4327 513 0 0 1 0 V-IV a. C. Medicina Hippocrates IV De morbis popularibus (= Epidemiae) Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 3

Hippocrates - De morbis popularibus (= Epidemiae) IV

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.

[1]

[1]   Μετ' ἰσημερίην καὶ μετὰ πληϊάδα, οἷα τὰ ἀνεσθιόμενα καὶ βλεννώδεα· ᾧ τὴν κεφαλὴν ὤϊξα, ἀπῆλθεν ὑπὲρ τοῦ ὠτός· τῷ παρὰ Λεωκύδεος, ἐν ποδί· Φανοδίκῳ, οἱ δάκτυλοι οἱ ἐν τῷ ποδὶ, ἐπὶ τοῦ στήθεος. Ὁ τμηθεὶς τὴν κνήμην, ταύτην μὲν καὶ ἐμελάνθη, ᾗ τὸ μέγα ἕλκος ἐν τῷ ἔξω τῆς κνήμης καὶ ἐκ τοὔπισθεν ᾔει· ἐπεὶ καθαρὸν ἐγίνετο, πλευροῦ ὀδύνη καὶ στήθεος κατ' ἴξιν ἀριστεροῦ, καὶ πυρετοί· ἀπέθανεν ἀπὸ τοῦ πυρετοῦ.

[2]    Τὸ χολῶδες τῷ σχοινοπλόκῳ κατακορὲς, καὶ τὰ καυστικά· καταφερομένῳ περὶ ἰσημερίην κάτω αἷμα πουλὺ διῆλθεν. Γέροντι πάνυ σφόδρα ἀπεγένετο, οὐ πρόσω τεσσαρεσκαίδεκα ἡμερέων. Τῷ δὲ στιγματίῃ παρ' Ἀντιφίλου, καυστικῷ, κριθέντων ἑβδόμῃ, χολώδεϊ, τυφώδεϊ, τρίτῃ μετὰ κρίσιν ᾔει οὕτως αἷμα· περιεγένετο· καὶ ὑποστροφὴ ὕστερον ἐγένετο· ἐκρίθη, ὡς εἰκὸς, περὶ πληϊάδων δύσιν τὸ πρῶτον· μετὰ δὲ πληϊάδων δύσιν χολώδης ἐς μανίην· κρίσις περὶ ἐνάτην ἄνευ ἱδρῶτος.

[3]    Περὶ ἰσημερίην ὁ Χαλκηδόνιος, ἀπὸ πυλέων μετακομισθεὶς παρ' ἀγορὴν, ῥήγματος περὶ μαζὸν δεξιὸν ὀδυνώμενος, ἔπτυεν ἄλλοτε καὶ ἄλλοτε ὑπόχλωρον· γαστὴρ, χαριέντως· ἱδρὼς, ἀρξάμενος ἑβδόμῃ, εἶχε τὰ πολλὰ ἄχρις ὀγδόης· ἐκρίθη τεσσαρεσκαιδεκάτῃ· περὶ δὲ τεσσαρακοστὴν ἤρθη περὶ τὰ ὦτά οἱ ἀμφότερα· οὐκ ἀπεοικὸς ἐδόκει ἔμπυος ἔσεσθαι, οὐκ ἐγένετο.

[4]    Στῆθος Ἀριστοδήμῳ ἐκαύθη. Τῷ Φιλίδος ὁμοίως ἀπέβη, ἐκ πτώματος καὶ τούτῳ· προϋπῆρχε δὲ ὀδύνη τις ἀνωτέρω.

[5]    Μετ' ἰσημερίας φθινοπωρινὰς, ὑποστροφαὶ, καὶ ἄλλως μέχρι τροπέων χειμερινῶν.

[6]    Μεθ' ἡλίου τοῦ θερινοῦ ἡ Ἀχελώου ἑκταίη ἀπέφθειρεν, ἐμετώδης ἐοῦσα καὶ φρικώδης· καὶ ἱδρῶτες· κρίσις, τεσσαρεσκαιδεκάτῃ· ὁποσάμηνον οὐκ οἶδα· ἄρσεν δὲ καὶ ἄλλο πρὸς τὰς εἴκοσιν ἔφη, εἰ ἀληθέα, οὐκ οἶδα.

[7]    Περὶ ἡλίου τροπὰς χειμερινὰς, βόρεια ἦν· ἰκτεριώδεες ἐγένοντο κατακορέως, καὶ οἱ μὲν φρικώδεες, οἱ δὲ οὔ· γλῶσσαι ξυγκεκαυμέναι τρίτῃ, καὶ ὄχλοι περὶ ἕκτην καὶ ἑβδόμην, καὶ οὗτοι μακρὰν ἀποτείνοντες· τεσσαρεσκαιδεκάτῃ, γαστέρες ἀντεχόμεναι, καὶ ἐν τῇσι φαρμακείῃσιν οὐχ ὑπακούουσαι, κατὰ λόγον τῶν πυρετῶν, καὶ ἀνίδρωτες· σπλῆνες ἔστιν οἷσι σμικροὶ, σκληροί· πρὸς ὑποχόνδρια δεξιὰ ἐντεταμένοι, καὶ πρὸς χεῖρα ὑποβορβορύζοντες, αἱμόῤῥοοι, καὶ οὔροισιν ἡ κάθαρσις καὶ ἡ κρίσις. Πολλῷ δὲ μᾶλλον εἴχοντο κάτω, καὶ γὰρ τοῦτο ἐπελαμβάνετο ὑπὸ τὸν χρόνον τοῦτον. Οἷσι μὴ οὕτως ἦν, σπλῆνες δὲ ἐπηρμένοι, αἱμοῤῥαγίη ἐξ ἀριστεροῦ. Ἥλιος ἐτράπετο, τὰ χειμερινὰ χειμερίως ἐν βορείοισι, μετὰ δὲ ὀλίγον νότια ἦν ἐφ' ἡμέρας πεντεκαίδεκα, μετὰ δὲ ταῦτα νιφετὸς τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἀμφὶ ταῦτα τοῦ ἔτεος, ἰκτεριώδεες, κατακορέες, οὐ κρινόμενοι εἰλικρινέως, φιλυποστροφώδεα. Μετὰ δὲ χιόνας, νότια ἐπεγένετο, καὶ ὑέτια· κόρυζαι κατεῤῥάγησαν καὶ ξὺν πυρετοῖσι καὶ ἄνευ πυρετῶν, ἑνὶ δέ τινι καὶ ἐς ὀδόντας, ἐκ τοῦ μέσου προηλγηκότι, ἐπὶ δεξιὰ, καὶ ὀφρὺν καὶ ὄμμα. Ἦσαν δὲ καὶ βραγχώδεες, καὶ φάρυγγες φλεγμαίνουσαι, καὶ οἱ σπόγγοι καλεόμενοι ἀνεῖχον, καὶ τὰ παρὰ τὰ ὦτα καὶ γνάθον ἐπάρματα μαλθακὰ, καὶ ξὺν πυρετῷ καθίστατο. Ἀρχομένοισι πυρεταίνειν ἐγίνετο ἐπάνω καὶ ἐπὶ θάτερα τὰ πουλλὰ τουτέων· καὶ οἱ σπόγγοι εἰσὶν οἷσιν ὑπὸ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ἀτὰρ καὶ τὰ πιτυρώδεα· καὶ ἀπέφθειραν πολλαὶ παντοίως, καὶ ἐδυστόκεον. Ἕκτῃ τῇ παρθένῳ κριθέντα, ἕκτῃ ὑπετροπίασεν, ἐκρίθη δὲ δι' ἕκτης. Πάντα ἐν τούτοισι τοῖσι χρόνοισιν ἑκταῖα, ὀγδοαῖα ἐκρίνετο.

[8]    Περὶ πληϊάδων δύσιας, ἡ Μαιανδρίου τοῦ τυφλοῦ αὐτίκα χλωρὸν καὶ αὐτίκα πυῶδες ἔπτυσεν· περὶ ἕκτην, καὶ ἥπατος ζύμωσις, καὶ κάτω ὑποχώρησις ὀλίγη· σαρκοπυώδεα ἄνω, ὀλίγα, λευκὰ, πλατέα ἀνέπτυσεν· ἀπόσιτος· ἀπέθανεν ἐγγὺς εἰκοσταίη.

[9]    Ἡ ἐκ τῶν γειτόνων Θέστορος οἰκέτις, ἐκ καυστικῶν ὑποχωρήσιος χολώδεος, συχνῆς, ὑποχονδρίου ἐντεταμένου· τῇ ἕκτῃ, ἐξ ἐπισχέσιος ἡ κοιλίη λεπτὰ συχνὰ ἐς ἅπαξ διῆλθε, καὶ εὐθέως ἵδρωσε, καὶ ἐκρίθη, καὶ ἡ κοιλίη ἔστη· ἐς δὲ τὴν αὐτὴν ὥρην ῥιγώσασα ἐπυρέτηνε, καὶ ἐς τὴν αὐτὴν πάλιν ὥρην.

[10]    Ἡ Θερσάνδρου, λευκοφλεγματώδης οὐ πάνυ ἐοῦσα, θηλάζουσα, ἐπυρέταινεν ὀξύ· ταύτῃ ἡ γλῶσσα ξυνεκαύθη, τῶν ἄλλων ξυγκαιομένων· ὑπὸ τὸν χρόνον τοῦτον, γλῶσσά τε ἐτρηχύνετο, ὥσπερ χαλαζώδει πυκνῷ, καὶ ἑλμίνθια κατὰ στόμα· περὶ δὲ τὴν η, οὐ τελέως ἐκρίθη.

[11]    Περὶ δὲ πληϊάδων δύσιας, ὁ Μητροφάντου τὴν κεφαλὴν πληγεὶς ὑπὸ ἑτέρου παιδὸς ὀστράκῳ, καὶ ἀπογενόμενος δωδεκαταῖος, ἐπυρέτηνεν· προφάσιος δὲ, ὅτι σμήχων ἔτριψε τὰ περὶ τὸ ἕλκος, καὶ μετεψύχθη· ἐξήρθη τὰ χείλεα αὐτίκα, διελεπτύνθη τὸ δέρμα πανταχῆ ἀπὸ τοῦ ἕλκεος πρόσω. Πρισθέντι δὲ οὐ βραδέως, οὔτε πῦον ἐῤῥύη, οὔτε ἐκουφίσθη· παρὰ δὲ τὸ οὖς ἐδόκει παραπυΐσκειν, ἐπὶ τῇ γένυϊ, ἐπὶ τὰ ἀριστερά· ταύτῃ γὰρ καὶ τὸ ἕλκος· ἔπειτα τοῦτό τε οὐκ ἀπεπύει, καὶ ὁ ὦμος ὁ δεξιὸς ἐνεπύησε ταχέως. Ἀπέθανε περὶ τέσσαρας καὶ εἴκοσιν.

[12]    Μετὰ πληϊάδων δύσιας, ὁ τὸ οὖς ἀλγήσας, περὶ εἴκοσιν, ὕστερον ἄφωνος, τὰ ἐπὶ δεξιά τε ἀκρατής· ἀπύρετος, ἵδρωσεν· δεξιὸν οὖς, δεξιὸς ὀφθαλμὸς ἑστήκει οὐ κάρτα, καὶ ἐφείλκετό τι ἐκ τοῦ κάτω μέρεος· ἀριστερὰ δὲ ἴλλαινεν αἰνῶς ὀδυνώμενος· τράχηλος σκληρὸς ἐπεγένετο· τρίτην ὥρην ἴσως ὠδυνήθη ὕστερον.

[13]    Μετὰ πληϊάδων δύσιν ὁ θεράπων ὁ τοῦ Ἀττικοῦ, ὑπὸ τεταρταίου ἁλισκόμενος, τυφώδης, ἱδρύθη. Ἕτερος τὴν αὐτὴν ὥρην ἀληθεῖ τυφωμανίῃ· ἐς ἰσχία καὶ σκέλεα ἦλθεν ὀδύνη, ἐπαύετο, ποσταῖος οὐ γινώσκω. Ταύτην τὴν ὥρην, φρικώδεες, ἐμετώδεες, καὶ μετὰ κρίσιν ἀπόσιτοι, καὶ χολώδεες, καὶ σπλῆνες μεγάλοι σκληροὶ, ὀδυνώδεες, καὶ αἰμοῤῥαγικοί· τισὶ δὲ τὴν αὐτὴν ὥρην μετὰ πληϊάδων δύσιας, ἐκ ῥινῶν αἷμα χλοῶδες ἐπὶ πλάνησιν.

[14]    Ἐν Κρανῶνι, τῇ Νικοστράτου λειφθείσῃ τεσσαρεσκαιδεκάτῃ ἔφθασεν αὐτίκα ἀκράτεια τραχήλου καὶ τῶν ἄλλων· καὶ σῖτος ἐγκατεκλείσθη μέχρι δεκάτης. Πνεῦμα πυκνὸν, σμικρόν· ἀκρασίη· ψηλαφῶσα δακτύλους· παραλέγουσα· ἱδρῶτες· εἱλκύσθη ἐπὶ τὰ δεξιὰ τράχηλος, στόμα, ὄμμα, ῥίς. Οὔρων ὑπόστασις, λευκὴ, ὀροβώδης· ἑτέρη, λευκὴ, ξυσματώδης· ἄλλη ὑπόχλωρος, λεκιθώδης· ταύτῃ ἔστιν ὅτε ὡς πιμελῶδες ἐφίστατο· τοῦτο ἀθρόον, οὐκ ἐπιπολὺ διεσκεδασμένον, οἷον τὸ ἐναιώρημα διεστηκὸς, οἷον ἐξ οἵου τὸ ὑφιστάμενον ἔπειτα οὐρεῖται· καὶ τὸ μέν τι τοιοῦτον, τὸ δὲ ἱδρυμένον· ἄλλο τοιοῦτον ὀλίγον, ἐπὶ πλατὺ διεσκεδασμένον· ἄλλο τεταραγμένον· ἕτερον τοιοῦτον· ἐναιώρημα νεφελίου ὑπομέλανος, δοκέοντος πάχος ἔχειν, χαύνου δέ· ἄλλο λεπτόν· ἄλλο ἐναιώρημα λεπτὸν τοιοῦτον· ἄλλο, οἷον ἵππου· ἄλλο οἷον τὰ ζοφώδεα.

[15]    Ὁ πρῶτος παρενεχθεὶς, μειράκιον· τούτῳ οὖρον καθαρὸν, λεπτόν· πάντων διαχώρησις πουλλὴ, λεπτὴ, ἄχολος· γλῶσσα τρηχέη πάνυ· πυρετὸς περικαής· ἄγρυπνος· κοιλίη κυρτή· οὗτος παρέκρουσεν, οἶμαι, ὀγδόῃ, τρόπον τὸν ἀκόλαστον, ἀνίστασθαι, μάχεσθαι, αἰσχρομυθέειν ἰσχυρῶς, οὐ τοιοῦτος ἐών. Τούτῳ ἀθρόων οὔρων πολλῶν ἐλθόντων λεπτῶν ἐξ ἐπισχέσιος, ὕπνος ἐγένετο ξυνεχὴς, καὶ ἱδρὼς, κρίσιμος δοκέων ἐξ οὐ τοιούτου, ἴσως περὶ δεκάτην· ἔπειτα ἐξεμάνη τε αὖθις, καὶ ἀπέθανε ταχέως, ἑνδεκαταῖος. Προφάσιος, οἶμαι, πιεῖν ἄκρητον συχνὸν, πρὶν ἐκμανῆναι. Ὀλίγα ἔτεα αὐτῷ, εἴκοσιν ἐγγύς.

[16]    Τοῦ φθινοπώρου, ἤμεσε χολὴν μέλαιναν ἡ Εὐμένεος· καὶ αἱ ὀδμαὶ δὲ πρόδηλοι· καὶ οἱ φρικώδεες πυρετοί· καὶ αἱ καρδιαλγίαι· χολώδεα βραχέα ἀνεμοῦσα, καὶ τὸ ἑλμίνθιον· διαχωρήματα λεπτὰ πάντα τὸν χρόνον. Πρὸ πληϊάδων δύσιος, ὀλίγον τε περὶ αὐτὰς, αἵ τε αἱμοῤῥαγίαι, καὶ βραχύτεροι οἱ πυρετοὶ, καὶ ὑποστροφώδεες αὐτίκα βραχέῃσιν ὑποστροφῇσιν· καὶ ἀπόσιτοι, καὶ ἑφθοὶ, καὶ ἀσώδεες, καὶ καρδιαλγέες, καὶ θηριώδεες ἐν τῇσι κρίσεσι, καὶ ῥιγώδεες, καὶ χολώδεες.

[17]    Μειράκιον ξένον, τρίτῃ αἷμα ἐκ ῥινῶν πουλὺ, καὶ τετάρτῃ, καὶ πέμπτῃ· ἕκτῃ ἵστατο. Κοσμίως παρέκρουσεν ἑβδομαῖος· γαστὴρ ἑστήκει· κωματώδης ἦν· ὑποστροφὴ τριταίῳ ἐξέλιπε γαστὴρ ἀντεχομένη· οὖρον οὐκ οἶδα· περὶ κρίσιν, οἷον ἔδει.

[18]    Περὶ δὲ πληϊάδων δύσιας νότια καὶ ὑέτια ἦν. Μειράκιον, μυξώδεα, ὑπόχολα, πέπονα, γλίσχρα, συχνὰ διαχωρήματα· πῦρ ξυνεχές· γλῶσσα ξηρή. Ἐκρίθη ἑκταῖος· ἑβδομαῖον αὖθις ἔλαβεν· ἀφῆκεν αὐθημερὸν τρόμῳ· ὠτὸς ῥεῦμα κατ' ἀριστερὸν, γλίσχρον, παχὺ, ἕκτῃ.

[19]    Τῷ παιδίῳ τῷ φαγεδαινωθέντι, ὀδόντες οἱ ὑποκάτω, καὶ τῶν ἄνω οἱ ἐμπρόσθιοι ἀνέπλεον· ἔγκοιλον εἶχον ὀστέον. Ὧν μὲν ἐκ τῆς ὑπερῴης ἀπέρχεται, μέση ἵζει ἡ ῥίς· ὧν δὲ οἱ ἄνω ὀδόντες οἱ ἔμπροσθεν, πλατεῖα ἄκρη. Ἀριθμούμενος ὁ πεμπταῖος ἀπὸ τῶν ἔμπροσθεν, τέσσαρας ῥίζας κατὰ δύο συνεζευγμένας ὡς πρὸς ἑκάτερον τῶν γειτόνων ὀδόντων, ἄκρας ἀποκεκαμμένας ἐς τὸ ἔσω μέρος πάσας παρὰ τὸν τρίτον ὀδόντα, ἀποπυήματα πλείω, ἢ παρὰ τοὺς ἄλλους πάντας, καὶ τὰ ἐκ ῥινῶν παχέα ῥεύματα, καὶ αἱ ἀπὸ κροτάφων ὀδύναι ἐκ τούτου μάλιστα γίνονται. Ἐσθίεται οὗτος, μάλιστα ὁ πέμπτος. Ἐκ μέσου μὲν κόνδυλον εἶχεν, δύο δὲ ἔμπροσθεν· ὁ σμικρὸς, πρῶτος, ἔνδοθεν κατὰ τοὺς δύο ἐβέβρωτο. Ῥίζαν μίην, παχέην, ὀξέην, εἶχεν ὁ ἕβδομος. Τῷ Ἀθηνάδεω παιδίῳ ἄρσενι, ὀδὼν ὁ ἐπ' ἀριστερὰ κάτω, ἄνω δὲ ὁ ἐπὶ δεξιά· τούτου οὖς δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.

[20]    Μετὰ δὲ πληϊάδα, εὐδίαι ἐπινέφελοι, καὶ ὀμίχλαι. Κρίσιες πεμπταῖαι, καὶ ἑκταῖαι, καὶ ἑβδομαῖαι, ἔτι δὲ καὶ μακρότεραι· ὑποστροφώδεες οἱ πυρετοὶ, καὶ ἔς τι πλανώδεες, καὶ ἀπόσιτοι, καὶ χολώδεες· καὶ δυσεντερίαι, ἀπόσιτοι, πυρώδεες. Περὶ πληϊάδων δύσιας, νότια ἰσχυρῶς ἦν· αἱμοῤῥαγίαι, καὶ τριταιοφυέες, καὶ ἠπιαλώδεες. Ὁ ἐν τῷ σκυτείῳ ᾑμοῤῥάγησεν· κατακορὴς διαχώρησις ὀλίγη· ἐκρίθη ἑβδομαῖος ῥίγει. Ὁ παῖς ὁ παρὰ τὸ ἔσχατον καπηλεῖον ᾑμοῤῥάγησε τεταρταῖος πολλόν· αὐτίκα ἐφλυήρει· γαστὴρ ἀντίσχετο· ὑποχόνδριον ὀδυνῶδες, σκληρόν· πρὸς βάλανον ἑκταίῳ ὑπῆλθε κακὰ, χλωρά· ἑβδόμῃ πρωῒ, ῥιπτασμὸς, πουλλὴ βοὴ, φλεβῶν σφυγμοὶ παρ' ὀμφαλόν. Ἐν τοῖσιν ὀξυτάτοισι τῶν πυρετῶν, οἱ σφυγμοὶ πυκνότατοι καὶ μέγιστοι· οἷον τὸ ἐς δείλην παροξύνεσθαι, τοιοῦτον ἐν πάσῃ τῇ νούσῳ. Πρὸς τὰς ἀρχὰς δὲ καὶ οἱ παροξυσμοί· καὶ τὸ πρωϊαίτερον σκεπτέον, καὶ τὸ συνεχέων, καὶ τὸ τοῦ ἐνιαυτοῦ. Μετὰ πληϊάδων δύσιας, νότια. Πέμπτῃ κρινόμενα, διαλείποντα, μίην λαμβάνει. Τὰ δὲ φολικώδεα, ἐπιφλυκταινούμενα, οἷα τῷ Ἀκανθίῳ λατύπῳ. Περὶ δὲ πληϊάδων δύσιας, ὑποψωρώδεα καὶ τρηχέα τὰ κνησμώδεα, οὐκ ἐπιδακρύοντα, μᾶλλον μὲν ταύτην τὴν ὥρην· ἀτὰρ καὶ τὰ λειχηνώδεα, ἐξαιρόμενα ταῦτα, οἷα τῇ Πυθοδώρου καὶ τῷ καπήλῳ, ξὺν πυρετῷ ἅμα ἀρχομένῳ, σχεδὸν τῇ Πυθοδώρου ἰσχία ἀκρατέα. Μετὰ πληϊάδων δύσιας, φρικώδεες, αἱμοῤῥαγικοὶ ἐκ ῥινῶν. Ὁ μὲν γ λαύρως, ὁ σκυτεὺς, ἐκρίθη ἑβδομαῖος· μίην διαλιπὼν, μίην ἐλάμβανεν αὖθις· τετάρτῃ ἐκρίθη. Ἄλλος τῶν παρὰ Λεωκύδεος ἐκρίθη ἑβδόμῃ· ἄλλος τετάρτῃ. Μόσχος, ἐνάτῃ λαῦρον ἐξ ἀριστεροῦ, βραχὺ δὲ ἐκ δεξιοῦ μυκτῆρος· πρὸς τὰς τεσσαρεσκαίδεκα, ἐς κρίσιν ᾗ ἔδει, ἀρξάμενα, παρωξύνετο· ἁμαρτάδες βρωμάτων ἑπτακαιδεκάτῃ ἐγένοντο. Παρὰ τὸ οὖς ἐπὶ δεξιὰ σμικρὸν ἔσωθεν σκληρὸν, ἔξωθεν σμικρὸν χαῦνον, ὀδυνῶδες, οὐδὲν ἐπεδίδου· ἐννεακαιδεκάτῃ, ἀπεγένετο νυκτός. Τοῖσι πάνυ χολώδεσιν, ἐν πυρετοῖσι μάλιστα, ὅλως ἐπὶ σκέλεα ἡ κάθαρσις· οἷον ὁ τὴν σικύην προσβαλλόμενος, ἐπεὶ ἐς τὸ ἰσχίον ὀδύνη τούτῳ ἐς σκέλος κάτω ἦλθε, καὶ ἐῤῥήϊσεν. Ὁ ἀπὸ τοῦ κεραμέου ἴπνου καταπεσὼν, ᾧ οὐ προσεβλήθη αὐτίκα σικύη, ἐκαύθη ἔσω, καὶ εἰκοστῇ ἐπαλιγκότησεν, αἱμοῤῥαγικὰ, καὶ τρυγώδεα, καὶ ἐσθιόμενα. Ἡ Τενεδίη τεταρταίη ἀπέφθειρεν, ὡς ἔφη, τριηκοσταῖον ἄῤῥεν· γαστὴρ ὑγρὰ, λεπτά· ξυνεκαύθη γλῶσσα· κρίσις, τεταρταίη. Μετὰ πληϊάδων δύσιας, σπληνώδεα, καὶ μέχρι πέμπτης ἔῤῥει. Ἐκρίθη ἑβδομαίῳ ἐόντι, οὖρον, οἷον ὀρόβων πλύμα, ὅμοιον αὐτὸ ἑωυτῷ, ἔπειτα καθαρόν· ὑποστροφή. Διέλιπέ τε καὶ τῷ Μεγάρεος, πλὴν αἷμα οὐκ ἐῤῥύη· οὖρον, οἷον τὸ Ἀρτιγένεος, λευκὸν, παχὺ, ὅμοιον.

[21]    Ἡλίου χειμερινέων τροπέων, ἄστρον οὐ σμικρόν· πέμπτῃ δ' ὕστερον καὶ ἕκτῃ σεισμός. Ὅτ' ἐν Περίνθῳ ἦμεν, ἡ ἀσθματώδης, ἡ Ἀντιγένεος, ἡ οὐκ εἰδυῖα εἰ ἔχοι, ἐρυθρὰ ἐπιφαινόμενα ἄλλοτε καὶ ἄλλοτε· γαστὴρ σμικρὴ, ἄλλοτε μεγάλη, οἷον, βήσσουσα γὰρ ἐτύγχανεν, ὁδοιπορῆσαι θᾶσσον· μὴν ἦν ὄγδοος· ἱδρύθη προπυρεταίνουσα.

[22]    Ἡ δὲ τοῦ Ἀπημάντου ἀδελφεοῦ γυνὴ ἀπέφθειρεν ἑξήκονθ' ἡμερῶν, ὡς ἔφη, ἑβδομαίη θῆλυ· περὶ δὲ ἐνάτην ἐθορυβήθη· μετὰ δὲ κρίσιν, τὰ δεξιὰ ἤλγει, ὡς ἂν ἀπὸ ὑποστροφῆς· αὐτὴ εἶχε ταχέως, καὶ ἀπέφθειρεν. Ἑτέρη λευκοῖς θυγατέρα ἔτεκεν· ἑτέρη ἐρυθροῖς, ὡς ἔδει.

[23]    Φρικώδεες, ἀσώδεες, ἀπόσιτοι, ὑποστροφώδεες, χολώδεες, αἱμοῤῥαγικοὶ, ὑπόσπληνοι, ὀδυνώδεα τρόπον ἐκ τῶν ἀριστερῶν οἱ πλεῖστοι. Τῇ Ἀπημάντου, ᾗ ἔστραπτο, ταύτῃ τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸν δὲ κενεῶνα ἐπὶ τὰ ἕτερα. Ἡ Ἀριστοφῶντος θυγάτηρ, τῇ τρίτῃ· καὶ τῇ πέμπτῃ ἐπυρέτηνεν· ξηρὴ διετέλει τὰ πλεῖστα· γαστὴρ μέντοι ταραχώδης ταύτῃ· δύσκριτα· ὑπὲρ τριήκοντα ἐπαύσατο. Φλύκταιναι μὲν ἐκ κόπων οὐ κάρτα ἰσχυρῶν ἀφικνεῦνται ἐς ἑβδόμην, ὑποπέλιοι. Ῥῖγος τῇ ὄπισθεν τοῦ Ἡρωΐου παιδίσκῃ ἐγένετο. Αἱ δὲ λευκαὶ μεγάλαι, οὐδ' αὐταὶ πάνυ χρησταὶ, τῶν κατοχέων καὶ ὑπνωδέων, καὶ μὴ ξυμπιπτόντων, καὶ χολῆς ἀντεχομένης, καὶ ἢν ὑγρὴ ᾖ ἢ σκληρὴ, οὐ ξυμπίπτοντες. Ζωΐλου τοῦ τέκτονος τρομώδεες σφυγμοὶ, νωθροί· οὔρησις καὶ κοιλίη, μετρίως ἀχρόως· ἤτρου ἔντασις ἑκατέρωθεν ἐς ἰθὺ μέχρις ὀμφαλοῦ, ξὺν ὀξεῖ· ἀπόσιτος· διψώδης.

[24]    Ἡ παρὰ Τηκομαίῳ ἀγορηνόμου θυγάτηρ, ἐν γαστρὶ ἀσήμως ἀρξαμένη, διμήνου ἔμετος φλεγματώδης, ὁτὲ δὲ χολώδης, ἔῤῥηξεν· χαλεπῶς ἔτεκεν· τελέως ἐκαθάρθη· ἔμετος ὁμοῖος μέχρι τριηκοστῆς· ἔπειτα γαστὴρ ἐταράχθη, καὶ ὁ ἔμετος ἐπαύσατο· λειεντερίη· γυναικεῖα οὐκ ἐγένετο δύο ἐτέων· χειμῶνος ἔσχεν αἱμοῤῥοΐδας.

[25]    Οἱ δύο ἀδελφεοὶ, οἱ τοῦ Κέκροπος οἰκεῖοι, οἷσι τὰ μέλανα κατ' ἀρχὰς διῄει, ὑπότρυγα, καρυκοειδέα, ἐκ κατακορέων ἀφρωδέων χλοώδεες ἦσαν. Ὃς τὸν οἶνον ἐκ συνθήκῃς ἦρεν, ἐπυρέτηνεν αὐτίκα· τριταίῳ ᾑμοῤῥάγησε, τετάρτῃ καὶ πέμπτῃ καὶ ἑβδόμῃ καὶ ὀγδόῃ· ἐκρίθη· κοιλίη ὑγρή. Ὁ ἐκ μετάλλων, ὑποχόνδριον δεξιὸν ἐντεταμένον· σπλὴν μέγας· κοιλίη ἐντεταμένη, ὑπόσκληρος· πνευματώδης, ἄχροος· τούτῳ ἐς γόνυ ἀριστερόν· ὑποστροφή· δι' ὅλου ἐκρίθη. Ὁ Τημένεω εἶχέ τι πνεύματος ὡς χλοώδης, ἐς νῶτα, ἐς χεῖρας ὀδύνη. Ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ τὰ σιτοδόκου, ὁ ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον ἐσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων, οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρά· καὶ πνεῦμα πυκνόν· οὗτος ἀπολλύμενος οὐδ' ὑπὸ τοῦ πόνου ἐνότισε τὸ μέτωπον. Ἡ τούτου γυνὴ ἐξέβαλε θῆλυ ἑβδόμῃ ἑβδόμῳ μηνί· ἐφάνη δὲ τετάρτῃ· ταύτην μὲν ἐν ἀρχῇ ποδῶν ὀδύνη εἶχεν· λήγοντος τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη, ἀλλ' ἐγκατελήφθη· ἐς χεῖρας ὀδύνη καὶ βραχίονα· ὑποστροφὴ διὰ μηκίστου ἔλαβεν· ῥῖγος· ἐπέσχετο οὖρα πρὸ κρίσιος. Ἡ παρὰ Τημένεω ἀδελφεῇ ξὺν ῥίγει ἐκρίθη· τοῦ χλοώδεος δὲ λήγοντος, ταχέως, χεῖρες καὶ ὦμοι· τούτων δὲ ληγόντων, κεφαλῆς, ὀφθαλμῶν· τὰ ἄνω βλέφαρα ἐπήρθη, καὶ ἐδακρυῤῥόει· οὐκ οἶδα τὰ λοιπά· ἐκρίθη περὶ ἑβδόμην τοῦ πρώτου. Ὁ δὲ Μενάνδρου ἀμπελουργὸς, ὡσαύτως· πλὴν γαστὴρ κατ' ἀρχὰς λεπτὰ ἐδίδου, ἔπειτα ἔστη, καὶ τὸ οὖρον· ἐκρίθη· οὐκ ἐῤῥίγωσεν ἑβδόμῃ, ἦρα ὅτι ἡ γαστὴρ προεταράχθη; Ὁ Ποτάμωνος, τούτῳ κοιλίη οὐ διῄει ἑβδομαίῳ, πρὸ κρίσιος δύο ἡμέρας, οὐκ ἐῤῥίγωσε διὰ τοῦτο, οὐδὲ τὸ οὖρον ἔσχετο. Ὁ ὀδοὺς τοῦ Ἡγησιστρατίου, ᾧ τὸ ἀποπύημα παρ' ὀφθαλμὸν, καὶ ἀπεπύησε παρὰ τὸν ἔσχατον, καὶ αὖθις ἐξιήθη ὁ ὀφθαλμὸς, καὶ κατὰ ῥῖνας πῦον ἧκε παχύ· παρὰ τὸ οὖλον, σαρκία σμικρὰ, στρογγύλα, ἀπῆλθεν· τούτῳ παρὰ τὸν τρίτον ἐδόκει ἀποπυήσειν, ἔπειτα ἀπετρέπετο, ἐξαίφνης δὲ ᾤδησεν ἡ γνάθος, καὶ ὀφθαλμοί. Οἷσιν ἐς τοὺς ὀφθαλμοὺς ἀποστάσιες ἐν καύσοις, ἐξέρυθροι γνάθους, καὶ αἱμοῤῥαγικοί· ἀτὰρ καὶ οἷσι παρὰ τὰ ὦτά ἐστιν· ἴσως δὲ καὶ ἀποστάσιες ἐς ἄρθρα μᾶλλον, οὐ μὴν σάφα οἶδα. Τί τὰ ῥίγεα τρομώδεσιν; Ὑποχονδρίου ἔντασις, γυναικεῖα ἐπεφάνη δεκάτῃ καὶ ἑβδόμῃ, ἐκρίθη διατελέως. ᾟ γε μὴ οὕτως ἐνέμεινεν, ἐκρίθη τρίτῃ· ἄλλη, πέμπτῃ· ἄλλη ἑβδόμῃ ἐκρίθη. Τῷ Ἡγησιστρατίῳ οἱ δύο ὀδόντες οἱ ἔσχατοι τὰ πρὸς ἀλλήλους ἐβέβρωντο· ὁ ἔσχατος εἶχεν ἄνωθεν τοῦ οὔλου δύο κονδύλους, ἕνα μὲν κατὰ βρῶμα, ἕνα δὲ ἐπὶ θάτερον. ᾟ δὲ οἱ δύο, ταύτῃ ῥίζαι πλατεῖαι, ἴκελοι, ἐκ δύο ξυνέπιπτον· ἐπὶ τὰ ἕτερα μία, ἡμίσεια, στρογγύλη. Γυναικὶ, ᾗ ᾑμοῤῥάγησε τετάρτῃ καὶ ἕκτῃ, ἑβδομαίῃ ἐκρίθη· ἐξέρυθρος. Γυναικὶ καρηβαρικῇ ἰσχυρῶς, ταύτῃ ἐκρίθη περὶ εἰκοστήν· καυσώδης ὑποχόνδρια· ἑβδόμῃ οὐ κάρτα ᾑμοῤῥάγησεν· διαχωρήματα λεπτά· ἐς ὀφθαλμὸν δεξιὸν, περὶ ὀγδόην. Ἀνδρὶ ταὐτὰ, πλὴν ἑβδόμῃ ἐκρίθη· ὑπόσπληνος, ἐς τὰ ἀριστερὰ, ὀγδοηκοσταίῳ· καὶ χρονιώτερα τούτῳ τὰ τοῦ ὀφθαλμοῦ, ἴσως ὅτι ὕστερον τῆς κρίσιος, καὶ ὅτι πολλά.

[26]    Τημένεω ἀδελφιδῆ πνευματώδης, ὑποχόνδρια καὶ ἐντεταμένα ἐφάνη διὰ χρόνου· εἰ δὲ καὶ εἶχέ τι νήπιον, οὐκ οἶδα. Γαστὴρ τὰ πρῶτα ἑστηκυῖα, καὶ ἐμετώδης τότε, ἔπειτα οὐκ ἔτι· γαστὴρ διῄει πουλλὰ γλισχρόχολα, ὑποχόνδριον οὐκ ἐκώλυεν. Ἑνδεκάτῃ, ἐς τὸν μέγαν τῆς δεξιῆς, φλεγμονή· κατάῤῥηξις, καὶ ἐπεχώρει ἀνωτέρω. Τούτου γενομένου, βελτίων ἐγένετο· καὶ γὰρ καταφορὴ ἧσσον καὶ πυρετὸς, καί τινι καὶ εὐπνοωτέρη, ὅτι ἄνω ἤμει ἔμετον κακόν. Ἑκκαιδεκάτῃ, ἰσχνὸν ἐγένετο, καὶ πνεῦμα πυκνὸν, καὶ πυρετός· ἀπέθανεν. Αὕτη ἐπύρεξε πρὸ τῆς ἀποστάσιος· ἑβδόμῃ, μετὰ τὴν ἀπόστασιν ἀπώλετο· ἦν καὶ αὕτη τοῦ ἐξερύθρου τρόπου.

[27]    Ὁ παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀπημάντου ἀδελφεῆς, ὑποχόνδρια μεγάλα καὶ σπλὴν, πνεῦμα· διαχώρησις γλισχρόχολος, ὑπόκοπρος· κοπιώδης ἐξ ἔργων· εἰκοσταῖος ἐς πόδας, καὶ κρίσις· ἦρα τοῖσι κοπιώδεσιν ἐς ἄρθρα, καὶ οὐκ ἐς ὀφθαλμόν; Τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν· καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῇ.

[28]    Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· καὶ τὰ ἐν αὐτῇσι τῇσι νούσοισιν ἀποκρινόμενα, πτύαλον προπεπαινόμενον, ἡ γαστὴρ, ἀκρησίαι καὶ ταῦτα.

[29]    Ἀπημάντῳ, ᾧ τὰ ἐν τῇ ἕδρῃ, ἀλγήματα ἐν τῷ δεξιῷ κενεῶνι, καὶ παρὰ τὸν ὀμφαλὸν κάτωθεν ὀλίγον· καὶ ἐκ δεξιοῦ πρὸ τοῦ ἀλγήματος προούρει αἱματῶδες· ἔληξε τρίτῃ. Καὶ ὁ τέκτων ἐπὶ τὰ ἕτερα· ἐκ τῆς αὐτῆς ἰξύος καὶ οὗτος προούρει αἱματῶδες. Λήγοντος δὲ, ἀμφότεροι ὑποστάσεις εἶχον, καὶ τοῦτο τρίτῃ· ἐπεχλιαίνετο δὲ πλεῖστα Ἀπήμαντος, ὁ ἕτερος οὐκ ἐνόει, εἰ μὴ ἐπὶ τὰ ἀριστερά· καὶ Νικοστράτῳ προσεγένετό τι τὰ ὕστατα ἐκ τῶν δεξιῶν, κατώτερον ἢ ᾧ ἐν τοῖσιν ἀριστεροῖσι, πρόμακρα δὲ πρὸ τοῦ κενεῶνος μέχρι πρὸς ὀμφαλὸν ἀμφοτέροισιν.

[30]    Ἡ γραίη ἡ κατὰ Σωσίλεω λευκοφλέγματος· κνῆμαι σκληροῖσιν οἰδήμασι, λευκοῖσι, φολικώδεσι, καὶ πόδες, ἧσσον δέ· ἦν δὲ καὶ ἐν τοῖσι κάτω τῶν μηρῶν· τοῖσι δὲ πολλοῖσι δυσέξοδον τοῦτο· ἀτὰρ καὶ ὀσφύϊ· καὶ λεπτόγαστρος· ὑποχόνδρια ὑπολάπαρα, πνευματώδης δὲ οὐ κάρτα· ἦν δὲ, ληγόντων τῶν πλείστων, μελέτη καὶ ἄλλη· ἐγλαυκώθη ἡ ὄψις. Ταύτῃ μὲν τῶν ὀμμάτων ἡσυχώτερα δή τι σμικρὸν ἦν· ἰσχίου δὲ καὶ σκέλεος, ὑστερικὰ ἦν, δοκέοντα ἀλγήματα εἶναι. Προσθεμένη εὐῶδες ἐξ ἀλήτου καὶ μύρου, ξυνέβη ταχέως ἀναδοθῆναι καὶ τελευτῆσαι. Χρόνος τῇ ἐς ὀφθαλμοὺς ἀποστάσει, ἐνιαυτὸν πέρι, ὁ φακώδης, ᾧ καὶ τὰ ἐξανθήματα ἐξετάκη οὐ τελέως. Ἔστι δὲ καὶ ἀπὸ τῶν συρμάτων τοιαῦτα.

[31]    Ἐν τῇ Ἱππολόχου κώμῃ, παῖς, ᾧ ἐν τοῖσιν ὑποχονδρίοισι τὸ περιλαμβανόμενον περὶ ἀμφότερα ἦν τωὐτὸ, σκληρὸν δὲ καὶ κάτωθεν ἔχον ὑπόλαμψιν ἐμφερῆ τῇ τοῦ χαλκέως, τῇ ὑδρωπιώδεϊ, ᾗ λεπτὰ ἐλθόντα μέρος τι ἐλάπαξεν. Ἦν δὲ καὶ αὐτὸ τοῦτο πρὸς τοῦ δεξιοῦ ὁμαλόν τι ὑπερεξηρμένον, τῶν ὑπό τι περιφέρειαν ἐχόντων. Τούτῳ ὁ ὀμφαλὸς ἐκ γονῆς ἐμελάνθη, καὶ ἕλκος βαθὺ ἐγένετο, καὶ ὁ ὀμφαλὸς οὐ μάλα οὐλὴ ἐγεγόνει, καὶ τὸ αἰδοῖον ἀκρόψιλον ἐγεγόνει, οὐ τοιοῦτον αὐτίκα ἐὸν, οὐδὲ ξυγγενικόν· ἐπεί τε μᾶλλον ἐγίνετο, οὗτος ἀνήμει τὰ πλεῖστα· πυρετός· ἀποσιτίη· ὑγιάνθη. Περὶ δὲ ἑβδόμην ἀπὸ τῆς κατακλίσιος, πρόσθεν γὰρ προέκαμνεν, ὕδωρ τε πουλὺ πίνων, καὶ ἴσως ἄλλως ὑποκατεφρόνει, ἐῤῥιπτάζετο, καί τι ἐσπᾶτο· λήγοντος δὲ τοῦ σπασμοῦ, ἔλαθεν ἀποσβείς· πρὸ δὲ τούτου, οὔρησεν ἀθρόον, καὶ φῦσαι διῆλθον, ἐν βρόμῳ, καὶ τὰ ἄνω οὐκ ἐλάπαξεν οὐδέν· ἀπογενομένου τε, εὐθέως κεῖνά τε ἐλαπάχθη ἰσχυρῶς, καὶ τἄλλα διεφοινίχθη ὡς μάστιξι πᾶν τὸ σῶμα πλὴν τούτου, ᾗ μάλιστα τὸ ἔξαρμα ἦν, καὶ θερμὸς ἐπὶ συχνὸν ἦν. ᾯ δ' ἐν Ἀβδήροις ἐῤῥάγη κάτω, ᾤδεε πρόσθεν· τὰ ἀνῳδηκότα, ἀπυρέτῳ· τὸ δὲ ἔπαρμα, ψαυόμενον, εἴκελον ἐμπύῳ ἦν.

[32]    Ἀσθματώδει οἰκέτιδι, ἔνθα τὴν στλεγγίδα, ᾑμοῤῥάγησεν ἐν τοῖσιν ἐπιμηνίοισιν· ἐγένετο δὲ ἄσθματα, ἐκεῖνα ἐπαύσατο· πυρετὸς ἐγένετο· μαζὸς ἐνεπύησεν ἀριστερὸς ὕπερθεν, καὶ ἀπ' ἀρχῆς καὶ οὖς.

[33]    Τῇ Ὀλυμπιοδώρου παιδίσκῃ, αἷμα ἐκ τοῦ δεξιοῦ, καὶ ἐκρίθη ὡς εἰκοσταίη, οἷα καὶ τοῖσι πυρεταίνουσι, καὶ διαχωρήσιες οἷαι καὶ τοῦ θέρεος ἐπεδήμησαν, καὶ οἷα ἡ Ἱππώνακτος, καὶ οἷα ἡ οἰκέτις ἡ Ἀριστείδου ὀγδόῃ.

[34]    Ἐν τῇσι τῶν φαρμάκων καθάρσεσι κάτω, σημεῖα, οἷα εὐφόρως φέρουσι, κἂν μὴ παρὰ λόγον γυιῶνται, καὶ μήτε ἔπαφρα, μήτε ὕφαιμα, ἀλλ' οἷα ὠά ἐστιν, οἷα Ἡρακλείδεω, ἐκαθάρθη πολλὰ, καὶ ῥηϊδίως ἔφερεν.

[35]    Τῇ ἐν τῇ Βουλαγόρεω κώμῃ ἀποκαθαρθείσῃ, ἤρξατο πυρεταίνειν ἐπισπλήνῳ, ἐχούσῃ δὲ καὶ δεξιὸν ὑπό τι μετέωρον μὲν οὔ, ἐντεταμένον δέ· οὗτοι καὶ ἐξέρυθροι γίνονται, μᾶλλόν τι ἐξέρυθρος ἐοῦσα· κοιλίη ἐν ἀρχῇσι τεταραγμένη. Προσεδεχόμην ἐς ὀφθαλμὸν στήριξιν· ταύτῃ, ἑβδόμῃ ἁλμῶδες ἐκ τῶν ὀφθαλμῶν ἦλθε δάκνον δάκρυον καὶ κατὰ ῥῖνα καὶ κατὰ φάρυγγα· καὶ οὖς ἀριστερόν. Πεντεκαιδεκάτῃ ἵδρωσε σὺν ῥίγει· οὐκ ἐκρίνετο πρὸ τοῦ ῥίγεος· ἐχλωρίασε κάρτα, καὶ προσώπου περίτασις καὶ σύμπτωσις· τὸ οὖς κατ' ἴξιν τοῦ σπληνὸς καὶ τὸ πλευρὸν ἤλγει.

[36]    Τοῖσι παιδίοισι, γαστέρες ταραχώδεες, καὶ βῆχες ξηραί· ἐς ὦμον ἔστιν ὅτε ἀπεπύει ἐν τῇσι βήξεσι τῇσιν ὑστέρῃσιν. Ὁ κναφεὺς, τράχηλον, κεφαλήν· ἑβδόμῃ, χεὶρ ναρκώδης· ἐν τῇ ἐνάτῃ, σκέλος ναρκῶδες· βὴξ ἐπαύσατο. Ἡ τὴν γνάθον ἐρυσθεῖσα ἐν πέμπτῳ μηνὶ ἐν γαστρὶ εἵλκυστο ἐς τὰ ἀριστερά.

[37]    Ἐν Κρανῶνι, Λυκίνῳ γραμματικῷ ἐκ πυρετοῦ χολώδεος, ἐπισπλήνῳ, καρηβαρίη· αἱμόκερχνα κατὰ σπλῆνα ἐν χείλεσιν ἀμφοτέροισιν ἕλκεα ἔνδοθεν, στρογγύλα, σμικρά· ἔπειτά τι καὶ αἷμα ἐκ τοῦ κατ' ἴξιν σμικρὸν ἐῤῥύη.

[38]    Τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον, ᾗ τὸ σκλήρωμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες, καὶ γαστὴρ μεγάλη καὶ περιτεταμένη· οὐκ εἰκέλη ὑδατώδει, καὶ τἄλλα λιπαρὴ, καὶ οὐ πάνυ δύσπνοος, ἄχροος δέ· γυναικεῖα ἑπτὰ ἐτέων οὐκ ἐληλύθει. Ἐγένετο δυσεντεριώδης, καὶ οὐ τεινεσμώδης· καὶ ὑπὸ ταῦτα ὀδυνῶδες τὸ ἐν τῷ δεξιῷ ἦν, καὶ πυρετοὶ βληχροὶ, οὐ πρόσω ἑπτὰ ἡμερέων, καὶ κοιλίης ταραχὴ ἠλεκτρώδης, ὑπόγλισχρος, ὑπέρπολλος ἐφ' ἡμέρας τινάς· ὑγιής· καὶ γυναικεῖα μετὰ ταῦτα ἐγίνετο, καὶ τὰ κατὰ τὴν γαστέρα λαπαρὰ, καὶ χρῶμα εὔχροον, καὶ παχὺ ἦν αὐτῇ.

[39]    Ἡ Μίνωος, ᾗ, ἐκ τομῆς πιεσάντων, ἐσφακελίσθη, καθισταμένου ἐς πλεύμονα, ἐπεσήμαινε βραχέως, ὅσῃσι περιῆν, καὶ ἄλλ' ὅ τι ἐς ἔνδον.

[40]    Τὰ ἐντεθέντα ἐς τὴν ῥῖνα, ἢν πυρετήνωσιν, ἢν μὲν λυθῇ ἡ ὀδύνη, παχέα κατὰ τὸν μυκτῆρα ῥεῖ· ἢν δὲ μήτε ὀδύνη, μήτε πυρετὸς, λεπτὰ καὶ ἴσως πυρώδεα, οἷον τὸ μὲν λεπτὸν Ἡγησίππῳ ἐς νύκτα προσθεμένῳ, τὸ δὲ παχὺ τῷ ἐν Κορίνθῳ εὐνούχῳ· εἰ δεῖ, τὸ σκαλεύειν· πέπερι.

[41]    Αἱ ἐπὶ τῇσι νούσοισιν ἀποστάσιες εἰ κρίνουσι, σημεῖον· ἢν πυρώδεα ἐόντα, μὴ πυρεταίνωσι, καὶ δύσφορα ἐόντα, εὐφόρως φέρωσιν, οἷον τὰ ἐν τῇ ἕδρῃ, Χάρωνι. Τῷ δὲ Λεαμβίῳ ἑλκώδεος ἐντέρου δακέοντος εἶναι, ἐν δυσεντερίῃ, φαρμακευθέντι, ὁμοίως καὶ ἕδρη ἐφηλκώθη ἀπυρέτου ἐν ἀριστερᾷ. Ὁ ἀπὸ τῶν φυσέων μετεωριζόμενος ἐπῆρτο καὶ ὑπήλγει ἐν κενεῶνι· τούτῳ γάλα πλεῖον καὶ ἀκρητέστερον πιόντι καὶ ἐπικοιμηθέντι, αὐτίκα ναυσίη καὶ θέρμη ἐγένετο· ἔπειτα ὀπτῶντι, καὶ ἀντὶ σιτίων ἐσχαροπέπων κρίμνων ἀποφαγόντι, ξυνέστη ἡ γαστήρ· καὶ πυῶδές τι ἐπιδιῆγεν. Ἕδρης δὲ ἐπιφλεγμηνάσης, ἀπύρετος καὶ ἀνώδυνος ἦν ἱκανῶς· τοῦτο λέγω.

[42]    Ὁ ἐν τοῖσι λιθίνοισι προπύλοισι πρέσβυς ὀσφὺν ἤλγησε καὶ σκέλεα ἄμφω· καὶ θάτερον κατέβαινεν ἐπὶ μηροὺς, καί ποτε κνήμας, καί ποτε γούνατα. Ἐγχρονιζούσης μάλιστα, πολλαὶ παλινδρομίαι ἐγεγένηντο· οἴδημα ἐν ποσὶν, ὀσφύϊ, κνήμῃ· βραχὺ βουβῶνες, γαστὴρ σκληρὴ, καὶ ἔντασις ἤτρου ἡ πᾶσα, καὶ ὀδυνώδης τὰ πλεῖστα· εὑρέθη ἔχων καὶ κύστιν σκληρὴν καὶ ὀδυνώδεα· καὶ βλαστήματα, καὶ θέρμαι. Καὶ μετὰ ταῦτα ἠλγήκει παρ' οὖς· ταὐτὸν σύστρεμμα, ἀδένος οὐκ ἐπιψαύοντος, ὀστέον οὐκ ἀποπυοῦν, καὶ τοῦτο ἐμωλύνθη, καὶ τότε εὐθὺς ἐπυρέτηνεν.

[43]    Ὅτι τοῖσιν ὄμμασι, τοῖσιν οὔασι, τῇσι ῥισὶ, τῇ χειρὶ αἱ κρίσιες, καὶ τἄλλα, οἷσι γινώσκομεν. Ὁ ἀσθενέων· ὁ δρῶν, ἢ θιγὼν, ἢ ὀσφρανθεὶς, ἢ γευσάμενος, τὰ δ' ἄλλα γνούς· τρίχες, χροιὴ, δέρματα, φλέβες, νεῦρα, μύες, σάρκες, ὀστέα, μυελὸς, ἐγκέφαλος, καὶ τὰ ἀπὸ τοῦ αἵματος, σπλάγχνα, κοιλίη, χολὴ, οἱ ἄλλοι χυμοὶ, ἄρθρα, σφυγμοὶ, τρόμοι, σπασμοὶ, λύγγες· ἀμφὶ πνεῦμα· ἄφοδοι· οἷσι γινώσκομεν.

[44]    Τοῖσιν ἐμπύοισι τὰ ὄμματα, καὶ ἐκρηγνύμενα μεγάλα ἕλκεα γίνεται, καὶ ταμνόμενα βαθέα, ἀμφοτέρως αἱ ὄψεις ἑλκοῦνται.

[45]    Ὁ ἀπ' Ἀμφιλόχου κώμης Ἀριστέης τετάρτῃ παρέκρουσε· κοιλίη ὑπόχλωρα διῄει· καὶ ὕπνοι οὐχ ὑγιέες· λευκόχροος. Ἀρχομένων, οἷον ὑποτρομώδεες καὶ δακτύλους καὶ χείλεα διαλεγόμενοι, καὶ τἄλλα ταχυγλωσσότεροι προπετέως· ἔρευθος ἐπὶ προσώπου μάλιστα τούτοισιν ἦν. Οὗτοι, ἐκ θωρήξιος ἢ ἐμέτου χρηστῶς ἐμέσαντες, ᾤδεον. Ὁ δὲ κατὰ Μηδοσάδεω, ᾧ λεπτὰ, ἄχολα, ὑδατώδεα, πουλλὰ διεχώρει, ὑποχόνδριον ὑπακοῦον καὶ κυρτόν· κωματώδης ἐγένετο· περὶ τεσσαρεσκαιδεκάτην, πρὸς κρίσιν μάλιστα ἰόντι, ῥῖγος ἄτρομον, διάλυσις, πάρεσις, σύμπτωσις· τὰ τῶν ἀπιόντων· κωματώδης, παραφερόμενος ἐξ ὕπνου, οὐκ ἐξεμάνη· ἐκρίθη περὶ τεσσαρεσκαιδεκάτην· οὐδὲν τῶν κρινόντων ἐναντίον. Ὁμοίως ὁ ἕτερος, ἐν ἀρχῇσιν ὑπόγλισχρα διαχωρήματα, ἐξ οἵων τὸ παχὺ κρίσιμον, ἀγρύπνῳ· μετὰ ταῦτα, ὑπόγλισχρα, ὑπόχολα, πέπονα, χολώδεα, μὴ λεπτά· ἐπὴν δὲ ἄρξηται ξυνίστασθαι, ταχεῖαι αἱ κρίσιες. Ὑποχόνδριον ἐντεταμένον· ἐφάνη φλεδονώδεα τρόπον περὶ ἕκτην· ἔπειτα ἐκοιμήθη ἑβδόμῃ· ἐκρίθη περὶ ἐνάτην. Λευκόχροοι, οὐ πυῤῥοὶ, ἀμφότεροι. Διαχωρημάτων ὑδατωδῶν, ἢν ἐς αἰθρίην τεθῇ, πέλιον ἄνωθεν λεπτὸν, κάρτα εἴκελον ἰσατώδει, κάτωθεν γίνεται ὑπόστασιν ἔχον. Οἷσι κατὰ τὰ δεξιὰ ὑπολάπαρος ἔντασις, φρενιτικοὶ, ἢν μὴ λύηται, λήγοντος τοῦ πυρετοῦ· οἷσι δὲ ὑπὸ λαπαρότητος κοιλίης, ἐν αὐτῷ τούτῳ οἷον περιλαμβανόμενον ἢ σκληρὸν, ὀδυνῶδες γίνεται καὶ πάνυ κακόηθες, οὐκ ἐθέλει διαχεῖσθαι, ἴσως ἐκ τῶν τοιούτων ἐκπυΐσκονται. Ἐν δὲ τοῖσι δεξιοῖσιν αἱ ἐπάρσιες, ὅσαι μὲν ἐπὶ πουλὺ μαλακαὶ, καὶ μάλιστα πιέζοντι ἢν ὑποβορβορύζῃ, οὐ πάνυ τι κακοήθεες, οἵη τῷ ἀπ' Ἀμφιλόχου καὶ τῷ κατὰ Μηδοσάδεω. Οὗτοι κωματώδεες, καὶ ἐν τοῖσιν ὕπνοισι παραφερόμενοι.

[46]    Αἱ καταστάσιες, καὶ οἷα ἐν ᾗσι μᾶλλον καὶ ἧσσον γίνεται ὥρῃσι, χώρῃσιν· τὰς ἀκμὰς ὅτε τῶν νούσων, καὶ πρὸς κρίσιν, καὶ τὸ καθ' ἡμέρην, καὶ τὸ πρωϊαίτερον, καὶ ὀψιαίτερον, τρίτῃ, τετάρτῃ περιόδῳ· καὶ περιόδων, ἐν ᾗσι τὰ κρίνοντα, οἷα τὰ ἐμεύμενα, καὶ μή· αἱ ἀποστάσιες, ᾗσιν ὑποστροφαί· φλέβες κροτάφων, καὶ ξυμπτώσιες, καὶ χροιῶν μεταβολαὶ, πρὸ τῶν κρισίων, καὶ οἷσι μὴ κρίνεται, καὶ οἱ ἀλυσμοὶ, περιτάσιες, χροιῶν μεταβολαὶ ἐκ τοῦ ἐρυθροῦ ἐς χλωρὸν, ἢν μὴ κρίνῃ· καὶ αἱ δέρματος περιτάσιες, ἄνευ κρίσιος, καὶ ξύμπτωσις ὄμματος, τοῦ σώματος σκληρότης ξηρή. Οἳ μὲν ἑκόντες δακρύουσιν, οὐ κακόν· οἷσι δὲ ἀκουσίως παραῤῥεῖ, κακόν· οἷσι δ' ἐπὶ τῶν ὀδόντων περίγλισχρα γίνεται, κακὸν ὑποχάσκειν.

[47]    Ὃς ἐν τῇ κνήμῃ ἕλκος ἔσχε, καὶ τῷ ἀττικῷ ἐχρήσατο, τούτῳ ἐξανθήματα ἐξαιρόμενα, ἐρυθρὰ, μεγάλα, τοῦτο ἀντὶ τῆς βηχὸς τῆς ὕστερον· οὐ γὰρ ἔβηξε, τὸ δὲ πρότερον.

[48]    Ἐν Αἴνῳ ὅσοι φρικώδεες, τρωματίαι, κεφαλῆς κακοήθεις, καὶ ἐμπυητικοὶ ἐκ τεινεσμοῦ, ὁδοιπόροισιν ὀδύνη ποδῶν, καὶ ἐν τῇσι ταραχῇσιν οἱ κόποι, οἷον ἡ Κλινία ἀπόσιτος, τηκομένη, πυῶδες, ἄλλοτε σμικρὸν αἱματῶδες, πόδες ἐπῴδεον.

[49]    Ἡ Ἱστιαίου, ὑδρωπιώδης ἤδη καὶ ἐπὶ τρία ἔτεα, ἦρος ἀρχομένου, ἔβησσεν, ὑπὸ πληϊάδα διεπύησεν, ἐς χειμῶνα ἐξυδατώθη· κείνων δὲ, φαρμακευθεῖσα, ἐῤῥήϊσεν· ἀπέθανεν ἡ παιδίσκη.

[50]    Τῶν βησσόντων οἱ μὲν τῇσι χερσὶ ταλαιπωρέοντες, οἷον ὁ παῖς ὁ τὰ κλήματα στρέφων, καὶ ὁ Ἀμύντεω, παραλυθέντες αὐτὴν μοῦνον τὴν δεξιὴν ἀμφότεροι, ἐπαύσαντο, ἔπειτα ἔπαθον τοῦτο βήσσοντες· οἳ δὲ ἢ ἵππευσαν, ἢ ὡδοιπόρησαν, ἐς ὀσφὺν, ἐς μηρόν· ξηραὶ δὲ αἱ πλεῖσται, εἰ δὲ μὴ, βίαιοί γε.

[51]    Ἡ Ἐνμύριος τρόπῳ οὐ νοσώδει ἐδόκει ἄνευ πυρετοῦ τυφώδης ἐοῦσα· ἔπειτα ἐς τρόμον οἱ ἦλθε παντὸς τοῦ σώματος, καὶ τῆξιν, καὶ ἀποσιτίην, καὶ δίψαν, καὶ ψυχρὴ ἦν.

[52]    Οἱ δὲ νυκτάλωπες, οἱ πλεῖστον οὐρήσαντες, τὸ ὕστερον βραχύ τι· ἐς δὲ τὰ ὦτα, βήσσοντες, καὶ ἐπιπυρεταίνοντες, ἐκρηγνύμενα περὶ ἑβδόμην ἢ ὀγδόην. Ἡ Ἐνμύριος παῖς ἐπυρέτηνε, καὶ ἐξ ὠτὸς ἐῤῥύη πυῶδες, περὶ ὀγδόην, οὐκ οἶδα σαφέως· ἔστι δ' οἷσι καὶ ὀδὼν ὑπῆρχε βεβρωμένος, μάλιστα ὁ τρίτος τῶν ἄνω, ἀντὶ πάντων δὲ οὗτος εὑρίσκεται βεβρωμένος· ἐς τοῦτον ὀδύνη, καὶ ἔστιν οἷσι καὶ περιπύημα. Οἷσι δὲ ἐς ὦτα ἰσχυρῶς, βήσσοντες μᾶλλον ἢ ἐκεῖνοι. Οἷσι δὲ καὶ ἐς ἐμπύησιν, σὺν πυρετοῖσι, καὶ ἐλάπασσεν ἑβδόμῃ, [οἷον ᾧ] ἐπιπαρωξύνθη, ὑποχόνδριον οὐκ ἐλύθη, μαλαχθείσης ἐνῆν τὰ σμικρὰ ὑπόγλισχρα ξυστρέμματα, οὐ χρηστά· οὖρον αἱμοχροῶδες· ἔπτυε δὲ ἀφρῶδες.

[53]    Πρὸς ὃν Κυνίσκος εἰσήγαγέ με, ἑβδόμῃ παρωξύνθη, περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐκρίθη· ἐμωλύνθη· καθαρὸς φάρυγγα, ὀλίγα, πλατέα, πέπονα ἀναπτύσας· ἐκ ῥινῶν μικρὸν ἔσταξεν· ἐκαρηβάρει· χειρῶν καὶ σκελέων κατάλυσις· κοιλίη λυθεῖσα ὤνησεν· πόδες αἰεὶ θερμοί· ὕπνοι ἦσάν οἱ, καὶ παρ' οὖς οὐ γενέσθαι, ὅτι πέπονα ἔπτυσεν.

[54]    Ἡ Δημαράτου γυνὴ, πόδες καὶ ἐν τῇσι φρίκῃσι θερμοί· εἴτε ἐς τὸ ἔμπυον ἢ μὴ, ἀπολεῖται.

[55]    Οἷον εἶχεν ὁ πρεσβύτης, ὁ ἀπογενόμενος· ἅμα ἠσθένει τῇ ἑωυτοῦ γυναικὶ, τῇ κεκριμένῃ, μανικόν τι ἐνῆν, ἐλθούσης δὲ ἕλμινθος ὑποπαχέης καὶ σίτου ὀλίγου, αὐτίκα ἐπαύσατο καὶ ἐκοιμήθη, καὶ ὑγιὴς ἦν. Ὁ πρεσβύτης οὗτος, καὶ τοῦ σώματος περίτασις τοῦ δέρματος· ἄκρεα ψυχρά· λαπαρός· τρομώδης ἐν ἀρχῇσι καὶ χείλεα καὶ χεῖρας καὶ φωνήν· παρηνέχθη κοσμίως, ἔχασκεν, οὐ πάνυ δύσπνοος ἦν· ἡμέρῃσιν οὐκ οἶδα πρόσω εἴκοσιν, ἀπέθανεν.

[56]    Οἷσιν ὑποχόνδρια καὶ κοιλίη ὑποχωρέει πιεζεύμενα ἁλέα, σὺν βορβορυγμῷ, οἷα ἑλμίνθια, καὶ ᾧ ἐν Ἀβδήροισι κωλωτοειδέα. Ὅ τι ἐστὶ πρὸ τῶν κρισίμων ἡμερέων, τῇ προτεραίῃ καὶ τὰ κακὰ καὶ τἀγαθὰ σημεῖα γίνεται· τὰς ἡμέρας, ᾗσιν ἐπιπαροξυνόμενοι χρονίζουσι, καὶ ᾗσι λήγοντες βραχύνουσιν· καὶ τὰ ἄπιστα τῶν ῥηϊζόντων· καὶ τὰ διὰ σφῶν αὐτῶν παροξυνόμενα. Πτυάλων τοῖσι περιπλευμονικοῖσιν, οἷσι χολώδεα, ὅταν μέλλῃ λήγειν, τὰ πάνυ ξανθὰ βραχέα γίνεται· οἷα τὰ ἐν ἀρχῇσιν ἐόντα τοιαῦτα ἐπιφαίνεται, οὐ πάνυ δοκέω ταῦτα ἐκπεπαίνεσθαι, ἀλλὰ κρίνειν, οἷον τῷ παρὰ τῷ διδασκάλῳ, καὶ ἄλλοτε οἷον εἶδον.

[57]    Νίκιππος ἐν πυρετοῖσιν ἐξωνείρωξε, καὶ οὐδὲν ἐπέδωκεν ἐπὶ τὸ χεῖρον, καὶ τὸ αὐτό οἱ τοῦτο πλεονάκις ἐγένετο, καὶ οὐδὲν ἔβλαψεν· προεῤῥέθη, ὅτι παύσεται, ὅταν οἱ πυρετοὶ κριθῶσι, καὶ ἐγένετο οὕτως. Κριτίας ἐν πυρετοῖς ὑπὸ ἐνυπνίων ὠχλεῖτο, ὑφ' οἵων οἴδαμεν, ἐπαύσατο καὶ αὐτὸς ἅμα κρίσει.

[58]    Ἄλκιππος, ἔχων αἱμοῤῥοΐδας, ἐκωλύετο θεραπευθῆναι· θεραπευθεὶς ἐμάνη· πυρετοῦ ὀξέος ἐπιγενομένου, ἐπαύσατο.

[59]    Ἐν τοῖσιν ὀξέσι πυρετοῖσι, διψώδεες, ὑπὸ ἰητρῶν πεπιεσμένοι τῷ ποτῷ, ἢ καὶ ὑπὸ σφέων αὐτῶν, δοκέουσι πολὺ ἂν ἐκπιεῖν. Ὕδωρ ψυχρὸν, δοθὲν ἵνα ἀπεμέσῃ, ὠφελέει· χολώδεα γὰρ παρέσται.

[60]    Ὅτι τὰ νεῦρα αὐτὰ ἐφ' ἑωυτὰ ἕλκει σημεῖον· ἢν μὲν τὰ ἐν τοῖσιν ἄνω τῆς χειρὸς τρωθῇ νεῦρα, ἐς τὸ κάτω νεύσει ἡ χεὶρ, ὑπὸ τῶν κάτω νευρῶν ἑλκομένη· ἢν δὲ τἀναντία, ἄλλως.

[61]    Βήσσουσι ξηρὰ οἱ τοὺς ὄρχιας, καὶ ἐκ τῶν βηχέων ἐς ὄρχιν· λύεται φλεβοτομηθέντα, καὶ φλεγμαίνοντες βήσσουσιν· οἱ ἐν τοῖς ἐπὶ βουβῶσι πυρετοῖς ἐπιβήσσουσιν.