[1]
[1] Προὔκειτο μὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, εἴτ' ἐκ τῆς καρδίας μόνης ὁρμῶνται σύμπασαι, καθάπερ Ἀριστοτέλης τε καὶ Θεόφραστος ὑπελάμβανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι βέλτιον, ὡς Ἱπποκράτης [2] τε καὶ Πλάτων ἐδόξαζον. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν μόνον ἠμφισβήτησε πρὸς τοὺς παλαιούς, ἀλλὰ καὶ περὶ τῶν δυνάμεων αὐτῶν οὔτε τὴν θυμοειδῆ συγχωρήσας ὑπάρχειν οὔτε τὴν ἐπιθυμητικήν, ἔδοξε χρῆναι τὴν τούτου πρότερον δόξαν ἐπισκεψαμένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ ἀρχαὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεών εἰσιν. [3] ἀφῖκται οὖν ὁ λόγος ἤδη πρὸς τοῦτο καὶ ἀρχὴν ἕξει γε τὴν τῶν ὀνομάτων ἐξήγησιν οἷς ἔμπροσθέν τε ἤδη κεχρήμεθα κἀν τῷ μεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόμεθα. πρὸς γὰρ τὸ μηδενὸς τῶν εἰρημένων παρακούειν, ἀλλ' ἐν ἅπασι τὸ διωρισμένον τε ἅμα καὶ σαφὲς ἕτοιμον ὑπάρχειν ἀναγκαιότατόν ἐστιν ἕκαστον τῶν ὀνομάτων ἐφ' ὅτου λέγεται πράγματος [4] ἀκριβῶς ἀφωρίσθαι. καὶ γάρ τοι καὶ λύεσθαί τινα τῶν ἔμπροσθεν ἀναβληθέντων ζητημάτων ἐκ τούτου τοῦ τρόπου συμβέβηκεν, ὥσπερ, οἶμαι, καὶ τόδε, πότερον ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ὅσα τ' ἄλλα τοιαῦτα.
[5] ἡ μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική, δραστικὴν δ' ὀνομάζω τὴν ἐξ ἑαυτοῦ, τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε ἀναγκαῖον μὲν πολλάκις εἰς ἓν ὑποκείμενον τῷ πάθει τὴν ἐνέργειαν συνέρχεσθαι καὶ [6] κατὰ τοῦτο διαφέρειν μηδέν, τῷ λόγῳ μέντοι διαφέρειν. ἡ γὰρ ὑπὸ τοῦ τέμνοντος ἐν τῷ τεμνομένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγμα, τοῦ μὲν τέμνοντος ἐνέργεια, τοῦ δὲ τεμνομένου πάθος ἐστίν.
[7] οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθημα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο μερῶν καὶ προσέτι τοῦ σώματος ἡμῶν παντός, [8] ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἓν μὲν δὴ τοῦτο [τὸ] σημαινόμενον ἑκατέρου τῶν ὀνομάτων, ἕτερον δὲ τὴν μὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡμῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχῶς δὲ τοῦ κατὰ φύσιν λεγομένου, τοῦτ' ἀκούειν χρὴ νῦν ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γίγνεται.
[9] κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαμεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται καὶ μὴ δι' ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ' ἐξ αὑτοῦ κινοῖτο [10] τὸ κινούμενον εἴθ' ὑφ' ἑτέρου. ἤδη μὲν οὖν οἶμαι σαφὲς εἶναι τὸ λεγόμενον, ἀλλ' οὐδὲν χεῖρον ἐπὶ παραδειγμάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις ἡ μὲν κατὰ τοὺς σφυγμοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς πάθος.
[11] ἐξ ἑαυτῆς μὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλμούς, ἀλλ' οὐ κατὰ φύσιν, ἐξ ἑαυτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. δεῖ δὲ τοῦ σφυγμὸς ὀνόματος ἀκούειν οὕτως νῦν ὡς Πραξαγόρας καὶ Ἡρόφιλος ἅπαντές τε σχεδὸν οἱ μετ' αὐτοὺς ἐχρήσαντο μέχρι καὶ ἡμῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κἀν τοῖς Ἐρασιστράτου τε καὶ Ἱπποκράτους εὑρίσκεται γράμμασιν, ἑτέρα τίς ἐστι καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς μετὰ ταῦτα. [12] τὴν μέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνομαζόντων ἡμῶν σφυγμὸν ὁ παλμὸς μὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σημαινόμενον, ὁ σφυγμὸς δ' οὐ πᾶς ἐνέργεια. τὸν γοῦν μείζονα τοῦ κατὰ φύσιν ἢ μικρότερον ἢ ὠκύτερον ἢ βραδύτερον ἢ πυκνότερον ἢ ἀραιότερον ἤ πως ἄλλως ἐξιστάμενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σημαινόμενον· ἐξ ἑαυτῆς μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ' οὐ κινεῖται.
[13] ὥστ' εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυμαστὸν ἓν πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν μικρότερον τοῦ κατὰ φύσιν σφυγμόν, οὐ μὴν κατά γε ταὐτὸν σημαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, ἔστι [μὲν] γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγμὸν κίνησις δραστική, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν ἀλλὰ πάθος, [14] ὅτι μὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις. οὕτως οὖν ἔχει κἀπὶ τοῦ θυμοῦ καὶ τῶν ἄλλων παθῶν.
ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σημαινόμενον, καθ' ὅσον δ' ἔκφοροί τε καὶ ἄμετροι κινήσεις εἰσὶ καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ' ἂν [15] ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σημαινόμενον. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ μέγας σφυγμός ἐστι, τοιοῦτον κατὰ τὴν τοῦ θυμοειδοῦς ὁ θυμός, οἷον δ' αὖ πάλιν ὁ μικρὸς σφυγμός, τοιοῦτον ἡ ἀθυμία. αὕτη μὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυμοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυμούς. [16] ταύτῃ τε οὖν ἐνέργειαί τε ἅμα καὶ πάθη λεχθήσονται καθ' ἕτερόν τε καὶ ἕτερον σημαινόμενον ἥ τε ὀργὴ καὶ ἡ λύπη καὶ ὁ φόβος καὶ ἡ ἐπιθυμία καὶ ὁ θυμὸς ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ' ὅσον ὅλον τὸ σῶμα μετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζῴου πάθος ἔσται κατ' ἄμφω τὰ σημαινόμενα.
[17] πολλάκις μὲν γὰρ ἕπεται τῷ θυμοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυμητικῷ, καθάπερ ἑλκόμενά τε καὶ συρόμενα παραπλήσιον τρόπον, ὡς εἰ καὶ ξυνωρίδος ἵππων ὁ μὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅμ' ἑαυτῷ μετὰ τοῦ σύμπαντος ἅρματός τε καὶ ἡνιόχου, ὁ δ' ἕτερος ὑπ' ἀσθενείας ἕπεται κατεπτηχώς, αὐτὸς [18] δ' ὁ ἡνίοχος ἀποφέρεται βίᾳ. τηνικαῦτα γὰρ ἡ μὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἐνέργεια, κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, παρὰ φύσιν γ' οὖσα κίνησις αὐτῷ, ἀλλ' ἤδη πάθος. [19] ἡ μέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ' ἕτερον τῶν σημαινομένων ἐνέργειά ἐστιν, ἀλλὰ κατ' ἄμφω πάθος, εἴ γε μήτ' ἐξ ἑαυτοῦ μήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ μὴ δραστικαί τινές εἰσι μήτ' ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους ἢ ὅλης τῆς χειρός.
[20] ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν ὥσπερ ἡ καρδία, ἀλλ' ὅμως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστί τε καὶ λέγεται κατὰ τὸ δεύτερον σημαινόμενον, εἰ καί τινες ὑπ' ἀγυμνασίας τῆς περὶ τὰ σημαινόμενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν ἀληθὲς μέν τι λέγοντες, ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σημαινόμενον, ὅτι μέντοι μόνον οὕτως λέγειν ἀξιοῦσιν καὶ μὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρμηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν.
[21] οὕτως οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ πάθη καὶ ἐνέργειαι λεχθήσονται· τῶν γὰρ τῆς ψυχῆς συμφύτων δυνάμεων κινήσεις τινὲς ἄμετροί τε καὶ οὐ κατὰ φύσιν ὄντα διότι μὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ' ἐνέργειαι τῶν δυνάμεών εἰσιν, διότι δ' ἀμέτρως, διὰ τοῦτο πάθη. καὶ τῆς ὅλης μὲν ψυχῆς καὶ αὐτῶν δὲ τῶν κινουμένων δυνάμεων ἀμφοτέρων αἱ κινήσεις αὗται παρὰ φύσιν εἰσίν·
[22] ταῖς μὲν ἀλόγοις δυνάμεσι διὰ τὴν ἀμετρίαν, τῇ δ' ὅλῃ ψυχῇ διότι κατὰ φύσιν [ἐπεὶ] οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ' ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαμεν τὸν βίον ἡμῶν. ὅταν οὖν ἔμπαλιν διοικώμεθα, παρὰ φύσιν τε δηλονότι καὶ [23] διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται. διὰ ταύτας μὲν ἤδη τὰς αἰτίας, ἄν τ' ἐνέργειάν τις ἄν τε πάθος εἴπῃ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ μέμφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σημαινόμενα ἐκ τῆς φωνῆς, ἐφ' ὅ τι φέρων οὕτως ὠνόμασεν. [24] εὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε μὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῆν καὶ τὸ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ τοὺς θυμούς. καὶ μὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνομάζειν, [25] ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὧδε γράφει· "ἆρ' οὖν, ἦν δ' ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων;"
[26] διὰ παραδειγμάτων δ' ἐναργέστερον τοῦτο διδάξαι προελόμενος ἐπιφέρων φησί· "τί οὖν; ἦν δ' ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί ‹οἱ› γενέσθαι, ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν ὥσπερ τινὸς ἐρωτῶντος ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε.
τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδ' ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ' αὐτῆς [27] καὶ εἰς ἅπαντα τὰ ἐναντία ἐκείνοις θήσομεν;" αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ μόνον ὅπερ ἐλέγομεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῆν καὶ τὸ διψῆν καὶ ὅλως τὸ ἐπιθυμεῖν τινος ἢ ἐφίεσθαί τε καὶ φεύγειν εἴτε ποιήματά τις εἴτε παθήματα, τουτέστιν εἴτε ἐνεργείας εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν μερῶν τῆς ψυχῆς διδάσκουσαι.
[2]
[1] Διὸ καὶ καλῶς ἂν ἔχοι μὴ παραδραμεῖν αὐτάς, ἀλλ' ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡμῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγομένῳ τὸν νοῦν ἀπ' αὐτῶν ἀρξαμένους αὖθις τῶν ὀνομάτων καὶ μὴ νομίζειν ἐπιλανθάνεσθαι τὸν Πλάτωνα τῶν ὑφ' ἑαυτοῦ λεγομένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡμῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία μέρη διαιρεῖσθαι φάσκῃ.
[2] καὶ γὰρ εἴδη καὶ μέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνομάζοι τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν, ὥσπερ εἰ καὶ σώματος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, μετὰ ταῦθ' ὡς περὶ μερῶν αὐτῶν διαλέγοιτο. καὶ γὰρ καὶ μέρη τοῦ σώματος ἡμῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, συμπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν, καὶ μέντοι καὶ εἴδη τοῦ σώματος οὐδὲν ἧττον·
[3] ἐν μόνοις γὰρ τοῖς ὁμοιομερέσι τὸ διαφέρον εἶδος οὐκ ἔστιν, οἷον τὸ τῆς σαρκὸς μέρος ἢ τὸ τῆς φλεβὸς ἢ τὸ τῆς πιμελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνομοιομερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθμὸν ὁρίζει τοῖς μορίοις. τοιοῦτον δέ τι χρῆμα καὶ ἡμῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί [4] φησιν ἐκ τριῶν μερῶν συγκειμένην. εἰκάζει δ' οὕτω τὸ μὲν ἐπιθυμητικὸν θηρίῳ ποικίλῳ τε καὶ πολυκεφάλῳ, τὸ δὲ θυμοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ.
αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱππομόρφω μέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐμνημόνευσεν, ὡς σαφέστερον ἐνδεικνύμενος ὁποῖον ἕκαστόν [5] ἐστι τῶν εἰδῶν τῆς ψυχῆς. ὁ μὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώματος κεχωρίσθαι νομίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάμπολυ διαλλάττειν εὐλόγως εἴδη τε καὶ μέρη προσαγορεύει·
ὁ δ' Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς οὐκ ὀνομάζουσιν, δυνάμεις δ' εἶναί φασι μιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρμωμένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς μίαν οὐσίαν, οὕτως καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν [6] θυμὸν καὶ τὴν ἐπιθυμίαν. ἀλλ' ὅτι μὲν οὐκ ὀλίγον ἁμαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡμῖν ἐπιδέδεικται· ὅτι δὲ οἱ περὶ τὸν Ἀριστοτέλην σφάλλονται μιᾶς οὐσίας τὰς τρεῖς δυνάμεις εἶναι νομίζοντες, ἔν τε τοῖς ἔμπροσθεν ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ μετὰ τοῦτον λόγος ἀποδείξει.
[7] πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει τό τε λογιστικὸν καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόμεθα. ἐν μὲν οὖν τῷ Τιμαίῳ περὶ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ μετέχειν φησί, διαλεγόμενος ὧδέ πως γράφει· "μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος."
[8] αὖθις δ' ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόμενος ὧδέ πώς φησι· "τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ' ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ' ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ [9] συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν." συναμφότερα δ' αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές, ‹ἐν› τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόμασεν· "ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον."
[10] ὁμοῦ δ' αὖ πάλιν τὰ τρία μέρη τῆς ψυχῆς ἡμῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιμαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· "καθάπερ εἴπομεν πολλάκις [11] ὅτι τρία τῆς ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται." ὡσαύτως δὲ κἀν τῇ Πολιτείᾳ κατὰ μὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυμοειδοῦς προειρηκὼς ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυμητικοῦ, κἄπειθ' ἑξῆς ζητῶν εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· "ἆρ' οὖν ἕτερον ὂν καὶ τούτου ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυμητικόν;"
[12] οὕτω δὲ καὶ κατὰ τὸ ἔνατον ἔγραψεν ἔν τε τῇδε τῇ ῥήσει· "ἀλλ' ἡσυχάσας μὲν τὼ δύο εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται", καὶ προσέτι τῇδε· "ὅτι δὴ οὖν, εἶπον, ἀμφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν μηδὲ τὸ χεῖρον καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον, [13] πῶς ἂν εἰδεῖμεν τίς αὐτῶν ἀληθέστατα λέγει;" τί ἂν ἔτι δέοιμεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώμην τἀνδρός, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτί, λογιστικὸν ἐπιθυμητικὸν [καὶ] θυμοειδές.
ἀμέλει μόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων ἐν μὲν τοῖς φυτοῖς τὴν ἐπιθυμητικήν, ἐν δὲ τοῖς θεοῖς τὴν [14] λογιστικήν. τὴν μέντοι θυμοειδῆ διὰ τί μόνην οὐχ οἷόν τε κατ' οὐδὲν τῶν σωμάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεμένων ἡμῶν τὴν ἐκ τοῦ Τιμαίου ῥῆσιν ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυμητικῆς γεγονέναι φησὶ βοηθὸν τῇ λογιστικῇ ψυχῇ καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέμματος, τῆς ἐπιθυμίας.
[15] εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραμμένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη μνημονεύειν ἐναργῶς ἤδη καὶ διὰ τούτων τῆς γνώμης τἀνδρὸς ἐγνωσμένης. εἰ δὲ καὶ μέρη ψυχῆς [16] ἕκαστον αὐτῶν ὀνομάζει, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὡς ὅ τί περ ἂν εἶδος ᾖ, τοῦτο καὶ μέρος ὀνομάζειν ἐγχωρεῖ, μὴ μέντοι τό γε μέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ [μὴ] ὅτι μηδ' ἐγχωρεῖ λέγειν μηδὲν σύνθετον ὁμοιομερές, ἑαυτῷ γε ‹μὴ› συνεχὲς ὅλον ὑπάρχον· ἐξ ὡρισμένων γὰρ τὸν ἀριθμὸν σύγκειται μορίων·
οὐδενὸς δὲ ὁμοιομεροῦς ἀριθμῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν μορίων.
[17] ὅτι μὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει ταῦτα, μακροτέρων οὐ δέομαι λόγων.
[3]
[1] Ὅτι δὲ τὸ μὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ' ἐν τῇ καρδίᾳ, τὸ δ' ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο καὶ [2] δέδεικται διὰ τῶν ἔμπροσθεν ὑπὲρ τῶν δύο μερῶν. ὑπόλοιπον δὴ ἔτι τὸ ἐπιθυμητικόν, ἰδίας ἀποδείξεως δεόμενον, ἣν ἐν τῷδε διέξιμεν ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προειπόντες ὡς οὐκ ἐξ ὁμοίως ἐναργῶν οὐδ' ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουμένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ' ἐκ τῶν τούτῳ συμβεβηκότων ἰδίᾳ.
[3] τῶν μὲν γὰρ νεύρων βρόχῳ διαλαμβανομένων ἢ τεμνομένων ἐφαίνετο τὰ μὲν ἐγκεφάλῳ συνεχῆ μόρια διασώζοντα τὰς ἀρχαίας δυνάμεις, τὰ δ' ἐπέκεινα τοῦ βρόχου παραχρῆμα καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν· οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ μὲν τῇ καρδίᾳ συνεχεῖς ἔτι σφύζουσαι κατὰ φύσιν, αἱ δ' ὑπὸ τοῦ βρόχου διειργόμεναι τελέως ἄσφυκτοι [4] γιγνόμεναι. καὶ μέντοι καὶ τὰ παθήματα τῆς ψυχῆς ὅσα κατὰ τοὺς θυμούς τε καὶ τοὺς φόβους συμπίπτει προφανῶς ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐμνημονεύσαμεν δὲ καὶ ὅσα θλιβόμενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόμενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶμα καὶ ὡς καὶ ταῦτ' ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν [5] ὑπάρχειν αὐτόν. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχομεν ἐπιδεικνύειν, οὔτ' εἰ γυμνώσαντες αὐτὸ θλίβομεν οὔτ' εἰ βρόχῳ τὰς φλέβας διαλαμβάνομεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως [ἡ] ἀρχή, καθάπερ ἡ μὲν καρδία τῆς σφυγμικῆς, ὁ δ' ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ' ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ' ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῷον εἰς εὐτροφίαν τε καὶ εὔχροιαν ἥπατος ἀτονήσαντος.
[6] ὡσαύτως δὲ καὶ τὸ μέρος εἰς ὅπερ ἂν ἐμβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς ἢ καὶ παντάπασιν ἐκκόψῃς ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόμενον, οὐ μὴν ἔν γε τῷ παραυτίκα βλαπτόμενον οὐδέν, ὅτι ἄξιον λόγου. τοιαύτης γὰρ δυνάμεως ἀρχὴ τὸ ἧπαρ οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει.
[7] καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναμις, ὕστερον ἐπιδειξόντων ἡμῶν ἀκριβέστερον ὡς πολλῶν ἐστι δυνάμεων ἀρχὴ τὸ ἧπαρ καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνομάζειν, οὐ δύναμιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχομένην, ἐν ἐγκεφάλῳ μὲν λογιστικήν, ἐν καρδίᾳ δὲ θυμοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυμητικὴν [ἢ φυτικὴν ἢ γεννητικήν·] ἢ ὡς οἱ περὶ τὸν Ἀριστοτέλην, θρεπτικὴν ἢ φυτικὴν ἢ γεννητικήν, ἀφ' ἑνὸς ἑκάστου τοὔνομα θέμενον, ἀπὸ μὲν τοῦ φύειν φυτικήν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικήν, ἀπὸ δὲ τοῦ γεννᾶν γεννητικήν· ὁ Πλάτων δ' ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυμιῶν ἐπιθυμητικήν.
[8] οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐν αὐτοῖς τοῖς πράγμασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡμεῖς ἐπὶ μὲν ἐγκεφάλου ‹καὶ› καρδίας ἔμπροσθεν ἐποιήσαμεν, ἐφ' ἥπατος [9] δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρμώμεθα διελθεῖν. ἀρξόμεθα δ' ἀπὸ τῶν ἐναργεστέρων, ἵν' ἅμα τε γυμνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωμέν τι τῶν ἀμυδροτέρων ἅμα τε προτάσεων εὐπορήσωμεν εἰς αὐτά.
ἐναργέστερον δ' ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν μὲν ἡ καρδία, τῶν νεύρων δ' ὁ ἐγκέφαλος, ἢ καθάπερ ἔνιοι νομίζουσιν, οὐ ταῖς ἀρτηρίαις μόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέμπει τὰς φυσικὰς δυνάμεις ἡ καρδία.
[10] κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅμα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που μόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουμένην δύναμιν ἐναργέστερα τεκμήρια τοῦ μέρους ὅθεν ὁρμᾶται παρασχέσθαι. [11] καταβληθέντος εἰς τὴν γῆν σπέρματος οὑτινοσοῦν, εἰ μὲν αὐχμώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρμα πᾶσαν αὐτοῦ τὴν ἔμφυτον ἰκμάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· μετρίως δ' ὑπαρχούσης ὑγρᾶς μαλακὸν γίνεται τὸ σπέρμα, διοιδίσκεται δὲ καὶ τὸ περιέχον αὐτὸ σύμφυτον σκέπασμα τὸ οἷον δέρμα καὶ ῥήγνυται μὲν πρῶτον ἀερωθείσης τῆς κατὰ τὸ σπέρμα νοτίδος, εἶθ' ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστημά τι λεπτὸν καὶ μαλακὸν εἰς ἄμφω τὰ μέρη, τό τ' ἄνω τοῦ σπέρματος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ ‹κάτω› κατὰ βάθους τῆς γῆς.
[12] καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούμενα καὶ φερόμενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρμησε. καὶ τοῦ χρόνου προϊόντος εἰ τὸ σπέρμα δένδρου τινὸς εἴη μεγάλου σπέρμα, τὸ μὲν εἰς τὸν ἀέρα φερόμενον αὐτοῦ πρέμνον γίγνεται, τὸ δ' εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς εἴη δένδρου τὸ σπέρμα.
[13] μία μὲν οὖν ἀρχὴ τῆς γενέσεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς μέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω μὲν τὸ πρέμνον, ἡ δ' ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας [14] ἡ διοικοῦσα τὸ δένδρον δύναμις ἐκεῖθεν ὁρμωμένη. κινεῖται μὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς μὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν εἰς πολλὰ τὰς πρώτας ῥίζας αὐξάνειν τε τὰς ἐπιγιγνομένας· εἰς δὲ τὸ ἄνω κλάδους μέν τινας ἀποφύουσα τοῦ στελέχους, ἐκείνους δ' αὖθις εἰς ἑτέρους σχίζουσα μέχρι τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν.
[15] καὶ ἔοικέ γε τὸ μὲν ἄνω μέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τῶν καρπῶν διαπλάττειν, τὸ κάτω δ' ὑπὲρ τῆς κατὰ τὴν τροφὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζῴοις ἐστὶ τὸ στόμα, τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ στοματίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ [16] τῆς φύσεως δεδημιουργημένην. ἄγε δή μοι τὴν εἰκόνα κἀπὶ τὰ ζῷα ‹μετένεγκε›.
καὶ πρῶτον μὲν ἐπίσκεψαι τὴν μεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέμνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφερομένη, θατέρῳ δὲ τῷ μείζονι κατὰ τῆς ῥάχεως [17] ἐκτεταμένη. θέασαι δ' ἑξῆς ἅπαντ' αὐτῆς τὰ βλαστήματα πάντοσε τοῦ σώματος φερόμενα καθ' ὃν ἐν τῷ πρώτῳ γράμματι λέλεκται τρόπον, ἑτέραν δ' ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφερομένην, τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην ἀνάλογον τῷ καθήκοντι μέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν.
[18] ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφήν, οὕτως ἐκ τοῦ πνεύμονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρημένων ἀρτηριῶν. αὗται δύο μὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι μέγισται τῶν οἰκείων [19] ἀποβλαστημάτων ἑκάτεραι. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ μὲν ἐξέχον τῆς γῆς, τὸ πρέμνον, ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ' εἰς τὰς ῥίζας σχιζόμενον ἁπάντων καὶ τοῦτ' εὐρύτατον τῶν κάτω, τὸ μέσον δ' ἀμφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν οἷον στέλεχος ἀρτηρία μεγίστη τῶν καθ' ὅλον ἐστὶ τὸ ζῷον,
ἡ δ' εἰς τὸν πνεύμονα τὴν ἔμφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία μέση τ' ἀμφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰς [20] δυνάμεων. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρημένων εὔδηλον ὡς τὰ μείζω τῶν ἐλαττόνων ἀρχαί, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν εἰς οὓς διανέμεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας ὡς τῆς ἀρχῆς τὰ μετ' αὐτὴν μείζω νομίζειν, ἐξαπατώμενοι πρὸς τῶν ποταμῶν, οἳ μικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ τούτου γιγνομένου.
[21] τινὲς μὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόμενοι ποταμοὺς εἰκότως αὐξάνονται, τινὲς δ' ὀχετῶν ἀποσχιζομένων σμικρύνονται. ποταμὸς δὲ οὐδεὶς ἐκ μιᾶς ὁρμώμενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον δήπου τὸν ὅλον ἑκάστης αὐτῶν γενέσθαι μείζονα.
[22] καὶ χωρὶς δὲ τοῦ παραδείγματος, εἰ τὰ κατὰ τὸ σῶμα τῶν ζῴων ἀγγεῖα τὰ μικρότερα τῶν μειζόνων ἀρχὰς θησόμεθα, μαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι μορίῳ τοῦ σώματος ἀναγκαζόμενος ὁμολογεῖν ἀρχὴν εἶναι τῶν τριῶν ὀργάνων, ἀρτηρίας καὶ νεύρου καὶ φλεβός, ὥστ' εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς μεγίστης ἀρτηρίας καὶ τῆς κοίλης φλεβὸς καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέμνα τὸ μὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων.
[23] ὥστ' ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούμενος οὐδὲ τὰ βλαστήματα τῶν δένδρων οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς [24] τοῦ φυτοῦ. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ τροφῆς τοῦ δένδρου δύναιτ' ἂν λέγεσθαι παραπλησίως ταῖς εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύμονα κατασχιζομέναις ἀρτηρίαις· ἁπλῶς δ' ἅπαντα τῶν φλεβῶν τὰ πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον· οὔτε γὰρ τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρημένων οὔτε τῆς διοικούσης δυνάμεως· οὕτως γὰρ ἅπαν ἔσται μόριον ἀρχή.
[25] εἰ δέ τινα μὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ δ' οὐκ ἀρχάς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ μᾶλλον τάδε τῶνδε νομιστέον ἀρχάς, οἷον τὰ κατ' ἐγκέφαλον τῶν κατὰ πνεύμονα καὶ τούτων τὰ κατὰ τὸ ἧπαρ ἢ τὸν σπλῆνα κἀκείνων τὰ κατ' ἄλλο [26] τι μόριον ἢ σπλάγχνον; ἐγὼ τοῦτον τὸν λόγον οὐδ' ὅτε μειράκιον ὢν ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος ἐπιδεικνύναι πειρωμένου τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν οὔτ' ἐν τῷ παραχρῆμα προσηκάμην οὔθ' ὕστερον ἀνασκεπτόμενος ἐπῄνεσα.
τὰ δ' ἀπὸ τῆς κεφαλῆς καταφέρεσθαι λεγόμενα τέτταρα ζεύγη φλεβῶν ἐμβεβλῆσθαί τέ μοι δοκεῖ τοῖς ἐπιγραφομένοις Ἱπποκράτους συγγράμμασι καὶ [27] διεσκευάσθαι φανερῶς. οὐδὲν γοῦν αὐτῶν δύναται δείκνυσθαι, καίτοι τἆλλα τὰ περὶ φλεβῶν εἰρημένα πρὸς Ἱπποκράτους, ἅπερ ἔγραψα πάντα κατὰ τὴν περὶ τῆς Ἱπποκράτους ἀνατομῆς πραγματείαν, ὡμολόγηταί τε τοῖς ἀνατομικοῖς ἀνδράσι καὶ δείκνυται καὶ πρὸς ἡμῶν· τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη πρὸς τῷ μηδ' ὑφ' ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατομικῶν οὐδὲ δείκνυται πρός τινος.
[28] ἀλλ' ἔνιοι μὲν τῶν τιθεμένων αὐτὰ πιστεύειν Ἱπποκράτει φασί, κἂν αὐτοὶ μὴ δύνωνται δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγματος, οὐκ αἰσθητοῦ διαλεγόμενοι, τινὲς δ' ἐπαγγέλλονται μὲν δείξειν, ἔδειξαν [29] δ' οὐδέποτε. τὸ μὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν οὐδὲν θαυμαστόν· εὑρίσκεται δὲ καὶ κατὰ τὴν τελευτὴν τοῦ περὶ φύσεως ἀνθρώπου ‹συγγράμματος, ἐν τῷ μεταξὺ προτέρου μὲν τοῦ περὶ φύσεως ἀνθρώπου,› δευτέρου δὲ τοῦ περὶ διαίτης, ᾧ τὴν ἀνατομὴν τῶν φλεβῶν ἐμβεβλήκασιν οὐδένα λόγον ἔχουσαν τῇ διαίτῃ συνῆφθαι.
[30] πολὺ γὰρ ἦν πιθανώτερον οὐ τούτῳ τῷ μέρει τοῦ γράμματος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι μᾶλλον [ἢ] εἰ τῷ τέλει παρέγραψεν. ὅτι δ' οὐδὲ τῷ προτέρῳ μέρει προσαρμόττεσθαι λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ σύγγραμμα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴν ὡς ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατομῆς φαινομένην.
[31] ἀλλ' ὅτι μὲν οὐκ ἔστι γνήσιος οὔθ' Ἱπποκράτους οὔτε Πολύβου τῶν εἰρημένων φλεβῶν ἡ ἀνατομή, καὶ πρὸ ἡμῶν μὲν ἑτέροις ἀποδέδεικται καὶ ἡμεῖς δ' ἄν, εἰ θεὸς δοίη ποτὲ περὶ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων πραγματεύσασθαι, διὰ πλειόνων ἐπιδείξαιμεν ἥτις ἐστὶν Ἱπποκράτους γνώμη περὶ φλεβῶν ἀρχῆς, ἣν ἔκ τε τοῦ περὶ τροφῆς ἔνεστι λαβεῖν καὶ [32] ἐκ τοῦ δευτέρου τῶν ἐπιδημίων. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἀναβεβλήσθω.
δεῖξαι γὰρ πρότερον ὃ λέγων ἀπέλιπον ἔγνωκα, ὅτι κἀν τοῖς φυτοῖς μὲν ἀρχὴ καὶ γενέσεως καὶ διοικήσεως τὰ μείζω σώματα τῶν μικροτέρων ὑπάρχει, οὐχ [33] ἥκιστα ‹δὲ› κἀν τοῖς ζῴοις. ἐπάνειμι γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁμολογεῖ γοῦν καὶ αὐτὸς ἀπ' ἐγκεφάλου φυόμενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ' ὀφθαλμοὺς μυσὶν ἐκ μιᾶς καὶ παχείας ἐκφύσεως εἰς μικρὰ καὶ πολλὰ σχιζόμενα.
[34] τούτων δ' ἔτι μᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη μέν ἐστιν ἐκφυομένη, τέμνεται δ' εἰς πάμπολλα μικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόμα διανεμομένη μορίοις, ὥσπερ γε καὶ ἡ μετ' αὐτήν. ἵνα δὲ μὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἀπ' ἐγκεφάλου βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέμνον ἀριθμοῦ παμπόλλου νεύρων οἷον κλάδων ἀποφυομένων αὐτοῦ.
[35] ταῦτα μὲν οὖν ἀληθῆ τ' ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωμένοις ὁμολογούμενα, τὸ δὲ τὰ μικρὰ τῶν μεγάλων ἀρχὰς εἶναι μάχεται μὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινομένοις, ἀεὶ γὰρ ἐν τούτοις τὰ μείζω τῶν μικροτέρων ἀρχαί, μάχεται δὲ ὡς εἴρηται καὶ τοῖς κατὰ τὰ φυτὰ καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γάρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι.
[36] φαίνονται γοῦν αἱ μὲν ἀρτηρίαι πρὶν ἐκτμηθῆναι τοῦ ζῴου τὴν κίνησιν ἀπολλύουσαι σαφῶς ἐπειδὰν βρόχῳ διαληφθῶσι, μήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόμεναι, μόνη δ' ἡ καρδία πάντων τῶν ἐν τῷ ζῴῳ μορίων ἐξαιρουμένη μέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως [37] ἑαυτῇ τε καὶ τοῖς ἀφ' ἑαυτῆς. αἱ δ' ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τομαῖς ἅμα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ' εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ μέγιστα μόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν μικροτέρων γενήσονται.
[38] εὐρύταται γοῦν ἁπασῶν εἰσι τοῦ ζῴου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόμεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαί, καθάπερ ἐν τοῖς φυτοῖς πάχιστον μὲν τὸ πρέμνον ἁπάντων τῶν κλάδων, παχίστη δ' [39] ἡ ῥίζωσις τῶν ῥιζῶν. ὀνομάζω δὲ ῥίζωσιν τὸ κάτωθεν μέρος, ὅπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυον ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐντεῦθεν ἐπὶ τὰ ζῷα μεταφέρων τοὔνομα ῥίζωσιν εἰρηκέναι τῶν μὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ.
[40] ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν αἱ ῥίζαι μὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ μὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύμονα καὶ ἡ εἰς ὅλον τὸ ζῷον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ' εἰς τὰ κατὰ τὴν γαστέρα καὶ ‹ἡ› εἰς τὸ σύμπαν σῶμα.
[41] ῥίζαις μὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ' αὐτὸς Ἱπποκράτης ἔδειξε φάμενος "ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζῴοις ἡ γαστήρ," τὸ δ' οἷον πρέμνον ἡ κοίλη φλέψ ἐστιν ἐκ μὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φερομένη δ' ἐκ τοῦ ἥπατος εὐθείᾳ πρὸς ἑκάτερα τοῦ ζῴου τὰ μέρη, τό τε ἄνω καὶ τὸ κάτω.
[42] εὐρύτατον μὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ' εὐρὺ τὸ διὰ τῶν φρενῶν ..... ἀνατεταμένον, ἔλαττον δὲ ἀμφοῖν τὸ ἐμφυόμενον τῇ καρδίᾳ. καίτοι γ' εἴπερ ἦν ἡ καρδία τῆς κοίλης φλεβὸς ὡς καὶ τῆς μεγάλης ἀρτηρίας ἀρχή, μέγιστον ἂν ἦν οἶμαι τὸ συνεχὲς αὐτῇ μέρος.
[4]
[1] Εἰ δέ τις οἴεται τῆς μὲν δυνάμεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ' ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρμᾶσθαι τὸ αἷμα, καὶ διὰ τοῦτ' εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω μόρια τὰ κάτω τοῦ ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφήν, οὗτός μοι δοκεῖ [2] δι' αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ μὴ βούλεται. τὸ γὰρ ἐξ ἥπατος ὁρμᾶσθαι τὸ αἷμα τί ἄλλο ἐστὶν ἢ τὴν γεννῶσαν αἷμα δύναμιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι;
εἴπερ οὖν ἕνεκα μὲν τοῦ τρέφεσθαι τὸ ζῷον ἡ τοῦ αἵματός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷμα, τῆς θρεπτικῆς δυνάμεως [3] ἀρχὴ τοῦτ' ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία. τὸ γὰρ προνοούμενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώματι τοῦτ' εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάμεως, ὥσπερ οἶμαι κἀν τοῖς φυτοῖς ἐκεῖνο τὸ μέρος [4] ὃ ῥίζωσιν ἐκαλοῦμεν· ἕλκει τε γὰρ ἐφ' ἑαυτὸ διὰ παμπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν ἐπιπέμπει τε προκατεργασάμενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους.
εἰ γὰρ καὶ ‹ταύτης› τῆς [αὐτῆς] δυνάμεως ὥσπερ καὶ τῆς σφυγμικῆς ἀρχὴν θησόμεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ μηδὲν μάτην [5] ἐργαζομένη φύσις ἐποίησεν. ἦν γὰρ δήπου κατὰ τὴν καρδίαν αἱματοῦσθαι τὴν τροφήν. ἀλλ' ὡς εἰς μέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ.
[6] πιθανὸς μὲν ὁ λόγος, οὐ μὴν ἀληθής γε. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουμένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ' ὡς αὐτὸς ὁ ἡγούμενος ἐξουσίαν ἔχων τοῦ διανέμειν αὐτήν.
ἐναργῆ δὲ παραδείγματα κατ' αὐτὸ τοῦ ζῴου [7] τὸ σῶμα πάρεστι θεάσασθαι. πάντα γοῦν ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει καὶ οὔτ' ἐκ πνεύμονος ἄλλη τις ὁδὸς ἑτέρωσε τέτμηται πλὴν μιᾶς τῆς εἰς τὴν καρδίαν οὔτ' ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε πλὴν εἰς ἧπαρ οὔτ' ἐκ τοῦ δικτυοειδοῦς πλέγματος ἑτέρωσε πλὴν εἰς ἐγκέφαλον οὔτ' ἐκ τῶν τὸ σπέρμα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι πλὴν τῶν ὄρχεων.
[8] οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ἐντεῦθέν τε πάλιν ἐπὶ ἓν χωρίον ἡ κύστις ἐξερεύγεται, καθάπερ οἱ νεφροὶ τὸ οὖρον εἰς τὴν μεγάλην κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷμα προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέμειν αὐτὸ τῇ παρασκευῇ [9] ἡμίεργον ἐπιστεύθη ποτ' ἄν. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ' ἡγεμόνος καὶ ἄρχοντος, οὔθ' ὕλης ἐλλιπῶς παρεσκευασμένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν μόνον ὕλης τ' ἐλλιποῦς ἐστι τὸ μὴ διανέμεσθαι.
καὶ μὴν οὔθ' ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ' ὡς ἄρχων, οὔθ' ὡς [10] ὕλην ἐλλιπῆ [ὕλην] τὸ αἷμα διανέμειν πεπίστευται. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγματός ἐστι τοῦ ζῴου μόρια παρ' ἥπατος ἀναμφισβητήτως ἔχει τὸ αἷμα, καίτοι πλείω τῶν ἡμίσεών [11] ἐστι. μᾶλλον δ' ὅταν ‹ὡς› καὶ αὐτὸ τὸ διάφραγμα καὶ ὁ περικάρδιος ὑμὴν ἅμα τοῖς ἄλλοις ὑμέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα καὶ ὅσοι περιαλείφουσι τὸν πνεύμονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι διδαχθῶμεν ὑπὸ τῆς ἀνατομῆς,
εἰσόμεθα τὰ πλείω τῶν τοῦ ζῴου μορίων ἐξ ἥπατος τρεφόμενα προφανῶς τε καὶ ἀναμφισβητήτως.
[12] ἐπιδειχθήσεται μὲν γὰρ ὀλίγον ὕστερον ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ' ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, [ἀλλὰ] καὶ αὐτοῦ τοῦ θώρακος [13] ὅλα τὰ δύο μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμπαντα τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα καὶ πρῶτόν γε καὶ μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος.
ὡς γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν, οὐδ' ἔστιν ἄλλο τέταρτον οὐδ' ἐπινοῆσαι περίττωμα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης, [14] ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι. τουτὶ γὰρ δέδεικταί μοι δι' ἑτέρων ἤδη πραγματειῶν αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγματείαν· νυνὶ δ' εἴρηται μὲν ὡς μηδὲν τῶν ἀληθῶν παραλείποιτο, τῆς δ' ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁμολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχου [15] κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν καρδίαν οὔτ' ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν οὔτ' ἄλλον ἐργάζεται χυμόν. ὅμοιον γὰρ τό τ' ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷμα καὶ τὸ κατὰ πάσας τὰς φλέβας ‹ἐν› ὅλῳ τῷ ζῴῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅμοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν.
[16] τουτὶ μὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ' ἐστὶ καὶ ξανθότερον, ἔσθ' ὅτε δὲ καὶ τἀναντία παχύτερόν τε καὶ μελάντερον, ἀεὶ μέντοι θερμότερόν [αὐτό] ἐστι· τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷμα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ' ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώμενον ἐν τῇ δεξιᾷ κοιλίᾳ.
[17] μεγίστη δὲ πίστις ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυμὸν εἰς τροφὴν τῶν τοῦ ζῴου μορίων, ἀλλ' αὐτὸ συμπληροῖ τὴν σύμπασαν ἰδέαν αὐτοῦ, τὸ μίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυομένην, ἑτέραν δὲ μηκέτι ἀντεκφύεσθαι κατ' ἄλλο μέρος αὐτῆς εἰς ὅλον ἀπάξουσαν τὸ σῶμα τὸν κατεργασθέντα [18] χυμόν, καίτοι γ' ἄλλης μὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ' ἐξαγούσης τὸ πνεῦμα· φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖς ἀγγείοις χρωμένη πρός τε τὰς ἡμιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασμένας οὐδὲ ταῖς αὐταῖς ὁδοῖς.
[19] οὐδὲ γὰρ δυνατόν ἐστιν ἅμα τε τὸ ἡμίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέμπεσθαι τροφήν, ἅμα τε τὴν ἤδη κατειργασμένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ' ἦν ἂν πάντως ἑτέρα μὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡμίπεπτον, ἑτέρα [20] δὲ ἡ τὴν ἀκριβῶς κατειργασμένην ἐξάγουσα. νυνὶ δ' εἰσάγει μέν τις, ἐξάγει δ' οὐδεμία πλὴν τῆς εἰς πνεύμονα, περὶ ἧς [ἂν] ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων ἐπεσκεψάμεθα τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας οὐκ ἐκ τῆς κοίλης ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύμονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.
[5]
[1] Δεῖται δὲ μάλιστα εἴπερ τις ἄλλος λόγος καὶ ὁ νῦν ἡμῖν προκείμενος αὐτοῦ τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. οὐ μόνον γὰρ οὐδεμία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω μόρια φερομένη πλὴν [ἢ] τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷμα, ἀλλ' οὐδ' εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεμία.
[2] φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφερομένη καὶ ταύτης ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισμα δ' ἐναργέστατόν ἐστι τὸ κατὰ τὴν ἀρτηρίαν τὴν μεγάλην, ὃ θεωρούμενον ἄν τινα βουλοίμην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα.
[3] μία γὰρ ἀρτηρία μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφῦσα σαφῆ σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν ἥν τ' ἐπὶ τὴν ῥάχιν ὁρῶμεν κάτω φερομένην. οὕτως δ' αὖ ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην φλέβα σαφῆ τὴν [4] νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη. φαίνεται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ τῆς ἀναφερομένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχήν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν;
[5] ἐπὶ γὰρ ἀνομοίοις γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα, καίτοι γ' οὐκ ὄντος μικροῦ, ἀλλ' ἐκεῖνό γ' οἶδ' ὅτι οὐ σμικρὸν εἶναί φησι τὸ πολλὰ [6] τῶν ζῴων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. καίτοι γ' οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα τῆς κοιλίας ταύτης ἐκφύεσθαι νομίζειν, ὅταν ἐν παμπόλλοις γένεσι ζῴων ἧπαρ μὲν ὑπάρχῃ καὶ κοίλη φλέψ, ἡ κοιλία δ' ἡ δεξιὰ μηδόλως [7] ᾖ. τίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζῴων, ἐν οἷς φημι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν;
ἀριθμῷ μὲν οὐκ ἔχων διελθεῖν αὐτά, κοινὸν δ' ἐφ' ἅπασι κεφάλαιον εὗρον ἀνατεμὼν πολλά, ἀσύμβατα μὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ [8] μήτ' ἀναπνεῖν ἐξ ἀέρος μήτ' ἔχειν πνεύμονα. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζῴων παρεφύλαξα, τὸ συναπόλλυσθαί τε καὶ συγγεννᾶσθαι τῷ πνεύμονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παμπόλλῳ καὶ τὴν αἰτίαν αὐτῶν καὶ γέγραπται τὰ φανένθ' ἡμῖν εὔλογα κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν.
[9] ἐμπίδας μὲν οὖν καὶ μυίας καὶ σκώληκας καὶ μελίττας καὶ μύρμηκας οὔτ' ἀνέτεμον οὔτ' ἀνατεμεῖν ἐπιχειρήσαιμι ἄν. ὅπου γὰρ κἀν τοῖς μεγάλοις ζῴοις εὑρίσκω πολλὰ σφαλλομένους τοὺς ἀνατεμόντας, εὔλογον δήπου κατὰ τὰ σμικρότερα μᾶλλον σφαλῆναι.
[10] τῶν γοῦν ἀνατμηθέντων ὑπ' ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχεδὸν οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει καὶ κοίλη φλὲψ καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται καθάπερ ἡ ἀρτηρία τῆς καρδίας οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη διὰ παντός, κἂν μηδόλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν. [11] καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρένας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων ὅταν ἐγγὺς [12] ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζῴοις οὐκ ὀλίγοις ἐστὶ μὲν δεξιὰ κοιλία, φαίνεται δ' οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς [13] μεγάλα δύο σχιζομένη πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι καὶ τῶν βαδιζόντων ὀλίγοις· ὥστε τὰ πλεῖστα τῶν ζῴων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχομένην.
[14] ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων, [15] ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζῴου φαίνοιτο θατέρου τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς ἐστιν ἴσα, μόνον οὐ μετὰ φωνῆς ἑρμηνεύοντα τὴν μὲν οἷόν τι πρέμνον ὑπάρχειν, αὐτὰ δ' ἀπ' ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας.
[16] οὐ μόνον δ' ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιμῶν ἑτέρα φλέψ, ἣν οἱ μὲν ὀνομάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ' ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ [17] καὶ πάντων εὐρύτατόν ἐστιν. ἀπ' αὐτοῦ γὰρ εἰς ἄμφω τὰ μέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούμενον ἐπίπλοον. τῶν ‹δὲ› ἐν τούτοις ἅπασι φλεβῶν παμπόλλων οὐσῶν οὐδεμία συνεχής ἐστι τῇ καρδίᾳ.
[18] καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιμώντων ἀπεθαύμαζέ τε καὶ ἠπίστει τῷ λόγῳ καὶ δειχθῆναί οἱ τὸ λεγόμενον ἠξίου καὶ ὡς εἶδε μεγάλως κατεγίγνωσκε τῶν ἀποφηναμένων ἀρχὴν εἶναι φλεβῶν τὴν καρδίαν.
[19] ὥσπερ γὰρ εἰ μίαν ἡντινοῦν ἐν ὅλῳ τῷ ζῴῳ φλέβα κεχωρισμένην εἰς τοσοῦτον ηὑρίσκομεν, ὡς μήτ' αὐτῷ συνάπτειν τῷ ἥπατι μήτε τινὶ τῶν ἀπ' αὐτοῦ φλεβῶν, οὐκ ἂν ἀπεφηνάμεθα τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως ἐπειδὴ νῦν οὐ μίαν οὐδὲ δύο μόνας, ἀλλ' ἀνάριθμόν τι πλῆθος εὑρίσκομεν οὐδεμίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν οἶμαι φαίημεν ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι [20] τὴν καρδίαν. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, ὡς τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ δένδρου δ' ἡ χώρα τοῦ καταβληθέντος σπέρματος.
ἐν ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ λοιποῦ παντός ἐστιν, οὐ τῆς ἐξ [21] ἀρχῆς γενέσεως μόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως. ὅτι δὲ τὸ φαινόμενον αὐτὸ διὰ τῆς ἀνατομῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁμολογεῖν τἀληθές, ἐκ τοῦδε [22] ἂν μάλιστα μάθοις. οὐδεὶς τῶν ἀνατομικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόμενος ἀνατομὴν φλεβῶν ἑτέραν ἀρχὴν τῆς διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ, ἀλλ' εἴτ' ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς Ἡρόφιλος, εἴτ' εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡμέτερος Πέλοψ, ὅμως τήν γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἀφ' ἥπατος ἐποιήσαντο. [23] καὶ τό γε θαυμασιώτατόν τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν· ἐν μιᾷ πραγματείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον ἀνατομήν τε γράφων αὐτῶν ἀφ' ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον σύγγραμμα τῶν Ἱπποκρατείων εἰσαγωγῶν εὖ μάλα γενναίως ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων μόνον ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχήν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλεβῶν ἀφ' ἥπατος ἀρξάμενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατομικοί [εἶναι γράφουσι]· πρὸς γὰρ τὴν διδασκαλίαν ἐπιτήδειον ‹εἶναι γράφουσι› τὸ τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ.
[24] θαυμάζω δ' αὐτῶν εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ' ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν [25] γεγονότων τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς, οὐδ' ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν οὔθ' ὅλως ἀνατεμοῦσιν·
[26] εἰ δὲ λόγον ἔχειν φασὶν ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρῶτον οὗ λέγουσιν ἐπεσκέψαντο τὴν αἰτίαν· "ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλεβῶν [27] ἀνατομῆς ἀρχὴν τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ"; ἀναιτίως, ὦ σοφώτατοι, ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι; τίς οὖν ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς καὶ ῥᾳθύμως ὑπερβῆναι.
[28] τὴν δ' ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶμαι παρέξειν, ὃ πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν.
[29] εἰ γὰρ καὶ μηδενὸς ἄλλου, τούτου ‹γ'› αὐτοῦ τὸν λόγον ἡμῖν ἀποδοῦναι δυνήσονται, τοῦ φάσκειν "ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστίν"· ‹ἐπιτήδειον δέ ἐστιν› οὔθ' ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν οὔθ' ὅτι διείληπται λοβοῖς οὔθ' ὅτι καθ' ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον οὔτε δι' ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ' ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν αὐτῷ.
[30] καὶ μὴν οὐκ ἄλλου τινός ἐστι τοῦτ' αὐτὸ γνώρισμα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι' ἄλλο τι νεύρων ἀνατομῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας ἐγκέφαλον ὑπερβάντα ἢ ὅτι ἀρχὴ τούτων ἐστί· τούτου γὰρ μὴ διδομένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ' ἑαυτῆς ἀναγκάζει ποιήσασθαι. [31] οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανομὴν ἐπεισάκτου πόλει τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ' ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως [οὗ] εἰς ὃ πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ' ἐκείνου [32] ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν. ὥστ' οὐ χρὴ ζητεῖν ἄλλην μὲν ἀρχὴν τῆς τοῦ πράγματος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ.
[33] κατὰ γὰρ τὴν τοῦ πράγματος φύσιν ἡ διδασκαλία γιγνομένη τὴν αὐτὴν ἔχει τῷ διδασκομένῳ τὴν ἀρχὴν οὐδ' ἔστιν ὀρθῶς διηγήσασθαι βουλομένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουμένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν [34] εὑρεῖν τῆς ἀληθοῦς. ἡ μὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει ‹σε› πρῶτον μνημονεῦσαι τῶν θεμελίων, ἡ δὲ τῆς νεὼς τῆς τρόπεως. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως ἢ ἔθνους ἢ στρατοπέδου διοίκησιν, ἀναγκασθήσῃ τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ μνημονεῦσαι.
[35] θαυμάζειν οὖν ἄξιον ὅσοι διδάξαι μὲν ὀρθῶς ἑτέρωθεν ἀρξάμενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν [36] φλεβῶν. ἀλλήλοις γὰρ ἄμφω συνῆπται ταῦτα καὶ οὐχ οἷόν ‹τ'› ἐστὶ χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγματος, ἀλλ' εἴτ' ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρξεται, εἴτε [δὲ] τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας οὐκ ἀγνοεῖ.
[6]
[1] Ἤρκει μὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν μὴν ἧττόν ἐστι καὶ τὰ μέλλοντα λεχθήσεσθαι βέβαια γνωρίσματα τοῦ μηδαμῶς εἶναι τὴν καρδίαν μήτε τοῦ τρέφοντος αἵματος ὅλον τὸ σῶμα γεννητικὴν ἀρχὴν μήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ καὶ πρότερον [2] ὡς οὐκ ἔστι τῷ ζῴῳ τοῦ θρέψοντος αἵματος ἀρχή. διὰ τί δὲ τὸ 'θρέψοντοσ' πρόσκειται κατὰ τὸν λόγον αὖθις;
διότι ἐδείκνυον ὡς ἑτέρου τινὸς αἵματος ἑτέραν χρείαν τοῖς ζῴοις [3] παρεχομένου τῆς γενέσεως οὐκ ἀφαιροῦμαι τὴν καρδίαν. ἀλλὰ τό γε νῦν [εἶναι] προκείμενον, ὡς ὑφ' οὗ τρέφεται τὰ σύμπαντα μέλη τοῦ ζῴου, τοῦτ' ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων ἀρχὴν τῷ λόγῳ ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασιστρατείοις οἳ νῦν ἡμῖν ἐροῦσιν ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζομεν.
[4] εἴρηται δὲ τὸ φαινόμενον ὑπ' Ἐρασιστράτου κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασιν τοῖς στόμασι τῶν ἀγγείων οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται.
[5] τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ' ὑπ' Ἐρασιστρατείου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ' ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. [6] εἰσὶ δ' ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν οἶμαι καὶ τριγλώχινας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς. ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους, οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην, ὁμοιότατοι μὲν τὸ εἶδος ἀριθμῷ δ' οὐκ ἴσοι· μόνῳ [7] γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι. τῶν δ' ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς.
[8] ἐξάγει δ', ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων, αἷμα μὲν εἰς τὸν πνεύμονα τὸ ἕτερον αὐτῶν, πνεῦμα δ' εἰς ὅλον τὸ ζῷον τὸ ἕτερον· ἡ χρεία δὲ τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνων ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ' εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκομένοις.
[9] οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαμενήν, ἀλλ' αὐτὴν τὴν καρδίαν διαστελλομένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ.
[10] ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας ‹ἄλλους› ἔλεγεν ἐπικεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα καθ' ὃν ἂν ἡ καρδία χρόνον χορηγῇ τὰς ὕλας, ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα μηδὲν τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. [11] οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσιν, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόματα μηδὲν τῶν ἑλχθέντων ὑπ' αὐτῆς [12] αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντας. εἴπερ οὖν ἔχει ταῦθ' οὕτως, ἄνδρες Ἐρασιστράτειοι, τὰ μὲν ἄλλα τῶν ἀγγείων ἐάσωμεν ἤδη τῷ λόγῳ, τὸ δ' ἀμφισβητούμενον ἐπισκεψώμεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷμα ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑμένας, ἆρ' ἔσωθεν ἔξω ῥέποντας ἢ τοὐναντίον ἔξωθεν ἔσω φερομένους; [13] ἀλλ' ἴσως οὐδὲ τοῦτο μέγα πρὸς τὸ προπαρεσκευάσθαι μὲν ἐν ἥπατι τὸ αἷμα, φέρεσθαι δ' ἐντεῦθεν εἰς τὴν καρδίαν ἀποληψόμενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα· καὶ γὰρ καὶ λόγον ἔχει μηδὲν τῶν τελέων τε καὶ μεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι μηδὲ ὑφ' ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσμον ἅπαντα κτήσασθαι.
[14] δείξατε οὖν ἡμῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσμηθὲν αἷμα καὶ διανεμόμενον ἅπαντι τῷ σώματι καθάπερ ἡ ἀρτηρία τὸ πνεῦμα.
[15] καὶ μὴν τὰ σύμπαντα τέτταρά ἐστι στόματα, δύο καθ' ἑκατέραν κοιλίαν, ἓν μὲν ἐκ τοῦ πνεύμονος εἰσάγον τὸ πνεῦμα, τὸ δ' ἕτερον ἐξάγον, ἄμφω μὲν ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιάν, εἰς μὲν τὸν πνεύμονα τὸ ἕτερον αἷμα παράγον, ‹ἐκ δὲ τοῦ ἥπατος› εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ [16] σύμπας ὁ λόγος ἐστίν. πέμπτον δ' ἄλλο στόμα οὐκ ἔχομεν εἰπεῖν κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόμενον εἰς αὐτὴν αἷμα πρὸς ὅλον ἀποπέμψει τὸ σῶμα.
[17] μὴ τοίνυν ἐπιπέμπεσθαι λέγετε τῷ παντὶ σώματι παρὰ τῆς καρδίας αἷμα καὶ πνεῦμα μηδὲ εἶναι τοῦτο τὸ σπλάγχνον ὡς ἀρτηριῶν, οὕτω καὶ [18] φλεβῶν ἀρχήν. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόμενον τῆς καρδίας οὔτ' ἄλλην τινὰ χρείαν τῶν ὑμένων, οὓς οὐκ ἂν ἡ μηδὲν εἰκῇ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο μὴ μέγιστόν τι μέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ.
[19] καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου καθ' ἓν βιβλίον τὸ πρῶτον περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφηναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅμα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑμένας ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος.
[20] οὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ μὲν αἵματος ἀρχὴ τὸ ἧπαρ ὑπάρχει, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάμεως ἡ καρδία.
[21] ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐκπέμπεσθαι διὰ τῶν χιτώνων ὁμολογεῖ τὴν δύναμιν, ἦ πού [22] γε ταῖς φλεψὶν ὁμολογήσει; εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον ὃ τοῖς ἀφ' ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ [23] οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναμιν μὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν Ἐρασίστρατον, ὅτι μηδὲ ταῖς ἀρτηρίαις, ἡ δ' ὕλη τοῦ αἵματος ἐξ ἥπατος ὁρμᾶται σαφῶς.
[24] οὐ μὴν ‹οὐδ'› ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι [25] γάρ, ὡς δέδεικται πρόσθεν. ἆρ' οὖν ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστι, διὰ τοῦτ' ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες;
[26] ἀλλ' οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ [προτέρῳ] πρώτῳ γράμματι κατ' ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ μὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ' ἀπόδειξίν τινα ἐπεχείρησεν Ἐρασίστρατος εἰπεῖν ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ ἔμβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος.
[27] οὐ μὴν οὐδ' ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχήν, ὥσπερ οὐδ' ἐπ' ἀρτηριῶν, ἀλλὰ μόνης τῆς ἐπὶ τοῦ διαπεπλασμένου τελέως ζῴου διοικήσεως ἀρχὰς ἀπεφήνατο, τῆς μὲν τῶν ἀρτηριῶν ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν.
[28] εἰκότως μὲν οὖν ἀσαφὴς ἡ γνώμη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν οὐδὲν εἰπόντος ὑπὲρ αἵματος γενέσεως, ἀλλ' ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν μακρῷ τοῖς ζῴοις τῆς κατὰ τὴν γαστέρα.
[29] ζῆν μὲν γὰρ οἷόν τ' ἐστὶν ἡμῖν εἰ καὶ μηδὲ ὅλως ἡ γαστὴρ τρίβοι τὰ σιτία, δυναμένοις γε προσφέρεσθαι χυλούς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ' ἀναγκαῖον εἰ ἡ τοῦ αἵματος ἀπόλοιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ οὔτ' εἰ φλέβες οὔτ' ‹εἰ› ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλμησεν ἀποφήνασθαι· τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ.
[30] οὐ μόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁμοίως γιγνομένην ἐπιχειρήσας ἐξηγεῖσθαι μᾶλλον πάντων ἢ ἀλλοιώσεως [31] ἐμνημόνευσεν. εἰ δὲ ταύτης ἐμνημόνευσεν, εὐθὺς ἂν οἶμαι καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουμένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ μεταβολὴ γίγνεται.
[32] καθάπερ γὰρ τὸ πῦρ ὁμοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ αὐτοῦ [ἅμα] γένεσίν τε ἅμα καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῷα τὴν τροφὴν ἑαυτοῖς [33] ὁμοιοῦντα. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡμιπέπτων περιττωμάτων ὁμοίων ἀεὶ γιγνομένων τοῖς τρεφομένοις σώμασιν ὧν ἐστι περιττώματα.
[34] φυσικώτερος μὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόμενος ἀκροατῶν προγεγυμνασμένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς οὓς ἰδίᾳ διήλθομεν ἑτέρωθι.
[35] λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον· ἐν δὲ τῷ παρόντι συντελέσαι βούλομαι τὸν ὑπὲρ τῆς Ἐρασιστράτου γνώμης ἅπαντα λόγον, ‹ἐν› ᾧ [ἀπο]δεδείξεται ὡς κατὰ τὴν πρώτην ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν.
[36] ἅπασαι γὰρ αἱ κατὰ τὸ χόριον φλέβες αἱ συνάπτουσαι τῇ μήτρᾳ τὸ κυούμενον ἀποβλαστήματ' [37] εἰσὶ μιᾶς μεγίστης φλεβὸς ἐξ ἥπατος ὡρμημένης. αὕτη δὲ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παμπόλλων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χόριον ἄχρι πλείστου μὲν ἄσχιστος καὶ μία μένουσα διεξέρχεται μέγα διάστημα τὸ κατ' αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ' ἤδη πρὸς τοὐκτὸς ἕτερον μέγιστον διάστημα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς καὶ τοῦτο ὁριζόμενον ὅροις, ἑνὶ μέν, ᾧ νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρματος, ἑτέρῳ δ' ὅταν ὑπερκύψῃ τὸν ἀμνειόν.
[38] ἡ γὰρ διὰ τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀμφαλὸν συνηνωμένην φλέβα [39] περιέχει νεμομένην εἰς δύο. τρίτη δ' ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χόριον, οὐκέτι μενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παμπόλλας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειρομένας.
[40] αὖθις δ' ἀπ' ἐκείνων ἕτεραί τινες, εἶτα ἀπ' ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς μικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας βλάστας [τὰς] τοῦ φυτοῦ.
[41] οἰκειότερον δ' ἦν ἄρα μήτε τὴν ἐκ τοῦ ἥπατος ὁρμηθεῖσαν φλέβα πρέμνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζομένῳ μήτε τὰς ἐσχάτας τελευτὰς βλαστήμασιν, ἀλλὰ ταύτας μὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐμπεφυκόσι, τὴν μεγίστην δὲ φλέβα τῇ συμπάσης τῆς ῥιζώσεως ἀρχῇ.
[42] φαίνονται γάρ πως εἰς τὴν μήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐρριζωμέναι τροφὴν ἐξ αὐτῆς [αἷμα] ἀναφέρειν ἐπὶ τὸ ἧπαρ [43] ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ. εἰ δ' οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ μὲν οὐδαμῶς ἂν ἔχοις ἔτι προσνέμειν τὴν ἀρχήν, ἀναγκασθήσῃ δὲ πάντα τὰ εἰς τὴν μήτραν ἐμφυόμενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. [44] ἀλλ' εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς μήτρας καθήκοντα πέρατα θέσθαι, τὴν καρδίαν [45] ὑπερβάντι. δεῖξον οὖν ἡμῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρμωμένην. ἀλλ' ὅμως οὔτ' ἐστί τι νεῦρον ἐκφυόμενον τῆς μήτρας εἰς χόριον οὔτ' ἐν τῷ χορίῳ φαινόμενον οὔτε κατὰ τὸν ὀμφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν ἢ ἔσωθεν [46] ἔξω προερχόμενον. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωμένου συναφθῆναι τῇ μήτρᾳ καθάπερ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν.
αὗται μὲν γὰρ δέονται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ' ἀρχὴ τῶν νεύρων οὐ [47] δεῖται. δέδεικται δὲ κἀν τοῖς ἔμπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ μέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυομένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χόριον ἁπάσαις ἐστίν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας [48] ἀρτηρία. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χόριον ἁπάσαις χορηγεῖ τῆς οἰκείας δυνάμεως, οὐκ ἐκεῖναι ταύτῃ.
ἐκ γὰρ τοῦ σπέρματος ἡ ἀρχὴ τοῖς ἐμβρύοις ἐστὶ τῶν διοικουσῶν [49] αὐτὰ δυνάμεων, οὐκ ἐκ τῆς μήτρας. ἀμέλει κἂν βρόχῳ διαλάβῃς ἢ τοῖς σεαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀμφαλὸν ἀρτηρίας, ἀσφύκτους ὄψει παραχρῆμα τὰς κατὰ τὸ χόριον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ' ἄν, εἰ τὴν ἀρχὴν τῆς κινήσεως [50] αὐταῖς ἡ μήτρα παρεῖχεν. ἔοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγματι σαφεῖ τε ἅμα καὶ τοῖς ἀνατομικοῖς σχεδὸν ἅπασιν ὡμολογημένῳ.
[51] καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυούσης τὸ ἐπιγάστριον καὶ ὅπως γυμνὸν ἐργάζεσθαι τὸ ἔμβρυον ἔτι τῇ μήτρᾳ προσεχόμενον, οὐχ ἡμέτερον εὕρημά ἐστιν, [52] ἀλλὰ πολλοῖς τοῖς ἔμπροσθεν εἴρηται. τοῖς δ' αὐτοῖς τούτοις ὡμολόγηται καὶ ὅτι τὸ κυούμενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὸ δυνάμεων, ὥστε τούτου μὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν εἴτε τὸ ἔμβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν εἴθ' ἡ μήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ' ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν. [53] ἑτοίμη δ' εὕρεσις ἐκ τῶν ἐν ταῖς ἀνατομαῖς φαινομένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ κατὰ τὸ χόριον, ἐκεῖθεν [54] πεφύκασιν. ἀλλὰ μὴν ἐναργῶς τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλμοὺς ἔχουσιν, εἰς μίαν ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι πρὸς τὴν μεγάλην ἀρτηρίαν τὴν κατὰ ῥάχιν.
[55] ἀλλ' ἐνταῦθα μὲν ὥσπερ ἔξωθεν τοῦ ἐμβρύου δίεισιν ἡ ἀρτηρία καθ' ὅλον τὸν ἀμνειόν, οὕτω καὶ μέχρι τῆς κατὰ ῥάχιν ἀρτηρίας δύο διαμένουσαι προέρχονται· συνέρχονται δ' εἰς φλέβα μίαν αἱ [56] κατὰ τὸν ὀμφαλὸν ὁρμώμεναι δύο φλέβες. αὕτη μὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος ἀφικνεῖται, ταῖς δύο δὲ ἀρτηρίαις οὔτ' ἐπὶ τὴν καρδίαν αὐτὴν ἄντικρυς οὔτ' ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἡ φορά.
[57] περιλαβοῦσαι γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται, μέχριπερ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ [58] σκέλη τοῦ κυουμένου φερομέναις ἀρτηρίαις. ἀλλ' ἐπεὶ τῆς κατὰ τὴν ὀσφῦν ἀφώρμηνται τῆς μεγάλης ἀρτηρίας, διὰ τοῦτ' ἔνιοι τῶν ἀνατομικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ μὲν ἀκριβολογοῖτό τις, οὐκ ἀληθεύοντες, εἰ δὲ ὡς εἴρηται νῦν ἀκούοι τῶν λεγομένων, οὔτ' ἀκριβοῦντες τοῦ φαινομένου τὴν διήγησιν οὔτε μέγα τι σφαλλόμενοι.
[59] θαυμαστὸν οὖν εἶναί μοι δοκεῖ τῶν ἀνδρῶν, ὅσοι τὰς μὲν ἀρτηρίας ἁπάσας τὰς κατὰ τὸ χόριόν τε καὶ τὸν ὀμφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι φασίν (καίτοι οὔτ' ἐξ ἐκείνης ἐκφυομένας οὔτ' ἐκ τῆς μεγάλης τῆς κατ' ὀσφῦν, ἀλλ' ἐκ τῶν ἀπ' ἐκείνης εἰς τὰ σκέλη πεφυκυιῶν), ‹τὰς δὲ φλέβας οὐκ ἐκ τοῦ ἥπατος, τὸ μὴ κατανενοηκέναι τὴν ἀτοπίαν· ὁμοίων γὰρ οὐσῶν τῶν ἀποδείξεων, ἑτέρας› ἑτέρᾳ, δίκαιον ἦν, οἶμαι, τὸ ἧπαρ ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀμφαλόν τε καὶ τὸ χόριον ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέμεθα τῶν ἀρτηριῶν.
[60] ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε, τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ μᾶλλον οὖν τὸ ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον ἢ τὴν καρδίαν τῶν ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατομῆς φαινομένοις, ἐναργέστερα γὰρ [61] αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσματα. μὴ τοίνυν μηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον αἱ φλέβες, εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεσαν.
[7]
[1] Ὁ λόγος δ' οὐκέτι μοι πρὸς Ἐρασίστρατον ἢ τοὺς Ἐρασιστρατείους ἐστίν, ἀλλὰ πρὸς τοὺς ἡγουμένους οὐ διότι πληροῦνται πνεύματος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί τε καὶ σφύζειν αὐτάς, ἀλλὰ διότι διαστέλλονταί τε καὶ σφύζουσι, [2] διὰ τοῦτο πληροῦσθαι. κοινὸν μὲν οὖν τουτὶ τὸ δόγμα πολλῶν τ' ἐστὶ καὶ δοκίμων ἀνδρῶν, ὥσπερ γε καὶ ὅτι τὴν δύναμιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν ἀρτηριῶν τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαμβάνουσιν.
[3] ἀπεσχίσθησαν δ' [οὖν] οὐκ οἶδ' ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας τε καὶ Φυλότιμος ὁμολογήσαντες τἆλλα, καὶ νομίζουσι τὸ πάμπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ σάρκα τις ἐκτεμὼν ζῴου καταθείη παλλομένην ἐπὶ τῆς γῆς, ἐναργῶς ὁρᾶσθαι [4] τὴν κίνησιν τῶν ἀρτηριῶν. οὔκουν ἐβουλόμην ἐς τοσόνδε διαμαρτεῖν τοῦ φαινομένου τηλικούτους ἄνδρας ὡς μὴ δύνασθαι διορίσαι παλμὸν σφυγμοῦ.
χρὴ δ' οἶμαι γιγνώσκεσθαι μὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι δὲ καὶ ὡς εἰ μόνην ἐκτέμοις ἀρτηρίαν, οὐ κινεῖται, καθάπερ οὐδ' εἰ βρόχῳ [5] διαλάβοις ἔτι συνημμένην τῇ καρδίᾳ. καίτοι θαυμαστόν, ἡνίκα μέν ἐστιν ἔξω τοῦ ζῴου, μὴ μόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων μορίων ἀφῃρημένης συμπνοίας, ἀκωλύτως σφύζειν αὐτήν, ἡνίκα δὲ συνῆπται πᾶσιν, ἄσφυκτον γίγνεσθαι βρόχῳ διαληφθεῖσαν.
[6] ἀλλ' οὐδὲ σάρξ, ὦ θαυμασιώτατε Πραξαγόρα, πάλλεται διὰ παντὸς ἐκτεμνομένη τοῦ ζῴου. καίτοι τί περὶ τούτου φιλοτιμοῦμαι διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι μόνας τὰς ἀρτηρίας ἀκινήτους τε καὶ ἀσφύκτους ἀκριβῶς γενομένας, ὅταν ἐκτμηθῶσι τοῦ ζῴου.
[7] παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ κινεῖσθαι. καὶ τοῦτ' ὀρθῶς μὲν εἶπε καὶ ὁ Ἐρασίστρατος, οὐκ ὀρθῶς δ' ἐξηγήσατο τῆς κινήσεως τὴν γένεσιν.
οὐ γὰρ ὡς ἀσκὸς ἐμφυσώμενος ὑπὸ τῆς καρδίας ἐκθλιβούσης τὸ πνεῦμα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ' αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς [8] αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ κεκοινώνηκε δυνάμεως. ὅτι δ' ὅλον σφύζει τῆς καρδίας τὸ σῶμα διαστελλόμενόν τε καὶ συστελλόμενον ἐξ ἑαυτοῦ σχεδὸν ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατομῶν γνωρίσεις τηνικαῦτα τὸ δεξιὸν αὐτοῦ μέρος ἀναπτύξας. [9] γυμνοῦται δ' ἡ καρδία χωρὶς τοῦ συντρηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος, ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασμα· τρίτη δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ μέσα τὰ στέρνα, μηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν.
[10] ἐὰν οὖν ἅμα τε τοῦτο ποιήσῃς καὶ τέμῃς ὄρθιον, ὡς εἴρηται, τὸν δεξιὸν θώρακα, τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐναργῶς ὄψει τὸν σφυγμόν.
οὐ λήσεταί σε οὐδὲ τὸ καταφυόμενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ ἐστὶν ἀποβλάστημα [11] τῆς κοίλης, ὁμοίως ταῖς ἀρτηρίαις σφύζον. εἴτε δὲ τῷ δέχεσθαι δύναμιν ἐκ τῆς καρδίας ἄχρι τοῦ βράττεσθαι ἐπιρρέουσαν εἴτε τοῦ αἵματος τῇ ἐπὶ τἀναντία φορᾷ τῇ κατὰ τὸ δεξιὸν οὖς εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν κίνησιν ταύτην ἡ κοίλη φλὲψ λαμβάνει, περιττὸν ἐν τῷ παρόντι σκοπεῖν. [12] ἱκανὸν γὰρ εἰς τὰ προκείμενα τὸ μὴ διόλου σφύζειν αὐτήν, ὥσπερ τὴν μεγάλην ἀρτηρίαν ἅμα ταῖς ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶμα. ὅτι μὲν οὖν οὔτε τῆς πρώτης γενέσεως τῶν φλεβῶν οὔτε τῆς μετὰ ταῦτα διοικήσεώς ἐστιν ἀρχὴ ἡ καρδία, δέδεικται σαφῶς.
[8]
[1] Ὑπόλοιπον δ' ἐστὶν ὑπὲρ οὗ ἐδόξασάν τινες ἄτοπον μὲν ἱκανῶς, ὅμως δὲ ἀρέσαν ἐνίοις τῶν ἐνδόξων ἰατρῶν, ἐξηγήσασθαι μὲν πρότερον, ἐπιδεῖξαι δ' ἔτι καθ' ὅ τι [2] διημάρτηται. φασὶ γάρ, ὥσπερ ὁδοῦ τις ἀρχὴ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖν εἶναί τινα καὶ φλεβῶν ἀρχήν, οὐδὲν κωλῦον εἰ καὶ τελευτὴν ὀνομάζοι τις αὐτήν· ἐν γὰρ τῷ πρός τι· τὴν τοιαύτην ἀρχὴν εἶναι τὰς Ἀθήνας.
[3] ἀλλὰ κατὰ τοῦτόν γε τὸν τρόπον οὐχ ἡ καρδία μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο μόριον ἀρχή τε ἅμα δύναται καὶ τελευτὴ λέγεσθαι τῶν εἰς αὐτὸ καταφυομένων ἀγγείων· οὕτως οὖν καὶ ἡ καρδία τῆς κοίλης φλεβὸς οὐδὲν ‹ἂν› μᾶλλον ἀρχὴ ἢ τελευτὴ [4] νομίζοιτο. τῆς δ' ἐπὶ ταῖς πύλαις οὐδαμῶς ἂν ἀρχὴ νομίζοιτο μήτ' αὐτῆς ἐκείνης τῆς φλεβὸς εἰς τὴν καρδίαν περαινούσης μήτε τῶν ἀπ' αὐτῆς ἀποσχιζομένων μηδεμιᾶς, οὐκοῦν οὐδὲ τῶν καθ' ὅλον τὸ σῶμα φλεβῶν.
[5] ὥστε διαμαρτάνουσιν οἱ μηδὲν ὧν οἴδασι δέον ὁδῶν μνημονεύοντες· ἄχρηστος γὰρ ἡ τοιαύτη ζήτησις τοῖς ὑποθεμένοις γε χρήσιμον ὑπάρχειν αὐτήν. τὸ μὲν δὴ ἧπαρ ἀρχή τε ἅμα καὶ τελευτὴ συναπασῶν ἔσται τῶν φλεβῶν, ἄλλο δ' οὐδὲν οὔτε σπλάγχνον οὔτε μέρος, ὅτι μηδὲ συνεχεῖς εἰσιν αἱ καθ' ὅλον τὸ σῶμα φλέβες ἑτέρῳ τινὶ μορίῳ.
[6] πάλιν οὖν ἄνωθεν ἐπὶ κεφαλαίων ἀναλάβωμεν τὸν λόγον· εἰ τὴν τῆς πρώτης γενέσεως ἀρχὴν τῶν φλεβῶν ζητεῖς, ἧπάρ ἐστιν· εἰ τῆς κατὰ τὴν ὕλην διοικήσεως ᾗ τρέφεται τὸ σύμπαν σῶμα καὶ δυνάμεως, οὐδ' οὕτως ἄλλο τι σπλάγχνον εὑρήσεις ἐπιτηδειότερον [7] ἀρχὴν νομισθῆναι. φημὶ δὲ καὶ τὰς φύσει παρελθὼν ἀρχὰς εἰ τὴν ὡς διδασκαλίας ἀρχὴν ἢ τὴν ὡς ὁδοῦ ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις σκοπεῖσθαι, πᾶσαν ἐπίνοιαν ἀρχῆς ἐπιτήδειόν ἐστι δέξασθαι τὸ ἧπαρ.
εἰ γὰρ ὄντως τε καὶ φύσει τῶν φλεβῶν ἐστιν ἀρχή, θαυμαστὸν οὐδὲν τοῦτο κατὰ πάντα τρόπον ἀρχὴν αὐτῶν εὑρίσκεσθαι.
[8] Ἆρ' οὖν ἤδη καταπαύωμεν ἐνταυθοῖ τὸν λόγον ἢ προστιθῶμεν αὐτῷ κεφάλαιον ἕν τι τῶν ἔμπροσθεν ἀναβληθέντων, ἡνίκ' ἐλέγομεν οὐκ ἄν τινα γεγυμνασμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς ἄλλο γενέσεως αἵματος [9] ἀποφαίνεσθαι σπλάγχνον αἰτιώτερον ἥπατος; ἄμεινον ἴσως ἐστὶν ὑπὲρ τοῦ πάντ' εἰρῆσθαι προσθεῖναι, κἂν ὅτι μάλιστα τὸ προκείμενον ἐξ ἀρχῆς ἀποδεδειγμένον ὑπάρχῃ τελέως.
[10] ὅτι μὲν ἀλλοιοῦται τὸ τρέφον εἰς τὴν τοῦ τρεφομένου μεταβαλλόμενον οὐσίαν, ἡμῖν τε δι' ἑτέρων ἀποδέδεικται καὶ σχεδὸν ὑπὸ τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων [11] ἀποδέδεικται· ὅτι δ' εἴπερ ὁ ἐκ τῆς γαστρὸς εἰς ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γιγνόμενος, ἀναγκαῖον ὑπὸ τῆς οἰκείας οὐσίας τοῦ ἥπατος ἐγγίγνεσθαι τὴν ἀλλοίωσιν αὐτῷ, τοῦτ' οὐκέτι σύμπαντες ὁμολογοῦσιν, ἀλλ' ἡγοῦνταί τινες αὐτοὺς τῶν φλεβῶν τοὺς χιτῶνας ἐργάζεσθαι τὸ αἷμα. [12] καίτοι γ' εἰ ἐκκενώσαις αὐτούς, οὐδὲν ὑμενώδους ἢ νευρώδους οὐσίας θεάσῃ διαφέροντας. ἅσπερ οὖν εἴ τις ὑπὸ νεύρων ἢ ὑμένων ἢ ὀστῶν ἢ χόνδρων ἢ πιμελῆς ἢ ὅλως ἀναίμου σώματος ἔφασκε γίγνεσθαι τὸ αἷμα, κατέγνωμεν ἂν ἑτοίμως αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, εἰ καὶ τοῖς τῶν φλεβῶν χιτῶσι κατὰ τὴν ἑαυτῶν φύσιν ἀναφέροι γένεσιν αἵματος.
[13] οὐ γὰρ ἐρυθρὸν ἐκεῖνοί γε χυμόν, ἀλλὰ λευκὸν καὶ γλίσχρον ἐργάζεσθαι πεφύκασιν, ἐξ οὗ ἥ τε γένεσις αὐτοῖς ἐστιν ἥ τ' αὔξησίς τε καὶ θρέψις· ἀποδέδεικται δὲ περὶ [14] τούτων ἐν τῷ προτέρῳ περὶ σπέρματος γράμματι. καὶ μὴν εἴπερ εἰς ὁμοίαν ἰδέαν τῷ μεταβάλλοντι τὸ μεταβαλλόμενον ἀφικνεῖται, τῆς τοῦ ἥπατος αὐτοῦ σαρκὸς οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον εἰς αἵματος γένεσιν.
εἰ γὰρ παχυνθείη τὸ αἷμα, [15] σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται. πολλὰ δ' ἀγνοήσαντες, οἶμαι, τῶν φυσικῶν οἱ πλεῖστοι πράγμαθ' ἡμῖν παρέχουσιν, ὧν ἄλλα τέ τινά ἐστι καὶ τὰ διὰ τῆς περὶ τῶν φυσικῶν [16] δυνάμεων πραγματείας ἀποδεδειγμένα. περιστέλλεται γὰρ ἡ γαστὴρ τοῖς σιτίοις ἕλκουσα τὸν οἰκεῖον ἑαυτῇ χυμὸν ἐξ αὐτῶν, ἔστ' ἂν ἀπολαύσασα καὶ τελέως ἐμπλησθεῖσα διώσηται τὸ περιττὸν ἅπαν εἰς τὴν νῆστιν.
[17] ἐντεῦθεν δ' αὖθις ἕλκει τὸ ἧπαρ εἰς ἑαυτὸ προκατειργασμένον αὐτὸν ἐν τῇ γαστρὶ κατὰ τὸν ἔμπροσθεν χρόνον, οὐ μὰ Δία τῆς γαστρὸς ἕνεκα τοῦ ἥπατος ἀλλοιούσης αὐτόν, ἀλλὰ ἀδύνατον εἰς ταὐτὸν ἀλλήλοις ἰόντα δύο σώματα μὴ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα. δέδεικται γὰρ δὴ καὶ τοῦθ' ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ καὶ ὡς τὸ ἰσχυρότερον νικᾷ καὶ μεταβάλλει θάτερον.
[18] ὥσπερ οὖν τὸ τῆς γαστρὸς λείψανον ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον τοῖς μεθ' ἧπαρ ἅπασι τὸ τούτου πάλιν αὐτοῦ περιττόν, οὐδ' οὖν οὐδ' αὐτοῦ τοῦ ἥπατος ἐκείνων ἕνεκεν ἀλλοιώσαντος τὴν τροφήν, ἀλλὰ καθ' ὃν εἴρηκα τρόπον, ἡνίκα μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος ἐπιτηδειοτέρα ἐν τῷδε γίγνεται τοῖς μεθ' ἧπαρ μορίοις.
[19] ὡς γὰρ αὐτὸ διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν ἐντέρων τὴν τροφήν, οὕτως ὅσα μετ' ἐκεῖνο τέτακται δι' ἄλλων ἕλκει φλεβῶν εἰς ἑαυτά, κἄπειτ' αὖθις ἕτερα, καὶ τοῦτο ὑπάρχει γιγνόμενον ἄχριπερ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ ζῴου μόριον ἡ τροφή· παρασκευάζει δ' ἕκαστον ἀεὶ καὶ προπέττει τῷ μεθ' αὑτὸ κατὰ τὸ συνεχὲς τῆς διαδόσεως.
[20] οὕτως οὖν καὶ τὸ ἧπαρ παρομοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα χυλὸν ἑαυτῷ, τουτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ τῇ ἑαυτοῦ, τῷ καλουμένῳ [21] πρὸς ἐνίων ἰατρῶν παρεγχύματι. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζῴου μορίων, σύνθετον ὑπάρχον ἐξ ἑτέρων ἁπλουστέρων μορίων, πάντως ἕν γέ τι τοιοῦτον ὑπάρχει κατὰ τὴν οὐσίαν οἷον οὐκ ἄλλο καθ' ὅλον τοῦ ζῴου τὸ σῶμα.
[22] τοῦ γοῦν τῆς γαστρὸς σώματος τὸ ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ τὸ τοῦ σπληνὸς ἐγκεφάλου τε καὶ νεφρῶν καὶ γλώττης καὶ ὀφθαλμῶν καὶ κύστεων καὶ μητρῶν.
[23] ἀρτηρίαι μὲν οὖν καὶ νεῦρα καὶ φλέβες ἐμφύονται τοῖς ὀργάνοις ἕνεκα χρείας κοινῆς, ὡσαύτως δ' ἐνίοις αὐτῶν ὑμένες τε καὶ σύνδεσμοι· τὸ δ' ἴδιον ἑκάστου σώματος χωρὶς τούτων ἐστί, διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἆλλα κέκτηται. [24] κατὰ μὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι κοινήν· οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώματος ὑπαλλάττεσθαι φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου τὴν ἐνέργειαν, ἀλλ' ἄν τε κατὰ τὴν πτέρναν ἄν τε κατὰ τὸν ἐγκέφαλον ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῇ συνεπινοήσεις τὴν κοινὴν [25] ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ καὶ φλεβὶ καὶ ὀστῷ καὶ χόνδρῳ καὶ ὑμένι καὶ συνδέσμῳ καὶ πιμελῇ· κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστης οὐσίας ἰδίαν ἀναγκαῖον εἶναι τὴν ἐνέργειαν.
[26] οἷον γάρ ἐστι τὸ τοῦ πνεύμονος σῶμα κατὰ τὴν οὐσίαν οὐκ ἂν εὕροις ἕτερον οὐδ' οἷον ἐγκέφαλος οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶμα κατὰ τὴν οὐσίαν ἐστὶν οὐδὲν ἀκριβῶς ἄλλο τοιοῦτον ὑπάρχει, καὶ νεφροὶ δὲ καὶ σπλήν, ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο, καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ' ἕκαστον ἴδιος ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ εἴ τις δὲ σὰρξ ἰδιότητα πολλὴν ἔχει παρὰ τὰς ἄλλας σάρκας.
[27] ἐν ὀφθαλμῷ δὲ τί δεῖ καὶ λέγειν ὡς ἴδιον ἐξαίρετον καὶ οὐδ' ἐγγὺς οὐδενὶ τῶν ἄλλων ἐοικός ἐστι τὸ κρυσταλλοειδές, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς [28] κατ' αὐτὸ μηδενὶ προσέοικεν; οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν αὐτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον μὲν γάρ ἐστιν ὥσπερ τὸ αἷμα, τῷ πεπῆχθαι μόνον αὐτοῦ ‹διαφέρον. αἵματος δὲ πῆξις ἡ μὲν ὑπὸ τοῦ› περιέχοντος γίγνεται, σβεννύουσα μὲν ἐξ αὐτοῦ τὴν θερμότητα, μελαίνουσα δὲ διὰ τὴν ψῦξιν· οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ' ὑπό γε τῆς ἐμφύτου θερμασίας κοσμούσης αὐτὸ μᾶλλον ἢ φθειρούσης.
[29] ἀλλοιοῦται μὲν γὰρ ἑκατέρως τὸ αἷμα, κἂν θρόμβος γένηται κἂν ἥπατος σάρξ· ἀλλ' ἡ μὲν εἰς θρόμβον ἀλλοίωσις ὁδὸς ἐπὶ φθοράν ἐστιν, ἡ δ' εἰς τὴν ἥπατος οὐσίαν ἐνέργεια φύσεως· οὐδ' ἐστὶν οὐδὲν ὁμοιότερον εὑρεῖν αἵματι τῆς ἥπατος ἰδέας.
[30] εἴρηται μὲν οὐ καλῶς οὐδ' ὑπὸ τῶν εἰπόντων τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷμα· πολὺ δὲ δὴ μᾶλλον ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀκριβῆ περιτίθησιν αὐτῷ τὸν κόσμον.
[31] εἴπερ οὖν ἕκαστον μόριον ἐξ ὁμοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ καὶ τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν ἀλλοιοῦν τε καὶ μεταβάλλον, ἡ τοῦ αἵματος γένεσις ἔργον τῆς ἥπατος σαρκός. αὕτη δ' ἐστίν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶμα. διὸ τῶν ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ μονογενές. [32] μετέχει μὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώματος, ἀλλ' οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο τῆς καρδίας καὶ διὰ τοῦτ' ἐρυθρότερόν τε καὶ μαλακώτερον, [33] ἡ δὲ ξηροτέρα τε καὶ θερμοτέρα τοῦ ἥπατος ὑπάρχει. οὕτως γὰρ ἤμελλεν ἅμα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι διττὴν κίνησιν ὁμοίως ταῖς ἀρτηρίαις, ἵν' ἐκ μὲν τῆς τοιαύτης κινήσεως ἡ συμμετρία φυλάττηται τῆς ἐμφύτου θερμασίας, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐπεδείξαμεν, ἡ σκληρότης δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχῃ συνεχέσι τε κινήσεσι καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασμέναις ὑπὸ τῆς φύσεως. [34] ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοιοῦτόν ἐστιν οἷόνπερ τὸ τοῦ ἥπατος, ἀλλ' ὅσῳ θερμότερον τὸ σπλάγχνον τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵματος ξηροτέρου, [35] καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν. εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος μὲν ἐν Τιμαίῳ περὶ τῆς τῶνδε τῶν χρωμάτων γενέσεως, ἀτὰρ οὖν καὶ ἡμεῖς αὖθις ἐξηγησάμεθά τε καὶ ἀπεδείξαμεν ὡς ὀρθῶς εἴρηται πάντα, γεγραφότες ὑπὲρ αὐτῶν ἰδίᾳ καθ' ἕτερον λόγον.
[36] ἀλλὰ νῦν γε τὸ προκείμενον ἡμῖν περαίνωμεν. αἵματος ὑγροῦ μὲν τὴν κρᾶσιν, ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέμοντες αὐτὸ παντὶ τῷ σώματι φλέβες· [37] αἵματος δὲ ξανθοῦ καὶ θερμοῦ καὶ λεπτομεροῦς καὶ πνευματώδους ἡ μὲν πρώτη γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῷον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα· δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. [38] ὥσθ' ἅμα μὲν ὅπερ ἀνεβαλόμην ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν καρδίαν αἵματος, τὰ νῦν εἴρηται, ἅμα δὲ ὡς ἐσφάλησαν οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν ἐπιδέδεικται. εἴπερ γὰρ αἵματός τινος, εὐθὺς δήπου καὶ φλεβῶν ἐνόμισαν, ὥσπερ μὴ καὶ τῶν ἀρτηριῶν ἐχουσῶν αἷμα λεπτομερέστατον καὶ θερμότατον. [39] ὡς οὖν ἀρτηριῶν οὕτως καὶ τοῦ πνευματώδους τε καὶ τοῦ ζέοντος αἵματος ἀρχή τε καὶ πηγὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία καὶ διὰ τοῦτο καὶ τὸ θυμοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν [40] αὐτῇ κατῳκίσθαι. ταῦτ' ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγε πηγὴν τοῦ περιφερομένου κατὰ πάντα μέλη σφοδρῶς αἵματος. οὐ ταὐτὸν γάρ ἐστιν ἢ πηγὴν αἵματος ἁπλῶς εἰπεῖν ἢ προσθεῖναι "τοῦ περιφερομένου σφοδρῶς."
[41] τὸ μὲν γὰρ ἐξ ἥπατος ὁρμώμενον οὐ περιφέρεται σφοδρῶς, ὅτι μήτε πνευματῶδές ἐστι μήθ' ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ' ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον θερμότερόν τε τοῦδε καὶ πνευματῶδες ἱκανῶς ἐστιν, ὡς ἂν [42] σφυζόντων αὐτοῦ τῶν ἀγγείων. καλεῖται δ' ὑπὸ μὲν τῶν παλαιοτάτων ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν ἀγγείων ὡσαύτως θατέρῳ φλέψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία μὲν τὸ σφύζον, τὸ δ' ἄσφυκτον φλέψ.
[43] ὅτι δ' οὕτως ὠνόμαζον οἱ παλαιοὶ δέδεικται μὲν ἤδη πολλοῖς τῶν ἔμπροσθεν, ἐπιδέδεικται δὲ καὶ πρὸς ἡμῶν ἑτέρωθι. νυνὶ δὲ τοσοῦτον [44] μόνον ὅσον εἰς τὰ παρόντα χρήσιμον ὑπομνήσω. τῆς κατὰ τὸν ἀγκῶνα καὶ μάλιστα τὸν ἀριστερὸν ἀρτηρίας ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅμα καὶ μεγάλη καὶ εὔτονος, ἰσχυρὰν μὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ θυμοειδῆ δύναμιν, ἀκμαῖον δὲ καὶ ζέον τὸ κατ' αὐτὴν θερμόν, ὅπερ ὀνομάζειν μανιῶδές τε καὶ ὀξύθυμον ἔθος.
[45] ὁ τοίνυν Ἱπποκράτης ὀνομάζων φλέβα τὴν ἀρτηρίαν ταύτην ὧδέ πως γράφει κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν· "ᾧ δ' ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ μανικὸς καὶ ὀξύθυμος, ᾧ δ' ἂν ἀτρεμέῃ [46] τυφώδης." ὅτι δὲ καὶ τὸ σφύζειν ὄνομα καὶ ὁ σφυγμὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι' ἄλλων μὲν ἀποδέδεικται καὶ νῦν δ' οὐχ ἥκιστα φαίνεται διὰ τῆς πρὸς τὸ ἀτρεμέειν ἀντιθέσεως καὶ τὸν τυφώδη δέ, δηλονότι τὸν ἐναντίον τῷ μανικῷ ἢ καὶ ὀξυθύμῳ καὶ ἀόργητον.
[47] ὥσθ' οἷον ὁδοῦ τι πάρεργον ἡμῖν οὐ σμικρὸν ἤνυσται κατὰ τὴν ἐξήγησιν τοῦ τῆς φλεβὸς ὀνόματος ἐπιδείξασιν Ἱπποκράτην πρότερον Πλάτωνος ἐν καρδίᾳ τιθέμενον ‹τὴν› ἀρχὴν τῆς θυμοειδοῦς δυνάμεως. ἀλλὰ τούτου μὲν καὶ μετ' ὀλίγον ἐπιμνησθήσομαι.
[48] πρὸς δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἐπάνειμι καθ' ἣν τὰς ἀρτηρίας ὀνομάζων φλέβας ἔλεγε· "τὴν δὲ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος."
[49] ἐπειδὴ γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον ὥσπερ νῦν ἀρτηρία προσηγόρευτο, μόνας δὲ τὰς κατὰ τὸν πνεύμονα τὰς ὑπὸ τῶν νεωτέρων τραχείας ὀνομασθείσας οὕτως ἐκάλουν, εὐλόγως ὁ Πλάτων εἰς διορισμὸν ὁποίων ἄν τινων βούληται φλεβῶν εἶναι τὴν καρδίαν ἀρχήν, προσέθηκε "καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ [50] μέλη σφοδρῶς αἵματος." εἰς ὅ τι μὲν οὖν ἐστι τοῦτο τὸ αἷμα τοῦ ζῴου χρηστὸν αὖθις εἰρήσεται.
τὸ δ' ἐξ ἥπατος ὁρμώμενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώματος ἅπασι μέρεσιν. ὅθεν οἶμαι καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγόμενος ἔφη "οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ [51] σώματος τροφῆς τεκτηναμένου." καὶ μέντοι καὶ ἐκ τοῦ λέγειν τουτὶ μὲν τὸ καθ' ἧπαρ εἶδος τῆς ψυχῆς "σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν" ὑπάρχειν, οὐ μὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ μὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόμενος ἀναφέρεσθαι τὴν τροφήν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι μέρος εἰς τὴν τοῦ κατ' ἐκείνην αἵματος γένεσιν.
[52] ἀλλ' ὅτι μὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ' εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, οὐδὲν ἔτι δεόμαι νῦν ἐπεξέρχεσθαι, [53] προσθεῖναι δ' ἄμεινον τῷ λόγῳ τοσόνδε. θερμὸν μὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυμοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ θερμὸν ἱκανῶς τὸ ἐπιθυμητικόν, ἀλλ' ἐν φυτοῖς μὲν καὶ πάμπολυ τοῦ θυμοειδοῦς ἀπολειπόμενον, ἐν ζῴοις δ' οὐ τοσοῦτον μέν, ὅμως δ' οὐκ ὀλίγον.
[54] οὔτε γὰρ ἂν οὕτως θερμὸν εἰργάζετο χυμόν, εἰ μὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ' ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερμασίας ἦν ἀρχή. ταῦτ' ἄρα καὶ Ἱπποκράτης ἐνδεικνύμενος [55] ἔγραφε· "ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ' αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ·" αἷμα μὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι λέγων, πνεῦμα δ' ἐκ καρδίας, θερμασίαν δ' ἐξ ἀμφοῖν.
[56] ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ ἢ αἵματος ἢ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἀλλ' οἰκειότερόν πως ἰατρῷ μὲν ἐπὶ τοῖς σωματικοῖς ὀργάνοις, φιλοσόφῳ δ' ἐπὶ ταῖς ψυχικαῖς δυνάμεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται [57] δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον. καὶ τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν Ἱπποκράτης καὶ Πλάτων, ὁ μὲν ὑπὲρ τῶν σωματικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάμενος, ὁ δ' ὑπὲρ τῶν ψυχικῶν δυνάμεων.
[58] διὰ τοῦτ' οὖν ὁ μὲν Ἱπποκράτης ἐρεῖ "ῥίζωσις φλεβῶν ἧπαρ" ἀνατομήν τε γράφει φλεβῶν τήνδε· "ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος [59] δι' ἥπατος καὶ διὰ φρενῶν εἰς καρδίαν. καὶ ἡ μὲν ἰθεῖα ἐς κληῗδας, ἐντεῦθεν δ' αἱ μὲν εἰς τράχηλον, αἱ δ' ἐπ' ὠμοπλάτας· αἱ δ' ἀποκαμφθεῖσαι κάτω [περὶ] παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι ταύτῃ χωρίον.
[60] ἄλλη δὲ σμικρὸν κατώτερον ἀποκαμφθεῖσα ὁκόθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἐπὰν δὲ τῇ ἐπ' αὐτῆς καρδίας [61] προστύχῃ ἀποκαμπτομένη εἰς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ' ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις καὶ ἔνθεν ‹καὶ ἔνθεν› ἀποσχίδας παρ' ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίας ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα,
ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ' ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις [62] ἐμετεωρίσθη. πρότερον δὲ πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη καὶ ἡ μὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. ἡ δ' εὐθεῖα ἀπὸ τῆς καρδίας πρὸς κληῗδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίας ἐστὶ καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ' ὀσφῦν κάτωθεν [63] τῆς ἀρτηρίας· καὶ ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβόν, ἡ δ' ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν.
φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς [64] οὐ ῥηΐδιον χωρίσαι. δισσαὶ δ' ἀπὸ κληΐδων αἱ μὲν ἔνθεν, αἱ δ' ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅπη δ' ἐντεῦθεν, οὔπω οἶδα. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίας, ταύτῃ ἀμφιβεβηκυῖαι· ἀρτηρίαι δ' ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη τόνον ἔχουσα.
[65] ταύτῃ δὲ παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας αἷς καὶ πεφύκασιν. ἄνω δὲ φρενῶν αὗται μᾶλλον ἐκφανέες."
[66] οὕτως μὲν ὁ Ἱπποκράτης ἔγραψεν τὴν ἀνατομὴν τῶν ἐξ ἥπατος ἐκφυομένων φλεβῶν ἐνδεικνύμενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν αὐτῶν· ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κἀν τῷ δευτέρῳ [67] τῆς Ἱπποκράτους ἀνατομῆς. ὁ δὲ Πλάτων οὐ κατὰ τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰς δύναμιν ἀφ' ἥπατος ὁρμωμένην ἐν Τιμαίῳ διαλεγόμενος ὧδέ πως ποιεῖται τὴν τοῦ λόγου διέξοδον·
[68] "τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν καὶ τοῦ εἰς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ τεκτηνάμενοι καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ δὴ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλει τὸ θνητὸν ἔσεσθαι γένος."
[69] καὶ μικρὸν προελθών, "τούτῳ δή" φησιν "ὁ θεὸς ἐπιβουλεύσας αὐτῷ τὴν ἥπατος ἰδέαν συνέστησεν." ἐπὶ μὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ νειμάμενοι τοὺς λόγους ὁ μὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ ὑπὲρ τῆς διοικούσης αὐτὰ δυνάμεως διελέχθη· ἐπὶ δὲ τῆς καρδίας ἑκατέρως ἀμφότεροι μετεχειρίσαντο, Πλάτων μὲν ἐν Τιμαίῳ γράφων ὧδε·
[70] "τὴν δὲ δὴ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέρη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν' ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος τοῦ λόγου παραγγείλαντος, εἴ τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο [τὸ] ἐπήκοον καὶ ἕποιτο πάντῃ καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεμονεῖν ἐῷ."
[71] Πλάτων μὲν οὖν οὕτως ἀμφοτέρους τοὺς λόγους ἔμιξεν εἰς ταὐτό, τούς τε περὶ θυμοειδοῦς ψυχῆς καὶ τοὺς περὶ τῆς καρδίας [72] καὶ τῶν ἀπ' αὐτῆς πεφυκότων ἀγγείων· Ἱπποκράτης δ' αὖ πάλιν οὐδ' αὐτὸς ἀπέχεται τοῦ περὶ τῆς τοιαύτης εἰπεῖν τι, μάλιστα μὲν ‹ἐν› ᾗ μικρὸν πρόσθεν ἔγραψα ῥήσει, καθ' ἣν ἐκ τοῦ σφυγμοῦ τῆς κατ' ἀγκῶνα φλεβὸς ἐτεκμαίρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη δὲ κἀν τῷ θεραπεύειν ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγμέναις ἕξεσι σώματος· [73] "ἐπιτηδεύειν" γάρ φησιν "ὀξυθυμίην ἐμποιεῖν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐγχυμώσιος." ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ τῆς καρδίας, "ἵν' ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος." οἱ δὲ μετ' αὐτὸν φιλόσοφοι καὶ ὁρισμὸν τοῦτον ἐποιήσαντο τοῦ θυμοῦ, ζέσιν εἶναι φάσκοντες αὐτὸν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ.
[74] καὶ μὲν δὴ καὶ ὁπότε περὶ γενέσεως πυρετοῦ διαλεγόμενος ὁ Ἱπποκράτης φησίν· "αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἀπὸ τοῦ θώρακος, καὶ εἰς τὴν κεφαλὴν ἀναπέμπων οἷα φλόγα," τῆς ἐμφύτου θερμασίας ἀρχὴν οἶδε τὴν καρδίαν.
[75] ἀλλὰ γὰρ οὐ πρόκειταί μοι κατὰ τήνδε τὴν πραγματείαν οὔτε ἀθροίζειν ἁπάσας τῶν ἀνδρῶν τὰς ῥήσεις οὔτ' ἐξηγεῖσθαι μέλλοντί γε δι' ἑτέρων ὑπομνημάτων ἰδίᾳ ποιεῖσθαι τὰς ἐξηγήσεις, ὅπερ δὲ ἐναρχόμενος εἶπον, ἐπισκέψασθαί τε καὶ κρῖναι τὰ δόγματα μόνον εἴτε κατὰ πάντα ἀλλήλοις ὁμολογοῦσιν εἴτε καὶ μή.
[76] καταπαύειν ἤδη καιρὸς ἐν τῷδε καὶ τόνδε τὸν λόγον ἀρχῆς τοῦ ἥπατος ἀποδεδειγμένου καὶ φλεβῶν καὶ αἵματος καὶ τῆς ἐπιθυμητικῆς ψυχῆς.
[77] ἐπεὶ δ' οὐ μόνον Ἱπποκράτης καὶ Πλάτων οὕτως ἐδόξαζον, ἀλλὰ καὶ τῶν ποιητῶν οἷς ὡς ἂν μάρτυσι χρῆται Χρύσιππος οὐχ οἱ φαυλότατοι, ἔγνωκα ἔτι καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ διὰ τὴν θαυμαστὴν αὐτοῦ σοφίαν, ὃς ἀποχωρῶν ἑκάστοτε τῶν ἐπιστημονικῶν ἀποδείξεων ποιηταῖς καὶ μυθολογήμασι καὶ γυναιξὶν εἰς πίστιν δογμάτων χρῆται, οὐ μὴν οὐδὲ αὐτὸ τοῦτ' αἰσθανόμενος, ὡς ἀντιμαρτυροῦσιν αὐτῷ καὶ τἀναντία τίθενται σύμπαντες αὐτοί, καθάπερ ἔμπροσθεν ἔδειξα, τὸν μὲν θυμὸν ἐν τῇ καρδίᾳ, τὸν λογισμὸν δ' ἐν ἐγκεφάλῳ περιέχεσθαι πεπιστευκότες.
[78] ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐν ἥπατι κατοικίζουσιν, ἐνῆν μέν μοι καὶ τοῦτο διὰ πλειόνων πιστοῦσθαι μαρτύρων, ὅπως δὲ μὴ δόξαιμι σπουδάζειν ἃ φεύγειν παραινῶ, καὶ τρίβειν τὸν χρόνον ἀχρήστοις πράγμασιν, Ὁμήρου ‹μόνου› μνημονεύσω τὸν Τιτυὸν εἰς Ἅιδου κολαζόμενον εἰσάγοντος ἐφ' οἷς ἀκολασταίνειν ἐπεχείρησεν εἰς τὴν Λητώ·
[79] καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν δαπέδῳ, ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα·
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον
δέρτρον ἔσω δύνοντες, ὁ δ' οὐκ ἀπαμύνετο χερσί.
Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν
Πυθώδ' ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
[80] οὐ τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων ἐσθιόμενον ἐποίησε τοῦ Τιτυοῦ δι' ἐρωτικὴν ἐπιθυμίαν ἐξυβρίζειν ἐπιχειρήσαντος, ἀλλὰ τὸ ἧπαρ μόνον εἰς τὸ τῆς ὕβρεως αἴτιον σπλάγχνον κολάζεσθαι φάμενος αὐτόν, ὥσπερ ἦν εὔλογον.
[81] οὕτω γοῦν εἰώθασι καὶ νῦν ποιεῖν οἱ τοὺς ἁμαρτάνοντας οἰκέτας καταδικάζοντες, τῶν μὲν ἀποδιδρασκόντων τὰ σκέλη καίοντές τε καὶ κατασχάζοντες καὶ παίοντες, τῶν δὲ κλεπτόντων τὰς χεῖρας, ὥσπερ γε καὶ τῶν γαστριμάργων τὴν γαστέρα καὶ τῶν φλυαρούντων τὴν γλῶτταν, ἁπλῶς δ' εἰπεῖν ἐκεῖνα κολάζοντες τὰ μόρια δι' ὧν ἐνεργοῦσι τὰς μοχθηρὰς ἐνεργείας.
[82] εἰ δ' ἄλλην τινὰ αἰτίαν ἔχει τις εἰπεῖν τῶν ἐπαινούντων τὰ Χρυσίππου δι' ἣν οὕτως Ὅμηρος ἐποίησε κολαζόμενον τὸν Τιτυόν, ἡδέως ἂν ἀκούσαιμι· μὴ λεγόντων μέντοι μηδ' εὑρισκόντων εὔλογον οἶμαι πρὸ Ἱπποκράτους καὶ Πλάτωνος ἐπαινεῖν Ὅμηρον οὕτω δοξάζοντα καὶ μάρτυρα τίθεσθαι καὶ αὐτὸν ὧν ἡμεῖς δι' ἀποδείξεως ἐπιστωσάμεθα.