰρ ἐπὶ τοὐναντίον εἶδος ἀφικέσθαι τῆς διαίτης τολμῶσιν ὡς κἀκείνου πειραθῆναι, τὴν ἀτυχίαν δεδιότες.

[25] μόνος οὖν ὁ τήν τε φύσιν εἰδὼς τοῦ κάμνοντος καὶ τὴν τοῦ νοσήματος διάθεσιν καὶ τὴν τοῦ προσαχθησομένου βοηθήματος δύναμιν ἔτι τε τὸν καιρὸν ἐν ᾧ χρηστέον αὐτῷ, τολμῆσαι δυνήσεται χρησάμενος τῷ λογικῶς ἐπινοηθέντι [26] βοηθήματι τῇ πείρᾳ βεβαιῶσαι τὴν ἐλπίδα. ὥστε μόνος εὑρήσει τῆς τε διαφωνίας τὴν αἰτίαν καὶ τοὺς διορισμοὺς οἷς προσέχων τις ἐπὶ τὸ τῷ κάμνοντι συμφέρον ἀφίξεται. [27] τῶν δ' ἄλλων οὐδεὶς γνώσεται τοῦτο· τοῖς [τε] γὰρ ἐγνωσμένοις διὰ πείρας ἐπιμένοντες ἐκεῖνα μόνα παραλαμβάνουσιν αἰτιώμενοι φύσιν ἢ τύχην ἤ τι τοιοῦτον τῆς βλάβης αἴτιον [28] γενέσθαι. τοῦτ' οὖν αὐτὸ καὶ κατὰ τὸ περὶ ἀγμῶν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐπὶ τῶν μεθ' ἕλκους καταγμάτων ἐν τῇδε τῇ ῥήσει· "ἄλλοι δέ τινές εἰσιν οἳ ὀθονίοισι τὰ τοιαῦτ' ἰητρεύουσιν εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ τὸ ἕλκος δὲ αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψύχθαι· ἔπειτα καὶ ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ ἐρίοισιν οἰσυπηροῖσι θεραπεύουσιν.

[29]    αὕτη ἡ ἴασις κακὴ καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ γιγνώσκειν καθ' ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου καὶ καθ' ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρή, καὶ οἷα βλάπτονται ἢν μὴ ὀρθῶς τις βάλληται μηδὲ πιέζῃ ‹ᾗ μάλιστα χρή›, ἀλλὰ ἔνθεν καὶ ἔνθεν.

[30] εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν ὁποῖα ἀφ' ἑκατέρων ἀποβαίνει, μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική·

   ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι εἰς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ [31] τὴν διάλειψιν οἰδήσειεν ἂν καὶ ἀχροιήσειε. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτ' ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεγμένον εἶναι τὸ ἕλκος, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δ' ἢν ‹καὶ μὴ› μέλλῃ ἀποστῆναι ἀποστατικὰ γενέσθαι· σφυγμῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται ‹δὲ› διὰ τὸ οἶδος ἐπικαταπλάσσειν· ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν· ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίγνεται.

[32]    τελευτῶντες δ' ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπόταν σφιν παλινκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος· οὐδὲν δὲ ἧσσον καὶ ἤν τι ἄλλο τοιοῦτον λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν αἰτίαν εἶναι τοῦ ἕλκους, ἀλλὰ ἄλλην τινὰ ἀτυχίην."

[33] οὐκ οἴονται, φησί, τὴν κακὴν ἐπίδεσιν αἰτίαν εἶναι τῆς βλάβης, ἀλλ' ἄλλην τινὰ ἀτυχίαν. διὰ τοῦτ' οὖν οὐδ' ἀφίστανται τῆς εἰωθυίας αὐτοῖς ἀγωγῆς, ἀλλ' ἐπιμένουσι τοῖς κακῶς ἐγνωσμένοις.

[34]    αὕτη μοι ἡ τοῦ προβλήματος λύσις ἐστί, καθ' ὃ τὴν αἰτίαν ἡμᾶς σκέψασθαι τῆς ἐν τοῖς ἰάμασι δεῖ διαφωνίας, ἣν καθόλου περιλαβὼν ἄν τις εἴποι διαφορὰν εἶναι τοῦ γενικῶς νοουμένου τε καὶ λεγομένου καὶ προβαλλομένου πράγματος, ἐάν τε πάθος ἐάν [35] τε ὕλη τις ᾖ βοηθήματος. λέγω δὲ πάθος μὲν οἷον τὴν πλευρῖτιν, ἐφ' ἧς ὡς ἐπὶ παραδείγματος ἐποιήσατο τὸν λόγον, ὕλην δὲ μελίκρατον ἢ οἶνον ἢ ὕδωρ ἢ ὀξύκρατον. [36] καθ' ἕκαστον γὰρ τούτων ἴδιαί τινές εἰσι διαφοραί, περὶ ὧν ἁπασῶν ὁ Ἱπποκράτης οὐ μόνον δι' ὀλίγων ῥημάτων, ἀλλὰ καὶ σαφῶς ἐδίδαξε τοὺς διορισμοὺς οἷς ἐχρῆν διαιρεῖσθαι τὰς διαφοράς. ἐμοὶ δὲ ἀρκέσει παραδείγματός τινος ἐξ αὐτῶν μνημονεῦσαι τοῦ περὶ τῶν οἴνων λόγου κατὰ [37] τήνδε τὴν ῥῆσιν εἰρημένου· "γλυκύν τε οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα καὶ μελίκρατον καὶ ὕδωρ καὶ ὀξύμελι τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν·

[38]    ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ' ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δ' οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν καὶ διψώδης τοῖσί γε τοιούτοις ἐστί· ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιός γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης· καίτοι οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ' [39] ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν ἧσσον οὐρητικὸς οὗτος τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ· πτυάλου δ' ἀναγωγὸς μᾶλλόν ἐστι τοῦ ἑτέρου ὁ γλυκύς.

   καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, μᾶλλον ἀνάγοι ἂν τοῦ [40] ἑτέρου. ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· εἰς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς δ' ἐὼν καὶ καταρρηκτικὸς ἀεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ' ὅμως κατὰ κύστιν ἡ κάθαρσις ὑπ' αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέπηται ὁκοῖα δεῖ.

[41]    καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου καὶ ὠφελείας καὶ βλάβης, ὅσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν. κιρρῷ δ' αὖ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη μηδὲ φρενῶν ἅψις μηδὲ τὸ πτύαλον κωλύοιτο τῆς ὁδοῦ μηδὲ τὸ οὖρον ἴσχοιτο, διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη· ἐν δὲ τοῖσι τοιούτοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ ὅσα τούτοισιν ἐμφερέα.

[42]    προσξυνιέναι δὲ δεῖ ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ' ἔντερον καὶ μᾶλλον ὀνήσει ἢν ἀκρατέστερος [43] ᾖ." κατὰ ταῦτά φησι τὰ περὶ τῆς τῶν οἴνων διαφορᾶς τε καὶ χρήσεως "ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν· ἐγὼ δὲ ταῦτα διορισμοῖσι διακρίνας τὴν ἐπ' αὐτοῖσι [44] τέχνην συνεστησάμην." οὕτως δὲ καὶ περὶ μελικράτου καὶ μέλιτος ὕδατός τε καὶ ὀξυμέλιτος καὶ πτισάνης καὶ βαλανείων ἔγραψε τοὺς διορισμοὺς μεμφόμενος τοὺς ἐπὶ πάντων τῶν ὀξέως νοσούντων ἤτοι κελεύοντας ἢ κωλύοντας ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι.

[45]    πρὸς γὰρ τὸν ἐρόμενον εἰ δοτέον οἶνον τοῖς πυρέττουσιν, ἀποκριτέον ὡς τῷδε μέν τινι δοτέον, οὐ δοτέον δὲ τῷδε· καὶ κατὰ τὸν καιρὸν ἤτοι [46] δοτέον ἢ οὐ δοτέον ἐστί. ταὐτὸν δὲ τοῦτο καὶ περὶ ἡδονῆς ὁ Πλάτων ἐποίησε, τινὰς μὲν αὐτῶν φεύγειν ἡμᾶς κελεύων, τινὰς δὲ προσίεσθαι· τὰς μὲν γὰρ ἐπὶ μαθήμασιν ὠφελίμοις τε καὶ καλοῖς καὶ ὅλως ἁπάσαις ταῖς καλαῖς πράξεσι προσίεσθαι χρή, τὰς δ' ἐπ' οἰνοφλυγίαις ἢ λιχνείαις ἢ ἀφροδισίοις φεύγειν, ὅσαι δὲ μηδὲν τούτων ἀποκεκριμένον ἔχουσι, μήτε φεύγειν μήτε διώκειν.

