5563 553 0 0 1 0 V-IV a. C. Medicina Hippocrates V De morbis popularibus (= Epidemiae) Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 1

Hippocrates - De morbis popularibus (= Epidemiae) V

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΕΜΠΤΟΝ.

[1]

[1]   Ἐν Ἤλιδι, ἡ τοῦ κηπωροῦ γυνὴ, πυρετὸς εἶχεν αὐτὴν ξυνεχής· καὶ φάρμακα πίνουσα, οὐδὲν ὠφελέετο· ἐν δὲ τῇ γαστρὶ κάτωθεν τοῦ ὀμφαλοῦ ἦν σκληρὸν, καὶ ὑψηλότερον τοῦ ἑτέρου, καὶ ὀδύνας παρεῖχεν ἰσχυράς· τοῦτο ἐβλιμάσθη ἰσχυρῶς τῇσι χερσὶ σὺν ἐλαίῳ, καὶ μετὰ τοῦτο ἐχώρησεν αἷμά οἱ συχνὸν κάτω, καὶ ἐγένετο ὑγιὴς, καὶ ἐβίω.

[2]    Ἐν Ἤλιδι, Τιμοκράτης ἔπιε πλέον· μαινόμενος δὲ ὑπὸ χολῆς μελαίνης, ἔπιε τὸ φάρμακον· οὕτως ἐκαθάρθη τὸ κάθαρμα πουλὺ, φλέγμα τε καὶ χολὴν μέλαιναν· διῄει δι' ἡμέρης· πρὸς δείλην ἐπαύσατο τῆς καθάρσιος· καὶ πόνον ἐπόνησεν ἐν τῇ καθάρσει πουλὺν, καὶ, πιὼν ἄλφιτον, ὕπνος ἔλαβεν αὐτὸν, καὶ εἶχε τὴν νύκτα, μέχρις ἥλιος ἀνεκὰς ἐγένετο· ἐν δὲ τῷ ὕπνῳ οὐκ ἐδόκεε τοῖς παρεοῦσιν ἀναπνέειν οὐδὲν, ἀλλὰ τεθνάναι, οὐδ' ᾐσθάνετο οὐδενὸς, οὔτε λόγου, οὔτε ἔργου, ἐτάθη δὲ τὸ σῶμα καὶ ἐπάγη, ἐβίω δὲ καὶ ἐξήγρετο.

[3]    Σκόμφος, ἐν Οἰνειάδῃσι, πλευρίτιδι ἐχόμενος, ἀπέθανεν ἑβδομαῖος παρακόπτων· φάρμακον δὲ ἔπιε κατωτερικὸν ταύτῃ τῇ ἡμέρῃ, τῇ πρόσθεν κατανοέων, καὶ ἐκαθάρθη οὐ πολλά· καθαιρόμενος δὲ παρέκοψεν.

[4]    Φοίνικι ἐν Οἰνειάδῃσι καὶ Ἀνδρεῖ ἀδελφεοῖς ἐοῦσιν, ἡ γνάθος ᾤδησεν ἡ ἑτέρη καὶ τὸ χεῖλος τὸ πρὸς τῆς γνάθου καὶ τοῦ ὀφθαλμοῦ, καὶ οὔτε ἔνδοθι σκοπέοντι οὐδὲν ἐφαίνετο, οὔτε θύραζε ἀπεπύει, ἀλλ' οἰδέουσα σαπρὴ ἐγένετο ξηρῇ σηπεδόνι, καὶ ἀπέθανεν. Καὶ θάτερος τὰ αὐτά· ἀπέθανε δὲ ὁ μὲν ἑβδομαῖος, καὶ ἔπιε φάρμακον, καὶ οὐδὲν ὠφελήθη. Τῷ δὲ Φοίνικι ἐξετμήθη κύκλος σαπρὸς, καὶ τὸ ἕλκος ἐκαθάρθη μὲν τὸ πλέον, πρὶν αὐτὸν ἀποθανέειν· ὅμως δὲ ἀπέθανε καὶ οὗτος, πλείονα χρόνον βιούς.

[5]    Εὐρυδάμας, ἐν Οἰνειάδῃσιν, ἐν περιπλευμονίῃ δεκαταῖος ἤρχετο παρακόπτειν· ἰητρευόμενος δὲ κατενόησέ τε, καὶ τὰ πτύαλα ἐγένετο καθαρώτερα, καὶ προχωρέουσα ἡ νοῦσος ἐπὶ τὸ βέλτιον, ὕπνος τε αὐτέῳ κατεχύθη πουλὺς, καὶ τὰ ὄμματα ἰκτερώδεα ἐγένετο, καὶ ἀπέθανε πρὸς τὰς εἴκοσιν ἡμέρας.

[6]    Ἐν Οἰνειάδῃσιν ἀνὴρ νούσῳ εἴχετο· ὁκότε ἄσιτος εἴη, ἔμυζεν αὐτοῦ ἐν τῇ γαστρὶ ἰσχυρῶς, καὶ ὠδυνᾶτο· καὶ ὅτε φαγόντι τὰ σιτία τριφθείη, καὶ χρόνος ἐπιγένοιτο μετὰ τὴν βρῶσιν τοῦ σιτίου, μετ' οὐ πολὺ ταὐτὸ τοῦτο ἔπασχεν. Καὶ ἔφθινε τὸ σῶμα, καὶ ἐτήκετο, καὶ τροφὴ οὐκ ἐγένετό οἱ ἀπὸ τῶν σιτίων ἐσθίοντι· καὶ ὑπεχώρεεν ὁ σῖτος πονηρὸς καὶ ξυγκεκαυμένος. Ὁκότε δὲ νεωστὶ βεβρωκὼς εἴη, αὐτὸν τοῦτον τὸν χρόνον ἥκιστα ἔμυζε, καὶ τὸ ἄλγος εἶχεν αὐτόν. Οὗτος φάρμακα πίνων παντοδαπὰ καὶ ἄνω καὶ κάτω, οὐδὲν ὠφελέετο· φλεβοτομούμενος δὲ ἐν μέρει ἑκατέρην τὴν χεῖρα, ἕως ἔξαιμος ἐγένετο, ἔπειτα ὠφελήθη, καὶ ἀπηλλάγη τοῦ κακοῦ.

[7]    Εὐπόλεμος ἐν Οἰνειάδῃσιν ὠδυνᾶτο ἰσχυρῶς ἰσχίον τὸ δεξιὸν, καὶ τὸν βουβῶνα, καὶ τὴν πλησίον ξυμβολὴν πρὸς τοῦ ἰσχίου ἀπὸ τοῦ βουβῶνος, καὶ τοῦ ἰσχίου τὸ πρόσθεν. Τούτῳ αἷμα ἀφῃρέθη ἀπὸ τοῦ σφυροῦ πουλὺ πάνυ, καὶ μέλαν, καὶ παχύ· καὶ φάρμακον ἔπιεν ἐλατήριον, καὶ ἐκαθάρθη πουλλά· καὶ ῥηΐων μέν τι ἐγένετο· Αἱ δὲ ὀδύναι οὐκ ἐξέλιπον, ἀλλ' ἔμπυον ἔσχε τό τε ἰσχίον, καὶ τὴν κοχώνην, καὶ τὸ ἀμφὶ τὸν βουβῶνα, ἅπερ ὠδυνᾶτο καὶ ἐπὶ πλέον· τὸ δὲ πῦον ἐγένετο πρὸς τὸ ὀστέον μᾶλλον, ἢ πρὸς τὸ τῆς σαρκὸς κατὰ βάθος· καὶ ἐλελήθει χρόνον οὕτως ἔχων, ἕως πάνυ ἀσθενὴς ἐγένετο. Ἔπειτα ἐκαύθη ἐσχάρας πάνυ πολλὰς, καὶ μεγάλαι ἐγένοντο καὶ πλησίαι ἀλλήλων, καὶ πῦον ἐῤῥύη πουλὺ καὶ παχύ· καὶ ἔθανεν ὀλίγῃσιν ἡμέρῃσι μετὰ ταῦτα, καὶ ὑπὸ μεγέθεος τῶν ἑλκέων καὶ πλήθεος, καὶ ἀσθενείης τοῦ σώματος. Οὗτος ἐδόκεεν ἂν, εἰ ἐτμήθη εὔροον μίην τομὴν, καὶ πρὸς τόμον ἀφίετο τὸ πῦον, καὶ, εἰ προσέδει τομῆς ἑτέρης, ταμεῖν εὔροον, ταῦτα παθὼν ἐν τῇ ὥρῃ ἐδόκεεν ἂν ὑγιὴς γενέσθαι.

[8]    Λύκων, ἐν Οἰνειάδῃσι, τὰ μὲν ἄλλα ταὐτὰ ἔπασχεν, αἱ δὲ ὀδύναι καὶ ἐς τὸ σκέλος οὐ πάνυ διεφοίτων, καὶ οὐκ ἐγένετο ἔμπυος· ὑγιὴς δὲ πολλῷ χρόνῳ· φάρμακα δὲ ἔπινε, καὶ σικύας προσεβάλλετο, καὶ ἐφλεβοτομεῖτο, καὶ ἐδόκεε ῥήϊον γίνεσθαι ταῦτα πάσχοντι.

[9]    Ἀθήνῃσιν, ἄνθρωπος ξυσμῷ εἴχετο πᾶν τὸ σῶμα, μάλιστα δὲ τοὺς ὄρχιας καὶ τὸ μέτωπον, εἴχετο δὲ πάνυ σφόδρα, καὶ τὸ δέρμα παχὺ ἦν καθ' ἅπαν τὸ σῶμα, καὶ οἷόν περ λέπρη τὴν πρόσοψιν· καὶ οὐκ ἂν ἀπέλαβες οὐδαμόθεν τοῦ δέρματος ὑπὸ τῆς παχύτητος· τοῦτον οὐδεὶς ἠδύνατο ὠφελῆσαι· διελθὼν δὲ ἐς Μῆλον, ᾗ τὰ θερμὰ λοετρὰ, τοῦ μὲν κνησμοῦ ἐπαύσατο καὶ τῆς παχυδερμίης· ὑδρωπιήσας δὲ ἔθανεν.

[10]    Ἀθήνῃσιν, ἄνδρα χολέρη ἔλαβεν, ἤμει τε καὶ κάτω διῄει, καὶ ὠδυνᾶτο, καὶ στῆναι οὐκ ἠδύνατο οὔτε ὁ ἔμετος, οὔτε ἡ ὑποχώρησις, καὶ ἥ τε φωνὴ ὑπολελοίπει, καὶ κινέεσθαι ἐκ τῆς κλίνης οὐκ ἠδύνατο, καὶ οἱ ὀφθαλμοὶ ἀχλυώδεες καὶ ἔγκοιλοι ἦσαν, καὶ σπασμοὶ εἶχον ἐκ τῆς κοιλίης· ἀπὸ τοῦ ἐντέρου ὁμοίως, λύγξ· ἡ δ' ὑποχώρησις πολλῷ πλείων ἦν τοῦ ἐμέτου. Οὗτος ἔπιεν ἐλλέβορον ἐπὶ φακῶν χυλῷ, καὶ ἐπέπιε φακῶν χυλὸν ἕτερον ὅσον ἠδύνατο, καὶ ἔπειτα ἐπήμεσε, καὶ προσηναγκάσθη, καὶ ἔστη αὐτῷ ἄμφω· ψυχρὸς δὲ ἐγένετο· ἐλούετο δὲ μέχρι τῶν αἰδοίων κάτω πάνυ πολλῷ, ἕως καὶ τὰ ἄνω διεθερμάνθη, καὶ ἐβίω· τῇ δ' ὑστεραίῃ ἄλφιτα ἔπιε λεπτὰ ἐφ' ὕδατι.

[11]    Ἐν Λαρίσσῃ, γυναικὶ Γοργίου τὰ ἐπιμήνια τεσσάρων ἐτέων ἴσχετο, πλὴν ὀλίγων πάνυ· ἐν δὲ τῇ μήτρῃ, ἐφ' ὁκότερα ἂν κλιθῇ, σφυγμὸν παρεῖχε καὶ βάρος. Αὕτη ἡ γυνὴ ἐκύησε, καὶ ἐπεκύησε, καὶ ἀπελύθη τὸ παιδίον ἐνάτῳ μηνὶ, ζῶον, θῆλυ, ἕλκος ἔχον ἐν τῷ ἰσχίῳ· καὶ τὰ ὕστερα ἑπόμενα, καὶ αἵματος ῥεῦμα πουλὺ πάνυ ἐπεγένετο καὶ τῇ ὑστεραίῃ καὶ τῇ τρίτῃ καὶ τῇ τετάρτῃ, καὶ θρόμβοι πεπηγότες, καὶ πυρετὸς εἶχε μέχρις ἡμερέων δέκα τῶν πρώτων· καὶ ὑπεχώρεε τὸ λοιπὸν αὐτῇ αἷμα ἐρυθρόν· καὶ ᾤδεε τὸ πρόσωπον ἰσχυρῶς, καὶ τὰς κνήμας, καὶ τὼ πόδε, καὶ τὸν ἕτερον μηρόν· καὶ σιτία οὐ προσίετο· δίψος δὲ εἶχεν ἰσχυρόν· καὶ τὸ ψυχρότατον ὕδωρ ξυνέφερεν, οἶνος δὲ οὐδαμῶς· ἡ δὲ γαστὴρ μετὰ τὸ πρῶτον παιδίον ὀλίγῳ μέν τινι ἐλαπάχθη, πάνυ δὲ οὐ ξυνέπεσεν, ἀλλὰ σκληροτέρη ἦν, ὀδύνη δὲ οὐ προσῆν. Τεσσαρακοστῇ δὲ ἡμέρῃ ἀπὸ τῆς πρώτης, ἐξέπεσε τὸ ἐπικύημα, σάρξ· καὶ ἡ γαστὴρ ξυνέπεσε, καὶ τὰ οἰδήματα πάντα, καὶ τὸ ῥεῦμα τὸ λεπτὸν, καὶ τὸ αἷμα τὸ ὄζον, καὶ ὑγιὴς ἐγένετο.

[12]    Γυνὴ ἐν Φερῇσι περιωδύνεε κεφαλὴν πουλὺν χρόνον, καὶ οὐδεὶς οὐδὲν ἠδύνατο ὠφελῆσαι, οὔτε καθαιρομένη τὴν κεφαλήν· ῥηΐστη δὲ ἐγένετο, ὁκότε τὰ ἐπιμήνια εὐχερῶς οἱ ἴοι. Αὕτη ὁκότε περιωδυνοῖ τὴν κεφαλὴν, προστιθέμενα προσθετὰ εὐώδεα πρὸς τὴν μήτρην ὠφέλει, καὶ ἀπεκαθάρθη ὀλίγον τι. Καὶ ὁκότε ἐκύησεν, ἐξέλιπον αἱ ὀδύναι τὴν κεφαλήν.

[13]    Γυνὴ, ἐν Λαρίσσῃ, κύουσα, τῷ δεκάτῳ μηνὶ αἷμα ἐχώρεεν αὐτῇ πουλὺ τεσσαρεσκαίδεκα ἡμέρας, πλεῖστον δὲ τὰς τρεῖς, τὰς πρὸ τοῦ παιδίου τῆς ἀπολύσιος. Τῇ τεσσαρεσκαιδεκάτῃ ἐξέπεσεν ἐκ τῆς γαστρὸς τὸ παιδίον τεθνεὸς, ἔχον τὸν δεξιὸν βραχίονα προσπεφυκότα τῇ πλευρῇ· καὶ τὸ χορίον, τρίτῃ ἡμέρῃ, τῆς νυκτὸς τὴν αὐτὴν ὥρην, ὡς ὅτε τὸ παιδίον· καὶ τὰ λευκὰ ἔπειτα μετὰ ταῦτα ἐχώρεε τρεῖς ἡμέρας καὶ νύκτας μετρίως· μετὰ δὲ τοῦτο πυρετὸς ἔλαβε δύο ἡμέρας καὶ δύο νύκτας, καὶ ὠδυνᾶτο τὴν γαστέρα πᾶσαν καὶ τὰ ἰσχία, τὸ δὲ ἦτρον μάλιστα.

[14]    Ἐν Λαρίσσῃ, Ἱπποσθένης περιπλευμονίῃ ἐδόκεε τοῖσιν ἰητροῖσιν ἔχεσθαι, ἦν δὲ οὐδαμῶς· ἀρχῇ μὲν παλαίων, ἔπεσε σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπενέπεσεν αὐτῷ, καὶ ἐλούσατο ψυχρῷ, καὶ ἐδείπνησε, καὶ ἐδόκεε βαρύτερος γίνεσθαι. Τῇ δ' ὑστεραίῃ ἐπύρεξε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ πνεῦμα πυκνόν. Πεμπταῖος δὲ αἱματῶδες ἐχρέμψατο, οὐ πουλύ· καὶ παρακόπτειν ἤρχετο· ὁκότε βήσσοι, τότε ὠδυνᾶτο τὰ στήθεα καὶ τὸν νῶτον. Ἑκταίῳ δὲ αἷμα ἐῤῥύη ἐκ τῶν ῥινῶν πταρέντι, ὅσον τέσσαρες κοτύλαι πρὸς τὴν ἑσπέρην, οὔτε ἐφθέγγετο, οὔτε ᾐσθάνετο οὔτε ἔργου, οὔτε λόγου. Ἑνδεκαταῖος δὲ ἔθανεν. Τὰς δὲ πέντε ἡμέρας, τοτὲ μὲν ἔμφρων ἦν, τοτὲ δὲ οὔ· ἐγένετο καὶ ἀπύρετος· σίαλον δὲ οὐδὲν ἀπεχώρεεν, οὐδὲ ῥέγχος εἶχεν, οὐ γὰρ ἦν σίαλον.

[15]    Σκάμανδρος, ἐν Λαρίσσῃ, ἰσχίον ἐσφακέλισε, καὶ ὀστέον ἀφεστηκὸς χρόνιον· ὁ δὲ ἐτμήθη τομὴν μεγάλην καὶ πρὸς τοῦ ὀστέου, καὶ ἔπειτα ἐκάη. Τότε ἡμέρῃ δωδεκάτῃ ἤρξατο μετὰ τὴν τομὴν σπασμὸς, καὶ εἶχε μᾶλλον· ἐσπάσατο δὲ τὸ σκέλος τοῦτο μέχρι τῶν πλευρῶν· διεφοίτα δὲ καὶ ἐπὶ θάτερα ὁ σπασμός· συνεκάμπτετο δὲ τὸ σκέλος, καὶ ἐξετείνετο, καὶ τἄλλα μέλεα ἐκίνει, καὶ αἱ γνάθοι ἐπάγησαν· οὗτος ἔθανε σπώμενος ὀγδόῃ μετὰ τὴν τοῦ σπασμοῦ ἐπίληψιν. Ἐθεραπεύετο δὲ χλιάσμασιν ἀσκίοισι καὶ πυρίῃσιν ὀρόβων ὅλον τὸ σῶμα, καὶ ὑπεκλύσθη, καὶ ὑπῆλθε παλαιὴ κόπρος ὀλίγη· καὶ τὸ κατακορὲς φάρμακον ἔπιε, καὶ ὑπῆλθε μὲν, οὐδὲν δὲ ἀπὸ τοῦ καταπότου ὠφελήθη· καὶ ὕπνος ὀλίγος ἦλθεν· καὶ αὖθις πιὼν τὸ κατακορὲς ἰσχυρὸν ἑσπερινὸς, ἡλίου ἀνιόντος ἔθανεν. Ἐδόκει δ' ἂν πλείονα χρόνον διενεγκεῖν, εἰ μὴ κατὰ τοῦ φαρμάκου τὴν ἰσχύν.

[16]    Ἱπποκόμος Παλαμήδεος, ἐν Λαρίσσῃ, ἑνδεκαετὴς, ἐπλήγη κατὰ τοῦ μετώπου ὑπὲρ τὸν ὀφθαλμὸν τὸν δεξιὸν ὑφ' ἵππου, καὶ ἐδόκεε τὸ ὀστέον οὐχ ὑγιὲς εἶναι, καὶ ἐπίδυεν ἐξ αὐτοῦ ὀλίγον αἷμα. Οὗτος ἐπρίσθη μέγα μέχρι τῆς διπλόης· καὶ ἰητρεύετο, οὕτως ἔχων τὸ ὀστέον, ὃ καὶ πρισθὲν αὐτίκα, τὸ ὀστέον ἔκηεν. Ἐπὶ εἴκοσιν, οἴδημα παρὰ τὸ οὖς ἤρξατο, καὶ πυρετὸς, καὶ ῥῖγος· καὶ ἡμέρῃ μᾶλλον ᾠδίσκετο καὶ ὠδυνᾶτο τὸ οἴδημα· καὶ ἐπύρεσσεν ἀρχόμενος ἐκ ῥίγεος· καὶ οἱ ὀφθαλμοὶ ᾤδησαν, καὶ τὸ μέτωπον, καὶ ἅπαν τὸ πρόσωπον· ἔπασχε δὲ ταῦτα ἐπὶ δεξιὰ μᾶλλον τῆς κεφαλῆς, παρῆλθε δὲ καὶ ἐς τὰ ἀριστερὰ τὸ οἴδημα· οὐδὲν οὖν τοῦτο ἔβλαπτεν· τελευτῶν δὲ πυρετὸς ξυνεχὴς ἔσχεν ἧσσον· ταῦτα ἦν μέχρις ἡμερέων ὀκτώ. Ἐβίω δὲ καυθεὶς, καὶ καθηράμενος διὰ καταπότου, καὶ περιπλασσόμενος τὸ οἴδημα· τὸ δὲ ἕλκος τῶν κακῶν οὐδὲν αἴτιον ἦν.

[17]    Ἐν Λαρίσσῃ, Θεοφόρβου παῖς ἐλέπρα τὴν κύστιν, καὶ διούρει γλίσχρον, καὶ ὠδυνᾶτο καὶ ἀρχόμενος καὶ τελευτῶν τῆς οὐρήσιος, καὶ ἔτριβε τὸ πόσθιον. Οὗτος πιὼν τὸ διουρητικὸν δριμὺ, ἐς μὲν τὴν κύστιν οὐδὲν ἐχώρησεν, ἐξήμεσε δὲ συχνὸν πυῶδες καὶ χολὴν, καὶ κάτω ἕτερα τοιαῦτα διεχώρεε, καὶ ὠδυνᾶτο τὴν γαστέρα, καὶ ἐκαίετο ἔνδοθεν, τὸ δὲ ἄλλο σῶμα ψυχρὸν ἐγένετο, καὶ παρελύθη ὅλος, καὶ προσδέχεσθαι οὐδὲν ἤθελεν. Τούτῳ ἡλκώθη ἡ κοιλίη ἰσχυρῶς ὑπὸ ἰσχύος τοῦ φαρμάκου ἄγαν· ἀποθνήσκει δὲ μετὰ τὴν πόσιν τριταῖος.

[18]    Γυνὴ Ἀντιμάχου, ἐν Λαρίσσῃ, ἐκυΐσκετο ἡμέρας ὡσεὶ πεντήκοντα, καὶ ἠσιτέετο τὸν ἄλλον χρόνον, καὶ ἡμέρας ἑπτὰ τὰς ὑστέρας [καὶ] ὠδυνᾶτο τὴν καρδίην, καὶ πυρετὸς ὑπελάμβανεν. Οὐχ ὑπεκεχωρήκει τοῦ χρόνου τούτου· ταύτῃ ἐδόθη ἐλατήριον κατάποτον ἰσχυρότερον τοῦ δέοντος, καὶ ἀπήμεσε χολὴν ξυγκεκαυμένην ὑπό τε τῆς ἀσιτίης καὶ τοῦ πυρετοῦ (καὶ γὰρ οὐδὲ ποτῷ ἐχρῆτο οὐδενί), ὀλίγην δέ· καὶ ἀπήμεσε βιαίως καὶ θρομβώδεα· κἄπειτα ἠσᾶτο, καὶ ἠφίει αὐτὴν, καὶ ἐδόκεεν ἀσθενέειν, καὶ οὐκ ἤθελε πίνουσα ὕδωρ ἐξεμεῖν. Μετὰ δὲ τοῦτο, ὀδύνη ἴσχει ἰσχυρὴ τὴν κάτω κοιλίην, ἥλκωτο γὰρ ὑπὸ τοῦ φαρμάκου, καὶ ἐχώρεεν αὐτῇ μετὰ τὴν κόπρον αὐτίκα ὕφαιμον ξυσματῶδες· αἰεὶ δὲ πλείων· ἐγίνετο καὶ ἡ ἀσθένεια καὶ ἡ ἄση· καὶ τοῦ καθάρματος ἦσαν πέντε κοτύλαι. Ἔστη δὲ ἡ κοιλίη, ὕδατος καταχεομένου πολλοῦ κατὰ τῆς γαστρός· ἄλλο δὲ οὐδὲν ἠδυνήθη προσδέξασθαι· ἔθανε περὶ μέσας νύκτας. Ἐδόκεε δ' ἂν βιῶναι, εἰ ἠδύνατο πίνειν τὸ ὕδωρ, καὶ ἐμεῖν αὐτίκα, πρὶν ὑπιέναι.

[19]    Οἰκέτις Αἰνησιδήμου, ἐν Λαρίσσῃ, ἡλκώθη κοιλίην καὶ τὸ ἔντερον ὑπὸ χολῆς αὐτομάτως κινηθείσης, καὶ ἐξεχώρεε καὶ ἄνω καὶ κάτω χολὴ καὶ αἷμα, καὶ πυρετὸς εἶχεν. Ταύτῃ ἐδόθη ἀσθενεούσῃ ἐλατήριον ἀσθενὲς, ποτὸν ὑδαρὲς καὶ ὀλίγον, καὶ ἤμεσέ τε ἀπ' αὐτοῦ πουλὺ, καὶ κάτω ὑπῆλθε πλέον, καὶ τῆς ἑσπέρης ἐπανῆλθεν. Τῇ δ' ὑστεραίῃ πυρετὸς ἦν, ἀσθενὴς δέ· ἡ δὲ κοιλίη ἥλκωτο τε καὶ ἔτι ὑπεχώρεε ταὐτά. Τρίτῃ δὲ ἔθανε δείλης, πυρετοῦ ἐπιλαβόντος πάνυ ἰσχυροῦ. Αὕτη ἐδόκεεν ἀποθανεῖσθαι πάντως, ἥκιστα δ' ἂν, ὕδωρ πίνουσα ψυχρὸν, ἕως ἔμετος εἶχεν· ἐπεὶ δὲ ἐψύχθη ἡ ἄνω κοιλίη, ἀποκαθαρθεῖσα τῷ ὕδατι, χυλὸν μεταπιοῦσα ψυχρὸν, οὕτω μετεκλύσθη.

[20]    Εὔδημος, ἐν Λαρίσσῃ, αἱμοῤῥοΐδας ἔχων ἰσχυρὰς πάνυ, καὶ χρονίσας ἔξαιμος ὢν, χολὴν ἐκινήθη, ἀλλ' ἠπίωσε τῷ σώματι, καὶ ἡ κοιλίη ἐταράχθη κάτω, ὑπεχώρεε χολώδεα, καὶ αἱμοῤῥοΐδες ἐπεῖχον. Φάρμακον κατωτερικὸν πιὼν, ἀπεκαθάρθη καλῶς, καὶ αὖθις μετέπιε χυλὸν, καὶ ἔτι ἐτετάρακτο, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια προσίστατο. Τούτῳ ἐπεχειρήθη τῇσιν αἱμοῤῥοΐσι τὴν κοιλίην οὐ καλῶς πως ἔχοντι, ἀλλὰ δεομένῳ θεραπείης ἔτι καὶ ἀπεμέσαι· ἔπειτα δὲ, ἐπαλειφθέντος τοῦ καρκίνου, πυρετὸς ἐπέβαλε, καὶ οὐκ ἀφῆκε, πρὶν ἀπέκτεινεν· ὅτε δὲ καὶ ἀφῆκε ῥῖγος, ὑπολαβὼν ἧκεν ὁ πυρετὸς, καὶ ὑπεχώρεεν αὐτῷ χολὴ καὶ φῦσα, ἡ μὲν διεξῄει, ἡ δὲ ἐνῆν, καὶ ὀδύνη ἐν τῇ κοιλίῃ. Αἱ δὲ αἱμοῤῥοΐδες ἔξω ἦσαν τοῦ ἀρχοῦ, ἀπὸ τῶν ἀποκαθαρσίων ἀρξάμεναι, τὸν ἄλλον χρόνον, καὶ ἡ φῦσα διὰ ταύτας ὑπεγίνετο, καὶ πρὸς πταρμὸν ἐπεγίνετο ἡ ἀρχή.

[21]    Ἐν Λαρίσσῃ, ἀνὴρ ἐτρώθη ἐκ χειρὸς λόγχῃ πλατείῃ ὄπισθεν, καὶ τὸ ἄκρον διήνεγκε κάτω τοῦ ὀμφαλοῦ, πελιὸν, ἀποιδέον, καὶ διῆλθε χωρίον πουλύ. Ἐπεὶ δὲ ἐτρώθη, ἔπειτα ὀδύνη ἔσχε τὰ πρῶτα ἰσχυρή· καὶ ἐπῳδίσκετο ἡ γαστήρ. Τούτῳ ἐδόθη τῇ ὑστεραίῃ κατωτερικὸν, καὶ διεχώρησεν ὀλίγον ὕφαιμον, καὶ ἔθανεν. Ἐδόκεε τούτου τὰ ἔντερα εἶναι οὐχ ὑγιέα, καὶ αἵματος ἡ κοιλίη πλέη τυγχάνειν.

[22]    Ἀπελλαῖος Λαρισσαῖος εἶχε μὲν ἡλικίην ὡσεὶ ἐτέων τριήκοντα, ἢ ὀλίγον ἀπέλιπεν· εἴχετο δὲ τῇ νούσῳ· ἐλαμβάνετο δὲ τὰς νύκτας μᾶλλον τῶν ἡμερέων, ἐν τῷ ὕπνῳ. Ἐνόσει δὲ ὡς δύο ἔτεα πρὸ τοῦ θανάτου· ἤμεε δὲ χολὴν πικρὴν ἐνίοτε, ἐπεὶ διεγείροιτο, ἤμεε δὲ καὶ μέλαιναν. Οὗτος ἀπὸ τῆς κεφαλῆς καθάρσιος ἰσχυρῆς πάνυ καὶ ἐπὶ πουλὺν χρόνον καθαιρόμενος, καὶ φάρμακον δὶς πιὼν, ἓξ μῆνας αὐτὸν διέσχεν. Ἦν δὲ πουλυφάγος· ἔχων δὲ τὸ σῶμα ἐπίχολον, παλαίσας πουλλὰ, μάλα ἐῤῥίγωσε, καὶ πυρετὸς ἐπέλαβε, καὶ ἡ νοῦσος ἐς νύκτα· τῇ δ' ὑστεραίῃ, ἐδόκεεν ὑγιὴς εἶναι, αὖ καὶ τῇ ἑτέρῃ· τῇ δὲ ἐπιούσῃ νυκτὶ ἡ νοῦσος ἐπέλαβε δεδειπνηκότα ἀπὸ πρώτου ὕπνου, καὶ εἶχε τὴν νύκτα καὶ τὴν ἡμέρην μέχρι δορπιστοῦ· ἔθανε πρὶν ἐμφρονῆσαι. Ἐσπᾶτο περὶ τὰ δεξιὰ πρῶτον τό τε πρόσωπον καὶ τὸ ἄλλο σῶμα, ἔπειτα ἐπὶ τὰ ἀριστερά· καὶ ὅτε δοκέοι διαναπεπαῦσθαι, κῶμα εἶχε, καὶ ἔῤῥεγχε, καὶ αὖθις ἐξεδέχετο ἡ νοῦσος.

[23]    Εὔμηλος Λαρισσαῖος ἐπάγη τὰ σκέλεα καὶ χεῖρας καὶ γνάθους, καὶ οὐκ ἠδύνατο οὔτε ἐκτείνειν, οὔτε ξυγκάμπτειν, εἰ μὴ ἕτερος ξυγκάμπτοι καὶ ἐκτείνοι, οὔτε τὰς γναθοὺς διαίρειν, εἰ μὴ ἕτερος διαίροι· ἄλλο δὲ οὐδέν· οὔτε ὠδυνᾶτο, οὔτε ἤσθιεν εἰ μὴ μάζαν, καὶ μελίκρητον ἔπινεν. Εἰκοσταῖος ὕπτιος πίπτει καθήμενος, καὶ τύπτει τὴν κεφαλὴν πρὸς λίθον σφόδρα, καὶ αὐτοῦ σκότος κατεχύθη· καὶ ὀλίγον ὕστερον ἀναστὰς, ὑγιὴς ἦν, καὶ ἐλέλυτο πάντα, πλὴν μετὰ τὸν ὕπνον, ὅτε ἐξέγροιτο, ὀλίγον τι ξυνεδέδετο τὰ ἄρθρα· ἔτεα δὲ ἦν ἤδη δώδεκα ἢ τρισκαίδεκα· ἔκαμε δὲ μῆνας τρεῖς ἢ τέσσαρας.

[24]    Ἐν Λαρίσσῃ, παρθένος αἷμα ἐμέσασα οὐ πουλὺ, ἔμπυος γενομένη, πυρετῶν ἐπιλαβόντων, οὐκ ἀπηλλάσσετο, πρὶν τελευτῶσα· ἀπέθανε τρίτῳ μηνί· πρὸ δὲ τοῦ θανάτου, ἐκωφώθη τὰ οὔατα, καὶ οὐκ ἤκουεν, εἰ μή τις πάνυ μέγα βοήσειεν· πρὸ δὲ τοῦ ἐμέτου τοῦ αἵματος προησθένει.

[25]    Ἐν Λαρίσσῃ, ἀμφίπολος Δυσήριδος, νέη ἐοῦσα, ὁκότε λαγνεύοιτο, περιωδύνεεν ἰσχυρῶς, ἄλλως δὲ ἀνώδυνος ἦν. Ἐκύησε δὲ οὐδέποτε. Ἑξηκονταέτης δὲ γενομένη, ὠδυνᾶτο ἀπὸ μέσου ἡμέρης, ὡς ὠδίνουσα ἰσχυρῶς· πρὸ δὲ μέσου ἡμέρης αὕτη πράσα τρώγουσα πουλλὰ, ἐπειδὴ ὀδύνη αὐτὴν ἔλαβεν ἰσχυροτάτη τῶν πρόσθεν, ἀναστᾶσα ἐπέψαυσέ τινος τρηχέος ἐν τῷ στόματι τῆς μήτρης. Ἔπειτα, ἤδη λειποψυχούσης αὐτῆς, ἑτέρη γυνὴ, καθεῖσα τὴν χεῖρα, ἐξεπίεσε λίθον ὅσον σπόνδυλον ἀτράκτου, τρηχύν· καὶ ὑγιὴς τότε αὐτίκα καὶ ἔπειτα ἦν.

[26]    Ὁ Μαλιεὺς, ἅμαξα αὐτῷ ἐπῆλθεν ἄχθος ἔχουσα ἐπὶ τὰς πλευρὰς, καὶ κατῆξε τῶν πλευρέων, καὶ χρόνον αὐτῷ ὑπέστη πῦον κάτωθεν τῶν πλευρέων. Ὑπὸ τὸν σπλῆνα καυθεὶς, ἔμμοτος ὢν, ἀφίκετο ἐς δέκα μῆνας. Ἀνατμηθὲν τὸ δέρμα, ὀπὴ ἐφάνη ἐς τὸ δέρτρον ἐπὶ θάτερα ἀφίκουσα, καὶ πρὸς τὸν νεφρὸν καὶ πρὸς τὰ ὀστέα ἐπῆλθε σαπρή. Τούτου ἥ τε σχέσις τοῦ σώματος παρέλαθεν ἐπίχολος ἐοῦσα, καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ νοσήματι ἦν σηπεδών· σηπεδὼν τοῦ δέρτρου πουλλὴ καὶ ἄλλων σαρκῶν, ἃς ἔδει αὐτίκα ἐκβάλλειν, εἴ τις ἠδύνατο, ξηρῷ φαρμάκῳ, ἕως ἰσχύν τινα εἶχεν ὁ ἄνθρωπος· ἀπὸ γὰρ τῶν ὑγρῶν οὐδὲν ἐπεδίδου, ἀλλ' ἐσήπετο. Ἀπὸ δὲ τῶν μότων ἰσχομένου τοῦ ὑγροῦ, ῥῖγος ἐλάμβανε καὶ πυρετὸς, καὶ ἐσήπετο μᾶλλον· ἐπέῤῥει δὲ αὐτῷ σαπρόν τι ὑπόμελαν δυσῶδες, πρὶν δὲ ἐπιχειρέειν ἰητρεύεσθαι, οἷον ἑκάστης ἡμέρης συχνὸν διεπέρα ἔξω· ἦν δ' οὐκ εὔροον. Ἐγνώσθη τὸ εἶναι ποῤῥωτέρω τὴν φύσιν τοῦ νοσήματος ἢ ὑπὸ τὸ δέρμα· πάντα ἂν ὀρθῶς πάσχων, ὅμως οὐκ ἂν ἐδόκεε σωθῆναι· καὶ διάῤῥοια ἐπέλαβεν.

[27]    Αὐτόνομος, ἐν Ὀμίλῳ, ἐκ κεφαλῆς τρώματος ἔθανεν ἑκκαιδεκάτῃ ἡμέρῃ· θέρεος μέσου, λίθῳ ἐκ χειρὸς βληθεὶς κατὰ τὰς ῥαφὰς μέσῳ τῷ βρέγματι. Τοῦτο παρέλαθέ με δεόμενον πρισθῆναι· ἔκλεψαν δέ μου τὴν γνώμην αἱ ῥαφαὶ ἔχουσαι ἐν σφίσιν ἑωυτῇσι τοῦ βέλεος τὸ σῖνος· ὕστερον γὰρ καταφανὲς γίνεται. Πρῶτον μὲν ἐς τὴν κληῗδα, ὕστερον δὲ ἐς τὴν πλευρὴν, ὀδύνη ἰσχυρὴ πάνυ, καὶ σπασμὸς ἐς ἄμφω τὼ χεῖρε ἦλθεν· ἐν μέσῳ γὰρ εἶχε τῆς κεφαλῆς καὶ τοῦ βρέγματος τὸ ἕλκος. Ἐπρίσθη δὲ πεντεκαιδεκάτῃ, καὶ πῦον ἐπῆλθεν οὐ πουλύ· ἡ δὲ μῆνιγξ ἀσαπὴς ἐφαίνετο.

[28]    Παιδίσκη, ἐν Ὀμίλῳ, ἐκ τρώματος κεφαλῆς ὡς δωδεκαέτης θνήσκει ἐν μέσῳ θέρει τεσσαρεσκαιδεκάτῃ ἡμέρῃ· θύρην τις αὐτῇ ἐνέβαλε, καὶ τὸ ὀστέον φλᾷ καὶ ῥήγνυσιν· αἱ δὲ ῥαφαὶ ἐν τῷ ἕλκει ἦσαν. Τοῦτο ἐγνώσθη ὀρθῶς πρίσεως δεόμενον· ἐπρίσθη δὲ οὐκ εἰς τὸ δέον, ἀλλ' ὅσον ὑπελείφθη, πῦον ἐν αὐτῷ ἐγένετο. Ὀγδόῃ, ῥῖγος· πυρετὸς ἐπέλαβεν· εἶχε δὲ οὐκ εἰς τὸ δέον, ἀλλ' ὅσον καὶ τῶν πρόσθεν ἡμερέων, ὅτε πυρετὸς οὐκ εἶχεν. Ἐνάτῃ δὲ τὸ λοιπὸν ἐξεπρίσθη, καὶ ὑπεφάνη ὀλίγον πάνυ πῦον ξὺν αἵματι· καὶ ἡ μῆνιγξ καθαρὴ ἦν. Καὶ ὕπνος μὲν ἐπέλαβεν· ὁ δὲ πυρετὸς αὖθις οὐκ ἠφίει· σπασμὸς δὲ χεῖρα τὴν ἀριστερὴν ἐπελάμβανεν· ἐν γὰρ τοῖσι δεξιοῖσι μᾶλλον εἶχε τὸ ἕλκος.

[29]    Κυρήνιος, ἐν Ὀμίλῳ, ἔμπυος γενόμενος τὴν κάτω κοιλίην ἐκαύθη ὕστερον ἐν ἡμέρῃσι τριήκοντα τοῦ δέοντος, καὶ ἔσχεν ἐπιεικέως, καὶ ἐξηράνθη τὸ πῦον ἐν τῇ κοιλίῃ. Ἐν δὲ τῇ θερμοτάτῃ ὥρῃ ἐσθίων ὀπώρην καὶ ἄλλα σιτία ἀξύμφορα, πυρετὸς ἐπέλαβε, καὶ διάῤῥοια, καὶ ἔθανεν.

[30]    Ἑκάσων, ἐν Ὀμίλῳ, ὥσπερ χἄτερος, ὕστερον ἐκαύθη· ὅμως δὲ ἐξηράνθη πλὴν ὀλίγου ἡ κοιλίη· δυσεντερίη δὲ ὑπέλαβε, καὶ αὐτὴν ἀποφυγὼν, ἤσθιε τὸ πᾶν, ἕως ὅλος ᾤδησε, καὶ ἐῤῥάγη αὐτῷ πῦον κάτω, καὶ διαῤῥοίη, καὶ ἔθανεν.

[31]    Ἑκάσων, ἐν Ὀμίλῳ, ἀπὸ ἀκαθαρσίης καὶ πονηρῆς καθάρσιος ἐς τὸ ἰσχίον ἐπέστη αὐτῷ ὀδύνη ὀξείη· καὶ αὐτὴ μὲν ἀπηλλάγη, πυρετοὶ δὲ αὐτὸν ὑπέλαβον· καὶ χρόνον πουλὺν κλινοπετὴς ὤν· οὔτε πίνων οὐδὲν, οὔτε διψῶν, ἀσθενής τε ὢν καὶ φρικώδης. Τούτῳ ἀφηρέθη μὲν τὸ νούσημα· χρηστῶς, ὡς ἔδει, τὸ σῶμα· ὠφελεῖτο δὲ ἀπὸ τῶν προσφερομένων· τελευτῶντι δὲ ἐῤῥάγη τὸ νούσημα κάτω, καὶ ἐχώρεε πᾶν ὑπὸ πουλλῇ χολῇ, καὶ παρέκοψε, καὶ ἔθανεν· ἐδόκεε δ' ἂν ἐκφυγεῖν.

[32]    Ἐν Σαλαμῖνι, ὁ περὶ τὴν ἀγκύρην περιπεσὼν, ἐπὶ γαστέρα ἐτρώθη· περιωδύνεε δέ· φάρμακον δὲ ἔπιε, καὶ οὐ διεχώρησε κάτω, οὐδ' ἀνήμεσεν.

[33]    Ἡ γυνὴ, ἣ ἀπέσφαξεν αὑτὴν, ἐπνίγετο, καὶ ἐδόθη αὐτῇ ὕστερον πολλῷ κατάποτον ἐλατήριον, καὶ ἐξεχώρησεν αὐτῇ.

[34]    Ὁ ἐξ Εὐβοίης ἐλθὼν νεηνίσκος, πολὺ κάτω κεκαθαρμένος διαλιπὼν, πεπαυμένος ἐπύρεσσεν· εἶτα δοκέων ἄνω δέεσθαι, ἔπιεν ἀσθενὲς, ῥίζην ἐλατήριον, καὶ μετὰ τὴν πόσιν τεταρταῖος ἔθανεν, ἐκκαθαρθεὶς οὐδέν· ἀλλ' ὕπνος εἶχε, καὶ οὐκ ἠδύνατο παύσασθαι ἡ δίψα.

[35]    Ἡ δούλη, ᾗ ἀπὸ καταπότου ἄνω μὲν ἐχώρησεν ὀλίγα, καὶ ἔπνιγε, κάτω δὲ πολλά· τῆς νυκτὸς δὲ ἔθανε, βάρβαρος δὲ ἦν.

[36]    Ὁ Εὐβίου ἄνθρωπος, πιὼν ἐλατήριον, τρεῖς ἡμέρας ἐκαθαίρετο, καὶ ἔθανε, τὴν δὲ χεῖρα ἔμπυον εἶχε μέχρι τοῦ ἀγκῶνος.

[37]    Ὁ Συμμάχου παῖς ὑπὸ χολῆς ἀπεπνίγη νύκτωρ καταδαρθὼν, καὶ πυρετοῦ ἐπέχοντος· φάρμακον δὲ πιὼν, οὐ κατέσχεν, οὐδ' ἐκαθήρατο ἡμέρῃσι πρὶν ἀποθανέειν ἕξ.

[38]    Ὁ παρὰ τὸν δρόμον οἰκέων τῆς νυκτὸς αἷμα ἐμέσας, τῇ ὑστεραίῃ ἔθανεν, αἷμα ἐμέων πουλὺ, καὶ πνιγόμενος· ἐς σπλῆνα δὲ, καὶ κάτω αἱματῶδες αὐτῷ ἐχώρεε πουλύ.

[39]    Παιδίον ὑπὸ συὸς πληγὲν τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τῇ τετάρτῃ, τὸ δὲ πνεῦμα πυκινὸν εἶχε, καὶ οὐ κατενόεε, καὶ πυρετὸς εἶχεν.

[40]    Ὁ Ἑρμοφίλου υἱὸς ἔκαμεν ἡμέρας ἕνδεκα, πυρετὸς δὲ εἶχε, καὶ ἠσίτεε, καὶ οὐχ ὑπῄει τὰ σιτία· καὶ πρῶτον μὲν παρενόησε, τῆς δὲ νυκτὸς ἐπαύσατο. Τῇ δὲ ἐπιούσῃ ἡμέρῃ, ἄφωνος ἔκειτο ῥέγχων, διεστραμμένα ἔχων τὰ ὄμματα, πυρέσσων· πτεροῦ δὲ καθιεμένου, ἤμεσε χολὴν μέλαιναν· καὶ κλυσθέντι κόπρος ὑπῆλθε πουλλή.

[41]    Ἀριστίωνος δούλης αὐτόματος ὁ ποῦς ἐσφακέλισε κατὰ μέσον τοῦ ποδὸς ἔνδοθεν ἐκ πλαγίου, καὶ τὰ ὀστέα σαπρὰ γενόμενα ἀπέστη, καὶ ἐξῄει κατὰ μικρὸν συριγγώδεα, καὶ διάῤῥοια ἐπεγένετο, καὶ ἔθανεν.

[42]    Γυνὴ ὑγιαίνουσα, παχεῖα, κυήσιος ἕνεκεν ἀπὸ καταπότου ὀδύνῃ εἴχετο τὴν γαστέρα, καὶ στρόφος ἐς τὸ ἔντερον, καὶ ᾤδεε, πνεῦμα δὲ προΐστατο, καὶ ἀπορίη ξὺν ὀδύνῃ· καὶ ἐμημέκεεν οὐ πουλύ· καὶ ἐξέθανε πεντάκις ὡς τεθνάναι δοκέειν· καὶ οὔτε ἐμέσασα ἀπὸ ὕδατος ψυχροῦ ἐχάλα οὔτε τῆς ὀδύνης ἐπιούσης οὔτε τὴν πνοήν. Ὕδατος δὲ κατεχύθησαν ψυχροῦ ἀμφορέες ὡς τριάκοντα κατὰ τοῦ σώματος, καὶ ἐδόκεε τοῦτο μόνον ὠφελέειν· καὶ ὕστερον κάτω ἐχώρησε χολὴ συχνή· ὅτε δὲ ἡ ὀδύνη εἶχεν, οὐδὲν ἠδύνατο χωρῆσαι, καὶ ἐβίω.

[43]    Ἄντανδρος ἀπὸ καταπότου, ἐξαντὴς ἐὼν τἄλλα, περὶ δὲ τὴν κύστιν ἐδόκεεν ἄλγος ἔχειν· ἐκαθήρατο αὐτίκα ὀξέως πουλὺ κάθαρμα· καὶ ἀπὸ μέσης ἡμέρης ὀδύνη ἔσχεν ἰσχυρὴ πάνυ ἐς τὴν γαστέρα· πνίγμα, καὶ ἀπορίη, καὶ ῥιπτασμός· καὶ ἤμει, καὶ ἐχώρεεν οὐδὲν, καὶ τὴν νύκτα ἔπασχε, καὶ ὕπνος οὐκ ἐπῄει. Τῇ δ' ὑστεραίῃ, ἐχώρεε πολλὸν, ὕστερον αἷμα, καὶ ἔθανεν.

[44]    Τῷ Ἀθηνάδεω παιδὶ ἄῤῥενι, τῷ φαγεδαινωθέντι, ὀδὼν ὁ ἐν ἀριστερᾷ κάτω, ἄνω δὲ ὁ ἐν δεξιᾷ· τὸ οὖς τὸ δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.

[45]    Ὁ σκυτεὺς, κάσσυμα κεντῶν, ὀπητίῳ ἐκέντησεν ἑαυτὸν ἐπάνω τοῦ γούνατος ἐς τὸν μηρὸν, καὶ ἔβαψεν ὡς δάκτυλον. Τούτῳ αἷμα μὲν οὐδὲν ἐῤῥύη, τὸ δὲ τρῶμα ταχὺ ἔμυσεν, ὁ δὲ μηρὸς ὅλος ἐμετεωρίζετο, καὶ διέτεινεν ὁ μετεωρισμὸς ἔς τε τὸν βουβῶνα καὶ τὸν κενεῶνα· οὗτος τῇ τρίτῃ ἀπέθανεν.

[46]    Ὁ δὲ παρὰ τὸν βουβῶνα πληγεὶς τοξεύματι, ὃν ἡμεῖς ἑωράκαμεν, παραδοξότατα ἐσώθη· οὔτε γὰρ ἀκὶς ἐξῃρέθη (ἦν γὰρ ἐν βάθει λίην), οὔτε αἱμοῤῥαγίη οὐδεμίη ἐγένετο ἀξίη λόγου, οὔτε φλεγμονὴ, οὔτε ἐχώλευσεν. Τὴν δὲ ἀκίδα, ἔστε καὶ ἡμεῖς ἀπηλλασσόμεθα, ἐτέων ἐόντων ἓξ, εἶχεν· ὑπενοεῖτο δὲ τούτῳ μεσηγὺ τῶν νεύρων κεκρύφθαι τὴν ἀκίδα, φλέβα τε καὶ ἀρτηρίην οὐδεμίην διαιρεθῆναι.

[47]    Ὁ πληγεὶς ὀξεῖ βέλει ἐς τοὔπισθεν μικρὸν κάτω τοῦ τραχήλου, τὸ μὲν τρῶμα ἔλαβεν οὐκ ἄξιον λόγου ἐσιδεῖν· οὐ γὰρ ἐν βάθει ἐγένετο. Μετὰ δὲ οὐ πολλὸν χρόνον, ἐξαιρεθέντος τοῦ βέλεος, ἐτιταίνετο ἐς τοὔπισθεν ἐρυσθεὶς ὡς οἱ ὀπισθοτονικοί· καὶ αἱ γένυες ἐδέδεντο· καὶ εἴ τι ὑγρὸν ἐς τὸ στόμα λάβοι, καὶ τοῦτο ἐγχειροίη καταπίνειν, πάλιν ἀνέκυπτεν ἐς τὰς ῥῖνας, καὶ τὰ λοιπὰ αὐτίκα ἐκακοῦτο, καὶ δευτέρῃ ἡμέρῃ ἔθανεν.

[48]    Νεηνίσκος ὁδὸν τρηχείην τροχάσας ἤλγεε τὴν πτέρνην, μάλιστα τὸ κάτω μέρος, ἀπόστασιν δὲ ὁ τόπος οὐκ ἐλάμβανεν οὐδεμίην ὡς στενυγρὸς ὤν· ἀλλὰ τεταρταίῳ τε ἐόντι αὐτῷ ἐμελαίνετο πᾶς ὁ τόπος ἄχρι τοῦ ἀστραγάλου καλεομένου καὶ τοῦ κοίλου τοῦ κατὰ τὸ στῆθος τοῦ ποδὸς, καὶ τὸ μελανθὲν οὐ περιεῤῥάγη, ἀλλὰ πρότερον ἐτελεύτα· τὰς πάσας δὲ ἐβίου ἡμέρας ἀπὸ τοῦ δρόμου εἴκοσιν.

[49]    Ὁ δὲ ἐς τὸν ὀφθαλμὸν πληγεὶς ἐπλήγη μὲν κατὰ τοῦ βλεφάρου, ἔδυ δὲ ἡ ἀκὶς ἱκανῶς· ὁ δὲ ἀθὴρ προσυπερεῖχεν. Τμηθέντος τοῦ βλεφάρου, ἤρθη πάντα· οὐδὲν φλαῦρον· ὁ γὰρ ὀφθαλμὸς διέμεινε, καὶ ὑγιὴς ἐγένετο ξυντόμως· αἷμα δὲ ἐῤῥύη λαῦρον, ἱκανὸν τῷ πλήθει.

[50]    Ἡ παρθένος ἡ καλὴ ἡ τοῦ Νερίου ἦν μὲν εἰκοσαέτης, ὑπὸ δὲ γυναίου φίλης παιζούσης πλατέῃ τῇ χειρὶ ἐπλήγη τὸ κατὰ τὸ βρέγμα, καὶ τότε μὲν ἐσκοτώθη, καὶ ἄπνοος ἐγένετο, καὶ ὅτε ἐς οἶκον ἦλθεν, αὐτίκα τὸ πῦρ εἶχε, καὶ ἤλγει τὴν κεφαλὴν, καὶ ἔρευθος ἀμφὶ τὸ πρόσωπον ἦν. Ἑβδομαίῃ δὲ ἐούσῃ, ἀμφὶ τὸ οὖς τὸ δεξιὸν πῦον ἐχώρησε δυσῶδες, ὑπέρυθρον, πλεῖον κυάθου, καὶ ἔδοξεν ἄμεινον ἔχειν, καὶ ἐκουφίσθη. Πάλιν ἐπετείνετο τῷ πυρετῷ, καὶ κατεφέρετο, καὶ ἄναυδος ἦν, καὶ τοῦ προσώπου τὸ δεξιὸν μέρος εἵλκετο, καὶ δύσπνοος ἦν, καὶ σπασμὸς, καὶ τρομώδης ἦν, καὶ γλῶσσα κατείχετο, καὶ ὁ ὀφθαλμὸς καταπλήξ· ἐνάτῃ ἔθανεν.

[51]    Ὁ Κλεομένεος παῖς χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμεε τὰ σιτία καὶ φλέγμα· δύο μῆνας ἀσιτίη παρείπετο.

[52]    Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· τούτῳ φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν, οἶνος δὲ μέλας καὶ ἀρτοσιτίη· λουτρῶν ἀπέχεσθαι, καὶ ἀνατρίβεσθαι λείως, θάλπεσθαί τε μὴ πολλῷ πυριήματι, ἀλλὰ πρηέως.

[53]    Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα· πιούσῃ τι ἢ αὐτόματον τοῦτο ξυνέβη· πόνος· ἔμετος χολωδέων, πολλῶν, ὠχρῶν, καὶ πρασοειδέων, ὅτε πίοι· σπασμὸς εἶχε, γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· καὶ αὐτῇ ἦν ἡ γλῶσσα μεγάλη, μέλαινα· τοῖν ὀφθαλμοῖν δὲ τὰ λευκὰ ἐρυθρὰ ἦν· ἄγρυπνος· τῇ τετάρτῃ δὲ ἔθανεν ἐς νύκτα.

[54]    Ὁ ὀρίγανος ὀφθαλμοῖσι κακὸν πινόμενος, καὶ ὀδοῦσιν.

[55]    Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς εἶχε, καὶ ἤμεσεν ἐς νύκτα αἷμα πουλύ· κατὰ τὰ ἀριστερὰ πεσούσης, συχνότερον ἐῤῥύη· μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγκος· πνεῦμα πυκνὸν, ὡς τῶν θνησκόντων· φλέβες ἀμφὶ τὸ πρόσωπον τεταμέναι· κλίσις ὑπτίη· πόδες χλιηροί· πυρετὸς βληχρός· ἀφωνίη. Ἑβδομαίη, χωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότερον ἔσχον· περιεγένετο.

[56]    Πυθοκλῆς τοῖς κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου.

[57]    Χιμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς δὲ μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι.

[58]    Ὀφθαλμοῖς, ὠσὶ πονηρὸν, ἡ φακή· ὀπώρη, τὰ γλυκέα, καὶ λάχανα· τοῖσι δὲ περὶ ὀσφὺν καὶ σκέλεα καὶ ἰσχίον ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν οἰσυπηροῖσι καὶ ῥηνικοῖσιν.

[59]    Τῶν γναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυνοι, καὶ περὶ ἥβην καὶ ἐν τραχήλῳ, ὅμοια, μεγάλα· πυρετός· πρόσθεν μὲν βηχώδεες· τρίτῃ μὲν ἢ τετάρτῃ, γαστὴρ ξυνετάκη· θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχωρήσιες αἱ κάτω χαλεπαί· ἔθανον.

[60]    Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς ἔπεσεν· τρίτῃ ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ· λεπτὸς σφυγμὸς ἐν κροτάφοις· ἤκουεν οὐδὲν οὐδ' ὅλως· οὐδὲ ἐφρόνει, οὐκ ἀτρεμέως. Ἀλλὰ τῇ τετάρτῃ ἐκινέετο νοτὶς περὶ μέτωπόν τε καὶ ὑπὸ ῥῖνα καὶ ἄχρις ἀνθερεῶνος, καὶ ἔθανεν.

[61]    Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ὄπισθεν τοῦ πλευροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος ἄπονος· τρίτῃ δὲ γαστρὸς ὀδύνη δεινή· οὐχ ὑπεχώρεε· κλυσθέντι δὲ, κόπρος ἐς νύκτα· οὐ κόπος διαλιπών. Ἕδρη ἐς τὰς ἰξύας τετάρτῃ, καὶ ἐς ἥβην καὶ κοιλίην πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· ὀφθαλμοὶ, οἷοι τῶν λειποθυμεόντων. Μετὰ τὰς πέντε δὲ ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν.

[62]    Τῷ δὲ καθ' ἧπαρ πληγέντι ἀκοντίῳ εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἔθανε πρὶν ἀγορὴν λυθῆναι, ἅμ' ἡμέρῃ πληγείς.

[63]    Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· ἐφλεβοτομήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα, οἴδημα τοῦ ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἐδόκεέ τι ξυλλέγεσθαι αὐτῇ, καὶ ἀνέπνεεν ὡς ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφεεν, ὥσπερ αἱ ἐγγαστρίμυθοι λεγόμεναι· τοιοῦτό τι ξυνέβαινεν. Περὶ δὲ τὰς ἑπτὰ ἢ ἐννέα, ἐς νύκτα κοιλίη κατεῤῥάγη· ὑγρὰ πουλλὰ κακὰ νομιζόμενα· ἀφωνίη· ἐτελεύτησεν.

[64]    Ὑποκαθαίρειν τὰς κοιλίας χρὴ ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ· τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες ἢ καρηβαρικοὶ ἔωσι, καὶ ὅταν αἱ θέρμαι πρηΰταται, ἢ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι· τότε γὰρ καὶ αὐτόματα μετεωρίζεται, ἐπὴν ἀσώδεες καὶ καρηβαρέες καὶ ἀλύοντες ἔωσιν.

[65]    Ἐκ πτώματος τρωθέντος πήχεως, ἐπὶ σφακελισμῷ πυοῦται· πεπαινομένου δὲ ἤδη, γλίσχρος ἰχὼρ ἐκθλίβεται, ὡς καὶ Κλεογενίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένοισι δὲ τοῖσι πλείστοισι φρίκη καὶ πυρετὸς ἐπεγίνετο.

[66]    Τῷ Παρμενίσκου παιδὶ, κωφότης· ξυνήνεγκε μὴ κλύζειν διακαθαίρειν δὲ εἰρίῳ μοῦνον, καὶ ἐγχεῖν ἔλαιον ἢ νέτωπον, περιπατέειν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκόν.

[67]    Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα· καὶ γνάθοι ἐπήρθησαν· καστόριον δὲ καὶ πέπερι διακλυζομένη, ὠφελέετο.

[68]    Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τραχήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, ἀπόσχασις βραχίονος, λίνον καταπλάσσειν πεφυρημένον ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα, ἐπιδέειν δὲ ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν καὶ ἀλεύρῳ τήλιος, ἢ κριθῶν, ἢ πυρῶν.

[69]    Μελησάνδρῳ τοῦ οὔλου ἐπιλαβόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα ξυνοιδέοντος, ἀπόσχασις βραχίονος· στυπτηρίη αἰγυπτίη ἐν ἀρχῇ παραστέλλει.

[70]    Ὑδρωπιώδεα δέον ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν θερμὸν ἐν ἐλαίῳ, πίνειν μὴ πουλὺ, λούεσθαι καὶ κεφαλὴν χλιηρῷ· οἶνος δὲ λευκὸς λεπτὸς καὶ ὕπνος ἀρήγει.

[71]    Βίαντι τῷ πύκτῃ, φύσει πουλυβόρῳ ἐόντι, ξυνέβη ἐμπεσεῖν ἐς πάθεα χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ ἐκ χοιρείων ἐναιμοτέρων, καὶ μέθης εὐώδεος, καὶ πεμμάτων, καὶ μελιτωμάτων, καὶ σικύου πέπονος, καὶ γάλακτος, καὶ ἀλφίτων νέων· ἐν θέρει δὲ τὰ χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί.

[72]    Τιμοχάρει, χειμῶνος, κατάῤῥους μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι ἐξηράνθη πάντα· κόπος· θέρμη ἐπεγένετο· κεφαλὴ βαρείη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιής.

[73]    Μετὰ κύνα, οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ, καὶ ἐπιεικέως ἄκρητοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ εἰκοσταῖοι ἐκρίνοντο. Πολυκράτει πυρετὸς ἐπῄει, καὶ τὰ τοῦ ἱδρῶτος, οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ, ἤπια· πάλιν ἐν κροτάφοις ἱδρώτια, καὶ περὶ τράχηλον ἐς δείλην, εἶτα ἐς ὅλον· καὶ πάλιν ἐπεθερμάνθη. Περὶ δὲ τὰς δώδεκα καὶ τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήματα βραχέα· ῥοφήμασι μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα γαστρὸς ἄλγημα κατὰ σπλῆνα καὶ κατὰ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν προσωφέλεον· κλύσματι δὲ μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη.

[74]    Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ ἡ ἄγκυρα λιχανὸν δάκτυλον καὶ τὸ κάτω ὀστέον ξυνέφλασε δεξιῆς χειρός· φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός· ὑπεκαθάρθη μετρίως· θέρμαι ἤπιοι, καὶ ὀδύναι· δακτύλου τι ἀπέπεσεν. Μετὰ τὰς ἑπτὰ ἐξῄει ἰχὼρ ἐπιεικής. Μετὰ ταῦτα, γλώσσης, οὐ πάντα ἔφη δύνασθαι ἑρμηνεύειν· προῤῥήσιος, ὅτι ὀπισθότονος ἥξει· ξυνεφέροντο αἱ γνάθοι συνερειδόμεναι, εἶτα ἐς τράχηλον· τριταῖος δὲ ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι. Ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἔθανεν.

[75]    Ὁ δὲ Ἁρπάλου ἐκ τῆς ἀπελευθέρης Τηλεφάνης στρέμμα κάτω μεγάλου δακτύλου ἔλαβεν· ἐφλέγμηνε, καὶ ἐπώδυνος ἦν· καὶ ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ἀναχωρέων, ὀσφὺν ἤλγησεν· ἐλούσατο· αἱ γένυες ξυνήπτοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίελον ἀφρῶδες μόλις διὰ τῶν ὀδόντων ἔξω διῄει· τριταῖος ἔθανεν.

[76]    Θρίνων ὁ τοῦ Δάμωνος, περὶ κνήμης σφυρὸν ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ θανεῖν.

[77]    Ἦρά γε ἐν πᾶσι τοῖσιν ἐμπυήμασι, καὶ τοῖσι περὶ ὀφθαλμὸν, ἐς νύκτα οἱ πόνοι;

[78]    Αἱ βῆχες χειμῶνος, μάλιστα δ' ἐν νοτίοισι, παχέα καὶ πουλλὰ λευκὰ χρεμπτομένοισι πυρετοὶ ἐπεγίνοντο ἐπιεικέως, καὶ πεμπταῖοι ἐπαύοντο· αἱ δὲ βῆχες, περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει.

[79]    Εὐτυχίδης ἐκ χολερικῶν ἐπὶ τῶν σκελέων ἐς τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πουλλὴν ἤμεσεν ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, καὶ λίην ἐρυθρήν· καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης· οὐδὲν δὲ κατέχειν ἠδύνατο, οὔτε ἐκ τῶν ποτῶν, οὔτε ἐκ τῶν σιτίων· καὶ τοῦ οὔρου πουλλὴ σχέσις, καὶ τῆς κάτω διόδου· διὰ τοῦ ἐμέτου τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥιψε κάτω.

[80]    Ἀνδροφανεῖ ἀφωνίη, λήρησις· λυθέντων δὲ τούτων, περιῆν ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο· ἡ δὲ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· καὶ εἰ μὴ διακλύζοιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν, καὶ πικρὴ λίην ἦν τὰ πολλά· ἔστι δ' ὅτε καὶ πρὸς καρδίην ὀδύνη, ἣν φλεβοτομίη ἔλυσεν· ταύτῃ ὑδροποσίη ἢ μελίκρητον ξυνήνεγκεν. Ἐλλέβορον ἔπιε μέλανα, οὐδὲ τὸ χολῶδες διῄει, ἀλλ' ὀλίγον. Τέλος δὲ χειμῶνος κατακλιθεὶς, ἔξω ἐγένετο, καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια, θέρμη λεπτὴ, ἄπορος, γλῶσσα ἄχροος, φωνὴ περιπλευμονικὴ, ἀπόσταξις· εἷμα ἀπεδύετο, καὶ ἐξάγειν αὐτὸν ἐκέλευεν, οὐδὲν δὲ ἠδύνατο σάφα εἰπεῖν· ἐς νύκτα ἐτελεύτα.

[81]    Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὁκότε φωνῆς αὐλοῦ ἀρχομένης ἀκούσειεν αὐλεῖν ἐν ξυμποσίῳ, ὑπὸ δειμάτων ὄχλοι· μόλις ὑπομένειν ἔφη, ὅτε εἴη νύξ· ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο· τοιαῦτα παρείπετό οἱ συχνὸν χρόνον.

[82]    Δημοκλῆς ὁ μετ' ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωματεῖν ἐδόκεε, καὶ οὐκ ἂν παρῆλθε παρὰ κρημνὸν οὐδ' ἐπὶ γεφύρης· οὐδὲ τοὐλάχιστον βάθος τάφρου διαπορεύεσθαι, ἀλλὰ δι' αὐτῆς τῆς τάφρου οἷός τε ἦν· τοῦτο χρόνον τινὰ ξυνέβη αὐτῷ.

[83]    Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ τοιοῦτόν τι ἦν· τὰ πολλὰ ὥσπερ ἀστραπὴν ἐδόκεεν ἐκλάμπειν· οὐ πολὺ δὲ ἐπισχόντι ὀδύνη ἐς τὸν κρόταφον τὸν δεξιὸν ἐνεστήκει δεινὴ, εἶτα ἐς ὅλην τὴν κεφαλὴν καὶ ἐς τράχηλον, καθὸ δέδεται ἡ κεφαλὴ ὄπισθεν σπονδύλῳ· καὶ ξύντασις, καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· καὶ εἰ διοίγειν ἐπειρᾶτο, ξυντεινόμενος. Ἔμετοι ὁκότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας ὀδύνας, καὶ ἠπιωτέρας ἐποίεον· ἀλλὰ μὴν καὶ φλεβοτομίη ὠφέλεε, καὶ ἐλλεβοροποσίη ἀνῆγε παντοδαπὰ, οὐχ ἥκιστα δὲ πρασοειδέα.

[84]    Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἀπαλλαγῆς βίου ἐπιθυμίη, ὁτὲ δὲ πάλιν εὐθυμίη.

[85]    Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἔκτοσθεν ἐγένετο· βοὴ, κλαυθμοὶ πουλλοὶ, ὀλιγάκις ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς ὅτε δὲ ἔθνησκε δέκα ἡμέρας, ἄφωνος καὶ σπασμώδης ἐγένετο.

[86]    Νεηνίσκος δέ τις πουλὺν ἄκρητον πεπωκὼς, ὕπτιος ἐκάθευδεν ἔν τινι σκηνῇ· τούτῳ ὄφις ἐς τὸ στόμα παρεισεδύετο ἀργής. Καὶ δὴ, ὅ τι ᾔσθετο, οὐ δυνάμενος φράσασθαι, ἔβρυξε τοὺς ὀδόντας, καὶ παρέτραγε τοῦ ὄφιος, καὶ ἀλγηδόνι μεγάλῃ εἴχετο, καὶ τὰς χεῖρας προσέφερεν ὡς ἀγχόμενος, καὶ ἐῤῥίπτει ἑωυτὸν, καὶ σπασθεὶς ἔθανεν.

[87]    Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεόντων εἶναι καὶ τοιούτων καὶ τοσούτων, ἔθανεν ὁμοίως περὶ τὰς αὐτὰς ἡμέρας.

[88]    Τῷ Νικολάου παιδὶ, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ ποτῶν ἔφριξεν· ἐς νύκτα πυρετοί. Τῇ ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τῇ τρίτῃ, ἀγορῆς ἔτι πλήρεος ἐούσης, ἱδρὼς ὅλου τοῦ σώματος· ἔληξεν.

[89]    Τῇ Διοπείθεος ἀδελφεῇ, ἐν ἡμιτριταίῳ· καὶ ἡ καρδίη περὶ τὴν λῆψιν, δεινὴ, καὶ ξυμπαρείπετο ὅλῃ τῇ ἡμέρῃ. Καὶ ἡ καρδιαλγίη, καὶ τῇσιν ἄλλῃσι παραπλησίως, πλὴν ἀλλ' ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγένετο τὰ τοιαῦτα.

[90]    Τῇ Ἐπιχάρμου, πρὸ τοῦ τεκεῖν, δυσεντερίη ἦν· ὁ πόνος σφοδρός· ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ἰάθη.

[91]    Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖς ἰσχίου ἄλγημά τι δεινὸν, ἐξ αἰτίης γυναικείων μὴ γινομένων· ἡ φωνὴ ἴσχετο νύκτα ὅλην μέχρι μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνεε, καὶ ἐσήμαινε τῇ χειρὶ, ὅτι περὶ τὸ ἰσχίον εἴη τὸ ἄλγημα.

[92]    Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος ἐς βραχίονα, νάρκη, ἔμετοι συχνοὶ, ὑδροποσίη.

[93]    Τῷ Εὐφράνορος παιδὶ, τὰ ἐξανθήματα οἷα τὰ τῶν κωνώπων δήγματα, ὀλίγον δὲ χρόνον· τῇ ὑστεραίῃ ἐπυρέτηνεν.

[94]    Αὐχμοὶ πουλλοὶ μετὰ ζέφυρον ἐγένοντο μέχρις ἰσημερίης φθινοπωρινῆς· ὑπὸ κύνα, πνίγεα μεγάλα, πνεύματα θερμά· πυρετοὶ ἱδρώδεες· φύματα παρ' οὖς συχνοῖς ἐγένοντο.

[95]    Τύχων ἐν τῇ πολιορκίῃ περὶ Δάτον ἐπλήγη ὑπὸ καταπέλτου ἐς τὸ στῆθος, καὶ μετ' ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδόκεε δέ μοι ὁ ἰητρὸς ἐξαιρέων τὸ ξύλον ἐγκαταλιπεῖν τι τοῦ δόρατος κατὰ τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, πρὸς τὴν ἑσπέρην ἔκλυσέ τε καὶ ἐφαρμάκευσε κάτω. Νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμ' ἡμέρῃ δὲ ἐδόκεε καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, ταχέως ἀπολεῖται. Τῇ γοῦν ἐπιούσῃ νυκτὶ, δύσφορος, ἄγρυπνος· ἐπὶ γαστέρα τὰ πουλλὰ κλινόμενος. Τῇ τρίτῃ ἅμ' ἡμέρῃ ἐσπᾶτο, καὶ τηνικαῦτα ἐτελεύτησεν.

[96]    Τῷ Βίλλῳ πληγέντι ἐς τὸν νῶτον, τὸ πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρεεν· ᾑμοῤῥάγει· τῷ δὲ ἐναίμῳ καταδεθεὶς ἰάθη· καὶ τῷ Δυσλύτᾳ ξυνέβη τωὐτό.

[97]    Τῷ τῆς Φίλης παιδὶ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐεργέτου, πελιαινομένων τῶν ὀστέων, καὶ πυρεταινόντων, ἀφίσταται τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον οὐ φαίνεται.

[98]    Ἀρίστιππος ἐς τὴν κοιλίην ἐτοξεύθη ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· καὶ ἐπίμπρατο ταχέως· κάτω δὲ οὐ διεχώρεεν· ἀσώδης ἦν· χολώδεα κατακορέα· καὶ ὅτε ἀπήμεσεν, ἐδόκεε ῥηΐων εἶναι· μετ' ὀλίγον δὲ πάλιν τὰ ἀλγήματα δεινά· καὶ ἡ κοιλίη ὡς ἐν εἰλεοῖσιν· θέρμαι, δίψαι· καὶ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἐτελεύτησεν.

[99]    Ὁ δὲ Νεάπολις πληγεὶς ὁμοίως ταῦτ' ἔπασχεν· κλυσθέντι δ' ἐν δριμεῖ, κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα.

[100]    Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντος ὀδύνης σφακελισμὸς τῆς γνάθου, καὶ οὔλων ὑπερσάρκωσις· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἱ γόμφιοι καὶ ἡ σιηγών.

[101]    Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος, καὶ διὰ τῆς θηλῆς ἔῤῥεεν ἰχὼρ ὕφαιμος· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἔθανεν.

[102]    Ἐκ κατάῤῥου κατὰ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπόνεον, καὶ κατὰ ῥῖνας ὑγροῦ χωρέοντος, ἐπυρέταινον, ἐπιεικέως ἐν τῇσι πέντε ἡμέρῃσι περιεψύχοντο.

[103]    Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ τὸ στῆθος ἐγένετο καὶ πλευρόν· ἀποχρέμψιες πυώδεες· φθίσις κατέστη· ἓξ μῆνας οἱ πυρετοί· πάλιν διάῤῥοια· παῦσις πυρετοῦ· κοιλίη ἔστη, καὶ περὶ ἡμέρας ἑπτὰ ἔθανεν.

[104]    Ἡ κυναγχικὴ χεῖρα δεξιὴν καὶ σκέλος ἤλγησεν· πυρετὸς ἐπεῖχε βληχρός· ὁ δὲ πνιγμὸς τριταίῃ ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος· ῥέγχος, ὀδόντων σύντριψις, γνάθων ἔρευθος· ἔθανε πεμπταίη ἢ ἑκταίη· σημεῖον περὶ χεῖρα ὑποπέλιον.

[105]    Καὶ ἑτέρη ἐπὶ τοῦ ὑπερῴου ῥεγχώδης· γλῶσσα ξηρὴ, περιπλευμονική· ἔμφρων ἔθανεν.

[106]    Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἔθανεν.