10607 451 0 23 22 0 II d. C. Medicina Galenus De placitis Hippocratis et Platonis De Lacy, P., Berlin, Akademie-Verlag, 1978. 12

Galenus - De placitis Hippocratis et Platonis III

[1]

[1]   Ὅτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις μόνον ἀλλὰ καὶ ἰατροῖς ὅσοι γε μὴ ἀλογίστως ἅπτονται τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ὁπόσαι τέ εἰσι κατὰ γένος ὁποία τέ τις ἑκάστη κατ' εἶδος ἐν τίνι τε μάλιστα τοῦ ζῴου μορίῳ καθίδρυται, διὰ τοῦ πρώτου δέδεικται λόγου, [2] ὅτι δ' οἱ κάλλιστα περὶ αὐτῶν ἀποφηνάμενοι Πλάτων τε καὶ Ἱπποκράτης εἰσίν, ἐρρέθη μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώτου βιβλίου, τελεώτατα δὲ ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτερον γράμμα τὰς διαφορὰς ἁπάντων τῶν λημμάτων ἐκθέμενος οἷς ἐχρήσαντο περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπιφανέστατοι τῶν φιλοσόφων.

[3]    ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπόλοιπον [4] λόγον. τέτταρας ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων· ἔνια μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν ὑπαρχόντων μὲν οὐ μὴν κατὰ τὸ προβεβλημένον τε καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς τούτοις δὲ καὶ τέταρτον τὸ [ἀπὸ] τῶν σοφιστικῶν λημμάτων τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπανουργημένων.

[5]    οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα ἀφ' ὧν ἕκαστον τῶν λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα [6] τῶν χρωμένων αὐτοῖς προτιθέμενος. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι τόν τ' ἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν ἀρετῶν μνημονεύσαντι [τὸ] λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς τῶν συμβεβηκότων·

[7]    καί‹τοι› τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι φήσας ὡς οὐ δυνατὸν ἀνατρέπειν ὅσαπερ ὁ Χρύσιππος ἔγραψεν περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ ζῴου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον ὑπόμνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γ' ἐλλείποντα παρεβίασεν.

[8] ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον ὧν ὁ Χρύσιππος εἶπεν ἀνατρέποντας ἐάσαντάς τε τὸ ἀσθενέστατον ἐπιδεικνύειν αὐτοῦ τὰ σφάλματα.

[9]    λέγω δὴ ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὐτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δὴ δεικνύναι πειρᾶται τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι [10] οὑτωσὶ λέγει· "ἡ ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον ἔστ' ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ σώματι.

[11]    ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένων μορίῳ τὸ διῆκον αὐτῶν εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνὴν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δ' εἰς ῥῖνας ὄσφρησιν, τὸ δ' εἰς γλῶτταν γεῦσιν, τὸ δ' εἰς ὅλην τὴν σάρκα ἁφὴν καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν' ἔχον τοιοῦτον λόγον, σπερματικόν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν.

[12]    οὕτω δὲ ἐχόντων αὐτῶν τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτό, οἱ δὲ περὶ [13] τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς.

[14] Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν.

[15]    οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτ' αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε [τῶ] τῶν τεκμηρίων δι' ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ [16] ἐν φιλοσόφοις." αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν.

[17]    κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι.

[18] τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα [19] τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ. καὶ γὰρ ὅτι Πλάτων τρία μέρη τῆς ψυχῆς ἐτίθετο καὶ ἅτινα ταῦτα εἴρηκε καὶ καθ' οὕστινας τόπους ἐν τοῖς ζῴοις καθιδρυμένα καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι περὶ τοῦ δόγματος ἐκφυγόντος τὰς αἰσθήσεις.

[20]    τὰ δ' ἐφεξῆς οὐκέθ' ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτὰ κἀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων οἵοις ἔθος ἐστὶ χρῆσθαι σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλ' ἐξ ἐπιστημονικῶν τε καὶ ἀποδεικτικῶν, ἃ δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν.

[21]    ἆρ' οὖν οὕτως ὁ Χρύσιππος ἔπραξεν, ἢ πᾶν τοὐναντίον ἐπελάθετο μὲν ὡς μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης, ἄρχεται δ' ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων ὃ κατὰ μαρτύρων δόξαν ἢ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν [22] ἄξιον πιστεύεσθαι; παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ὧδέ πως ἔχουσαν· 'περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων·'

[23]    κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ' ἐπιφέρων φησί· 'καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ' ἀρχῆς [24] εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ.' εἶτ' ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν ἐπιχειρημάτων αὐτῶν ὧδέ πως γράφει κατὰ λέξιν·

[25]    'κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὑτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ' ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ· ‹ὡσανεὶ γὰρ› ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας γίγνεσθαι ἡμῖν ἐμφάσεισ.'

[26]    ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ χρυσίππου πάνθ' ἅμα [27] συγχέοντός τε καὶ συνταράττοντος. εἰρηκώς τε γὰρ ὀλίγον ἔμπροσθεν ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ' ἀφ' ὧν κινηθεὶς ἐπὶ τοῦθ' ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν αὐτά, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δοκοῦντα αὑτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων δι' οὗ δείκνυται τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον.

[28]    οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος νῦν ἐναργέστερον ἄν τις ἀποδείξειεν ἐκ θώρακός [29] τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν. 'ὡσανεὶ γάρ,' φησίν, 'ἀναθυμιωμένου' τοῦ θυμοῦ 'ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος, τὸ πρόσωπόν τε καὶ τὰς χεῖρας γίγνεσθαι ἐμφάσεισ.'

[30]    ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα καὶ σφοδρῶς πηδᾶν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῷον ἁπάσαις ἀρτηρίαις.

[31]    ἆρ' οὖν ὁ Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ· 'τὴν δὲ δὴ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν ἵν' ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν τε παρακελεύσεων [32] καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο ἐπήκοον.' ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει.