[47]    εὑρίσκονται δὲ δηλονότι τοῦ γένους τῶν ἡδονῶν αἱ διαφοραὶ κατὰ τὴν διαιρετικὴν μέθοδον, ὡς ἐν ὅλῳ τῷ Φιλήβῳ δείκνυσιν [48] ὁ Πλάτων τὰς διαφορὰς ἁπάσας αὐτῶν διδάσκων. καὶ διὰ τοῦτ' οὖν ἔφην παρακεῖσθαι καὶ κοινωνεῖν ‹τὰ› κατὰ τὴν διαιρετικὴν ὁδὸν εὑρισκόμενα τοῖς κατὰ τὴν ὁμοίου γνῶσιν· ὁμοιότης μὲν γάρ ἐστι ταῖς ἡδοναῖς πρὸς ἀλλήλας, ἡ μὲν κοινοτάτη κατὰ τὸ γένος (ἓν γάρ τι κοινόν ἐστιν ἐν αὐταῖς, καθ' ὃ τὴν προσηγορίαν ἐκτήσατο κοινήν), ἕτεραι δὲ κατὰ τὴν ἐν ταῖς ἰδίαις διαφοραῖς ἰδέαν.

[49]    αἱ μὲν γὰρ ἁπλαῖ ταῖς ἁπλαῖς πρὸς τῷ κοινῷ τῆς ἡδονῆς εἴδει καὶ τὸ κατὰ τὴν ἁπλότητα προσλαβοῦσαι μείζονα τὴν ὁμοιότητα προσλαμβάνουσιν, ὥσπερ γε καὶ [ἐν] ταῖς συνθέτοις αἱ σύνθετοι καὶ αἱ σωματικαὶ ταῖς σωματικαῖς αἵ τε ψυχικαὶ ταῖς ψυχικαῖς αἵ τε ὠφέλιμοι ταῖς ὠφελίμοις αἵ τε βλαβεραὶ ταῖς βλαβεραῖς, ὥσπερ γε καὶ αἱ κατὰ τὰς καλὰς πράξεις καὶ αἱ κατὰ τὰς κακὰς ἀλλήλαις ἑκάτεραι· παραπλησίως δὲ καὶ αἱ μὲν κατὰ τὸ λογιστικὸν εἶδος τῆς ψυχῆς ἀλλήλαις, αἱ δὲ κατὰ τὸ θυμοειδὲς ἢ ἐπιθυμητικόν, ὁμοίως καὶ αἵδε κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλαις.

[50]    οἱ δὲ χωρὶς τοῦ τέμνειν εἰς τὰς οἰκείας διαφορὰς ἕκαστον τῶν γενῶν ἀποφηνάμενοί τι καθόλου καὶ ἀδιορίστως ἰατροί τε καὶ φιλόσοφοι πολλὰ τῶν ἐναργῶς φαινομένων ὁσημέραι μαχόμενα ταῖς ἑαυτῶν ἀποφάσεσιν [51] ἴσχουσιν. ὁ γὰρ ἐπαινούμενος ὑπὸ τῶν κατὰ τὰς τέχνας ἁπάντων ἀξιολόγων ἀνδρῶν διορισμὸς ἐκ τοῦ γεγυμνάσθαι κατὰ τὰς δύο ταύτας θεωρίας ὑπὲρ ὧν ἐν τῷδε τῷ γράμματι διῆλθον, ἀποτελεῖται.

[52]    λέγω δὲ δύο θεωρίας τήν τ' ἐκ τῆς τῶν ὁμοίων τε καὶ ἀνομοίων διακρίσεως καὶ τὴν ἐκ τῆς κατὰ διαίρεσίν τε τῶν γενῶν ἄχρι τῶν ἀτόμων ὁδοῦ τῆς τ' ἀντιστρόφου ταύτῃ συνθέσεως, δηλονότι ‹τῆς› ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ πρῶτον γένος ἀνόδου διὰ τῶν ἐν [53] τῷ μεταξὺ διαφορῶν. καὶ ταύτας ἀμφοτέρας τὰς μεθόδους κάλλιστα καὶ ἄριστα τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης τε καὶ Πλάτων εὗρον ἐπέδειξάν τε πολλὰ ‹κατὰ τὰ› συγγράμματα ψευδῶς λεγόμενα πρὸς τῶν ἀγνοούντων διορίζεσθαι τὰ κοινὰ τῶν ἰδίων.

[54]    καὶ μέντοι καὶ τὰς διαφωνίας πρόσθεν ἔδειξα ἐντεῦθεν γεγονυίας τοιαύτας ὁποῖαι παρὰ μὲν τοῖς ἰατροῖς ἐγένοντο περί τε πτισάνης χρήσεως ὅσα τ' ἄλλα προσφέρεται τοῖς νοσοῦσι, παρὰ δὲ τοῖς φιλοσόφοις περὶ τῶν τῆς ψυχῆς ἀρετῶν, ἐνίων μὲν οἰομένων διδακτὰς ὑπάρχειν αὐτάς, ἐνίων δὲ φυσικὰς ἢ δι' [55] ἐθῶν καὶ ἀσκήσεως κτητάς. εἰ γὰρ δὴ διῄρηντο τὰ τῆς ψυχῆς εἴδη καὶ σαφῶς ἐγνώκεσαν ἕτερον μὲν εἶναι τὸ λογιστικόν, ἕτερον δὲ τὸ ἄλογον, διττὴν ἔχον καὶ τοῦτο τομήν, οὔτ' ἂν τοῦ λογιστικοῦ τὴν [τ'] ἐπιστήμην ἀφῃροῦντο τοῖς τ' ἀλόγοις οὐκ ἂν αὐτῆς μετεδίδοσαν.

[56]    ὥστε κἀκεῖνος ὁ λόγος ἐν ᾧ φησιν ὁ Πλάτων ‹ὡς› ἑκάστου τῶν ὄντων περὶ ὃ τέχνην τινὰ συστήσασθαι βουλόμεθα τὴν φύσιν τῆς οὐσίας ἀκριβῶς χρὴ γνῶναι, συνῆπταί τε καὶ κοινωνεῖ ταῖς νῦν εἰρημέναις [57] μεθόδοις. ὁ γὰρ γνοὺς οὐχ ἁπλοῦν ἓν εἶδος ἐν ἡμῖν εἶναι ψυχῆς, ὥσπερ ἐν τοῖς φυτοῖς μὲν τὸ ἐπιθυμητικόν, ἐν θεοῖς δὲ τὸ λογιστικόν, ‹ἐν› ἀνθρώπῳ δ' ἄμφω τε ταῦτα καὶ τρίτον ἐπ' αὐτοῖς τὸ θυμοειδές, ἔγνω σὺν τούτῳ τῶν ἀρετῶν τὸν ἀριθμὸν καὶ τὴν δύναμιν καὶ τὴν κτῆσιν, ὥσπερ ὁ γνοὺς τὴν φυσικὴν κατασκευὴν τοῦ σώματος ἡμῶν,

   ἐν μὲν τοῖς ὁμοιομερέσι συμμετρίαν τῶν στοιχείων, ἐν δὲ τοῖς ὀργανικοῖς ἐκ τῆς τῶν ὁμοιομερῶν ποσότητός τε καὶ πηλικότητος ἔτι τε διαπλάσεως ἑκάστου καὶ θέσεως ἀποτελεῖσθαι τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σώματι ζῴου, τῆς συμμετρίας δηλονότι καθ' ἕκαστον ζῷον τῶν εἰρημένων φυλαττομένης οἰκείας, αὐτὸς δὲ τῶν νοσημάτων εὐπορήσει τῆς προσηκούσης ἑκάστῳ θεραπείας τε καὶ προφυλακῆς.

