[1]
[1] Οὐκ ἐγὼ τοῦ μήκους τῆς πραγματείας αἴτιος, ὡς καὶ πρόσθεν εἶπον, ἀλλ' οἱ ψευδῶν λόγων ὧν ἠρώτησαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς οὐκ ὀλίγας πληρώσαντες βίβλους, οὓς εἰ μὲν ἀνελέγκτους τις εἴασεν, ὥσπερ ἐγνώκειν ἐγὼ τότε κατ' ἀρχάς, οὐκ ἂν ἐδόκει βεβαίως ἀποδεδεῖχθαι τἀληθές, εἰ δὲ ἐξήλεγχε πάντας ἑξῆς ἐπιὼν ὡς μηδένα παραλιπεῖν, εἰς μῆκος οὐκ ἀναγκαῖον ἐκτείνεσθαι συνέβαινε τὴν ὅλην πραγματείαν. [2] ἐπειδὴ τοίνυν τῶν πρώτων ἤδη ‹γεγραμμένων› ὑπομνημάτων οὐκ ὤκνουν τινὲς ἐπαινεῖν ὡς ἀληθεῖς οὓς Χρύσιππός τε καὶ ἄλλοι τινὲς ὑπὲρ ἡγεμονικοῦ ψυχῆς ἠρώτησαν λόγους, ἔδοξε τοῖς ἑταίροις, οἷς μάλιστα χαριζόμενος ἔγραφον ταῦτα, [3] προσθεῖναι τὰς λύσεις αὐτῶν. ἀναγκαῖον γὰρ ὂν ἢ μηκῦναι κατὰ τὴν πραγματείαν ἢ μὴ δοκεῖν ἀποδεδειχέναι τελέως ὑπὸ τριῶν ἀρχῶν διοικούμενον τὸ ζῷον, αἱρετώτερον ἔδοξεν εἰς μῆκος ἐκτεῖναι. καὶ μέντοι καὶ τὸ τέλος αὐτὸ τὸ γιγνόμενον δείκνυσιν ὀρθῶς ἡμᾶς ἑλομένους ἅπαντας ἐλέγξαι τοὺς ἠρωτημένους λόγους.
[4] οὔτε γὰρ Στωϊκὸς ἔτι φιλόσοφος οὔτε Περιπατητικὸς οὔτε ἰατρός τις ὁμοίως θρασὺς ὡς πρόσθεν [εἴρηται ἔσται], ἀλλ' ἔνιοί γε καὶ φανερῶς ἐπὶ τὸν ἀληθῆ μετέστησαν λόγον, ἰατροὶ μὲν ἐξ ἐγκεφάλου συγχωροῦντες ἐπιρρεῖν αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἅπασι τοῖς κατὰ τὸ ζῷον μέλεσι, φιλόσοφοι δὲ τὸ λογιζόμενον τῆς ψυχῆς [5] ἐνταῦθ' ὑπάρχειν. ᾐδέσθησαν γὰρ ἐναργῶς ὑπὸ τῆς ἀνατομῆς ἐλεγχθέντος θατέρου τῶν λημμάτων, προηγουμένως ᾧ χρώμενοι ψευδῶς συνελογίζοντο, προστιθέντες αὐτῷ τὸ πρὸς ἁπάντων ὁμολογούμενον καθ' ὅ φασιν ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθ' εἶναι τὸ ἡγεμονικόν, ὅπερ καὶ ἀληθές ἐστιν. [6] ἀλλ' ἥ γε προσληφθεῖσα δεομένη μὲν ἐξ ἀνατομῆς εὑρεθῆναι, κατεψευσμένη δ' ὑπ' ἐκείνων οἰομένων ἐκ τῆς καρδίας ὁρμᾶσθαι τὰ νεῦρα ψευδὲς εἰκότως εἰργάζετο τοῦ παντὸς λόγου τὸ συμπέρασμα. καί τινές γε τῶν οὐκ ἀλήθειαν, ἀλλ' ἅπερ ἐξ ἀρχῆς ἔθεντο στεργόντων ἐπιχειρήσαντες ἀνατρέπειν ‹τὸ› πᾶσιν ὁμολογούμενον ἔμπροσθεν λῆμμα καταγέλαστοι [7] τελέως ἐφάνησαν. ἐδείχθη γὰρ ἀπ' αὐτῆς τοῦ ζητουμένου πράγματος τῆς οἰκείας φύσεως ἢ οὐσίας ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὴν πίστιν ἔχον, ἡγεμονικὸν ἁπάντων νοούντων καὶ λεγόντων τὸ κατάρχον αἰσθήσεώς τε καὶ τῆς καθ' ὁρμὴν κινήσεως.
[8] ἐδείχθη δὲ καὶ ὡς αὐτὸς ὁ λόγος ἀρχαῖς μέν ἐστιν ἀρκούμενος οὐκ ἐνδόξοις, οὐ μὴν ἀλλ' ἐπιστημονικοῖς τοῖς λήμμασι κεχρημένος, ὅπερ ἴδιόν ἐστιν ἀποδεικτικῆς μεθόδου. οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους ὑπ' αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισί, τοῦτο δ' ἐν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον τὸν Χρύσιππον.
[9] ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς εἰ μόνον εἴη τὸ λογιστικὸν τῆς ψυχῆς αὐτῆς, μηδενὸς μήτ' ἐπιθυμητικοῦ μήτε [τοῦ] θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι.
[10] καίτοι κἀνταῦθ' εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ τά τε περὶ τῆς [ψυχῆς] διαφορᾶς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένα βασανίζων ὅσα τε καθ' ἓν ἄλλο διῆλθεν, ‹ἐν› ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ [11] δυοῖν, ἀλλὰ τριῶν ἢ τεττάρων δεήσει βιβλίων. ἔστι μὲν γὰρ κἀνταῦθα λόγος εἷς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς.
[12] ἀλλ' οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ μήθ' ὅλως γνόντες ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν, ἀληθῆ νομίζουσι πάνθ' ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστ' αὐτῶν ἀληθῆ καὶ μάλιστά γε τὰ κατ' ἐκεῖνο τὸ βιβλίον ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς.
[13] ἀλλ' ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα, ταυτὶ μέμψαιτ' ἄν τις αὐτῷ.
[14] τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος μίαν οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλέοσιν ὀνομάζεσθαι κατὰ τὴν πρός τι σχέσιν.
[15] ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γενόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλ' ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἐβούλετο λόγος·
ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθεν ‹ἐν τῷ› ποιὰς εἶναι τὰς ἀρετὰς τοῖς τ' ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δ' [16] ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἐπιδεικνύειν ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος [17] δόξαν; οἱ γὰρ μήτε γνόντες οἷόν τι πρᾶγμά ἐστι μέθοδος ἀποδεικτική, μήτ' ἀσκηθέντες ἐν αὐτῇ μήτε ἀλήθειαν τιμῶντες, οὗτοι δικαιότεροι τοῦ μήκους τῶν λόγων ἔχειν τὴν αἰτίαν.
[18] οὗτοι γάρ εἰσι καὶ οἱ πρὸς ἅπασαν ἀπόδειξιν ἀεὶ λυγιζόμενοι καὶ στροφὰς ἀσχήμονας στρεφόμενοι χάριν τοῦ δοκεῖν ἀτελῆ τὸν ὅλον ὑπάρχειν λόγον, ὅπου καὶ νῦν ἐκ πολλοῦ γεγραμμένων τῶν πρὸ τούτου βιβλίων ἔτεσί τε πολλοῖς βεβασανισμένων ὑπὸ τῶν ἀρίστων ἀνδρῶν ἔκ τε τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, ἐξαίφνης τις ἀνεφάνη τῶν Περιπατητικῶν ὑμένας εἶναι λέγων τοὺς ἀπὸ τῆς καρδίας εἰς ἐγκέφαλόν τε καὶ μήνιγγας ἀναφερομένους, ὑφ' ὧν ἡ ψυχικὴ δύναμις ἀνακομίζεται· καὶ ταῦτ' ἐπιχειρεῖ λέγειν ἄνθρωπος οὐδ' ὅλως ἀνατομῆς ἁψάμενος.
[19] ἐπεὶ δὲ πρὸς ἡμῶν ἐδέδεικτο καὶ διὰ τῶν ἔμπροσθεν ὡς τοῖς νεύροις ἐγκέφαλος ἐπιπέμπει δυνάμεις οἷον πηγή τις ὑπάρχων αὐτός, οὐκ ἐκ καρδίας λαμβάνων, ὡς μὲν ἔνιοι δι' αὐτῶν ὧν ἔφασαν νεύρων, ὡς δ' ἄλλοι διὰ τῶν καρωτίδων ἀρτηριῶν, ἠναγκάσθημεν οὖν αὖθις ἡμεῖς ἐπιδεικνύναι μήθ' ὑμένας ἀναφερομένους ὅλως ἐκ καρδίας εἰς κεφαλήν, εἰ δὲ καί τινες τῶν κατὰ τράχηλον ὑμένων, ἐκ καρδίας μὴ εἶναι φάσκειν, διατέμνοντές τε πάντας αὐτοὺς ἐκκόπτοντές τε μηδὲν τοῦ ζῴου βλαπτομένου.
[20] σκεπάσματα γάρ εἰσιν οἱ ὑμένες, ἔνθα περ ἂν ὑπάρχωσι, μορίων, μηδεμίαν ἐνέργειαν ἢ χρείαν ἑτέραν ἔχοντες ὁποίαν ἀρτηρίαι [21] καὶ νεῦρα καὶ φλέβες. ὥσπερ οὖν ἐν τούτοις οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ' ὅσοι μήτ' ἠσκήθησαν ἐν ἀποδεικτικῇ μεθόδῳ μήτ' ἀληθείας ἐρῶσιν, οὕτω κἀπὶ τοῦ πλήθους τῶν ἀρετῶν ὁ μὲν ἐπιστημονικὸς λόγος ἐλάχιστος, οἱ δ' ἐξ ἀμαθίας τε καὶ φιλονεικίας ὁρμώμενοι πολλοί.
[22] τίς οὖν ὁ ἐπιστημονικὸς λόγος; ὁ ἀπ' αὐτῆς δηλονότι τῆς τοῦ πράγματος οὐσίας ὁρμώμενος, ὡς ἐν τῇ περὶ τῆς ἀποδείξεως ἐδείχθη πραγματείᾳ.
[23] χρὴ γὰρ ἄρξασθαι μὲν ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐννοίας, μεταβῆναι δ' ἐντεῦθεν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν, ἐπισκοπούμενον εἴτε μία τῆς κατὰ ψυχὴν ἀρετῆς εἴτε πλείους εἰσὶν αἱ οὐσίαι, κατὰ τὸ κοινότατον τῶν σημαινομένων, ὡς ἐν τοῖς περὶ τῆς ἀποδείξεως εἴρηται βιβλίοις, ἀκουόντων ἡμῶν τοῦ τῆς οὐσίας ὀνόματος, ὅπερ ἐστὶν οἷον ὕπαρξις.
[24] ‹ἀρετὴ δὲ διάθεσις›, ὥς φασιν, ἡ βελτίστη, ‹ἢ› τελειότης τῆς ἑκάστου φύσεως. ἀλλ' εἴπερ τι τοιοῦτον πρᾶγμά ἐστιν ἡ ἀρετή, μία καθ' ἕκαστον ὑπάρξει τῶν ὄντων.
[25] εἴπερ γὰρ τὸ βέλτιστον ἓν καὶ ἡ τελειότης ἐστὶ μία, κατὰ μὲν τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐπιστήμην ἀναγκαῖον εἶναι τὴν ἀρετήν, καὶ εἴπερ ἓν τοῦτο ἔστι μόνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ λογιζόμενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς· εἰ δὲ καὶ τὸ θυμικόν, [26] ἀναγκαῖον ἔσται κἀκείνου γενέσθαι τὴν ἀρετήν. οὕτω δὲ εἰ καὶ τρίτον ἄλλο πρὸς τούτοις εἴη, τὸ ἐπιθυμητικόν, ἑξῆς μὲν αὗται τρεῖς, ἄλλη δ' ἐκ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως [27] γίγνεται τετάρτη. ἆρα μή τι μακρὸς ὁ λόγος; οὐδαμῶς, ὥσπερ οὐδ' ἄλλος οὐδεὶς τῶν ἐπιστημονικῶν·
ἀλλὰ μακρὰ λέγειν ἡμᾶς ἀναγκάζουσιν οἱ ληροῦντες μακρά, καθάπερ ἀμέλει καὶ νῦν ἀναγκαῖόν ἐστιν, εἰ καὶ μὴ τελέως μακρά, μέτρια [28] γοῦν ἔτι διελθεῖν ὑπὲρ τῶν τῆς ψυχῆς ἀρετῶν. εἰ γάρ, ὡς ἔμπροσθεν δέδεικται, ἕτερον μέν ἐστι τὸ λογιζόμενον, ἕτερον δὲ τὸ ἐπιθυμοῦν, ἄλλο δὲ τὸ θυμούμενον, ἔσται τις ἀρετὴ [29] καθ' ἕκαστον αὐτῶν μία. κάλει τοίνυν εἰ βούλει τὴν μὲν ἐν τῷ λογιζομένῳ σοφίαν ἢ φρόνησιν ἢ ἐπιστήμην ἢ ὅτιπερ ἂν ἄλλο σοι δόξῃ, τὴν δ' ἐν τῷ θυμουμένῳ πάλιν ἀνδρείαν ἢ ὅτιπερ ἂν ἄλλο βουληθῇς·
οὐ γάρ μοι μέλει τῶν ὀνομάτων, ἀλλ' ὅτι μίαν αὐτὴν ἀναγκαῖον εἶναι· κάλει δ' εἴπερ ἐθέλεις καὶ τὴν ἐν τῷ λοιπῷ, τῷ ἐπιθυμητικῷ, γιγνομένην ἀρετὴν σωφροσύνην, αὖθις ἡμῶν ἐπισκεπτομένων περὶ τῆς κατ' αὐτὴν Ἀριστοτέλει τε καὶ Πλάτωνι γεγενημένης διαφωνίας οὐ [30] μεγάλης ὑπαρχούσης. ἐπεὶ δ' ἕκαστον μόριον τῆς ὅλης ψυχῆς τὸ κατὰ τὴν ἀξίαν ἑαυτοῦ κάλλος ἔχει, τὴν ψυχὴν [31] ὅλην εἰκότως ἂν εἴποις δικαίαν. ἐν μὲν οὖν τοῖς ἀλόγοις μέρεσιν αὐτῆς ἕξεις τέ τινές εἰσι καὶ δυνάμεις μόνον αἱ ἀρεταί, κατὰ δὲ τὸ λογικὸν οὐχ ἕξις μόνον ἢ δύναμίς ἐστιν, ἀλλὰ καὶ ἐπιστήμη ἡ ἀρετή.
[32] μόνῳ γὰρ τούτῳ τῷ μέρει τῆς ψυχῆς ἐπιστήμης μέτεστι, τὰ δὲ ἄλλα δυνάμεις μέν τινας καὶ ἕξεις βελτίους τε καὶ χείρους κτᾶσθαι δύναται, μετασχεῖν δ' ἐπιστήμης ἀμήχανον αὐτοῖς, ἄχριπερ ἂν μηδὲ λόγου. τὸ μὲν οὖν ἀληθὲς οὕτω βραχύ.
[2]
[1] Μεταβῶμεν δ' ἑξῆς ἐπὶ τὸ διημαρτημένον· ἔστι γὰρ [2] οὐδ' αὐτὸ μακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι. νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ [3] κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθὰ μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δ' ὅταν τὰ μὲν θαρρῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ' ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην·
ἑνὶ δὲ λόγῳ γιγνώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ' ἐστὶ καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία [4] καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδ' ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι.
[5] καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂν ὁ βίος διοικοῖτο κατ' ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς γιγνωσκόντων τε καὶ πραττόντων κατ' ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίγνοιτ' ἂν ἡ ἐπιστήμη, μία δ' ὡσαύτως καὶ ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δ' ἀνεπιστημοσύνη.
[6] ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαρρεῖν ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸ τίθεται, ἀγνοῶν τἀληθές, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ' ἔχει ψυχῆς ἣν ὀνομάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν ἐπιστήμην οὖσαν ὧν χρὴ θαρρεῖν ἢ μὴ θαρρεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειλημμένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτ' ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ' ἀδιάφορα πάντα.
[7] καὶ τοίνυν εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθόν, τὸ δ' ἀνιαρὸν κακόν, ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ μὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγήν, ἀμαθής ἐστιν [8] οὐσίας ἀγαθοῦ καὶ διὰ ταῦτ' ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθόν, φευγόντων δὲ τὸ φαινόμενον κακόν, ἐχόντων δὲ φύσει τὰς ὁρμὰς ταύτας ἐφ' ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ' ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν ἀναμαρτήτους ἐργάζεται.
[9] Χρύσιππος δὲ οὐκ οἶδ' ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐτοῖς πράγμασι, προσέχει τὸν νοῦν ἕτερόν τι νομίζων δηλοῦσθαι καθ' ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαρρητέον, ἀγαθόν.
[10] ἔστι δ' οὐχ ἕτερον, ἀλλ' ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι μόνον ὅπερ ἂν ἕλοιτό τις ἢ πράξειεν ἢ θαρρήσειεν, ὥσπερ γε καὶ τὸ κακόν, ὃ μήτε ἂν ἕλοιτο μήτε πράξειε μήτε θαρρήσειεν.
[11] ὡς οὖν ὁ λέγων ἔχειν ἡμᾶς ὀφθαλμοὺς οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἔχειν ἡμᾶς ὦπας ἢ ὄμματα, καθάπερ οὐδ' εἰ τούτων ἀποχωρήσας τῶν ὀνομάτων ἡμᾶς ἔχειν φαίη μόριον ὀπτικὸν ἢ μόριον ὁρατικὸν ἢ ὄργανον ὁρατικόν, οὕτως ὁ λέγων ἔχειν ἡμᾶς ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος ἐπιστήμην αἱρετέων καὶ οὐχ αἱρετέων ἢ ποιητέων καὶ οὐ ποιητέων ἢ θαρραλέων καὶ οὐ θαρραλέων ἔχειν [12] ἡμᾶς. ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ' αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶν αἱρετέον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐξεταζομένην ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον.
[13] ὥσπερ οὖν τὸν περὶ ‹τῶν› τῆς ψυχῆς ἡμῶν μερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ περιέλαβεν ἐπιστημονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας, οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς [14] ἐφεξῆς ἐδίδαξε διὰ βραχέων. ἐν δέ γε τῷ Λάχητι παρέγραψεν "εἴ τις ἐπιστήμας εἶναι νομίζει τὰς ἀρετάς, οὐ πολλαὶ γίγνοιτ' ἂν ἀλλὰ καὶ μία γνῶσις ἀγαθῶν τε καὶ κακῶν."
[15] οὔκουν οὔτε Πλάτων οὔτ' ἐγὼ πολυλογίας αἴτιος καθάπερ οὐδ' Ἀρίστων, ἀλλ' ὁ μακροὺς μὲν ἀποτείνων λόγους ἐκ λημμάτων ἀρχομένους ἤτοι διαλεκτικῶν μόνον, οὐ μὴν ἐπιστημονικῶν, ἢ οὐδὲ τοιούτων ἀλλ' ἤτοι ῥητορικῶν ἢ σοφιστικῶν.
[16] ἐπιδέδεικται δέ μοι τοῦτο κατὰ τὸ δεύτερον ὑπόμνημα τῆσδε τῆς πραγματείας δεικνύντι τὴν διαφορὰν τῶν λημμάτων, ὅπερ οὐ τοῦ προκειμένου ἐστὶ σκέμματος.
[17] οὕτως οὖν κἀν τοῖς περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται καταβαλλόντων μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.
[3]
[1] Διὰ τοὺς ἀγανακτοῦντας οὖν ἐπὶ τῷ μήκει τῆς ἐνεστώσης πραγματείας ἑτέρωθι μὲν ἰδίᾳ περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς αὖθις ἔγνωκα ποιήσασθαι τὸν λόγον, ἐν δὲ τῷ παρόντι διὰ τοὺς φιλομαθεῖς ἐπείγοντάς με τὰ λείποντα προσθεῖναι τοῖς ἐνεστῶσιν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις ἀφίξομαι.
[2] δέδεικται μὲν γὰρ ὡς ἡ τοῦ γεγεννημένου ζῴου διοίκησις ὑπὸ τριῶν ἀρχῶν γίνεται, μιᾶς μὲν τῆς ἐν τῇ κεφαλῇ κατῳκισμένης ἧς ἔργα καθ' ἑαυτὴν μὲν ἥ τε φαντασία καὶ ἡ μνήμη καὶ ‹ἡ ἀνάμνησις, ἐπιστήμη τε καὶ› νόησις καὶ διανόησις, ἐν δὲ τῷ πρός τι τῆς τ' αἰσθήσεως ἡγεῖσθαι τοῖς [τ'] αἰσθανομένοις τοῦ ζῴου μέρεσι καὶ τῆς κινήσεως τοῖς κινουμένοις καθ' ὁρμήν,
ἑτέρας δὲ τῆς ἐν τῇ καρδίᾳ καθιδρυμένης, ἧς ἔργα καθ' ἑαυτὴν μὲν ὁ τόνος ἐστὶ τῆς ψυχῆς καὶ τὸ μόνιμον ἐν οἷς ἂν ὁ λογισμὸς κελεύσῃ καὶ τὸ ἀήττητον, κατὰ πάθος δ' ‹ἡ› οἷον ζέσις τῆς ἐμφύτου θερμασίας ποθούσης τιμωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυμός, ἐν δὲ τῷ πρός τι θερμασίας ἀρχὴ τοῖς κατὰ μέρος εἶναι μορίοις ἀρτηρίαις τε κινήσεως σφυγμικῆς· τῆς δ' ὑπολοίπου δυνάμεως ἐν ἥπατι καθιδρυμένης ἔργα τὰ περὶ τὴν θρέψιν ἅπαντα κατὰ τὸ ζῷον, ὧν μέγιστον μέρος ἐν ἡμῖν τε καὶ πᾶσι τοῖς ἐναίμοις ζῴοις ἐστὶν ἡ τοῦ αἵματος γένεσις.
[3] τῆς δ' αὐτῆς ταύτης δυνάμεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις, ἐν ᾗ σφοδρότερον τοῦ δέοντος κινουμένη τήν τ' ἀκρασίαν καὶ τὴν ἀκολασίαν ἐργάζεται. ἡ μὲν οὖν ἀπόδειξις ἡ δεικνῦσα τὴν τῶν νεύρων ἀρχὴν εἶναι κατὰ τὴν κεφαλὴν εὐθὺς ἔχει καὶ τὸ μέρος αὐτῆς συνενδεικνύμενον.
[4] ὄντων γὰρ τοῦ λόγου δυοῖν λημμάτων, ἑνὸς μὲν κατὰ τὴν τοῦ προβλήματος ἔννοιαν ἢ οὐσίαν ἢ φύσιν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἑτέρου δὲ φαινομένου διὰ τῆς ἀνατομῆς, τούτῳ τῷ φαινομένῳ μετ' ἀκριβείας γιγνωσκομένῳ συνδιαγιγνώσκεται τῆς κεφαλῆς τὸ μέρος ὅθεν ἡ ἀρχὴ τῶν νεύρων ἐστίν, οὐχ αἱ μήνιγγες ἀλλ' ἐγκέφαλος.
[5] ἕκαστον γὰρ τῶν ἀποφυομένων νεύρων τριπλοῦν τὴν οὐσίαν ἐστί· τὸ μέσον μὲν γὰρ αὐτοῦ καὶ διὰ βάθους, ὅπερ ἀνάλογόν ἐστι τῇ τῶν δένδρων ἐντεριώνῃ, τὴν ἀρχὴν τῆς γενέσεως ἔχον ἐξ ἐγκεφάλου, περιεχόμενον δ' ἐν κύκλῳ προτέρᾳ μὲν τῇ τῆς λεπτῆς μήνιγγος ἀποφύσει, δευτέρᾳ δὲ τῇ τῆς παχείας. [6] Ἐρασίστρατος δ' ἄχρι πολλοῦ τὴν ἔξωθεν μοῖραν ὁρῶν μόνην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας μήνιγγος ὁρμωμένην, ἀπ' ἐκείνης ᾤετο πεφυκέναι σύμπαν τὸ νεῦρον καὶ μεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραμμάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης τὸν ἐγκέφαλον μήνιγγος πεφυκέναι φάσκοντος τὰ [7] νεῦρα. ἀλλ' ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων μόνοις τοῖς τῆς τέχνης θεωρήμασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατομάς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ' ἐγκεφάλου πεφυκυῖαν.
[8] ἔχει δ' ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον· "ἐθεωροῦμεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου καὶ ἦν ὁ μὲν ἐγκέφαλος διμερής, καθάπερ καὶ τῶν λοιπῶν ζῴων, καὶ κοιλίαι παραμήκεις τῷ εἴδει κείμεναι· συντέτρηντο δ' αὗται εἰς μίαν κατὰ τὴν συναφὴν τῶν μερῶν· ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουμένην καὶ [9] ἐκεῖ ἑτέρα ἦν μικρὰ κοιλία. διαπέφρακτο δὲ ταῖς μήνιγξιν ἕκαστον τῶν μερῶν· ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ' ἑαυτὴν καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δ' ἔτι μᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγμοῖς καὶ ποικίλοις κατεσκεύαστο.
[10] ὥστε μαθεῖν ‹ἐκ› τούτων τὸν θεωροῦντα ὅτι ὥσπερ ἐπὶ τῶν λοιπῶν ζῴων, ἐλάφου τε καὶ λαγωοῦ καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζῴων ὑπεραίρει τοῖς πρὸς ταῦτα χρησίμοις εὖ κατεσκευασμένον μυσί τε καὶ νεύροις, οὕτω καὶ ἀνθρώπῳ, ἐπειδὴ τῶν λοιπῶν ζῴων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ' ἔστι ‹καὶ› πολύπλοκον. ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων αἱ πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ' ὅλον εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶμα ὁ ἐγκέφαλος. [11] ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνομένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ αἱ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀποφύσεις ἀπὸ τοῦ ἐγκεφάλου."
[12] ἐν τούτοις ὁ Ἐρασίστρατος ὁμολογεῖ τὸ πρότερον ἀγνοούμενον ἑαυτῷ σαφῶς ἑωρακέναι τηνικαῦτα, τῶν νεύρων ἕκαστον ἐξ ἐγκεφάλου φυόμενον. ἀκριβῶς δὲ καὶ περὶ τῶν τεττάρων αὐτοῦ κοιλιῶν ἔγραψεν, ἃς οὐδ' αὐτὰς ἔτει τῷ πρότερον εἶδεν.
[13] εἰ δὲ κἀπὶ τῶν ζώντων ζῴων ἐπεποίητο τὴν πεῖραν ἣν ἡμεῖς οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πάνυ πολλάκις ἐποιησάμεθα, βεβαίως ἂν ἔγνω τὴν μὲν σκληρὰν καὶ παχεῖαν μήνιγγα σκέπης ἕνεκεν γεγενημένην ἐγκεφάλου, τὴν δὲ μαλακὴν καὶ λεπτὴν καὶ τούτου μὲν αὐτοῦ χάριν, ἔτι δὲ μᾶλλον ὑπὲρ τοῦ συνδεῖν ἅπαντα τὰ κατὰ τὸν ἐγκέφαλον [14] ἀγγεῖα, τὰς ἀρτηρίας καὶ τὰς φλέβας. τίνα δέ ἐστιν ἃ χρῆναί φημι τεθεᾶσθαι κατὰ τὰς ἀνατομὰς εἰς τὴν τῶν τοιούτων δογμάτων εὕρεσιν, ἐπὶ πλέον μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται, μνημονεύσω δὲ καὶ νῦν αὐτῶν τοσούτου μέρους ὅσον εἰς τὰ παρόντα μάλιστ' ἐστὶ χρήσιμον.
[15] ἐκκοπέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ ζῶντος ἔτι τοῦ ζῴου καὶ γυμνῆς τῆς παχείας μήνιγγος γενομένης ἐὰν ἑκατέρωθεν τῆς μέσης εὐθείας, καθ' ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλουμένη, δι' ἀγκίστρων ἀνατείνας αὐτὴν ἢ τέμῃς μόνον ἢ ἐκτέμῃς ὅλην, οὔτ' ἀναίσθητον οὔτ' ἀκίνητον γίγνεται τὸ ζῷον, ὥσπερ οὐδ' εἰ τὸ σκέπον αὐτῆς μέρος ὅλον τὸν ὄπισθεν [16] ἐγκέφαλον ἢ τέμοις μόνον ἢ ἐκτέμοις. οὐ μὴν οὐδ' εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέμνοις, οὐδ' οὕτως τὸ ζῷον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα τῶν κοιλιῶν αὐτοῦ τὴν τομὴν ἐξικέσθαι.
[17] μάλιστα μὲν οὖν ἡ ὀπίσω βλάπτει τὸ ζῷον, ἐφεξῆς δ' ἡ μέση· τῶν προσθίων δ' ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην καὶ μᾶλλον μὲν ἐπὶ [18] τῶν πρεσβυτέρων ζῴων, ἧττον δ' ἐπὶ τῶν νέων. τὰ δ' αὐτὰ ταῖς εἰς τὰς κοιλίας τομαῖς αἱ κατ' αὐτῶν ἐργάζονται θλίψεις, ἃς οὐδ' ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ φυλαττομένων ὁρῶμεν ἐνίοτε γιγνομένας ἐπὶ τῶν ἀνατιτραμένων ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν.
[19] ἐκ τούτων οὖν τῶν φαινομένων ἴσως ἄν τις ὑπονοήσειε τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦμα δυοῖν θάτερον, εἰ μὲν ἀσώματός ἐστιν ἡ ψυχή, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶμα, τοῦτ' αὐτὸ [πνεῦμα] τὴν ψυχὴν εἶναι.
[20] ἀλλ' ὅταν γε συναχθεισῶν τῶν κοιλιῶν ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῷον, οὐκέτ' ‹οὐδέτερον› οἷόν τε [21] φάναι τῶν εἰρημένων ὑπάρχειν τουτὶ τὸ πνεῦμα. βέλτιον οὖν ὑπολαβεῖν ἐν αὐτῷ μὲν τῷ σώματι τοῦ ἐγκεφάλου τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ' ἂν ᾖ κατὰ τὴν οὐσίαν
(οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει), τὸ πρῶτον δ' αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζῴου καὶ προσέτι τὰς καθ' ὁρμὴν κινήσεις τοῦτ' εἶναι τὸ πνεῦμα, διὸ καὶ κενωθέν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν μὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι [22] τὸ ζῷον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ' ἂν αὐτῷ κενουμένῳ παραχρῆμα τὸ ζῷον.
[23] εὔλογον οὖν γεννᾶσθαι μὲν τουτὶ τὸ πνεῦμα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾶν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούμενα χοριοειδῆ πλέγματα γέγονεν, [24] ὄργανον δ' ὡς ἔφην εἶναι τὸ πρῶτον αὐτὸ τῆς ψυχῆς. ἔτι δ' ἂν μᾶλλον ἐλπίσαις γίγνεσθαι τὸ πνεῦμα τοῦτο τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ καὶ μάλιστα τῶν ἀρτηριῶν εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τὸ δικτυοειδὲς ἰδὼν πλέγμα γιγνόμενον ἐκ τῶν ἐρχομένων εἰς τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶσαι τὸ κρανίον ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουμένην ἐγκεφάλου βάσιν.
[25] ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάμην τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγματι περιεχομένην ὑπὸ τῆς παχείας μήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων ὀνομαζομένων ἀρτηριῶν οὐ σμικρά τις ἀφικνουμένη μοῖρα, καθ' ἑκάτερον μέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόμεναι πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον, ἀλλ' ἐπ' ἀλλήλοις κείμενα πολλὰ μετὰ τοῦ συνῆφθαί τε καὶ συμπεφυκέναι πάντα.
[26] καὶ πάλιν γε κατὰ τοῦ πλέγματος τοῦδε τηλικοῦτον ζεῦγος ἀρτηριῶν ἐκφυόμενον ἡλίκον ἐξ ἀρχῆς ἦν τὸ παρὰ τῶν καρωτίδων ἧκον, εἰς τὸν ἐγκέφαλον ἀναφέρεται τά τ' ἄλλα μέρη διαπλέκον αὐτοῦ παμπόλλαις ἀπονεμήσεσι [27] καὶ τὰ κατὰ τὰς κοιλίας ἐργαζόμενον πλέγματα. τὸ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦμα ζωτικόν ἐστί τε καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικόν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ' ὡς ὄργανον πρῶτον αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν οὐσίαν.
[28] ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦμα κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν γεννᾶται τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυμῶν ἀναθυμιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν γένεσιν· ἐχρῆν γὰρ δήπου μᾶλλον ἁπάντων αὐτὸ μεταβολῆς ἀκριβοῦς τυχεῖν.
[29] εἴπερ οὖν τό τε σπέρμα καὶ τὸ γάλα, καίτοι γ' ἀπολειπόμενα τῇ δυνάμει τοῦ ψυχικοῦ πνεύματος, ὅμως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεομένη πολυχρόνιον αὐτοῖς ἐμηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις διατριβὴν καὶ διὰ τοῦτο τῷ μὲν σπέρματι τὴν πρὸ τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ μῆκος τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν ἐγκέφαλον ἐκ τοῦ ζωτικοῦ πνεύματος ἐργαζομένη τὸ ψυχικὸν οἷον λαβύρινθόν τινα ποικίλον ἐδημιούργησε πλησίον ἐγκεφάλου τὸ δικτυοειδὲς πλέγμα.
[30] τοῦτό τε οὖν αὐτὸ τῆς κατασκευῆς τῶν μορίων ἐνδειξαμένης ἐδιδάχθημεν, ὅτι τε τὸ ψυχικὸν πνεῦμα μήτ' οὐσία ψυχῆς ἐστι μήτε οἶκος αὐτῆς, ἀλλ' ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ τὰς τρώσεις αὐτίκα μὲν οἷόνπερ νεκρὸν γίγνεσθαι τὸ ζῷον, ἀθροισθέντος δὲ αὖθις ἀναβιώσκεσθαι· καὶ πάνθ' ἁπλῶς ὅσαπερ εἴρηταί τε καὶ μέλλει λεχθήσεσθαι, τὰ μὲν ἐκ τῆς τῶν μορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑπομένων συμπτωμάτων ἐπὶ ταῖς τομαῖς ἢ θλίψεσιν ἔχει τὴν εὕρεσιν.
[31] αὐτίκα γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ μὲν διὰ τῆς καλουμένης χώνης εἰς ὑπερῴαν καθήκουσιν, οἱ δ' εἰς τὴν ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ' ἐν [32] τοῖς ὀπτικοῖς φαίνονται νεύροις. καί τις ἄλλος εἷς ἀζυγὴς ἐμβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ' ὃ μέρος μάλιστα τῆς παχείας μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ οὐχ ἥκιστα τὸν Ἐρασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι διὰ τὴν τῆς μήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον· ἑώρα γὰρ ἐπὶ τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκομένων βοῶν ἅμα τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐτίκα [33] τὸ ζῷον γινόμενον. ἀλλ' οὐ τῷ πάθει τῆς μήνιγγος, ἀλλὰ τῷ γυμνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ' ἐστὶν ἐκ τοῦ κατὰ πάντα τἆλλα μέρη τὴν μήνιγγα μηδὲν [34] τοιοῦτον τιτρωσκομένην ἐργάζεσθαι. περὶ μὲν οὖν τῆς ὅλης φύσεως ἐγκεφάλου δι' ἑτέρων λέγεται πραγματειῶν, τὰ μὲν ἐξ ἀνατομῆς φαινόμενα κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων, ἡ δὲ χρεία τῆς κατασκευῆς ἑκάστου τῶν μελῶν ἐν τῇ περὶ χρείας μορίων εἴρηται, οὐκ ὀλίγα δὲ κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν·
ἐν δὲ τῷ παρόντι τὰ [35] χρήσιμα μόνα πρὸς τὰ προκείμενα διέρχομαι. τῶν γάρ τοι νεύρων ἐκπεφυκότων ἐγκεφάλου τε καὶ τῶν περικειμένων αὐτῷ μηνίγγων διὰ μὲν τῆς κατὰ τὸν ἐγκέφαλον ἀποφύσεως ἥ τ' αἴσθησις ἅπασι τοῖς μέλεσι καὶ ἡ κίνησις χορηγεῖται, ὃ δ' ἑκατέρας τῶν μηνίγγων ἐστὶν ἀποβλάστημα, τὴν αὐτὴν χρείαν παρέχει τοῖς νεύροις ἥνπερ ἐγκεφάλῳ παρεῖχον ἐκεῖναι.
[36] διὸ κἂν ἄμφω περιέλῃς οὐδὲν βλάπτεται τὸ μόριον εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ οὐδ' εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν μήνιγγας· οὐδὲν γὰρ οὐδ' ἐπὶ ταύταις βλάπτεται τὸ ζῷον ἔν γε τῷ παραυτίκα· χρόνῳ δ' ὕστερον εἰ κατὰ συμπάθειαν ἕπεται κίνδυνος, οὐδὲν τούτων ἐστὶ πρὸς τὸ ζητούμενον.
[4]
[1] Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ ἐγκεφάλου κενωθέντος τοῦ πνεύματος ὅλον τὸ ζῷον ἀναίσθητον ἐγίνετο καὶ διὰ τοῦτ' ἔφαμεν αὐτὸ χρήσιμον ὑπάρχειν εἰς τὰς τῶν μορίων αἰσθήσεις τε καὶ κινήσεις, οὕτως ἡγητέον ἐστὶ καὶ καθ' ἕκαστον νεῦρον εἶναί τι πνεῦμα; καὶ πότερον ἐγχώριόν γέ τι καὶ σύμφυτον αὐτοῖς εἶναι τοῦτο, [τὸ] πληττόμενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος ὥσπερ ἀγγέλου τινός, ἢ σύμφυτον μὲν ἔνεστιν αὐτοῖς οὐδέν,
ἐπιρρεῖ δ' ἐξ ἐγκεφάλου κατ' ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ κινῆσαι προαιρούμεθα τὸ μέρος; ἐγὼ μὲν οὐκ ἔχω προχείρως ἀποφήνασθαι, προκείσθω δ' ἐν κοινῷ σκοπεῖσθαι καὶ ταῦτα μὲν ἄμφω τὰ νῦν εἰρημένα καὶ πρὸς τοῖσδε τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ αἰνίττεσθαί μοι δοκοῦσιν οἱ κατὰ δύναμιν ἐπιρρεῖν τινα χωρὶς οὐσίας φάσκοντες.
[2] αἱ γὰρ κατ' ἀλλοίωσιν εἰς τὰ συνεχῆ σώματα διαδόσεις τῶν ποιοτήτων ἐπιρροαὶ δυνάμεως ὑπ' αὐτῶν λέγονται, καθάπερ ὅταν ἐπὶ τοῦ περιέχοντος ἀέρος ἐκ τῆς ἡλιακῆς αὐγῆς ὁρμηθεῖσά τις ποιότητος εἰς ἅπαν αὐτοῦ μέρος ἀφικνῆται διάδοσις, αὐτῆς τῆς οὐσίας τοῦ ἡλίου μενούσης κατὰ χώραν· ἐπιδέδεικται γὰρ ἡμῖν τοῦτο κατὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν.
[3] οὔκουν οἷόν τε προχείρως ἀποφήνασθαι πότερον οὕτως ἐξ ἐγκεφάλου δύναμις ἐπιρρεῖ τοῖς μέλεσι διὰ νεύρων, ἢ τῆς τοῦ πνεύματος οὐσίας παραγινομένης ἄχρι τῶν αἰσθανομένων καὶ κινουμένων μορίων, ἢ μέχρι τινὸς ἐμπιπτούσης τοῖς νεύροις ὡς ἀλλοιῶσαι σφοδρῶς αὐτά, κἄπειθ' οὕτως τῆς ἀλλοιώσεως ἄχρι τῶν κινουμένων μελῶν διαδιδομένης.
[4] τοιοῦτον γοῦν τι καὶ κατὰ τὴν ὀπτικὴν αἴσθησιν ἐν τοῖς περὶ τῆς ἀποδείξεως ἐδείχθη γιγνόμενον.
ὅτι γὰρ ἐπ' ἐκείνων τῶν νεύρων αὐγοειδὲς φέρεται πνεῦμα τρήματα ἐχόντων σαφῆ κατά τε τὴν ἄνωθεν ἀρχὴν καὶ τὴν εἰς τοὺς ὀφθαλμοὺς ἔμφυσιν, ἐν ταῖς τῶν μεγάλων ζῴων ἀνατομαῖς [5] ἐστι θεάσασθαι. τὸ μὲν οὖν κάτω καὶ πρὸς τοῖς ὀφθαλμοῖς οἱ πλεῖστοι τῶν ἀνατομικῶν ἐγνώκασιν, ἡ δ' ἄνωθεν ἀρχὴ τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσα τῶν προσθίων κοιλιῶν.
[6] ἑκατέρας γὰρ αὐτῶν στενὴν καὶ προμήκη τὴν κάτω τελευτὴν ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα, τὸ δὲ ἄνω πέρας, ὃ πρὸς τὴν μέσην ἀνήκει κοιλίαν, εὐρυνόμενον, ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα [7] βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν. οὐ μὴν ἐξικνοῦνταί γ' ἐπ' ἐκείνην, ἀλλὰ κατ' ὀλίγον στενωθεῖσαι παύονται κέρατος δίκην οὐκ ἀκριβῶς εὐθέος ἀλλ' ἀτρέμα πως ἀποστρεφομένου.
[8] πρὸς τοῦτ' οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ τρῆμα δυσθεώρητον ἔχουσα. [9] θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάμενος, ἑνὸς μὲν τοῦ μέγα τὸ ζῷον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆμα μετὰ τὸν θάνατον ἀνατέμνεσθαι καὶ τρίτου τοῦ τὸν πέριξ ἀέρα φωτεινὸν [10] εἶναι. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασμένοις γυμνώσῃς ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν ἅπαντα τὰ κατ' αὐτῆς ἐπικείμενα σώματα χωρὶς τοῦ διασπάσαι τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ κατὰ τὴν ἀρχὴν αὐτοῦ τρῆμα.
[11] ὅτι μὲν οὖν φέρεταί τι πνεῦμα διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλμούς, ἥ τε κατασκευή σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος μὲν αὐτῶν ἑνὸς εὐρύνεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δέ, παραχρῆμα πάλιν [12] εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι μέγεθος. ὅτι τε γὰρ ὑπό τινος οὐσίας διατεινομένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν εὐρύνεσθαι τῷ κατὰ τὴν κόρην τρήματι καὶ ἄλλως ἀμήχανον, ὅτι τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ ὑγροῦ τινος ἐπιρρέοντος [τε], ἀλλὰ μόνης ἐστὶ πνευματικῆς ἔργον οὐσίας, οὐ χαλεπὸν συνιδεῖν.
[13] ἐπεὶ δ' ἐς ταὐτὸ ἀμφότεροι οἱ πόροι παραγίγνονται, καὶ γὰρ καὶ τοῦτ' ἐναργῶς φαίνεται διὰ τῆς ἀνατομῆς, εἰκός ἐστι τὴν κοινὴν χώραν ἐξ ἀμφοτέρων τῶν πόρων τὸ πνεῦμα δεχομένην ἐν τῷ μύσαι τὸν ἕτερον ὀφθαλμὸν ἐπιπέμπειν [14] τῷ λοιπῷ σύμπαν αὐτό. μέγιστον δὲ μαρτύριον τοῦ λεγομένου καὶ τὸ τῶν ὑποκεχυμένων, οἷς μὲν ἂν εὐρύνηται τὸ τρῆμα κλεισθέντος θατέρου τῶν ὀφθαλμῶν, ἔτι σώζεσθαι τὴν ὀπτικὴν δύναμιν, οἷς δ' ἂν μὴ γίγνηται τοῦτο, τελέως ἀπολωλέναι καὶ διὰ τοῦτο, κἂν καλῶς καταχθῇ τὸ ὑπόχυμα, μὴ βλέπειν αὐτούς.
[15] ἄλλοις δέ τισι συνέβη μὴ βλέπειν ὑποχύματος χωρίς, ἐφ' ὧν εἰ κλεισθείη θατέρου τὸ βλέφαρον, ἡ κόρη τὸν ἴσον ὁρᾶται κύκλον ἔχουσα τῷ πρόσθεν, ὡς ἂν μηκέτι πνευματικῆς οὐσίας ἀφικνουμένης εἰς τὸν ὀφθαλμόν, ὑφ' ἧς διατείνεται πληρούμενος ἔνδοθεν ὁ ῥαγοειδὴς [16] χιτών. εἰκότως οὖν ἐπὶ τούτων ἐμπεφράχθαι τοὺς πόρους τῶν ὀπτικῶν νεύρων ὑπὸ πολλῶν εὐδοκίμων ἰατρῶν εἴρηται. [17] καὶ οἶδά γέ τινα τῶν οὕτω παθόντων διηγούμενον ἡμῖν ὡς πρὶν μὲν παθεῖν ἐπὶ τοῖς ὕπνοις ἀνοιχθέντων τῶν βλεφάρων ἑώρα φῶς πολὺ πρὸ τῶν ὀφθαλμῶν, ὅπερ ἀμέλει κἀμοὶ καὶ πολλοῖς ἄλλοις ὑπάρχει, κατὰ βραχὺ δ' ἔφη μειωθῆναι τό τε φῶς αὐτὸ μέχρι τοῦ μηδ' ὅλως ἔτι φαίνεσθαι, καὶ τὴν ὀπτικὴν αἴσθησιν ἀμαυρουμένην ὁμοίως εἰς ἀπώλειαν ἀφικέσθαι παντελῆ.
[18] λέουσι δὲ καὶ παρδάλεσι καὶ τῶν ἄλλων ζῴων οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλμός, ἔνεστί σοι θεάσασθαι νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα, κύκλον αὐγῆς ἐπ' αὐτῆς φαινόμενον, ὡς ἀναλογίσασθαι τοσοῦτον ἀπὸ τῆς κόρης ἐν τῷ μεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήματος ὁ [19] κύκλος αὐτῆς. τοῖς μὲν γὰρ μείζονα τοῦτον ἔχουσι φύσει καὶ ὁ τῆς αὐγῆς κύκλος μείζων φαίνεται, τοῖς δ' ἐλάττονα τοσοῦτον ἀνὰ λόγον ἐλάττων, ὅσον κἀκεῖνος.
[20] πότερον οὖν ὥσπερ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφικνεῖταί τι πνεῦμα διὰ τῶν ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἆλλα ἔχει σύμπαντα καί τις ὁδός ἐστι καθ' ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σμικρότητος ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρχειν [21] ἰνῶν; δεήσει γὰρ ἡμᾶς ἐπινοῆσαί τι τῷ πόρῳ περικείμενον ἐν κύκλῳ, τὸ τοῦ νεύρου σῶμα, λεπτότερον καὶ τῶν ἀραχνίων, ὥστ' αὐτό τε διασπασθήσεται τάχιστα καὶ ὁ πόρος ἐμφραχθήσεται μόνον οὐ καθ' ἑκάστην ῥοπήν. διὰ ταῦτα μὲν ἡγοῦμαι μὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους.
[22] ἴσως οὖν ἐρεῖ τις· "εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ' ἐστὶ διακομίζειν τοῖς κάτω μέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάμεις ἀκοίλιον ὑπάρχον, [23] ἐγχωρήσει καὶ πάντα." τί δήποτ' οὖν ὅ γε κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως ὡς ἐν τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ μὲν συνεχεῖ ἡ μετάδοσις ἀσθενὴς γίγνεται τῶν δυνάμεων καὶ μάλισθ' ὅταν ἤτοι μεῖζον ἢ σκληρότερον ᾖ τὸ δεχόμενον ἢ σφοδροτέρας ἀλλοιώσεως δεόμενον, εἰ δέ γε λεπτομεροῦς οὐσίας ἄχρι τινὸς ἔμπτωσις γίγνοιτο μετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ τῆς ἀλλοιώσεως; [24] ἐλέχθη γὰρ ὅτι τοῦτο δὴ τὸ καλούμενον ὑπὸ τῶν πολλῶν διάδοσις δυνάμεως ἀλλοιώσεώς ἐστι μετάδοσις, οἵα καὶ κατὰ [25] τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς αὐγῆς. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόμενον εἰς ὀφθαλμοὺς πνεῦμα κατὰ μὲν τὴν πρώτην ἔμπτωσιν ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλλοιοῦν αὐτὸ πρὸς τὴν ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ μὴν ἐπὶ πλεῖστόν γ' ἐκτείνεσθαι.
[5]
[1] Μάλιστα δ' ἂν πεισθείη τις τοῦτο γίγνεσθαι μαθὼν ὅπως εὔλογόν ἐστιν ὁρᾶν ἡμᾶς. ἀρχὴ δὲ καὶ τοῦδε τοῦ λόγου τοιάδε· τὸ βλεπόμενον σῶμα δυοῖν θάτερον· ἢ πέμπον τι πρὸς ἡμᾶς ἀφ' ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν ἐνδείκνυται διάγνωσιν, ἢ εἴπερ αὐτὸ μηδὲν πέμπει, περιμένει τινὰ [2] παρ' ἡμῶν ἀφικέσθαι δύναμιν αἰσθητικὴν ἐφ' ἑαυτό. πότερον οὖν αὐτῶν ἐστιν ἀληθέστερον ὧδ' ἂν μάλιστα κριθείη· διὰ τοῦ κατὰ τὴν κόρην τρήματος ὁρῶμεν, ὅπερ εἰ περιέμενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ μοῖραν ἢ δύναμιν ἢ εἴδωλον ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειμένων σωμάτων, οὐκ ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἐγνώκειμεν, οἷον ὄρους εἰ τύχοι μεγίστου.
[3] τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν ‹ἂν› ἀπ' αὐτοῦ τοῖς ὀφθαλμοῖς ἡμῶν ἡλίκον ἐστὶν αὐτό, ὅπερ παντάπασιν ἄλογον, ἅμα τῷ καὶ κατὰ μίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον [4] τῶν ὁρώντων, εἰ καὶ μυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι. τὸ δὲ ὀπτικὸν οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινόμενον λαμβάνειν ὡς περιχεῖσθαι παντὶ τῷ βλεπομένῳ σώματι· τοῦτο γὰρ ὅμοιόν ἐστι τῷ τῶν Στωϊκῶν σταλαγμῷ κεραννυμένῳ [5] τῇ πάσῃ θαλάττῃ. λείπεται οὖν ἔτι τὸν πέριξ ἀέρα τοιοῦτον ὄργανον ἡμῖν γίγνεσθαι καθ' ὃν ὁρῶμεν χρόνον, ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρον ὑπάρχει διὰ παντός.
[6] τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡμᾶς ἀὴρ ὑπὸ τῆς τοῦ πνεύματος ἐκπτώσεως, ὁποῖόν τι καὶ πρὸς τῆς ἡλιακῆς αὐγῆς.
[7] ἐκείνη τε γὰρ ψαύουσα τοῦ ἄνω πέρατος αὐτοῦ διαδίδωσιν εἰς ὅλον τὴν δύναμιν, ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων ὄψις φερομένη τὴν μὲν οὐσίαν ἔχει πνευματικήν, ἐμπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη διαδίδωσιν ἄχρι πλείστου, συνεχοῦς αὑτῷ δηλονότι τοῦ πέριξ σώματος ὑπάρχοντος, ὡς ἐν ἀκαρεῖ χρόνῳ τὴν ἀλλοίωσιν εἰς ὅλον αὐτὸ διαπέμπειν.
[8] ἐναργῶς γὰρ τοιοῦτον φαίνεται κἀπὶ τῆς κατὰ τὸν ἥλιον ὑπάρχον δυνάμεως. θέντες γοῦν τι στερεὸν σῶμα μεταξὺ τὸν ἐφεξῆς ἀέρα βλέπομεν εὐθέως ἀπολλύντα τὴν αὐγήν, ὡς ἐν τῷ μεταβάλλειν φωτοειδῆ γιγνόμενον, οὐκ ἐν τῷ μεταβεβληκέναι διαμένοντα· μόνιμον γὰρ ἂν ἦν τὸ φῶς ἐν αὐτῷ μέχρι πολλοῦ, κἂν [9] ἤρθη τὸ φωτίζον. οὕτω δὲ καὶ νεύρου τμηθέντος, ὅσον ἂν ἡ τομὴ χωρίσῃ τῆς πρὸς τὸν ἐγκέφαλον συνεχείας, ἀναίσθητον εὐθέως γίγνεται.
[10] φαίνεται γοῦν ὅμοιόν τι πάθος ἀμφοτέροις συμβαίνειν, τῷ τε νεύρῳ καὶ τῷ πέριξ ἀέρι, κατὰ μὲν τὴν ἑαυτῶν φύσιν ἔχουσιν ἤδη τινὰ ὁμοιότητα, πρὸς δὲ τὸ μεταβάλλον ὁμοιουμένοις ἀκριβῶς ὡσαύτως τῇ συνεχείᾳ καὶ τοῦ πάσχειν ἀεὶ δεομένοις, ὥσπερ ὁ πέριξ ἡμῶν ἀήρ, ὁπότε [11] φωτίζεται. σαφῶς γοῦν κατ' αὐτὸν ἡ μὲν θερμασία μέχρι πολλοῦ διαμένει, κἂν χωρισθῇ τὸ θερμαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψῦξις οὐκέτι παρόντος τοῦ ψύχοντος, ἡ δ' αὐγὴ παραχρῆμα [12] τῷ φωτίζοντι συναπέρχεται. φαίνεται δὲ καὶ κατὰ τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις.
ὁμοίως γοῦν τοῖς νεύροις καὶ αὗται διατμηθεῖσαί τε καὶ βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνονται, στερηθεῖσαι οὐχ ὡς Ἐρασίστρατος οἴεται τοῦ ‹πνεύματος τοῦ› παρὰ τῆς καρδίας ἐπιπεμπομένου ‑ δέδεικται γὰρ ἐν ἄλλοις ὑφ' ἡμῶν ἀδύνατον τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς μηδὲν τῷ λόγῳ λείπειν ‑ , ἀλλὰ τῷ τοὺς χιτῶνας αὐτῶν συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώματι [13] παρ' ἐκείνου τὴν δύναμιν ἐπιρρέουσαν ἴσχειν ἀεί. κοινὸν μὲν οὖν ἁπασῶν ἐστι τῶν αἰσθητικῶν δυνάμεων ἀπ' ἐγκεφάλου τὴν ἀρχὴν ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι τῶν οἰκείων ὀργάνων·
[14] ὁμοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦρον ὑπάρχον τῷ ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν, εὐθὺς μὲν αὐτῷ τούτῳ τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως ὅσον ἐσκληρύνθη πιληθέν, εὐθὺς δὲ καὶ διὰ τοῦτ' αὐτὸ δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς εἴ γε τοιοῦτον ἔμενεν οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο [15] τῆς ἐξ αὐτοῦ βοηθείας. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας [16] ἑαυταῖς ἔχουσι καὶ τὰς τῶν δυνάμεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον τῶν αἰσθητικῶν ἰδίως ὀνομαζομένων νεύρων ἀποκεχώρηκε τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς δυνάμεως αὐτοῦ.
[17] καλεῖται δ' ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιπεμπόμενα, μαλακώτερα τῶν ἄλλων ὑπάρχοντα τῶν κινούντων τὰ μόρια, προμηθῶς καὶ τοῦτο [18] τῆς φύσεως ἐργασαμένης. ἐπειδὴ γὰρ ἡ μὲν αἴσθησις οὐκ ἄνευ τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾶν μόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον μὲν τὸ αἰσθητικόν, σκληρότερον δὲ τὸ κινητικὸν νεῦρον ἐγένετο.
[19] μέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, ἐπειδὴ παχυμερές ἐστι τὸ ταύτης αἰσθητόν.
[20] ἔμπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι μόνον αἰσθητῷ τρήματι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάμεως, ἀλλὰ καὶ τῇ μαλακότητι καὶ τῷ μεγέθει καὶ τῷ λύεσθαι πάλιν ἐν ὀφθαλμοῖς γενόμενον ἐξομοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ.
[21] καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον, ὅσον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλμοῦ μεταξύ, τὸ μὲν ἔνδον ἑαυτοῦ μαλακώτερον ἔχει, τὸ δ' ἔξω σκληρότερον, ἀμφοτέρων στοχασαμένου τοῦ δημιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν εἰς ὅσον οἷόν τε τὴν ἐγκεφάλου φύσιν.
[22] εἰκότως οὖν ἁπάντων νεύρων, οὐ μόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, μέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως.
[23] ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἆλλα ὑπάρχειν πολλά, τετρῆσθαί τε διὰ τοῦ βάθους καὶ μαλακῷ μὲν εἶναι κατὰ ταῦτα, σκληρῷ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι' αὐτοῦ πολλὴν ἐξ ἐγκεφάλου πνευματικὴν οὐσίαν εἰς τὰς χώρας τῶν [24] ὀφθαλμῶν. τό τ' οὖν τρῆμα πάντως ἐχρῆν ὑπό τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν ἔχειν ἰδέαν, μαλακοῦ μὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενομένου.
[25] ὅτι δὲ καὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας ἐγκεφάλου μετειληφέναι, [26] πεισθήσῃ σαφῶς ἀνατεμὼν αὐτόν. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ σφαιροειδῆ διττά, τὸ μὲν οὕτω μαλακὸν οἵαπέρ ἐστιν ὕαλος ἡ μετρίως λυθεῖσα, τὸ δ' οὕτω [27] σκληρὸν οἷος ὁ μετρίως παγεὶς κρύσταλλος. ὀνομάζεται δ' ὑπὸ τῶν ἰατρῶν ὑαλοειδὲς μὲν τὸ μαλακώτερον, κρυσταλλοειδὲς δὲ τὸ σκληρότερον ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλλον ὁμοιότητος, οἷς οὐ μόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς χροιαῖς ἔοικεν· ἀκριβῶς γάρ ἐστι καθαρὰ καὶ διαυγῆ καὶ λαμπρά.
[28] πρότερον μὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθήκοντα πόρον εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδές, ἐφεξῆς δ' αὐτῷ τὸ κρυσταλλοειδὲς ἐοικὸς ἀτρέμα πεπλατυσμένῃ σφαίρᾳ.
[29] καὶ τοίνυν ὁ πόρος αὐτὸς ἅμα τῷ περιέχοντι νεύρῳ διεξελθὼν τὸν ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλμὸν ἄμφω ταῦτα πάσχει κατὰ τὴν πρώτην ἔμπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται· ἐκεῖ μὲν τὸ πνεῦμα κεραννύει τοῖς ὑγροῖς ἕνεκα τοῦ γενέσθαι τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν, περιλαμβάνει δ' αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦρον οὐσίᾳ τὸ ὑαλοειδὲς ὑγρὸν ἐμφυόμενος κατὰ τὸ πέρας ἑαυτοῦ τῷ μεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς.
[30] ὥστε σοι τὸ σχῆμα δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀμφιβλήστρῳ γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀμφιβληστροειδῆ [31] χιτῶνα τουτὶ τὸ σῶμα. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁμοῦ πᾶν ἀθροῖσαι μόριον, ἐγκέφαλός σοι φανεῖται, καὶ εἰ δείξαις γέ τινι μὴ τεθεαμένῳ πόθεν ἠθροίσθη, φήσει μέρος ὑπάρχειν ἐγκεφάλου τὸ δεικνύμενον σῶμα καὶ ἀπιστήσει κατὰ τοὺς ὀφθαλμοὺς αὐτὸ περιέχεσθαι.
[32] τοσαύτῃ μὲν ὑπεροχῇ τῆς κατασκευῆς ὀφθαλμὸς κέχρηται παρὰ τἆλλα τῶν αἰσθήσεων ὄργανα· καὶ θαυμαστὸν οὐδὲν εἰς ὅσον αὐτῷ τὸ πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ' ἐστὶ καὶ λεπτομερέστερον ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου [33] φύσεως αὐτὸν ἐπὶ πλέον ἐκείνων μετειληφέναι. οὔτε γὰρ εὑρήσεις αὐτὴν ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων ὀργάνων οὔτε ‹τοῦ› κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, [34] πνεύματος ψυχικοῦ τοσοῦτον πλῆθος. εἰκότως δ' ὡς ἔφην οὕτω κατεσκευάσθη δεόμενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι. [35] καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν οἰκείαν διάγνωσιν οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ' ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλμὸς [36] ἔχει πρὸς τὸν ἀέρα. τὸ δ' οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόμασα, τὸ τῶν χρωμάτων [37] ἐστὶ γένος. ἐκείνου μὲν γὰρ πρώτου τε καὶ καθ' αὑτὴν καὶ μόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυμῶν.
[38] συνδιαγιγνώσκει δ' αὐτῷ τὸ κεχρωσμένον σῶμα, καθάπερ ἡ γεῦσις τὸ τοὺς χυμοὺς ἔχον·
ἀλλ' ἡ μὲν γεῦσις ὁμοίως ταῖς ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζῴου σῶμα περιμένει παραγενέσθαι τὸ αἰσθητόν, ἡ δ' ὄψις ἐκτείνεται διὰ μέσου τοῦ [39] ἀέρος ἐπὶ τὸ κεχρωσμένον. ὅθεν αὐτῇ μόνῃ συνδιαγιγνώσκειν ὑπάρχει τῇ χροιᾷ τοῦ βλεπομένου τό τε μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα μηδὲ τούτου δυναμένης αἰσθάνεσθαι αἰσθήσεως [40] ἄλλης, ὅτι μὴ κατὰ συμβεβηκὸς ἐνίοτε τῆς ἁφῆς. ἐξείργασται γοῦν τῶν τοιούτων ὁ λόγος ἐν τῷ πέμπτῳ περὶ ἀποδείξεως.
[41] τῇ δ' οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ διάστημα συνδιαγιγνώσκειν τοῦ κεχρωσμένου σώματος οὐδενὸς τῶν ἄλλων αἰσθέσθαι δυναμένου.
[42] ὅσοι δ' ἐπιχειροῦσι καὶ ὀσφρήσει καὶ ἀκοῇ τῆς θέσεως τοῦ τὸν ἀτμὸν ἀποπέμποντος σώματος ἢ τοῦ πλήξαντος τὸν ἀέρα μεταδιδόναι τῆς διαγνώσεως ὅπως ἁμαρτάνουσιν οὐ νῦν καιρὸς ἐρεῖν.
[43] εἴρηται γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις φαινομένων ἐν τῷ πέμπτῳ περὶ τῆς ἀποδείξεως, ὥσπερ γ' ἔφαμεν· ἐν ᾗ πραγματείᾳ γυμνασάμενός τις ἑτοιμότερον [44] ἀκολουθήσει τοῖς νῦν λεγομένοις. ἐπιδέδεικται γὰρ ἐν ἐκείνοις ἅπαντα μαρτυροῦντα τῷ τὸ βλεπόμενον σῶμα καθ' ὃν ἂν ὑπάρχῃ τόπον ὁρᾶσθαι.
[45] φαίνεται δὲ τοῦτ' ἐναργῶς καὶ δι' αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ' οἱ γεωμετρικοὶ μετ' ἀποδείξεως ἀλλ' αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι, καίτοι τοῦ γε κατ' εὐθείας ὁρᾶν ἡμᾶς γραμμὰς ἢ τοῦ τὴν ὄψιν, ἐπειδὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ, κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν ἀποδείξεις φέρονταί τινες.
[46] εἴπερ οὖν ἡ ὄψις μόνη τῶν ἄλλων αἰσθήσεων αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ μέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινός, ἀλλ' ὡς ὁμοειδοῦς τε καὶ συμφυοῦς ἑαυτῇ μορίου καὶ μόνῃ τοῦτ' ἐξαίρετον αὐτῇ δέδοται μετὰ τοῦ καὶ δι' ἀνακλάσεως ὁρᾶν, εἰκότως ἐδεήθη πνεύματος ἄνωθεν ἐπιρρέοντος αὐγοειδοῦς, ὃ προσπῖπτον τῷ πέριξ ἀέρι [47] καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξομοιώσει. δεόντως οὖν ἐροῦμεν αὐγοειδὲς μὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτμοειδὲς δὲ τὸ τῆς ὀδμῆς καὶ τὸ μὲν τῆς γεύσεως ὑγρόν, τὸ δὲ τῆς ἁφῆς γεῶδες.
[48] οὐδὲ γὰρ οἷόν τ' ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁμοίων ἀλλοιώσεως χρῄζοντα καὶ τοῦτ' ἄρ' ἦν ὃ βούλεται δηλοῦν ὁ Ἐμπεδοκλῆς ἐν οἷς φησι
γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ,
αἰθέρι δ' αἰθέρα δίᾳ, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον.
[49] αἰσθανόμεθα γὰρ ὄντως τῷ μὲν γεωδεστέρῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθητοῖς, τῷ δ' αὐγοειδεστάτῳ, ‹τῷ› τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνομένῳ τῶν ἰδίων ἀέρος παθημάτων ἡ διάγνωσις ἀποτελεῖται.
[50] καὶ μὲν δὴ καὶ τῷ κατὰ τὴν γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν [51] ὄντι τῶν χυμῶν ἡμῖν αἴσθησις γίγνεται. λοιπὸν δ' ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλ' ἐν τοῖς πέρασι τῶν προσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ μόριον ἀτμοειδεστάτας [52] εἶναι συμβέβηκε τὰς κοιλίας αὐτοῦ. γέγραπται δὲ τῷ βουλομένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡμέτερον, ᾧ καὶ τὸ ἐπίγραμμά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.
[6]
[1] πέμπτον γὰρ δὴ τοῦτ' ἔστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσμῶν γένος ἐν τῷ μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος τε καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· "μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ γεγόνασιν ὀδμαὶ [2] σύμπασαι." λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως ὀργάνου ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ αὐτὸς αὐγήν τε καὶ φῶς ὀνομάζει, διαφέρον ἄνθρακός τε καὶ φλογός.
[3] φησὶ γοῦν· "μετὰ δὲ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τ' ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης [4] ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ." τούτων οὖν τῶν τριῶν γενῶν τὸ μὴ καῖον μέν, ὡς αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄμμασι παρέχον, ἐν τῷ τῆς ὄψεως ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν ἐν ταὐτῷ βιβλίῳ [5] τῷ Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· "τῶν δ' ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα τοιᾷδε ἐνδήσαντες αἰτίᾳ·
τοῦ πυρὸς ὅσον μὲν τὸ καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας σῶμα ἐμηχανήσαντο [6] γίγνεσθαι. τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν, λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, [7] τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν." ὁποῖον μὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶμεν ἐν τοῖς ἐφεξῆς.
[8] συνάπτων γοῦν τοῖς προειρημένοις φησίν· "ὅταν μὲν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότ' ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον ξυμπαγὲς γενόμενον σῶμα οἰκειωθὲν ξυνέστη κατὰ τὴν ‹τῶν› ὀμμάτων εὐθυωρίαν ὅπῃπερ ἀντερείδει τὸ προσπῖπτον [9] ἔνδοθεν πρὸς ὃ τὸ ἔξω συνέπεσεν. ὁμοιοπαθὲς δὴ δι' ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαμεν."
[10] αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος αἴσθησίν τε γίγνεσθαι δι' αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθημάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον [11] εἰς τὴν τῶν παθημάτων ἀφικνεῖται κοινωνίαν. δύο δὲ σημαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ Ἐμπεδοκλῆς ἐποιήσατο λέγων
γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ, ἓν μὲν ὅτι δι' ὀργάνου τοιοῦδε, δεύτερον δὲ ὅτι διὰ δυνάμεως τοιᾶσδε, τὸ μὲν ὡς δι' ὀργάνου συγχωρητέον ἀληθὲς εἶναι, τὸ δ' ὡς διὰ δυνάμεως οὐκέτι.
[12] τὸ γάρ τοι πρῶτον αἰσθητικόν, ὅ τιπερ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ μέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ μέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ' ἐκεῖνο τὸ μέρος τοῦ [13] συγγράμματος ἔνθα φησί· "δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν εἴτε ψυχὴν εἴθ' ὅ τι δεῖ καλεῖν πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόμεθα ὅσα αἰσθητά."
[14] καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ὧδέ φησι· "θερμὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι' ὧν αἰσθάνῃ, ἆρ' οὐ τοῦ [15] σώματος ἕκαστα τίθης ἢ ἄλλου τινός; οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁμολογεῖν ἃ δι' ἑτέρας δυνάμεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι' ἄλλης ταῦτ' αἰσθέσθαι, οἷον ἃ δι' ἀκοῆς, δι' ὄψεως, ἢ ἃ δι' ὄψεως, δι' ἀκοῆς; πῶς γὰρ οὐκ ἐθελήσω; [16] εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου οὐδ' αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοιο ἄν. οὐ γὰρ οὖν.
[17] περὶ δὴ φωνῆς καὶ τῆς χρόας πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοῇ, ὅτι ἀμφοτέρω [18] ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου μὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί μήν; καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν; καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε [19] ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτῶν διανοῇ; οὔτε γὰρ δι' ἀκοῆς οὔτε δι' ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. [20] ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν· εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι, ἆρ' ἐστὸν ἁλμυρὼ ἢ οὔ, οἶσθ' ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο. τί δ' οὐ μέλλει, ἥ γε διὰ τῆς [21] γλώττης δύναμις; καλῶς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύναμις τό τ' ἐφ' ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ἐπονομάζεις καὶ τὸ οὐκ ἔστι καὶ ἃ νῦν δὴ ἠρωτῶμεν περὶ αὐτῶν; ‹τούτοις› πᾶσι ποῖα ἀποδώσεις ὄργανα, δι' ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα;"
[22] ἔν τε οὖν τούτοις ὁ Πλάτων ὥσπερ οὖν κἀν τοῖς ἐφεξῆς ἐν ἄλλοις τέ τισι διαλόγοις ἐδίδαξεν ἡμᾶς ὑπὲρ τῆς κοινῆς δυνάμεως, ἥτις ἐξ ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθητηρίων ἀφικνουμένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται· ὡς εἴ γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήμασιν αὐγῆς ἄλλο τι συναλλοιωθῆναι παρὰ τὸ φωτοειδὲς ὄργανον ἢ τοῖς τῶν ἀτμῶν ἕτερόν τι τοῦ ἀτμοειδοῦς ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ τὸ ἀεροειδὲς ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ γευστικόν τε καὶ πλῆρες χυμῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν αἰσθητηρίων ὄργανα· νυνὶ δ' οὐχ οὕτως ἔχει.
[23] τὰ μὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι σώμασιν ὅσαπερ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς ‹οὐχ› ἅπαντι μορίῳ νεύρων μεταλαβόντι δυνατὸν αἰσθάνεσθαι, διότι μηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου σώματος προσβολῆς ἐπιτήδειόν ἐστιν.
[24] ἦν δ' αὐτῶν πρώτη μὲν ἡ κατ' ὀξύτητα καὶ ἀμβλύτητα, δευτέρα δ' ἡ κατὰ θερμότητα καὶ ψυχρότητα, κατὰ συμβεβηκὸς δ' αἱ λοιπαί, μέγεθός τε καὶ σχῆμα καὶ κίνησις καὶ ἀριθμός, αἱ καὶ μετὰ συλλογισμοῦ καὶ μνήμης, οὐ μόνης αἰσθήσεως ἐδείχθησαν γιγνόμεναι κατά γε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ, καθ' ἣν πρώτην ἀξιῶ γεγυμνάσθαι τὸν [25] ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐφιέμενον. ὥσπερ δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι' ἀντιβάσεως, οὕτως τὰ τῆς γευστικῆς δι' ὑγρότητός τε καὶ χυμῶν εἰς γνῶσιν ἥκει. [26] καὶ ἢν ξηρανθεῖσά ποτε τύχῃ σφοδρῶς ἡ γλῶττα, διαφθείρεται τῶν χυμῶν ἡ διάγνωσις μὴ δυναμένου τοῦ παθόντος αὐτὸ διακρῖναι τί μὲν ὀξὺ τί δὲ πικρόν ἐστιν ἢ δριμύ, τί δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον, ὥσπερ οὐδὲ τί μὲν [27] γλυκὺ τί δ' ἁλμυρόν. ἐμφράξεως δὲ γενομένης τῶν πόρων τῆς ῥινὸς ἡ ἐκ τῶν ὀδμῶν αἴσθησις ἀπόλλυται, καθάπερ γε καὶ ἡ τῶν φωνῶν ἐὰν ἐμφραχθῇ τὰ ὦτα, μὴ διϊκνουμένης εἰς ἑκάτερον τῶν ὀργάνων τῆς οἰκείας ἀλλοιώσεως, εἰς μὲν τὸ ἀτμοειδὲς ἐκ τῶν ὀδμῶν, ἀτμὸς γὰρ ἡ τούτων οὐσία, εἰς δὲ τὸ ἀεροειδὲς ἐκ τῶν φωνῶν, ἐπειδὴ καὶ τούτων ἀήρ ἐστιν ἡ οὐσία.
[28] ταῖς τοιαύταις ἐμφράξεσιν ἀνάλογόν ἐστι καὶ τὸ τῶν ὀφθαλμῶν πάθημα· καλεῖται δὲ ὑπόχυσις. ἐμφράττεται δὲ ἐν αὐτῷ τῆς ἡλιοειδοῦς αὐγῆς ὁ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα πόρος, ὡς μηκέτι συνάπτεσθαι τὸ τῆς ὄψεως ἴδιον ὄργανον [29] τῷ περιέχοντι τὸν ὅλον ὀφθαλμὸν ἔξωθεν ἀέρι. τοῦτ' οὖν αὐτὸ καὶ κατ' ἐκείνην τὴν ῥῆσιν ὁ Πλάτων ἐδήλωσεν, ἔνθα φησί· "σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι· χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς σῶμα ἀρχόμενος συνιστάναι ὁ θεὸς ἐποίει."
[30] ἐκ πυρὸς γὰρ καὶ γῆς πεποιῆσθαί φησι τὸ σῶμα τοῦ παντός, ἵν' ὁρατόν τε καὶ ἁπτὸν [31] ᾖ. διὰ τοῦτ' οὖν καὶ κατὰ ‹τὰ› τῶν ζῴων σώματα τὸ μὲν ἁπτικὸν ὄργανον γεῶδές ἐστι, τὸ δ' ὀπτικὸν πυροειδές, ἅπερ ἀλλοιοῦσθαι μὲν ἠδύνατο καὶ χωρὶς αἰσθήσεως, εἰ μὴ μετέσχε νεύρων, αἰσθάνεται ‹δὲ› τῆς ἀλλοιώσεως μετουσίᾳ τούτων. οὔκουν ἀλλοίωσίς ἐστιν ἡ αἴσθησις, ὡς ἔνιοί φασιν, ἀλλὰ [32] διάγνωσις ἀλλοιώσεως. οὐ μὴν οὐδ' ἀρκεῖ λείαν ἢ τραχεῖαν ἐν τῷ σώματι γενέσθαι κίνησιν εἰς ἡδονῆς ἢ πόνου γένεσιν, ἀλλὰ χρὴ προσελθεῖν αἴσθησιν ἑκατέρᾳ τῶν τοιούτων κινήσεων.
[33] εἰ δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐθέλοις καλεῖν ὀδύνην ἢ πόνον, οὔ μοι διαφέρει· μόνον γὰρ ἀξιῶ σε μεμνῆσθαι τοῦ διαφέρειν ἀλλήλων τήν τε διάθεσιν ἣν ἴσχει τὰ σώματα τῆς φύσεως ἐξιστάμενα, καὶ τὴν αἴσθησιν αὐτῆς, ἐπεί τισί γε καθάπερ Ἱπποκράτει κέκληταί ποθ' ἡ διάθεσις μόνη [34] πόνος, ἔνθα φησίν· "ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τούτοισιν ἡ γνώμη νοσεῖ." τοὺς γὰρ βεβλαμμένους ὁτιοῦν μέρος οὕτως σφοδρῶς ὡς εἰ μὴ παρεφρόνουν, ἀλγεῖν, ὠνόμασε πονοῦντας.
[35] ὅταν οὖν φῇ "ὀδύνη γίγνεται καὶ διὰ τὸ θερμὸν καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ πλεῖον καὶ διὰ τὸ ἔλαττον καὶ ἐν μὲν τοῖσιν ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμαῖνον, ἐν δὲ τοῖσι τεθερμασμένοισι διὰ τὸ ψῦχον, καὶ τοῖσι τὴν φύσιν διαφθειρομένοισιν ὀδύναι γίγνονται," μὴ νομίσῃς αὐτὸν ἀλλοίωσίν τινα βραχεῖαν φάναι, ἀλλὰ σφοδρᾶς ἀλλοιώσεως αἴσθησιν, ἥτις αἴσθησις οὐ δύναται γενέσθαι χωρὶς τῆς τοῦ πάσχοντος σώματος εἰς τὸ παρὰ φύσιν ἐξαλλαγῆς.
[36] ἡ δέ γε βραχεῖα μεταβολὴ τῶν σωμάτων αἴσθησιν μὲν ἐργάζεται διαγνωστικὴν τῆς τοῦ ποιήσαντος δυνάμεως, ὅταν γ' αἰσθητικὸν ὑπάρχῃ δηλονότι τὸ ἀλλοιούμενον, ὀδύνην δ' οὐδέπω παρέχει. πάσχει δ' ἑτοίμως τὰς βραχείας μεταβολὰς ἀπὸ τῶν ὁμογενῶν ἓν ἕκαστον.
[7]
[1] αὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ χρωμάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς ἐγένετο μόνων τῶν τοιούτων σωμάτων ἀλλοιοῦσθαι πεφυκότων ὑπὸ χρωμάτων, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀήρ, ἡνίκα ‹ἂν› μάλιστα καθαρὸς [2] ὑπάρχῃ, τηνικαῦθ' ὑπὸ χρωμάτων ἀλλοιούμενος. ἰδεῖν γοῦν ἐστιν ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ δένδρῳ κατακείμενος [3] ᾖ, τὸ τοῦ δένδρου χρῶμα περιχεόμενον αὐτῷ. καὶ τὸ τοῦ τοίχου δὲ χρῶμα πολλάκις ἀὴρ λαμπρὸς ψαύσας ἐδέξατό τε καὶ διεκόμισεν ἐφ' ἕτερον σῶμα, καὶ μάλισθ' ὅταν ᾖ τὸ χρῶμα κυανοῦν ἢ ξανθὸν ἢ ὁπωσοῦν ἑτέρως εὐανθές. [4] καὶ μὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς αὐγῆς αὐτῷ τῷ ψαῦσαι μόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁμοιοῦται, κατὰ τὸν αὐτὸν [5] τρόπον ὑπὸ τοῦ χρώματος αὐτίκα μεταβάλλεται. ταυτὶ μὲν οὖν ὀρθότατα καὶ πρὸς Ἀριστοτέλους εἴρηται περί τε τῆς παραχρῆμα μεταβολῆς τῶν οὕτως ἀλλοιουμένων, ὡς κινδυνεύειν ἄχρονον εἶναι, καὶ περὶ ταύτην καὶ διότι πέφυκεν ὑπὸ χρωμάτων ὁ λαμπρὸς ἀὴρ ἀλλοιούμενος ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέμπειν τὴν ἀλλοίωσιν· οὐ μὴν ὅπως γε τὴν θέσιν ἢ τὸ μέγεθος ἢ τὸ διάστημα γνωρίζομεν ἑκάστου τῶν αἰσθητῶν εἶπεν ὁ Ἀριστοτέλης.
[6] ἀλλὰ καὶ συλλογιζόμενοι περὶ τὸ δόγμα πολλοὶ τῶν ἀπ' αὐτοῦ κατάφωροι γίγνονται ψευδόμενοι μήτ' ὀσμῶν μήτε φωνῶν συνενδεικνυμένων τὸν τόπον ὅθεν ἥκουσιν, ὡς ἐν τῷ πέμπτῳ δέδεικται περὶ [7] ἀποδείξεως. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν κατόπτρων ὅσα τε ἄλλα στιλπνὰ σώματα ποτὲ μὲν ἡμᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασι πλὴν Πλάτωνος, οὕτω καὶ Ἀριστοτέλει μάχεται, μόνου τοῦ χρώματος δυναμένου κατ' ἀνάκλασιν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἡμετέραν ὄψιν ἀφικέσθαι, μορφῆς δ' ἢ μεγέθους οὐκέτι.
[8] μορφὴν μὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ μόρια σχημάτων ἐργαζομένης οὔτ' ἐπινοῆσαι δυνατὸν ἀπ' αὐτῶν τινα γενέσθαι προσβολὴν τοῖς κατόπτροις οὔτ' εἰ καὶ γένοιτο, χωρὶς τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ' ἡμᾶς ἀφικέσθαι· πιθανώτερα γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ' Ἐπίκουρον εἴδωλα.
[9] τὸ δὲ μέγεθος ἔτ' ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ· καίτοι τοῦτό γε τὰς ‹περὶ› πάντων τῶν ἄλλων καταβάλλον δόξας ὥσπερ τι σμικρὸν παρέρχονται, περὶ μὲν τοῦ διαστήματός τε καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ μεγέθους διάγνωσιν ὅπως γίγνεται παρερχόμενοι, καίπερ διαρρήδην αὐτῶν ἀνατρέπουσαν τὰς δόξας.
[10] ἀδύνατον γὰρ αἰσθέσθαι τοῦ μεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ [11] βλεπόμενον ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ. καίτοι περὶ τῆς ἀνακλάσεως ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ' ἡμᾶς ὁ Ἀριστοτέλης ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ μοι κατανενοηκέναι τὴν ἀτοπίαν, οὐδαμόθι τολμῶν αὐτῇ χρῆσθαι, παρελκόμενος δ' ὡς ἀπίθανον ἀεί.
[12] καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται καὶ ὅπως ἅλως ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην οἵ τ' ἀνθήλιοι καὶ οἱ παρήλιοι καλούμενοι τά τε διὰ τῶν κατόπτρων ὁρώμενα διερχόμενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, μηδὲν διαφέρειν λέγων ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νομίζειν ἢ τὰς ἀπὸ τῶν ὁρωμένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὁμοιότατον κατά γε τοῦτο σοφιζόμενος Ἀσκληπιάδῃ τῷ τῆς ὁλκῆς ἀντὶ τοῦ τῆς φορᾶς ὀνόματι χρωμένῳ·
τὸ γὰρ ἀπίθανον τῆς φορᾶς ὑπιδόμενος ἐπετόλμησε τῇ μεταθέσει τῆς προσηγορίας.
[13] οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης ἐπειδὴ σαφῶς ἠπίστατο τῶν κατὰ μέρος ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς αἰτίας εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν ἀφίκετο μηδὲν διαφέρειν [14] λέγων ὁποτέρως ἂν ἑρμηνεύῃ. καίτοι δικαιότατ' ἄν τις εἴποι πρὸς αὐτόν· "εἰ μηδὲν διαφέρει λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον σοι περιτραπήσεται τὸ σόφισμα μηδεμίαν αἰτίαν εἰπόντι τῆς ἀλόγου τῶν δογμάτων μεταλλαγῆς, ὥστε ὑποπτευθήσῃ μᾶλλον ἢ πιστευθήσῃ.
[15] καὶ μὴν εἰ διότι πιθανώτερόν σοι τὸ λεγόμενόν ἐστιν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγμασιν ἀλλοτρίοις, ἐρωτηθήσῃ πάλιν αὐτοῦ [16] τοῦ πιθανοῦ τὴν αἰτίαν. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ μέρος ἁπάσας αἰτίας πιθανωτέρας ἔχει τῆς ἀληθοῦς, ἀπιστηθήσεται [17] πάντα σου τὰ τῶν Προβλημάτων βιβλία." τὸ μὲν οὖν διὰ μέσου τοῦ ἀέρος ὁρᾶν ἡμᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ἡ ζήτησις δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι' ὁδοῦ τινος μέσης ἀπὸ τῶν ὁρωμένων ἀφικνεῖταί τι πρὸς ἡμᾶς ἢ τοιοῦτον ὄργανον ὁ ἀήρ ἐστιν ἡμῖν εἰς τὴν τῶν ὁρατῶν διάγνωσιν οἷόνπερ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν. [18] οἴονται μὲν οὖν οἱ πλεῖστοι καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων ἀλλοίωσιν ἀναδιδομένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς διάγνωσιν ἄγειν ἡμᾶς αὐτῶν, οὐκ ἐννοοῦντες ὡς οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεμνόμενον ἢ θλώμενον ἢ καόμενον μόριον εἰ μὴ καὶ τῆς αἰσθήσεως [19] ἡ δύναμις ἦν ἐν αὐτοῖς. ἔχει δ' ἐναντίως ἢ δοξάζουσιν ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου μέρος ἐστὶν οἷόνπερ ἀκρεμὼν ἢ βλάστημα δένδρου, τό τε μέλος εἰς ὃ τὸ μέρος ἐμφύεται τὴν δύναμιν αὐτοῦ δεχόμενον εἰς ὅλον ἑαυτὸ διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ. [20] παραπλήσιον οὖν τι κἀπὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γίγνεται· πεφωτισμένος γὰρ ὑφ' ἡλίου τοιοῦτόν ἐστιν ἤδη [τὸ] τῆς ὄψεως ὄργανον οἷον τὸ παραγιγνόμενον ἐξ ἐγκεφάλου πνεῦμα· πρὶν φωτισθῆναι δέ, κατὰ τὴν ὑπὸ ‹τῆς› τοῦ πνεύματος εἰς αὐτὸν ἐκ [τῆς] βολῆς ἐναποτελουμένην ἀλλοίωσιν ὁμοιοπαθὲς ὄργανον οὐ [21] γίγνεται. μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωμάτων, κατὰ συλλογισμὸν ‹δ'› ἔτι μᾶλλον· οὐ πιλητοῦ δ' αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις ἡμῖν ἐστιν οὔτε τῆς σκληρότητος ἢ μαλακότητος, ἀλλὰ χρόας καὶ μεγέθους καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται. [22] πολὺ τοίνυν ἄμεινον ὡς ἐν ἐσφαλμένοις Ἐπίκουρος ἀπεφήνατο τῶν Στωϊκῶν. ἐκεῖνοι μὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάμεως, ὁ δ' Ἐπίκουρος ἀπεφήνατο ἄγειν· καὶ πολύ γε τούτου κρείττων Ἀριστοτέλης, οὐκ εἴδωλον σωματικὸν ἀλλὰ ποιότητα δι' ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν [23] ὁρατῶν ἄγων ἄχρι τῆς ὄψεως. εὐλαβήθη γὰρ ὅλως αἰσθητικὸν ποιῆσαι τὸν πέριξ ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνομένην ἐκ τῆς ἀφικνουμένης εἰς αὐτὴν ἀπὸ τῆς ἀρχῆς δυνάμεως.
[24] τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν ὑποθέσθαι, οἷον μάλιστα τὸ κατὰ τοὺς ὀφθαλμοὺς πνεῦμα τὸ παραγόμενον ἐξ ἐγκεφάλου προδήλως [25] ὁρᾶται; φωτοειδὲς [καὶ] γάρ ἐστιν. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφήνασθαι χρή, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν· ἢ τοῦτ' εἶναι τὸ οἷον αὐγοειδές τε καὶ αἰθερῶδες σῶμα λεκτέον αὐτήν, εἰς ὃ κἂν μὴ βούλωνται κατ' ἀκολουθίαν ἀφικνοῦνται Στωϊκοί τε καὶ Ἀριστοτέλης, ἢ αὐτὴν μὲν ἀσώματον ὑπάρχειν οὐσίαν, ὄχημα δὲ τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶμα δι' οὗ μέσου τὴν πρὸς τἆλλα σώματα κοινωνίαν [26] λαμβάνει. τοῦτο μὲν οὖν αὐτὸ δι' ὅλου λεκτέον ἡμῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου, τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ κατὰ τὰς ὄψεις [αὐτῶν] πνεῦμα φωτοειδὲς γίγνεσθαι.
[8]
[1] Περὶ μὲν οὖν τῆς Ἀριστοτέλους τε καὶ τῶν Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλομαι, τὸ δὲ τὴν αἴσθησιν τῶν αἰσθητῶν γίγνεσθαι δι' ἀλλοιώσεώς τε καὶ διαγνώσεως ἐξ ὧν εἶπον [2] δῆλον. ἀλλοιοῦται μὲν οὖν τὸ τῆς αἰσθήσεως ὄργανον, ἡ διάγνωσις δ' αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ μιᾶς δυνάμεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς ἐπιρρεούσης· τὴν δὲ ἀρχὴν αὐτὴν εἴτε κοινὴν αἴσθησιν εἴτε πρῶτον αἰσθητικὸν ἐθέλοις ὀνομάζειν, οὐ διοίσει.
[3] καὶ ταύτην ἔδειξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ' οὗ πάντα τὰ μόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων ἑτέρων μὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ τά γε κινεῖσθαι [4] δεόμενα, καθάπερ ὀφθαλμούς τε καὶ γλῶτταν καὶ ὦτα ‑ καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν ζῴων κινεῖται, μυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαμβανόντων αὐτά ‑ δι' ὧν αἱ καθ' ὁρμὴν ἅπασαι κινήσεις τοῖς ζῴοις εἰσίν.
[5] ἐξ ὧν ἁπάντων μαρτυρεῖται προσηκόντως εἰρῆσθαι τὸν ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο μὲν αἰσθήσεως ἁπάσης τοῖς ζῴοις, τοῦτο δὲ τῆς [6] καθ' ὁρμὴν κινήσεως. εἰ δέ γε μὴ διὰ ταῦτα, τίνος ἕνεκεν ἄλλου γέγονεν; ἢ διὰ τί τὰς μήνιγγας ἔξωθεν αὐτῷ περιέτεινεν ἡ φύσις, εἴπερ ἐν ἐκείναις μέν ἐστιν ἡ τῆς ψυχῆς [7] ἀρχή, μάτην δ' ἐγκέφαλος ἐγένετο; διὰ τί δ' ἑκάστη τῶν κοιλιῶν αὐτοῦ τιτρωσκομένη κίνδυνον ὀξύτατον ἐπιφέρει; διὰ τί δ' ἀπ' αὐτοῦ πάντα πέφυκε τὰ νεῦρα καὶ ὁ νωτιαῖος μυελός;
ὃς ὅτι μὲν ἀποβλάστημα τῆς κατὰ τὸν ἐγκέφαλον οὐσίας ἐστίν, ἐναργῶς φαίνεται διὰ τῶν ἀνατομῶν, ὡς μηδὲ [8] τοὺς μαγείρους ἀγνοεῖν. ὁποίαν δέ τινα τὴν δύναμιν ἔχει μαθήσῃ ῥᾳδίως, [ὡς] εἰ πρότερον μὲν ἐπὶ τὴν ἀνατομὴν ἀφικόμενος ἴδοις ἀπ' αὐτοῦ νεῦρα φυόμενα τὸν ἀριθμὸν ἑξήκοντά που, καταμάθοις δ' ἑκάστου τὴν χρείαν, ἐνδειξαμένης τῆς κατασκευῆς αὐτῶν ἅμα τοῖς γιγνομένοις πάθεσιν ἐπὶ ταῖς [9] τομαῖς. ἡ μέν γε κατασκευὴ παραπλησία τοῖς ἀπ' ἐγκεφάλου φυομένοις τῆς μὲν οἷον ἐντεριώνης ἑκάστου τῶν νεύρων ἀπ' αὐτοῦ τοῦ νωτιαίου βλαστανούσης, ἐν κύκλῳ δ' αὐτὸ τῶν μηνίγγων περιλαμβανουσῶν.
[10] ἔχει γὰρ δὴ καὶ ὁ νωτιαῖος ὁμοίως ἐγκεφάλῳ τὰς μήνιγγας ἕνεκα τῆς αὐτῆς χρείας, ἃς εἰ καὶ περιέλοις ἑκάστου τῶν ἀποφυομένων νεύρων, οὐδὲν βλάπτεται τὸ μέλος εἰς ὃ τὸ νεῦρον ἐμφύεται, μαρτυροῦντος καὶ τοῦδε τοῦ φαινομένου σκεπάσματα μὲν εἶναι τὰς μήνιγγας ἐγκεφάλου τε καὶ νωτιαίου, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἐν τοῖς ὑπ' αὐτῶν περιεχομένοις ὑπάρχειν.
[11] ὅταν οὖν διατέμῃς τὴν ἐντεριώνην τοῦ νεύρου, παραχρῆμα τὸ μέλος εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται φαίνεται παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον.
[12] ὅτι δὲ καὶ ὁ νωτιαῖος αὐτὸς ἀπ' ἐγκεφάλου τὴν ἀρχὴν ἔχει τῶν δυνάμεων, εὔδηλον ἐκ τοῦ διατμηθέντος αὐτοῦ καθ' ὁτιοῦν μέρος, ὅσον μὲν ἀνωτέρω τῆς τομῆς ἐστιν, ὑγιὲς διαφυλάττεσθαι, τοῦ κατωτέρω δὲ τὴν αἴσθησιν ἀπόλλυσθαι παραχρῆμα καὶ τὴν κίνησιν, ἁπάντων τῶν ἀπ' αὐτοῦ λαμβανόντων τὰ νεῦρα μυῶν [13] ἀναισθήτων τε καὶ ἀκινήτων γιγνομένων. Ἐρασίστρατος μὲν οὖν, εἰ καὶ μὴ πρόσθεν, ἀλλ' ἐπὶ γήρως γε τὴν ἀληθῆ τῶν νεύρων ἀρχὴν κατενόησεν· Ἀριστοτέλης δὲ μέχρι παντὸς ἀγνοήσας εἰκότως ἀπορεῖ χρείαν εἰπεῖν ἐγκεφάλου.
[14] τίνα δ' ἐστὶν ἃ λέγει καὶ ὅπως ἐξελέγχεται μαθεῖν ἔνεστί σοι τὸ περὶ χρείας μορίων ὄγδοον ὑπόμνημα τῆς ἡμετέρας πραγματείας ἀναγνόντι, καθάπερ γε καὶ ὅτι τούτων ἁπάντων τῶν δογμάτων ὧν διῆλθον Ἱπποκράτης ἐστὶν ἡγεμών, ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ ‹τῆς› Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασι [15] δέδεικται. διὸ καὶ νῦν οὐ γέγραφα τὰς ῥήσεις, ὥσπερ τὰς Πλάτωνος, ὅπως μὴ δὶς ὑπὲρ τῶν αὐτῶν λέγοιμι· τῶν Πλάτωνος δὲ κατ' ἄλλην οὐδεμίαν μεμνημονευκὼς πραγματείαν εἰκότως ἐν τῇδε παρεθέμην.