   "τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσοδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες ὅτι [οἷα] διὰ πυρός γε ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γίγνεσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι [33] τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν." ὥστε ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾶν λέγῃς τὸν θυμόν.

[2]

[1]    Οὐ μὴν τοῦτό γ' ἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ' εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου μηδ' ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν ὧν ἐφεξῆς γράφεις ὡδί·

[2]    'ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

   ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνόσ.' καὶ πάλιν

   'ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῆρ' ἄνω.' καὶ πάλιν

   'πηδῶν δ' ὁ θυμὸς ἔνδοθεν μαντεύεται.'

[3]καὶ μυρία ἕτερα τοιαῦτα παρ' ὅλον τὸ γράμμα κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειραθῆναι γοῦν [ἐπιχειρῆσαι] δεῖξαι καθ' ἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς [4] καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ μὲν οὐδ' ἐπεχείρησε πρᾶξαι κατ' οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δ' αὐτῷ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων.

[5]    εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει· "τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ' εἶναι καὶ νὴ Δία καὶ τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις ἐστὶ [6] παραπλήσιον." οὐδὲν γὰρ ἀναγκαῖον ἔνθα τὰ πάθη καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ' ὑπάρχειν, ὡς, εἴ γε τοῦτ' ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψεται.

[7]    Πλάτωνος μὲν γὰρ λέγοντος οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν προσθεῖναι θατέρῳ μὲν αὐτῶν [8] ἀπόδειξιν, θατέρῳ δ' ἔλεγχόν τινα. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ ὁ Χρύσιππος ἐποίησεν, ὡς ἔνθ' ἂν ᾖ τὸ παθητικὸν τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχει, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν ὥστ' οὐδ' οἱ ῥήτορες οὐδ' οἱ σοφισταὶ πράττουσιν αὐτό·

   πειρῶνται [9] γοῦν κἀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς οὔτε ῥήτορσιν οὔτε διαλεκτικοῖς οὔτ' ἀποδεικτικοῖς οὐδ' ὅλως οὐδενὶ τῶν πάντων προσήκει.

[10]    κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειραθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος καὶ θάρσος καὶ καρτερίαν ὅσα τ' ἄλλα τοιαῦτα τὰ μὲν ἐνεργείας τινὰς εἶναι, τὰ δὲ παθήματα [11] τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;

   'κραδίη δέ οἱ ἔνδον ὑλάκτει.' καὶ

   'στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·

   'τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλησ.' καὶ

   'ὣς πυκίν' ἐν στήθεσσιν ἀναστενάχιζ' Ἀγαμέμνων

   'νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.'

καὶ

   'ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.' καὶ

   'Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.' καὶ

   'ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ

   ἐν στήθεσσιν ἑοῖσιν.' [12] ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικόν, ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ οἶμαι κἀν τοῖσδε·

   'καὶ χόλος ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι,

   ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

   ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνόσ.' καὶ

   'καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.' [13] καὶ πρὸς τούτοις ἔτι

   'καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.' καὶ

   'δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆοσ.'

καὶ

   'ἐν δ' ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.' καὶ

   'αὐτὰρ Ἀχιλλεὺς

   'δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.' καὶ

   'σοὶ δ' ἄλληκτόν τε κακόν τε

   'θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρησ.' καὶ

   'ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.'

καὶ

   'πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν

   'γνώμεναι.' [14] καὶ πρὸς τούτοις ἔτι

   'καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι

   'μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.' καὶ

   'σεῖσ', ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν

   'ἐν στήθεσσιν ἔθελξε, φόβου δ' ἐμνήσαθ' ἕκαστοσ.'

καὶ

   'Νέστορ, ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.' καὶ

   'οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.' καὶ

   'ὦ γέρον, εἴθ', ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν,

   'ὥς τοι γούναθ' ἕποιτο.' [15] καὶ

   'οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικόσ.'

καὶ

   'σὸν δὲ φίλον κῆρ

   'τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο.' καὶ

   'ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε' καὶ

   'Τηλέμαχος δ' ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.' καὶ

   'ὣς φάτ' ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ· [καὶ]

   'τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε τετληυῖα.'

[16]πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν.

[17] ἀλλ' ἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ' ἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου παμπόλλων καὶ αὐτῶν ὄντων ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμάτων ἕνεκα·

   'τοῦ γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.' καὶ

   'οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ' ἔχουσα.' καὶ

   'πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.'

[18]ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον. δέον γὰρ ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς καὶ γιγνώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοὺς μαρτυροῦντας ἄλλοτε κατ' ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα καὶ πᾶν ἐνίοτε κατασκευάζοντα τοὐναντίον· ὁ δ' ὁμοίως ἑξῆς ἁπάντων μέμνηται.

[19]    τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ' ἐχρῆν ὑπ' αὐτοῦ παραλελεῖφθαι, δι' ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ποιητὴς ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα·

   'καὶ τότε δὴ στηθέων Ἀθάμα φρένας ἐξέλετο Ζεύσ.' καὶ

   'ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.'

καὶ

   'αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.' καὶ

   'οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.' [20] ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι' ὧν ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θάτερον ὀλίγον, ἐν οἷς τὸ λογιζόμενον ἐν τῇ καρδίᾳ τις, ὅσον ἐπὶ τοῖς ποιηταῖς, ἐπιδεῖξαι δυνήσεται.

[3]

[1]    Ταῦτ' οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ [2] ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ' ἐλάττω γράψαι τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς ‹ἂν› γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τῷ δ' ὅπερ ὁ Χρύσιππος σπουδάζει κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ' ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε·

   "στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·

   τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης."

[3] ταυτὶ γὰρ Ὅμηρος ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς ἑαυτὸν ἡνίκ' ἐφ' οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν ἐπ' ἄκαιρον [4] κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον ὁ λογισμὸς πρὸς θυμόν.

[5]    ἄρχειν μὲν γὰρ ἐν ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνός, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δ' οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλ' ἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀρρωστίᾳ δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς [καὶ] ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄρρωστον ἢ ἀμαθῆ.

[6]    εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου· εἰ δ' ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ [γὰρ] ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ' ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις.

[7] Ὅμηρος δὲ δὴ τοῦτ' αὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ δουλεύοντας ὑποτίθεται νεανίσκους·

   Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἱσχυρῶς ὡς μηδ' ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμόν, ἔστιν ὅτε δ' ὁρμῶντα μέν, ἀλλ' ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κἀν τοῖσδε τοῖς ἔπεσιν Ὀδυσσέα πεποίηκεν· [8] ἅπαντα δ' ἐφεξῆς αὐτὰ παραγράψω·

   "ἔνθ' Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ

   κεῖτ' ἐγρηγορόων· ταὶ δ' ἐκ μεγάροιο γυναῖκες

   ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάροιθεν,

   ἀλλήλοισι γέλω[τά] τε καὶ εὐφροσύνην παρέχουσαι.

   τοῦ δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·

   πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,

   ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,

   ἢ ἔτ' ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι

   ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει [ἀγαζομένου κακὰ ἔργα].

[9]    ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα

   ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι,

   ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ‹ἀγαζομένου κακὰ ἔργα·›

   στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·

   τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης

   ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ

   ἰφθίμους ἑτάρους, σὺ δ' ἐτόλμας, ὄφρα σε μῆτις

   ἐξάγαγ' ἐξ ἄντροιο οἰόμενον θανέεσθαι.

   ὣς ἔφατ' ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ."

[10] εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἐν ἀνδρὶ φρονίμῳ καὶ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ' εὐπείθειαν πρὸς αὐτόν, οὐδ' ἄλλ' οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειε μανθάνειν τοῦ ποιητοῦ.

[11]    τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ [12] κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ δ' οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρόν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς αὑτόν· "καρτέρει κατὰ τὸ παρόν, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπος, ὁρῶσα [13] τοὺς ἑταίρους ὑπ' αὐτοῦ διαφθειρομένους." ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ Πολιτείας, ἀκαιρότατα δ' ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν [14] θυμόν. ᾔδει μὲν γὰρ ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ' ὤκνει τε καὶ ἀνεβάλλετο καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον. [15] αὖθις δ' αὐτὴν ὁ θυμὸς ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ' αὖθις ἀνθεῖλκεν ὁ [16] θυμός, εἶτ' αὖθις ὁ λογισμός. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη, ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν·

   "καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

   θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων."

[17]μανθάνει μὲν δήπου τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ' εἶναί φησιν αὐτοῦ τὸν θυμὸν καὶ διὰ τοῦθ' ὑπ' ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν [18] ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων, οἷόν περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν Ὀδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ.

[19]    πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστίν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι, καὶ τοῦτο μὲν τοῖς εἰς [20] τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει· πολλάκις δ' ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός, ὁρᾶται δ' ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις καὶ ἀνθρώπων τοῖς θηριώδεσιν·

[21]    ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ' ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ' Ὀδυσσέως μὲν ὁ λογισμός, ἐπὶ Μηδείας δ' ὁ θυμός, ὡς δύο ὄντα αὐτὰ μόρια [22] τῆς ψυχῆς ἢ εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ' εἶναι νομίζων οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ.

[23]    πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ' [24] αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι μαρτυρούντων ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν.

[25]    ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα

   "αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν."

[26] ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ' ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν.

[27]    οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζῴων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει ἀλλ' ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων [28] αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἱ ποιηταί, σφοδρότατον ἔχειν φησὶ τοὺς λέοντας τὸν θυμόν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι· καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν,

[29]    [οὕτως] οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ' ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι. καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ.

[30] τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾶν θέμενος ὑπ' αὐτῶν ὧν ἐπικαλεῖται προδίδοται.

[4]

[1]    Καὶ γὰρ οὖν ὅταν εἴπῃ διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρός, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις ὡς γνωρίζειν ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ' ἐκείνους μὲν ἅπαντας ἐπειδὰν σκώπτωσιν οὐκ ἔχειν ἐγκέφαλόν φασι, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν.

[2]    ἐξελέγχεται τοίνυν κἀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, [3] ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον ᾗτινι διανοίᾳ λέγουσιν οἱ πολλοί, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸν ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ὧδε·

[4]    "παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ' ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ' ἐγκεφάλου λαμβανομένου ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν."

[5]    ἡ μὲν ῥῆσις αὕτη· χρὴ δ' αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτως γὰρ μόνως οἶμαι πεισθήσεσθαι τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τό 'λαβὲ μηδὲν [6] καὶ κράτει καλῶσ.' ἔγωγ' οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθι τοῦτ' ἀκριβούμενον εἶδον οὕτως ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν.

[7]    αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ' ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ' οὕτω μακρός ἐστιν ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν.

[8] τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον, καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ·

[9]    τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ' αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ οἶμαι παρατρέχειν αὐτὸ [10] διὰ ταχέων, ἀλλ‹ὰ μὴ› ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα καὶ μὴ παρεληλυθέναι τελέως αὐτό, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ' ὅλως μανθάνομεν.

[11]    αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ' ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ' ἐστὶ καὶ κύριον.

[12]    οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν ἀλλ' ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτό, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς ἀντιλέγουσι πρὶν γνῶναι τὸ λεγόμενον· οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους.

[13]    καίτοι τά γ' ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς, ἀλλ' ὅταν ὡς εἶπον ἐπί τι τοιοῦτον ἀφίκωνται μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θ' ἅμα καὶ ἀσαφῶς παρατρέχουσιν, οἱ δ' ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς ἤπερ ὁμολογοῦντες νενικῆσθαι.

[14]    ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ' ὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δ' ἀπελείπομεν ἐκεῖσε πάλιν ἐπανέλθωμεν.

[15]    ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων καὶ Στησιχορείων Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα [μὴ] συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι [16] προσήκειν τοὔνομα), ταῦτα κατὰ λέξιν ἐπιφέρει· 'ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι.'

