4386 198 0 12 2 0 II d. C. Medicina Galenus De placitis Hippocratis et Platonis De Lacy, P., Berlin, Akademie-Verlag, 1978. 4

Galenus - De placitis Hippocratis et Platonis I

[5]

[1]... τὸ πάμπαν. ἀλλὰ κἀκείνου τὸ συνεχὲς τῷ στέρνῳ διασεσήπει, καὶ ἦν οὕτω σαφῶς θεάσασθαι τὴν καρδίαν ὡς κἀν ταῖς τῶν ζῴων ἀνατομαῖς, ἐπειδὰν ἑκόντες αὐτὴν γυμνώσωμεν.

[2] τὸ μὲν οὖν παιδάριον ἐσώθη σαρκωθέντων τε τῶν περὶ τὸ στέρνον καὶ συμφύντων ἀλλήλοις καὶ ‹εἰς› τοιοῦτον ἐπίθεμα γενομένων τῆς καρδίας οἷόνπερ ἡ ἔμπροσθεν ἦν κορυφὴ τοῦ χιτῶνος. [3] καὶ οὐ χρὴ θαυμάζειν εἰ γυμνωθείσης τῆς καρδίας ἐσώθη τὸ παιδάριον. οὐδὲν γὰρ περιττότερον ἡ διάθεσις εἶχε τῶν ὁσημέραι γινομένων εἰς τὸν θώρακα [4] συντρήσεων. οὐ μὴν οὐδὲ ὁ περικάρδιος ἴδιον ἐξαίρετον ἐπιφέρει τινὰ κίνδυνον, ὥσπερ που καὶ Ἡρόφιλος εἴρηκε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν.

[5]    οὔτε οὖν τὸ παιδάριον ἐκεῖνο παρ' ὅλην τὴν θεραπείαν ἐβέβλαπτο τὴν ἐνέργειαν οὔθ' ὁπόταν ζῷον [6] ὁμοίως ἀνατέμνωμεν. τίνος οὖν ἕνεκα ταῦτ' εἴρηταί μοι; τοῦ τὴν καρδίαν αἵματος εἶναι μεστὴν τηνικαῦτα κατ' ἀμφοτέρας τὰς κοιλίας. τῷ τοῦτο δῆλον; εἰ τρώσαις αὐτήν, εὐθὺς ἐκχεῖται τὸ αἷμα.

[7]    ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι κἄπειθ' οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν, ἀλλ' ἐπειδὰν ἐκκόψαντες τὸ κρανίον ἀφέλωμεν τὴν παχεῖαν μήνιγγα καὶ γυμνώσαντες ἅπαντα τὸν ἐγκέφαλον ἐπιχειρῶμεν τιτρώσκειν ἡντινοῦν αὐτοῦ κοιλίαν, οὔτε ἐν τῷ παραχρῆμα φαίνεται κατ' αὐτὰς αἷμα περιεχόμενον οὔθ' ὕστερον ἑπόμενον.

[8]    οὕτως δὲ κἀπὶ τοῦ τεθνεῶτος ἤδη ζῴου κατὰ μὲν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας οὐκ ἔσθ' ὅπως οὐκ ἂν εὕροις αἵματος θρόμβους, ἐν δὲ ταῖς κατὰ τὸν ἐγκέφαλον οὐχ εὑρήσεις, πλὴν εἰ θλασθέντος αὐτοῦ σὺν τῷ κρανίῳ τῶν ἐν αὐτῷ [9] τινες ἀρτηριῶν ἢ φλεβῶν διασπασθεῖεν. οὕτω δὲ κἀπὶ τῶν τιτρωσκομένων κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου βοῶν εὑρίσκεταί ποτε διαδιδόμενον εἴς τινα τῶν προσθίων κοιλιῶν αἷμα.

[10]    καὶ οὐδὲν οὐδ' ἐνταῦθα θαυμαστὸν αὐτῆς τῆς ὀπισθίου κοιλίας τιτρωσκομένης καὶ πολλῶν καὶ μεγάλων αὐτῇ συντιτρωσκομένων ἀγγείων ἀφικνεῖσθαί ποτε καὶ μέχρι τῶν [11] προσθίων τὸ αἷμα. δύναιτο δὲ ἂν ἐνίοτε καὶ βρόχῳ πνιγέντος τοῦ ζῴου διὰ τὴν ὑπερβάλλουσαν βίαν ῥαγῆναί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἀγγείων, οἷα δὴ πολλάκις ὁρᾶται γιγνόμενα καὶ καθ' ὁτιοῦν ἄλλο μέρος ὑπὸ πλήθους αἵματος ἢ χύσεως ἀναρραγέντος ἀγγείου· εἰ δὲ ἐν ὕδατι πνιγείη τὸ ζῷον, οὐκ ἂν ὁμοίως ἀγγεῖον ῥαγείη.

[12]    κατὰ μέντοι τοὺς ἄλλους ἅπαντας θανάτους τῶν ζῴων οὐκ ἂν εὕροις ἐν ἐγκεφάλου κοιλίᾳ περιεχόμενον θρόμβον, ὥσπερ ἐν τῇ καρδίᾳ [13] διαπαντός. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν τεθνεώτων ἐκ περιουσίας εἰρῆσθαί μοι δοκῶ. ἐπάνειμι δὲ αὖθις ἐπὶ ‹τὰ› ζῶντα ζῷα καὶ δείκνυμί σοι γυμνωθείσης τῆς καρδίας οὐ μόνον εἰ σμίλην καθείης εἰς τὴν ἀριστερὰν κοιλίαν, αἷμα προχεόμενον εὐθέως, ἀλλὰ κἂν γραφεῖον ἢ βελόνην ἤ τι τοιοῦτον ἕτερον.

[14]    καίτοι γε εἴπερ ἀναγκαῖον ἦν, ἐχρῆν ἐκκενωθῆναι τὸ πνεῦμα πρότερον, ἵνα ἀκολουθήσῃ τὸ αἷμα· τὸ γὰρ στεγνὸν τῆς ὀπῆς ἂν εἰς χρόνου μῆκος οὐ σμικρὰ [15] συνετέλεσεν. ἀλλ' οὐχ ὧδ' ἔχει τἀληθές· ἕπεται γὰρ αὐτίκα μάλα τῷ τρώσαντι τὸ αἷμα, ὥστε οὐκ ἄν, οὐδὲ εἰ πάνυ σφόδρα ταχύνοις ἐν τῇ χειρουργίᾳ, δυνηθείης ποτὲ ἀναίμακτον ἐξαρπάσαι τὸ τρῶσαν. ᾧ δῆλον ὡς πλήρης ἐστὶν αἵματος ἡ ἀριστερὰ κοιλία.

[6]

[1]    Τὸ γὰρ ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον λεγόμενον, ὡς πρὶν μὲν τοῦ γυμνωθῆναι πνεῦμα μόνον ἐν αὐτῇ περιείχετο, γυμνωθείσης δὲ παρεμπίπτει τὸ αἷμα, οὐδὲν ἄλλ' ἐστὶν ἢ [2] ἀνθρώπων λόγος ἀναισχύντων πρὸς τὸν ἔλεγχον. ἀλλὰ καὶ τοῦτ' αὐτῶν ἐλέγξαι τὸ ἀναισχύντημα ῥᾷστόν ἐστιν. εἰ γὰρ δὴ παρὰ φύσιν εἰς τὴν πνευματικὴν κοιλίαν τῆς καρδίας ἐκπέπτωκε τὸ αἷμα, πάντ' ἐχρῆν, οἶμαι, συγκεχύσθαι τὰ κατὰ φύσιν αὐτῆς ἔργα καὶ μήτε τὰς ἀρτηρίας ἔθ' ὁμοίως σφύζειν ἵν' ἐκ τοῦ παρ' αὐτῆς ἐπληροῦντο πνεύματος, ἀπολωλέναι τε παμπόλλας ἐνεργείας, ὡς ἂν τῆς πηγῆς αὐτῶν οὐκέτι οὔσης.

[3]    (Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φησὶν εἶναι τὴν κοιλίαν ταύτην.)

[4]    ἀλλ' οὐδὲν ὅλως τὸ ζῷον καταλαμβάνει σύμπτωμα. καὶ τοῦτ' ἔνεστι τῷ βουλομένῳ μαθεῖν παρ' ἡμῶν, ὥσπερ ἀμέλει πολλάκις ἐδείξαμεν οὐκ ὀλίγοις τῶν ἀπιστούντων εὐθὺς ἀντιπαραβάλλοντες αὐτοῖς ἐφ' ἑτέρου ζῴου, πολλάκις δὲ καὶ καθ' ἓν ὁτιοῦν ‹καὶ› ταὐτόν, ὁπόσα τε καὶ ὁποῖα καταλαμβάνει τὸ σύμπαν σῶμα παθήματα κοιλίας ἐγκεφάλου τρωθείσης.

[5]    καίτοι τί λέγω τρωθείσης; εἰ γὰρ καὶ πρὶν τρῶσαι θλίψεις ἡντινοῦν αὐτῶν ἀκίνητόν τε καὶ ἀναίσθητον, ἄπνουν τε καὶ ἄφωνον εὐθὺς [6] ἔσται τὸ ζῷον. οὕτω δὲ κἀπὶ τῶν ἀνθρώπων αὐτῶν ἀνατιτραμένων φαίνεται συμπῖπτον.

   ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφαλείας ἕνεκα τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ ἀκίνητος ἁπασῶν τῶν καθ' ὁρμὴν κινήσεων ὁ ἄνθρωπος ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν θλιβόντων.

[7]    ἀλλ' ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν αὐτήν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη· ἀλλ' οὐδὲν οὐδὲ τότε τὸ ζῷον ἔπασχεν οὔτε εἰς αἴσθησιν οὔτε εἰς κίνησιν τὴν καθ' ὁρμήν, ἀλλ' ἐκεκράγει τε μεγάλα καὶ ἀκωλύτως ἀνέπνει καὶ πάντα ἐκίνει σφοδρῶς τὰ κῶλα.

[8]    μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλάπτεται κίνησις οὕτω διαληφθείσης τῆς καρδίας, ἄλλο δὲ οὐδὲν πάσχει τὸ ζῷον, ἀλλ' ἄχρι περ ἂν ζῇ καὶ κινεῖ πάντα [9] τὰ μέλη καὶ ἀναπνεῖ. ἐγκεφάλου δὲ οὕτω θλιφθέντος ἔμπαλιν ἅπαντα συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ καρδίᾳ, κινεῖται δὲ οὐδὲν μέλος οὐδὲ ἀναπνεῖ τὸ ζῷον οὐδὲ ἐκφωνεῖ.

[10]    ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τι προσδεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν μήτε τὸν ἐγκέφαλον [11] τῆς καρδίας. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ' ὅπως ἐπιδείξαιμι τὸ ψυχικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον. [12] ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ‹ἂν› τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό.

[13]    Καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον ὡς μήθ' ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεται μήτ' ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατομῶν·

[14]    Ἀριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ παρὰ τὸ φαινόμενον ἀποφαινομένοις ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρδίαν [15] ἐγκαλέσειεν ἄν τις δικαίως. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς ἑωράκασιν, ἐξ ὧν ὑπελείποντο συνταγμάτων ἔνεστι καταμαθεῖν· ὅτι δὲ ἤτοι παντάπασιν αὐτοὶ τυφλώττοντες ἢ τυφλοῖς διαλεγόμενοι περὶ τῆς τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις χρὴ μακροῖς κατασκευάζειν, ἀλλ' ἐπὶ τὴν αἴσθησιν ἰέναι.

[16]    φαίνεται γάρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν ἐξ ἐγκεφάλου τῶν νεύρων ἄντικρυς ἐκπεφυκότα, τὰ δὲ ἐκ τοῦ νωτιαίου μυελοῦ, νωτιαῖος [17] δὲ αὐτὸς ἐξ ἐγκεφάλου. βέλτιον οὖν ἦν οὔθ' ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι τὴν καρδίαν, ὅπερ Ἀριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ Πραξαγόρας.

[18]    οὗτος γὰρ ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας, ἐφιλοτιμεῖτο δὲ πρὸς Ἱπποκράτην καὶ πάντως ἐβούλετο τὸν ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύρων ἀρχῆς, οὐ σμικρὸν ἀπετόλμησε ψεύσασθαι τὰς ἀρτηρίας φάμενος ἐν τῷ προϊέναι καὶ κατασχίζεσθαι στενὰς γιγνομένας εἰς νεῦρα μεταβάλλειν· τοῦ γὰρ δὴ σώματος αὐτῶν ὑπάρχοντος νευρώδους μὲν ἀλλὰ κοίλου, ‹καὶ› κατὰ τὴν ἐπὶ πλέον ἐν τῷ ζῴῳ σχίσιν οὕτως γιγνομένων μικρῶν τῶν κοιλοτήτων ὡς ἐπιπίπτειν ἀλλήλοις τοὺς χιτῶνας, ὁπόταν τοῦτο πρῶτον γένηται, νεῦρον ἤδη φαίνεσθαι τὸ ἀγγεῖον.

[19]    Ἐρασίστρατος μὲν οὖν οὐδὲ ἀντιλογίας ἠξίωσε τὸν λόγον ὡς ἀναισχύντως ἀποτετολμημένον.

[7]

[1] Ἐγὼ δὲ ἐπειδήπερ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι καὶ μάλισθ' ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρὸς ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. [2] ὅτι γὰρ οὕτως ἐχρῆν ἔχειν τὸ φαινόμενον ἐκ τῶν ἀνατομῶν ὡς ὁ Πραξαγόρας εἴρηκεν, εἰ μελλήσει τις εὐλόγως ἀρχὴν τῶν νεύρων ὑπολήψεσθαι τὴν καρδίαν, οὐδὲ ἡμεῖς ἀμφισβητοῦμεν.

[3] ὅτι δὲ οὐχ οὕτως ἔχει, μυριάκις μὲν ἤδη τοῖς βουληθεῖσι γνῶναι τἀληθὲς ἐπὶ τῶν ζῴων ἐδείξαμεν, οὐκ ὀκνήσομεν δὲ κἀνταῦθα τὴν ἀνατομὴν ἑρμηνεῦσαι τῶν ἀρτηριῶν, ὥσπερ ἔμπροσθεν τῶν νεύρων.

[4]    ἐκφύεται μὲν γὰρ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία μεγίστη, καθάπερ τι πρέμνον ἁπασῶν [5] τῶν κατὰ τὸ ζῷον ἀρτηριῶν. ἀποβλαστάνει δὲ ἀπ' αὐτῆς πρῶτον μὲν ἡ τὴν καρδίαν περιστέφουσα· καὶ δὴ καὶ ὀνομάζουσιν [6] οὕτως αὐτὴν οἷς μέλει τῶν ἀνατομῶν. ἀλλ' οὐκ ἂν εἴποις, ὦ γενναιότατε Πραξαγόρα, μειουμένην ἐν τῷ κατασχίζεσθαι τὴν ἀρτηρίαν ταύτην εἰς νεῦρα τελευτᾶν. [7] ἐφεξῆς δὲ τῆσδε δίχα σχισθείσης τῆς μεγάλης ἀρτηρίας ἡ μὲν μείζων μοῖρα κατακαμφθεῖσα πρὸς τὴν ῥάχιν ἐπὶ μέσων στηρίζεται τῶν σπονδύλων· ἡ δ' ἑτέρα μετέωρος εὐθὺ τῶν [8] σφαγῶν ἀναφέρεται. πρώτας οὖν ἐπίσκεψαί μοι τὰς εἰς τὸν θώρακα φερομένας ἀπ' αὐτῶν καὶ τόλμησον εἰπεῖν τινα μεταβάλλειν εἰς νεῦρον. εἰσὶ μὲν γὰρ β΄ καὶ κ΄ τὸν ἀριθμόν, ἐν ἑκάστῳ μεσοπλευρίῳ μία, συναποφύεται δὲ αὐταῖς ἀπὸ τοῦ νωτιαίου νεῦρα.

[9]    καὶ φαίνεταί γε καθ' ὅλον τὸν θώρακα καὶ συναποτεινόμενά τε καὶ συγκατασχιζόμενα ταυτὶ τὰ δύο γένη τῶν ἀγγείων, εἴς τε τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα καὶ τοὺς μεσοπλευρίους μῦς τρίτου τινὸς αὐτοῖς συναποφυομένου τε καὶ συναποτεινομένου καὶ συγκατασχιζομένου [10] φλεβώδους ἀγγείου. ἀλλ' οὐδὲν τό γε νῦν εἶναι δέομαι διεξέρχεσθαι περὶ φλεβῶν· ἀναμένει γὰρ οὖν κἀκείνας ἑτέρωθι οὐ σμικρὸς λόγος· ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι. [11] καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα μηδὲ αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν ἀρτηρίαν [12] εἰς νεῦρον μεταβάλλειν. καίτοι εἴπερ ἐν θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δὲ οὐδὲ μία κατ' αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ τῶν ἀρτηριῶν [13] ἡ γένεσις τοῖς νεύροις. ἀλλὰ γὰρ ἐπὶ τὰς ἔξω τοῦ θώρακος ἴωμεν,

   ὧν πρώτη μέν ἐστι συζυγία τῶν ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ' ὧν οὐκ ὀλίγη μοῖρα καὶ πρὸς τὸν νωτιαῖον εἴσω καταδύεται καὶ τοῖς ἐν τραχήλῳ μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας φερομένων ἀρτηριῶν, ἅς μοι καὶ μάλισθ' ὡς ἀπονευρουμένας ὁ Πραξαγόρας [14] αἰνίττεσθαι δοκεῖ. καίτοι φανερώτερόν γε τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳπερ καὶ μείζους εἰσίν, εἰς ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν δακτύλων.

[15]    ἀλλ' οὐδὲ τούτων οὐδεμία φαίνεται νεῦρον γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν, ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα, καὶ μεταξὺ τῶν δακτύλων λιχανοῦ τε καὶ μεγάλου μικραὶ μὲν ὑπάρχουσι παντάπασιν, ἀλλ' οὔτε εἰς νεῦρον ἤδη μεταβεβλήκασιν ἐναργῶς τε φαίνονται [16] σφύζουσαι καὶ πρὸ τῆς ἀνατομῆς. ἀλλ' ἐν ταύταις μὲν ἴσως οὐ χρὴ πικρῶς διελέγχειν τὸν Πραξαγόραν ἀλλά τι καὶ συγγνώμης νέμειν, εἰ μικρὰς ἀρτηρίας οὐκ ἐθεάσατο. [17] (καίτοι γε ὅταν εἰς νεῦρα μεταβάλλειν αὐτὰς φάσκῃ τὰς μικροτέρας, οὐκ ἀμβλυωπίαν ὑποτιμᾶται δήπουθεν, ἀλλ' [18] ὀξὺ βλέπειν ἐπαγγέλλεται.) τῶν δὲ κατὰ τὰς μασχάλας ἀρτηριῶν, ἔστι δὲ καθ' ἑκατέραν χεῖρα μία, μεγάλων τε οὐσῶν ἅμα καὶ τέτταρα ζεύγη νεύρων μεγάλων ἀμφ' αὑτὰς ἐχουσῶν ἀναμνῆσαι βούλομαι τοὺς τὰ τοῦ Πραξαγόρου πρεσβεύοντας.

[19]    οὐδέπω μὲν γὰρ οὐδὲ ὑπήρξατο σχίζεσθαι κατὰ ταῦτα τὰ μόρια τῶν ἀρτηριῶν οὐδετέρα, μεγάλα δέ ἐστιν οὕτως ἤδη τὰ νεῦρα ὥστ' εἰ καὶ τυφλὸς εἴη τις, οὐκ [20] ἂν λάθοιεν αὐτοῦ τὴν ἁφήν. πόθεν οὖν ἐγεννήθη ταῦτα καὶ τίνων ἀρτηριῶν ἀπεβλάστησε, δίκαιος λέγειν ὁ Πραξαγόρας [21] ἐστί. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον ἐνὸν ἡμᾶς εἰπεῖν ἤδη τἀληθές,

   ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει, καθ' ἃ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ μεταξὺ τοῦ πέμπτου τε καὶ ἕκτου καὶ δὴ καὶ ἡ τρίτη μὲν ἵνα συμβέβληκεν ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δὲ ἐπ' αὐτῇ, τὸ δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται τοῦ θ' ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ τοῦ πρώτου τῶν ἐν τῷ θώρακι καὶ τοῦτ' ἔστι τὸ εἰς ἄκρας ἰὸν τὰς χεῖρας.

[22]    οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν πρὸ ἡμῶν ἔγραψαν, ὧν κἀν τοῖς πρώτοις λόγοις κἀν τοῖς νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν [πληθυντικῶς], εἴ τί που παρεῖδον ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών· ἐν ἑτέρᾳ γάρ μοι [23] πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται. οὔκουν ἀρτηρίας χρὴ ζητεῖν ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες ἢ τοὺς δακτύλους [24] κινήσομεν ἤ τι τῶν κατὰ τὰς χεῖρας ἕτερον. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω τῶν ἀρτηριῶν οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως, ἀλλ' ἐκ τοῦ νωτιαίου μυελοῦ γεγενημένα.

[25]    τὰ μὲν δὴ τοῦ Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη καὶ οὐδὲν ἔτι Πραξαγόρου [26] γ' ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ λόγῳ. ἀλλ' ἐπειδήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια νομήν, οὕτω καὶ νῦν ἐκδιδάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους αὖθις αὐτῶν τρέψομαι.

[27]    καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς φερομένας προσθήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς ἄνω τοῦ θώρακος καὶ τρίτας [28] τὰς κάτω καὶ τετάρτας ὅσαι τοῖς σκέλεσι διανέμονται. αἱ μὲν δὴ τῶν μασθῶν ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰς ἀναφερομένης ἀποφύονται, ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως ὑποφέρονται διαπαντὸς αὐτῷ καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς τοῦ θώρακος ὑπὸ τοῦ στήθους.

[29]    οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται· φαίνεται γάρ τις αὐτῶν μοῖρα δι' ἐπιγαστρίου κατιοῦσα κἀνταῦθ' εἰς πλείω σχιζομένη ταῖς ἀπὸ τῶν βουβώνων [30] ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα. λελέξεται δὲ ὑπὲρ ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑποβάλλῃ. νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς ἀρχὴν [31] τῷ λόγῳ τήνδε θεμένους. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ μέσην γένηται τὴν σφαγὴν ἡ ὄρθιος ἀρτηρία, δίχα σχίζεται.

[32]    τοὐντεῦθεν δὲ τὸ γεννηθὲν ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομάζονται καρωτίδες, ἀλλ' ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄγνοιαν ἁπάντων τῶν μεθ' Ἱπποκράτην φιλοσόφων τε καὶ [33] ἰατρῶν. ἀλλ' ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων ἀρτηριῶν εἶναι τὸν κάρον οὔθ' Ἱπποκράτης οὕτως ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ γε ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ' ὀνομαζέσθωσαν ἔτι καὶ νῦν καρωτίδες.

[34]    ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι θέσεώς τε ἅμα καὶ σχίσεως ἁπάσης τε τῆς εἰς τὰ τῶν κλειδῶν [35] ἄνω μόρια διανομῆς, ἐγὼ διηγήσομαι. φέρονται μὲν ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ' οἷον πρέμνον [36] αὐτῶν εὐθὺ τῆς κεφαλῆς. ἀποβλαστήματα δὲ κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν. ἐπειδὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα σχίζεται.

[37]    καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γεννηθεῖσαι δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον ὅσον τε τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου κατασχίζονται· δύο δὲ λοιπὸν [38] διεξερχόμεναι τὸ κρανίον εἰς τὸν ἐγκέφαλον ἔρχονται. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν· οὐ σμικρὸς γὰρ οὐδὲ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδὲ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπὶ τὸν ἐγκέφαλον ἀνίασιν, ἀλλ' ὑπὸ τῇ παχείᾳ μήνιγγι τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλήσιον ἐργάζονται.

[39]    νυνὶ δὲ ‹οὔτε› τούτων τῶν ἀρτηριῶν οὔτε ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός [40] ἐστιν οἰκειοτέρα. κατὰ δὲ τὸ παρόν, ὅσον ὑπογράψαι χρήσιμον ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι [41] πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφῦν ἅπασαν.

[42]    ἀποφύσεις δὲ πρώτας μέν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα κἄπειτ', ἐπειδὰν ἤδη διεκπίπτῃ [43] τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ' αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ καὶ γαστρὶ καὶ ἥπατι καὶ τοῖς ἐντέροις ἅπασι καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη.

[44]    ἑξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ' ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ' ἕκαστον σπόνδυλον ἓν ζεῦγος ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν [45] κατέρχονται καί τις ἀζυγὴς εἰς μεσεντέριον. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ' ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραί, δύο καθ' ἕκαστον σπόνδυλον.

[46]    ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται τοὐντεῦθεν ἤδη μεγάλα μέρη. καὶ κατέρχεταί τις εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ' ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα κύστει τε καὶ τῆς μήτρας τοῖς κάτω καὶ ξυνελόντι φάναι τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ' ἐνταῦθα τὸν τρόπον τῆς διανομῆς.

[47]    ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ' ἑκατέραν ἄνω τοῦ σώματος ἰοῦσα δι' ἐπιγαστρίου.

[48] κατασχιζόμεναι δὲ ἐνταῦθα ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰς τέτταρας τάσδε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ.

[49]    λοιπαὶ δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ' ἑκάτερον ἐνεχθεῖσα βουβῶνα τοῖς ἐντὸς τοῦ μηροῦ παρατάττεται μέρεσιν ἄχρι τοῦ γόνατος.

[50] ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ' ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δὲ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται.

[51]    καὶ οὐδὲν οὐδὲ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς, ἀλλ' ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζῴω πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν ‹ἐκφύεσθαι› ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τι [52] πρέμνον ἐλέγομεν. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δὲ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζῴοις ἅπασιν οἷς πνεύμων ἐστίν· οἷς δὲ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βράγχια.

[53]    ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόνπερ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῷον ἀρτηρίας ὀλίγον ἔμπροσθεν εἶπον.

[54]    οὕτως γὰρ οἶμαι καὶ τὸν Ἱπποκράτην προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε [55] καὶ φλεβῶν ὁ λόγος περαίνηται. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, ἀλλ' ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον.

[8]

[1]    Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον αὖθις ἐπὶ τὸν Ἀριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησι τὰ νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς [2] τῶν νεύρων ἀρχῆς. ἐχρῆν γὰρ οἶμαι τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι πῶς εἰς ἕκαστον τοῦ ζῴου μόριον ἀπ' αὐτῆς ἔρχεται [τὸ] νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν.

[3]    ὅθεν ‹ὅπερ› ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζῴοις ἔγραψεν οὐδαμῶς ἦν πρέπον Ἀριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν· 'ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις, περαίνονται δὲ διὰ τοῦ θ' ἕλκειν καὶ ἀνιέναι· δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος.'

[4]    ὅτι μὲν γὰρ "δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος" ἐκείνῳ τῷ μέλει τοῦ σώματος ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ' εἶναι τὸ μέλος οὐ μόνον οὐκ ἀπέδειξεν ὁ Ἀριστοτέλης ἀλλ' οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν.

[5]    ἀλλ' οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν ἔνθ' ‹ἂν› ᾖ νεῦρα πολλά, τοῦτ' ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ [6] ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ' ἐκεῖνο τὸ πλέγμα. [7] ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ' εἰ πολλὰ κατὰ τὴν καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν' ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ [8] σῶμα τοῦ ζῴου νεύρων. ἐπεὶ δ' οὐδ' ἔχει νεῦρα πολλά, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ Ἀριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαστάσεις, οὐ μὴν ἤδη γέ πω καὶ [9] νεῦρα. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ' αὐτὸν τὸν Ἀριστοτέλη.    οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευήν, ἐπειδὰν ὅ τί ποτέ ἐστιν αὐτῷ τὸ [10] εἶναι σκοπώμεθα. τὸ γοῦν ὀφθαλμῷ εἶναι τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθ' ‹ἂν› "ὀργάνῳ ὀπτικῷ." οὐ γὰρ δὴ τό γ' ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ Ἀριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται.

[11]    νυνὶ δὲ οὐδὲ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ' ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ Ἀριστοτέλους [12] δοξάζοντος οὕτως. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν ὡς ταῖς ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ σώματος [13] ἰδέᾳ κρίνεται. ἐπειδὴ δὲ πρὸς Ἀριστοτέλη διαλέγομαι τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν, ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς κἀν τῷ περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ ἕτερον ὄργανον ἐκ τῶν ἐνεργειῶν καὶ χρειῶν, οὐκ ἐκ τῆς τοῦ σώματος ἰδέας κρίνεσθαι βουλόμενος.

[14]    εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ ὄργανον, ὀφθαλμός ἐστι, κἂν ἑτέρως ἔχῃ κατεσκευασμένον ἀνθρώποις τε καὶ καρκίνοις· εἰ δὲ βαδιστικόν, σκέλος, ἄν τ' ἐλέφαντος ἄν τ' αἰγὸς ἄν τε οἰὸς ἄν τε ἀνθρώπου τύχῃ.

[15] εἰ δὲ ταῦθ' οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον, Ἀριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ τοῖς πολλοῖς καὶ ἀγυμνάστοις περὶ λόγον, ἀλλ' ἐνεργείᾳ τε καὶ χρείᾳ.

[9]

[1]    Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δὲ ἐνεργείαις τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δὲ αὐτῶν τὸ μὲν νεῦρον, τὸ [2] δὲ σύνδεσμος, τὸ δὲ τένων. τὸ μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν αἴσθησιν ἢ κίνησιν ἢ τὸ συναμφότερον [3] οἷς ἂν ἐμφύηται παράγον· ὁ σύνδεσμος δὲ ἀναίσθητος μέν ἐστιν, ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας ἐστὶ νευρῶδες μυὸς ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος, ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέδεικται κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι.

   νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς ἐστι στρογγύλον, οἱ τένοντες δὲ οὐχ ἅπαντες, ἔτι δὲ μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους [4] αὐτῶν εἰς ὑμένος ἰδέαν. ἀλλ' ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς καὶ μαλακός, σύνδεσμος δὲ καὶ σκληρὸς καὶ παχὺς τοὐπίπαν.

[5] ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε καί εἰσιν· οὔτε δὲ ὑμὴν οὔτε νεῦρον οὔτε τένων εἰς τοσαύτην ποθ' ἥκει σκληρότητα, ἀλλὰ τῶν μὲν νεύρων ἔνια καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστίν, εἰς αἴσθησιν ἐπιτήδεια μόνην ἔνια δὲ εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται συνδέσμου σκληρότητος.

[6]    οὕτω δὲ καὶ οἱ ὑμένες εἰ καὶ διαφέρουσιν ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται πάμπολυ.

[7] οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ μέσῳ δὲ εἰκότως ἀμφοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι τὴν οὐσίαν ὑπάρχοντες [8] ὅσῳ συνδέσμου μαλακώτεροι. ἅπαντα δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ καὶ ἄναιμα καὶ ἀκοίλια καὶ εἰς ἶνας εὐθείας λυόμενα πλὴν τῶν πάνυ σκληρῶν συνδέσμων· οὐ γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς ἶνας.

[9]    εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις ὡς Ἱπποκράτης ὠνόμαζε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι νεῦρον ἢ τόνον, ἄμφω γὰρ αὐτὸ προσαγορεύει, τὸ δὲ ἀναίσθητον σύνδεσμον, εἰς ὃν δὲ ὁ μῦς τελευτᾷ, τένοντα, δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆθος νεύρων τὴν καρδίαν·

[10]    εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας ὡς οἱ πλεῖστοι τῶν μεθ' Ἱπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς δὲ ἐν αὐτοῖς λέγε τριττάς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πεφυκότα, συνδετικὰ δὲ τὰ ἀναίσθητα καὶ τρίτα ἔτι πρὸς τούτοις τὰ ἐκ τῶν μυῶν ἀπονευρουμένων φυόμενα·

[10]

[1]    καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ' ὡς ἔμπροσθεν εἴρηται σμικρὸν ἀπ' ἐγκεφάλου κατιὸν [2] εἰς αὐτὴν ἐμφύεται. τί ποτε οὖν ἐστι τὸ πρὸς Ἀριστοτέλους εἰρημένον "ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία"; οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον [3] ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ Ἡροφίλου νευρώδεις διαφύσεις ὠνομασμένας αὐτὸς οὐ νευρώδεις ἀλλ' ἄντικρυς εἰρηκέναι νεῦρα.

[4]    πέρατα δ' ἐστὶ ταῦτα τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν Ἐρασίστρατος μὲν ἀκριβῶς ἔγραψεν Ἡρόφιλος δὲ ἀμελῶς.

[5] συμφύονται δὲ καὶ συνδοῦνται δι' αὐτῶν πρὸς τὴν καρδίαν οἱ ὑμένες οὗτοι καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους αὐτοῖς, [6] οὐ κατὰ τὰ νεῦρα. ἀλλ' εἰ καὶ νεῦρά τις εἶναι συγχωρήσειεν αὐτὰ καὶ μὴ νευρώδη σώματα, τό γε τὴν καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον τοῦ σώματος ἀπ' αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν ἀπ' ἐγκεφάλου τε καὶ νωτιαίου.

[7]    δοκεῖ δή μοι δύο μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ Ἀριστοτέλης, ἓν μὲν ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἕτερον δὲ ὡς οὐδεμιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ μέτεστιν, ἐπ' αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων, οὐκέθ' ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι καὶ ζητῆσαι πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον ἐκ καρδίας ἀφικνεῖται νεῦρον, ἀλλ' ὡς ἄντικρυς ἑπόμενον ἐν οἷς εἶπον ἀποφήνασθαι.

[8]    πολλὰ γὰρ δὴ τοιαῦτα καὶ παρὰ τοῖς ἰατροῖς ἔστιν εὑρεῖν ἀνατομικὰ θεωρήματα μοχθηρῶς γεγραμμένα, μὴ βουληθέντων αὐτῶν ἀναμεῖναι τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἀλλ' ἐξ ἀκολουθίας [9] μέν τινος ἐλπισάντων ὡς ἑωρακότων. οὕτω δή μοι καὶ ὁ Ἀριστοτέλης ἐσφάλθαι φαίνεται δύο μὲν ἀληθῆ θέμενος λήμματα, [10] τὸ δὲ τρίτον ἐγγὺς ἀληθείας πιθανόν. ἀληθῆ μὲν οὖν εἶναί φημι τό τε δεῖν ἰσχύος τινὸς τοῖς κινήσουσιν ὀργάνοις τὰ τοῦ ζῴου μέλη καὶ τὸ μηδὲν ἀπ' ἐγκεφάλου φαίνεσθαι τοιοῦτον, πιθανὸν δέ, οὐκ ἀληθές, ὡς ἐν τῇ καρδίᾳ πλῆθος εἴη νεύρων.

[11]    ἀλλ' ἡμεῖς γε δεῖξαι δυνάμεθα τὸ καλῶς μὲν ὑπ' αὐτοῦ τῷ λόγῳ γνωσθὲν ὄργανον ὑφ' οὗ χρὴ κινεῖσθαι τὰ τοῦ ζῴου μέλη, διότι δ' ἠμέλησε ζητῆσαι κατὰ τὰς ἀνατομὰς αὐτό, διὰ τοῦτ' ἐκφυγόν τε τὴν διὰ τῶν αἰσθήσεων εὕρεσιν [12] ἄγνωστόν τε μεῖναν τἀνδρί. τῶν μὲν γὰρ νεύρων οὐδέν ἐστι τοιοῦτον, οἱ δὲ ὀνομαζόμενοι μύες ὑποδεχόμενοι ταῦτα [13] κινοῦσι τὰ μέλη. καὶ δόξειεν ἂν οἷον μοχλοῦ τινος ἔχειν δύναμιν ὁ μῦς ὡς πρὸς τὸ νεῦρον.

   ὥσπερ γὰρ ὅσα ταῖς χερσὶν οὐχ οἷοί τ' ἐσμὲν κινῆσαι βάρη, διὰ τῶν μοχλῶν αὐτὰ κινοῦμεν, οὕτω καὶ τὰ τοῦ σώματος μέλη τοῖς νεύροις [14] ἀδυνατοῦντες κινεῖν τοὺς μῦς προσεκτησάμεθα. λυόμενον γὰρ εἰς ἶνας ἐν ἑκάστῳ μυῒ τὸ νεῦρον ἀναμίγνυταί τε καὶ διαπλέκεται ταῖς ἐκ τῶν συνδέσμων ἰσίν, εἶτα ἐξ ἀμφοῖν ἕν τι νευρῶδες σῶμα γεννηθὲν ἐκφύεται τοῦ σώματος ‹τοῦ› μυὸς ὁ προσαγορευόμενος τένων· οὕτως γὰρ οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ Ὅμηρος αὐτὸν ὀνομάζουσιν· ὅστις τένων ὀργάνων ἐκφυόμενος ἀνάλογον ἕξει τῷ τοῦ μοχλοῦ πέρατι τῷ ψαύοντι τῶν βαρῶν.

[15]    οὐδ' ἔστιν οὐδὲν εὑρεῖν ἐν τῷ σώματι μέλος ὃ κατὰ μὲν τὴν ἡμετέραν κινεῖται προαίρεσιν, οὐ προτέτακται [16] δὲ αὐτοῦ τις μῦς ἀπ' ἐγκεφάλου δεχόμενος νεῦρον. ὅστις δὲ καὶ περὶ τοῦδε πεισθῆναι ἐθέλει βεβαίως, τούτῳ γέγραπται πρὸς ἡμῶν ὑπομνήματα δύο, κατὰ μόνας ἑκάτερον, ἓν μὲν ἅπαντας τοὺς μῦς ὁποία τ' ἐστὶν ἐνέργεια καθ' ἕκαστον ἀκριβῶς διδάσκον, ἕτερον δὲ τὴν τῶν νεύρων εἰς αὐτοὺς νομὴν διηγούμενον.

[17] οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων διέξιμεν.

[18]    ὥστ' οὐδενὸς ἔτι προσδεῖν ἡμῖν ἔοικεν ‹ὁ λόγος›, ἀλλ' ὁμολογούμενος ἑαυτῷ τε καὶ τοῖς ἐναργῶς φαινομένοις ὑπάρχειν πᾶσιν ἀρχὴν τῶν νεύρων ἐγκέφαλον τιθέμενος.

[19] οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐπεδείξαμεν ἀρχὴν ὑπάρχουσαν τὴν καρδίαν· ὅτι δὲ καὶ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπάρ [20] ἐστιν ἐν τοῖς ἐφεξῆς ἀποδειχθήσεται. ἐνταῦθ' οὖν ἤδη καταπαύσας τὸ πρῶτον βιβλίον ἐπὶ τὰ συνεχῆ τοῖς ἀποδεδειγμένοις ἐν αὐτῷ κατὰ τὸ δεύτερον τρέψομαι.