[7]

[1]    Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁμοίων τε καὶ οὐχ ὁμοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νομίζουσιν ὑπάρχειν εἰς μεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν ἀμφισβητουμένων [2] κρίσιν ἱκανὴ ποδηγός ἐστιν. ὁμοιότητος γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν μέν, οὐκ ἀληθῶν δὲ πρὸς τοὺς ὄντως ἀληθεῖς λόγους, ὁ γεγυμνασμένος διακρίνειν ἀπ' ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς ὅσοις τε χρὴ δόγμασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε καταγιγνώσκειν ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον ὅπως ἀληθείας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν ἐπίσης ἀλλήλοις, εἴτε ἐν δυσὶν εἴτ' ἐν τρισὶν εἴτε ἐν πλείοσιν ἡ ἔκτασις γένοιτο, μηδὲν ἡγεῖσθαι πιστότερον.

[3]    ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς μὲν οἱ νεώτεροι τῶν Ἀκαδημαϊκῶν λέγουσιν, οὐ μόνον πιθανήν, ἀλλὰ καὶ περιωδευμένην καὶ ἀπερίσπαστον, ὡς δ' οἱ περὶ τὸν Χρύσιππον, εἰς καταληπτικήν, ὡς δὲ κοινῇ πάντες ἄνθρωποι πεπιστεύκασιν, [4] εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ. διαφέρειν μὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρημέναι λέξεις, εἰ δ' ἐπιμελέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναμιν, ὥσπερ γε κἀπειδὰν φῇ τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι καὶ ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ ἑαυτοῦ πιστόν.

[5]    ὅτι μὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως εἶναι δεῖ πιστόν, ὡμολόγηται πᾶσιν, οὐ μὴν ὅτι γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ κοινῇ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινομένου ‹τὸ› τῇ ἑαυτῶν ὑπολήψει ἐμμένειν καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως οἷς αὐτοὶ λέγουσιν εἰκῇ ἕνεκα τοῦ κατασκευάζειν τι δόγμα τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑπομένουσιν ἑκουσίως ψεύδεσθαι.

[6]    τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύσασιν ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν αἵρεσιν, εἰ καὶ μηδεμίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς τὴν στοιχείωσιν, ὥσπερ ἀμέλει κἀπὶ τοῦ ‹περὶ› [τῆς] ψυχῆς [7] ἡγεμονικοῦ δόγματος. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσιμόν ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήματα τῷ πεπονθότι τόπῳ βεβλαμμένου τοῦ λογισμοῦ, φιλοσόφοις δ' οὔτ' εἰς τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτε εἰς τὴν ἄσκησιν αὐτῶν ἐστι χρήσιμον.

[8]    ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ὑπάρχῃ μόριον ἐάν τε ἐν τῇ κεφαλῇ, δυνησόμεθα καὶ φρόνησιν κτήσασθαι καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐξ ἄλλων δογμάτων τε καὶ ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόμενοι.

[9]    μόνοις οὖν ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ μηδὲν εἰς ἦθός τε καὶ τὰς πολιτικὰς πράξεις χρήσιμον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ μετὰ ‹τὸν› κόσμον τοῦτόν ἐστί τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο, καὶ εἰ ὁ κόσμος οὗτος ἐν ἑαυτῷ περιέχεται καὶ εἰ πλείους ἑνὸς καὶ εἰ πάμπολύ τι πλῆθος, ὁμοίως δὲ καὶ εἰ γεννητὸς ἢ ἀγέννητος ὅδε ὁ κόσμος ἐστίν, ὥσπερ γε καὶ εἰ γεγονότος αὐτοῦ θεός τις ἐγένετο δημιουργὸς ἢ θεὸς μὲν οὐδείς, αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τύχην οὕτως καλὸν αὐτὸν ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ κατασκευῇ σοφώτατος ἅμα καὶ δυνατώτατος.

[10]    ἀλλὰ τά γε τοιαῦτα ζητήματα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον ἢ τῶν τῆς πόλεως πραγμάτων προνοεῖσθαι προσηκόντως ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως [11] τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ. παρεγένοντο δ' ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικὸν ὑποτιθεμένων τὸ τέλος ἐκ τῶν χρησίμως ζητουμένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ' ὅμοια. οὐ γὰρ δή, ὥσπερ γεγονέναι τὸν κόσμον ἢ μὴ γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν. [12] ὅτι γάρ ἐστί τι κρεῖττον ἀνθρώπου δυνάμει τε καὶ σοφίᾳ κατὰ τὸν κόσμον, ἅπασιν ἡμῖν ζητεῖσθαι βέλτιον, οὐ μήν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοί, πότερον ἀσώματοι παντάπασιν ἢ καθάπερ ἡμεῖς, οὕτω καὶ αὐτοὶ μετὰ σωμάτων, [13] ἀναγκαῖον σκοπεῖσθαι. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τελέως ἄχρηστ' ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνομαζομένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν [14] ψυχικῶν παθῶν ἰάσεις. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, μὴ μόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν.

[15]    ὁμολογοῦσι δ' αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι καὶ Πλάτων αὐτός, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιμαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταμένην διαλεκτικὴν εἰς Παρμενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα.

[16] δι' ὁμοιότητα μὲν ‹οὖν› τινα τοῖς χρησίμοις τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη ζήτησις·

   ἀδύνατον γάρ ἐστι μηδ' ὅλως ἐφάψασθαι κατὰ τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν μήτε τῆς φυσικῆς μήτε τῆς συλλογιστικῆς· ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων [17] εὑρήσεις. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστι τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι τοῖς μετὰ ταῦτα καὶ τὰ σοφίσματα καθ' ὁμοιότητα τὴν πρὸς τοὺς ἀληθεῖς λόγους συντίθενται.

[18]    διαγιγνώσκειν δὲ καὶ διακρίνειν αὐτὰ ἀπ' ἀλλήλων οἱ γεγυμνασμένοι κατὰ τὴν ὕλην ἐκείνην ἴσασιν περὶ ἣν ἡ τέχνη διατρίβει, μετὰ τοῦ δηλονότι καὶ τὴν φυσικὴν ἔχειν ἀγχίνοιαν, ἣν ἐχρῆν μάλιστα κρίνεσθαι κατὰ τὴν ἡλικίαν τῶν παίδων ὑπὸ τῶν ἐν ἑκάστῃ πόλει συνετωτάτων πρεσβυτέρων, ἐκμανθάνειν τε τὴν προσήκουσαν τῇ φύσει τέχνην ἕκαστον· ὡς νῦν γε πολλοὺς ὁρῶμεν τέχνας λογικὰς μετιόντας οὐδ' οἷς αὐτοὶ φθέγγονται παρακολουθοῦντας.

[8]

[1]    Ὅτι δ' εἰς τὰς λογικὰς ἀρχὰς ἀνάγεται παντὸς δόγματος ἡ ἀπόδειξις, ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἁπάσαις σχεδὸν ταῖς πραγματείαις, ἀλλὰ καὶ νῦν, ἐπειδὴ τὸ διακρίνειν ἀπ' ἀλλήλων δύνασθαι τὰ πράγματα καὶ θεωρεῖν ἀκριβῶς τὰς ἐν ἑκάστοις ὁμοιότητάς τε καὶ ἀνομοιότητας ἐξ ἀρχῆς σκοπεῖσθαι προυθέμεθα, προσθήσω τι παράδειγμα γυμνασίας ἕνεκεν, ὡς οὐ χρὴ μόνον ἀρκεῖσθαι τῷ δεῖξαι τὸ δεῖν ἡμᾶς γυμνάζεσθαι [2] περὶ τὰ κατὰ μέρος, ἀλλὰ καὶ πράττειν οὕτως. οὐδὲ γὰρ ὁ Πλάτων αὐτὸς οὐδ' Ἱπποκράτης ἠρκέσθησαν [ἐν] τῷ καθόλου τοῦτο συμβουλεύσασθαι, ἀλλὰ καὶ διὰ τῶν παραδειγμάτων ἐγύμνασαν ἡμᾶς ἐν πολλοῖς τῶν κατὰ μέρος.

[3]    προκεχειρίσθω δή τις ὕλη θεωρίας ἡ περὶ τῆς εἰς ἡμᾶς προνοίας τοῦ δημιουργοῦ τὴν ἀρχὴν ἀπὸ τῆς κατασκευῆς τοῦ σώματος ποιησαμένοις.

