10254 404 0 17 21 0 II d. C. Medicina Galenus IV De placitis Hippocratis et Platonis De Lacy, P., Berlin, Akademie-Verlag, 1978. 12

Galenus - De placitis Hippocratis et Platonis IV

[1]

[1]   Τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον, ἀλλὰ τοὺς ἐμπλήσαντας ἃ συνέγραψαν βιβλία μοχθηρῶν ἐπιχειρημάτων, ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο, τάχ' ἂν ὑποπτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ μᾶλλον, οὐ τῷ καταφρονεῖν αἱρεῖσθαι τὴν βραχυλογίαν· εἰ δ' ἀκολουθῶν ἐξελέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην ἐμπεσεῖν μακρολογίαν [2] ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κἀγὼ βουληθεὶς ἑκάτερον τῶν ἐγκλημάτων ἐκφυγεῖν εὑρηκέναι μοι δοκῶ μέσην τινὰ καὶ σύμμετρον ὁδὸν ἴσον ἀφεστῶσαν ἐλλιποῦς τε βραχυλογίας καὶ περιττῆς μακρολογίας. [3] ἐάσας γὰρ ἅπαντας τοὺς ἄλλους Στωϊκούς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ' ἔγνων χρῆναι προχειρισάμενος μόνα παραβάλλειν αὐτὰ [4] τοῖς ὑφ' Ἱπποκράτους τε καὶ Πλάτωνος εἰρημένοις. παμπόλλων δ' ἐπιχειρημάτων γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ τὸ λογιζόμενον ἐνταῦθ' ὑπάρχειν, οὐδεμιᾶς ἀποδείξεως εἰρημένης, ἀλλ' ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρός, ἔνθα τὰ πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διάνοιαν ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπόλοιπον.

[5]    εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁ Χρύσιππος ἔγραφε καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ' ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο λόγος. ἐπεὶ δ' ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν εὑρίσκεται γράφων, οὐκέτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι [6] τἀνδρὸς οὔθ' ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπών, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶται τὰ τρία συνάγειν.

[7]    ἔχουσι δὲ αἱ ῥήσεις ὧδε· "ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν, [8] καθάπερ καὶ ἔδει ποιῆσαι." εἶτα ἐπιφέρων φησίν, "ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·

   ἄλλο δ' ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων.

   ἀλλ' ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν."

[9] εἶτ' ἐφεξῆς ἔπη παραθέμενος πλείω μετὰ ταῦτά φησιν, "ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει·

   οὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς

   θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε."

[10] καὶ μετ' ὀλίγα πάλιν, "ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

   Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

καὶ ἔτι

   καὶ χόλος ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι·

   ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

   ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠύτε καπνός,"

[11]ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμόν, τήν τε ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ' ἕν γε μόνον τοῦτο διαφερόμενος αὐτοῖς, καθ' ὅσον ἐν τῇ καρδίᾳ πάσας εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν [12] τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ καὶ ἥπατι καὶ καρδίᾳ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργα τε καὶ πάθη διὰ τῶν ἐπῶν ὧν ἔγραψεν αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ φάναι·

   "οὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς

   θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν",

ὡς ὁ ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως· ἐν δὲ τῷ λέγειν·

   "Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα",

[13] ὡς ὁ χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ' ἔν γε τῷ παρόντι μηδέν, εἴτε ἔργα τῶν δυνάμεων εἴτε πάθη τὰ τοιαῦτα πάντα λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς ἐπισκεψόμεθα. [14] κατὰ μὲν ‹οὖν› τὸ πρότερον περὶ ψυχῆς βιβλίον ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ' αὐτῶν ἐκδιδάσκει καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα· κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα, τά τε τρία δι' ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα καὶ προσέτι τὸ θεραπευτικόν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί τινες, οὐκέθ' ὁμοίως εὑρίσκεται γινώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ.

[15]    κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς, ἔνθα ζητεῖ πότερα κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὅς γ' οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης [16] ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστιν ἢ κρίσεσιν ἐπιγιγνόμενον ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις ἢ ἑπόμενόν τι ταύτῃ πάθος [17] ἄλογον ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ' οὐδ' οὕτως ἐγχωροῦν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται τὸν λόγον ἐπιδεικνύναι πειρώμενος ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῶν περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς.

[2]

[1]    Ὥσπερ δ' ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ' ἡδονὴν [2] δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται παραλείπων τό τ' ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι νομίζει. [3] κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν, ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κἀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις ἣν κατὰ τὸν ὁρισμὸν [4] παρέλαβε τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι‹νος› ὅσον χρὴ ἥδον‹τος›. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι μᾶλλον ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει.

[5]    τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν τήν θ' ἡδονὴν ἔπαρσιν ἐφ' αἱρετῷ δοκοῦντι [6] ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις καὶ αἱ ἐπάρσεις καὶ αἱ συστολαὶ καὶ αἱ διαχύσεις, καὶ γὰρ τούτων ἐνίοτε μέμνηται, τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ [7] Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος.

[8]    καὶ γὰρ οὐ κατὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς, ἀλλὰ κἀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ καὶ πλεονάζουσαν ὁρμήν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκῃ, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνῃ· ταυτὶ [9] γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη. εἰσόμεθα δ' ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες· [10] ἔχει δ' ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον· "δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι ὅτι τὸ λογικὸν ζῷον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ καὶ κατὰ τὸν λόγον ὡς ἂν ἡγεμόνα πρακτικόν.

[11] πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ' ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι, τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ.

[12]    τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ καὶ ἀπεστραμμένον τὸν λόγον, καθ' ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι καὶ ἀλόγως φέρεσθαι ἄνευ λόγου ‹καὶ› κρίσεως· ‹οὐ γὰρ› ὡς εἰ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ' ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ' ἣν ὑπογράφει φοράν, οὐ πεφυκότος τοῦ λογικοῦ ζῴου κινεῖσθαι οὕτως κατὰ τὴν ψυχήν, [13] ἀλλὰ κατὰ τὸν λόγον." ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ.

   τὴν δ' ὑπόλοιπον ἐν ᾗ τὸν ἕτερον ὅρον ἐξηγεῖται γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον [14] σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι· "κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ' αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαίνειν.

[15] γένοιτο δ' ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ' ὁρμὴν οὐ πλεονάζει ἡ τῶν σκελῶν κίνησις ἀλλὰ συναπαρτίζει τι τῇ ὁρμῇ ὥστε καὶ στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν.

[16]    ἐπὶ δὲ τῶν τρεχόντων καθ' ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν ἡ τῶν σκελῶν κίνησις ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων.

[17] αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ' ὅταν ὁρμᾷ μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτόν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμήν, ἐπὶ δὲ τῆς [18] ὁρμῆς παρὰ τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς ἡ κατὰ τὸν λόγον καὶ ἕως τοσούτου, [καὶ] ἕως αὐτὸς ἀξιοῖ.

   διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος [19] κίνησις ψυχῆς." αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ' ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ' ἣν ἐξηγεῖται πῶς εἴρηται τὸ πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς.

[20]    ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν ἀλλ' αὐτὸς δηλώσας ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι καθόσον ἀπέστραπται τὸν λόγον καὶ [21] ἀπειθεῖ τῷ λόγῳ καὶ χωρὶς κρίσεως γίνεται. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν ἀλόγων ζῴων.

[22]    κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνιότε καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ' οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον οὐδ' ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἢ ἀπειθεῖν ἢ ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ' ὅλως [23] μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαί τε καὶ πείθεσθαι, παρὰ φύσιν δέ ποθ' ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ' ἀψύχῳ τινὶ μήτ' ἀλόγῳ ζῴῳ πάθος ἐγγίνεσθαι ψυχικόν.

[24]    ἐπειδὰν δὲ γράφῃ χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ "οὐχὶ εἰ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ,"

[25] διορίζει τῶν ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ καὶ ὁ λόγος ἐψευσμένος τῆς ἀληθείας καὶ διημαρτημένος· τὸ δὲ πάθος ἔμπαλιν οὐδὲν μὲν ἡμαρτημένον οὐδὲ παρορώμενον κατὰ τὸν λογισμόν, ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς.

[26]    ὁ μὲν γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς τῶν τέκνων καταφρονήσας καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν ἢ αὐτὸς ὑπομείνας σφάξαι τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο δρᾷ καὶ λογισμῷ τινι χρησάμενος·

[27]    ἡ Μήδεια δ' ἔμπαλιν οὐ μόνον ὑπ' οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν φησὶν οἷα δρᾶν μέλλει κακά, τὸν θυμὸν δὲ εἶναι κρείττονα τῶν βουλευμάτων, τουτέστιν οὐχ ὑποτετάχθαι καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ λόγῳ τὸ πάθος ἀλλ' ἀφηνιάζειν καὶ ἀποχωρεῖν καὶ ἀπειθεῖν τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον ἢ πάθημα δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἢ ἀπειθεῖν ἑαυτῷ τι δύναιτο ἢ ἀποστρέφεσθαι ἑαυτὸ ἢ μὴ ἕπεσθαι ἑαυτῷ;

[28]    ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην, παραπλησίως δὲ καὶ τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ' αὐτοῦ γεγραμμένα, δι' ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως, οἳ μηδ' εἰ στῆναι βούλοιντο παραχρῆμα δύναιντο πράττειν [29] αὐτό. σαφῶς γὰρ κἀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως ἑτέρας παρὰ τὸν λόγον, ὑφ' ἧς ἀποτελεῖται τὰ παθήματα. γνοίημεν δ' ἂν ἐναργέστερον εἰ τὴν αἰτίαν ἐξεύροιμεν ὑφ' ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς τῶν θεόντων.

[30]    ἡ δ' εὕρεσις ἐξ αὐτοῦ γένοιτ' ἂν ἡμῖν τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν ἀλλ' ὅσοι δι' ὁμαλοῦς τινος ἢ κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων οὐκ ἔστιν ὅτῳ τοῦτο συμπίπτει· παραχρῆμα γοῦν ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ φερούσης αὐτοὺς βιαίως [31] [κάτω] καθάπερ ἐκείνους ἔφερε. σύνθετος γὰρ αὐτῶν ἔνεστιν ἡ τῆς φορᾶς αἰτία, ἡ μέν τις ὡς ζῴων ὑφ' ὁρμῆς κινουμένων ἡ δ' ὡς ἀψύχων σωμάτων τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι πρὶν ἐξικέσθαι πρός τι χωρίον ὁμαλὸν ἢ κοῖλον. [32] ὥστε καὶ κατὰ τοῦτο τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν λογισμόν, ἀλόγου τὴν φύσιν οἵαπέρ ἐστιν [33] ἐν τοῖς τῶν ζῴων σώμασι τὸ βάρος. ὅτι δ' οὐ δύνανται διὰ τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶν τε καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ [34] καὶ ἐκ τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. ὁ μὲν γὰρ εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, ὁ δ' εἰς τὸ ἔμπροσθεν ὑπ' ἐκείνης κωλύεται.

[35]    καὶ δι' αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες ὑπ' αὐτῆς τοῦ πράγματος τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει [36] τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιότατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ' ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκέθ' ἡ βούλησις ἱκανή, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν ὁ λογισμὸς μόνος ἔχῃ τὴν αἰτίαν, ἐπ' αὐτῷ παῦσαι τὴν ὁρμήν· ὅταν δ' ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ' ἂν ἴσως γένοιτο [37] καὶ τοῦτο καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ' ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων ὅσα γε κινεῖ τὴν ὁρμὴν ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ καὶ ἐπιθυμία καὶ θυμός, ἡ μὲν ὑφ' ἑνὸς αὐτῶν συστᾶσα τῶν ἄλλων ἡσυχαζόντων ὑπ' ἐκείνου μόνου δεσπόζεται. [38] ὥστ' εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ' ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ· εἰ δ' ὑφ' ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦ θ' ἅμα καί τινος ἀλόγου δυνάμεως, εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται.

[39] λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν ὅταν ἅπερ ἐκεῖνο προστάττει καὶ ὁ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων.

   δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν [40] αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει μὴ δοξάζοντος μὲν τἀνθρώπου καλὸν ἢ ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ' αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως [41] ἰσχυρὰν κίνησιν. ἀλλ' εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστί τε καὶ λέγεται, εἰ δ' ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν ἀκρατὴς ὀνομάζεται.

[42]    ὅταν δ' ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ [43] λόγου καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ' ἀκουσίως κατὰ κρημνοῦ φερομένων ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν ὑπάρχειν, τῶν δ' ἐς τὸ κάταντες θεόντων ἀμφότεραι.

[44]    οὕτω δὲ καὶ τῶν ἐφ' ὁμαλοῦς εἰ πρόσω ῥέποιεν· ὡς εἴγε ἀνανεύοιεν ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ' ἂν ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς παλαιοῖς.

[3]

[1]    Ὁπόταν δ' ἐφεξῆς ἐπισκέπτηται πότερα κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ' ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον [2] ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο καὶ ἑαυτῷ καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς καὶ ταπεινώσεις καὶ δήξεις ἐπάρσεις τε καὶ διαχύσεις ὑπολαμβάνουσιν [3] εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν·

   οὔτε γὰρ κρίσεις οὔτε ἐπιγιγνόμενα κρίσεσιν, ἀλλ' ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη [4] κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τῶν περὶ τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα.

[5]    πρόδηλον οὖν ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ βάρος τοῦ σώματος.

[6]    ἀλλ' οὐ τοῦτο θαυμαστὸν εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ' ὅτι τῆς ἀληθείας ἀπέσφαλται, συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι, ἀλλ' ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς τῶν παλαιῶν εἰρημένα διαλύσασθαι καὶ πρὸς αὑτὸν διαφέρεται νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δ' οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλ' αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι.

[7]    τὸ γὰρ μηδ' ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη πλείω σημαίνειν τὸ τῆς κρίσεως ὄνομα καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον ‹τῷ› ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις εἶναί φησι τὰ πάθη, τὰς ὁρμάς [8] τε καὶ τὰς συγκαταθέσεις ὀνομάζεσθαι κρίσεις. ἀλλ' εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν ὑφ' ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ.

[9]    εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσίν, ὁ δ' οὐδὲ καθ' ἓν τῶν τεττάρων βιβλίων ἃ περὶ τῶν παθῶν ἔγραψεν ἐποίησεν αὐτό, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; [10] τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ' οὖν μᾶλλον ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. ἀλλὰ περὶ μὲν τούτου καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.