[17]    καλῶς εἶπες ὦ Χρύσιππε ταῦτα, κάλλιον δ' ἦν εἰ μὴ μόνον εἶπες ἀλλὰ καὶ παντάπασιν [18] ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί γὰρ ἂν εἴη γραωδέστερον ἢ ἀδολεσχότερον ἢ γραμματιστῇ πρεπωδέστερον ἢ πόρρω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ τοῦ μνημονεύσαντα κατ' ἀρχὰς εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀπορρῖψαι παντάπασιν οὐδ' ὡς ὑπὸ τῶν μετ' αὐτὸν κατεσκεύασται προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ' ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον καὶ τί λέγουσιν αἱ γυναῖκες γράφειν, οὐδ' οὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα; [19] καὶ γὰρ οἱ ποιηταὶ κατ' αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ τῶν ζῴων ἀνθρώπου σφοδρότερον; [20] τίς δ' ἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν ὡς τὸ Πλάτωνος βούλεται δόγμα, τὸν μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς ἀνόητον εἰποῦσί τι, κενεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων αὐτούς, ἑτέρους δ' ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα μήτε φιλοῦντας μήθ' ὅλως φροντίζοντας ἢ ἐπαινούντων ἢ ψεγόντων ἢ ἀδικούντων ἢ ὠφελούντων, ἀλλ' ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας;

[21]    οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους [22] δὲ τοὺς ἄφρονας. ἐπεὶ δ' ἐστὶ καὶ τρίτον τι σπλάγχνον τὸ ἧπαρ ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ ἄνθρωπος, εἴη ἂν καὶ ὁ κατὰ τοῦτ' ἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος. [23] ὁ δ' ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται τὴν γυναῖκα καὶ θυμικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν. [24] ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφ' οὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος οἷα περὶ τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα·

[25]    τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, ὑποτίθεται γὰρ κἀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν, οὐ σμικρὰ σημεῖα ‹τὰ› πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται καταστέλλουσα καὶ πείθουσα τὸν θυμὸν [26] ἀποχωρεῖν ἔργων ἀνοσίων. ὥστ' εὐλόγως ἐπ' αὐτῆς ὁ Εὐριπίδης εἶπε

   'τί ποτ' ἐργάσεται

   'μεγαλόσπλαγχνος, δυσκατάπαυστος

   'ψυχὴ δηχθεῖσα κακοῖσι;'

[27]αὕτη μὲν οὖν μεγαλόσπλαγχνος· ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος ᾧ φαῦλα καὶ μικρὰ καὶ βραδυκίνητα καὶ δυσκίνητα [28] τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας.

[29]    ἔγωγ' οὖν ἠναγκάσθην ὑπὸ τῆς Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ' ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι [30] περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. οὐχ ὅπως γὰρ Εὐριπίδης ἢ Τυρταῖος ἤ τις ἄλλος ποιητὴς ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρίς, ἀλλ' οὐδ' αὐτὸς ὁ πάντων ἰατρῶν ὁμολογουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων.

[31]    οὐδὲ γὰρ ἂν ῥαγῶσιν ὑπὸ φθόνου σύμπαντες οἱ μετ' αὐτὸν οὐδ' ἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβαλέσθαι ποτὲ δυνήσονται τὴν Πλάτωνος ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον·

   ἀλλ' ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ [32] πιστεύειν ἀλλ' ἀναμένει τὴν ἀπόδειξιν. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς οὔτ' ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας οὓς εἰ καὶ ζῶντας ἤρετό τις εἰ τῆς περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδ' ὅτι μηδενὸς ἐπαΐειν αὐτῶν, αὐτοὶ δὲ μᾶλλον ἂν οἶμαι παρὰ Χρυσίππου τι μαθεῖν ἢ παρ' αὑτῶν ἀποδεικνύειν ἠξίωσαν.

[33]    εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτούς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα [34] καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλ' εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν οἶμαι σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ' ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν. [35] ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γοῦν μάρτυρας ὑφ' ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κἀγὼ νῦν ἀδολεσχεῖν, ἵν' ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον.

[36] οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων οὔτε ἀντεῖπεν οὔτ' αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν οὔτε οἶδεν οὓς χρὴ καλεῖν μάρτυρας.

[37]    ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρός, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ' οὐ μόνον ‹οὐκ› ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.

[5]

[1]    Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν [2] ὧδε· "τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ' εἶναι καὶ νὴ Δία ‹καὶ› τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια.

[3]    σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ πάντες, ἵνα ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμὸν καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν.

[4]    οὕτω δὲ λέγεσθαι καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν καὶ ὅτι "καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν", ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους ὅτι "πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρεις," ἔφησεν "ἀλλ' οὐ πάντα καταπίνεται", οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν εἰς ὃ ταῦτα πάντα φέρεται.

[5]    ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν [δ'] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον· τῆς ‹γὰρ› κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται, ἐὰν δὲ περὶ τὴν κεφαλήν, ἀλλοτριώτερον."

[6]    ἐν τούτοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ' ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν ἢ καταβαίνειν τὴν χολὴν ὅσα τ' ἄλλα τοιαῦτα λέγεται μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν.

[7]    τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν λεγομένων, ‹ἀλλ'› ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύπην ἢ θυμὸν ἤ τι τοιοῦτον πάθος ἐκκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω.

[8]    μετὰ ταῦτα δ' ὁ Χρύσιππος τοιᾶσδ' ἑτέρας μέμνηται· 'αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδε τὰ εἰρημένα.'

[9]    τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστι δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ καὶ μὴ ὥσπερ τὰ πρόσθεν τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κἀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας.

[10]    οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως οὐδ' ὀρχοῦνται ταῖς χερσὶν ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ' ὅταν ὑπὸ λοιδορίας ἢ ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ' ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ' αὐτὸν οἶμαι λανθάνει τὸν Χρύσιππον.

[11] ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ μετ' ὀλίγον ὡδί πως γράφει·

   'ἀφ' ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεῖσθαι καταβὰν αὐτῶν.' [12] ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς ὁ Χρύσιππος μαρτυρεῖ.

[13]    προσέρριψε δὲ τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ· τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα καὶ τὸ μαχόμενον ἢ ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον· τὸ δὲ ἐπὶ λοιδορίαις ἢ ἀπειλαῖς μήτ' ὀργισθῆναι μήτε θυμωθῆναι τῆς θυμοειδοῦς [14] ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει·

   μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν ἣν ἤδη παραγράψω πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν [15] δοκεῖν. ἔχει δὲ ὧδε· 'τούτοις δ' ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομένων πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γάρ, ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστί,

   καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ' ἀνοικείως ἀνεμεῖν [16] λέγονται.' τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι καὶ ἐκπτύσαι καὶ ἐκβαλεῖν καὶ ἀπορρῖψαι καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι μοχθηρῶν.

[17]    εἰ δ' ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι καὶ ἀπορρῖψαι καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως [18] ἔχον. ὅτι δ' οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ' οὐδὲ ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν ἃς ἐκεῖνοι γράφουσι διδάσκοντες ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν.

[19]    οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν οἵων ὁ Χρύσιππος ἐνέπλησε [20] τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ βιβλίον.

[21]    ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι' ὧν ὁ Χρύσιππος ἀπάρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ' ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον.

[22]    ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους οἳ τὸ πιθανὸν ἔχουσι καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν οὐδὲ γυναῖκας οὐδὲ ἰδιώτας οὐδὲ ἐτυμολογίας ἢ φορὰς χειρῶν ἢ ἐπινεύσεις ἢ ἀνανεύσεις κεφαλῆς ἢ ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφ' ὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα.

[23]    δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι μηδ' ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ' ὑπερβῆναι παντελῶς, ἀλλ' ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν ἐπιδεῖξαί τε πρὸς τῷ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον.

[24]    περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὅσα δὲ ἐφεξῆς ἐστι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον [25] εἰρημένα τούτων ἤδη μνημονεύσω. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅταν ἐφαπτώμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνήν, ἃ δὴ κἀν τοῖς ἐτυμολογικοῖς εἶπεν, ἔχειν [τε] τι φάσκων αὐτὴν δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος.

[26]    εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κἀν τοῖς περὶ ὀνομάτων [27] ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ [28] πρῶτον περὶ ψυχῆς ὧδέ πως ἔχοντα· 'τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ' ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη.'

[29]    τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδ' ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε Χρύσιππε, οὐ μὴν [30] ἁπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν. οὐ γὰρ ἄρχειν αὐτῷ καὶ δεσπόζειν τῶν ἄλλων ἡ φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικῆται τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλ' ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν.

[31]    ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει· 'ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα.' [32] ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτά, τότ' ἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν.

[33]    ἐπεὶ δ' ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχή, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκέτ' ἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ τοῖς Ἱπποκράτους καὶ Πλάτωνος.

[34]    ταυτὶ μὲν οὖν τὰ κεφάλαια τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων οὕτως ταχέως ὁ Χρύσιππος παρέδραμεν ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρή, μηκύνει [35] περιττῶς. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα.

[36]    καὶ μετὰ ταῦτα τὴν ἀκάρδιος ἐξηγεῖται προσηγορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ' αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου [37] μαρτυρούσης οἷς προεῖπον. ἔχει δὲ ὧδε· 'κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί ποι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένησ.'

[38]    ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν ὡς οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ' ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ' αὐτοῖς.

[39] οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦτ' αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν "ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης."

[40]    οὕτως ἐν ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον ἢ ἐπιστήμην δεχόμενον ἢ ἀλήθειαν σπουδάζον.

[41] οὕτω δὲ κἀπειδὰν ἐπιφέρων εἴπῃ "τὸ γὰρ ὅλον καθάπερ ἐν ἀρχῇ εἶπον εὖ μάλ' ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι," μαρτυρεῖ κἀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ.

[42]    καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων ὡς ἐν τῇ [43] καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς· 'ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθὸ καὶ συνιζάνουσιν εἰς αὑτοὺς συναγόμενοι πρὸς τοῦτο ὡς ἂν τὸ ἡγεμονικὸν καὶ κατ' αὐτὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. [44] καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν ἕτερος μὲν οὐδεὶς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν [45] καρδίαν μάλιστα.' ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι καὶ παρακαλέσομέν γε τοὺς ἀπ' αὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ' ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους καὶ τὰς λύπας καὶ πάνθ' ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι.

[46]    ἀλλὰ τοῦτο μὲν καὶ παρ' αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν· οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν· ἐκεῖνο δ' ἐπισκέπτεσθαι χρὴ μόνον ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα.

[47]    εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς ἐναργῶς ἐπιδείκνυται δι' ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ, ἡμεῖς δὲ καὶ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτό, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ Ἱπποκράτους ἀποδειχθήσεται δόγμα τὰς ἀποδείξεις ἀμφοτέρας ἡμῶν συνθέντων;

[6]

[1]    Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμματα [2] δεικνὺς ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον. ἦν δ' αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι· καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ συμβαίνοντα καθ' ἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν.

[3]    ἦν δὲ καὶ τούτων κεφάλαια ταυτί· πρῶτον μὲν ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζῴου [γε] μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν·

[4]    ἔπειτα δ' ὅτι θλιβεισῶν μὲν ἢ τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν ὅλον τὸ ζῷον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας οὔτε ἡ κατὰ τὴν καρδίαν κίνησις, ὥσπερ γε κἀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δ' ὅλον ζῷον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον.

[5]    ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ' ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς οὔθ' ὁ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλ' ἔστιν ἑκάτερον τῶν [6] μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις. ἐνδείκνυται δ' ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι τὸ ζῷον, καρδίας δὲ συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, τῶν προειρημένων δ' οὐδὲ ἓν παθεῖν.

[7]    εἴπερ οὖν οὕτως ταῦτ' ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν [8] ζῴων ἐναργῶς δεικνύναι. τὴν μὲν γὰρ λογιζομένην ἀρχήν, ἀφ' ἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δ' ὁ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ λυπεῖσθαι καὶ πάνθ' ὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.

[7]

[1]    Ὅπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι ὁ Χρύσιππος ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μορίου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει μηδεμίαν ἀπόδειξιν ἢ παραμυθίαν ἢ πιθανότητα τῷ λόγῳ προστιθείς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ τόνδε τὸν τρόπον ἐχούσης·

[2]    "ἀτόπως οὖν αὐ‹τοῖς› τὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ‹καὶ τὴν ὀδύνην› ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας ‹αἳ› ἐν ἄλλῳ [3] γίνονται τόπῳ ἢ τῷ ἡγεμονικῷ. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα.

[4]    ὃν τρόπον γὰρ ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ [5] αὐτῆς γινομένης." πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρίνασθαι τῷ Χρυσίππῳ καθ' ἕκαστον ὧν ἐρωτᾷ κεφαλαίων εὐθέως ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ τὴν λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας ὑπάρχειν.

[6]    εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύσιππος εἴρηκεν, εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον καὶ φήσομεν ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγηδόνας εἶναι τῷ γένει, μᾶλλον δ' εἰ χρὴ τοῖς ὀνόμασι κατὰ τὴν τῶν Ἑλλήνων χρήσασθαι συνήθειαν, ὀδύνας μὲν καὶ ἀλγηδόνας οὐδέτερον ἀλλήλων διαφέρειν, ὥσπερ οὐδὲ κίονα καὶ στῦλον οὐδ' ὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι καὶ λύπης οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα.

[7]    τὸ δ' ἐν τῷ ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτ' οὐκέτι τῷ Χρυσίππῳ συγχωρήσομεν [αὐτῷ τὴν ἀλγηδόνα κατά τε τὸ ἡγεμονικὸν συνίστασθαι]. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθ' ἓν ‹καὶ› ταὐτὸν [8] σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις. καίτοι τί λέγω καὶ καθ' ἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς Ἀριστοτέλην συγχωροῦντα μὲν εἶναι πλείους δυνάμεις ἡμῶν ἐν τῇ ψυχῇ τῷ γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε καὶ ἄλλῳ σπλάγχνῳ καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι βούλεται τὴν καρδίαν. [9] ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ' ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσθαι τὸ [10] ζῷον, ἑτέρᾳ δ' ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι. οὔκουν οὐδ' ἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτό, καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζῴου καὶ τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικόν.

[11]    τὸ τοίνυν πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν ἢ Χρύσιππον ἤ τινα τῶν ἀπ' αὐτοῦ καταστήσασθαί τε καὶ ἀποδεῖξαι· τοῦτο δ' ἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ βρωμάτων τε καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυμεῖν.

[12] ἡμεῖς μὲν γὰρ ἐπί τε τῶν ἀλόγων ζῴων ἐναργῶς ἐπιδείκνυμεν αὐτὰ κεχωρισμένα καὶ προσέτι τῶν παίδων, οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται, θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυροτάταις ὥσπερ τὰ θηρία δουλεύουσι.

[13]    καὶ ἡμῶν γ' αὐτῶν ὁ μὲν τῷ λογισμῷ μάλιστα χρώμενος ἥκιστ' ἐπιθυμητικός τ' ἐστὶ καὶ θυμικός, ὁ δ' ὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς [14] μορίων ἀρχόμενος ἥκιστα χρῆται λογισμῷ. καὶ τῆς Μηδείας δ' ἀναμνηστέον ἐν τούτῳ τῆς Εὐριπίδου καὶ τοῦ Ὁμηρικοῦ Ὀδυσσέως, ἐν οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια δηλοῦντα σαφῶς ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε δὲ ἐπὶ τοῦ σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε καὶ βαρβάρου τὸ χεῖρον.

[15]    καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτ' ἐστὶ γινόμενα κατὰ τὴν ψυχήν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ [16] θυμοειδεῖ μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ. ὁ δὲ Χρύσιππος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων ζῴων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα μηδ' ἐπιθυμεῖν φάσκων· καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν εἴρηται· ἐπὶ δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν, οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ φαινόμενον ἀποφαινόμενοι πάντες.

[17]    εἰρήσεται δέ μοι καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον οὔτε τοῖς ἐναργέσιν οὔτ' ἀλλήλοις λέγουσιν οὔθ' ἕκαστος ἑαυτῷ.

[18] περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς λόγον τὸν δ΄ διελθεῖν· οὑτοσὶ γὰρ ὁ τρίτος οὐκ οἶδ' ὅπως παρενέπεσε διὰ τὰς τῶν ἑταίρων δεήσεις ἀξιούντων μη‹δ'› ὅσα τῶν ὑπὸ Χρυσίππου γεγραμμένων ‹ἄτοπα παρελθεῖν›, ἀλλὰ πρὸς ἅπαντα τὴν ἀντιλογίαν ποιεῖσθαι.

[19]    ἐγὼ δ' ὧν μὲν καὶ αὐτὸς ὁ Χρύσιππος ᾔσθετο περιττῶς εἰρημένων ὑφ' ἑαυτοῦ καὶ τάχ' ἄν τῳ δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος ἢ γραὸς ἀδολεσχούσης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδ' ὅλως μνημονεύειν· τὰ δ' ἄλλα σύμπαντα δίχα τεμὼν ἐν μὲν τῷ πρὸ τούτου διῆλθον ἅπερ ἦν ἁπάντων ἰσχυρότατα, τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις ἐγνώκειν ἀναθεῖναι [κατὰ] τόδε τὸ γ΄ τῶν ὑπομνημάτων.

[20]    τοῦτο μὲν οὖν ἐὰν θεὸς ἡμᾶς σώζῃ πάντως πράξομεν. ἐπεὶ δ' ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς ‹ὑπὲρ› ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά.

[21] συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι· "καθ' ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· 'ἡψάμην σου τῆς καρδίασ' ὥσπερ τῆς ψυχῆς, καὶ 'ἅπτομαι τῆς καρδίασ' λέγομεν, οὐχ ὡς ἂν εἰ παρέλθοιέν τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ [22] ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι ὡς ἄν τις ἔφη 'τῶν ἐντός σου ἅπτομαι,' διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον· τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον."

[23]    ὅτι καὶ ταῦτα πρὸς τῷ μηδὲν ἀποδεικνύειν ἀλλ' ἰδιώτας ἐπικαλεῖσθαι μάρτυρας οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον ἐνδείκνυται κατὰ τὴν καρδίαν ὑπάρχειν, ἄντικρυς δῆλον· ὅθεν οὐδ' ἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν ὁμοίαν ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις ἔδειξα.

[24]    μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν [25] εἴρηται. μετὰ δὲ ταῦτα τοιάνδε τινὰ γράφει ῥῆσιν· "κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ' ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται."

[26]    ἐνταῦθα πάλιν ὁ Χρύσιππος οὐκ οἶδ' ὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμματος. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς ὀφθαλμοὺς αὐτῶν ἐνίοτε λέγουσιν ἢ κατάξαι τὴν κεφαλὴν ἢ συντρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε καὶ τὴν [27] καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι. ἀλλὰ τί τοῦτο πρὸς τὰ παρόντα;

   τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἀλλήλους ἀπειλοῦσιν οἱ ἄνθρωποι, καί πού τις εὐχομένη παρὰ τῷ ποιητῇ γυνὴ τάδε λέγει·

   τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι

   ἐσθέμεναι προσφῦσα.

[28] τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα, φίλτατε Χρύσιππε, καὶ ταῦθ' Ὅμηρον ἔχοντες μαρτυροῦντα, τηλικοῦτον ποιητήν, ᾧ μᾶλλον ἦν σε πιστεύειν δίκαιον ἢ τοῖς ἰδιώταις;

   οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ ταῦθ' ὑπὲρ ἥπατος ἔγραψε·

[29]    καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,

   κείμενον ἐν δαπέδῳ, ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα·

   γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον

   δέρτρον ἔσω δύνοντες, ὁ δ' οὐκ ἀπαμύνετο χερσί.

   Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν

   Πυθώδ' ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.

[30]ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. 'διότι γάρ,' φησίν, 'ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητώ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ', ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι [31] τὸ κατάρξαν τῆς ὕβρεως. ἀλλ' ἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν δόξαν.

[32]    ἐν οἷς δ' ἤτοι περαίνει μηδὲν ἢ καθ' ἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσοντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κἀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι "καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους."

[33]    ἐφ' ἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει, 'τί οὖν, ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικόν, ὑπὲρ οὗ ζητοῦμεν;' οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ' εἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά ἐστιν.

[34]    ἐφεξῆς δὲ τούτων τάδε γράφει· "εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὑτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι [35] κατ' ἐκεῖνο." ἀληθῆ ταῦτα γράφεις, ὦ Χρύσιππε. καθ' ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν ἢ καὶ μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτο ἔστι τὸ λογιζόμενον.

[36]    ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν ἐστιν, ὃ ἀπ' ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι παρ' αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν.

[37] οὐδεὶς γοῦν ἐστιν ὃς οὐχ ὁμολογήσει καθ' ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν.

[38]    ἀλλ' οὐ τοῦτ' ἦν τὸ ζητούμενον, ἀλλ' εἰ καρδία τοῦθ' ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή τινας [39] ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένους. ἀλλ' ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ὧδε· "οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων δι' ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις."

[40]    ὁ ταῦτ' εἰπὼν Χρύσιππος εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθ' ἑαυτοῦ δόξει μεμνῆσθαι [41] καὶ καταψεύδεσθαι τῶν ἐναργῶν. οὐ μὴν τοιοῦτός γ' ὁ ἀνήρ, ὥστ' οὐκ ἂν εἴποι δι' αἰσθήσεώς τινας ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι' αἰσθήσεως, ἀλλὰ δι' ἀποδείξεώς τινος, ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς.

[42]    ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαι δὲ καὶ ἐκ τῶν ἐπιφερομένων· "ἀπὸ γὰρ τῆς διανοίας" φησὶ "δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ ἐκτὸς ἐκπέμπειν."

[43]    ὁμολογούμενον γάρ τι λαμβάνων ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων αὐτῷ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον ἐν τῇ καρδίᾳ γίνεσθαι τὸ ἐν [44] ἑαυτῷ λέγειν. ἀλλ' ἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φωνὴν ἀπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα ἐκείνῳ συνανῄρηται.

[45]    ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς· "οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται." καὶ τοὺς στεναγμούς, ὦ Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν [οὐδ'] [46] ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς οὐδ' ὥσπερ ὑπὸ σοῦ νῦν οὐδεμίαν ἀπόδειξιν προσθέντος.

[47]    ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων [48] ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις ‹καὶ› κατὰ ταῦτ' ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ' ἐπιδείξω βιβλίῳ καθ' ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα [49] ποιήσασθαι τὸν λόγον. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνων ἐχουσῶν ὧδε·

   "ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά, καθάπερ καὶ [50] δεῖ ποιῆσαι." φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησίν, ὅπερ Ἀριστοτέλους ἐστίν, οὐ τῶν Στωϊκῶν δόγμα.

[51]    καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ' ἐπιφέρει· "ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα διὰ τούτων ἐμφαίνει·

   'οὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς

   θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.'"

[52] εἶτ' ἐφεξῆς· "ὅτι δὲ τὸ θυμοειδὲς [εἰ] ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

   'Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα' καὶ ‹ἔτι

   'καὶ› χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι.'"

[53] ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων ὡς ἔφην ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι.

[54]    τὰ δ' ὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν ἐνταῦθά που καὶ αὐτὸς ἤδη [55] καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὴ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα.

[8]

[1]    Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ' ἔδοξε προσθεῖναι τά τ' ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς [τε] [2] προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι τοιάδε λέγει· παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν·

[3]    "ἀκούω δέ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν [4] τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί·

   πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ' ὡς ἐμοὶ φαίνεται καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν [5] ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ' οἱ μὲν οὕτως ἁπλῶς ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον,

   [ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις] τινῶν μὲν ἐν ταῖς θεογονίαις γραφόντων τὴν γένεσιν αὐτῆς πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς· [6] ‹ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις› ὡς ἄρα γενομένης ἔριδος τῷ Διὶ καὶ τῇ Ἥρᾳ γεννήσειεν ἡ μὲν Ἥρα δι' ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ' αὐτοῦ.

[7]    ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ' ἀμφοτέρους τοὺς λόγους ἐστίν· διαφέρουσι δ' ἐν τῷ πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον [8] οὐθενὸς ὄντος ‹τοῦ› τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστηκότα. λέγεται δ' ἐν μὲν τῇ Θεογονίᾳ οὕτως·

[9]    Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,

   πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.

   ἀλλ' ὅτε δή ῥα ἔμελλε θεὰν γλαυκώπιδ' Ἀθήνην

   τέξεσθαι, τότ' ἔπειτα δόλῳ φρένας ἐξαπατήσας

   αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν·

   ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.

[10] εἶτα προελθών φησιν οὕτως·

   αὐτὸς δ' ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ' Ἀθήνην,

   δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,

   πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε. στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, [11] καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ τοιαῦτ' ἐστὶ τὰ λεγόμενα·

   ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν

   Ἥφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο,

   ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.

[12]    αὐτὰρ ὅ γ' Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο

   κούρην νόσφ' Ἥρης παρεδέξατο καλλιπαρῄου,

   ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν.

   συμμάρψας δ' ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν,

   δείσας μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.

[13]    τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων

   κάππιεν ἐξαπίνης. ἡ δ' αὐτίκα Παλλάδ' Ἀθήνην

   κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε

   πὰρ κορυφὴν Τρίτωνος ἐπ' ὄχθῃσιν ποταμοῖο.

   Μῆτις δ' αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα

   ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων,

   πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ' ἀνθρώπων.

[14]    ἔνθα θεὰν παρέδεκτο Θέμιν· παλάμαις περὶ πάντων

   ἀθανάτων ἐκέκασθ' ‹οἳ› Ὀλύμπια δώματ' ἔχουσιν,

   αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνῃ·

   σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε' ἔχουσαν."

[15] ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει· "τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ' ἔμφασιν.

[16]    πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ' ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν, διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά.

[17]    μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτοῖς παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐν αὐτοῖς· πῶς δ' ἂν ἐκπορεύοιτο [18] καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης ὃν τρόπον προβάτου κεφαλὴ λέγεται καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθ' ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον [19] γινομένων πλειόνων. καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ' αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν τὰ παραπλήσια ‹ἄν› τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν [20] ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον." αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ' ἐστὶ πάνυ μακρὰ καὶ διὰ τοῦτ' ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν ἃ [21] βούλεται δηλοῦν. οὐ μάχεταί μοι, φησίν, ὁ μῦθος λέγων ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν φρόνησιν ὑπάρχουσαν.

[22]    οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ' αὐτόν, ἀλλ' ὅτι καταπιὼν τὴν Μῆτιν ὁ Ζεὺς καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην [23] ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι δ' οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξιᾶσιν.

[24]    ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλήν, καθ' ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν.

[25] εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διός, ἀλλ' ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων.

[26]    ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυριώτατον τοῦ λόγου παντός, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν ὡς κἀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος ὅπως οἱ πολλοὶ λέγουσι τοὺς μὲν οὐκ ἔχειν, τοὺς δ' ἔχειν ἐγκέφαλον.

[27]    ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κἀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν διὰ τοῦτ' ἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, "τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων."

[28]    ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ' ὅλως ἧφθαι τοῦ μύθου μηδέν γ' ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπαν διεξελθεῖν, εἰ καὶ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι.

[29]    βουλόμενος δ' ἄν τις οἶμαι καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίγνηται, διὰ βραχέων δ' ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι.

[30]    ὥσπερ γὰρ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ' ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει.

[31]    γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαιουμένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται.

[32]    ὥστ' εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τουτέστι τὸ πνεῦμα τὸ ψυχικόν, ἐν τῇ κεφαλῇ φήσει τελειοῦσθαι καὶ μάλιστά γε κατὰ τὴν κορυφήν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ κυριωτάτη τῶν ἐγκεφάλου [33] κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ Πλάτων αὐτὸς εἶπε, "τὰ τοιαῦτα" πάντα μυθολογήματα "ἄλλως μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρός,

   κατ' ἄλλο μὲν οὐδέν, ὅτι δ' αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δ' ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει."

[34]    ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύθων καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ' ἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιρρεῖ μυθολογημάτων, ὥσθ' ὅλον ἀπολέσει τὸν βίον εἴ τις ἐπεξέρχοιτο πάντα.

[35]    ἄμεινον δ' ἦν οἶμαι τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γυμνάσασθαι κατὰ ταύτην, ὅταν δ' ἱκανῶς ἤδη τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκῃ τηνικαῦτα ἀφικόμενον ἐφ' ἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δ' ἐξ ἐμπείριας ἤτοι τῆς κατὰ τὸν βίον ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον.

[36]    εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς καὶ χειρῶν κινήσεις καὶ χειλῶν σχήματα καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται μάρτυσι μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι.

[37]    καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι καὶ οἱ μῦθοι καὶ οἱ ἰδιῶται καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ [38] μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε. ταῦτ' ἐστὶν ἃ παραλελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων εἰ κἀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς, ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας. [39] ἐπεὶ δ', ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶν ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τ' ἦν ἐμοί, μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ πραγματείᾳ προστιθεὶς οὐκ ὀλίγα.