[4] ἔνιοι γὰρ κατά τινα τύχην ἄτεχνον καὶ ἄλογον, οὐ κατὰ πρόνοιαν σοφοῦ δημιουργοῦ διαπλάττεσθαί φασιν ἀμυδρᾷ πρὸς τὴν πίστιν ὧν λέγουσιν ὁμοιότητι χρώμενοι, ὡς ἔνια κατὰ τὸν βίον ὑπὸ τύχης ὅμοια γίνεται τῶν κατὰ τὰς τέχνας. [5] ὀρῶν γάρ τοί τινων τὴν περιγραφὴν ἢ τὸ σχῆμα παραπλήσιον εἶναι λέοντος προσώπῳ, καθάπερ ἐνίων δράκοντος ἢ ἄλλου τινὸς ζῴου φασί, καὶ ὥς πού τις πατάξας πέτραν ἀπέρρηξεν αὐτῆς τηλικοῦτον, ὡς τὸ καταλειπόμενον ἐοικέναι μορφῇ λέοντος, ἕτερά τε τοιαῦτα λέγουσιν ἅπαξ ἐν μακρῷ χρόνῳ καθ' ὅλην τὴν οἰκουμένην γεγονότα, τῆς δὲ τῶν τεχνῶν κρίσεως ἣν ἅπαντες ἄνθρωποι φύσει ποιοῦνται, καὶ τῆς πρὸς αὐτὰς ὁμοιοτάτης ἡμῶν διαπλάσεως παντάπασιν ἐπιλανθάνονται, καίτοι γε ὁρῶντες ἐνεργοῦντας περὶ τὰς ὕλας πολλοὺς οὔτε σκυτοτόμους ὀνομαζομένους οὔτε τέκτονας οὔτε πλάστας, ἐάν γε μὴ φαίνηται χρησίμου ἕνεκά τινος ἕκαστον ὧν ἐκεῖνοι ἐδημιούργησαν γεγονέναι·

   ὡς οὐδὲν ἄλλο τέχνης ὑπάρχει γνώρισμα παρὰ τὴν χρείαν ἑκάστου τῶν [6] ἐν τῷ δημιουργηθέντι μορίων. ἐὰν μὲν οὖν ὁ τὰ ξύλα τέμνων τε καὶ πρίων καὶ συμπηγνὺς ἀπεργάσηται σκίμποδα πάντ' ἐπιτήδεια τὰ μόρια ἔχοντα πρὸς τὴν χρείαν ἧς ἕνεκα πήγνυται γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν δ' ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργάσηται κατὰ τὸ μῆκος ἢ τὸ πάχος ἢ τὸ σχῆμα διαφέροντας ἤ τι τοιοῦτον περὶ τὸ ἐπίκλιντρον ἢ τὰ διήκοντα ξύλα κατὰ τὸ μῆκος ἤ τι τῶν ἄνω μερῶν ἐπὶ τὰ κάτω φαίνηται σφαλείς, ἄτεχνον εἶναί φασι.

[7]    καὶ πολύ γε μᾶλλον, ἂν τὸ κατασκευαζόμενον ἐκ πολλῶν μερῶν ᾖ συγκείμενον, εἶτα μηδὲν ἐν αὐτοῖς ὁ συμπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁμάξης ὁ Ἡσίοδος εἶπεν

   "ἑκατὸν δέ τε δούραθ' ἁμάξης" εἴτε γὰρ ὄντως ἑκατὸν εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν, ὥσπερ Ὅμηρος

   "τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο"· καὶ διὰ τοῦτο οἱ γραμματικοί φασιν ἀντὶ τοῦ πολλὰ ἑκατὸν εἰρηκέναι τῷ μὴ σφαλῆναι κατά τι τῶν μορίων.

[8]    ἀλλὰ καὶ τὸ μέγεθος αὐτοῖς καὶ τὸ σχῆμα περιθεῖναι τὸ πρέπον ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι καὶ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι τέχνης ἐπιδείγματα πάντες ἡγοῦνται οὐχὶ παρ' ἀνθρώπου διδαχθέντες οὕτω κρίνειν, ἀλλ' ἔχοντες φύσει τέχνης ἔννοιαν ἀφωρισμένην τύχης. τὸ μὲν γὰρ ἐν ἅπασι κατωρθωμένον εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ' ἓν ἢ δύο τύχης ἔργον, οὐ [9] τέχνης εἶναι πεπιστεύκαμεν. τὴν αὐτὴν οὖν ἔννοιαν ‹ἔχοντες› οἱ ἀνατομικοὶ τῶν ἰατρῶν ἐθαύμασαν ἅπαντες τὴν τέχνην τῆς φύσεως.

   οὐ γὰρ ὡς ἔξωθεν ὁρᾶται τὸ σῶμα συγκείμενον ἐκ μερῶν δέκα που καὶ δώδεκα ἢ εἰ βούλει καὶ εἴκοσιν, [10] οὕτως καὶ κατ' ἀλήθειαν ἔχει. σύγκειται γὰρ ἐξ ὀστέων πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ μυῶν πολὺ πλειόνων ἢ διακοσίων· εἰς ἕκαστον δὲ τῶν ὀστῶν μὲν ἀφικνεῖται τὸ τρέφον ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ μυῶν οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἀρτηρία καὶ νεῦρον ἴσα τε πάντα ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν μέρος τοῦ ζῴου τοῖς κατὰ θάτερον, ὀστοῦν ὀστῷ καὶ μῦς μυῒ καὶ φλὲψ φλεβὶ καὶ νεῦρον νεύρῳ καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι.

[11]    διὸ καὶ θαυμαστῶς ὁ Ἱπποκράτης ἔφη "τοῦτο μέν, ἐπεὶ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι." μέγιστον γάρ ἐστι σημεῖον τῆς ἐν τοῖς μορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήματος ὁμοιότης ἥ τε τῆς χώρας καθ' ἣν ἐμφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα λέγω καὶ τὴν ἀρτηρίαν καὶ τὸ νεῦρον, ἐν ἑκάστῳ τῶν μυῶν, ἥ τε τῆς ἐν αὐτοῖς σχέσεως ἐναντιότης οὐ δικαιοσύνην μόνον ἐν τῇ κατασκευῇ τοῦ σώματος ἐνδείκνυται σαφῶς, ἀλλὰ καὶ δύναμιν ἄκραν τοῦ κατασκευάσαντος αὐτὸ τὸ σῶμα. [12] τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθμήσῃς, εἶθ' ἕκαστον αὐτῶν εὕρῃς κατωρθωμένον, ἐναργῶς σοι φανεῖται τὸ μέγεθος αὐτοῦ, φημὶ τοῦ δημιουργοῦ. οὐ γὰρ ἁπλῶς οὕτως, ὡς ἂν ἀμελῶς τις ἐννοήσειεν, ἰσάριθμόν ἐστι τὸ πλῆθος τῶν ὀστῶν καὶ τῶν μυῶν τοῖς ὀστοῖς τε καὶ μυσίν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς, μεγέθους τε λέγω καὶ θέσεως καὶ συνθέσεως καὶ ἀριθμοῦ καὶ σχήματος ὅλης τε τῆς διαπλάσεως, ἅπερ καὶ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα φαίνεται φυλαττόμενα.

[13]    καὶ γὰρ ὁποῖον αὐτῶν ἕκαστον εἶναι προσήκει καὶ ὁπηλίκον ὅπῃ τε μέρος ἐμφυόμενον τοῦ μυὸς ὅπως τε, καὶ κατασχιζόμενον, ἀκριβῶς φυλάττεται καθ' ἕκαστον αὐτῶν ἔτι τε πρὸς τούτοις ἡ πάντων ἰσότης τῶν ἀριστερῶν πρὸς τὰ δεξιὰ τοσούτους ἔχουσα καὶ [14] αὐτὴ τοὺς κατὰ μέρος σκοπούς, ὅσους καὶ τὰ μόρια. καὶ ταῦτά σοι λέγω μηδέπω μνημονεύων ἑκάστου τῶν σπλάγχνων ἢ τῶν ἄλλων μορίων ὅσα κατὰ περιγραφὴν ἰδίαν ὁρᾶται· φαίνεται γὰρ κἀν τούτοις οὐκ ὀλίγος ἀριθμὸς σκοπῶν ἐν ἑκάστῳ.