[4]

[1]    Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ' ἂν καὶ ὕστερον εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς εἰς μίαν ἀθροίσαιμι πραγματείαν, ἅπαντα παραλιπὼν τἆλλα μόνων [2] τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι‹νος› ὅσον χρὴ ἥδοντος [αὐτῷ], οὕτω δὲ αὐτὴν ὁρίζεται κἀν τοῖς περὶ τῆς ὁρμῆς, ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι τοιοῦτον·

   ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι‹νος› ὅσον χρὴ ἥδοντος [3] [αὐτῷ], ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι βιβλίοις ἢ χωρίοις βιβλίων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας ἧττον δεινόν· ὅταν δ' ἐν αὐτοῖς οἷς φθέγγεταί τις ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ οὕτω τις εἴποι γε, καταβὰς ἄνω καὶ διαλεχθεὶς τῷ λίθῳ καὶ πλεύσας διὰ μέσης τῆς πέτρας ἀνελθεῖν εἰς τὸν βυθὸν τῆς λίμνης.

[4]    ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς φάσκων αὐτὸν ἄνω μεμενηκέναι [καταβάντα], τοῦτ' αὐτὸ δήπου φήσει καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι τὸ ἄνω, ἄν θ' ὡς οὐδενὶ διαλεχθέντα, καὶ τοῦτ' εἰρῆσθαι φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται, καὶ τἆλλα οὕτως ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις· ὥστε κατ' ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων ἐν ᾧ χρὴ τοὺς ἀκούοντας οὐχ ἃ σημαίνεται συνήθως ὑφ' ἑκάστου τῶν ὀνομάτων μανθάνειν, ἀλλ' ἕτερ' ἄττα. [5] τοιοῦτον γάρ τι καὶ ὁ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ [τις] γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν ὅτι μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ' ἄνευ λόγου καὶ ἄλογα, τὸ μήτ' ἄλογα μήτ' ἐν ἀλόγῳ τινὶ δυνάμει τῆς ψυχῆς ἀλλ' ἐν τῇ λογιζομένῃ καὶ [6] λογικά, τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν· ἐπειδὰν δ' ἀπειθῶς τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν ἧς κινουμένης ἀπειθῶς τῷ λόγῳ γίγνεσθαι τὰ πάθη·

   μηδὲ γὰρ εἶναί τινα τοιαύτην, ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν [7] ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά τις ἀπὸ στόματος ἐπὶ καιροῦ λέγοι, κάλλιον μὲν καὶ τούτῳ διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει δ' οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα·

   τὸ δ' ἐπιστημονικὴν καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ' ἡμᾶς ἀκούειν αὐτὴν λογικὴν ἢ ἀπεστράφθαι μὲν τὸν λόγον, εἶναι δ' οὐδὲν ἄλλο ἢ λόγον τε καὶ κρίσιν αὐτήν, οὐκ οἶδ' εἰ μὴ τῆς [8] μεγίστης μέμψεως ἄξιον ὑπάρχει· [ἄνθρωπος] μὴ συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι μηδ' ἥδεσθαι καὶ χαίρειν, ἀλλ' ἀκριβοῦν ἅπαντα καὶ μέχρι τῶν ὀνομάτων ἀξιῶν αὑτὸν ἐν τοῖς συγγράμμασιν, ὃ μικρὸν ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι,

   προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ἀναπεπλασμένας ὁμωνυμίας, ἀκριβῶσαι δὲ καὶ διαρθρῶσαι [9] τὸν λόγον Ἑλληνικοῖς τε καὶ σαφέσιν ὀνόμασιν. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσι καὶ τρίτον οὐδέν ἐστιν ἐπ' αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς νῦν Ἕλλησιν οὔτε παρὰ τοῖς [10] παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι τοῖς βιβλίοις αὐτῶν. ἄφωνον δὲ δὴ πῶς λέγουσι καὶ ἀτράχηλον;

   (ἀναγκάζει γὰρ ἡμᾶς [τὰ ῥήματα] ἡ Χρυσίππειος ἑρμηνεία καὶ ταῦτ' ἐξηγεῖσθαι.) τὸ [11] μὲν οἶμαι στερήσει φωνῆς ἢ τραχήλου, τὸ δὲ κακώσει. εἰ μὲν γάρ τις φάσκοι τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν ἢ τὰ φυτά, τῷ μηδ' ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον εἶναι λέγοι τὸν κιθαρῳδὸν ἢ τὸν κήρυκα, κάκωσίν τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου· ἢ γὰρ μικρόφωνον ἢ τραχύφωνον ἢ μελάμφωνον ἤ τι τοιοῦτον ἕτερον εἶναί φησιν αὐτόν, οὐ μὴν παντελῶς γ' ἐστερῆσθαι φωνῆς.

[12]    οὕτω δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ Δί' ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ' ὅλως αὐτοῖς ὑπάρχει τράχηλος, οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου, ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες οὕτως καὶ μένει κἀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα [13] καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ ἄπους καὶ ἀσκελὴς καὶ ἀκοίλιος καὶ ἄπλευρος καὶ ἄχειρ καὶ πάνθ' ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α φωνῆς τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων οὗ προτάττεται, ποτὲ δ' οὐκ ἀναιρούσης.

[14]    οὕτως εὑρίσκω καὶ τὸ ἄλογον ὄνομα παρά τε τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ ἢ τὸν ἰχθῦν τις ἢ τὸν καρκίνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν ἀναιρεῖ τὸ [15] σημαινόμενον ἐκ τῆς λόγος φωνῆς. ἐπειδὰν δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον ἀλλ' ὡς μεμπτέον καὶ μοχθηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὧν ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται.

[16]    δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει· "διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ [17] ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι· καθὸ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν."

[18]    ἐναργῶς ἐν τούτοις ὁ Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον ᾧ τὸ εὔλογον [19] ἐναντίον ἐστί, τὸ δ' ἕτερον ᾧ μηδὲν μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ' ἕτερον, ὃ χωρὶς λόγου γίγνεται παντός, ἡ [20] κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος, οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν ἐπιδεικνὺς ὡς οὐδὲ καθ' ἓν αὐτῶν ἄλογον εἴρηται τὸ τῆς ψυχῆς πάθος, ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν τοῦ λόγου γινόμενον. [21] ὅσα μὲν γάρ τις ἔκρινε κακῶς, οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ' ἔσφαλται κατ' αὐτόν· ὅσαι δ' ὁρμαὶ κατὰ θυμὸν ἢ ἐπιθυμίαν ἀποτελοῦνται μὴ προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ ἕτερον τῶν σημαινομένων, ἐν ᾧ τὴν α φωνὴν ἀποφάσκειν τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον [22] τῆς μετ' αὐτὸ τεταγμένης. ἡ γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον ἐν ᾧ τὸ μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται.

[23]    ὡς εἴγε χρώμεθα λόγῳ καὶ κατ' αὐτήν, οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν ἔν τε τῷ πρώτῳ περὶ παθῶν οὐχὶ "διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον," ἀλλ' "ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ" καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι, θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν λόγον. [24] ἐπιφέρων γοῦν φησιν· "οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσίν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ' ἐκφερομένων καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται οὐ [25] κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κἂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως καὶ [26] τῶν κατ' αὐτὴν ὁρμῶν." ἐνταῦθα γὰρ πάλιν τὸ "κἂν ὁποιοσοῦν ᾖ" προσκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους.

[27]    εἴτε γὰρ ὑγιὴς εἴη καὶ ἀληθὴς ὁ λόγος εἴτε μοχθηρός τε καὶ ψευδής, ὁ κινούμενος κατ' αὐτὸν οὐκ ἄν ποτε γένοιτ' ἐν πάθει.

[28] κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ διημαρτημένως. ἵνα γὰρ ὁ λόγος ἡγεμών ἐστιν, ἢ ἀρετὴ ἕπεται ἢ ἁμάρτημα, πάθος δ' οὐδέποτε.

[29]    τὸ γοῦν οἰηθῆναι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ Ἐπίκουρος, ἡμαρτημένος τε λόγος ἐστὶ καὶ ψευδής, ἁπάσας τε τὰς ἐνεργείας καὶ κατὰ μέρος κινήσεις [ἐκ] τῆς ψυχῆς ὅσαι τῆς ἡδονῆς ὡς τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ' ἔστι, τὸ χωρὶς λόγου κινεῖσθαι τὴν ψυχήν.

[30]    ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν "οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς κρατοῦσι τῶν κατ' αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν ἀλλ' οὐχ ὑπ' αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἱ κατὰ πρανοῦς θέοντες."

[31] συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγράφει· "οἱ δέ γε κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες καὶ ἐὰν ὁποιοσοῦν ᾖ, κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ' αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάνπερ ἐνδεικνύηται αὐτός, παραπλησίως τοῖς περιπατοῦσιν."

[32]    οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει "διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι ἅτ' ἐκβαίνουσαι [33] τὴν λογικὴν σύστασιν." πῶς "οὕτως"; ἢ δηλονότι χωρὶς λόγου παντὸς καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ' ἐν τοῖς πάθεσιν· ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων.

[34]    εἰ γὰρ ἡ μὲν λογικὴ τοῦ ζῴου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ' οὗτος οὐδ' ἡγεῖται τῶν κατὰ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμενος. καὶ μὴν εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον [35] ὅ τί ποτέ ἐστι τὸ ἡγούμενον. οὐ γὰρ δὴ ἀποχρήσει γε αὐτοῖς εἰπεῖν ὡς οὔτε λόγος οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν ὃ παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι καὶ μέμφονταί γε τὸν Ἐπίκουρον ἐπειδάν τινα τοιαύτην ὑποτιθῆται.

[36]    εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται καὶ τοῦτ' ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων ὁμολόγημα κοινόν, οὐ Χρυσίππου μόνον ἢ Ἀριστοτέλους ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥτις ποτ' [37] ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν οὐδ' αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν.

[38]    ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν οἶμαι τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτοῦ πρὸς αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δ' ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ' ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν ἢ τἀληθὲς αἱρεῖσθαι.

[5]

[1]    Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι πυνθανομένων ἡμῶν ἑκάστοτε τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ' οὐδέν, ἀλλ' ἐνίοτε μὲν τὸν ἡμαρτημένον λόγον φασὶ καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν,

   δυσωπούμενοι δ' αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται καὶ μένουσιν οὐδέποτ' ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ' Εὐρίπου δίκην ἑκάστοτε μεταρρέουσιν ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί πως κινουμένην τὴν ψυχὴν ἐμπίπτειν τοῖς πάθεσιν, ἀπὸ δ' αὖ τῆς εἰκαίας τε καὶ ἀναιτίου κινήσεως ἐπὶ τὸ λογικὰς εἶναι τὰς κινήσεις τῶν παθῶν.

[2]    ὁ γὰρ ἔλεγχος ἑκατέρων τῶν ἀποκρίσεων ἐκ προχείρου παρακείμενος οὐκ ἐᾷ καταμένειν ἐπ' οὐδετέρας αὐτῶν ἐν μὲν τῷ τὰς κατὰ τὰ πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν οὐκ ἐχόντων αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ [καὶ] τῷ καὶ τοῦτον ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα χωρίζοντας τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας ὁμολογήσαντας ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ τῶν κατ' αὐτὴν παθῶν αἰτίας.

[3]    οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ' οὐδεμιᾶς ὁρμίζει βεβαίως δόξης, ἀλλ' ἀεὶ σαλεύει [4] καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησιν τὰ πάθη καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζῴοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι καὶ αὖθις κρίσεις [5] εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν εἰκῇ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα.

[6]    αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφα ῥήσεσιν ἐφεξῆς φησιν "οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοία κατὰ τὸ ἐνσεσοβημένον [7] τοῦτο καὶ φερόμενον εἰκῇ." ἀλλ' εἰ μὲν τὸ ἀναιτίως ‹τὸ› εἰκῇ λέγεις, ὦ Χρύσιππε, καὶ σεαυτῷ μάχῃ καὶ Ἀριστοτέλει καὶ Πλάτωνι καὶ ταῖς ἁπάντων ἀνθρώπων ἐννοίαις καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει μηδενὸς ἀναιτίως γίνεσθαι δυναμένου· εἰ δὲ τὸ χωρὶς λόγου σημαίνει σοι τὸ εἰκῇ, τὸ μὲν ἄλογον οὕτω γε μετειλημμένον ἂν εἴη, τὸ δ' ἐξ ἀρχῆς ζητούμενον ἔτι μένει·

[8]    τὴν παράλογον ταύτην κίνησιν, τὴν ὑπὸ λόγου μὲν μὴ γινομένην, ὑπ' αἰτίας δέ τινος γινομένην, ἐρωτῶμέν σε, τίς ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπιθυμητικήν· [9] σὺ δὲ οὔτε ταῦτα ὁμολογεῖς οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ' εἰκῇ γίνεσθαι φήσας ἀπηλλάχθαι νομίζεις τοῦ ζητήματος, οὐκ εἰδὼς ὅτι πᾶν ὅ τί περ ἂν εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι λέγηται κατὰ τὴν ὡς πρὸς ἡμᾶς γνῶσιν οὕτω προσαγορεύεται, ταῖς δ' ἀληθείαις οὐδὲν αὐτῶν οὕτω γίγνεται, καθάπερ καὶ ὁ θειότατος Ἱπποκράτης εἶπεν· [10] "ἡμῖν μὲν αὐτόματον, αἰτίᾳ δ' οὐκ αὐτόματον." οὕτω δὲ καὶ τὸ πλεονάζουσαν ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος ὁ Χρύσιππος ἔν τε τῷ περὶ παθῶν ἠθικῷ κἀν τῷ πρώτῳ τῶν λογικῶν ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν ὑπερβολὴν τῆς κινήσεως, οὐ μὴν τήν γ' αἰτίαν αὐτῆς προστίθησιν.

[11] ἐχρῆν δέ γε κἀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι.

[12]    ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ὅ τί ποτ' ἄλλο τῇ λογικῇ δυνάμει προσιὸν αἴτιον γίνεται τῆς ἀμέτρου καὶ ὡς αὐτὸς εἴωθεν ὀνομάζειν [13] ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν. ἡ δ' οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ὧδ' ἔχει·

   "οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφήν, καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου [14] σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ' ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν."

[15]    "ὑπερβαίνουσα" φησί "τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη" τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν. οὔκουν ὁ λόγος αἴτιος [16] ὦ Χρύσιππε τῆς ἐκφόρου τε καὶ ἀμέτρου κινήσεως. αὐτὸς γὰρ ὁμολογεῖς αὐτὴν γίνεσθαι παρὰ τὸν λόγον· οὐκ ἐγχωρεῖ δ' ἅμα τε παρὰ τὸν λόγον γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου· πάντως δ' ὑπό τινος αἰτίας· οὐκ ἔστι δ' ἐκείνη λογική· ἄλογος ἄρα τις ἡ τὸ πάθος ἐργαζομένη δύναμις. [17] καὶ "τάδ' οὐχ ὑπ' ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεσθα," καίτοι γ' ἐνὸν ἡμῖν λέγειν, ὦ γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ἢ ὡς οὐδὲν διαφέρει πάθος ἁμαρτήματος ἢ ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι τὰ πάθη· τούτων γὰρ ὁποτερονοῦν εἰπόντες οὐκ ἂν ἠναγκαζόμεθα τὴν αἰτίαν ἀποκρίνεσθαι τῆς παρὰ τὸν λόγον ἀμέτρου κινήσεως.

[18]    ἀλλὰ τούτων μὲν οὐδέτερον ὑπέμεινας εἰπεῖν αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, αὐτὸς δὲ πρὸς αὑτὸν ἐναντιολογούμενος οὐκ αἰσθάνῃ παρὰ τὸν λόγον γίνεσθαι φάσκων τινὰς κινήσεις καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν κἄπειτα μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογικῆς [19] γίνεσθαι δυνάμεως φάσκων. ἡ δ' αὐτὴ μάχη κἀν [ἐν] τῷ κρίσεις τε φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρίσεως γίνεσθαι.

[20]    τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶ χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὐτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης [21] ἔχεται, μαθεῖν ἔνεστιν ἐκ τῆσδε τῆς ῥήσεως· "οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀρρωστήματα ταῦτα, ἀλλὰ καὶ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν."

[22]    ἴσως δ' ἄν τινος "ἐν τῇδε τῇ ῥήσει" λέγοντος "οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀρρώστημα, οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον," ἐκ τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται "ὅθεν οὐκ ἀλόγως [23] γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς." εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα τῷ τοῦ ἀρρωστήματος προσρήματι, μανία δ' ὑπὸ τῆς ἀλόγου κατὰ τὸ σῶμα γίνεται δυνάμεως, οὐδὲν ἧττον τῶν ἀρρωστημάτων λογικόν. [24] ἀλλὰ νὴ Δί' ἴσως ἄν τις φήσειε τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀρρωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων ὡς ἀγαθῶν ἢ κακῶν, [25] ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀρρώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν ὡς ἀγαθῶν, ἀλλ' ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῆν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων· ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀρρωστήματα οὔσας.

[26]    ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ὧδέ πώς φησι· "τοιούτων δ' ὑπὸ τοῦ Χρυσίππου λεγομένων διαπορήσειεν ἄν τις πρῶτον μὲν πῶς οἱ σοφοὶ μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ πάντα οὐκ ἐμπαθῶς κινοῦνται ὑπ' αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινόμενοι ἐπὶ τοῖς αὐτοῖς ὅταν τύχωσιν αὐτῶν.

[27]    εἰ γὰρ τὸ μέγεθος τῶν φαινομένων ἀγαθῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν καθῆκον καὶ κατ' ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ παραγινομένων ‹ἐμπαθῶς κινεῖσθαι› καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπ' αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτ' ἔδει [28] πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας καὶ μεγάλας βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι· ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις καὶ λύπαις περιπίπτειν [29] μὴ μετρίαις, ὅπερ οὐδ' αὐτὸ συμβαίνει." τούτοις δ' ἐφεξῆς ὁ Ποσειδώνιος καὶ τάδε γράφει·

   "εἴ τε πρὸς τῷ μεγέθει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅταν ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν ἀλλὰ κατὰ τὴν ἐπὶ [30] πλεῖον ἐρρυηκυῖαν, ‹οὔ›, οὐδ' οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι· πῶς μέντοι γε κινηθείσης καὶ πῶς κινούσης [31] ζητεῖται μέν, οὐχ ὑποδείκνυται δέ." εἶτ' ἐφεξῆς καὶ τάδε γράφει·

   "οὐ μόνον δ' οἱ ἐπὶ πλέον ἐρρυηκυῖαν ἔχοντες τὴν κακίαν καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη ἀλλὰ πάντες οἱ ἄφρονες ἕως ἂν ἔχωσι τὴν κακίαν [32] καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι." καὶ τούτων ἑξῆς τάδε· "τὸ δ' ὑπολαμβάνειν κατ' ἀξίαν [εἶναι] τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον μέγα πάθος ἐμφαίνει, οὐ καλῶς ὑπολαμβάνειν [33] ἐστί· γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν." ἐχόμενα δὲ τούτων ὁ Ποσειδώνιος καὶ τάδε γράφει·

   "δυοῖν τε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν λαμβανόντων φαντασίαν ἀγαθοῦ ἢ κακοῦ ὁ μὲν ἐν πάθει γίνεται, ὁ δὲ οὔ, καὶ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον, καὶ ἐνίοτε ὁ ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς οὐ κινεῖται· καὶ ὁ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθεσι γίνεται, ἔστιν ὅτε δ' οὔ, καὶ [34] ὁτὲ μὲν μᾶλλον, ὁτὲ δ' ἧττον. οἱ γοῦν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις, ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς, καὶ οἱ κακώτεροι συναρπάζονται ταχέως ὑπὸ τῶν παθῶν." ἐφεξῆς δὲ τούτων ὁ Ποσειδώνιος ῥήσεις τε ποιητικὰς παρατίθεται καὶ ἱστορίας παλαιῶν πράξεων μαρτυρούσας οἷς λέγει.

[35] καὶ μετὰ ταῦτα ἐπιφέρων φησί· "τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ συναρπάζεται, τὸ δ' ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον· ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ τῆς ἀσθενείας, τὰ πάθη δ' οὔτ' ἐπίσης οὔτε ἴσα [36] γίγνεται." καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κἂν μακρότεραί πως αἱ ῥήσεις ὦσι·

   "διὰ τί δέ τινες τῶν μεγάλα νομιζόντων καίπερ ἀσθενεῖς ὄντες ταῖς γνώμαις βουλεύονταί τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς ὁ [37] διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀρρήτῳ τινὶ πένθει βέβλητο κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους καίπερ τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα τῇ τῶν λογισμῶν ἀσθενείᾳ διαμενούσης οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν·

[38]    ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,

   Νέστορ' ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,

   εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,

   ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.

[39] ἐπεὶ δὲ καὶ αὐτὸς ὁ Νέστωρ θεασάμενος διὰ τῆς ὄρφνης πόρρωθεν προσιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος σχετλιασμοῦ φησι·

   πλάζομαι ὧδ', ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος

   ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε' Ἀχαιῶν.

   αἰνῶς γὰρ Δαναῶν πέρι δείδια οὐδέ μοι ἦτορ

   ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω

   στηθέων ἐκθρώσκει, τρομέει δ' ὑπὸ φαίδιμα γυῖα.

[40] εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου πάρεστι συμβουλευόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες οὐ κατ' ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα λόγον [41] προσίεσθαι κινοῦνται κατὰ τὰ πάθη· εἰ δὲ μηκέτι φοβούμενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι, διὰ τί ποτε τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται, διαπορήσειεν ἄν τις εὐλόγως.

   τὸ δ' αἴτιον τοῦ πάθους παντὸς οὐκ εἴρηκεν."

