5293 511 0 0 1 0 V-IV a. C. Medicina Hippocrates VI De morbis popularibus (= Epidemiae) Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 5

Hippocrates - De morbis popularibus (= Epidemiae) VI

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΚΤΟΝ.

[1]  

ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

[1]    Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα ὀδύναι μάλιστα, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων· ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ.

[2]    Οἱ φοξοὶ, οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τἄλλα καὶ ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες, καὶ ὠτόῤῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι, καὶ ὀδόντες παρηλλαγμένοι.

[3]    Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι μέση ἵζει ἡ ῥίς· οἷσι δὲ, ἔνθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.

[4]    Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας.

[5]    Καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σίτου, ἐμέουσί γε φλέγμα, ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα· καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ, ὅταν σίτου κενωθῶσιν· ψαμμία τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσιν· νάρκη μηροῦ τοῦ κατ' ἴξιν. Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια· μὴ ἐμπίπλασθαι· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι.

[6]    Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπουλὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

[7]    Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

[8]    Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, οὐ πάνυ τι πρηΰνεται, ἀλλ' ἐγγὺς τῆς ἀκμῆς. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων, ἢν ἐκ χρηστῶν ἴωσι, καὶ κοιλίη ἢν μὴ ὑποδιέλθῃ, καὶ ὕπνοι ἢν ἔωσιν· ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ· ἴσως δὲ καὶ τὰ ἐκ κόπων. Ἀποστάσιες οὐ μάλα, οἷσι ῥίγεα.

[9]    Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νούσου ὁδοιπορήσαντι, ἢ ἐκ νούσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων ἐς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες.

[10]    Φύματα ἔξω ἐξοιδέοντα, καὶ τὰ ἀποξέα καὶ κορυφώδεα, καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα, καὶ μὴ περίσκληρα, καὶ κατάῤῥοπα, καὶ μὴ δίκραια, ἀμείνω· τὰ δὲ ἐναντία κακὰ, καὶ ὅσα πλείστῳ ἐναντία, κάκιστα.

[11]    Τὸ θηριῶδες φθινοπώρου, καὶ αἱ καρδιαλγίαι, καὶ τὸ φρικῶδες, καὶ μελαγχολικόν. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι, καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ ἐς δείλην παροξύνεσθαι, καὶ ὁ ἐνιαυτός· ἐς δείλην, καὶ αἱ ἀσκαρίδες.

[12]    Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ σημαίνει μετὰ κρίσιν, διμηνιαίῳ τὸ ξύμπαν, εἰκοσταίῳ, καὶ οἰδήματα ἐς ἄρθρα· καὶ ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ, τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ· τὰ δὲ ἐν ὤμοισιν ἐκπυεῦντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει· λύσειε δ' ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν· καὶ αἷμα λύσειεν ἂν ῥαγὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται.

[13]    Δάκρυον ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόντων μὲν χρηστόν· ἀκόντων δὲ παραῤῥέον, κακόν· καὶ οἷσι περιτείνεται βλέφαρα, κακόν· κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον, οἷον ἄχνη, καὶ τὸ ἀμαυρὸν, καὶ αὐχμηρὸν, κακόν· καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν, καὶ οἱ πεπηγότες, καὶ οἱ μόλις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι, καὶ τἄλλα ὅσα παρεῖται.

[14]    Πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρηέες· οἱ δ' οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ' ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ τἄλλα τοιουτότροπα.

[15]    Αἱ ξυντάσιες τοῦ σώματος, καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων, κακόν· καὶ αὐτὸς διαλελυμένος, κακόν· καὶ αἱ κατακλάσιες τῶν ἄρθρων, κακαί. Ὄμματος θράσος, παρακρουστικόν· καὶ ἔῤῥιψις καὶ κατάκλασις, κακόν.

[2]

ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[1]    Εὐρῦναι, στενυγρῶσαι, τὰ μὲν, ναὶ, τὰ δὲ μή. Χυμοὺς, τοὺς μὲν, ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μὲν, τῇ δὲ μή. Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας, καὶ τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ μὲν, τὰ δὲ μή. Ἐπεγεῖραι, ναρκῶσαι· καὶ τἄλλα ὅσα τοιαῦτα. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιτείναντα ὑπεῖξαι. Ἄλλον χυμὸν, μὴ τὸν ἰόντα, ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ἐργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει, τὰ ἀνόμοια, ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν, καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῆ ἀφαιρέεται.

[2]    Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα, κακοήθεες δὲ οὗτοι.

[3]    Πνεύματα, σμικρὰ, πυκνά· μεγάλα, ἀραιά· σμικρὰ, ἀραιά· πυκνὰ, μεγάλα· ἔξω μεγάλα, εἴσω σμικρά· εἴσω μεγάλα, ἔξω σμικρά· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι, θερμὸν, ψυχρόν.

[4]    Ἰητήριον ξυνεχέων χασμέων, μακρόπνους, ἐν τοῖσιν ἀπότοισι καὶ μόγις, βραχύπνους.

[5]    Κατ' ἴξιν καὶ πλευρέων ὀδύνη, καὶ ξυντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ ὦτα κατ' ἴξιν, τούτων τὰ πλεῖστα ταῦτα καὶ ἐν ὀφθαλμοῖσιν· πότερον ἦρα πάντα, ἢ τὰ μὲν κάτωθεν ἄνω, κατ' ἴξιν, οἷα τὰ παρὰ γνάθους ἢ παρ' ὀφθαλμὸν καὶ οὖς, τὰ δὲ ἄνωθεν κάτω, οὐ κατ' ἴξιν; καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα καὶ πλευρέων ἀλγήματα κατ' ἴξιν· ἢ καὶ τὰ κάτω ἥπατος ἄνωθεν διαδιδόντα, οἷον τὰ ἐς ὄρχιας καὶ κιρσούς; σκεπτέα ταῦτα, ὅπη καὶ ὅθεν καὶ διὰ τί.

[6]    Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται, ἢ βὴξ ξηρὴ, μὴ θηριώδης, ἐς ἄρθρα στήριξιν προσδέχεσθαι δεῖ, κατ' ἴξιν τῶν ἐντασίων τῶν κατὰ κοιλίην ὡς ἐπιτοπουλύ· ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα, καὶ τῇ φύσει τοῦ λευκοχροωτέρου τρόπου, καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες, ἢ σμικρὰ αἱμοῤῥαγέουσιν· καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον· δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον· πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοίδε, ὑποστροφώδεες δέ.

[7]    Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα. Τὸ γοῦν πρῶτον σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γένηται, ἢ δεξιοῦ ὑποχονδρίου ἔντασις, ἢν μὴ ἐξοδεύῃ οὖρα· αὐτὴ γὰρ ἡ ἐγκατάληψις ἀμφοτέρων, καὶ αἱ ὑποστροφαὶ τουτέων εἰκότως. Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν μὴ γινομένας, τὰς δὲ ἐκκλίνειν γινομένας, τὰς δὲ ἀποδέχεσθαι, ἢν ἴωσιν, οἷαι δεῖ, καὶ ᾗ δεῖ, ὁκόσαι δὲ μὴ σφόδρα, ξυνδρᾷν, τὰς δὲ ἀποτρέπειν, ἢν πάντη ἀξύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἀρχομένας ἄρτι.

[8]    Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι.

[9]    Οἱ διαλείποντες μίην, τῇ ἑτέρῃ ἐπιῤῥιγέουσιν ἅμα κρίσει, ἐκ τῶν πέντε εἰς τὰς ἑπτά.

[10]    Ὅσοι τριταιοφυέες, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ· ἡ δὲ ἐπιοῦσα, εὐφορωτέρη ὡς ἐπιτοπουλύ.

[11]    Βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσαι, ἀπὸ πυρετοῦ πυρικαέος, οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χασμῶσι, τότε βήσσουσιν· ὅταν δὲ μὴ, οὔ· τοῦτο ἐν τοῖσι κοπιώδεσι μάλιστα πυρετοῖσι γίνεται.

[12]    Μηδὲν εἰκῆ, μηδὲν ὑπερορῇν. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν, καὶ διαναπαύειν.

[13]    Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ, ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφέλησεν.

[14]    Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων, ἐς οἷα, καὶ ἄλλαι καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτ' ἐξ ἥπατος σπληνὶ, καὶ τἀναντία, καὶ ὅσα τοιαῦτα. Ἀντισπᾷν, ἢν μὴ, ᾗ δεῖ, ῥέπῃ· ἢν δὲ ὅπη δεῖ, τουτέοισι δὲ στομοῦν, οἵως ἕκαστα ῥέπει.

[15]    Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχε χειμῶνος· ὅτε πρὸς πῦρ ἀλείψαιτο, ἢ θερμῷ λούσαιτο, ἀνίστατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν.

[16]    Ὅσα πεπαίνεσθαι δεῖ, κατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα, καὶ ὅπη ἔρευξις λυσιτελέει, καὶ ἄλλα τοιαῦτα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας, καὶ τὰς ἄλλας, ὧν δεῖ, καὶ ὡς δεῖ, καὶ οἷα, καὶ ὅπη, καὶ ὅτε, καὶ ὅσον δεῖ, οἷον ἱδρῶτας καὶ τἄλλα δὴ πάντα.

[17]    Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι, πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία εὐσημείη κακόν.

[18]    Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ Ἡρωΐου, ἰκτερώδεος ἐπιγενομένου ....

[19]    Ὁ παρὰ Τημένεω ἀδελφιδῇ, οὗτος μελάγχρως, ἐν Περίνθῳ· τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα· ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς, οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον· κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνοος ἐὼν, ἐπὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο· ἡ κοιλίη αὐτῷ ἐξετίναξεν.

[20]    Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοιώδεσι τὸ τοιοῦτον καὶ τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φλαῦρον, εἴτε χρηστόν. Οἷσιν ὁ σπλήν ἐστι κατάῤῥοπος, πόδες καὶ γούνατα καὶ χεῖρες, θερμά· ῥὶς καὶ ὦτα, ἀεὶ ψυχρά· ἦρα διὰ τοῦτο λεπτὸν τὸ αἷμα· ἦρα καὶ φύσει τοιοῦτον οὗτοι ἔχουσιν;

[21]    Ἐν τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν ἐκπυέειν, αἱ κοιλίαι ἐκταράσσονται.

[22]    Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατὺς, παχὺς, μακρὸς, λεπτός.

[23]    Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν ....

[24]    Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη, καὶ ἐς τὴν νοῦσον ἐρώτησις· ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι· τὰ πρὸς τὸν νοσέοντα, τὰ πρὸς τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν.

[25]    Ὅτι ἐν θερμοτέρῳ, στερεωτέρῳ, ἐν τοῖσι δεξιοῖσι, καὶ μέλανες διὰ τοῦτο, καὶ ἔξω αἱ φλέβες μᾶλλον. Ξυνεκρίθη, ξυνέστη, ὀξύτερον, κινηθὲν, ἐμωλύνθη, καὶ βραδύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον. Ὅτι ἐστερεώθη καὶ χολωδέστερόν τε καὶ ἐναιμότερον, ᾗ τοῦτο θερμότερόν ἐστι τὸ χωρίον τῶν ζώων.

[3]

ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[1]    Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρματος ξύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ἄλλων ξύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσίη, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης, ἡ τῶν ὀργάνων κατάτριψις. Ἡ καθαίρεσις, δρόμοισιν, ἡσυχίῃσιν, πάλῃσι, πολλοῖσι περιπάτοισι τάχεσιν, οἷσιν ἑφθὴ μάζα τὸ πλεῖστον, ἄρτος ὀλίγος. Καθαιρέσιος σημεῖον τὴν αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν· ἐξαπίνης γὰρ εἰρύεται· ὑφεῖναι τῶν πόνων, ᾗ εἰρύεται· ὁμοίως γὰρ ὅλον ξυμπίπτει· ὅταν δὲ δὴ ξυμπέσωσι, προσάγειν ὕεια ὀπτά· ὅταν δὲ πληρῶνται, σημεῖον, αὖθις τὸ σῶμα ἀνθηρὸν γίνεται. Ἐν γυμνασίοισι σημεῖον, ὁ ἱδρὼς ὁ ῥέων στάγδην ὃς ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ ξύμπτωσις ἐξ ἐπάρσιος.

[2]    Ἡ γυνὴ, ἣν πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, σπλήν οἱ φύσει μέγας· πυρετὸς καυσώδης· ἐξέρυθρος· πνεῦμα· δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω· ἀτάρ τι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ.

[3]    Ἧσσον τοῖσιν ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί.

[4]    Πᾶν τὸ ἐκπυέον, ἀνυπόστροφον· οὗτος γὰρ πεπασμὸς, καὶ κρίσις ἅμα καὶ ἀπόστασίς ἐστιν.

[5]    Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ, ὡς Δαμναγόρᾳ· οἷσι δ' ἐν τούτῳ ψόφος, Ἀρκεσιλάῳ δὲ καὶ ᾤδεεν. Τὸ φυσῶδες ξυναίτιον τοῖσι πιτυρώδεσι, καὶ γάρ εἰσι φυσώδεες.

[6]    Τὸ ψυχρὸν πάνυ, φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, οἷον χιὼν, κρύσταλλος, συστρεπτικὸν δὲ, οἷον τὰ φηρεῖα, καὶ αἱ γογγρῶναι· συναίτιον καὶ αἱ σκληρότητες.

[7]    Τὸ μετ' οὔρησιν σύναγμα, παιδίοισι μᾶλλον· ἦρ' ὅτι θερμότερα;

[8]    Τὰ σχήματα τὰ ῥηΐζοντα μᾶλλον, οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπεροδυνέων, κατακείμενος, λαβόμενος πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο, καὶ ἐῤῥήϊσεν.

[9]    Ὃν ἐξ ὀρειτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτεῦντα σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα· οὖρα καὶ γονὴ οὐκ ἴσχετο.

[10]    Ὅσαι πτερυγώδεες φύσιες πλευρέων δι' ἀδυναμίην τῆς ἀφορμῆς, ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοήθεσιν, εἰ ἔκκρισις εἴη, καὶ μὴ εἴη, κακόν.

[11]    Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπ' ὀσφύος καὶ διὰ νώτου, καὶ τότε ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν· φρίσσομεν γὰρ τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδοθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ· ἀφ' ὧν δὲ ἄλλων ῥιγέουσιν ἴσως ἑλκέων, ἄρχεται ἀπὸ τῶν ἀγγείων.

[12]    Κεφάλαιον ἐκ τῆς γενέσιος καὶ ἀφορμῆς καὶ πλείστων λόγων καὶ κατὰ σμικρὰ γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ ὅμοιαι ἀλλήλῃσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία· οὕτως ἂν ἡ ὁδός· οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη, καὶ τῶν μὴ, ἔλεγχος.

[13]    Αἱμοῤῥαγίαι ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν, ἢ τοῖσιν ἐρυθροχλώροισιν, ἢ τοῖσιν ὑποχλώροισιν· βραχέα ὑφέντα, παχῦναι ξηρῶς· τοῖσι δὲ ἑτέροισι, παχυσμὸν ἧσσον· ξηρῷ δὲ ἀπὸ ῥινῶν λευκὰ τῇ ἢ τῇ, οἷον κηκίς.

[14]    Ἐπὴν ἀφροδισιάζειν ἄρξωνται ἢ τραγίζειν αἱμοῤῥαγέουσιν. Ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος· οἱ δὲ μέλλοντες, φρικώδεες, ῥικνώδεες· οἱ δ' ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας.

[15]    Αἱ μεταβολαὶ φυλακτέαι· ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον.

[16]    Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται· ἀνάθρεψις τἀναντία· χρωτὸς ῥίκνωσις ξυμπίπτοντος, ἔκτασις ἀνατρεφομένου· τὸ ῥικνῶδες, τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον· οὕτω τὸ κατεσπάσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι· καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γενέσθαι.

[17]    Κλεῖς περιφανέες, φλέβες διαφανέες.

[18]    Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι πολλῇσι, πυρίῃσι, κακὸν, τὸ πυρετῶδες πολέμιον πάλῃσι, περιόδοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνῳ αὐτοῖσιν, ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.

[19]    Ὅτε ἐχρῆν, ἄδιψον, συνέχειν στόμα, σιγᾷν, ἄνεμον ξὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν.

[20]    Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ, σημεῖον, οἱ ὀδόντες, καὶ ἐφ' οἷσι βουβῶνες.

[21]    Τὰ γινόμενα ἕλκεα, καὶ φύματα, κρίνοντα πυρετούς· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί.

[22]    Τὰ στρογγυλλόμενα πτύαλα παρακρουστικὰ, οἷα ἐν Πληνῷ.

[23]    Οἱ αἱμοῤῥοΐδας ἔχοντες, οὔτε πλευρίτιδι, οὔτε περιπλευμονίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν· ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτω· καὶ ὅσαι ἄλλαι ἀποστάσιες, οἷον σύριγγες, ἢ ἕτεραι· σκέψις, ἐφ' οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα κωλύει. Ἄλλου τόπου τόποι δεξάμενοι, ἢ πόνῳ, ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι.

[24]    Διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτ' ἀποπτύουσιν. Ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τούτοισιν· ἐπ' ἄλλοισι δὲ, ὥσπερ ἐπὶ τούτοισι, τοῦτο οὐκ εἰκὸς, κώλυσις· ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις, χολή.

[4]

ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.

[1]    Τὰ παρ' οὖς, οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσει, τουτέου λαπασσομένου, ὑποστροφὴ γίνεται· κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι.

[2]    Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ.

[3]    ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν δὲ ἡσυχώτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.

[4]    Ἡ Ἀγάσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα ἐπιπολαίως, ἦρεν ἄχθος μέγα· αὐτίκα μὲν ψοφῆσαί τι ἐδόκεε κατὰ τὸ στῆθος· τῇ δ' ὑστεραίῃ, ἆσθμά τε εἶχε καὶ ἤλγει ἰσχίον τὸ δεξιόν· ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ, ἐπαύσατο· ἔπτυσεν ἀφρώδεα, ἀρχομένη δὲ ἀνθηρὰ, κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ· οἱ πόνοι μάλιστα μὲν, ὁκότε πονοίη τῇ χειρὶ ταύτῃ· εἴργεσθαι σκορόδου, χοιρίου, ὄϊος, βοὸς, ἐν δὲ τοῖσι πνευμένοισι, βοῆς, ὀξυθυμίης.

[5]    ᾯ ἐν τῇ κεφαλῇ ἐνέμετο, ᾧ πρῶτον ἡ στυπτηρίη ἡ κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι· ἀπέστη ἑξηκοσταῖον· ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ τρῶμα ἦν.

[6]    Τὰ κῶλα ἔχει οἷα κυνὸς, μείζω δέ· ἤρτηται ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα.

[7]    Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρίως δρῇν ἢ ποτὰ ἢ βρωτὰ ἢ ἃ ἂν ὁρᾷ, μαλακῶς ὅσα ψαύει· ἄλλαι· ἃ μὴ μεγάλα βλάπτει, ἢ εὐανάληπτα, οἷον ψυχρὸν, ὅκου τοῦτο δεῖ· εἴσοδοι, λόγοι, σχῆμα, ἐσθὴς, τῷ νοσέοντι, κουρὴ, ὄνυχες, ὀδμαί.

[8]    Ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχηται τὸν ἠέρα· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθημα ἔχειν.

[9]    Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται.

[10]    Ἢν οἷα δεῖ καθαίρωνται, καὶ εὐφόρως φέρουσιν.

[11]    Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διετέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.

[12]    Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.

[13]    Ἐνθέρμῳ φύσει, ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν.

[14]    Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ.

[15]    Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός.

[16]    Αἱ ἀσθενέες δίαιται, ψυχραί· αἱ δὲ ἰσχυραὶ, θερμαί.

[17]    Ὑδάτων ἀτεχνέων, τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν, βρονταῖον, ὡραῖον, τὸ δὲ λαιλαπῶδες, κακόν.

[18]    Ὕδωρ βορὸν, καὶ ἀγρυπνίη βορόν. Ἐνθέρμῳ φύσει καὶ θερμῇ ὥρῃ, κοίτη ἐν ψύχει παχύνει, ἐν θερμῷ λεπτύνει. Ἄσκησις ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Ἐν τῷ ἐγρηγορέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος, τῆς δὲ ἐξ ὕπνου διέγερσις.

[19]    Ἐν οἷσι πλεῖστον τὸ θερμὸν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος· δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνεται. Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί· οὗτοι ἐπίφλεβοι, καὶ ὀξυθυμότεροι.

[20]    Αὐχμοῦ ἐπὶ γῆς, οἰωνῶν γένος εὐθηνεῖ.

[21]    Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, δεξιὸς, ἄρσεν, εὐώνυμος, θῆλυ.

[22]    Ὀφθαλμοὶ, οὕτω καὶ γυῖον· καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ ἄμεινον ἐπιδιδοῖ· δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν· τὰ ζωτικὰ ἐναντία.

[23]    Πόνοι σιτίων ἡγείσθωσαν.

[5]

ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ.

[1]    Νούσων φύσιες ἰητροί. Ἀνευρίσκει ἡ φύσις αὐτὴ ἑωυτῇ τὰς ἐφόδους, οὐκ ἐκ διανοίης, οἷον τὸ σκαρδαμύσσειν, καὶ ἡ γλῶσσα ὑπουργέει, καὶ ὅσα ἄλλα τοιαῦτα· ἀπαίδευτος ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει. Δάκρυα, ῥινῶν ὑγρότης, πταρμοὶ, ὠτὸς ῥύπος, στόματος σίαλον, ἀναγωγὴ, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βὴξ, λὺγξ, οὐ τοῦ αὐτέου παντάπασι τρόπου. Οὔρου ἄφοδος καὶ φύσης καὶ ταύτης τῆς ἑτέρης, τροφῆς καὶ πνοιῆς, καὶ τοῖσι θήλεσιν, ἃ τούτοισι, καὶ κατὰ τὸ ἄλλο σῶμα, ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ, καὶ ὅσα τοιαῦτα.

[2]    Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται μέχρι θανάτου· ἢν δὲ ἐκπυρωθῇ ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται.

[3]    Νοῦσοι ξύντροφοι ἐν γήραϊ καὶ διὰ πεπασμὸν λείπουσι, καὶ διὰ λύσιν, καὶ δι' ἀραίωσιν.

[4]    Ἴησις ἀντίνοον, μὴ ὁμονοεῖν τῷ πάθει· τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει.

[5]    Ὁκόσα δὲ ἐκ θυμοῦ, ταῦτα· ὀξυθυμίη ἀνασπᾷ καρδίην καὶ πλεύμονα ἐς ἑωυτὰ, καὶ ἐς κεφαλὴν τὰ θερμὰ καὶ τὸ ὑγρόν· ἡ δ' εὐθυμίη ἀφίει καρδίην. Πόνος, τοῖσιν ἄρθροισι καὶ σαρκὶ σῖτος, ὕπνος σπλάγχνοισιν. Ψυχῆς περίπατος, φροντὶς ἀνθρώποισιν.

[6]    Ἐν τοῖσι τρώμασι τὸ αἷμα ξυντρέχει, βοηθητέον ὡς τὸ κενὸν πληρωθῆναι.

[7]    Ἢν οὖς ἀλγέῃ, εἰρίον περὶ τὸν δάκτυλον ἐλίξας, ἐγχέειν ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἰρίον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν· ἀπάτη.

[8]    Γλῶσσα οὖρον σημαίνει· χλωραὶ γλῶσσαι, χολώδεες, τὸ δὲ χολῶδες, ἀπὸ πίονος· ἐρυθραὶ δὲ, ἀφ' αἵματος· μέλαιναι δὲ, ἀπὸ μελαίνης χολῆς· αὖαι δὲ, ἀπὸ ἐκκαύσιος λιγνυώδεος καὶ μητρῴου μορίου· λευκαὶ δὲ, ἀπὸ φλέγματος.

[9]    Οὖρον ὁμόχροον βρώματι καὶ πόματι, καὶ τῶν ἔσωθεν ὅπου τοῦ ὑγροῦ ξύντηξις.

[10]    Γλῶσσα ὁμόχροος τῇσι προστάσεσι, διὸ ταύτῃ γινώσκομεν τοὺς χυμούς. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.

[11]    Ἢν τῶν μαζῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος.

[12]    Ἀνθρώποισιν ὁ ἐν τοῖσιν ὠσὶ ῥύπος, ὁ μὲν γλυκὺς, θανάσιμος, ὁ δὲ πικρὸς, οὔ.

[13]    Γῆν μεταμείβειν ξύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσήμασιν.

[14]    Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.

[15]    Κεδμάτων, τὰς ἐν τοῖσιν ὠσὶ φλέβας σχάζειν. Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον. Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ ἢ βρωτὰ, ταρακτικά. Μελαίνης χολῆς, ὡς ὅμοιον, αἱμοῤῥοΐδι. Τὰς ἐπαυξέας νούσους, μίξις. Ψύξις τὰ κατὰ κοιλίην σκληρύνει· μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν θέλῃς, λούειν ἢ φαγεῖν. Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει. Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ ἀπὸ τῆς κάτω μᾶλλον. Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ἰσχναίνει καὶ ὕπνος πουλύς. Ψυχρότατον βρῶμα, φακοὶ, κέγχροι, κολοκύνται. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. Γυνὴ, αἲξ, ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι, καὶ παιδίοισι κάθαρσις. Ἐνθέρμῳ βρωθὲν, ἔσωθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ὥρῃ θερινῇ· τῷ δὲ ἐναντίῳ ὡς ἐναντίως. Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.

[6]

ΤΜΗΜΑ ΕΚΤΟΝ.

[1]    Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν· δῆλον ἡ αἴσθησις, ὡς ἔκπνοον καὶ εἴσπνοον ὅλον τὸ σῶμα. Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες, καὶ εὐθὺς ἀποκρίνει. Καὶ οἷσι τὸ μὲν πῖον, χολὴν ξανθὴν, τὸ δ' αἷμα, μέλαιναν.

[2]    Γνώμης, μνήμης, ὀδμῆς, τῶν ἄλλων, καὶ πείνης, ὀργάνων ἄσκησις, πόνοι, σιτία, ποτὰ, ὕπνος, ἀφροδίσια, μέτρια. Ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται.

[3]    Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματος δὲ κοιλίην διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμοὶ, φυτῶν χυμοὶ, ἐφ' ὧν τὴν δύναμιν ἔχουσι, καὶ κυκεών· κακούργων, γάλα, σκόροδον, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.

[4]    Ἄνθρωπος, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη καὶ βάρος, ἀνέπτυεν· ἔβησσε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς, ὑποδάκνων πρὸς χεῖρα· δευτεραίῳ δὲ καρηβαρίη· γλῶσσα ἐπεκαύθη· ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρὸς, ὠδυνᾶτο.

[5]    Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι, ὑπὸ τῆς μεγάλης νούσου οὐχ ἁλίσκονται· ἢν δ' ἁλίσκωνται πρότερον, ἐπιγένηται δὲ τεταρταῖος, παύονται. Ἀνθ' οἵων αἱ νοῦσοι. Ἡ χολὴ, οἷον εἶπον περὶ τῶν ὀρνίθων, ὅτι χολώδεες. Ἡ θερμότης δριμύτητος σημεῖον. Οἱ ὄχλοι, αἱ δίοδοι· ὅτι τοῖσι παρακρούουσι λήγουσιν ὀδύναι πλευρέων· ἔστι δ' οἷσι πυρετοί· ἐστὶ δ' οἷσιν, οὔ, ἀλλὰ ξὺν ἱδρῶσιν· ἔστι δ' οἷσι σὺν ὄχλῳ· ἔστι δ' οἷσι καρφαλέον καὶ περιτεταμένον τὸ δέρμα καὶ ἁλμυρῶδες. Αἱ ναρκώσιες οἷαι· ἐξ οἵων, καὶ οἷαι ᾧ τὸ ἰσχίον. Δι' οὐάτων, ἐξ οὐάτων τὰ πολλὰ θνήσκει τριταῖα. Οἷσι μὲν δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος, οἷσι δὲ χαλαρὰ, ξὺν ἱδρῶτι θνήσκουσιν. Ἐν τοῖσι παλιμβόλοισιν αἱ μεταβολαὶ ὠφελέουσι, τούτοισι μεταβάλλειν, πρὶν κακοῦσθαι, ἐς τὰ πρέποντα, οἷον Χαιρίωνι. Τὰ ἐρεθιζόμενα, ἐξ οἵων τὰ κερχνώδεα.

[6]    Ὅριον, οἷσι μὲν ὑγιὲς καταλείπεται, κάτω ὑφιεμένης τῆς προφάσιος, ἢ καθαίρων, ἢ ἀποδέων, ἢ ἐκβάλλων, ἢ ἀποτάμνων, ἢ ἀποκαίων ἔσο· οἷσι δὲ μὴ, οὔ.

[7]    Οἷσιν αἷμα ῥεῖ πουλὺ καὶ πολλάκις ἐκ ῥινέων, οἷσι μὲν ἄχροιαι, ἄκρητος τουτέοισιν, ὀλίγα ἀρήγει· οἷσι δὲ ἐξέρυθροι χρῶτες, οὐχ ὁμοίως· καὶ οἷσι κεφαλαὶ εὔφοροι, ἄκρητος ἀρήγει, οἷσι δὲ μὴ, οὔ.

[8]    Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη καὶ πλείων, ὑγιαίνουσιν οὗτοι νοσηλότερον· τοῖσι πλείστοισι δὲ, οἷσιν ὑπὸ νούσου, τἀναντία.

[9]    Τὰ στρογγυλούμενα πτύαλα, παρακρουστικὰ, οἷον τῷ ἐν Πλινθίῳ, τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ, καὶ ἐλύθη πεμπταίῳ.

[10]    Οὖρον πολλὴν ὑπόστασιν ἔχον ῥύεται τὰς παρακρούσιας, οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν.

[11]    Οὐ πρόσω ἐνιαυτοῦ τεταρταῖος.

[12]    Ὦτα, τοῦ θέρεος, ῥήξιες πεμπταίοισιν, ἔστι δ' ὅτε καὶ μακρότερα· τὰ παρὰ τὰ οὖλα καὶ γλῶσσαν ἀποπυεῖ ἑβδομαίοισι, μάλιστα δὲ καὶ αἱ κατὰ ῥῖνας ἐμπυήσιες.

[13]    Οἷσιν ἐπὶ ὀδόντων ὀδύνης ἀπὸ ὀφρύος λεπτὰ ἔρχεται, τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύτερα τῇ ὑστεραίῃ ἔρχεται, ἢν καὶ τὰ ἄλλα μὴ κρατήσῃ· Ἡγησίππῳ γὰρ τὸ ὑπνικὸν ἐντεθὲν οὐκ ἐκράτησε, μᾶλλον δέ τι καὶ προσεσκαλεύθη βιαιότερον.

[14]    Τὴν ἀπὸ κεφαλῆς ὀστέων φύσιν, ἔπειτα νεύρων, καὶ φλεβῶν, καὶ σαρκῶν, καὶ τῶν ἄλλων χυμῶν, καὶ τῶν ἄνω καὶ τῶν κάτω κοιλιῶν, καὶ γνώμης, καὶ τρόπων, καὶ τῶν κατ' ἐνιαυτὸν γινομένων, ὥρῃ τινὶ τὸ ἐπὶ πρωϊαίτερον τοῦ ἔτεος, οἷον ἐξανθήματα καὶ τὰ τοιαῦτα, ὅμοιον τοῖσι καθ' ἡμέρην πρωϊαίτερον λαμβανομένοισιν, ἢ ὀψιαίτερον. Ὡσαύτως τὸ ἐπίχολον καὶ ἔναιμον σῶμα μελαγχολικὸν, μὴ ἔχον ἐξαρύσιας.

[15]    Λυκίῃ τὰ ὕστατα σπλὴν μέγας, ὀδυνώδης, ἐν τῇ τετάρτῃ ἢ τῇ πέμπτῃ.

[7]

ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ.

[1]    Βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινὰς ἢ πέμπτῃ καὶ δεκάτῃ, ἢ εἰκοστῇ ἡμέρῃ ἐκ μεταβολῆς πυκνῆς νοτίων καὶ βορείων καὶ χιονωδέων· ἐκ τουτέων τὰ μὲν βραχύτερα, τὰ δὲ μακρότερα ἐγένετο· καὶ περιπλευμονικὰ συχνὰ μετὰ ταῦτα. Πρὸ ἰσημερίης αὖτις ὑπέστρεφε τοὺς πλείστους ὡς ἐπὶ τὸ πουλὺ τεσσαρακοσταίους ἀπὸ τῆς ἀρχῆς· καὶ τοῖσι μὲν βραχέα πάνυ καὶ εὔκριτα ἐγίνετο· τοῖσι δὲ φάρυγγες ἐφλέγμηναν, τοῖσι δὲ κυνάγχαι· τοῖσι δὲ παραπληγικά· τοῖσι δὲ νυκτάλωπες, μᾶλλον δὲ παιδίοισιν· περιπλευμονικὰ δὲ πάνυ βραχέα ἐγένετο. Νυκτάλωπες μὲν οὖν οὐδὲν βήξασι τὸ ὕστερον ἢ πάνυ βραχὺ ἀντὶ τῆς βηχὸς ἐγίνοντο, φάρυγγες δὲ βραχέαι, μᾶλλον δὲ νυκταλώπων. Κυνάγχαι δὲ καὶ παραπληγικὰ, ἢ σκληρὰ καὶ ξηρὰ, ἢ σμικρὰ καὶ ὀλιγάκις ἀνάγουσαι πέπονα, ἔστι δ' οἷσι καὶ κάρτα. Οἱ μὲν οὖν ἢ φωνῇσι πλέον ταλαιπωρήσαντες, ἢ ῥιγώσαντες, ἐς κυνάγχας μᾶλλον ἐτελεύτων. Οἱ δὲ τῇ χειρὶ πονήσαντες, ἐς χεῖρας μοῦνον παραπληγικοὶ, οἱ δ' ἱππεύσαντες ἢ πλείω ὁδοιπορήσαντες, ἢ ἄλλο τι τοῖσι σκέλεσι ταλαιπωρήσαντες, τουτέοισι δὲ ἐς ὀσφὺν ἢ σκέλεα ἀκρασίαι παραπληγικαί· καὶ ἐς μηροὺς καὶ κνήμας κόπος καὶ πόνος· σκληρόταται δὲ καὶ βιαιόταται, αἱ ἐς τὰ παραπληγικὰ ἄγουσαι. Πάντα δὲ ταῦτα ἐπὶ τῇσιν ὑποστροφῇσιν ἐγένετο, ἐν ἀρχῇσι δὲ οὐ μάλα. Πολλοῖσι δὲ τουτέων ἀνῆκαν μὲν αἱ βῆχες ἐν τῷ μέσῳ, ἐξέλιπον δὲ τελέως οὔ· ἀλλὰ συνῆσαν τῇ ὑποστροφῇ. Οἷσι φωναὶ ἀπεῤῥήγνυντο ἐς τὸ βηχῶδες, τουτέων οἱ πλεῖστοι οὐδὲ ἐπυρέταινον, οἱ δέ τινες, βραχέα· ἀτὰρ οὐδὲ περιπλευμονικὰ ἐγίνετο τουτέων οὐδενὶ, οὐδὲ παραπληγικὰ, οὐδὲ ἄλλο οὐδὲν ἐπεσημάνθη, ἀλλ' ἐν τῇ φωνῇ μούνῃ ἐκρίνετο. Τὰ δὲ νυκταλωπικὰ ἱδρύετο, ὡς καὶ τὰ ἐξ ἄλλων προφασίων γινόμενα· ἐγίνετο δὲ νυκταλωπικὰ τοῖσι παιδίοισι μάλιστα· ὀμμάτων δὲ, τὰ μέλανα, ὑποποίκιλα, ὅσα τὰς μὲν κόρας σμικρὰς ἔχει, τὸ δὲ ξύμπαν μέλαν ὡς ἐπὶ τὸ πουλύ· μεγαλόφθαλμοι δὲ μᾶλλον, καὶ οὐ σμικρόφθαλμοι, καὶ ἰθύτριχες οἱ πλεῖστοι, καὶ μελανότριχες. Γυναῖκες δὲ οὐχ ὁμοίως ἐπόνησαν ὑπὸ τῆς βηχὸς, ἀλλ' ὀλίγαι τε ἐπυρέτηναν, καὶ τουτέων πάνυ ὀλίγαι ἐς τὸ περιπλευμονικὸν ἦλθον, καὶ αὗται πρεσβύτεραι, καὶ πᾶσαι περιεγένοντο. ᾘτιώμην τοῦτο, καὶ τὸ μὴ ἐξιέναι ὁμοίως ἀνδράσι, καὶ ὅτι οὐδ' ἄλλως ὁμοίως ἀνδράσιν ἁλίσκονται. Κυνάγκαι δὲ ἐγίνοντο μὲν καὶ ἐλευθέρῃσι δισσῇσι, καὶ αὗται τοῦ εὐηθεστάτου τρόπου, περισσοτέρως δὲ δούλῃσιν, ὅσῃσί τε ἐγίνοντο βιαιόταται, καὶ ταχύτατα ἀπώλλυντο. Ἀνδράσι δὲ πολλοῖσιν ἐγίνοντο, καὶ οἱ μὲν διέφυγον, οἱ δὲ ἀπώλλυντο. Τὸ δὲ ξύμπαν, οἱ μὲν μὴ δυνάμενοι καταπίνειν μοῦνον, πάνυ εὐήθη καὶ εὔφορα· οἱ δὲ καὶ διαλεγόμενοι πρὸς τούτοισιν ἀσαφέως, καὶ ὀχλωδέστερα καὶ χρονιώτερα· οἷσι δὲ καὶ φλέβες αἱ περὶ κρόταφον καὶ αὐχένα ἐπῄροντο, ὑποπόνηρα· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετο, κάκιστον, οὗτοι γὰρ καὶ ἐπεχλιαίνοντο. Ὡς γὰρ γέγραπται, οὕτως αἱ ξυγκληρίαι τῶν παθημάτων ἦσαν· τὰ μὲν πρῶτον γεγραμμένα καὶ ἄνευ τῶν ὕστερον γεγραμμένων ἐγίνετο· τὰ δ' ὕστερον, οὐκ ἄνευ τῶν πρότερον· τάχιστα δ' ἔθνησκον, ὅτ' ἐπιῤῥιγώσειαν πυρετώδει ῥίγει. Τούτους οὐδὲ ἀναστάσει πιεζομένους οὐδὲν ἄξιον λόγου ὠφέλει, οὔτε γαστρὸς ταραχὴ, οὔτε φλεβοτομίη, ὅσα ἐπειράθην· ἔταμον δὲ καὶ ὑπὸ γλῶσσαν· οὓς δὲ καὶ ἄνω ἐφαρμάκευσα. Ταῦτα μὲν οὖν καὶ διὰ παντὸς ἐν τῷ θέρει, ὡς δὲ καὶ τὰ ἐπιῤῥηγνύμενα πάμπολλα, πρῶτον μὲν ἐν τοῖσιν αὐχμοῖσιν ὀφθαλμίαι ἐπεδήμησαν ὀδυνώδεες.

[2]    Αἵματος φλεβῶν στάσιες, λειποθυμίη, σχῆμα, ἄλλη ἀπόληψις, μοτώματος ξυστροφὴ, πρόσθεσις, ἐπίδεσις. Ἐβουβωνοῦτο τὰ πλεῖστα, διότι ἡπατῖτις· ἦν δὲ καὶ ἀπὸ ἀρτηρίης κακωθείσης κακὸν σημεῖον, οἵως Ποσειδωνίῃ. Οἱ αἱμοῤῥαγέοντες τελευτῶντες οὐκ ἐφίδρωσαν μέτωπον, ἀλλ' οἷα ξυμπεπτωκότες· καὶ οἱ πνευματίαι, καὶ οἱ ὑπὸ ὑδρώπων ὀλλύμενοι, πονηρόν. Τῶν γαστέρων αἱ εὐφορίαι ταραχὴν φέρουσιν, οἷον Ποσειδωνίῃ· καὶ τὰ θηρία οἷα ἐνεποίει· ἐν τῷ λεπτυσμῷ ἡ περίτασις πρὸ τῆς τελευτῆς, καὶ ὁ ὀμφαλὸς πρόμακρος εἱλκύσθη αὐτέη, καὶ οὔλων ἐφελκώσιες τῶν ἐπιόντων ἐπὶ ὀδόντα.

[3]    Ὅτι πολλὰ περὶ ἑκάστου ἐστὶν ὀρθῶς ἐντείλασθαι, τὰ μὲν ταὐτὰ δυνάμενα, τὰ δὲ οὔ· οἷόν ἐστι τὰ τοιάδε, διαχυθῆναι, καὶ πιληθῆναι, καὶ ἐξαχθῆναι, καὶ σκληρυνθῆναι, καὶ πεπανθῆναι, καὶ ὅκου κλίνειν δεῖ, ὤσασθαι. Τοὺς ἀτολμέοντας δέον μεταβολῇ ἀνεγείρειν κατανεναρκωμένους, ἐς ἃ ὑστερέουσιν.

[4]    Ὑδατώδεας θᾶσσον τάμνειν, φθίνοντας καίειν αὐτίκα, πρίειν κεφαλὴν, καὶ τὰ τοιαῦτα· τῶν ὑδατουμένων μὴ ψαύειν ἤτρου, μηδὲ τῶν ἔσω· ὅμοιον γὰρ τοῖσι πολλοῖσι γούνασιν.

[5]    Τὰ παρὰ καρδίην Ξενάρχῳ· καὶ θερμὸν ἅλες ἐσπνεῖν, καὶ τὸ ἕλκος ἀντὶ τῆς κενώσιος θάλπειν ἀρχῆθεν.

[6]    Φωνὴ οἵη γίνεται ὀργιζομένοισιν, ἢν τοιαύτη ᾖ μὴ ὀργιζομένῳ φύσει, ἢ καὶ ὄμματα οἷα ἂν ᾖ φύσει ταραχώδεα, οἷα ὅταν ὀργίζωνται οἱ μὴ τοιοῦτοι, καὶ τἄλλα κατὰ λόγον, καὶ νούσων, οἷον τὸ φθινῶδες ποιέει τὸ εἶδος, ἢν τοιοῦτος φύσει ὑπάρχῃ, ἐς τοιοῦτον νόσημα παρέσται, καὶ τἄλλα οὕτως.

[7]    Αἱ βῆχες κοπιώδεες καὶ ἅπτονται τῶν σιναρῶν, ἀτὰρ καὶ μάλιστα ἄρθρων· ἀτὰρ καὶ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι βῆχες ξηραὶ γίνονται· αἱ ξηραὶ βῆχες ἐς ἄρθρα στηρίζουσι ξὺν πυρετῷ, ἢν ἐγκαταλίπωνται.

[8]    Τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὸν, καὶ τῇσιν ἀτόκοισι, καὶ ὅσα ἄλλα τοιαῦτα, ἀπὸ τῆς αὐτῆς καταστάσιος.

[9]    Τοῖσι φθίνουσι τὸ φθινόπωρον κακόν· κακὸν δὲ καὶ τὸ ἦρ, ὅταν τὰ τῆς συκῆς φύλλα κορώνης ποσὶν ἴκελα ᾖ.

[10]    Ἐν Περίνθῳ ἦρος οἱ πλεῖστοι, ξυναίτιον βὴξ χειμερινὴ ἐπιδημήσασα, καὶ τοῖσιν ἄλλοισιν ὅσα χρόνια, καὶ γὰρ τοῖσιν ἐνδοιαστοῖσιν ἐβεβαίωσαν· ἔστι δ' οἷσι τῶν χρονίων οὐκ ἐγένοντο, οἷον τοῖσι τὰς νεφριτικὰς ὀδύνας ἔχουσιν· ἀτὰρ καὶ τοῖσιν ἄλλοισιν, οἷον ὁ ἄνθρωπος ἐκεῖνος, πρὸς ὃν ὁ Κυνίσκος ἤγαγέ με.

[11]    Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ στήθει καὶ τοῖσιν ἄλλοισι τὰς ὥρας, εἰ μέγα, διαφέρουσι, καταμαθητέον, ὅτι, ὅταν βέλτιον ἴσχωσιν, αὖτις κάκιον ἴσχουσιν οὐχ ἁμαρτάνοντες.

[8]

ΤΜΗΜΑ ΟΓΔΟΟΝ.

[1]    Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιπυρεταίνωσιν.

[2]    Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.

[3]    Ὀσφὺν ἀλγέοντι, ἀναδρομὴ ἐς τὸ πλευρόν· καὶ ἐκφύματα, ἃ σὴψ καλεῖται.

[4]    Τὰ νεφριτικὰ οὐκ εἶδον ὑγιασθέντα ὑπὲρ πεντήκοντα ἔτεα.

[5]    Τὰ ἐν τοῖσιν ὕπνοισι παροξυνόμενα, καὶ ὅσοις ἄκρεα περιψύχεται, καὶ ἡ γνώμη ταράσσεται, καὶ τἄλλα ὅσα περὶ ὕπνον τοιαῦτα, καὶ οἷσι τἀναντία.

[6]    Ὅσῃσι μὲν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγονα γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅ τι ἐν ἑπτὰ κινέεται, ἐν τριπλασίῃ τελειοῦται, καὶ ὅ τι ἐν ἐννέα κινεῖται, ἐν τριπλασίῃ τελειοῦται. Καὶ ὅτι μετὰ γυναικεῖα τὰ δεξιὰ, τὰ δ' ἀριστερὰ, χάσκων, ὑγρότης διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι δὲ τὸ θᾶσσον διακριθὲν, κινηθὲν, αὖτις αὔξεται βραδύτερον, ἐπὶ πλείονα δὲ χρόνον. Οἱ πόνοι, τρίτῳ, πέμπτῳ, ἑβδόμῳ, ἐνάτῳ μηνὶ, δευτέρῳ, τετάρτῳ, ἕκτῳ.

[7]    Τὰ ἐκ τοῦ σμικροῦ πινακιδίου σκεπτέα. Δίαιτα γίνεται πλησμονῇ, κενώσει, βρωμάτων, πομάτων· μεταβολαὶ τουτέων, οἷα ἐξ οἵων, ὡς ἔχει. Ὀδμαὶ τέρπουσαι, λυποῦσαι, πιμπλῶσαι, πειθόμεναι· μεταβολαὶ, ἐξ οἵων οἵως ἔχουσιν. Τὰ ἐσπίπτοντα, ἢ ἐξιόντα πνεύματα, ἢ καὶ σώματα. Ἀκοαὶ κρείσσονες, αἱ δὲ λυποῦσαι. Καὶ γλώσσης, ἐξ οἵων οἷα προκαλέεται. Πνεῦμα, τοσαύτη θερμότης, ψυχρότης, παχύτης, λεπτότης, ξηρότης, πεπληρωμένον, μεῖόν τε καὶ πλεῖον· ἀφ' ὧν αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων, ὡς ἔχουσιν. Τὰ ἴσχοντα, ἢ ὁρμῶντα, ἢ ἐνισχόμενα. Λόγοι, σιγὴ, εἰπεῖν ἃ βούλεται· λόγοι, οὓς λέγει, ἢ μέγα, ἢ πολλοὶ, ἀτρεκέες, ἢ πλαστοί.

[8]    Τὰ ἀπιόντα εἰδέναι, ὅθεν ἤρξατο, ἢ ὅκου ἐπαύσατο, ἢ ὅσον διεσπᾶτο, χρώματά τε, οἷσιν ἢ θερμότατα, ἢ ἁλμυρότατα, ἢ γλυκύτατα, ἢ λεπτότατα, ἢ παχύτατα, ὁμαλῶς ἢ ἀνωμάλως, τὸ σῶμα, τὸν χρόνον· αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων ἔχουσιν. Ἤρξατο ἔρυξιν, οὐκ ἐκράτησεν. Δάκρυα, ἑκόντι, ἀέκοντι, πουλλὰ, ὀλίγα, θερμὰ, ψυχρὰ, πάχος, γεῦσις. Πτύαλον αὐτόθεν ἀναχρεμπτόμενον, ἢ ἀναβήσσοντα, ἔμετος.

[9]    Ἡλίου θάλπος, ψῦχος, τέγξις, ξηρότης, μεταβολὴ διὰ οἷα, ἐξ οἵων, ἐς οἷα ἔχει. Πόνοι, ἀργίαι, ὕπνοι, ἀγρυπνίαι. Τὰ ἐν ὕπνῳ, ἐνύπνια, κοῖται, καὶ ἐφ' οἷσι, καὶ ὑφ' οἵων.

[10]    Τἀκ τῆς γνώμης, ξύννοια, αὐτὴ καθ' ἑωυτὴν, χωρὶς τῶν ὀργάνων καὶ τῶν πρηγμάτων, ἄχθεται, καὶ ἥδεται, καὶ φοβεῖται, καὶ θαρσέει, καὶ ἐλπίζει, καὶ ἀδοξέει, οἷον ἡ Ἱπποθόου οἰκουρὸς, τῆς γνώμης αὐτῆς καθ' ἑωυτὴν ἐπίστημος ἐοῦσα τῶν ἐν τῇ νούσῳ ἐπιγενομένων.

[11]    Ἡλικίην μὴν ἡλίκος, καὶ ἡλικίην ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, οἷον εἰ παρελύθη ἐν χειμῶνι καὶ γέροντι τὴν ἡλικίην ἢ νηπίῳ καὶ θερίης, ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, ὀδόντων ἐκβολαὶ, τριχῶν φύσιες, γόνος, τὸ μᾶλλον καὶ ἧσσον, τριχῶν αὔξησις, παχυσμὸς, κρατυσμὸς, μινύθησις.

[12]    Τὸ ξυγγενὲς, καὶ τὸ καθ' ἑαυτὸ, ὅσῳ μᾶλλον καὶ ἧσσον.

[13]    Τοῦ ἔτεος ἡ ὥρη, ἐν ᾗ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον, καὶ εἰ ἡ ὥρη ἐγεγόνει ἔπομβρος ἢ αὐχμηρὴ, ψυχρὴ ἢ θερμὴ, νήνεμος ἢ ἐπάνεμος, καὶ οἵων ἀνέμων, τῆς ὥρης ἐν ἀρχῇ, ἢ μέση, ἢ ἐσχάτη, ἢ διὰ παντὸς, παροιχομένης ἢ παρεούσης.

[14]    Ὥρη τῆς νούσου, ὁ χρόνος, τὰ ἐπιγινόμενα, αἱ περίοδοι, καὶ τῶν περιόδων αἱ μείζονες, καὶ αἱ διὰ πλείονος, αἱ ἐπιδόσιες, καὶ ἡ τῆς ἄλλης νούσου ἐπίδοσις, ἡ χάλασις, ἡ ἀκμὴ, καὶ τὸ μᾶλλον καὶ τὸ ἧσσον ἀποτελέουσα, καὶ ὅτε, καὶ ὁποίως, καὶ ἐν οἵῃ ὥρῃ καὶ ἡλικίῃ.

[15]    Τῶν ἐπιδημεουσέων νούσων οἱ τρόποι, καὶ εἴ τις τῶν ἀρχομένων ἄρξαιτο ἀνήμετος, οἷον εἰ πιόντες τι, κατισχόντες ἢ βραχὺ καθαιρόμενοι.

[16]    Πυρετώδεες ἴσως οἱ ἔκλευκοι, ὧν καὶ χείλεα, οἷος ὁ τρόπος, οἱ χρόνοι.

[17]    Τὸ σῶμα ἔργον ἐς τὴν σκέψιν ἄγειν, ὄψις, ἀκοὴ, ῥὶς, ἁφὴ, γλῶσσα, λογισμός.

[18]    Καταμανθάνειν τὰ ἐν τοῖσι βλεφάροισι τοῖς ἄνω καταλειπόμενα οἰδήματα, τῶν ἄλλων περιισχναινομένων, ὑποστροφαί· ἐν δ' ἄκρῳ ὑπέρυθρα σκληρὰ, καὶ πάνυ τούτοισι, γλίσχρα, καὶ ἀνιστάμενα, καὶ ἐνεχόμενα ἐν τούτοισιν, οἷον Φαρσάλῳ Πολυμήδει. Τὰ καταῤῥηγνύμενα οἰδήματα, ἢ πελιώματα, ἢ ἐπ' ὀφθαλμίῃσιν ἢ ἕλκεσιν, ἄλλα γάρ· τὰ ἐκ τῶν φυμάτων καὶ ἐμπυημάτων καταφερόμενα.

[19]    Ὅτι σημεῖον ἀμφὶ ἀμητὸν, στρόφοι περὶ τὸν ὀμφαλὸν καὶ ὀδύναι ἔστιν ὅτ' ἀπὸ πράσων, ἀτὰρ καὶ ἀπὸ σκορόδων τούτοισιν ὕστερον. Ἐρυσίπελάς τ' ἐστὶν οἷσιν ἀπὸ τραχήλου, καὶ περὶ ταῦτα ἐν προσώπῳ ἐκρίνετο· τὰ μέλανα, καὶ οἷσι τράχηλοι, κακὰ, καὶ εἰ φλύκταιναι, κακὰ, καὶ οἷσι ταρακτικά.

[20]    Ὁ μελαγχολικὸς ὁ Ἀδείμαντος ἀπὸ πεπλίων πλειόνων ἤμεσέ ποτε μέλανα, ἄλλοτε ἀπὸ κρομμύων.

[21]    Οἱ πυρετοὶ, ἐν οἷσιν ἐφελκοῦται χείλεα, ἴσως διαλείποντες, καὶ τριταίοισι ψύξιες, οἱ δὲ περικαέες αὐτίκα πρὸς τὴν χεῖρα λυόμενοι αἰεί.

[22]    Οἷον ἔνεστιν ἐν τοῖσιν ἄρθροισι, σκεπτέον· ἦρα οὐκ ἐμπυοῦνται;

[23]    Ἔθος δὲ, ἐξ οἵων ὑγιαίνομεν, διαίτῃσι, σκέπῃσι, πόνοισιν, ὕπνοισιν, ἀφροδισίοισι, γνώμῃ.

[24]    Πρὸς τὰς νούσους, ἀπὸ τίνων τίνα σχήματα, ἐφ' οὓς τόπους ἐτράποντο, ἤρξαντο, παρῆσαν, ἐπαύσαντο. Ἐν οἷσιν ἀκρατὴς φοβερός. Τὰ ἐναντία ἐν τῇ νούσῳ διαιτήματα. Τὸ εὔφορον, τὸ δύσφορον.

[25]    Αἱ δίαιται, ὅσον γνῶναι, [μὴ] ἐξειδῆσαι, ξυμφοραὶ γὰρ πολλαί.

[26]    Ἀγαθοῖσι δὲ ἰητροῖσιν, αἱ ὁμοιότητες πλάνας καὶ ἀπορίας, ἀλλὰ τἀναντία, ἡ πρόφασις, οἵη· ὅτι χαλεπόν ἐστιν ἐκλογίσασθαι εἰδότα τὰς ὁδοὺς, οἷον εἰ φοξὸς, εἰ σιμὸς, εἰ ὑπόξυρος, εἰ χυλώδης, δυσήμετος, χολώδης μέλας, νέος, εἰκῇ βεβιωκὼς, ἅμα ταῦτα πρὸς ἄλληλα ξυνομολογήσασθαι χαλεπόν.

[27]    ᾯ τὸ συρίγγιον, ἐπανεῤῥήγνυτο, βηχία ἐκώλυε διαμένειν.

[28]    ᾯ ὁ λοβὸς τοῦ ἥπατος ἐπεπτύχθη, διέσεισα, ἐξαίφνης ὁ πόνος ἐπαύσατο.

[29]    Σάτυρος, ἐν Θάσῳ, παρωνύμιον ἐκαλεῖτο γρυπαλώπηξ, περὶ ἔτεα ἐὼν πέντε καὶ εἴκοσιν, ἐξωνείρωσσε πλεονάκις· προῄει δ' αὐτῷ, καὶ δι' ἡμέρης πλεονάκις· γενόμενος δὲ περὶ ἔτεα τριήκοντα, φθινώδης ἐγένετο, καὶ ἀπέθανεν.

[30]    Ἐν δὲ Ἀβδήροις ὁ παλαιστροφύλαξ, ὁ Κλεισθένεος λεγόμενος, παλαίσας πλείω πρὸς ἰσχυρότερον καὶ πεσὼν ἐπὶ κεφαλὴν, ἀπελθὼν, ἔπιε ψυχρὸν ὕδωρ πουλύ· μετὰ δὲ ταῦτα, ἐκείνης τῆς νυκτὸς, ἀγρυπνίη, δυσφορίη, ἄκρεα ψυχρά. Τῇ δὲ ὑστεραίῃ, εἰσῆλθον εἰς οἶκον, καὶ τῇ κοιλίῃ, βαλάνου προστεθείσης, οὐχ ὑπῆλθεν, οὔρησε δὲ σμικρὸν, πρότερον οὐδὲν οὐρήκει· ἐς νύκτα ἐλούσατο· οὐδὲν ἧσσον ἀγρυπνίη καὶ δυσφορίη, παρέκρουσεν. Ἐόντι δὲ τριταίῳ, κατάψυξις ἀκρέων· ἐκθερμανθεὶς ἵδρωσε, πιὼν δὲ μελίκρητον ἀπέθανε τριταῖος.

[31]    Οἱ μελαγχολικοὶ καὶ ἐπιλημπτικοὶ εἰώθασι γίνεσθαι ὡς ἐπὶ τὸ πουλὺ, καὶ οἱ ἐπίλημπτοι, μελαγχολικοί· τουτέων δὲ ἑκάτερον μᾶλλον γίνεται, ἐφ' ὁπότερα ἂν ῥέψῃ τὸ ἀῤῥώστημα, ἢν μὲν ἐς τὸ σῶμα, ἐπίλημπτοι, ἢν δὲ ἐπὶ τὴν διάνοιαν, μελαγχολικοί.

[32]    Ἐν Ἀβδήροις Φαέθουσα ἡ Πυθέου γυνὴ οἰκουρὸς, ἐπίτοκος ἐοῦσα τοῦ ἔμπροσθεν χρόνου, τοῦ δὲ ἀνδρὸς αὐτῆς φυγόντος, τὰ γυναικεῖα ἀπελήφθη χρόνον πουλύν· μετὰ δὲ, ἐς ἄρθρα πόνοι καὶ ἐρυθήματα· τούτων δὲ ξυμβάντων, τό τε σῶμα ἠνδρώθη, καὶ ἐδασύνθη πάντα, καὶ πώγωνα ἔφυσε, καὶ φωνὴ τρηχέη ἐγενήθη, καὶ πάντα πραγματευσαμένων ἡμῶν ὅσα ἦν πρὸς τὸ τὰ γυναικεῖα κατασπάσαι, οὐκ ἦλθεν, ἀλλ' ἀπέθανεν, οὐ πουλὺν μετέπειτα χρόνον βιώσασα. Ξυνέβη δὲ καὶ Ναννοῖ τῇ Γοργίππου γυναικὶ ἐν Θάσῳ τωὐτό· ἐδόκει δὲ πᾶσι τοῖσιν ἰητροῖσιν, οἷσι κἀγὼ ἐνέτυχον, μία ἐλπὶς εἶναι τοῦ γυναικωθῆναι, εἰ τὰ κατὰ φύσιν ἔλθοι· ἀλλὰ καὶ ταύτῃ οὐκ ἠδυνήθη, πάντα ποιούντων, ἐπελθεῖν, ἀλλ' ἐτελεύτησεν οὐ βραδέως.