[1]
[1]
Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ· πυρετὸς ὀξύς· λῆρος. Δευτέρῃ, πάντα παρωξύνθη. Τρίτῃ τὰ αὐτά. Τετάρτῃ, ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα, διῆλθεν. Πέμπτῃ, πάντα παρωξύνθη· τρόμοι παρέμενον· ὕπνοι λεπτοί· κοιλίη ἔστη. Ἕκτῃ, πτύελα ποικίλα, ὑπέρυθρα. Ἑβδόμῃ, στόμα παρειρύσθη. Ὀγδόῃ, πάντα παρωξύνθη· τρόμοι δὲ πάλιν παρέμενον· οὖρα δὲ καταρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης, λεπτὰ, ἄχροα· ἐναιώρημα εἶχον ἐπινέφελον. Δεκάτῃ ἵδρωσεν· πτύελα ὑποπέπονα· ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. Μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην· καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. ϠΠΟΥΜΥ.
[2]
Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. Ἤρξατο δὲ ἀλγέειν κεφαλὴν, ὀσφύν· ὑποχονδρίου ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομένῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά· κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα ξυγκεκαυμένα διῄει. Πέμπτῃ, οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο· ἐς νύκτα παρέκρουσεν. Ἕκτῃ ἰκτεριώδης· πάντα παρωξύνθη· οὐ κατενόει. Ἑβδόμῃ δυσφόρως· οὖρα λεπτὰ, ὅμοια· τὰς ἑπομένας παραπλησίως. Περὶ δὲ ἑνδεκάτην ἐόντι, πάντα ἔδοξε κουφισθῆναι. Κῶμα ἤρξατο· οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ κατενόει. Τεσσαρεσκαιδεκάτῃ, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκοιμήθη· κατενόει πάντα· οὖρα παραπλήσια. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι, ὑπέστρεψεν· ἐθερμάνθη. Τὰς ἐπομένας, πυρετὸς ὀξύς· οὖρα λεπτά· παρέκρουσεν. Πάλιν δὲ εἰκοστῇ ἐκρίθη· ἄπυρος· οὐχ ἵδρωσεν· ἀπόσιτος παρὰ πάντα τὸν χρόνον· κατενόει πάντα· διαλέγεσθαι οὐκ ἠδύνατο· γλῶσσα ἐπίξηρος· οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρὰ, κωματώδης. Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην, ἐπεθερμάνθη· κοιλίη ὑγρὴ, πολλοῖσι λεπτοῖσι ῥέουσα· καὶ τὰς ἑπομένας, πυρετὸς ὀξύς· γλῶσσα ξυνεκαύθη. Ἑβδόμῃ καὶ εἰκοστῇ, ἀπέθανεν. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν· οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχροα, καὶ ἐναιώρημα ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο. ϠΕΔΚΖΘ.
[3]
Ὁ κατακείμενος ἐν τῷ Δεάλκεος κήπῳ, κεφαλῆς βάρος, καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πουλύν· μετὰ δὲ προφάσιος, πῦρ ἔλαβεν· κατεκλίθη. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη αἷμα· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν· οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ, οἷον κρίμνα, γονοειδέα. Τρίτῃ, πυρετὸς ὀξύς· διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα· ὑπόστασις πελιδνὴ διαχωρήμασιν· ὑπεκαροῦτο· ἐδυσφόρει περὶ τὰς ἀναστάσιας· οὔροισιν ὑπόστασις, πελιδνὴ, ὑπόγλισχρος. Τετάρτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· διαλιπὼν ὀλίγον, ἰώδεα· ἐξ ἀριστεροῦ ὀλίγον, ἄκρητον ἐῤῥύη· διαχωρήματα ὅμοια· οὖρα ὅμοια· ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῗδας· σπλὴν ἐπήρθη· μηροῦ ὀδύνη κατ' ἴξιν· ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος· νυκτὸς οὐκ ἐκοιμήθη· παρέκρουσε σμικρά. Πέμπτῃ, διαχωρήματα πλείω, μέλανα, ἔπαφρα· ὑπόστασις μέλαινα διαχωρήμασιν· νύκτα οὐχ ὕπνωσεν· παρέκρουσεν. Ἕκτῃ, διαχωρήματα μέλανα, λιπαρὰ, γλίσχρα, δυσώδεα· ὕπνωσεν· κατενόει μᾶλλον. Ἑβδόμῃ, γλῶσσα ἐπίξηρος· διψώδης· οὐκ ἐκοιμήθη· παρέκρουσεν· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀγδόῃ, διαχωρήματα μέλανα, ὀλίγα, ξυνεστηκότα· ὕπνωσεν· κατενόει· διψώδης οὐ λίην. Ἐνάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ψύξις· παρέκρουσε, δεξιῷ ἴλλαινεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἄγρυπνος. Δεκάτῃ, περὶ τὰ αὐτά. Ἑνδεκάτῃ, κατενόει πάντα· ἄπυρος· ὕπνωσεν· οὖρα λεπτὰ, περὶ κρίσιν. Δύο διέλιπεν ἄπυρος· ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ· αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. Πεντεκαιδεκάτῃ, οὖρον θολερὸν, οἷον ἐκ τῶν καθεστηκότων γίγνεται, ὅταν ἀναταραχθῇ· πυρετὸς ὀξύς· πάντα παρέκρουσεν· οὐκ ἐκοιμήθη· γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ, μέλανα κόπρανα διῆλθεν. Ἑκκαιδεκάτῃ, οὖρα λεπτὰ, εἶχεν ἐναιώρημα ἐπινέφελον· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, πρωῒ ἄκρεα ψυχρά· περιεστέλλετο· πυρετὸς ὀξύς· ἵδρωσε δι' ὅλου· ἐκουφίσθη· κατενόει μᾶλλον· οὐκ ἄπυρος· διψώδης· ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ' ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀκτωκαιδεκάτῃ, οὐ κατενόει· κωματώδης. Ἐννεακαιδεκάτῃ, διὰ τῶν αὐτῶν. Εἰκοστῇ, ὕπνωσεν· κατενόει πάντα· ἵδρωσεν· ἄπυρος· οὐκ ἐδίψη· οὖρα δὲ λεπτά. Εἰκοστῇ πρώτῃ, σμικρὰ παρέκρουσεν· ὑπεδίψη· ὑποχονδρίου πόνος, καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. Εἰκοστῇ τετάρτῃ, οὔροισιν ὑπόστασις· κατενόει πάντα. Εἰκοστῇ ἑβδόμῃ, ἰσχίου δεξιοῦ ὀδύνη· οὖρα λεπτὰ, καὶ εἶχον ὑπόστασιν· τὰ δ' ἄλλα εἶχεν ἐπιεικέστατα. Περὶ δὲ εἰκοστὴν ἐνάτην, ὀφθαλμοῦ δεξιοῦ ὀδύνη· οὖρα λεπτά. Τεσσαρακοστῇ, διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα· ἵδρωσε πολλῷ δι' ὅλου· τελέως ἐκρίθη. ϠΚΔιΟΔιΜΥ.
[2]
[4]
Ἐν Θάσῳ, Φιλίστης κεφαλὴν ἐπόνεε χρόνον πουλύν· καί ποτε καὶ ὑποκαρωθεὶς, κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν ξυνεχέων γενομένων, ὁ πόνος παρωξύνθη· νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. Τῇ πρώτῃ, ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ, ἰώδεα πλείω· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθεν· νύκτα δυσφόρως. Δευτέρῃ, κώφωσις· πυρετὸς ὀξύς· ὑποχόνδριον δεξιὸν ξυνετάθη· ἔῤῥεπεν ἐς τὰ ἔσω· οὖρα λεπτὰ, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. Τρίτῃ δυσφόρως. Τετάρτῃ σπασμοί· παρωξύνθη πάντα. Πέμπτῃ, πρωῒ ἀπέθανεν. ϠΦΔιΕΘ.
[5]
Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν· αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον· οὐκ ἐκοιμᾶτο· κοιλίη ταραχώδης, λεπτοῖσιν, ὑποχολώδεσιν. Τρίτῃ, πυρετὸς ὀξύς· κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ' ὀλίγον δὲ, ῥῖγος· σπασμοί· πάντα παρέκρουσεν· νύκτα δυσφόρως. Τετάρτῃ, δι' ἡσυχίης· σμικρὰ ἐκοιμήθη· παρέλεγεν. Πέμπτῃ, ἐπιπόνως· πάντα παρωξύνθη· λῆρος· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε δι' ὅλου· ἐκρίθη. Τούτῳ διατελέως ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. Περὶ ὀγδόην, οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην· κατενόει· ἀπύρετος· διέλιπεν. Ἐνάτῃ, ὑπέστρεψεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, πυρετὸς ὀξύς. Ἑκκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα. Ἑπτακαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ἄπυρος· ἐκρίθη· οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν, εὔχροα, ὑποστάσιν ἔχοντα· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. Ὀκτωκαιδεκάτῃ, ἐθερμαίνετο σμικρά· ἐπεδίψη· οὖρα λεπτά· ἐναιώρημα ἐπινέφελον· σμικρὰ παρέκρουσεν. Περὶ ἐννεακαιδεκάτην, ἄπυρος· τράχηλον ἐπωδύνως εἶχεν· οὔροισιν ὑπόστασις. Τελέως ἐκρίθη εἰκοστῇ. ϠΧΠΔιΟΥΚΥ.
[6]
Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. Ἦν δὲ ἄδιψος διατελέως· γεύματα οὐ προσεδέχετο. Ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, οὐκ εὔχροα. Ἀρχομένου δὲ τοῦ πυρετοῦ, περὶ ἕδρην ἐπόνεεν. Ἑκταίη δὲ ἐοῦσα, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκρίθη· τὸ δὲ περὶ τὴν ἕδρην, σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. Μετὰ δὲ κρίσιν, ἑβδομαίη ἐοῦσα, ἐῤῥίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. Μετὰ δὲ κρίσιν ὀγδοαίη ἐοῦσα, ἐῤῥίγωσεν οὐ πολλά· ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. Περὶ δεκάτην, μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον, παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος, ταῦτα παθεῖν. Διαλιποῦσα δὲ δωδεκάτῃ, πάλιν πουλλὰ παρελήρει· κοιλίη ἐταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσιν· πυκνὰ ἀνίστατο. Ἀφ' ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν ἑβδόμῃ. Αὕτη, ἀρχομένου τοῦ νουσήματος, ἤλγεε φάρυγγα, καὶ διατέλεος ἔρευθος εἶχεν· γαργαρεὼν ἀνεσπασμένος· ῥεύματα πουλλὰ, σμικρὰ, δριμέα· ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ' ἐπεθύμησεν οὐδενός· ἄδιψος, οὐδ' ἔπινεν οὐδὲν ἄξιον λόγου· σιγῶσα, οὐδὲν διελέγετο· δυσθυμίη· ἀνελπίστως ἑωυτῆς εἶχεν. Ἦν δέ τι καὶ ξυγγενικὸν, φθινῶδες.
[7]
Ἡ κυναγχικὴ, ἡ παρὰ τὰ Ἀριστιῶνος, ᾗ πρῶτον ἀπὸ γλώσσης ἤρξατο· ἀσαφὴς φωνή· γλῶσσα ἐρυθρή· ἐπεξηράνθη. Τῇ πρώτῃ, φρικώδης· ἐπεθερμάνθη. Τρίτῃ, ῥῖγος· πυρετὸς ὀξύς· οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ στήθεος ἐξ ἀμφοτέρων· ἄκρεα ψυχρὰ, πελιδνά· πνεῦμα μετέωρον· ποτὸν διὰ ῥινῶν ἐχεῖτο· καταπίνειν οὐκ ἠδύνατο· διαχωρήματα καὶ οὖρα ἐπέστη. Τετάρτῃ, πάντα παρωξύνθη. Πέμπτῃ, ἀπέθανε, κυναγχική. ϠΔιΕΕΘ.
[8]
Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων, καὶ πόνων, καὶ δρόμων παρὰ τὸ ἔθος. Τῇ πρώτῃ, κοιλίη ταραχώδης, χολώδεσι, λεπτοῖσι, πολλοῖσιν· οὖρα λεπτὰ, ὑπομέλανα· οὐχ ὕπνωσεν· διψώδης. Δευτέρῃ, πάντα παρωξύνθη· διαχωρήματα πλείω, ἀκαιρότερα· οὐχ ὕπνωσεν· τὰ τῆς γνώμης ταραχώδεα· σμικρὰ ὑφίδρωσεν. Τρίτῃ, δυσφόρως· διψώδης· ἀσώδης· πουλὺς βληστρισμός· ἀπορίη· παρέκρουσεν· ἄκρεα πελιδνὰ, καὶ ψυχρά· ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. Τετάρτῃ, οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. Ἑβδόμῃ, ἀπέθανεν. Ἡλικίην περὶ ἔτεα εἴκοσιν. ϠΞΖΘ. Ὀξύ.
[9]
Ἡ παρὰ Τισαμένου γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. Ἔμετοι πολλοί· ποτὸν κατέχειν οὐκ ἠδύνατο. Πόνοι περὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην, πόνοι· στρόφοι ξυνεχέες· οὐ διψώδης· ἐπεθερμαίνετο. Ἄκρεα ψυχρὰ διὰ τέλεος· ἀσώδης· ἄγρυπνος· οὖρα ὀλίγα, λεπτά· διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα· ὠφελέειν οὐδὲν ἠδύνατο· ἀπέθανεν.
[10]
Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ πρώτῃ πῦρ ἔλαβεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἀσώδης· ἄγρυπνος· κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσιν. Δευτέρῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἀπὸ κοιλίης πουλλά· οὐχ ὕπνωσεν. Τρίτῃ, μείζους οἱ πόνοι. Τετάρτῃ, παρέκρουσεν. Ἑβδόμῃ, ἀπέθανεν. Κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα, λεπτά. Καῦσος.
[11]
Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν· ἀρχομένη, κωματώδης ἦν, καὶ ἄγρυπνος πάλιν· ὀσφύος ὀδύνη· κεφαλῆς βάρος. Δευτέρῃ, κοιλίη ἐπεταράχθη, ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. Τρίτῃ, πλείω, χείρω· νυκτὸς οὐκ ἐκοιμήθη. Τετάρτῃ, παρέκρουσεν· φόβοι, δυσθυμίαι· δεξιῷ ἴλλαινεν· ἵδρωσε περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ· ἄκρεα ψυχρά. Πέμπτῃ, πάντα παρωξύνθη· πολλὰ παρέλεγε, καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος· ἄγρυπνος· κοιλίη πουλλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτὰ, ὑπομέλανα· ἄκρεα ψυχρὰ, ὑποπέλιδνα. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἀπέθανεν. Φρενῖτις.
[12]
Γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν. Αὐτίκα ἀρχομένη, διψώδης, ἀσώδης, καρδίην ὑπήλγεε· γλῶσσα ἐπίξηρος· κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν· οὐχ ὕπνωσεν. Δευτέρῃ, σμικρὰ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. Τρίτῃ, ἐπιπόνως· ἀπὸ κοιλίης ὠμὰ, λεπτὰ, πουλλὰ διῄει. Τετάρτῃ, ἐπεῤῥίγωσεν· πάντα παρωξύνθη· ἄγρυπνος. Πέμπτῃ, ἐπιπόνως. Ἕκτῃ, διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ, πουλλά. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· δίψα πουλλή· βληστρισμός· περὶ δείλην, ἵδρωσε δι' ὅλου ψυχρῷ· ψύξις· ἄκρεα ψυχρά· οὐκ ἔτι ἀνεθερμαίνετο· καