5657 830 0 0 0 0 V-IV a. C. Medicina Hippocrates I De morbis popularibus (= Epidemiae) Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 0

Hippocrates - De morbis popularibus (= Epidemiae) I

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΡΩΤΟΝ.

[1]

ΤΜΗΜΑ ΠΡΩΤΟΝ

[1]    Ἐν Θάσῳ, φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληϊάδα, ὕδατα πουλλὰ, ξυνεχέα μαλθακῶς, ἐν νοτίοισι, χειμὼν νότιος, σμικρὰ πνεύματα βόρεια, αὐχμοὶ, τὸ ξύνολον ἔς γε χειμῶνα ὁκοῖον ἦρ γίγνεται. Ἦρ δὲ νότιον, ψυχινὸν, σμικρὰ ὕσματα. Θέρος ὡς τὸ πουλὺ ἐπινέφελον, ἀνυδρίαι, ἐτησίαι ὀλίγα, σμικρὰ, διεσπαρμένως ἔπνευσαν. Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια, καὶ μετὰ αὐχμῶν, πρωῒ μὲν τοῦ ἦρος, ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι, καὶ τουτέοισι πάνυ εὐσταθέες, καὶ ὀλίγοισιν ᾑμοῤῥάγεεν, οὐδ' ἀπέθνησκον ἐκ τουτέων. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα, πολλοῖσιν ἑτερόῤῥοπα, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δὲ οἳ καὶ σμικρὰ ἐπεθερμαίνοντο· κατέσβη πᾶσιν ἀσινέως· οὐδ' ἐξεπύησεν οὐδενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφασίων. Ἦν δὲ ὁ τρόπος αὐτέων, χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώδυνα· πᾶσιν ἀσήμως ἠφανίσθη. Ἐγένετο δὲ ταῦτα μειρακίοισιν ἐοῦσιν, ἀκμάζουσι, καὶ τουτέων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοισιν· γυναιξὶ δὲ ὀλίγῃσιν ἐγένετο. Πολλοῖσι δὲ βῆχες ξηραὶ, βήσσουσι καὶ οὐδὲν ἀνάγουσι, καὶ φωναὶ βραγχώδεες. Οὐ μετὰ πουλὺ, τοῖσι δὲ καὶ μετὰ χρόνον, φλεγμοναὶ μετ' ὀδύνης ἐς ὄρχιν ἑτερόῤῥοπαι, τοῖσι δὲ ἐς ἀμφοτέρους· πυρετοὶ τοῖσι μὲν, τοῖσι δ' οὔ· ἐπιπόνως ταῦτα τοῖσι πλείστοισιν· τὰ δ' ἄλλα, ὁκόσα κατ' ἰητρεῖον, ἀνόσως διῆγον.

[2]    Πρωῒ δὲ τοῦ θέρεος ἀρξαμένου, καὶ διὰ θέρεος καὶ κατὰ χειμῶνα, πολλοὶ τῶν ἤδη πουλὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίθησαν· ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε· ἔστι δ' οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τουτέων· καὶ τῶν κατακλιθέντων οὐκ οἶδ' εἴ τις καὶ μέτριον χρόνον περιεγένετο· ἀπέθνησκον δὲ ὀξυτέρως, ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα. Ὡς τά γε ἄλλα καὶ μακρότερα, καὶ ἐν πυρετοῖσιν ἐόντα, εὐφόρως ἤνεγκαν, καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νουσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν. Ἦν δὲ τοῖσι πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοὶ, ξυνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες· ὁ δὲ τρόπος, ἡμιτριταῖος· τὴν μὲν κουφότεροι, τῇ δ' ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες· ἱδρῶτες δὲ αἰεὶ, οὐ δι' ὅλου· ψύξις ἀκρέων πολλὴ, καὶ μόλις ἀναθερμαινόμενα· κοιλίαι ταραχώδεες, χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίσταντο. Οὖρα δὲ ἦν λεπτὰ καὶ ἄχροα, καὶ ἄπεπτα, καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ' ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. Ἔβησσον δὲ σμικρὰ, πυκνὰ, πέπονα, κατ' ὀλίγον μόλις ἀνάγοντες· οἷσι δὲ τὰ βιαιότατα ξυμπίπτοι, οὐδ' ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνον εἶχον· ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι· ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος· ἄδιψοι· καὶ παράληροι πουλλοὶ περὶ θάνατον· περὶ μὲν τὰ φθινώδεα, ταῦτα.

[3]    Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον, πυρετοὶ πουλλοὶ, ξυνεχέες, οὐ βίαιοι· μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο. Κοιλίαι τε ταραχώδεες τοῖσι πλείστοισι πάνυ εὐφόρως, καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον· οὖρά τε τοῖσι πλείστοισιν, εὔχροα μὲν, καὶ καθαρὰ, λεπτὰ δὲ, καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. Βηχώδεες οὐ λίην· οὐδὲ τὰ βησσόμενα δυσκόλως· οὐδ' ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο (τὸ μὲν ὅλον ὑπενόσεον οἱ φθινώδεες, οὐ τὸν φθινώδεα τρόπον). Πυρετοῖσι φρικώδεσι σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως, τὸ μὲν ὅλον, οὐκ ἐκλείποντες, παροξυνόμενοι δὲ τριταιοφυέα τρόπον. Ἐκρίνετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ εἰκοστὴν ἡμέρην, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν, πολλοῖσι δὲ περὶ ὀγδοηκοστήν. Ἔστι δὲ οἷσιν, οὐδ' οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον· τουτέων δὲ τοῖσι πλείστοισιν οὐ πουλὺν διαλείποντες χρόνον, ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν· ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο· πολλοῖσι δὲ αὐτέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσέειν. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ, μούνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισιν εὐφόρως πᾶσι, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.

[2]

ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ

[4]    Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου, χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ' ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πουλλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι. Ταῦτα δὴ ἐγένετο τοιαῦτα, μέχρι πληϊάδος δύσιος, καὶ ὑπὸ πληϊάδα. Χειμὼν δὲ βόρειος· ὕδατα πουλλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα· ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. Ἤδη δὲ μεθ' ἡλίου τροπὰς χειμερινὰς, καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πουλλά· χιὼν, καὶ ὕδατα ξυνεχέως πουλλὰ, καὶ οὐρανὸς λαιλαπώδης, καὶ ἐπινέφελος· ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει μέχρις ἰσημερίης. Ἦρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον· θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι ξυνεχέες ἔπνευσαν· ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορείοισι πουλλὰ πάλιν ὕδατα. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· πρωῒ δὲ τοῦ ἦρος, πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως, σμικρὰ λημία πολλοῖσι δυσκόλως ἐκρηγνύμενα· τοῖσι πλείστοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. Κατὰ δὲ θέρος καὶ φθινόπωρον, δυσεντεριώδεες, καὶ τεινεσμοὶ, καὶ λειεντεριώδεες, καὶ διάῤῥοιαι χολώδεες, λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι, καὶ δακνώδεσιν· ἔστι δ' οἷσι καὶ ὑδατώδεες· πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου, χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες· οὐ νεφριτικὰ, ἀλλὰ τουτέοισιν ἀντ' ἄλλων ἄλλα· ἔμετοι χολώδεες, φλεγματώδεες, καὶ σιτίων ἀπέπτων ἀναγωγαί· ἱδρῶτες· πᾶσι πάντοθεν πουλὺς πλάδος· ἐγένετο δὲ ταῦτα πουλλοῖσιν, ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται· ἐνίοισι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου. Φθινώδεες, ἤδη φθινοπώρου καὶ ὑπὸ χειμῶνα, πυρετοὶ ξυνεχέες, καί τισιν αὐτέων ὀλίγοισι καυσώδεες· ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι, ἀκριβέες, τεταρταῖοι, πλανῆτες· ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγένοντο. Οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ αἱ αἱμοῤῥαγίαι, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι· τά τε ἄλλα πάντα εὐφόρως· ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλιπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν· οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. Οἱ δὲ τριταῖοι, πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος, τέσσαρας περιόδους· ἐν ἑπτὰ δὲ τελέως ἔκριναν, οὐδ' ὑπέστρεψαν οὐδενὶ τούτων. Οἱ δὲ τεταρταῖοι, πολλοῖσι μὲν ἐξ ἀρχῆς, ἐν τάξει τεταρταίου, ἤρξαντο· ἔστι δ' οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νουσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγένοντο· μακρὰ δὲ καὶ ὡς εἴθισται τουτέοισι, καὶ ἔτι μακρότερα ξυνέπιπτεν. Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ, καὶ πλανῆτες πολλοῖσι πολλοὶ, καὶ πουλὺν χρόνον παρέμενον, ὀρθοστάδην τε καὶ κατακειμένοισιν· τοῖσι πλείστοισι τουτέων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. Σπασμοὶ δὲ πουλλοῖσι, μᾶλλον δὲ παιδίοισιν, ἐξ ἀρχῆς· καὶ ἐπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρόνια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν. Οἱ δὲ ξυνεχέες μὲν τὸ ὅλον, καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες, καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων, καὶ μακρότατοι, καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ ὅλον ἐπιδιδόντες αἰεὶ, καὶ παροξυνόμενοι, καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες, καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος, βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς ἐπὶ τὸ πουλὺ κακούμενοι. Ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίγνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν, ἀλλ' ἐπὶ τῶν ἄλλων πυρετῶν, μείζω. Ἱδρῶτες πουλλοὶ, τουτέοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδὲν, ἀλλ' ὑπεναντίον βλάβας φέροντες. Ψύξις πουλλὴ τουτέοισιν ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα. Ἄγρυπνοι τὸ ξύνολον, καὶ μάλιστα οὗτοι, καὶ πάλιν κωματώδεες. Κοιλίαι, πᾶσι μὲν ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ τουτέοισι κάκισται. Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων, ἢ λεπτὰ, καὶ ὠμὰ, καὶ ἄχροα, καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδ' ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ, καὶ ὠμὰ τὰ ὑφιστάμενα, κάκιστα δὲ ταῦτα πάντων. Βῆχες μὲν παρείποντο τοῖσι πυρετοῖσιν· γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ' ὠφελείην γενομένην διὰ βηχὸς τότε. Χρόνια μὲν οὖν καὶ δυσχερέα, καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως, καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα, καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή· εἰ γάρ τινας αὐτέων διαλείποι σμικρὰ, ταχὺ πάλιν ὑπέστρεφεν. Ἔστι δὲ οἷσιν ἔκρινεν αὐτέων ὀλίγοισιν· οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τουτέων ἐνίοισιν ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσέειν· τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν· ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγινομένοισι καὶ τοῖσιν οὔ. Πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικιλίης ἐπὶ τῶν νουσημάτων, καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοισιν ἀποσίτοισιν εἶναι πάντων γευμάτων, μάλιστα δὲ τουτέων, οἷσι καὶ τἄλλα ὀλεθρίως ἔχοι, διψώδεες οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τουτέοισιν. Γενομένων δὲ χρόνων μακρῶν, καὶ πόνων πολλῶν, καὶ κακῆς ξυντήξιος, ἐπὶ τουτέοισιν ἀποστάσιες ἐγένοντο, ἢ μέζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ παλινδρομέειν, καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον. Ἦν δὲ τουτέοισι τὰ γιγνόμενα δυσεντεριώδεα, καὶ τεινεσμοὶ, καὶ λειεντερικοὶ, καὶ ῥοώδεες· ἔστι δ' οἷσι καὶ ὕδρωπες, μετὰ τουτέων καὶ ἄνευ τουτέων· ὅ τι δὲ παραγένοιτο τουτέων βιαίως, ταχὺ ξυνῄρει· ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελέειν. Ἐξανθήματα σμικρὰ, καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νουσημάτων, καὶ ταχὺ πάλιν ἀφανιζόμενα, ἢ παρὰ τὰ ὦτα οἰδήματα μολυνόμενα, καὶ οὐδὲν ἀποσημαίνοντα. Ἔστι δ' οἷσιν ἐς ἄρθρα, μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα, καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν. Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, καὶ τουτέων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης. Ἐγίγνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων, τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τουτέων. Μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων, καὶ πλείστους ἐῤῥύσατο τῶν ἐόντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο, καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίγνοντο· ξυνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσι ταύτῃσι γίγνεσθαι μάλιστα· ἐγίγνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νουσημάτων. Ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τουτέοισι πάντων ἐγίγνετο· κοιλίαι τε γὰρ, εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι κακοήθεα τρόπον, ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρηέες μετὰ ταῦτα· χρόνια δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίην, καὶ ἐπίπονα ἦν. Οὖρα δὲ τουτέοισιν ᾔει πουλλὰ, παχέα, καὶ ποικίλα, καὶ ἐρυθρὰ, μιξόπυα μετ' ὀδύνης. Περιεγένοντο δὲ πάντες οὗτοι, καὶ οὐδένα τουτέων οἶδα ἀποθανόντα.

[5]    Ὁκόσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους, ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας, σκοπέεσθαι. Πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφαλίην ὑγιείης σημαίνουσιν· ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτέων ὑποστροφάς· ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. Λέγειν τὰ προγενόμενα· γιγνώσκειν τὰ παρεόντα· προλέγειν τὰ ἐσόμενα· μελετᾷν ταῦτα· ἀσκέειν, περὶ τὰ νουσήματα, δύο, ὠφελέειν, ἢ μὴ βλάπτειν. Ἡ τέχνη διὰ τριῶν, τὸ νούσημα, ὁ νοσέων, καὶ ὁ ἰητρός· ὁ ἰητρὸς, ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νουσήματι τὸν νοσεῦντα μετὰ τοῦ ἰητροῦ χρή.

[6]    Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα, καὶ βάρεα μετ' ὀδύνης, ἄνευ πυρετῶν, καὶ ἐν πυρετοῖσιν· φρενιτικοῖσι μὲν σπασμοὶ, καὶ ἰώδεα ἐπανεμέουσιν, ἔνιοι ταχυθάνατοι τουτέων· ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας, καὶ ὑποχονδρίου ξύντασις οὐ μετ' ὀδύνης γίγνεται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα· τὸ πουλὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν, οἱ σπασμοὶ μάλιστα· γυναιξὶ δὲ καὶ ταῦτα, καὶ ἀπὸ ὑστερέων πόνοι· πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται, παραπληκτικὰ, ἢ μανικὰ, ἢ στερήσιες ὀφθαλμῶν.

[7]    Ἐν Θάσῳ, πρὸ ἀρκτούρου ὀλίγον, καὶ ἐπ' ἀρκτούρου, ὕδατα πουλλὰ, μεγάλα ἐν βορείοισιν. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος, νότια ὕσματα ὀλίγα· χειμὼν βόρειος· αὐχμοί· ψύχεα· πνεύματα μεγάλα· χιόνες. Περὶ δὲ ἰσημερίην, χειμῶνες μέγιστοι· ἦρ βόρειον· αὐχμοί· ὕσματα ὀλίγα, ψύχεα. Περὶ δὲ ἡλίου τροπὰς θερινὰς, ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασεν· μετὰ δὲ κύνα, μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα, καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ ξυνεχέα, καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν· περὶ ἀρκτοῦρον, ὕσματα νότια μέχρις ἰσημερίης.

[8]    Ἐν τῇ καταστάσει ταύτῃ, κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι, καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτέων ἔθνησκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νούσημα ἐπίδημον ἦν· τὰ δ' ἄλλα διετέλεον ἄνοσοι. Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι, καὶ διετέλεον μέχρις ἰσημερίης διὰ τὸ θέρος. Ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσέειν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο· ὀλίγοι δέ τινες ἔθνησκον. Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων, θανατώδεες ἦσαν, καὶ πλείους ἀπώλλυντο. Ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμοῤῥαγῆσαι, διὰ τουτέου μάλιστα σώζεσθαι· καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμοῤῥαγήσειεν, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα· Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνωνι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε, καὶ ἀπέθανον. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπεῤῥίγεον, καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι· ἐπεῤῥίγεον δὲ καὶ οὗτοι καὶ ἐφίδρουν. Ἔστι δ' οἷσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἢ κατὰ κύστιν κάθαρσις, ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν, ἢ δαψιλὴς αἱμοῤῥαγίη· οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει· καίτοι τουτέῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε, καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο, ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τουτέων ἐγένετο, ἀπέθανεν. Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι, καὶ ἀκμάζουσιν· καὶ ἔθνησκον πλεῖστοι τοιουτέων, οἷσι μὴ αἱμοῤῥαγῆσαι ἐγένετο· πρεσβυτέροισι δὲ ἐς ἰκτέρους, ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι, τῷ παρὰ Σιληνὸν κατακειμένῳ· ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος· καί τισι τῶν διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν· οἷον τοῦ Ἐράτωνος τῷ παιδὶ, καὶ Μύλλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης, ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο. Πολλοῖσι μὲν οὖν μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν· ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη, τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν, καὶ ἐς ἄκρον ἰσχίον, ἀλγήματος μετὰ κρίσιν γενομένου, καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμοῤῥαγέειν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο ἐς αἱμοῤῥαγίην ἀποστάσιες· Ἀντιφῶντι τῷ Κριτοβούλου ἐπεπαύσατο, καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. Γυναῖκες δὲ ἐνόσησαν μὲν πουλλαὶ, ἐλάσσους δὲ ἢ ἄνδρες, καὶ ἔθνησκον ἥσσους· ἐδυστόκεον δὲ πλεῖσται, καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνησκον αὗται μάλιστα, οἷον Τελεβόλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. Τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο, καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ' ὅτε καὶ ἐκ ῥινῶν, καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο· οἷον τῇ Δαϊθαρσέως θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον, καὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη· καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τουτέων τι καλῶς γένοιτο· ᾗσι δὲ ξυνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. Οὖρα δὲ τοῖσι πλείστοισιν, εὔχροα μὲν, λεπτὰ δὲ, καὶ ὑποστάσιας ὀλίγας ἔχοντα· κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι, διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν· πολλοῖσι δὲ, τῶν ἄλλων κεκριμένων, ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, καὶ λεπτὰ, καὶ μετὰ κρίσιν, καὶ ὑποστάσιος καλῆς γενομένης, καὶ τῶν ἄλλων καλῶς κεκριμένων, ἀναμνήσομαι οἷσιν ἐγένετο, Βίωνι ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί· μετὰ δὲ, δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες· ἦρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. Περὶ δὲ ἀρκτοῦρον, ἑνδεκαταίοισι πουλλοῖσιν ἔκρινε, καὶ τουτέοισιν οὔθ' αἱ κατὰ λόγον γιγνόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.

[9]    Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα, παρείποντο μὲν οἱ καῦσοι· ἀτὰρ καὶ φρενιτικοὶ πλεῖστοι τηνικαῦτα ἐγένοντο, καὶ ἔθνησκον τουτέων οἱ πλεῖστοι· ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια ξυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, ἐπεῤῥίγεον σμικρά· ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες· σμικρὰ ἐφίδρουν, περὶ μέτωπον καὶ κληῗδας, οὐδεὶς δι' ὅλου· πουλλὰ παρέλεγον· φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μάλιστα δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι, καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος, καὶ ἄκρεα οὐκ ἔτι ἐθερμαίνοντο, ἀλλ' ἦσαν πελιδνὰ καὶ ψυχρά· καὶ οὐδ' ἐδίψων ἔτι· ἐπὶ τούτοισιν οὖρα μέλανα, ὀλίγα, λεπτά· καὶ κοιλίαι ἐφίσταντο· οὐδ' ᾑμοῤῥάγησεν ἐκ ῥινῶν οὐδενὶ, οἷσι ταῦτα ξυμπίπτοι, ἀλλὰ σμικρὰ ἔσταξεν· οὐδὲ ἐς ὑποστροφὴν οὐδενὶ τουτέων ἦλθεν, ἀλλ' ἑκταῖοι ἀπέθνησκον, ξὺν ἱδρῶτι. Τοῖσι δὲ φρενιτικοῖσιν οὐ ξυνέπιπτε μὲν τὰ ὑπογεγραμμένα πάντα· ἐκρίνετο δὲ τουτέοισιν, ὡς ἐπὶ τὸ πουλὺ ἑνδεκαταίοισιν· ἔστι δ' οἷσι καὶ εἰκοσταίοισιν, οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νούσημα μετέπεσεν. Πλῆθος μὲν οὖν τῶν νουσημάτων ἐγένετο· ἐκ δὲ τῶν καμνόντων ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκοχρῶτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῆ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι· καὶ γυναῖκες πλεῖσται ἐκ τουτέου τοῦ εἴδεος ἀπέθνησκον. Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων διεσώζοντο· οἷσι γὰρ ἦν ἢ διὰ ῥινῶν αἱμοῤῥαγῆσαι, ἢ κατὰ κύστιν οὖρα πουλλὰ, καὶ πουλλὴν ὑπόστασιν καὶ καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα, χολώδεα, ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο· πολλοῖσι δὲ ξυνέπιπτε μὴ ἐφ' ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι, καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως· διεσώζοντο δὲ πάντες, οἷσι ταῦτα ξυνεμπίπτοι. Γυναιξὶ δὲ καὶ παρθένοισι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα· ᾗσι δὲ ἢ τουτέων τι καλῶς γένοιτο, ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τουτέων ἐσώζοντο, καὶ ἔκρινε, καὶ οὐδεμίην οἶδα ἀπολομένην, ᾗσι τουτέων τι καλῶς γένοιτο· Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν. Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα μὴ ὀλεθρίως ἔχωσιν· ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν, οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει. Τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ' ὀδύνης, ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο, οὔτε ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων, ἢ δυσεντερίη, ἢ παχέων οὔρων ὑπόστασις γενομένη, ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. Τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγιγνώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφεοὶ, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοί· τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἕκτῃ· τῷ δὲ νεωτέρῳ, ἑβδόμῃ· ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην, καὶ διέλιπεν ἡμέρας πέντε· ἐκ δὲ τῆς ὑποστροφῆς, ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ ξύμπαν ἑπτακαιδεκαταίοισιν. Ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων, ἔκρινε πεμπταίοισιν. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τρίτῃ. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διαλιπόντας τρεῖς, ἔκρινεν ἑβδόμῃ. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διαλιπόντας ἓξ, ἐλάμβανε τρισίν· διέλιπε μίαν, μίαν ἐλάμβανεν, ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαϊθάρσεος. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων, ἐν τῇ καταστάσει ταύτῃ, τούτῳ τῷ τρόπῳ διενόσησαν· καὶ οὐδένα οἶδα τῶν περιγενομένων ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι· καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο· οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. Ἔθνησκον δὲ ἐν τοῖσι νουσήμασι τούτοισιν οἱ πλεῖστοι, ἑκταῖοι, οἷον Ἐπαμινώνδας, καὶ Σιληνὸς, καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι, καὶ οὐκ ἐξεπύησεν, ἀλλ' ἐπὶ κύστιν ἐτράπετο· Κρατιστώνακτι, ὃς παρὰ Ἡρακλείῳ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ, ἐξεπύησεν, ἀπέθανον. Οἷσι δ' ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον. Οἷσι δ' ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι, Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς, καὶ μέχρις ἰσημερίης, παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ ἔθνησκον πολλοί. Αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἐκρίνετο τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλιπε τέσσαρας, ὑπέστρεψεν· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε πεμπταίοισι, τὸ ξύμπαν τεσσαρεσκαιδεκαταίοισιν· ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. Ἔστι δ' οἷσιν ἔκρινεν ἑνδεκαταίοισιν· ὑποστροφὴ τεσσαρεσκαιδεκάτῃ· ἔκρινε τελείως εἰκοστῇ· εἰ δέ τινες ἐπεῤῥίγεον περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινε τεσσαρακοστῇ. Ἐπεῤῥίγεον δ' οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ' ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. Ἐπεῤῥίγεον δ' ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πουλὺ πλεῖστοι· αἱ δ' αἱμοῤῥαγίαι ὑπέληγον.

[3]

ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[10]    Τὰ δὲ περὶ τὰ νουσήματα, ἐξ ὧν διαγιγνώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων, καὶ τῆς ἰδίης ἑκάστου· ἐκ τοῦ νουσήματος· ἐκ τοῦ νοσέοντος· ἐκ τῶν προσφερομένων· ἐκ τοῦ προσφέροντος, ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον ἐκ τούτου· ἐκ τῆς καταστάσιος ὅλης, καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης· ἐκ τοῦ ἔθεος· ἐκ τῆς διαίτης· ἐκ τῶν ἐπιτηδευμάτων· ἐκ τῆς ἡλικίης ἑκάστου· λόγοισι· τρόποισι· σιγῇ· διανοήμασιν· ὕπνοισιν, οὐχ ὕπνοισιν· ἐνυπνίοισιν οἵοισι καὶ ὅτε· τιλμοῖσι· κνησμοῖσι· δακρύοισιν· ἐκ τῶν παροξυσμῶν· διαχωρήμασιν· οὔροισι· πτυάλοισιν· ἐμέτοισι· καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νουσημάτων, καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον· ἱδρώς· ψύξις· ῥῖγος· βήξ· πταρμοί· λυγμοί· πνεύματα· ἐρεύξιες· φῦσαι, σιγώδεες, ψοφώδεες· αἱμοῤῥαγίαι, αἱμοῤῥοΐδες· ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.

[11]    Πυρετοὶ, οἱ μὲν ξυνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. Εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι, καὶ θανατωδέσταται, ἐν τῷ ξυνεχεῖ πυρετῷ. Ἀσφαλέστατος δὲ πάντων, καὶ ῥήϊστος, καὶ μακρότατος ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἀφ' ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νουσημάτων μεγάλων ἄλλων ῥύεται. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νουσήματα γίγνεσθαι, καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες, καὶ ὅσοι ἄλλα μακρότερα νουσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ· ἡμερινὸς μακρότερος· ἔστι δὲ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. Ἑβδομαῖος μακρὸς, οὐ θανατώδης· ἐναταῖος μακρότερος, καὶ οὐ θανατώδης. Τριταῖος ἀκριβὴς, ταχυκρίσιμος, καὶ οὐ θανατώδης. Ὁ δέ γε πεμπταῖος, πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος, καὶ ἤδη φθινεῦσιν ἐπιγενόμενος, κτείνει. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες, καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν· αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθέει καὶ ἀκμάζει μάλιστα, καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται· ἔστι δ' οἷσιν ἄρχεται μαλακός τε καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ' ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει, ἅλις ἐξέλαμψεν· ἔστι δ' οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται, καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσιος, καὶ περὶ κρίσιν. Ξυμπίπτει δὲ ταῦτα γίγνεσθαι ἐπὶ παντὸς πυρετοῦ, καὶ παντὸς νουσήματος. Δεῖ δὲ τὰ διαιτήματα, σκοπεύμενον ἐκ τουτέων, προσφέρειν. Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοισίν ἐστιν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται· πρὸς ἃ δεῖ διαλογιζόμενον, δοκιμάζειν καὶ σκοπέεσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι προσαρτέον, ἢ οὒ, καὶ πότε, καὶ πόσον, καὶ τί τὸ προσφερόμενον ἔσται.

[12]    Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι, κρίνεται ἐν ἀρτίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. Ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων, τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη εἰκοστὴ, τριακοστὴ, τεσσαρακοστὴ, ἑξηκοστὴ, ὀγδοηκοστὴ, ἑκατοστὴ εἰκοστή· τῶν δὲ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. Εἰδέναι δὲ χρὴ, ὅτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφὰς σημαίνοιτο, γένοιτο δ' ἂν καὶ ὀλέθρια. Δεῖ δὲ προσέχειν τὸν νόον, καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι, τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην, ἢ ὄλεθρον, ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον, ἢ τὸ χεῖρον. Πλανῆτες δὲ πυρετοὶ, καὶ τεταρταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον.

ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.

[13.1]

Ἄῤῥωστος πρῶτος.

   Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος, κατεκλίθη· τῇ πρώτῃ πυρετὸς ὀξύς· ἵδρωσεν· ἐς νύκτα, ἐπιπόνως. Δευτέρῃ, πάντα παρωξύνθη· ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα δι' ἡσυχίης. Τρίτῃ, πρωῒ, καὶ μέχρι μέσου ἡμέρης, ἔδοξε γενέσθαι ἀπύρετος· πρὸς δείλην δὲ πυρετὸς ὀξὺς, μετὰ ἱδρῶτος· διψώδης· γλῶσσα ἐπεξηραίνετο· μέλανα οὔρησεν· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· πάντα παρέκρουσε. Τετάρτῃ, πάντα παρωξύνθη· οὖρα μέλανα· νύκτα εὐφορωτέρην· οὖρα εὐχρούστερα. Πέμπτῃ, περὶ μέσον ἡμέρης, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο· προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθεν· νύκτα ἐπιπόνως· ὕπνοι σμικροί· λόγοι, λῆρος· ἄκρεα πάντοθεν ψυχρὰ, καὶ οὐκ ἔτι ἐπαναθερμαινόμενα· οὔρησε μέλανα· ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην· ἄφωνος· ἵδρωσε ψυχρῷ· ἄκρεα πελιδνά· περὶ δὲ μέσον ἡμέρης, ἑκταῖος ἀπέθανεν. Τουτέῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ ἀραιὸν, μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι· ἱδρῶτες ψυχροὶ διὰ τέλεος· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.

[13.2]

Ἄῤῥωστος δεύτερος.

   Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν Εὐαλκίδου· ἐκ κόπων, καὶ ποτῶν, καὶ γυμνασίων ἀκαίρων, πῦρ ἔλαβεν· ἤρξατο δὲ πονέειν ὀσφὺν, καὶ κεφαλῆς εἶχε βάρος, καὶ τραχήλου ἦν ξύντασις. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ, χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν τὴν ὑπόστασιν ἔχοντα· διψώδης· γλῶσσα ἐπίξηρος· νυκτὸς οὐδὲν ἐκοιμήθη. Δευτέρῃ, πυρετὸς ὀξύς· διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα· οὖρα μέλανα· νύκτα δυσφόρως· σμικρὰ παρέκρουσεν. Τρίτῃ, πάντα παρωξύνθη· ὑποχονδρίου ξύντασις ἐξ ἀμφοῖν παραμήκης πρὸς ὀμφαλὸν, ὑπολάπαρος· διαχωρήματα λεπτὰ, ὑπομέλανα· οὖρα θολερὰ, ὑπομέλανα· νυκτὸς οὐδὲν ἐκοιμήθη· λόγοι πολλοὶ, γέλως, ᾠδή· κατέχειν οὐκ ἠδύνατο. Τετάρτῃ, διὰ τῶν αὐτῶν. Πέμπτῃ, διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λιπαρά· οὖρα λεπτὰ, διαφανέα· σμικρὰ κατενόει. Ἕκτῃ, περὶ κεφαλὴν σμικρὰ ἐφίδρωσεν· ἄκρεα ψυχρὰ, πελιδνά· πουλὺς βληστρισμός· ἀπὸ κοιλίης οὐδὲν διῆλθεν· οὖρα ἐπέστη· πυρετὸς ὀξύς. Ἑβδόμῃ, ἄφωνος· ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνετο· οὔρησεν οὐδέν. Ὀγδόῃ, ἵδρωσε δι' ὅλου ψυχρῷ· ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρὰ, στρογγύλα, σμικρὰ, οἷον ἴονθοι, παρέμενεν, οὐκ ἀφίστατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ σμικρῷ κόπρανα λεπτὰ, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετὰ ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο· ὕπνοι λεπτοὶ, κωματώδεες· ἄφωνος· οὖρα λεπτὰ, διαφανέα. Ἐνάτῃ, διὰ τῶν αὐτῶν. Δεκάτῃ, ποτὰ οὐκ ἐδέχετο· κωματώδης· οἱ δὲ ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια· οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης, λευκή· ἄκρεα πάλιν ψυχρά. Ἑνδεκάτῃ, ἀπέθανεν. Ἐξ ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος, πνεῦμα ἀραιὸν, μέγα· ὑποχονδρίου παλμὸς ξυνεχής· ἡλικίη, ὡς περὶ ἔτεα εἴκοσιν.

[13.3]

Ἄῤῥωστος τρίτος.

   Ἡροφῶντι πυρετὸς ὀξύς· ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ' ἀρχάς· μετὰ δὲ, λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν· οὖρα μέλανα, λεπτά. Πέμπτῃ, πρωῒ κώφωσις· παρωξύνθη πάντα· σπλὴν ἐπήρθη· ὑποχονδρίου ξύντασις· ἀπὸ κοιλίης ὀλίγα, μέλανα διῆλθεν· παρεφρόνησεν. Ἕκτῃ, ἐλήρει· ἐς νύκτα ἱδρώς· ψύξις· λῆρος παρέμενεν. Ἑβδόμῃ, περιέψυκτο· διψώδης· παρέκρουεν· νύκτα κατενόει· κατεκοιμήθη. Ὀγδόῃ ἐπύρεσσεν· σπλὴν ἐμειοῦτο· κατενόει πάντα· ἤλγησε τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ' ἴξιν· ἔπειτα ἐπόνει ἐς ἀμφοτέρας κνήμας· νύκτα εὐφόρως· οὖρα εὐχρούστερα· ὑπόστασιν εἶχε σμικρήν. Ἐνάτῃ ἵδρωσεν· ἐκρίθη· διέλιπεν. Πέμπτῃ ὑπέστρεψεν· αὐτίκα δὲ σπλὴν ἐπήρθη· πυρετὸς ὀξύς· κώφωσις πάλιν. Μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ, σπλὴν ἐμειοῦτο· κώφωσις ἧσσον· σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν· ἐκρίθη ἑπτακαιδεκάτῃ· οὐδὲ παρέκρουσεν ἐπὶ τῇ ὑποστροφῇ.

[13.4]

Ἄῤῥωστος τέταρτος.

   Ἐν Θάσῳ Φιλίνου γυναῖκα, θυγατέρα τεκοῦσαν, κατὰ φύσιν καθάρσιος γενομένης, καὶ τἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος· ἤλγεε δὲ ἀρχομένη καρδίην, καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις ἐπαύσατο. Προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον· ὕπνοι οὐκ ἐνῆσαν· ἄκρεα ψυχρά· διψώδης· κοιλίη ξυνεκαύθη· σμικρὰ διῄει· οὖρα λεπτὰ, ἄχροα κατ' ἀρχάς. Ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ, καὶ πάλιν κατενόει. Ἑβδόμῃ διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σπασμοὶ πολλοὶ μετὰ πόνου· πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθεμένη, πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. Ἐνάτῃ σπασμοί. Δεκάτῃ σμικρὰ κατενόει. Ἑνδεκάτῃ ἐκοιμήθη· πάντων ἀνεμνήσθη· ταχὺ δὲ πάλιν παρέκρουσεν· οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πουλὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίγνεται ἐκ τῶν καθισταμένων ὅταν ἀναταραχθῇ κείμενον πουλὺν χρόνον· οὐ καθίστατο· χρῶμα καὶ πάχος ἴκελον, οἷον γίγνεται ὑποζυγίου, τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. Περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ, παλμοὶ δι' ὅλου τοῦ σώματος· λόγοι πουλλοί· σμικρὰ κατενόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. Περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα, ἦν ἄφωνος· εἰκοστῇ ἀπέθανεν.

[13.5]

Ἄῤῥωστος πέμπτος.

   Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ Ἀρχιγέτην, περὶ τόκον ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη ὡς ἔλεγον· καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. Τρίτῃ δὲ ἔτεκε θυγατέρα, καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθεν. Δευτέρῃ μετὰ τόκον, ἔλαβε πυρετὸς ὀξύς· καρδίης πόνος καὶ γυναικείων· προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη· κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα, χολώδεα, λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ, ὑπομέλανα. Ἀφ' ἧς δὲ ἔλαβε πῦρ, ἐς νύκτα ἑκταίη παρέκρουσεν. Ἑβδόμῃ πάντα παρωξύνθη· ἄγρυπνος· παρέκρουσεν· διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· ἐκοιμήθη πλείω. Ἐνάτῃ διὰ τῶν αὐτῶν. Δεκάτῃ, σκέλεα ἐπιπόνως ἤλγεε· καρδίης πάλιν ὀδύνη· καρηβαρίη· οὐ παρέκρουσεν· ἐκοιμᾶτο μᾶλλον· κοιλίη ἐπέστη. Ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα, συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. Τεσσαρεσκαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς. Πεντεκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος· ἐς νύκτα δὲ πυρετὸς ὀξύς· οὖρα πάχος ἔχοντα· ὑπόστασις λευκή. Ἑκκαιδεκάτῃ, παρωξύνθη· νύκτα δυσφόρως· οὐχ ὕπνωσεν· παρέκρουσεν. Ὀκτωκαιδεκάτῃ διψώδης· γλῶσσα ἐπεκαύθη· οὐχ ὕπνωσεν· παρέκρουσε πουλλά· σκέλεα ἐπωδύνως εἶχεν. Περὶ δὲ εἰκοστὴν, πρωῒ σμικρὰ ἐπεῤῥίγωσεν· κωματώδης· δι' ἡσυχίης ὕπνωσεν· ἤμεσε χολώδεα ὀλίγα, μέλανα· ἐς νύκτα κώφωσις. Περὶ δὲ πρώτην καὶ εἰκοστὴν, πλευροῦ ἀριστεροῦ βάρος δι' ὅλου μετ' ὀδύνης· σμικρὰ ἐπέβησσεν· οὖρα δὲ πάχος ἔχοντα, θολερὰ, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ' ἄλλα κουφοτέρως· οὐκ ἄπυρος αὖθις· ἐξ ἀρχῆς φάρυγγα ἐπωδύνως· ἔρευθος· κίων ἀνεσπασμένος· ῥεῦμα δριμὺ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. Περὶ δὲ εἰκοστὴν ἑβδόμην, ἄπυρος, οὔροισιν ὑπόστασις· πλευρὸν ἤλγεεν. Περὶ δὲ πρώτην καὶ τριακοστὴν, πῦρ ἐλάβετο· κοιλίη χολώδεσιν ὑπεταράχθη· ἤμεσε τῇ τεσσαρακοστῇ ὀλίγα χολώδεα. Ἐκρίθη τελέως ἄπυρος τῇ ὀγδοηκοστῇ.

[13.6]

Ἄῤῥωστος ἕκτος.

   Κλεονακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγεε δὲ κεφαλὴν ἐξ ἀρχῆς, καὶ πλευρὸν ἀριστερόν· καὶ τῶν ἄλλων πόνοι, κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως, ἀτάκτως· ἱδρῶτες, ὁτὲ μὲν, ὁτὲ δ' οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. Περὶ δὲ εἰκοστὴν τετάρτην, χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, μετ' ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. Περὶ δὲ τριακοστὴν ἐόντι, ἤρξατο ἀπὸ ῥινῶν αἱμοῤῥαγέειν ἐξ ἀμφοτέρων, καὶ ταῦτα πεπλανημένως κατ' ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος δὲ, οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον, οὐδὲ ἄγρυπνος· οὖρα δὲ λεπτὰ, οὐκ ἄχροα. Περὶ δὲ τεσσαρακοστὴν ἐὼν, οὔρησεν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη· μετὰ δὲ, ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν εἶχεν, ὁτὲ δὲ οὔ. Ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ, καὶ λευκὴ, καὶ λείη· ξυνέδωκε πάντα· πυρετοὶ διέλιπον· οὖρα λεπτὰ μὲν, εὔχροα δέ. Ἑβδομηκοστῇ ἄπυρος, διέλιπεν ἡμέρας δέκα. Ὀγδοηκοστῇ ἐπεῤῥίγωσε· πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσε πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη· τελείως ἐκρίθη.

[13.7]

Ἄῤῥωστος ἕβδομος.

   Μέτωνα πῦρ ἔλαβεν· ὀσφύος βάρος ἐπώδυνον. Δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον, ἀπὸ κοιλίης καλῶς διῆλθεν. Τρίτῃ κεφαλῆς βάρος· διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. Τετάρτῃ πάντα παρωξύνθη· ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς ὀλίγον· νύκτα δυσφόρως· διαχωρήματα ὅμοια τῇ τρίτῃ· οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐὸν, διεσπασμένον, οὐχ ἱδρύετο. Πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ ἄκρητον· ἵδρωσεν· ἐκρίθη. Μετὰ δὲ κρίσιν, ἄγρυπνος· παρέλεγεν· οὖρα λεπτὰ, ὑπομέλανα· λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς· ἐκοιμήθη· κατενόει. Τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ' ᾑμοῤῥάγεε πολλάκις μετὰ κρίσιν.

[13.8]

Ἄῤῥωστος ὄγδοος.

   Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι' ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑποπέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύντασις μετ' ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον.

[13.9]

Ἄῤῥωστος ἔνατος.

   Κρίτωνι ἐν Θάσῳ, ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. Κατεκλίθη αὐθημερόν· φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος· νύκτα παρεφρόνησεν. Δευτέρῃ, οἴδημα δι' ὅλου τοῦ ποδὸς, καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ ξυντάσιος· φλυκταινίδια μέλανα· πυρετὸς ὀξύς· ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν· ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

[13.10]

Ἄῤῥωστος δέκατος.

   Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβεν. Ἤλγεε δὲ κεφαλὴν, τράχηλον, ὀσφὺν ἐξ ἀρχῆς· αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν· πυρετὸς ὀξὺς ἔλαβεν· ὑποχόνδριον ἐπῆρτο μετ' ὄγκου· οὐ λίην ξύντασις· γλῶσσα ξηρή. Τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. Πέμπτῃ ἐπιπόνως. Ἕκτῃ πάντα παρωξύνθη. Περὶ δὲ ἑνδεκάτην, σμικρὰ ἐνέδωκεν· ἀπὸ δὲ κοιλίης ἐξ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτην λεπτὰ, πουλλὰ, ὑδατόχολα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν· ἔπειτα κοιλίη ἐπέστη. Οὖρα διὰ τέλεος, λεπτὰ μὲν, εὔχροα δέ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. Περὶ δὲ ἕκτην καὶ δεκάτην, οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. Ἑπτακαιδεκάτῃ δὲ, πάλιν λεπτά· παρὰ δὲ τὰ οὔατα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν· παρελήρει· σκέλεα ἐπωδύνως εἶχεν. Εἰκοστῇ, ἄπυρος, ἐκρίθη· οὐχ ἵδρωσε· πάντα κατενόει. Περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. Τὰ δὲ παρὰ τὰ οὔατα οὔτε καθίστατο, οὔτε ἐξεπύει, ἤλγεε δέ. Περὶ δὲ τὴν πρώτην καὶ τριακοστὴν διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. Περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν· ἀμβλύτερα ἑώρα, κατέστη.

Ἄῤῥωστος ἑνδέκατος.

   Τὴν Δρομεάδεω γυναῖκα, θυγατέρα τεκοῦσαν, καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον, δευτεραίην ἐοῦσαν, ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. Ἤρξατο δὲ πονέειν τὴν πρώτην, περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσεν· πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. Δευτέρῃ ἀφ' ἧς ἐῤῥίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷα γίγνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πουλύν· οὐ καθίστατο· νύκτα οὐκ ἐκοιμήθη. Τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· οὖρα ὅμοια· ὑποχονδρίου πόνος· ἀσώδης· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· ἵδρωσε δι' ὅλου ὑποψύχρῳ· ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τετάρτῃ, περὶ μὲν ὑποχόνδριον σμικρὰ ἐκουφίσθη· κεφαλῆς δὲ βάρος μετ' ὀδύνης· ὑπεκαρώθη· ἔσταξε σμικρὰ ἀπὸ ῥινῶν· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα λεπτὰ, ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. Πέμπτῃ διψώδης, ἀσώδης· οὖρα ὅμοια· ἀπὸ κοιλίης οὐδέν· περὶ δὲ μέσον ἡμέρης, πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη· ψύξις· σμικρὰ νυκτὸς ἐκοιμήθη· παρέκρουσεν. Ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη· ἵδρωσε δι' ὅλου· ἄκρεα ψυχρά· παρέκρουσεν· πνεῦμα μέγα, ἀραιόν· μετ' ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο· ταχὺ ἀπέθανεν.

[13.10]

Ἄῤῥωστος δωδέκατος.

   Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε, καὶ ἔπιε πλέον· ἤμεσε πάντα νυκτός· πυρετὸς ὀξύς· ὑποχονδρίου δεξιοῦ πόνος· φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος· νύκτα δυσφόρως· οὖρα δὲ κατ' ἀρχὰς πάχος ἔχοντα, ἐρυθρὰ, κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. Τετάρτῃ πυρετὸς ὀξύς· πόνοι πάντων. Πέμπτῃ, οὔρησε λεῖον, ἐλαιῶδες πουλύ· πυρετὸς ὀξύς. Ἕκτῃ, δείλης πουλλὰ παρέκρουσεν, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. Ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια· λόγοι πουλλοί· κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων· νύκτα ὁμοίως ἐπιπόνως. Πρωῒ δὲ ἐῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε θερμῷ· ἄπυρος ἔδοξε γενέσθαι· οὐ πουλὺ ἐκοιμήθη· ἐξ ὕπνου, ψύξις· πτυαλισμός· δείλης πουλλὰ παρέκρουσεν· μετ' ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. Ἐνάτῃ ψύξις· παρελήρει πουλλά· οὐχ ὕπνωσεν. Δεκάτῃ, σκέλεα ἐπωδύνως· πάντα παρωξύνθη· παρελήρει. Ἑνδεκάτη ἀπέθανεν.

Ἄῤῥωστος τρισκαιδέκατος.

   Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτὴν ἔχουσαν, πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονέειν ὀσφύν. Τρίτῃ πόνος τραχήλου, κεφαλῆς, κατὰ κληῗδα, χεῖρα δεξιήν· διὰ ταχέων δὲ γλῶσσα ἠφώνει· δεξιὴν χεῖρα παρελύθη μετὰ σπασμοῦ, παραπληκτικὸν τρόπον· παρελήρει πάντα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· κοιλίη ἐπεταράχθη, χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισιν. Τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη· σπασμοὶ τῶν αὐτῶν, πόνοι πάντων παρέμενον· κατὰ ὑποχόνδριον ἔπαρμα ξὺν ὀδύνῃ· οὐκ ἐκοιμᾶτο· παρέκρουσε πάντα· κοιλίη ταραχώδης· οὖρα λεπτὰ, οὐκ εὔχροα. Πέμπτῃ, πυρετὸς ὀξύς· ὑποχονδρίου πόνος· παρέκρουσε πάντα· διαχωρήματα χολώδεα· ἐς νύκτα ἵδρωσεν, ἄπυρος. Ἕκτῃ, κατενόει· πάντων ἐκουφίσθη· περὶ δὲ κληῗδα ἀριστερὴν πόνος παρέμενεν· διψώδης· οὖρα λεπτά· οὐκ ἐκοιμήθη. Ἑβδόμῃ, τρόμος· ὑπεκαρώθη· σμικρὰ παρέκρουσεν· ἀλγήματα κατὰ κληῗδα καὶ βραχίονα ἀριστερὸν παρέμενεν· τὰ δ' ἄλλα διεκούφισεν· πάντα κατενόει. Τρεῖς δὲ διέλιπεν, ἄπυρος. Ἑνδεκάτῃ ὑπέστρεψεν· ἐπεῤῥίγωσεν· πῦρ ἔλαβεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος, ἐκρίθη.

[13.11]

Ἄῤῥωστος τεσσαρεσκαιδέκατος.

   Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός. Αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τουτέων πάντων ξυνεχέες. Ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης· ἐρύθημα ἐπὶ γνάθων· σμικρὰ παρέκρουσεν. Ἑβδόμῃ ἵδρωσεν· πυρετὸς διέλιπεν· οἱ πόνοι παρέμενον. Ὑπέστρεψεν· ὕπνοι σμικροί· οὖρα διὰ τέλεος, εὔχροα μὲν, λεπτὰ δέ· διαχωρήματα λεπτὰ, χολώδεα, δακνώδεα, κάρτα ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν· οὔροισιν ὑπόστασις λευκὴ, λείη· ἵδρωσεν· ἐκρίθη τελέως ἑνδεκαταίη.