[42] ἑξῆς τούτοις ὁ Ποσειδώνιος καὶ τάδε φησί· "τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς ἐπιθυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν ὅτι εἰ καὶ μὴ συμφέρον ἐστί, καὶ οὕτως ἑκτέον, μάχην περιέχει, φέρεσθαί τε ὡς ἐπὶ μέγα συμφέρον καὶ διὰ τὸ μέγεθος αὐτοῦ, εἰ καὶ ἀσύμφορόν ἐστιν, ἄξιόν ‹τε› ἡγεῖσθαι τοῦ μεγέθους αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει ὄφελος ἀλλὰ καὶ τοὐναντίον, ὅμως ἀντέχεσθαι οὕτως αὐτοῦ.

[43]    ἔστω γὰρ τοὺς λέγοντας ὅτι οὐκ ἔστι συμφέρον ἀποστρέφεσθαι καὶ τοὺς ἐπαγγελλομένους δείξειν ὅτι ἀσύμφορόν ἐστι λήρους ἡγεῖσθαι καὶ διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον· ἀλλ' ἐκεῖνό γε ἀπίθανον διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμβάνειν οἴεσθαι δεῖν, κἂν ᾖ μέγιστον κακόν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφωνοῦντας

   ἔα μ' ἀπολέσθαι· τοῦτό μοι νῦν συμφέρει.

[44] τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν ἐφ' ὃ ὠθοῦνται· ζητητέον δέ."

[45]    ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐδὲν ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μηδ' ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων ἐν τοῖς καθ' ἡμᾶς χρόνοις γεγονότων οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις ἐροῦμεν.

[6]

[1]    Ὅτι δ' ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν ἐν οἷς αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία τὸ μὲν [2] εὐτονίαν τὸ δ' ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ' εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας.

[3]    ἀλλὰ τοιούτων ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικήν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς καὶ μὴ παραμείναντος ἕως παντὸς μηδ' ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος οἷόν [4] τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν· ἔστι δ' ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ·

[5]    "ἔτι δὲ καὶ κατὰ τοῦτ' ἴσως ‹ὡς› οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις, καὶ ὁ ἐν τῇ ψυχῇ λέγεται τόνος ὡς εὐτονία καὶ ἀτονία."

[6] καὶ ἐφεξῆς, "ὥσπερ γὰρ ἐν δρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τοῖς παραπλησίοις ἤδη, ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτική, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον νευρῶδες, καθὸ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν καὶ νεῦρα ἔχειν."

[7]    εἶθ' ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει· "ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ [8] καθ' ἕτερα τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς καὶ φίλους καὶ πόλεις προδιδόναι καὶ αὑτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι τῆς πρόσθεν φορᾶς ἐκλυθείσης.

[9]    οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς [εἰς] τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἡ ἐπίπληξις αὕτη εἴρηται αὐτῷ·

   σὺ δ' ὡς ἐσεῖδες μαστὸν [ἐκείνης] ἐκβαλὼν ξίφος

   φίλημ' ἐδέξω προδότιν αἰκάλλων κύνα·"

ἃ πάντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις εἶναι τὰ πάθη.

[10]    κρίνας γοῦν ὁ Μενέλαος ἀποκτεῖναι τὴν Ἑλένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, τοῦτο γάρ ἐστιν ὃ κατασκευάζει παρ' ὅλον τὸν λόγον ὁ Χρύσιππος, οὐ μόνον ἀπέρριψε τὸ ξίφος ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα καὶ ὥσπερ ἂν εἴποι τις αὑτὸν δοῦλον ἐγχειρίζει οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινός, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ' ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ [11] τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων ἐρεῖ·

   "διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς [12] καὶ κακῶς ἕκαστα πράττειν ἂν λέγοιτο." τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ' ἐνδοτικῶς ἁπάντων τῶν φαύλων πραττόντων ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται· τὸ δὲ κατὰ πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ' ἦν εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας αἵτινές ποτ' εἰσὶν ἐφεξῆς αὐτὸς διεληλύθει.

[13]    εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν καὶ μάλιστα τὴν θεραπευτικήν, ἐν ᾗ ταῦτ' ἔγραφεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας ὑφ' ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ [14] κατὰ πάθος τι πράττοντες. ὁ δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν ὥστ' οὐδ' αὐτὴν ταύτην ἧς μέμνηται νῦν ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ' ἡμῖν εἰπεῖν ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια· κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία.

[15]    Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς Ἑλένης, ἐπὶ δὲ τῆς [16] Ἐριφύλης τὸν χρυσόν, ἐπ' ἄλλου δέ τινος ἄλλο. μυρία γάρ ἐστι τὰ κατὰ μέρος ὑφ' ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ πάθος ζῶντες.

[17]    ἀλλ' οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν ἀλλ' εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ Πλάτων ἐποίησε βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν ἐπιστήμην καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας ἢ ἐπιλαθομένους [αὐτῶν] ἢ βιασθέντας ἢ δελεασθέντας ἐξαμαρτάνειν, ἄλλον ἐν [18] ἄλλῃ πράξει. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· ἀμαθία γὰρ τοῦτο καὶ ἄγνοιά ἐστιν, οὐ πάθος.

[19]    εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς ἢ δελεασθεὶς ὑφ' ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ' αὐτῆς τὸ πάθος ἐστίν, ὥσπερ που καὶ ἡ τοῦ κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μηδείας βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ' ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ' ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν

   καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

   θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.

[20] οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ' αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν οἷα δρᾶν μέλλει [21] κακά. τὸ δὲ γινώσκειν μὲν αὐτὸ νικᾶσθαι δ' ὑπὸ τοῦ θυμοῦ τί ἄλλο ἐστὶν ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μηδείας ὁρμῶν, ἑτέραν μὲν ᾗ γιγνώσκομέν τε τὰ πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ λογικὴ [22] δύναμις, ἑτέραν δ' ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι; αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν·

   ἡ δ' ἑτέρα ἡ ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκολουθεῖν [23] οἷς αὐτὴ προσέταττε. Χρύσιππος δ' οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται καὶ μυρί' ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ "ἔστι δὲ ὡς οἶμαι κοινότατον ἡ ἄλογος αὕτη φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθὸ [24] καὶ θυμῷ φαμέν τινας φέρεσθαι." καὶ πάλιν "διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον καὶ οὐ παρ' ἑαυτοῖς οὐδ' ἐν αὑτοῖς ὄντας."

[25]    καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα, "ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὐτοῦ ἀναχώρησις οὐ κατ' ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφήν, ὡς προείπομεν."

[26] τό τε γὰρ "θυμῷ φέρεσθαι" καὶ "ἐξεστηκέναι" καὶ "οὐ παρ' ἑαυτοῖς οὐδ' ἐν ἑαυτοῖς εἶναι" καὶ πάνθ' ὅσα τοιαῦτα φανερῶς καταμαρτυρεῖ τοῦ κρίσεις εἶναι τὰ πάθη κἀν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα·

[27]    "διὸ καὶ τοιαύτας ἐστὶν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτούς, εἴτε ἄμεινον εἴτε μή, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς."

[28]    καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται καὶ τὴν ὁρμὴν τοῦ ζῴου ποτὲ μὲν ὑπ' ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ' ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ' ἐν πάθει καθεστήκῃ, καθάπερ ὅταν ἔξω πάθους [29] ὑπὸ τῆς λογικῆς. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, κάθαπερ ἔχει καὶ τάδε· "οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ' οὐδ' ὅλως ὑπομονητικοὺς [30] ἀκοῦσαί τινος τοιούτου." καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε· "οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχειν γ' αὐτοῖς λέγεσθαι·

   Κύπρις γὰρ οὐδὲ νουθετουμένη χαλᾷ·

   ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.

   νουθετούμενος δ' Ἔρως

   μᾶλλον πιέζει."

[31] καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ' οὕτως· "ἔτι δ' ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾶν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν". [32] καὶ ἔτι τὰ τούτων ἑξῆς ἔτι μᾶλλον· "ἐξείη (φασίν) αὑτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ." ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν "ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ" καθάπερ [33] ἔμπροσθεν ἔφη "τῷ θυμῷ." λόγῳ δ' οὔτ' ἐν τούτοις οὔτ' ἐν ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκολουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας, ἀλλ' ἀπεστράφθαι διὰ παντὸς αὐτὸν καὶ φεύγειν [34] καὶ μὴ προσίεσθαι καὶ πάνθ' ὅσα τοιαῦτα. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι

   τὸν νοῦν ἔχων ὑποχείριον

   εἰς τὸν πίθον δέδωκα,

φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ' [35] ἑαυτοῖς εἶναι μηδ' ἐν ἑαυτοῖς λέγῃ ταυτί· "οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρόμων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως ‹ὡς› οἵ γε κρατοῦντες τῆς κινήσεως καθ' ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ' ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν."

[36]    ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν ἀλλ' ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν.

[37] οὐ γὰρ διὰ τοῦτο λέγομεν αὐτοὺς ἑαυτῶν ἔξω καθεστηκέναι καὶ μὴ ἐν αὑτοῖς εἶναι, διότι τὸ βιαζόμενον αὐτοὺς ὁρμᾶν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ' ὅτι παρὰ φύσιν ἔχουσιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς ᾧ κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων·

[38]    ὅπερ οἶμαι καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδῃ γεγραμμένον Ἡρακλέους πρὸς Ἄδμητον διάλογον· ἔχει δ' ὧδε·

   τί δὲ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί; ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ' Ἄδμητος ἀποκρίνεται

   ἔγνωκα καὐτός, ἀλλ' ἔρως τις ἐξάγει.

[39] δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει.

[40]    παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα·

   ἄνσχεο μηδ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·

   οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος

   οὐδέ μιν ἀνστήσεις· πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.

[41] ταῦτα μέν φησι λέγειν αὐτὸν "παρ' αὑτῷ διαλεγόμενον," οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ' οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσι καὶ μὴ κρατεῖν ἑαυτοῦ νικώμενον ὑπὸ τῶν παθῶν.

[42]    καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ' ἑαυτῷ, ποτὲ δ' οὔ, καὶ πάνθ' ὅσα τοιαῦτα τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ [43] μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ' εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον· "τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται."

[44]    καὶ πάλιν, "οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστε ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶ τοῦτο διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι' αὐτῶν. εἰ δ' ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως." [45] καὶ ἐφεξῆς "πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν καὶ τὰς θύρας τύπτομεν οὐ ταχὺ αὐτῶν ἀνοιγομένων πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους καὶ ἐπιλέγοντες καθ' ἕκαστα τούτων ἀτοπώτατα."

[46] ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν "ἐννοήσειε δ' ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων."

[47]    ὅλως δ' εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ [48] βιβλίου. μεστὸν γάρ ἐστιν αὐτῶν τὸ γράμμα, τῶν τε κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονὴν ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι καὶ οὐκ ἐν ἑαυτῷ οὐδὲ παρ' ἑαυτῷ εἶναι τετυφλῶσθαί τε τὴν διάνοιαν ἀλογίστως τε φέρεσθαι καὶ πάνθ' ὅσα τοιαῦτα.

   τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινι κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω, [7] [1] δεδειγμένου γε ἤδη σαφῶς αὐτῶν τοῦ τύπου. μεταβήσομαι δ' ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον [2] ἀντειρημένων. "ὁ γοῦν ὅρος οὗτος," φησίν, "ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς [3] ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι πρόσφατον τοῦ κακὸν αὐτῷ παρεῖναί φησι τὴν λύπην.

   ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προφέρονται· [4] λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας." εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ τὴν αἰτίαν αὐτῷ ῥηθῆναι δι' ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ' ἢ οὐδ' ὅλως ἢ οὐκ ἔθ' ὁμοίως [5] συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου.

   κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον ἦν μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι [6] δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ' ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι ὅμως οὐ γίνονται διὰ τοῦτ' ἐν πάθει.

[7]    κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν δι' ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ' ἡ πρόσφατος ἐργάζεται μόνη· καί φησι διὰ τί πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως προσπῖπτον ἐκπλήττει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ' ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι.

[8]    βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ' ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς [9] ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν "ᾔδειν θνητὸν γεννήσας" καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα

[10]    "ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼν

   εἰς φροντίδας νοῦν συμφοράς τ' ἐβαλλόμην,

   φυγάς τ' ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς

   θανάτους τ' ἀώρους καὶ κακὰς ἄλλας ὁδούς,

   ὥστ', εἴ τι πάσχοιμ' ὧν ἐδόξαζόν ποτε,

   μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι."

[11] οὕτως δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα·

   εἰ μὲν τόδ' ἦμαρ πρῶτον ἦν κακουμένῳ

   καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν,

   εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα

   πῶλον χαλινὸν ἀρτίως δεδεγμένον·

   νῦν δ' ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.

ἔσθ' ὅτε τὰ τοιαῦτα· [μακρὸς]

   χρόνος μαλάξει, νῦν δ' ἔθ' ἡβάσκει κακόν.

[12] ὅτι δ' ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κἂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ γράφων ὧδε·

[13]    "ζητήσαι δ' ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινὸς μετακινουμένης ἢ πασῶν διαμενουσῶν, καὶ [14] διὰ τί τοῦτ' ἔσται." εἶτ' ἐπιφέρων φησί, "δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτὸ ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δ' ἀνίεσθαι ἡ συστολὴ καὶ ὡς οἶμαι ἡ [15] ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς, διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν δυσσυλλόγιστον τούτων γινομένων.

[16]    οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ καὶ ἐνιστῆταί [17] τι ἢ μηθέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται καὶ κλαυθμοί, τοιαῦτα εὔλογον καὶ ἐπ' ἐκείνων συντυγχάνειν ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια [18] τούτοις." ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη καίτοι τῆς δόξης διαμενούσης, αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί φησιν.

[19]    εἶθ' ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει περὶ ὧν οὐδ' αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γιγνώσκειν. ἀλλ' οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιούτων ἀγνοεῖν φησιν, ἀλλ' ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν [20] παλαιῶν εἰρημένα, ἃ ἐφεξῆς ἐρῶ. σὺ δ' οὔτ' ἐκείνων μνημονεύσας οὔτ' ἄλλην αὐτὸς εἰπὼν οἴει λελύσθαι τὸ ζητούμενον, [21] ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν ὑφ' ὧν γίνεταί τε καὶ παύεται τὰ πάθη.

[22]    οὕτω γὰρ ἄν τις οἶμαι καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τάς τε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων.

[23]    ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι ταῦτα καὶ τοῦ Πλάτωνος θαυμαστῶς γράψαντος, ὡς καὶ ὁ Ποσειδώνιος ἐπισημαίνεται θαυμάζων τὸν ἄνδρα καὶ θεῖον ἀποκαλῶν ὡς καὶ πρεσβεύων αὐτοῦ τά τε περὶ τῶν παθῶν δόγματα καὶ τὰ περὶ τῶν τῆς ψυχῆς δυνάμεων ὅσα τε περὶ τοῦ μὴ γίνεσθαι τὴν ἀρχὴν ἢ γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς τὰ πάθη γέγραπται πρὸς αὐτοῦ.

[24]    συνῆφθαι δὲ καὶ τὴν περὶ τῶν ἀρετῶν διδασκαλίαν τούτοις φησὶ καὶ τὴν περὶ τοῦ τέλους καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν κατὰ τὴν ψυχὴν δυνάμεων αὐτός τε δείκνυσιν ὡς ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεται τὰ πάθη καὶ διὰ τίνα τὴν αἰτίαν ἐν τῷ χρόνῳ καθίσταται, κἂν αἱ δόξαι τε καὶ αἱ κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐτοῖς [25] ἢ γεγονέναι. προσχρῆται δ' εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ὧδέ πως γράφοντι·

[26]    "ἐπὶ δὲ τῆς λύπης καὶ ὡς ἂν ἐμπλησθέντες τινὲς ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον·

   ἀλλ' ὅτε δὴ κλαίων τε κυλινδόμενός τ' ἐκορέσθη

   καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων, ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης [27] ἀλογίαν αὐτῷ παριστάς." εἶτ' ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα· "καθ' ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης τὸν λόγον παρεισδυόμενον καὶ οἱονεὶ χώραν λαμβάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν."

[28]    ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ [29] ἡσυχάσαντος τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε [τόνδε] τὸν τρόπον [30] ἔχοντα· "λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν·

   λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν·

   τοῖς δὲ δυστυχοῦσί πως

   τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας·"

[31] καὶ ἔτι τούτων ἐφεξῆς,

   "ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο" καὶ

   "τὸν αὐτὸν ἔγειρε γόον

   ἄναγε πολύδακρυν ἁδονάν."

[32] ἔστι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης καὶ δακρύων καὶ κλαυθμῶν καὶ θυμοῦ καὶ νίκης καὶ τιμῆς καὶ πάντων [τε] τῶν τοιούτων ἐμπίπλασθαι τοὺς ἀνθρώπους, ἐφ' οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν δι' ἣν ἐν τῷ χρόνῳ [33] παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτῶν, οὕτως καὶ τυγχάνον [τῶν καὶ τυγχανόντων] αὐτῶν ἐμπίπλαται κἀν τούτῳ τὴν ἑαυτοῦ κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζῴου καὶ καθ' ἑαυτὴν ἦγεν ἐφ' ὅ τι παρήγετο.

[34]    οὔκουν ἀσυλλόγιστοι τῆς παύλης τῶν παθῶν εἰσιν αἱ αἰτίαι, καθάπερ ὁ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς τῷ γε μὴ βουλομένῳ [35] φιλονεικεῖν τοῖς παλαιοῖς. οὐδὲν γὰρ οὕτως ἐναργές ἐστιν ὡς τὸ δυνάμεις τινὰς ἐν ταῖς ἡμετέραις εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς τὴν δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κἀν τοῖς ἄλλοις ζῴοις ὁ Ποσειδώνιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου [36] γράμματος. ἐπιμέμφεται δ' ὀρθῶς τοῦ Χρυσίππου καὶ τὸ φάναι "τυχὸν δὲ τῆς ὁρμῆς διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν."

   ἀμήχανον γὰρ εἶναί φησι παρεῖναι μὲν τὴν ὁρμήν, ὑπ' ἄλλης δέ τινος [37] αἰτίας κωλύεσθαι τὴν κατ' αὐτὴν ἐνέργειαν. ὅθεν κἀπειδὰν λέγῃ, "οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν ‹μὴ› ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ," τὴν αἰτίαν ἐρωτᾷ κἀνταῦθα ὁ Ποσειδώνιος δι' ἣν καὶ οἱ πολλοὶ μὴ βουλόμενοι πολλάκις κλαίουσιν ἐπισχεῖν μὴ δυνάμενοι τὰ δάκρυα καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσι[ν ἔτι] παυόμενοι,

   ‹δηλονότι› διὰ τὰς παθητικὰς κινήσεις σφόδρα ἐγκειμένας ὡς μὴ κρατεῖσθαι πρὸς τῆς βουλήσεως, ἢ παντελῶς πεπαυμένας ὡς μηκέτ' ἐπεγείρεσθαι δύνασθαι πρὸς [38] αὐτῆς. οὕτω γὰρ ἥ τε τοῦ λόγου μάχη τε καὶ διαφορὰ πρὸς τὸ πάθος εὑρεθήσεται καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς σωθήσονται, οὐ μὰ Δία ὡς Χρύσιππός φησι διά τινας αἰτίας ἀσυλλογίστους τούτων γινομένων ἀλλὰ διὰ τὰς ὑπὸ τῶν παλαιῶν εἰρημένας.

[39]    οὐ γὰρ Ἀριστοτέλης μόνον ἢ Πλάτων ἐδόξαζον οὕτως ἀλλ' ἔτι πρόσθεν ἄλλοι τέ τινες καὶ ὁ Πυθαγόρας, ὡς καὶ ὁ Ποσειδώνιός φησιν ἐκείνου πρώτου μὲν εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δ' ἐξεργάσασθαι καὶ [40] κατασκευάσαι τελεώτερον αὐτό. διὰ τοῦτο τοίνυν καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ ὅλως ὁ χρόνος εἰς τὰς [41] παθητικὰς κινήσεις. ἐν μὲν γὰρ τοῖς ἔθεσιν οἰκειοῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον οἷς ἂν ἐντρέφηται, κατὰ δὲ τὸν χρόνον ὡς προείρηται παῦλα γίνεται τῶν παθῶν ἐμπιπλαμένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων ὧν ἐπεθύμουν ἔμπροσθεν.

[42]    αἱ δὲ λογικαὶ γνώσεις τε καὶ κρίσεις καὶ ὅλως ἐπιστῆμαι πᾶσαι καὶ τέχναι διὰ τὸν χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται γίγνεσθαι καθάπερ οἱ κατὰ πάθος ἐθισμοί, οὔτε μετατίθεσθαί τε καὶ παύεσθαι καθάπερ [43] ἡ λύπη καὶ ἄλλα πάθη. τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; ἢ τίς τοῦ [μὴ] πάσας ‹ἴσας› εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου;

[44]    καθ' ἕκαστόν τε τῶν ἄλλων θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται τὸ κλαίειν τε καὶ λυπεῖσθαι καὶ στένειν οἰμώζειν τε καὶ θρηνεῖν ὅσα τε ἄλλα τοιαῦτα, κἂν αἱ περὶ τῶν γεγενημένων [45] ὡς κακῶν ὅμοιαι διαμένωσιν ὑπολήψεις. ἱκανὰ μὲν οὖν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς ἔγραψεν ὁ Χρύσιππος ὑπέρ τε τῶν τῆς ψυχῆς παθῶν, καὶ πολὺ πρότερον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων·

[46]    οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα περὶ τῶν αὐτῶν ἔτι διαλεχθῆναι παραλείπων μὲν τὰ πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων μνημονεύων ἐν οἷς ἐναντιολογεῖται πρὸς ἑαυτὸν ἐναντία τε τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις· ἐπιμνησθήσομαι δ' ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων.