[1]
[1] Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι' ἑαυτόν, ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος [2] τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι. δείξαντες γάρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστόμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμόν, ἔπειτα προσλαβόντες ὡς ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ' ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν ἐν τῇ καρδίᾳ τὸ λογιστικὸν ὑπάρχειν.
[3] ἡμεῖς δὲ ὅτι μὲν ἐντεῦθεν ὁρμᾶται τὰ κατὰ τὸν θυμὸν ἀληθεύειν αὐτούς φαμεν, οὐ μὴν οὔθ' ὅτι καθ' ἕνα τόπον ἀναγκαῖόν ἐστι τό τε θυμούμενον εἶναι καὶ τὸ λογιζόμενον οὔθ' ὅτι μιᾶς δυνάμεώς ἐστον ἔργα συγχωροῦμεν, ἀλλ' ἀποδεικνύειν αὐτοὺς ἀξιοῦμεν, ὥσπερ τἆλλα τὰ κατὰ τὸν λόγον, οὕτω καὶ ὅτι τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖόν ἐστιν εἶναι τῶν τε παθῶν καὶ τοῦ λογισμοῦ.
[4] Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ περὶ παθῶν ἀποδεικνύναι πειρᾶται κρίσεις τινὰς εἶναι τοῦ λογιστικοῦ τὰ πάθη, Ζήνων δ' οὐ τὰς κρίσεις αὐτάς, ἀλλὰ τὰς ἐπιγιγνομένας αὐταῖς συστολὰς καὶ χύσεις ἐπάρσεις τε καὶ [5] ταπεινώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη. ὁ Ποσειδώνιος δ' ἀμφοτέροις διενεχθεὶς ἐπαινεῖ τε ἅμα καὶ προσίεται τὸ Πλάτωνος δόγμα καὶ ἀντιλέγει τοῖς περὶ τὸν Χρύσιππον οὔτε κρίσεις εἶναι τὰ πάθη δεικνύων οὔτε ἐπιγιγνόμενα κρίσεσιν, ἀλλὰ κινήσεις τινὰς ἑτέρων δυνάμεων ἀλόγων ἃς ὁ Πλάτων ὠνόμασεν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ.
[6] πολλῶν δ' εἰρημένων αὐτῷ πρὸς ἀπόδειξιν τοῦ παλαιοῦ δόγματος, ἃ μέν ἐστιν ἐπίκαιρα, ταῦτ' ἐν τῷ πρὸ τούτου λόγῳ τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ἐπειράθην εἰπεῖν διὰ βραχέων [7] ἐπὶ τῇ τελευτῇ τοῦ γράμματος. ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν αὐτὸς ἐπ' ἐμαυτοῦ διῆλθον ὅσα τε μάχεται τῶν ἐναργῶς φαινομένων τῷ Χρυσίππου δόγματι καὶ ὅσα πρὸς ἑαυτὸν ἐναντιολογούμενος εἴρηκεν οὐκ ἀναμείνας τὸν ἔξωθεν κατήγορον.
[8] ἱκανὰ μὲν οὖν ἦν καὶ ἐκεῖνα πρὸς ἀπόδειξιν τοῦ πλείους εἶναι δυνάμεις αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα καὶ μὴ μίαν, ὡς ὁ Χρύσιππος οἴεται. προσκείσεται δ' οὐκ ὀλίγα καὶ κατὰ τοῦτον ἔτι τὸν λόγον ὅσα ὁ Χρύσιππος αὐτὸς ἐναντιολογούμενος αὑτῷ μαρτυρεῖ τοῖς τ' ἀληθέσιν ἅμα καὶ τῷ παλαιῷ δόγματι.
[9] τὰ μὲν γὰρ ἄλλα τὰ κακῶς εἰρημένα παρ' αὐτοῦ καίτοι πάμπολλα τὸν ἀριθμὸν ὄντα παρελθεῖν ἔκρινα πολύβιβλόν τε ἅμα τὴν πραγματείαν ἔσεσθαί μοι νομίζων εἰ πάντ' ἐξελέγχοιμι καλῶς, πεπεισμένος τε ὑπὸ φιλονεικίας τῆς πρὸς τοὺς παλαιοὺς ἐριστικώτερον ὑπὲρ αὐτῶν ἀντεροῦντάς μοι τοὺς ἐπαινοῦντας τὰ Χρυσίππου δόγματα·
[10] ἐν οἷς δὲ αὐτὸς ἑαυτὸν καταβάλλει μετὰ τοῦ καὶ μάχεσθαι τοῖς ἐναργῶς φαινομένοις, ἐν τούτοις ἡγοῦμαι τάχ' ἂν αἰδεσθῆναί τέ τινα καὶ μεταστῆναι πρὸς τὰ βελτίω καθάπερ καὶ ὁ Ποσειδώνιος ἐποίησεν αἰδεσθεὶς συναγορεῦσαι ψευδεῖ φανερῶς δόγματι τῷ τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν ὥστ' ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ' οὐδὲ τοῖς παιδίοις ὅτι δηλαδὴ καὶ ταῦτ' οὐδέπω λογικά.
[11] τὸ μὲν οὖν οὕτως ἀναισχυντεῖν πρὸς τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινόμενα σοφιστῶν ἔργον ἐστί, τὸ δὲ μηδὲ ἅπερ ὑπέθεντο δύνασθαι διαφυλάττειν, ἀλλ' ἐναντία γράφειν αὐτῶν, ἀγυμνάστων περὶ λόγον ἀνθρώπων, οἷόσπερ καὶ ὁ θαυμασιώτατος Χρύσιππος ἐν παμπόλλαις εὑρίσκεται πραγματείαις. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἑτέρωθι.
[2]
[1] περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν ὡς οὐκ ἔστι τῆς λογιστικῆς δυνάμεως ἤδη μέν μοι καὶ τὸ πρὸ τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἄκων ὁμολογεῖ, πληρωθήσεται δ' οὐδὲν [2] ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε ποιησαμένῳ. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ καὶ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, [3] ὡμολόγηται παρ' ἀμφοῖν. ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν οὐκέθ' ὁμοίως ἐξηγοῦνται.
Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαρροίας [4] ἤ τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει. καὶ μέμφεταί γε ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα· χρῆναι γάρ φησιν οὐ τούτοις ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ μεγάλοις αἰτίοις εἴτ' ἐπὶ μικροῖς πυρέττοιεν οὐδὲν διαφέρειν ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος ἄγεσθαι καθ' ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων.
[5] οὔκουν ὀρθῶς εἰκάζεσθαί φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα δ' οὐδὲν ὑπάρχειν ἀπαθές· ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν τὰς τῶν φαύλων ψυχὰς "ἤτοι τῇ σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον (οὕτω γὰρ ὠνόμασεν ὁ Ποσειδώνιος) ἢ αὐτῇ τῇ νόσῳ", εἶναι γὰρ ἤτοι νοσώδη τινὰ ἕξιν ἢ ἤδη νοσοῦσαν.
[6] συμφέρεται μέντοι τῷ Χρυσίππῳ καὶ αὐτὸς ὡς νοσεῖν τε λέγειν τὴν ψυχὴν ἅπαντας τοὺς φαύλους ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς εἰρημέναις τοῦ σώματος καταστάσεσι. λέγει γοῦν ὧδε κατὰ [7] λέξιν· "διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν οὐχ ὡς ὁ Χρύσιππος ὑπείληφε τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ' ἣν ὑποφέρεται ῥεμβώδεσιν οὐχὶ περιοδικοῖς οἷα τ' ἐμπίπτειν πυρετοῖς, ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον ἢ αὐτῇ τῇ νόσῳ.
ἔστι γὰρ ἡ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα, ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλλον [8] ἔοικεν εἰς πυρετούς." ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαινῶ μὲν ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς τῶν φαύλων ψυχὰς ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν.
[9] ἐχρῆν γάρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ' οὖν ἐστιν εἴτ' οὐκ ἔστιν τινὰ τοιαῦτα, περιττὸν γὰρ ὡς πρὸς τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο, τὰς δὲ τῶν προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν ὀργιζομένων ἢ θυμουμένων ἢ ὅλως ἐν πάθει τινὶ καθεστώτων τοῖς ἤδη [10] νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωραθῆναι Χρυσίππῳ·
τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς ὁμοιοῦν αὐτὸν τῇ καταστάσει [11] τῶν θ' ὑγιαινόντων σωμάτων τῶν τ' ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις ἀλλὰ μόνοις τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα τὴν νόσον τῆς ψυχῆς δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, [12] ὑγιείᾳ τε ἅμα καὶ νόσῳ. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ τῇ τῆς ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παραπλήσια.
[13] Χρύσιππος δ' ἀτοπώτερον ἔτι μηδ' ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστῶσιν, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς. γράφει [14] γοῦν ὧδε· "ὑπονοητέον τοίνυν τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει καθ' ἣν οὐ περιοδικῶς ἀλλ' ἀτάκτως πυρετοὶ καὶ φρῖκαι γίνονται καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως καὶ μικρῶν ἐπιγινομένων [15] αἰτίων." οὐκ οἶδα τί ποτε δόξαν αὐτῷ τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησί, τοὺς δ' ἤδη νοσοῦντας οὐδ' ὅλως νοσεῖν.
[16] οἱ γὰρ ἐν τεταρταίαις καὶ τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττωσιν, ἐν πάθει καθεστήκασι, κινουμένης δ' αὐτῶν τῆς νοσώδους κατασκευῆς ἐπειδὰν μηδὲν τούτων πάσχωσιν ἀλλ' ἐν [17] τοῖς καλουμένοις διαλείμμασιν ὦσιν, ἔξω τῶν παθῶν εἰσι. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοι τις ἄν, οἶμαι, τοῖς ἤτοι πενθοῦσιν ἢ ἐρῶσιν ἢ φθονοῦσιν ἤ τι τοιοῦτον ἕτερον πάσχουσι.
[18] καὶ γὰρ οὗτοι, καθ' ὃν μὲν ἂν χρόνον ἢ ὑπνώττωσιν ἢ πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ' ὀλίγον δὲ ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατάστασιν ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν.
ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε μήτ' ἐπιθυμία τις ὑπόγυος ἢ θυμός, [19] οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ' οὔ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις οἱ δ' ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν [20] τὰς ψυχὰς εἴπερ μηδὲ ἐκεῖνοι τὰ σώματα. ἀλλὰ νὴ Δία, φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν.
[21] τί ποτ' οὖν, ὦ βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτούς, εἰκάζετε τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς πάθη; τί δὲ [22] Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει ταυτί; "οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη ἣν προσαγορεύομεν ἰατρικήν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν ψυχήν ἐστί τις τέχνη οὔτ' ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνης.
[23] διὸ καὶ καθάπερ τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ ἐπιβάλλει [24] ἀμφοτέρων τούτων ἐντὸς εἶναι ὡς ἔνι ἄριστα. καὶ ὅτι οὕτως ἔχει μάθοι ἄν τις τῆς πρὸς ταῦτ' ἀναλογίας παρατεθείσης ἀπ' ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν τῶν θεραπειῶν ὁμοιότητα καὶ ἔτι τὴν ἀμφοτέρων τῶν ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν."
[25] ὅτι μὲν οὖν ἀναλογίαν τινὰ βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, δῆλον οἶμαι γεγονέναι καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης ῥήσεως ἀλλὰ καὶ δι' ὧν ἐφεξῆς γράφει τόνδε τὸν τρόπον ἐχόντων· [26] "καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία [καὶ τόνος], πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, καὶ εὐεξία τε καὶ καχεξία", καὶ τἆλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ ἀρρωστήματα καὶ νοσήματα, "κατὰ τὸν αὐτόν" φησι "τρόπον ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε καὶ ὀνομάζεται." [27] εἶθ' ἑξῆς ἐπιφέρων φησίν, "ὡς οἴομαι, ἀπὸ τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν καὶ εὐτόνους καὶ ἀτόνους εἶναι καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ τοῦ κατ' αὐτὴν ἀρρωστήματος λεγομένου καὶ τῶν τούτοις παραπλησίων." [28] ἐναργὼς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ἀναλογίαν τινὰ βούλεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα καὶ παθῶν πρὸς πάθη καὶ ἀρρωστημάτων πρὸς ἀρρωστήματα καὶ νοσημάτων πρὸς νοσήματα καὶ ὑγιείας πρὸς ὑγίειαν καὶ εὐεξίας πρὸς εὐεξίαν καὶ ἰσχύος πρὸς ἰσχὺν καὶ ἀσθενείας πρὸς ἀσθένειαν καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν συνωνύμως λεγομένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν εἴ γε δὴ συνώνυμά φησιν ὑπάρχειν [29] αὐτά. ὥστε ὅπως ἄν τις ὁρίζηται καθόλου τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ καὶ τὴν ἐν ψυχῇ κατὰ τὸν αὐτὸν τρόπον ὁρίζεσθαι.
ὅτι μὲν οὖν πρόκειται τῷ Χρυσίππῳ ‹τὴν› ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε καὶ φυλάττειν, [30] ἐκ τούτων δῆλον. εἰ δὲ ἐπιχειρήσας αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον ἐστὶ τῆς ὁμοιότητος ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον ὡς οὐκ ἀληθεῖ. τοῦτο δ' οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν [31] ἐν τῷ περὶ παθῶν ἠθικῷ. γράφει γοῦν ὧδε· "διὸ καὶ κατὰ τρόπον προῆκται Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ τῇ τοῦ σώματος ἀκαταστασίᾳ.
λέγεται δὲ εἶναι σώματος νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ, θερμοῦ [32] καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ." καὶ μετ' ὀλίγα, "ἡ δ' ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διειρημένων·" καὶ πάλιν ἐφεξῆς, "οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην τῶν ῥηθέντων εὐκρασίαν·" καὶ πάλιν ἐφεξῆς,
[33] "λέγεται δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὑγροῖς καὶ ξηροῖς γενομένη συμμετρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δ' ἐν νεύροις συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια καὶ εὐτονία ἢ ἀτονία, ἡ δ' ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία κάλλος [34] ἢ αἶσχος." ἀλλὰ ταῦτα μέν, ὦ γενναιότατε Χρύσιππε, καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ' ἡμῖν, ὡς ἐπηγγείλω, τὴν ἀναλογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς ὠνομασμένων ἀρξάμενος ἀπὸ τῆς ὑγιείας τε καὶ τῆς νόσου.
[35] ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν ἡ συμμετρία τῶν ἁπλουστάτων αὐτοῦ μορίων, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, κατὰ τὸν αὐτὸν τρόπον εἴη ἂν οἶμαι καὶ ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία τις τῶν ἁπλῶν αὐτῆς μορίων· ἅτινά ποτ' ἐστὶ καὶ ὁπόσα καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον ἔσται σοι μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω.
[36] καὶ δὴ καὶ ἡ νόσος ἡ τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων, ὧν ἡ συμμετρία [37] τῆς ψυχῆς ἦν ὑγίεια. τὰ δὲ μόρια ταῦτα κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικόν· ὥστε σώζεσθαι τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν ὁμοιότητα τῆς ψυχῆς [38] πρὸς τὸ σῶμα. συμφωνοῦντα μὲν γὰρ ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα τὴν νόσον.
[39] ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον ἢ ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος ‹διαφορᾶς› διαφ‹θ›ορά· οὕτως γὰρ ἐν [40] Σοφιστῇ Πλάτων ὡρίσατο. ὅτι δ' ἀνωτάτω τ' ἐστὶν ἡ ἀπόδειξις ἥδε καὶ πάσας τὰς κατὰ μέρος νόσους ἀκριβῶς ἐπιλαμβάνει, τάς τε τῆς ψυχῆς ἡμῶν καὶ τὰς τοῦ σώματος καὶ τὰς ἐν τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, ἤδη δὲ κἀν ταῖς πόλεσιν ὅλαις, οὐ χαλεπὸν καταμαθεῖν.
[41] οὕτω γὰρ οἶμαι καὶ τὰς στασιαζούσας πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς [42] φύσει συγγενῶν. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ' ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης ἐστὶ γενική, καὶ ταύτης ἔθ' ἧττον ἐπειδὰν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀμετρία τις εἶναι λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος.
[43] ὁ δὲ Χρύσιππος ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν· πρῶτον μὲν ὅτι διαφέρεται πρὸς αὑτὸν ἐν μὲν τῷ περὶ παθῶν ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ νόσον τῇ κατὰ τὸ σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ· ἔπειθ' ὅτι μηδ' ὅπερ [ἀληθῶς] ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν καὶ ἠθικὸν ἐπιγραφόμενον [44] βιβλίον ἠδυνήθη δεῖξαι. τί δ' ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα συμμετρία ‹τε καὶ ἀσυμμετρία› καθ' ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν.
[45] πάντα γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ' ἓν ὑποθέμενος γίγνεσθαι τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία.
[46] κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως ἀπορεῖ δεικνύναι ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία [47] κάλλος ἐστί, ποίων δὲ ἀμετρία αἶσχος. καίτοι γράφει γ' ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί· "διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν ἢ ἀμετρίαν τοιῶνδέ τινων μερῶν."
[48] ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν ἢ αἰσχρὰν αὐτὴν εἶναι λεκτέον ἐστὶ καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ· τίνα δ' ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ καὶ τὴν ὑγίειαν αὐτῆς καὶ τὴν νόσον καὶ τὸ κάλλος καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν.
[49] ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· "ἔστι δὲ τῆς ψυχῆς μέρη δι' ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε καὶ ἡ ἐν αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον [50] ἔχον ‹οὕτως› ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς." ποίους οἰκείους μερισμούς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων.
[51] ἀλλ' οὔτ' ἐνταῦθα προσέγραψας οὔτ' ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ' ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρεῖς τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ καὶ μηκύνεις τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι [52] τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς. ἐπειδὴ τοίνυν σὺ παρέδραμες εἴθ' ἑκὼν εἴτ' ἄκων τὸν λόγον, οὐ γὰρ ἔχω συμβαλεῖν, ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς ἀληθείας αὐτοῦ τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως ποιησάμενος ἐχούσης ὧδε·
[3]
[1] "ἔστι δέ γε τῆς ψυχῆς μέρη δι' ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν"· ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα.
[2] ἀλλ' εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν ἀλλὰ λόγου ταῦτ' εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ· οὐ γὰρ δήπου ταὐτόν ἐστι ψυχὴ καὶ λόγος.
[3] ἄλλως τε καὶ διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν· οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ [4] ἐν αὐτῇ συνιστάμενον. ἔπειτα δ' εἰ καὶ τοῦτό τις ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ' ἐννοίας καὶ προλήψεις οὐ μόρια [5] τῆς ψυχῆς εἶναι λεκτέον ἀλλ' ἐνεργείας τινάς. οὐδὲν δ' ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ ὀφθαλμὸς οὔτε τὸ οὖς οὔτε χεὶρ οὔτε σκέλος οὔτ' ἄλλο τῶν πάντων οὐδέν· ἀλλ' εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ τῶν χρωμάτων ἑκάστου διαγνώσεις, λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ καὶ φαιοῦ καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας καὶ βαρείας καὶ μεγάλης καὶ μικρᾶς καὶ λείας καὶ τραχείας, οὐ μὴν τά γε μόρια ταῦτ' ἐστὶν οὔτ' ὠτὸς οὔτ' [6] ὀφθαλμοῦ. ἀλλ' οἶσθα δήπου καὶ σὺ σαφῶς ὡς κερατοειδής τέ τίς ἐστι χιτὼν καὶ ῥαγοειδὴς ἕτερος καὶ ἔτι κρυσταλλοειδές τε καὶ ὑαλοειδὲς ὑγρὸν ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ καὶ χόνδροι καὶ νεῦρα καὶ ὑμένες ὅσα τε ἄλλα τοιαῦτα.
[7] μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προλήψεις ἐνέργειαι, ‹μόρια δὲ› τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι' ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα καὶ τὸ ὀπτικὸν ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικόν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης συνίστασθαι, καθ' ὃ δὴ καὶ μάλιστα μόριον [δὴ] τῆς ψυχῆς αἶσχος καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ.
[8] τοῦτ' οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα καὶ καταστάσεις, δι' ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ θερμόν, εἴπερ δ' ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ· οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα [9] τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων ἐν οἷς διαιτᾶται. ἀλλὰ θαυμάζοιμ' ἂν εἰ τὴν τούτων συμμετρίαν ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι προσῆκεν, ὡς ἡγεμονικοῦ δὲ ψυχῆς οὐκέτ' ἐν τούτοις οὐδὲ κατ' αὐτὸν σέ.
[10] διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ παράδειγμα καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν οἴχεται μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ τῆς ψυχῆς ἡγεμονικῷ νόσον ἢ ὑγίειαν ἢ κάλλος ἢ αἶσχος συνιστάμενα καθάπερ ἐν ὅλῳ τῷ σώματι.
[11] καίτοι τοῦτό γ' ὑπέσχου πρότερον ὀρθῶς γινώσκων καὶ φυλάττων τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκολουθῆσαί γε μέχρι παντὸς ἠδυνήθης οὐδ' ἐξηγήσω τὴν ἀναλογίαν τε καὶ ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων τοῖς κατὰ τὸ σῶμα.
[12] αὖθις οὖν ἀναλήψομαι τὸν λόγον ἵνα δή τι πέρας ἱκανὸν νῦν ἀπολάβῃ. τῆς νόσου τὴν ἔννοιαν ἐν μὲν τῷ πρώτῳ περὶ παθῶν συνέχεεν ὁ Χρύσιππος ἀνάλογον ἔχειν φάμενος τὴν ἐν τῇ ψυχῇ νόσον τῇ τοῦ σώματος καταστάσει, καθ' ἣν εὐεμπτώτως εἰς πυρετοὺς ἢ διαρροίας [13] ἤ τι τοιοῦτον ἔχει· κατὰ μέντοι τὸ θεραπευτικὸν ἐφυλάξατο μὲν τὴν ἔννοιαν τῆς νόσου τῆς πρὸς ἑαυτὸν οὐδὲν φροντίσας ἐναντιολογίας, ἐξηγήσασθαι δ' ὡς ὑπέσχετο τὴν ἐν τῇ ψυχῇ νόσον ἅμα τοῖς ἄλλοις οἷς ἀνάλογον ὑπάρχειν αὐτῇ φησι πρὸς τὸ σῶμα παντάπασιν ἠδυνάτησε, μετὰ τοῦ καὶ συγχεῖν εἰς ταὐτὸν τήν θ' ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος.
[14] ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο τὴν μὲν ὑγίειαν ἐν τῇ τῶν στοιχείων συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος ἐν τῇ [15] τῶν μορίων. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς προγεγραμμένης ὀλίγον ἔμπροσθεν ῥήσεως ἐν ᾗ τὴν μὲν ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι τῶν σωμάτων ἐστί,
τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων ἀλλ' ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει, δακτύλου πρὸς δάκτυλον δηλονότι καὶ συμπάντων αὐτῶν πρός τε μετακάρπιον καὶ καρπὸν καὶ τούτων πρὸς πῆχυν καὶ πήχεως πρὸς βραχίονα καὶ πάντων πρὸς πάντα, καθάπερ ἐν τῷ [16] Πολυκλείτου κανόνι γέγραπται. πάσας γὰρ ἐκδιδάξας ἡμᾶς ἐν ἐκείνῳ τῷ συγγράμματι τὰς συμμετρίας τοῦ σώματος ὁ Πολύκλειτος ἔργῳ τὸν λόγον ἐβεβαίωσε δημιουργήσας ἀνδριάντα κατὰ τὰ τοῦ λόγου προστάγματα καὶ καλέσας δὴ καὶ αὐτὸν τὸν ἀνδριάντα, καθάπερ καὶ τὸ σύγγραμμα, κανόνα. [17] τὸ μὲν δὴ κάλλος τοῦ σώματος ἐν τῇ τῶν μορίων συμμετρίᾳ κατὰ πάντας ἰατροὺς καὶ φιλοσόφους ἐστίν, ἡ δ' ὑγίεια τῶν στοιχείων αὖ πάλιν, ἅττα ποτ' ἂν ᾖ, πρὸς ἄλληλά ἐστι [18] συμμετρία. εἴτε γὰρ ἐξ ὄγκων καὶ πόρων ὡς Ἀσκληπιάδης ὑπέθετο τὰ τῶν ζῴων σύγκειται σώματα, συμμετρία τούτων ἐστὶν ἡ ὑγίεια· εἴτ' ἐξ ἀτόμων ὡς Ἐπίκουρος εἴτ' ἐξ ὁμοιομερῶν ὡς Ἀναξαγόρας εἴτ' ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καθάπερ ὅ τε Χρύσιππος δοξάζει καὶ πάντες οἱ Στωϊκοὶ καὶ πρὸ αὐτῶν Ἀριστοτέλης καὶ Θεόφραστος καὶ πρὸ τούτων ἔτι Πλάτων καὶ Ἱπποκράτης, ἡ τῶν στοιχείων κατὰ πάντας συμμετρία τὴν ὑγίειαν ἐργάζεται.
[19] εἰ τοίνυν ἐθέλοι τις ἅπασαν τὴν ἀναλογίαν τῶν κατὰ τὸ σῶμα τοῖς κατὰ τὴν ψυχὴν διασώζειν, ὡς ὑπέσχετο Χρύσιππος, ἐπιδεῖξαι χρὴ τοῦτον ἔκ τινων ἁπλῶν ὡσανεὶ στοιχείων συγκειμένην τὴν ὅλην ψυχὴν ἵνα ἐν τῇ τούτων πρὸς ἄλληλα συμμετρίᾳ τὴν ὑγίειαν καὶ τὴν νόσον αὐτῆς εὕρῃ γιγνομένην, [20] ὅπερ ὁ Πλάτων ἐποίησε. Χρύσιππος δ' οὔτε ταύτην ἠδυνήθη τὴν ὁμοιότητα διδάξαι καίτοι ὑποσχόμενος οὔτε τὴν τοῦ κάλλους τῆς ψυχῆς, ἀλλὰ εἰς ταὐτὸν συνέχεεν ὑγιείᾳ τὸ κάλλος. [21] κατὰ γὰρ τοὺς οἰκείους τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι ψυχήν, ὑγιαίνουσα δ' ἢ νοσοῦσα πῶς ἂν γένοιτο παρέλιπεν εἰς ταὐτόν, οἶμαι, συγχέων ἄμφω καὶ μὴ δυνάμενος ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφήνασθαι, καθάπερ ὁ Πλάτων ἐποίησεν ἐν ἄλλοις τέ τισι καὶ τῷ Σοφιστῇ, τὴν μὲν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα στάσιν ἀποφηνάμενος εἶναι νόσον ψυχῆς, τὰς δὲ παραφόρους τε καὶ ἀμέτρους κινήσεις αὐτῆς, τουτέστι τὰς ἐνεργείας τὰς καθ' ὁρμήν, αἶσχος, ὥσπερ γε τὴν μὲν συμφωνίαν τε καὶ συμμετρίαν πρὸς ἄλληλα τῶν μορίων αὐτῆς ὑγίειαν, τὴν δὲ συμμετρίαν τῶν κινήσεων [τὸ] κάλλος.
[22] ὥσπερ γὰρ τὸ σῶμα τὸ καλὸν ἐν τῇ συμμετρίᾳ τῶν μορίων τὴν γένεσιν ἴσχει, κατὰ τὸν αὐτὸν τρόπον ἐνέργεια καλὴ διὰ τὴν τῶν κατὰ μέρος [23] κινήσεων γίγνεται συμμετρίαν. οὕτω γοῦν καὶ ὀρχεῖσθαι καὶ παγκρατιάζειν καὶ παλαίειν καὶ βαδίζειν εὐσχημόνως καὶ καλῶς λέγονταί τινες, ἕτεροι δ' ἀσχημόνως τε καὶ αἰσχρῶς. ἐν μὲν ‹γὰρ› τῇ συμμετρίᾳ τῶν κατὰ μέρος κινήσεων τὸ κάλλος τῶν ἐνεργειῶν ἐστι γνώριμον, κατὰ δὲ τὰς ἀμετρίας τὸ αἶσχος.
[24] ἔχουσι δὲ καὶ αἱ τοῦ Πλάτωνος ῥήσεις ἐκ τοῦ Σοφιστοῦ τόνδε τὸν τρόπον· " ‑ δύο μὲν εἴδη κακίας περὶ ψυχῆς ῥητέον. ‑ ποῖα; ‑ τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ' οἷον αἶσχος ἐγγιγνόμενον. ‑ οὐκ ἔμαθον. ‑ νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας; ‑ οὐδ' αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.
[25] ‑ πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφορᾶς διαφ‹θ›οράν; ‑ οὐδέν. ‑ ἀλλ' αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ὂν γένος; ‑ οὐδαμῶς ἄλλο."
[26] οὕτως μὲν ἐν τῷ καθόλου περὶ νόσου τε καὶ αἴσχους ὁποῖόν τι τὴν φύσιν ἑκάτερον αὐτῶν ἐστιν ἐδίδαξεν ἡμᾶς ὁ Πλάτων. καὶ ὅπως ἐγγίγνονται ταῖς ψυχαῖς ἐφεξῆς διδάσκων, περὶ μὲν τῆς νόσου [27] ταῦτα γράφει· " ‑ τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα; ‑ καὶ σφόδρα γε. ‑ ξυγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα γέγονε. ‑ πῶς γὰρ οὔ; ‑ στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν."
[28] εἶτ' ἐφεξῆς ὅπως αἶσχος ἐγγίνεται ψυχαῖς διεξιών φησι· " ‑ τί δ'; ὅσα κινήσεως μετέχοντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ' ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; ‑ δῆλον ὡς ὑπὸ ἀμετρίας. ‑ ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. ‑ σφόδρα γε.
[29] ‑ τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ' ἀλήθειαν ὁρμωμένης ψυχῆς παραφόρου συνέσεως γιγνομένης οὐδὲν ἄλλο ἢ παραφροσύνη. ‑ πάνυ μὲν οὖν.
[30] ‑ ψυχὴν ἄρ' ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον." οὕτω μὲν ἐν τῷ Σοφιστῇ Πλάτων ἀπεφήνατο καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας.
[31] τὰς δ' ἄλλας αὐτοῦ ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων ἐν οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους αἴσχους τε καὶ νόσου διῆλθεν οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός· ἀλλ' ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται δεικνύουσιν ὡσαύτως Ἱπποκράτει τὸν Πλάτωνα γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν τοιούτων μνημονεύσω ῥήσεων.
[4]
[1] Νυνὶ δέ, οὔτε γὰρ ἁπλῶς περὶ κάλλους ἢ ὑγιείας ἢ αἴσχους ἢ νοσημάτων ὁ λόγος οὔτε περὶ μόνων τῶν τοῦ σώματος ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ἐξ ἀρχῆς ἡμῖν προὔκειτο, παραλείψω μὲν τἆλλα, τὸ προκείμενον δ' αὐτὸ [2] μόνον ἀναλήψομαι. πρόκειται δὲ δεικνύειν ὡς οὔτε καθ' ἓν μόριον τῆς ψυχῆς οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίγνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύσιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτερογενεῖς καὶ μόρια πλείω.
[3] τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς εἶναι τὸν ἀριθμόν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ καὶ Ἀριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων κεχωρίσθαι καὶ τὴν ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνάμεις πολλάς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ διαφερόντων ταῖς οὐσίαις Ἱπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα.
[4] καί μοι πολλὰ μὲν ἤδη περὶ τῆς ἀληθείας αὐτοῦ διὰ τῶν ἔμπροσθεν εἴρηται, πολλὰ δ' ἐν τοῖς ἐφεξῆς εἰρήσεται.
[5] νυνὶ δ' ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι φάσκοντα, μήθ' ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα μήθ' ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα.
[6] διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτόν, ὥσπερ καὶ περὶ παμπόλλων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ περὶ ψυχῆς τιθέμενος εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς ἃς ἐν τῷ πρὸ τούτου γράμματι παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστικοῦ [7] τῆς ψυχῆς ἀποφηνάμενος. ἀλλ' ἡμεῖς ἃ μὲν ἀληθῶς εἶπε μαρτύρια τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα γε πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ παλαιὸν δόγμα διαβαλεῖν.
ἡ γὰρ παρὰ τῶν τοιούτων μαρτυρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι.
[8] μεταβάντες δὲ πάλιν ἐφ' ἕτερα τῶν ὑπ' αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ' αὖ τοῖς ἐναργέσι μάχεται, [9] τινὰ δὲ κατ' ἄμφω πεπλημμέληται. καὶ πρῶτόν γε πάλιν ἀναλαβὼν εἰς ὅπερ ἐτελεύτησεν ὁ προγεγραμμένος μοι λόγος, ὡς ὑγίεια καὶ νόσος αἶσχός τε καὶ κάλλος ψυχῆς ἐν τοῖς μέρεσι γίγνεται αὐτῆς καὶ ὡς τὰ μέρη ταῦτα ἔννοιαί τε καὶ προλήψεις εἰσί, συγχωρήσω μὲν αὐτῷ τήν γε πρώτην·
ὅτι μὲν γὰρ ὅλως οὐ χρὴ κατὰ τὰς ἐνεργείας τίθεσθαι νόσον ἢ ὑγίειαν ἀλλ' αἶσχος ἢ κάλλος μόνον, εἴρηταί μοι πρόσθεν.
[10] ὅτι δ' οὐδ' εἴ τις οὕτω συγχωρήσειε τὰ γοῦν ἑξῆς ὀρθῶς εἴρηται, νῦν ἐπιδεῖξαι πειράσομαι. εἴπερ γὰρ ἐν τῷ μάχεσθαι δύο κρίσεις ἀλλήλαις ἡ τῶν παθῶν ἐστι γένεσις, ἀνάγκη τῶν δύο τούτων κρίσεων ἤτοι τὴν ἑτέραν μὲν ὑπάρχειν ἀληθῆ, τὴν ἑτέραν δὲ ψευδῆ, ἢ ἀμφοτέρας ψευδεῖς, εἴ τις καὶ τοῦτο συγχωρήσειεν, ἔχει γάρ τινα ζήτησιν λογικήν.
[11] εἴτε δὲ ἀμφοτέρας ψευδεῖς εἴτε τὴν ἑτέραν αὐτῶν ἀληθῆ φαίημεν ὑπάρχειν, [12] οὐδαμῶς ἡ μάχη τῶν κρίσεων ἔσται τὸ πάθος. ἀλλ' εἰ μὲν ἰσάζοιέν πως ἀλλήλαις αἱ κρίσεις ὡς πρὸς πίστιν, ἐπέχειν ἀναγκαῖον ἡμᾶς ἔσται περὶ τῆς τοῦ πράγματος ὑπάρξεως, εἰ δ' ἡ ἑτέρα φαίνοιτο μακρῷ πιστοτέρα, συγκατατίθεσθαι μὲν καὶ πράττειν γέ τι κατὰ τὴν συγκατάθεσιν,
οὐκ ἀπερισκέπτως δέ, καθάπερ εἰ καί τις τὴν ἡδονὴν ἀγαθὸν οἰόμενος ὑπάρχειν ἔχοι τι βραχὺ περιέλκον εἰς τοὐναντίον ἢ εἰ μόνον τὸ καλὸν ἀγαθὸν ὑπολαμβάνων ὅμως ἔτι καὶ αὐτὸς ἀντισπῶσαν ἑτέραν ὑπόληψιν ἔχοι πρὸς τὸ μὴ διατεταμένως πιστεύειν ἢ εἰ καθάπερ ὁ Πύρρων, ἀμφοτέρας ὁμοτίμως τιθέμενος ἐπέχοι περὶ τῆς ἀποφάσεώς τε καὶ συγκαταθέσεως.
[13] ἐν οὐδενὶ γὰρ τῶν τοιούτων συνίσταται τὸ πάθος, ὥσπερ καὶ αὐτὸς ὁ Χρύσιππος ἐναργῶς ἐδήλωσε δι' ὧν ἐν τῷ πρὸ τούτου γράμματι παρεθέμην ῥήσεων, ἐν αἷς φησιν [14] "οὐχὶ ‹εἰ› διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον", ὅσα τ' ἄλλα τοιαῦτα προσέγραψε, συνίστασθαι τὸ πάθος, ἀλλ' ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κἀνταῦθα πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίππου πρὸς ἑαυτόν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρτημένων κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας ἀνομολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη συνίστασθαι λέγει.
[15] μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ' ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς καὶ ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ' ὁ Χρύσιππος.
[16] ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλ' ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι, μήτ' ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος οὐκ ἄν, οἶμαι, δύναιτο [17] τὴν θεραπείαν αὐτῶν ποιήσασθαι κατὰ τρόπον. ἀλλ' ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις ἐξελέγχοι τὰ τέσσαρα τοῦ Χρυσίππου βιβλία, πολὺ πλεόνων αὐτῷ δεήσει συγγραμμάτων.
[5]
[1] Ὅσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστί, ταῦτα ἐπέλθωμεν μόνα καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παιδίων διοικήσεως.
[2] οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι δυνατὸν εἰπεῖν, οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον, οὔθ' ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται καὶ ἥδεται καὶ γελᾷ καὶ κλαίει καὶ τοιαῦθ' ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις. [3] οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὐδὲ τῷ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονάς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς [4] πόνους. ὁρῶμεν δ' αὐτὰ καὶ θυμούμενα καὶ λακτίζοντα καὶ δάκνοντα καὶ νικᾶν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζῴων, οὐδενὸς ἄθλου προβαλλομένου παρὰ [5] τὸ νικᾶν αὐτό. φαίνεται δ' ἐναργῶς τὸ τοιοῦτον ἐπ' ὀρτύγων καὶ ἀλεκτρυόνων καὶ περδίκων ἰχνεύμονός τε καὶ ἀσπίδος [τε] καὶ κροκοδείλου καὶ μυρίων ἑτέρων.
[6] οὕτως οὖν οἰκειοῦσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν.
[7] αἰδεῖται γοῦν ἁμαρτάνοντα προϊούσης αὐτοῖς τῆς ἡλικίας καὶ χαίρει τοῖς καλοῖς ἔργοις καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀντιποιεῖται καὶ πράττει πολλὰ κατὰ τὰς τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρά, κατὰ πάθος ζῶντα καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων οὐδεμίαν φροντίδα ποιούμενα.
[8] τριῶν οὖν τούτων ἡμῖν οἰκειώσεων ὑπαρχουσῶν φύσει καθ' ἕκαστον τῶν μορίων τῆς ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικόν, πρὸς δὲ τὴν νίκην διὰ τὸ θυμοειδές, πρὸς δὲ τὸ καλὸν διὰ τὸ λογιστικόν, Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιππος τὴν τοῦ βελτίστου, φάμενος ἡμᾶς οἰκειοῦσθαι πρὸς μόνον τὸ καλόν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς τρεῖς οἰκειώσεις θεάσασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε φιλοσόφοις.
[9] ἐάσας οὖν τὰς δύο ὁ Χρύσιππος εἰκότως ἀπορεῖ περὶ τῆς κατὰ τὴν κακίαν γενέσεως οὔτ' αἰτίαν ἔχων εἰπεῖν αὐτῆς οὔτε τρόπους τῆς συστάσεως οὔθ' ὅπως ἁμαρτάνει τὰ παιδία δυνάμενος ἐξευρεῖν, ἅπερ εὐλόγως οἶμαι πάντα καὶ ὁ Ποσειδώνιος [10] αὐτοῦ καταμέμφεται καὶ ἐλέγχει. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδ' ἐξ ἑαυτῶν ἀλλ' ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς ἐγγίγνεσθαι.
[11] ἀλλὰ μὴν ὁρᾶταί γε, κἂν χρηστοῖς ἔθεσιν ἐντρέφηται καὶ προσηκόντως παιδεύηται, πάντως ἐξαμαρτάνοντά [12] τι, καὶ τοῦτ' αὐτὸ καὶ ὁ Χρύσιππος ὁμολογεῖ. καίτοι γ' ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας [13] γενήσεσθαι τοῦ χρόνου προϊόντος. ἀλλ' οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν φαινομένων, ἀλλὰ κἂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ καὶ μηδὲν μήτε θεάσηται μήτ' ἀκούσῃ πώποτε παράδειγμα κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλοσοφήσειν·
[14] διττὴν γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέραν μὲν ἐκ κατηχήσεως τῶν πολλῶν ἀνθρώπων ἐγγιγνομένην, ἑτέραν δὲ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας αὐτῶν ἀπορῶ καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας [15] γιγνομένης. καὶ γὰρ διὰ τί θεασάμενα καὶ ἀκούσαντα παράδειγμα κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν ἔχειν πρὸς αὐτό, θαυμάζειν ἐπέρχεταί μοι, καὶ πολὺ δὴ μᾶλλον ἐπειδὰν μήτε θεασάμενα μήτ' ἀκούσαντα πρὸς αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ.
[16] τίς γὰρ ἀνάγκη τοὺς παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι μηδεμίαν οἰκείωσιν ἔχοντας πρὸς αὐτήν, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν τὸν πόνον εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίωνται φύσει; [17] τίς δ' ἀνάγκη πρὸς μὲν τοὺς ἐπαίνους καὶ τὰς τιμὰς ἵεσθαί τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ φεύγειν τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα φύσει τινὰ ἔχουσιν οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν;
[18] εἰ γὰρ μὴ ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν ἔοικεν ὁ Χρύσιππος ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ ἀλλοτρίωσις [19] φύσει πρὸς ἕκαστον τῶν εἰρημένων. ἐπειδὰν γὰρ λέγῃ τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς φαύλοις διαστροφὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν καὶ τὴν κατήχησιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν δι' ἣν ἡδονὴ μὲν ὡς ἀγαθὸν ἀλγηδὼν δ' ὡς κακὸν πιθανὴν προβάλλουσι φαντασίαν. [20] οὕτως δὲ καὶ διὰ τί τὴν μὲν νίκην τὴν [ἐν] Ὀλυμπίασιν καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν ἐπαινούμενά τε καὶ μακαριζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες ὡς ἀγαθά, περὶ δὲ τῆς [21] ἥττης τε καὶ τῆς ἀτιμίας ὡς κακῶν, ἑτοίμως πειθόμεθα; καὶ γὰρ καὶ ταῦθ' ὁ Ποσειδώνιος μέμφεται καὶ δεικνύναι πειρᾶται πασῶν τῶν ψευδῶν ὑπολήψεων τὰς αἰτίας ἐν μὲν τῷ θεωρητικῷ ‹γίγνεσθαι δι' ἀμαθίας, ἐν δὲ τῷ πρακτικῷ› διὰ τῆς παθητικῆς ὁλκῆς, προηγεῖσθαι δ' αὐτῆς τὰς ψευδεῖς δόξας ἀσθενήσαντος περὶ τὴν κρίσιν [τὴν] τοῦ λογιστικοῦ·
γεννᾶσθαι γὰρ τῷ ζῴῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ κρίσει, πολλάκις δ' ἐπὶ τῇ κινήσει [22] τοῦ παθητικοῦ. συνάπτει δ' εἰκότως τοῖς λόγοις τούτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὸν φυσιογνώμονα φαινόμενα· καὶ γὰρ τῶν ζῴων καὶ τῶν ἀνθρώπων ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα θυμικώτερα πάνθ' ὑπάρχειν φύσει, ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα δειλότερα.
[23] καὶ κατὰ τὰς χώρας δὲ οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως [24] οὐ κατ' ὀλίγον ἀλλοιοῦσθαι. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζῴοις φησὶ θερμότητι καὶ ψυχρότητι καὶ πάχει καὶ λεπτότητι καὶ ἄλλαις [φησὶ] διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν.
[25] ἡμεῖς δὲ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ [26] τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι μήτ' ἄλλο τι γιγνώσκοντας τῶν κατὰ τὰ πάθη μήθ' ὡς αἱ τοῦ σώματος κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις· οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν.
[27] Ἀριστοτέλης δ' ἄντικρυς ἤθη καλεῖ τῶν ζῴων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις ἐξηγεῖταί τε καθ' ὅντινα τρόπον ἐπὶ ταῖς διαφερούσαις [28] κράσεσι συνίσταται. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ' ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον ἀλλὰ δι' ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι ζῆν τοὺς τοιούτους ἀνθρώπους,
ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος ὅταν κινήσεις αἱ κατὰ πάθος αἱ διὰ τὴν τοῦ σώματος κατασκευὴν ἀναγκαίως γιγνόμεναι μεγάλαι δή τινες οὖσαι τύχωσι καὶ σφοδραὶ τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει.
[29] χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθείσας εἴ τις μέλλοι βελτίονα τὸ ἦθος ἀποδείξειν τὸν ἄνθρωπον.
[30] οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς ἐφεξῆς τῆς διαίτης ἣν ἡ κυοῦσα διαιτήσεται κατά τε τὰς τροφὰς καὶ τὰ πόματα καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις ἐπιθυμίας τε καὶ θυμοὺς ὅσα τ' ἄλλα τοιαῦτα, περὶ ὧν [31] ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν. ὁ δὲ Χρύσιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ' οὐδὲ τῶν ἀπ' αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως μοχθηρὰν ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα.
[32] ταῦτά τοι καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν εὐπειθές. [33] "αὕτη γὰρ ἀρίστη παίδων παιδεία, παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν ἀρχὴν τοῦ [34] λογιστικοῦ." μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ ἀσθενὲς ὑπάρχειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδεκαέτην ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συμφύτων ἵππων ἐπιθυμίας τε καὶ θυμοῦ μήτ' ἰσχυρῶν ὑπαρχόντων ἄγαν μήτε ἀσθενῶν μήτ' ὀκνηρῶν μήτ' ἐκφόρων μήτε δυσπειθῶν ὅλως ἢ ἀκόσμων ἢ ὑβριστῶν, ἀλλ' εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ.
[35] τούτου δ' αὐτοῦ τὴν παιδείαν γε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρημάτων· ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίγνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίγνεσθαι, [36] τοῖς δ' ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς. ἕπεται δ' εὐθὺς τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος, καὶ αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτε ἐπιστήμας τις ἁπάσας αὐτὰς εἴτε δυνάμεις ὑπολάβοι.
[37] τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ' εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις [38] εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν, οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστὶν οὐδὲ διαφερόμεθα πρὸς αὐτό, ἀλλ' ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς [39] εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴ γε μηδὲ τελειότητας πολλὰς ἑνὸς πράγματος.
μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ' ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου [40] φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.
[6]
[1] Ἀλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὧδέ πως γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ [2] τῆς ἀρχῆς τοῦ βιβλίου· "νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὴν περὶ τελῶν καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι."
[3] ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου [4] παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα· "τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζῳώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι.
[5] οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν οὔτ' ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν· οὐ γὰρ βλέπουσιν ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ [6] ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς." ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν [7] λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους. οὐ γὰρ ὡς ἐκεῖνοι λέγουσιν ἀλλ' ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν.
[8] ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους τοῦ δὲ χείρονος, ὁ μὲν τῷ βελτίονι συνεπόμενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῆν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δ' οὗτος [9] μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον ὡς οὐκ ὀρθῶς ἐξηγουμένων τὸ τέλος.
[10] ἔχει δὲ ἡ ῥῆσις ὧδε· "ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῆν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτῷ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν [11] ἢ τὴν ἀοχλησίαν ἢ ἄλλο τι τοιοῦτον. ἔστι δὲ μάχην ἐμφαῖνον κατ' αὐτὴν τὴν ἐκφοράν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν· παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ οὐκ ἔστιν.
[12] ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τῷ κατ' ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῆν, ὅπερ ἰσοδυναμεῖ τῷ ὁμολογουμένως εἰπεῖν ζῆν ἡνίκα μὴ τοῦτο μικροπρεπῶς [13] συντείνει εἰς τὸ τῶν διαφορῶν τυγχάνειν." ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος ὅπως ἄν τις τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῆν·
ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα [14] παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα· "ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστροφῆς καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε καὶ τὰ διαπορούμενα [15] περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν." οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ τῆς αἰτίας τῶν παθῶν εὑρεθείσης.
εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς οἷόν τι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν ἐστιν, ἐκ τῆς τῶν παθῶν [16] αἰτίας εὑρεθείσης ὠφελήθημεν. ὁ μὲν γὰρ κατὰ πάθος οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ πάθος ὁμολογουμένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ ἀλόγῳ καὶ ἐμπλήκτῳ [17] τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ θείῳ. "καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς διαστροφῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα."
[18] τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν οὐκ εἰδότες ὡς τὸ μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζῳώδους τῆς ψυχῆς ἐστιν ὀρεκτά, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν τε καὶ καλὸν ἅμα [19] τοῦ λογικοῦ τε καὶ θείου. "καὶ τοὺς τρόπους δέ" φησι "τῆς ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα διωρίσατο."
[20] τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα καὶ ἁρμονίαις καὶ ἐπιτηδεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ ἀθύμους ἔν τε τοῖς ὀρθίοις ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους καὶ μανικώτερον ᾄττοντας ἐν ταῖς ἐναντίαις.
[21] ἐπεὶ διὰ τί πρὸς θεῶν, ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ Χρυσίππου, Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσῃ τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον, οἱ δ' εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς; [22] οὐ γὰρ δήπου τὰς δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων, ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον ἐπεγείρονταί τε καὶ πραΰνονται διὰ κινήσεων ἀλόγων. τῷ μὲν γὰρ ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ ἡ βλάβη, τῷ λογικῷ δὲ δι' ἐπιστήμης τε καὶ ἀμαθίας.
[23] καὶ ταῦτ' οὖν ἐκ τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφελεῖσθαί φησιν ἡμᾶς ὁ Ποσειδώνιος καὶ προσέτι "τὰ διαπορούμενα"
[24] φησί "περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν." εἶτ' αὐτὸς ἅττα ποτ' αὐτά ἐστιν ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον· "οἶμαι γὰρ ὅτι πάλαι βλέπετε πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦνται, [25] φαντασίας δ' ἐκείνων αὐτῶν λαμβάνοντες. πῶς γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφησιν προσβάληται αἰσθητῇ παραπλησίαν;
[26] οὕτως γοῦν ἐκ διηγήσεώς τινες εἰς ἐπιθυμίαν ἐκπίπτουσιν καὶ ἐναργῶς ἐγκελευσαμένου φεύγειν τὸν ἐπιφερόμενον λέοντα οὐκ ἰδόντες [27] φοβοῦνται." ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδωνίῳ καὶ τὰ τούτων ἐφεξῆς ἔτι συμπάσας τὰς αἰτίας ἐξηγουμένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς· ὅθεν μοι δοκῶ καὶ νῦν ἐνταῦθα καταπαῦσαι τὸν λόγον μίαν ἔτι τὴν ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ὧδε·
[28] "καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς ‹παρεῖναι› οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον [29] τῆς ψυχῆς οὕτως, ἀλλὰ κατὰ τὸ λογικόν." εἶτ' ἐφεξῆς οὗτος διὰ τί τὰ χρονίζοντα [τε] τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέστερα γίγνεται, τὴν αἰτίαν ἀποδίδωσιν ὑπὲρ ἧς ὁ Χρύσιππος [30] ἐν τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν. εἴρηται δὲ περὶ αὐτῆς ὑφ' ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου καὶ νῦν δ' εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσειδωνίου ῥήσεως μακρᾶς ὑπαρχούσης.
[31] τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν, τοῦτο δὲ κάμνει ταῖς πολυχρονίοις κινήσεσιν, ὥστε δι' ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινουμένου κρατεῖν ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ εἰ καὶ ἵππου τινὸς ἐκφόρου τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε ἅμα τῷ δρόμῳ καὶ προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμησεν αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη.
[32] φαίνεται γὰρ τοῦτο πολλάκις γιγνόμενον καὶ οἵ γε παιδεύοντες τὰ νέα τῶν ζῴων ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι κατὰ [33] τὰς ἐκφόρους κινήσεις, ὕστερον ἐπιτίθενται. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος ὡς ἂν οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς ἀναφέρειν αὐτῶν τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἑξῆς ὁ Ποσειδώνιος, οὐ τοῖς φαινομένοις μόνοις ἀλλὰ καὶ Ζήνωνι καὶ [34] Κλεάνθει διαφέρεται. τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν·
[35] ‑ "Τί ποτ' ἔσθ' ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον.
‑ Ἐγώ, λογισμέ; πᾶν ὃ βούλομαι ποιεῖν.
‑ βασιλικόν γε· πλὴν ὅμως εἶπον πάλιν.
‑ Ὡς ἂν ἐπιθυμῶ, ταῦθ' ὅπως γενήσεται."
[36] ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύμενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν λογισμὸν τῷ θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ.
[37] ὁ δὲ Χρύσιππος οὔθ' ἕτερον εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ καὶ τῶν ἀλόγων ζῴων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυμίᾳ τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ ὁ Ποσειδώνιος ὑπὲρ αὐτῶν [38] ἐπὶ πλέον διεξέρχεται. ὅσα μὲν οὖν τῶν ζῴων δυσκίνητά τ' ἐστὶ καὶ προσπεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει [αὐτά], τὰ δ' ἄλλα τὰ ἄλογα σύμπαντα ταῖς δυνάμεσιν ἀμφοτέραις χρῆσθαι, τῇ τ' ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον δὲ μόνον ταῖς τρισί, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν ἀρχήν. [39] ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ ἄλλα πάμπολλα καθ' ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν. ὥσπερ οὖν ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς, ὡς ἄν τις εἴποι, τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας ἐξ ἀνάγκης πάμπολλα κακῶς εἶπεν, οὕτως ἀνάγκη τὸν ἀληθέσι ταῖς ἀρχαῖς χρησάμενον εἰ μὲν ἀκριβῶς φυλάξειε τὸ πρὸς αὐτὰς ἀκόλουθον, ἅπαν εἰπεῖν ὀρθῶς, εἰ δ' οὐκ ἀκριβῶς ἀλλὰ τά [40] γε πλεῖστα κατορθῶσαι. δοκῶ μοι καταπαύσειν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε.
τὸ γὰρ ἐπισκέπτεσθαι νῦν ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων οὐ κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι [41] προτεθέντα γίγνοιτο σκοπόν. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν μὲν ἔφην τῶν ἄλλων Στωϊκῶν, ἐξετάσειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν ἀλλ' ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ Ἱπποκράτους δόγματα διασκέψασθαι.
[42] ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα μοι διὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καθεστήξεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλοσοφίας, εἰ δ', ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίνεσθαι τὰ πάθη νομίζοι, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης ἣν Ἱπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετεχειρίσαντο.
[43] Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησίν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου τεκμαιρόμενος δ' ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. ἀλλ' ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο μόνα δὲ τὰ πρὸς Ἱπποκράτους καὶ Πλάτωνος εἰρημένα διασκέψεσθαι.
[44] καί μοι τοῦτο καθ' ὅσον οἷός τ' ἦν περαίνεται διὰ βραχυτάτων.
οὐ γὰρ ὅτι πολύβιβλος ἡ πραγματεία χρὴ σκοπεῖν ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ μέγεθος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν δὲ καὶ σκοπεῖν εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν.
[45] τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων ὥσθ' ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ' ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτοῦ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες.
[46] ἡ μὲν δὴ πρὸς Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ εἰ μέν τις προσέσχε τὸν νοῦν τοῖς εἰρημένοις οὐκ ἂν χαλεπῶς αὐτὸν ἐξευρεῖν ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται, εἰ δέ τις οὐ προσέσχε τούτοις, οὐδ' ἂν ἔτι πλείω γράφηται, προσέξει.
[7]
[1] Μεταβήσομαι δ' ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὲρ τοῦ τρία τῆς [2] ψυχῆς εἶναι μόρια τὰ καθ' ὁρμὴν ἡμᾶς κινοῦντα. γινώσκειν δὲ χρὴ κἀνταῦθα τὸ μὲν ὅτι μόρια διαφέροντ' ἀλλήλων ἐστίν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον· οὐδὲ γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν ὁ λόγος· ὅτι μέντοι γε τρία τὰ σύμπαντ' ἐστὶν εἴτε μόρια ψυχῆς εἴτε δυνάμεις ὑφ' ὧν ὁ βίος ἡμῶν διοικεῖται, βιαστικῶς τε καὶ ἀναντιρρήτως ἀποδείκνυται.
[3] ὥστε καὶ ἐκ τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα κατασκευασθήσεται δὲ τὸ κοινὸν Ἀριστοτέλει καὶ Πλάτωνι καὶ Ποσειδωνίῳ δόγμα, τὸ καθ' ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, καθ' ἑτέραν δὲ θυμοῦσθαι, κατ' ἄλλην δ' ἐπιθυμεῖν.
[4] ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων ταῦτα διαφέρει καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας ἵδρυται τόπους ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν· ἐν δὲ τῷ μετὰ ταῦθ' ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ γενήσεσθαι μέλλοντι, δι' ἐναργῶν λημμάτων ἀποδειχθήσεται κατὰ τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος [5] μεθόδους. ἰστέον δ' ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπίσταται τὴν δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι γοῦν αὐτῶν μέλλων τάδε προὔγραψε·
[6] "καὶ εὖ γ' ἴσθι ὦ Γλαύκων ὡς ἡ ἐμὴ δόξα ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε [7] λάβωμεν· ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός" ἐστι, δι' ἧς ἀποδείκνυται τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη οὐ μόνον τοῖς τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσι καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς λόγον ἐπιδείξω, καθ' ὃν καὶ τὴν μέθοδον αὐτὴν ἣν ἐνταῦθ' αἰνίττεται μέλλω διεξέρχεσθαι.
[8] διὰ τί δὲ καίτοι μὴ θαρρῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν οἷς [δὲ] ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσιν αἱ διοικοῦσαι τὸν βίον ἡμῶν δυνάμεις ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι τὸ ὅτι διαφέρουσαι ταῖς [9] οὐσίαις. πρὸς δὲ τὴν προκειμένην αὐτῷ πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης τε καὶ τῶν ἄλλων ἀρετῶν, ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον, ἤρκει τὸ δειχθῆναι τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς.
[10] οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν Ἀριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, [11] κατὰ δὲ τὸ σύμπαν ὁμολογοῦσιν ἀλλήλοις. ἐπιδείξω δὲ καὶ αὐτὸ τοῦτο σαφῶς ἡνίκ' ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν διεξέρχωμαι λόγον· ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀποδείξεων ἤδη μνημονεύσω προγράψας τὴν ῥῆσιν ἀφ' ἧς ἄρχεται τοῦ λόγου·
[12] ἔχει δὲ ὧδε· "ταὐτὸν δηλονότι τἀναντία ποιεῖν ἢ πάσχειν [ἢ] κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει [13] ἅμα." εἶθ' ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων μάχεσθαι διελθὼν ἐπιφέρει "ἆρ' οὖν, ἦν δ' ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ', ἦ δ' ὅς, τῶν ἐναντίων.
[14] τί οὖν, ἦν δ' ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ ταῦτα πάντα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί οἱ γενέσθαι, ἢ αὖ οὐ καθ' ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν ὥσπερ τινὸς ἐρωτῶντος [15] ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδ' ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ' αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; πῶς γὰρ οὔ;"
[16] ἐν ταύτῃ τῇ ῥήσει καὶ ταῖς ἑξῆς ἁπάσαις δείκνυσιν ἕτερον εἶναι μέρος τῆς ψυχῆς τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου πῶς καὶ τίνα τρόπον ἐν μὲν τῷ πεινῆν ἐφιέμεθα πληρωθῆναι σιτίων, ἐν δὲ τῷ διψῆν πόματος.
[17] ἀλλὰ παῖδες μὲν ὄντες ὁμοίως τοῖς ἀλόγοις ζῴοις ἑτοίμως ἐπὶ τὸ πληρωθῆναι ἐρχόμεθα μήτ' εἰ συνοίσει τοῦτο μήτ' εἰ βλάψει σκοπούμενοι· κατὰ δὲ τὴν ἡλικίαν καὶ τὸν λογισμὸν γενόμενοι πολλάκις μὲν οὐδ' ὅλως πίνομεν ἐπειδὰν πεισθῶμεν ὑπὸ τοῦ πόματος βλάβην ἔσεσθαι, πολλάκις δὲ ὀλιγώτερον ἢ ὅσον ἐπιθυμοῦμεν εἰ κἀνταῦθα μέλλοι βλάψειν τὸ πλέον, ἐνίοτε δ' ὕδωρ πίνομεν οἶνον ἐπιθυμοῦντες πιεῖν ἢ σφοδρῶς ὀρεγόμενοι ψυχροῦ θερμὸν προσφερόμεθα.
[18] οἱ δέ γε ἀλόγιστοι τῶν ἀνθρώπων ὡσαύτως τοῖς βρέφεσι καὶ θηρίοις οὔτε τὸν καιρὸν ἀναμένουσιν οὔτε ποσότητα καὶ ποιότητα τοῦ πόματος [19] ἐπισκέπτονται. τὸ μὲν δὴ μὴ χρῆσθαι λογισμῷ μήτε τὰ θηρία μήτε τὰ βρέφη καὶ πρὸς τῶν περὶ τὸν Χρύσιππον ὡμολόγηται·
τὸ δὲ ὑπὸ δυνάμεώς τινος ἑτέρας παρὰ τὸν λογισμὸν ἐπὶ τὴν ἀπόλαυσιν ὧν ἐπιθυμοῦσιν ἔρχεσθαι ποτὲ μὲν ὁμολογοῦσιν, ἔστιν ὅτε δ' ἀρνοῦνται περιπλέκοντες ἄνω καὶ κάτω τοὺς λόγους, ἐνὸν ὡς ἄνδρας ἐραστὰς ἀληθείας ἐκ προχείρου συλλογίζεσθαι δύναμίν τινα ὑπάρχειν ἄλογον ἐπὶ τὴν τοῦ πόματος ἀπόλαυσιν ἄγουσαν οὐ τὰ βοσκήματα μόνα καὶ τοὺς παῖδας, ἀλλὰ καὶ τοὺς βοσκήμασιν ὁμοίους ἀνθρώπους.
[20] εἰς μὲν οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ λόγος ἡμᾶς ἤγαγε προτέραν ἐξ ἀκολουθίας τινὸς οὐ σμικρὰ συντελοῦσαν οὐδ' αὐτὴν ταῖς ὑπὸ τοῦ Πλάτωνος λεγομέναις.
[21] ἐπὶ δὲ τοὺς ἤδη τελείους ἄνδρας οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ κατὰ τὸν λογισμὸν ἀφικόμενοι τῷ λόγῳ θεασώμεθα ἤδη τὴν ἐν αὐτοῖς μάχην τῆς λογιστικῆς δυνάμεως πρὸς τὴν ἐπιθυμητικὴν ἔν τε νόσοις καὶ ἄλλαις πολλαῖς περιστάσεσιν ἐν αἷς οὔπω δοκεῖ καιρὸς εἶναι προσφέρεσθαι πόμα τὸν διψῶντα καὶ σιτία τὸν πεινῶντα καὶ θάλπεσθαι τὸν ῥιγοῦντα καὶ ψύχεσθαι τὸν θαλπόμενον ἀφροδισίοις τε χρῆσθαι τὸν ἐπὶ ταῦτ' ὀργῶντα.
[22] ἡ μὲν γὰρ ἄλογος ἐν ἡμῖν δύναμις ἐφ' ἕκαστον τῶν ἐπιθυμουμένων ἕλκει τὸν δεόμενον, ὁ δὲ λογισμὸς ἀντισπᾷ καὶ κατέχει τὴν οὐκ ἐν καιρῷ φοράν. καὶ μάχη γε πολλάκις ἑκατέρων ἰσχυρὰ γίγνεται πρὸς ἄλληλα φανερῶς ἐνδεικνυμένη διττὴν εἶναι φύσιν ἐν ἡμῖν τῶν στασιαζουσῶν ἀλλήλαις δυνάμεων.
[23] εἴπερ γὰρ ἦν μία μόνη καθάπερ ἐν τοῖς παισίν, οὐδὲν ‹ἂν› ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν τῶν ἐπιθυμουμένων ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς ἦν πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθισμένος οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν ἢ πεινῶντα μὴ ἐσθίειν οὐδ' ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ πίνων ὠνομάζετο καθάπερ οὐδ' ὁ μὴ βαδίζων εἰ μὴ βούλοιτο.
[24] νυνὶ δ' ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον ἐπισπώμεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα, ἡ δὲ κατέχουσα ταύτην λογική, σωφροσύνης ἐν τῷ τοιούτῳ καὶ ἐγκρατείας ἡ γένεσις.
[25] ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον μνημονευέσθω μήτ' ἐγκράτειαν εἶναί τι μήτε σωφροσύνην ἀναιρεθείσης [26] τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος μὲν μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν ἑαυτῆς δυνάμεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ' ἕτερον δέ τι φεύγει καὶ ἀποτρέπεται· ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί τι καὶ ἀπαρνεῖσθαι καὶ διώκειν καὶ φεύγειν οὐκ ἐνδέχεται.
[27] εἴτε δὲ προσίεσθαι καὶ φεύγειν λέγεις εἴτε διώκειν εἴτ' ἐφίεσθαι διαφέρει οὐδέν, ὥσπερ οὐδὲ εἰ βούλεσθαι ἢ ὀρέγεσθαι ἢ ἀντιποιεῖσθαι ἢ [28] ἀσπάζεσθαι ἢ ἐπιθυμεῖν. ἡ γὰρ τῶν τοιούτων ὀνομάτων διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν, ἀλλ' αὐτὸ τοὐναντίον ἄκαιρός τ' ἐστὶ καὶ τὴν περὶ τῶν πραγμάτων ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν ἀπάγει. [29] διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ τοῦ μηδὲν περανθῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι· εἰ μὲν ὀρέγεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ συγχωροῦντες ὀρέγεσθαι λέγειν· ἀστεῖον γάρ τι τὴν ὄρεξιν εἶναι καὶ μόνου τοῦ σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι‹νος› ὅσον χρὴ ἥδοντος· ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ οὕτως ὀνομάζειν συγχωροῦντες, τὸ μὲν γὰρ διψῆν οὐκ ἐν τοῖς φαύλοις μόνον ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν δ' ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις ἐγγίγνεσθαι, εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς τὸ τυγχάνειν.
[30] εἰ δέ ‹τις› μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν ἀλλ' ὄρεξίν γε ἄλογον ὑπάρχειν εἰπών, ἐπιτιμήσει μάλα σεμνῶς ἀνδρὶ πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων ἐπιστήμῃ μόνον, ἀλλὰ [31] κἀν τῇ τῶν ὀνομάτων χρήσει μυρίον διαφέροντι. τοιοῦτοι δ' ἀμέλει καὶ τῶν παλαιῶν ἦσαν οὐκ ὀλίγοι καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησίν, ὀνόμασι χρώμενοι καινῶς μετωνομασμένοις· δι' οὕς μοι δοκεῖ καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι κατὰ τὸν προκείμενον λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτηδες ἅπασιν οἷς ἐγχωρεῖ ταὐτὸν δηλῶσαι πρᾶγμα.
[32] τῷ τε γὰρ ὀρέγεσθαι καὶ τῷ ἐπιθυμεῖν καὶ τῷ ἐφίεσθαι καὶ τῷ ἐπινεύειν ἐπορέγεσθαί τε καὶ θέλειν καὶ βούλεσθαι καὶ προσάγεσθαι καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ ἑνὸς πράγματος [33] φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν. ἐνδείξασθαι γὰρ αὐτῷ πρόκειται καὶ δηλῶσαι σαφῶς ὃ βούλεται, περὶ τὴν ἀπόδειξιν ἐσπουδακότι καὶ δουλεύοντι διὰ τῆς λέξεως τῇ μηνύσει τοῦ πράγματος, οὐ τερθρευομένῳ περὶ τὰς συλλαβάς.
[34] ἐκ μὲν δὴ τῶν προειρημένων ἕτερον ἐπέδειξε τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου.
παραγράφειν γὰρ ἁπάσας αὐτοῦ τὰς ῥήσεις μακρὸν ἔδοξέ μοι δυναμένου γε παντὸς τοῦ βουλομένου τὸ [35] ἐφεξῆς ἅπαν ἀναγνῶναι τοῦ βιβλίου χωρίον. εἰ δὲ καὶ τὴν ἐπὶ τῆς τελευτῆς ὅλου τοῦ λόγου δέοι παραγράψαι ῥῆσιν, ὡς ἔμοιγε δοκεῖ, χάριν τοῦ σαφεστέραν γενέσθαι τὴν ἐπὶ τὸ δεύτερον κεφάλαιον μετάβασιν, οὐδὲ ταύτην παρήσω· ἔχει δ' [36] ὧδε· "ἆρα τοῦ διψῶντος ἡ ψυχὴ καθ' ὅσον δὴ διψῇ οὐκ ἄλλο τι βούλεται ἢ πιεῖν καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ; δῆλον δή.
[37] οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίου ἐπὶ τὸ πιεῖν; οὐ γὰρ δή φαμεν τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμα τἀναντία πράττειν. οὐ [38] γὰρ οὖν. ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλ' ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δ' ἡ προσαγομένη. παντάπασι μὲν οὖν, ἔφη. πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; καὶ μάλα γ' ἔφη πολλοὺς καὶ πολλάκις.
[39] τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, εἶναι δὲ τὸ κωλῦον πιεῖν ἄλλο ὄν, τὸ κρατοῦν τοῦ κελεύοντος; ἔμοιγ' ἔφη δοκεῖ. ἆρ' οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; φαίνεται.
[40] οὐ δὴ ἀλόγως, ἦν δ' ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ' ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών [41] τινων καὶ ἡδονῶν ἑταῖρον." διὰ τούτων ἔδειξεν ἕτερον εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ.
[42] ἀλλ' ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν ὡς ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ' εἴς γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφισβητήτως, ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ' ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν.
[43] ἀλλὰ τὸ μὲν ἀγνοῆσαί τι συγγνωστόν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν λόγον ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς εἰρημένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν, ἀνθρώποις οὐδ' ἐπιχειροῦσιν ἀποδεικνύειν οὐδὲν ἀλλὰ μόνον οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ κατὰ τὸ δρᾶμα, κοσμοῦσι διὰ τῆς ἑρμηνείας, τῶν δ' ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν αὐτοῦ μήτε μνημονεῦσαι μήτ' ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ' ἐξ ἑτοίμου τε καὶ προχείρου λαμβάνειν ὡς ἔνθ' ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ' ἐστὶ καὶ τὸ λογιζόμενον.
[44] Χρύσιππος μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων ἐπειδὴ διώρισται ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ, μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν· ἔχει δ' ἡ ἀρχὴ τῆς ῥήσεως ὧδε· [45] "ταῦτα μὲν τοίνυν, ἦν δ' ἐγώ, δύ' ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον ἢ τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; ἴσως, ἔφη, τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ.
[46] ἀλλ', ἦν δ' ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ, ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος ἐκτὸς αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ' οὖν ὑπὸ τῆς ἐπιθυμίας διελκύσας τοὺς ὀφθαλμοὺς προσδραμὼν πρὸς τοὺς νεκρούς, 'ἰδοὺ ὑμῖν' ἔφη 'ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματοσ.' ἤκουσα, ἔφη, καὶ αὐτός.
[47] οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις [48] ὡς ἄλλο ὂν ἄλλῳ. σημαίνει γε, ἔφη." πάλιν κἀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν ὡς ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος δηλονότι τῷ κατ' ἀρχὰς ὑποκειμένῳ ἀξιώματι ὡς οὐκ ἐνδέχεται τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν καὶ ἀσύνθετον ὀρέγεσθαί τινος καὶ ἀποτρέπεσθαι καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν ἀλλ' ἀναγκαῖον ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκρούς, ἕτερον δὲ τὸ κωλῦον θεάσασθαι,
καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι πάντως πού τις ἡδονὴ κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ κωλύοντι δυσχέρειά [49] τε καὶ ἀνία. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι καὶ δυσχεραίνειν αὐτοῦ ταῖς ὁρμαῖς καὶ κωλύειν ἐθέλειν τε ταῖς ἐπιθυμίαις ἐπιτιμᾶν τε καὶ μέμφεσθαι καὶ πάνθ' ὅσα τοιαῦτα μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστίν, οὐκ αὐτοῦ τοῦ ἐπιθυμοῦντος· εἰ δὲ καὶ μὴ μέρους ἀλλὰ δυνάμεώς γε πάντως ἑτέρας.
[50] εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις, ὡς οὐδέπω κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς Ἀριστοτέλην καὶ Ποσειδώνιον ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς ἀλλὰ δυνάμεσιν· ἐν γὰρ τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ καὶ μέρεσι τῆς ψυχῆς ἑτέροις ἀλλήλων κατ' εἶδος.
[51] ἐν δὲ τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ' ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν τοῦ νῦν ἡμῖν ζητουμένου δόγματος οὔτ' ἐμνήσθη τινὸς αὐτῶν οὔτ' ἀντειπεῖν ἐπεχείρησε, καίτοι πληρώσας λόγων μακρῶν, μᾶλλον δὲ ποιητικῶν ἐπῶν, ὅλον τὸ πρῶτον βιβλίον περὶ ψυχῆς, ἐν ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν.
[52] οὐ μόνον δὲ κατὰ τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὸ χωρὶς αὐτῶν ἰδίᾳ γεγραμμένον ὑπ' αὐτοῦ, τὸ θεραπευτικόν [53] τε καὶ ἠθικὸν ἐπιγραφόμενον. ἐπὶ τὰς ὑπολοίπους οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ὧδε· "οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλαχοῦ αἰσθανόμεθα ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὑτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν αὑτῷ καὶ ὥσπερ δυοῖν στασιαζόντοιν σύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου;
[54] ταῖς δ' ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα αἱροῦντος λόγου μὴ δεῖν τι πράττειν οἶμαί σε οὐκ ἂν φάναι γενομένου ποτ' ἐν ἑαυτῷ τοιούτου αἰσθέσθαι, οἶμαι δ' οὐδ' ἐν ἄλλῳ.
[55] οὐ μὰ τὸν Δία, ἔφη." κατὰ μὲν οὖν τὴν προτέραν ῥῆσιν ὁ Πλάτων ἐν ᾗ τοῦ ποθοῦντος θεάσασθαι τοὺς νεκροὺς ἐμνημόνευσεν, ἐναργῶς μὲν ἀπέδειξεν ἕτερον ὑπάρχειν τὸ θυμούμενον τοῦ ἐπιθυμοῦντος, οὐ μὴν ὅτι τὸ λογιζόμενον ἕτερον ἀμφοῖν ἐστιν ἐναργῶς εἶπεν, ἀλλ' ἐνεδείξατο καὶ κατ' ἐκεῖνον μέν πως τὸν λόγον, ἐνταυθοῖ δ' ἱκανῶς ἐπεξέρχεται. [56] ὅταν γάρ τινα βιάζηταί τις ἐπιθυμία παρὰ τὸν λογισμόν, ὥσπερ τὸν ἔμπροσθεν εἰρημένον Λεόντιον, ὁ θυμὸς ἐνταῦθα κινεῖται συμμαχῶν τῷ λογισμῷ καὶ πολλάκις μὲν ἐκράτησεν ἅμα τῷ λογισμῷ τῆς ἀμέτρου κινήσεως τοῦ ἀκολάστου τῆς ψυχῆς εἴδους καὶ κατέσχε τε καὶ διεκώλυσεν αὐτὸ καὶ τῆς ὁρμῆς ἐπέσχεν, ὥσπερ οὖν καὶ ὁ Λεόντιος ἐδυνήθη λοιδορηθεὶς ἑαυτῷ τῆς περὶ τὸ θεάσασθαι τοὺς νεκροὺς ἀκρασίας παρελθεῖν μὴ θεασάμενος αὐτούς, ἐνίοτε δ' ἀμφοτέρων τῶν μερῶν τῆς ψυχῆς ἀγχόντων τε καὶ λοιδορουμένων ἀντιπραττόντων τε καὶ ἀνθελκόντων ἐκράτησε τὸ ἐπιθυμητικόν,
ὥσπερ ἐπ' αὐτοῦ τοῦδε τοῦ θεασαμένου τοὺς νεκροὺς ὁ Πλάτων [57] διηγεῖται γενέσθαι συνενδεικνύμενος ἐν τῷ λόγῳ πολλά. καὶ γὰρ ὅτι τὸ θυμαινόμενον ἕτερόν ἐστι τοῦ ἐπιθυμοῦντος καὶ ὅτι τὸ λογιζόμενον ἀμφοῖν ἄλλο καὶ ὡς τὸ θυμαινόμενον οὐδέποτε συμμαχεῖ τῷ ἐπιθυμητικῷ, δι' ἑνὸς ἐνεδείξατο τοῦδε [58] τοῦ προειρημένου παραδείγματος. οὐδεὶς γοῦν ἐπετίμησεν ἑαυτῷ ποτε καὶ ὠργίσθη, διότι τῶν ἀκαίρων ἐπιθυμιῶν ἀφίστασθαι προαιρεῖται.
[59] τίς γὰρ ἐν νόσῳ τῶν ἀμέτρως διακαιομένων ἐπιθυμούντων τε πόματος ψυχροῦ λογισάμενος ὄλεθρον οἴσειν αὑτῷ τὸ πόμα καὶ βλάβην ἐσχάτην, εἶτ' ἐπισχὼν τὴν ὁρμὴν καὶ καθησυχάσας ἐπετίμησεν αὑτῷ καὶ ὠργίσθη, διότι καλῶς ἐλογίσατο; οὐδεὶς ὡς οἶμαι τῶν πάντων.
[60] ἀλλ' ἔνθα μὲν ἂν ἑκὼν ὁ λογισμὸς ἕπηται τῷ ἐπιθυμητικῷ, συνέπεται καὶ τὸ θυμοειδὲς τῷ λογισμῷ· τούτῳ γὰρ ὑπηρετεῖν καὶ συμπράττειν ὥσπερ τις κύων κυνηγέτῃ κατὰ τοῦ τρίτου τῆς ψυχῆς εἴδους ὑπὸ τῆς φύσεως ἐδόθη·
ἔνθα δὲ ἐναντιοῦται καὶ στασιάζει καὶ μάχεται, μετὰ τοῦ λογιομοῦ [61] γίγνεται καὶ τούτῳ συμμαχεῖ. ὅτι δὲ τῷ λογιστικῷ τὸ θυμοειδὲς ἀεὶ κατὰ τοῦ ἐπιθυμητικοῦ συμμαχεῖ καὶ διὰ τῆς [62] ἐπιφερομένης ῥήσεως δῆλον ποιεῖται γράφων ὧδε· "τί δέ; ἦν δ' ἐγώ· ὅταν τις οἴηται ἀδικεῖν, οὐχ ὅσῳ ἂν γενναιότερος ᾖ τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι καὶ πεινῶν καὶ ῥιγῶν καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπ' ἐκείνου ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾶν, καὶ ὃ λέγω οὐκ ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός; ἀληθῆ, ἔφη.
[63] τί δέ; ὅταν ἀδικεῖσθαί τις ἡγῆται, οὐκ ἐν τούτῳ ζητεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ καὶ διὰ τὸ πεινῆν καὶ διὰ τὸ ῥιγοῦν καὶ πάντα τὰ τοιαῦτα πάσχειν ὑπομένων καὶ νικᾷ καὶ οὐ λήγει τῶν γενναίων πρὶν ἂν ἢ διαπράξηται ἢ τελευτήσῃ ἢ ὥσπερ κύων ὑπὸ νομέως ὑπὸ τοῦ λόγου τοῦ παρ' αὐτῷ ἀνακληθεὶς πραϋνθῇ;"
[64] ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ Πλάτων ἐμνημόνευσεν δυοῖν ἀνθρώπων, ἀμφοῖν μὲν ταὐτὰ πασχόντων ὑπό τινος ἄρχοντός τε καὶ κρατοῦντος ὡς καὶ πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν, ἀλλὰ τοῦ μὲν ἑτέρου δικαίως πεπεισμένου πάσχειν αὐτά, τοῦ δὲ ἑτέρου ἀδίκως· εἶτά φησιν ὡς ὁ μὲν ἕτερος ὅστις ἂν οἴηται δικαίως πάσχειν ταῦτα διὰ τὸ πρότερον αὐτὸς ἀδικεῖν τι, φέρει πρᾴως αὐτὰ καὶ οὐκ ὀργίζεται τῷ δικαίως κολάζοντι, καὶ τοσούτῳ γε μᾶλλόν φησιν ὅσῳπερ ἂν καὶ γενναιότερος.
[65] εἴρηκε δὲ τοῦτο περὶ αὐτοῦ τοῦ κολαζομένου· οὗτος γὰρ ὅσῳπερ ἂν εὐγενέστερος ὑπάρχῃ φύσει, τοσούτῳ μᾶλλον ὑπομένει γενναίως τὰς κολάσεις. ὁ δ' ἕτερος, ὅστις ἂν ἀδικεῖσθαι νομίζῃ, θυμοῦται [66] καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ. ταῦθ' ὁσημέραι τὰ γιγνόμενα κἀπὶ τῶν οἰκετῶν ἐστι θεάσασθαι· ὅσοι μὲν γὰρ ἂν αὐτῶν ἢ κλέπτοντες ἤ τι τοιοῦτον ἕτερον δρῶντες ἁλῶσι, καὶ μαστιγούμενοι καὶ λιμαγχονούμενοι καὶ ἀτιμαζόμενοι πρὸς τῶν δεσποτῶν οὐκ ὀργίζονται·
ὅσοι δ' ἂν οἰηθῶσιν ἀδίκως τι τούτων ἢ πάσχειν ἢ πεπονθέναι, ἀεὶ τούτων ἔνδον ὁ θυμὸς ἀγριούμενός ἐστι καὶ ποθῶν ἀντιτιμωρήσασθαι [67] τὸν ἀδικοῦντα. δηλοῦται δ' ἐξ ἀμφοτέρων τῶν παραδειγμάτων ὡς τὸ θυμοειδὲς ὑπὸ τῆς φύσεως ἡμῖν ἐδόθη σύμμαχον τῷ λογιστικῷ. τούτῳ γοῦν δὴ φαίνεται συμμαχοῦν, ὅταν ὑπό τινος ἢ ἔνδοθεν ἢ ἔξωθεν ἀδικεῖσθαί τε καὶ [68] βιάζεσθαι δοξάζῃ. τὸ μὲν οὖν δοξάζειν ἀδικεῖσθαι τοῦ λογιστικοῦ, τὸ δ' ἐπαμύνειν αὐτῷ κατὰ τοῦ βιαζομένου τοῦ θυμοειδοῦς ἴδιον.
[69] ἐπειδὰν μὲν οὖν ἀμέτρως ἐπί τι φερόμενον τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἄκοντα τὸν λογισμὸν ἕλκῃ βιαίως, κατ' ἐκείνου σύμμαχον τῷ λογιστικῷ τὸ θυμοειδὲς γίγνεται· ὅταν δὲ ἔξωθεν ᾖ τις ἀδικῶν, ἐκεῖνον ἀντιτιμωρεῖσθαι [70] σπεύδει. ἐπειδὰν δ' ὑπὸ μηδενὸς ἀδικεῖσθαι δοξάζῃ τὸ λογιστικόν, οὐδ' ὁ θυμὸς ἀναζεῖ τηνικαῦτα, κἂν ὅτι μάλιστα κολάζηται τὸ σῶμα δικαίως ὑπό τινος ἢ ῥιγοῦν ἢ πεινῆν ἢ [71] διψῆν ἀναγκαζόμενον. ᾧ δῆλον ὡς ταῖς δόξαις ἕπεται τοῦ λογιστικοῦ κατὰ φύσιν ἔχον τὸ θυμοειδές.
ἐνδέχεται γάρ ποτε καὶ τοῦτο μοχθηρῶς διακείμενον ἀπειθῶς κινεῖσθαι [72] τῷ λογισμῷ. μετ' ὀλίγα γοῦν καὶ αὐτὸς ὁ Πλάτων ἐνδεικνύμενος τοῦτό φησιν "ἢ καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτω καὶ ἐν ψυχῇ τοῦτο τρίτον ἐστὶ τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς [73] διαφθείρηται;" τίνες μὲν οὖν εἰσιν αἱ διαφθοραὶ τοῦ θυμοειδοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν·
ἐν γὰρ τῷ μετὰ τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει Πλάτωνι, καὶ περὶ νοσημάτων καὶ ἁμαρτημάτων τῶν κατ' αὐτὴν ἁπάσης ‹τε›
τῆς κακίας, ὅπως γίγνεταί τε καὶ θεραπεύεται μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα καὶ δὴ καὶ περὶ κάλλους τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ γὰρ οὐδ' [74] ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται. νυνὶ δὲ ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος ἐν ᾗ δείκνυσιν ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ. γέγραπται δ' ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς Πολιτείας τόνδε τὸν τρόπον·
[75] "καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ' ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δ' ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δία, ἦν δ' ἐγώ, καλῶς εἶπες. ἔτι γ' [76] ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τό
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος τὸ ἀναλογισάμενον περὶ βελτίονός τε [77] καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ." ἐν τούτοις ἐναργῶς ὁ Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ λογιζομένου. οἱ γοῦν παῖδες ὥσπερ καὶ τὰ θηρία θυμοῦ [78] μὲν πλήρεις εἰσί, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν. ἐπὶ μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν οὔτε θυμὸν οὔτ' ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν παίδων οὐκ οἶδ' ὅ τι φήσουσιν.
[79] οὐ γὰρ δή γε καὶ τὰ τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ' ἀναμνησθῆναι μόνον αὔταρκες ὡς οὐκ ἄλλως μὲν νῦν ἄλλως δὲ παῖδες ὄντες θυμούμεθα· καὶ γὰρ δύναμις ἡ αὐτὴ καὶ ὁ τρόπος τῆς τοῦ [80] πάθους γενέσεως ὅμοιος. ἓν δὲ μόνον ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ πάθος ζῶσιν ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ βίου· κατέχουσιν ἐν πολλαῖς πράξεσι τὸν θυμόν, ὥσπερ τις νομεὺς κύνα γενναῖον ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς πέλας.
[81] ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω τοῖς δὲ οὐδέποτε λογισμὸς ἄρχει τῶν ὁρμῶν.
[82] ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Πλάτωνι καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως γεγραμμένον, ἔνθα τὸν Ὅμηρον ἐπάγεται μάρτυρα ταυτὶ λέγοντα·
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· "ἐνταῦθα γάρ" φησιν "ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ."
[83] ἠβουλόμην δ' ἂν καὶ τὸν Χρύσιππον ἀνεγνακέναι τε τὴν ῥῆσιν αὐτοῦ προσεσχηκέναι τε τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν ὁπηνίκα τε προσήκει καλεῖν Ὅμηρον μάρτυρα καὶ περὶ τίνων πραγμάτων.
[84] οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ' ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν ἀλλ' ἤτοι περὶ φαινομένων ἐναργῶς ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, οἷάπερ ἐστὶ τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδ' ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε [85] πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν. ὅτι μὲν γὰρ ἐν ἐγκεφάλῳ τὸ λογιζόμενόν ἐστιν ἢ ἐν καρδίᾳ τὸ θυμούμενον οὐ μεγάλην μοῖραν πρὸς πίστιν ἐκ τῶν μαρτύρων, ἀλλ' ἀποδείξει χρὴ τὸ πᾶν ἐπιτρέπειν ἐνταῦθα·
[86] τὸ δὲ ἕτερον εἶναι τοῦ θυμουμένου τὸ λογιζόμενον οὔτ' ἀποδείξεως δεῖται μακρᾶς οὔτε σοφῶν τῶν μαρτυρησόντων ἀλλ' ἀρκεῖ μὲν καὶ Ὅμηρος ἐπὶ τοῖς ἀρτίως ῥηθεῖσι μαρτυρῶν, ἀρκεῖ δὲ καὶ Θουκυδίδης λέγων "καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα εἰς ἔργον καθίστανται", ἀρκεῖ δὲ καὶ Δημοσθένης εἰπών "ἀλλὰ μὴν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ, πράξεις ὑβριστικῶς ποιήσει, δι' ὀργήν γ' ἔ‹νι› [Πλάτων] φῆσαι πεποιηκέναι"· πρὸς τούτοις οἱ λοιποὶ πάντες καὶ ῥήτορες καὶ ποιηταὶ καὶ μυθολόγοι·
διὰ γὰρ τὴν ἐνάργειαν τοῦ πράγματος [87] οὐδείς ἐστιν ὃς οὐχ οὕτω γιγνώσκει. προσεκτέον οὖν ἐστι τῇ προγεγραμμένῃ τοῦ Πλάτωνος ῥήσει τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως ἀσφαλῶς οὐ περὶ τοῦ κατὰ μὲν τὸν ἐγκέφαλον εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμούμενον, ἐπεκαλέσατο μαρτυρήσοντα τὸν Ὅμηρον, ἀλλὰ περὶ μόνου τοῦ διαφέρειν τὸ θυμούμενον τῆς ψυχῆς τοῦ λογιζομένου.
τοῦτο μὲν γὰρ ἅπαντες ἄνθρωποι γιγνώσκουσι δι' ἐνάργειαν, ἐκεῖνο [88] δ' οὐκέθ' ὁμοίως ἅπαντες, ἀλλ' ἀποδείξεως αὐτὸ δεῖ. διό μοι δοκῶ κἀγὼ καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον, ἐν δὲ τῷ μετ' αὐτὸν ἐπὶ τὴν ἀπόδειξιν τρέπεσθαι τοῦ καὶ τοῖς τόποις διωρίσθαι τὰ τρία μόρια τῆς ψυχῆς.