[15]    δυοῖν γοῦν ὀφθαλμῶν ὑπαρχόντων ἡμῖν ἴσον ἑκατέρῳ τὸ πλῆθος τῶν μορίων ἐστὶν οὔτε κατὰ σχῆμα παραλλαττόντων οὔτε κατὰ τὸ μέγεθος ἢ τὴν θέσιν ἢ τὴν διάπλασιν ἢ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσίν τε καὶ σύμφυσιν, ἀλλὰ καὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν ἴσον ἀκριβῶς ἐν ἑκατέρῳ, καὶ τὸ ὑαλοειδὲς ὁμοιότατον κατά τε χρόαν καὶ σχῆμα καὶ σύστασιν· ὀνομάζω δὲ σύστασιν τὴν κατὰ μαλακότητα καὶ σκληρότητα διαφορὰν τῶν μορίων.

[16]    οὐ μὴν οὐδὲ τῶν ὑμένων τε καὶ χιτώνων οὐδεὶς ἑτέρως ἔχων ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἐστιν, ἀλλ' ἀκριβῶς ἴσος μὲν τὸ μῆκος, ἴσος δὲ τὸ πάχος ἢ τὴν λεπτότητα, καθάπερ γε καὶ τὴν χρόαν καὶ τὴν σύστασιν οὐδὲ βραχὺ παραλλάττων· οὕτως δὲ καὶ ὁ τῶν μυῶν ἀριθμὸς ἴσος ὅ τε καθ' ἕκαστον αὐτῶν ὄγκος τοῦ σώματος [17] ἅμα τῷ σχήματι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει. τὴν δὲ αὐτὴν εὑρήσεις δικαιοσύνην ἐν ἅπασι τοῖς ὀργανικοῖς τοῦ σώματος μορίοις.

   οὐ γὰρ μόνον ὅσα διττά, καθάπερ οἱ ὀφθαλμοὶ καὶ τὰ ὦτα καὶ αἱ †γενέσεις †οἵ τε νεφροὶ καὶ οἱ ὄρχεις καὶ αἱ χεῖρες ὅλαι καὶ τὰ σκέλη τὴν κατασκευὴν ἀκριβῶς ἔχει τὴν αὐτὴν τὰ δεξιὰ τοῖς ἀριστεροῖς, ἀλλὰ καὶ τῶν μονοφυῶν εἶναι δοκούντων ὅσα διφυῆ κατ' ἀλήθειάν εἰσιν, οἷον ἐγκέφαλος, γλῶττα, γένυς, πνεύμων, θώραξ καὶ μῆτραι [18] τῶν γυναικῶν ἕτερά τε τοιαῦτα. καθ' ἕκαστον γὰρ αὐτῶν τὰ δεξιὰ τοῖς ἀριστεροῖς τὸν ἀριθμὸν ἴσον ἔχει τῶν μορίων, ἅμα τῷ μεγέθει καὶ τῷ πάχει καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει, καὶ φύσει πάντως ἀπαράλλακτον.

[19]    οὕτω δὲ καὶ τὸ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων γένος· ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς παντοίως ἐστὶν ἀπαράλλακτά τε κατὰ τὰς τῶν οὐσιῶν ὁμοιότητας. ὥσπερ οὖν ἐπὶ τῶν ἀνθρωπείων πλαστῶν ποιούμεθα τὰς κρίσεις, οὕτω χρὴ κἀπὶ τῶν θείων ποιεῖσθαι καὶ θαυμάζειν τὸν τοῦ σώματος ἡμῶν δημιουργόν, ὅστις ποτέ ἐστι θεῶν.

[20]    εἰ δ' ἐκ τοῦ μὴ βλέπειν αὐτὸν οὐδ' εἶναι φήσομεν, οὐ φυλάξομεν ἔτι τὴν ὁμοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ' ὧν οὐκ ἐν τῷ θεᾶσθαι τὸν συμπήξαντα τὴν ναῦν ἢ τὸν σκίμποδα τὴν κρίσιν τῆς τέχνης ἐποιούμεθα παραλιπόντες σκοπεῖσθαι τὴν χρείαν ἑκάστου τῶν [21] μορίων, ἀλλ' ἐν τούτῳ τὸ κῦρος αὐτῆς ἐθέμεθα. γελοῖον γὰρ εἴ τις ἐν τῷ θεάσασθαι τὸν κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νομίζοι, καὶ εἰ ἔνια τῶν μερῶν εὑρίσκοι κακῶς κατεσκευασμένα·

   γελοῖον δὲ κἂν ἄριστα κατεσκευασμένης τῆς νεὼς ἢ τῆς οἰκίας ἢ τῆς κλίνης, ἀγνώστου δ' ὄντος τοῦ κατασκευάσαντος, νομίζειν ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα ἢ κατὰ τύχην, διακρινόντων ἁπάντων τὸ τὴν μὲν σπανιάκις ἁμαρτάνειν τοῦ σκοποῦ, τὴν δ' ἐπιτυγχάνειν ὀλιγάκις, ἀχρείαν δὲ καὶ μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς αἰτίαν εἶναι φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμένους.

[22] οὐ γὰρ ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς ἐπίσκεψιν ὧν ἅπαντες ἔχομεν φύσει.

   τούτοις τοῖς κριτηρίοις χρώμενος ὁ Ἱπποκράτης ἔγραψε τάς τε φωνάς· "εὐπαίδευτος ἡ φύσις ἐοῦσα, οὐ μαθοῦσα τὰ δέοντα ποιέει," καὶ ἐν ἄλλαις ἄλλως, "φύσιες νούσων οἱ ἰητροί"· ὡσαύτως ἔχει καὶ [23] τοῦτο· "φύσις ἐξαρκέσει παντάπασι." καλεῖ δ' αὐτὴν καὶ δικαίαν ἐνίοτε καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ μιμητὴν αὐτῆς εἶναί φησι καὶ διαπαντὸς ἐν τοῖς κατὰ μέρος λόγοις ὑμνεῖ τε καὶ θαυμάζει τὴν δύναμιν αὐτῆς, ἥτις μέν ἐστιν ἡ οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης ἡμᾶς φύσεως οὐ τολμῶν ἀποφήνασθαι, τὸ δὲ δημιουργικὸν ἡμῶν αἴτιον, ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις, ὀνομάζων φύσιν.

[9]

[1]    Ἀλλὰ Πλάτων γε καὶ τὸ κατασκευάσαν ἡμᾶς αἴτιον ἀπεφήνατο τὸν τοῦ κόσμου δημιουργὸν θεὸν τοῖς ἑαυτοῦ παισὶ κελεῦσαι λόγῳ διαπλάσαι τὸ τῶν ἀνθρώπων γένος λαβόντας μὲν παρ' αὐτοῦ τῆς ἀθανάτου ψυχῆς τὴν οὐσίαν, προσθέντας [2] δ' ἐν αὐτῇ τὸ γεννητόν. ἀλλ' ἐκεῖνό γε χρὴ γιγνώσκειν ἡμᾶς, ὡς οὐκ ἔστιν ὅμοιον εἶδος ἀποδείξεως τε καὶ θέσεως τοῦ κατὰ πρόνοιαν θεοῦ τινος ἢ θεῶν ἡμᾶς κατεσκευάσθαι καὶ τοῦ γνῶναι τὴν οὐσίαν τοῦ κατασκευάσαντος, ὥσπερ [3] οὐδὲ τῆς ψυχῆς ἡμῶν. ὅτι μὲν ἄκρας ἐστὶ σοφίας καὶ δυνάμεως ἡ τοῦ σώματος ἡμῶν κατασκευή, δι' ὧν ὀλίγον ἔμπροσθεν εἶπον ἐπιδείκνυται·

   τὰ δὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν διαπλασάντων ἡμᾶς θεῶν ἔτι τε μᾶλλον ὅσα περὶ τοῦ σώματος ἡμῶν λέγεται παντὸς ὑπὸ τοῦ θειοτάτου Πλάτωνος ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἐκτείνεται, ὡς αὐτὸς ἐδήλωσεν ἐν Τιμαίῳ πρῶτον ἐνάρχεσθαι μέλλων τῆς φυσιολογίας, εἶτα καὶ μεταξὺ κατὰ τὴν διέξοδον τοῦ λόγου [4] παρεντιθεὶς τὴν ἀπόφασιν. ἄρχεσθαι μὲν οὖν μέλλων αὐτοῦ ὁ Τίμαιος, τοῦτον γὰρ ὑπέθετο τοὺς περὶ φύσεως τῶν κατὰ τὸν κόσμον ἅπαντα λόγους διεξερχόμενον, ὧδέ πώς φησιν· [5] "ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γενώμεθα πάντῃ πάντως αὐτοὺς αὑτοῖς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς· ἀλλ' ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρὴ μεμνημένους ὡς ὁ λέγων ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν· ὥστε περὶ τούτου τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει μηδὲν ἔτι πέρα ζητεῖν."

[6]    οὕτω δὲ καὶ τὰ περὶ ψυχῆς αὐτῷ γεγραμμένα τοῦ πιθανοῦ καὶ εἰκότος ἔχεσθαί φησιν ὧδέ πως εἰπών· "τὰ μὲν οὖν περὶ ψυχῆς ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον καὶ ὅπῃ καὶ μεθ' ὧν καὶ δι' ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ ξυμφήσαντος τότ' ἂν οὕτως μόνως διισχυριζοίμεθα· τό γε μὴν εἰκὸς ἡμῖν εἰρῆσθαι καὶ νῦν ἔτι μᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τε φάναι καὶ πεφάσθω."

[7]    ὥσπερ οὖν ταῦτα περὶ ψυχῆς εἶπεν ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἡμῖν γιγνώσκεσθαι προαποπεφασμένα, καὶ διὰ τοῦτο κἀγὼ τολμηρῶς ἀποφήνασθαι περὶ αὐτῶν οὐ θαρρῶ, κατὰ δὲ τοὐναντίον ὅτι πλείω τὰ τῆς ψυχῆς ἐστιν εἴδη καὶ ὅτι τριχῇ κατῴκισται καὶ ὅτι τὸ μὲν αὐτῶν θεῖόν ἐστιν ᾧ λογιζόμεθα, τὰ δὲ λοιπὰ δύο παθητικά, τὸ μὲν ᾧ θυμούμεθα, τὸ δὲ ᾧ τῶν διὰ τοῦ σώματος ἡδονῶν ἐπιθυμοῦμεν, ὃ κἀν τοῖς φυτοῖς ἐστιν, ἀποδείξεις ἔχειν φημὶ καὶ μέντοι καὶ ὅτι τὸ μὲν ἐν ἐγκεφάλῳ κατῴκισται, τὸ δὲ ἐν καρδίᾳ, τὸ δ' ἐν ἥπατι·

[8]    καὶ γὰρ τούτων εἰσὶν ἀποδείξεις ἐπιστημονικαὶ καὶ περὶ αὐτῶν ἠγωνισάμην ἐν τοῖς πρώτοις ἓξ ὑπομνήμασι τῆσδε τῆς πραγματείας οὔτε περὶ τῆς οὐσίας εἰπών τι τῶν τριῶν εἰδῶν τῆς ψυχῆς οὔτε περὶ τῆς ἀθανασίας οὔθ' ἅλως ζητήσας πότερα κυρίως ὀνομάζων εἴρηκεν ἐν Τιμαίῳ θνητὰ τὰ δύο μέρη τῆς ψυχῆς ἢ ταύτην αὐτοῖς ἐπήνεγκε τὴν προσηγορίαν ἀθανάτοις οὖσιν ὡς χείροσι τοῦ λογιστικοῦ καὶ ὡς κατὰ τὰ θνητὰ τῶν ζῴων ἐνεργοῦσι μόνον. [9] τὸ γὰρ ὅτι τριχῇ κατῴκισται τὰ ψυχῆς εἴδη καὶ ὅτι τοσάσδε τὰς δυνάμεις ἕκαστον αὐτῶν ἔχει καὶ ὅτι τοιάσδε τινάς, εἴς τε τὴν ἰατρικὴν τέχνην χρήσιμον ὑπάρχον εἴς τε τὴν ἠθικήν τε καὶ πολιτικὴν ὀνομαζομένην φιλοσοφίαν εὐλόγως Ἱπποκράτει [10] τε καὶ ἡμῖν ζητεῖται· πότερον δὲ καὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν ἀθάνατα τετύχηκεν ὄντα, καθάπερ ἡγοῦνται πολλοὶ τῶν Πλατωνικῶν, ἢ θνητὰ κυρίως εἴρηται κατὰ τὸν Τίμαιον, οὐ πάνυ τι χρήσιμον οὔτ' εἰς ἰατρικὴν οὔτε τὴν ἠθικήν τε καὶ πολιτικὴν φιλοσοφίαν ὀνομαζομένην ὑπάρχον εἰκότως τοῖς ἰατροῖς καὶ πολλοῖς τῶν φιλοσόφων παραλέλειπται.

[11]    τῆς θεωρητικῆς οὖν φιλοσοφίας ἐστὶ μᾶλλον ἢ τῆς πρακτικῆς. ἀλλ' ὅτι τὸ βέβαιον αἱ περὶ τούτων ἀποδείξεις οὐκ ἔχουσιν, αὐτὸν ἐπέδειξα τὸν Πλάτωνα διὰ τῆς ἐν [12] Τιμαίῳ ῥήσεως ὁμολογοῦντα. οὐ μὴν περί γε τῶν ἐν τῷ τετάρτῳ Πολιτείας ὑπ' αὐτοῦ γεγραμμένων ἐστὶν εἰπεῖν ὡς ἄχρι τοῦ πιθανοῦ προερχομένων μόνον· ἀλλ' ἐμοὶ μὲν ἐπιστημονικαὶ δοκοῦσιν αἱ ἀποδείξεις ὑπάρχειν ἄλλο μὲν εἶναι τὸ λογιστικόν, ἄλλο δὲ τὸ θυμοειδές, ἄλλο δὲ τὸ ἐπιθυμοῦν [13] ἀποδεικνύντος αὐτοῦ. ᾧ δὴ καὶ δῆλον ὅπερ ἐξ ἀρχῆς λέγω, χαλεπώτατον εἶναι διακρίνειν τὰς ὁμοιότητας.

   ὅπου γὰρ αὐτῶν τῶν Πλατωνικῶν πολλοὶ ἐναντίως οἷς ὁ Πλάτων ἀπεφήνατο ἐδόξασαν, πῶς ἄν τις ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις θαυμάσειεν ἀγνοοῦσι διακρίνειν τὸ πιθανὸν μὲν οὐκ ἀληθὲς [14] δὲ τοῦ βεβαίως ἀληθοῦς; ὅπερ οὐκ ἂν ἐγένετο, οὐδεμιᾶς ὁμοιότητος οὔσης τοῖς ψευδέσι καὶ πιθανοῖς πρὸς τὰ μετ' ἐπιστήμης δεικνύμενα. μάθοις δ' ἂν ἐναργῶς αὐτὸ τοῦτο κἀκ τοῦ τετάρτου τῆς Πολιτείας.

[15]    ἀξιώματι γὰρ εἰς τὴν ἀπόδειξιν μέλλων χρῆσθαι τοῦ πλείω τὰ τῆς ψυχῆς ἡμῶν εἶναι μόρια προσέχειν ἀκριβῶς αὐτῷ παρακελεύεται γιγνώσκων ἐνίους ἀντεροῦντας ὡς οὐκ ἀληθεῖ διὰ τὸ μὴ δύνασθαι διακρίνειν ἀπὸ τῶν ἀληθινῶν τὰ πιθανὰ μὲν οὐκ ἀληθῆ δὲ πολλῆς ἐν [16] αὐτοῖς οὔσης ὁμοιότητος. ἐντεῦθεν γάρ τοι καὶ τὸ τῶν δογμάτων πλῆθος ἐγένετο κατ' ἰητρικήν τε καὶ φιλοσοφίαν, οὐ δυναμένων ἁπάντων διορίζειν ἀπὸ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων τισὶν ἢ ἑπομένων ἢ μαχομένων ἤ τινα ἄλλην σχέσιν ἐχόντων πρὸς ἄλληλα, τὰ τὸ δυνατὸν ἔχοντα μόνον.

[17]    ὁμοιότης γάρ ἐστι κἀνταῦθα πολλοῖς τῶν ἀναγκαίων πρὸς τὰ δυνατὰ μὲν ὅσον ἐπὶ τῇ νοήσει, μὴ μέντοι γε ὑπάρχοντα κατ' ἀλήθειαν.

[18] ἀλλὰ καὶ τούτων κἀνταῦθα μόνοις τοῖς γεγυμνασμένοις κατ' αὐτὰ καλῶς τὴν διάγνωσιν οἷόν τε ποιεῖσθαι καὶ μόνη γ' ἀρκέσει τοῖς βουλομένοις ἀποδεικτικοῖς γενέσθαι [19] μετὰ τοῦ δηλονότι συνετοῖς εἶναι φύσει. θαυμάζειν οὖν δίκαιόν ἐστι καὶ κατὰ τοῦτο τὸν Πλάτωνα μὴ μόνον τὰς μεθόδους εἰπόντα διὰ συντόμων, ἀλλὰ καὶ γυμνάσαντα καθ' ἑκάστην.

[20]    ἔστι μὲν γὰρ τρία κεφάλαια, πρῶτον μὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν, δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ μαχομένων γνῶσιν, ἐπ' αὐτοῖς δὲ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγμάτων μεταβολὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁμοίως καὶ ἀνάλογον, ‹ὧν› ἐστιν ἥ τε ταὐτοῦ καὶ ἡ ἑτέρου γνῶσις, οἷς ἅπασι κοινὰ συμβέβηκε περὶ ἃ γεγυμνάσθαι χρή, τὸ δυνατὸν καὶ ἀναγκαῖον ἥ τ' [21] ἐν τούτοις ὁμοιότης τε καὶ ἀνομοιότης. οἱ μὲν οὖν σκοποὶ καθ' οὓς ἕκαστα τούτων ὀρθῶς ἄν τις μεταχειρίζοιτο παντάπασιν ὀλίγοι, τὸ ‹δὲ› κατ' αὐτοὺς γυμνάσιον οὐκ ὀλίγου χρόνου δεόμενον.

[22]    ἐνδείκνυται δὲ τοῦτο καὶ κατὰ τὸ τέταρτον τῆς Πολιτείας ὁ Πλάτων, ἔνθα βούλεται δεῖξαι τὴν ψυχὴν ἡμῶν οὐχ ἁπλῆν οὐδὲ μονοειδῆ κατὰ τὴν οὐσίαν, ἀλλὰ σύνθετον ἐκ τριῶν μερῶν, ὧν ἕκαστον μὲν ἴδιον [23] ἔχει τὸ εἶδος, οὐ μίαν δὲ δύναμιν, ἀλλὰ πλείους. εἰς γὰρ τὴν ἀπόδειξιν αὐτοῦ χρῆταί τινι τῶν πρὸς νόησιν ἐναργῶν λόγῳ τοιῷδε· "δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα." τοῦτο μὲν οὖν τὸ ἀξίωμα καθ' ὃ τὴν ἀπόδειξιν ἐγχειρεῖ ποιήσασθαι.

[24]    γιγνώσκων δὲ μὴ παντὶ τὸν εἰρημένον εἶναι λόγον σαφῆ ἐπάγει αὐτὸς [οὗτος] ὧδε· "ἑστάναι, εἶπον, καὶ κινεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν;" οὐκ ἀρκεσθεὶς δ' οὐδὲ τούτῳ διὰ τὸ συντόμως εἰρῆσθαι μακρότερον αὖθις [25] διέρχεται τὸν αὐτὸν λόγον ὧδέ πως γράφων· "ἔτι τοίνυν ἀκριβέστερον διομολογησώμεθα, μή πως προϊόντες ἀμφισβητήσωμεν. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλήν, ὅτι ὁ αὐτὸς οὗτος ἕστηκε καὶ κινεῖται ἅμα, οὐκ ἂν οἶμαι ἀξιοῖμεν οὕτως λέγειν δεῖν, ἀλλ' ὅτι τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτως; οὕτω." [26] μετὰ δὲ τοῦτο τὸ παράδειγμα χρησιμώτερον ἕτερον εἰς ἀντιλογίαν τοῦ προκειμένου ἀξιώματος ἐπιφέρων ὧδέ πως [27] γράφει· "οὐκοῦν καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων, κομψευόμενος ὡς οἵ γε στρόμβοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιιὸν ἐν τῇ αὐτοῦ ἕδρᾳ τοῦτο δρᾷ, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ αὐτῶν τὰ τοιαῦτα μενόντων τε καὶ φερομένων, ἀλλὰ φαῖμεν ἂν ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν ἑαυτοῖς καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι, οὐδαμῇ γὰρ ἀποκλίνειν, κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι·

   καὶ ὅταν δὲ τὴν εὐθυωρίαν ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερὰ ἢ εἰς τὸ πρόσθεν ἢ εἰς τὸ ὄπισθεν ἐκκλίνῃ ἅμα περιφερόμενον, τότε οὐδαμῇ ἑστάναι."

[28] ταῦτα προειπὼν ὁ Πλάτων σαφέστατα συνάπτων αὐτοῖς ἐφεξῆς φησιν, "οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγόμενον ἐκπλήξει οὐδὲ μᾶλλόν τι πείσει ὥς ποτέ [τοι] τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν."

[29]    ἐν τούτοις διορίζει τὰς ἐν τοῖς εἰρημένοις πράγμασιν ὁμοιότητας, ἐπιδεικνὺς ὅπως ἐνδέχεταί τινα τῶν μὴ καθορώντων ἀκριβῶς αὐτὰς οἴεσθαι τὸν εἰρημένον ὑπ' αὐτοῦ καθόλου λόγον οὐκ εἶναι διὰ παντὸς οὐδ' ἐπὶ πάντων ἀληθῆ, δύνασθαι γὰρ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον πρὸς τὸ αὐτὸ ποιεῖν ἢ πάσχειν, ἐπὶ τὰ μόρια τὸν λόγον ἀνάγοντα, καθάπερ ἐπ' ἀνθρώπου κινουμένου [30] μὲν τοῖσδε τοῖς μορίοις, ἡσυχάζοντος δὲ τοῖσδε. πρόδηλον γὰρ ὡς οὐ σώζεται τὸ ταὐτὸν ἀκριβῶς ἐν τοῖς τοιούτοις·

   ἀλλ' εἴ τις ἐπιδεῖξαι δύναιτο τὸν δάκτυλον ἡσυχάζειν τε ἅμα καὶ κινεῖσθαι, οὗτος ἂν εἴη τὸ προειρημένον ἀξίωμα [31] διαβεβληκώς. δείξας οὖν ὁ Πλάτων κἀνταῦθα τὴν ἀνομοιότητα τοῦ βουληθέντος ἀντειπεῖν κατὰ τὸν εἰρημένον λόγον, ἐφ' ἑτέραν ἀντιλογίαν πιθανωτέραν μεταβὰς ἐπιδείκνυσι κἀκείνην κατὰ τὸ μὴ δύνασθαι διακρίνειν τὴν ὁμοιότητα [32] τῆς ἀνομοιότητος ἐσομένην. ἐν γὰρ τοῖς στρόμβοις δύναιτ' ἄν τις λέγειν τἀναντία [μὴ] περὶ ταὐτὸν σῶμα συμβαίνοντα, ὅταν ‹ἐν› ἑνὶ τόπῳ πήξαντες τὸ κέντρον περιφέρωνται·

   ἀλλὰ καὶ κατὰ τοῦτο τὸ παράδειγμά φησιν ὁ Πλάτων ἕτερον μὲν εἶναι τὸ ἑστὸς τοῦ στρόμβου, ἕτερον δὲ τὸ περιφερόμενον, [33] ὃ δὴ "κύκλῳ ‹κινεῖσθαι›" προσηγόρευσεν αὐτός. ἐν τούτῳ τῷ λόγῳ παντὶ σκοπὸν ἡμᾶς ἐδίδαξε τῆς διακρίσεως τῶν οὕτως λεγομένων ἐν διαφορᾷ κεῖσθαι τοῦ τε ἀκριβῶς λεγομένου ταὐτοῦ, καὶ τοῦ παχέως τε καὶ πλατέως καὶ οὐκ ἀκριβῶς.

[34]    ὁ μὲν γὰρ αὐτὸς ἵππος οὐ δύναται κατὰ τὸν αὐτὸν [ἅμα] χρόνον εἰς Ἀθήνας τε ἅμα καὶ Κόρινθον ἀπιέναι, καθάπερ οὐδ' εἶναι κατὰ τὸν αὐτὸν ἅμα χρόνον Ἀθήνησι καὶ ‹ἐν› Κορίνθῳ, οὐδὲ μέλας καὶ λευκὸς εἶναί τε καὶ λέγεσθαι καθ' ἕνα χρόνον τὸν αὐτόν, εἰ μὴ τὸ μὲν ἥμισυ φέρε τοῦ σώματος λευκὸν [αὐτοῦ] εἴη, τὸ δ' ἕτερον αὐτοῦ μέλαν, ἀλλ' [ὅτι] οὔτε τὸ λευκὸν μέρος ἅμα τε λευκὸν εἶναι καὶ μέλαν οὔτε τὸ μέλαν ἅμα μέλαν τε καὶ λευκὸν οἷόν τε εἶναι.

[35]    κατὰ τοῦτον οὖν τὸν σκοπὸν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς γυμνάζων ἡμᾶς διακρίνει τό τε ταὐτὸν ἀπὸ τοῦ ἑτέρου καὶ τὸ ὅμοιον ἀπὸ τοῦ ἀνομοίου. κἀπειδὴ ταῦτα ἔπραξεν, αὐτὸς ἐφεξῆς κατὰ λέξιν [36] ὡδί πως ἔγραψε· "μήτοι τις, ἦν δ' ἐγώ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυμεῖ, ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου, ἀλλὰ χρηστοῦ σίτου. ‹πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυμοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυμία ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώματος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυμία, καὶ αἱ ἄλλαι οὕτω. ἴσως γὰρ ἄν, ἔφη, δοκοῖ τι λέγειν ὁ ταῦτα λέγων. ἀλλὰ μέντοι, ἦν δ' ἐγώ, ὅσα γ' ἐστὶ τοιαῦτα οἷα εἶναί του, τὰ μὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐμοὶ δοκεῖ,› τὰ δ' αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνου."

[37]    εὔδηλον οὖν ὅτι προθεὶς κατὰ τὸν λόγον εὐθὺς ἐν ἀρχῇ, "μήτοι τις, ἦν δ' ἐγώ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ," διὰ τοῦτο προσέθηκε τὸ ἀσκέπτους, εἰδὼς ὅτι περὶ ἕκαστον τούτων ἐσκέφθαι χρὴ διατρίψαντα καὶ γυμνασάμενον πολυειδῶς. τοιαύτη γάρ τις ἡ περιωδευμένη φαντασία παρὰ τοῖς μετ' αὐτὸν Ἀκαδημαϊκοῖς ὠνομάσθη.

[38]    καὶ θαυμαστὸν οὐδὲν ἐκ τῆς πολλῆς τῆς περὶ τὸ προκείμενον πρᾶγμα σκέψεως ἀκριβεστέραν αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθήσεσι διαγιγνωσκομένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς αὐτὰ θεωμένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύμων φαίνεται δοκούντων τοῖς μὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι, τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινομένων.

[39]    ὥσπερ δὲ ἐπὶ τῶν ἀξιωμάτων αἱ ὁμοιότητες πλάνας καὶ αἱ ἀνομοιότητες παρέχουσι τοῖς ἀγυμνάστοις τε καὶ ἀσκέπτοις, οὕτω καὶ περὶ τῶν ζητουμένων πραγμάτων ἀπάτη γίγνεται πολλάκις οὐχ ἥκιστα καὶ διὰ τὰς ὁμωνυμίας διττὰς οὔσας, ἑτέρας μὲν ἐκ ‹τοῦ› τῶν ὁμογλώττων ἔθους, ἑτέρας δ' ἐξ [40] αὐτοῦ τοῦ τῶν διαλέκτων· ὥσπερ ἀμέλει καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν μερῶν ἡ ζήτησις γέγονεν ἀποδεικνύντος μὲν τοῦ Πλάτωνος μὴ δύνασθαι τὸ ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν·

   ἐν γὰρ τοῖς ἐπιφερομένοις σαφῶς αὐτὸ τοῦτο διῆλθεν ὀνομάζων ταὐτὸν [41] τὸ τῆς ψυχῆς εἶδός τε καὶ μέρος. ἔνιοι δὲ τὸ ταὐτὸν ἐπὶ δυνάμεως εἰρῆσθαί φασιν, ὡς ‹εἰ› καὶ οὗτος εἶπε τὴν αὐτὴν δύναμιν ἑνὶ χρόνῳ πρὸς ἕν τι πρᾶγμα μὴ δύνασθαι τἀναντία ποιεῖν ἢ πάσχειν, οὐδὲ τοῦτ' ἐννοήσαντες, ὅτι τὸ μὲν ποιεῖν ἐπὶ τῆς δυνάμεως ἀκούειν ἐγχωρεῖ, τὸ πάσχειν δ' οὐκ ἐγχωρεῖ· κατὰ γὰρ τὸ δρᾶν ὁ Πλάτων ἀεὶ φαίνεται τὸ τῆς δυνάμεως ὄνομα προσφερόμενος, οὐ κατὰ τὸ πάσχειν.

[42]    ἕκαστον γὰρ τῶν ὄντων δρᾶν μέν τι δύναται καθ' ἣν ἔχει δύναμιν [ἡγούμενος], οὐ μὴν καὶ πάσχειν κατὰ δύναμιν, ἀλλὰ καὶ κατὰ ἀσθένειαν μᾶλλον, ὅτε ἰσχυρότερον αὐτοῦ τὸ [43] συντυγχάνον ὑπάρχει. καὶ πρόδηλον δ' ἐξ ὅλου τοῦ λόγου γέγονε, καθότι μοι δέδεικται καὶ διὰ τῆσδε τῆς πραγματείας ‹καὶ› ἐν ᾗ περὶ τῶν τῆς ψυχῆς εἰδῶν ἐμνημόνευσα κατὰ τὴν τοῦ Πλάτωνος γνῶσιν τὸν λόγον ποιούμενος, ἓν μὲν λέγειν αὐτόν, ὅ τι περ ἂν ὑποκείμενον ᾖ κατὰ τὴν ζήτησιν, οὐσίαν ἰδίαν ἔχον ἢ συμβεβηκός, οὐσίαν δὲ ἥτις μὴ δύναται τἀναντία περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ἅμα δρᾶν τε καὶ πάσχειν.

[44]    ἀλλὰ καὶ τὸ τῆς διαιρέσεως ὄνομα λέγεται μὲν κυρίως ὅταν ὅλον τι συνεχὲς ὂν ‹εἰς› τὰ μόρια τέμνηται, λέγεται δὲ καὶ κατὰ τὴν ἀπ' αὐτοῦ μεταφοράν, [45] ὅταν ‹γένος› εἰς διαφορὰς ἢ εἴδη. συγχέονταί γέ τινες ἐν ταῖς τοιαύταις τομαῖς, ὡς οὐ δύνασθαι διακρῖναι τὴν τῆς οὐσίας εἰς τὰ μέρη διαίρεσιν ἀπὸ τῆς τῶν γενῶν τε καὶ διαφορῶν καὶ εἰδῶν διαιρέσεως, ἔτι δὲ μᾶλλον, ὅτε κατὰ τὸ τρίτον σημαινόμενον οἱ διαλεκτικοὶ διαίρεσιν ὀνομάζουσιν τὴν τῶν φωνῶν εἰς τὰ σημαινόμενα, καὶ κατ' ἄλλην, ὅταν τὰς φυσικὰς οὐσίας ἐξ ὕλης ἀποίου καὶ εἴδους συγκεῖσθαι λέγωσιν, ὥσπερ δή γε κἀπειδὰν ἔκ τε τῆς ὑποκειμένης οὐσίας ἀποίου καὶ τῶν συμβεβηκότων αὐτῇ·

[46]    λέγουσι γὰρ ἔνιοι φιλόσοφοι καὶ τὸ τοιοῦτον διαίρεσιν, ὥσπερ καὶ ἀνάλυσιν. οὐ μὴν τάς γε οὐσίας διαιρεῖσθαί φασιν εἰς τὰς ἐν αὐταῖς δυνάμεις, ἀλλ' ἑκάστην ἄτμητον οὖσαν ἐνεργεῖν τι [47] κατὰ τὰς ἐν αὐτῇ δυνάμεις. οὐδὲ γὰρ ἁπλῶς λέγουσι δύναμιν ἔχειν τινὰ τὴν οὐσίαν, ἀλλὰ προστιθέασι ποτὲ μὲν τοῦ καίειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ποτὲ δὲ τοῦ φαντασιοῦσθαι καὶ λογίζεσθαι καὶ κινεῖν ἑαυτὴν ἤ τι τῶν ἄλλων ὅσα [τε] τοιαῦτα κατὰ τὴν λογιστικὴν ψυχὴν ἐνεργοῦμεν, αὐτὴν μὲν οὖσαν μίαν, ἔχουσαν δὲ δυνάμεις πολλάς, ἃς ἁπάσας ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον.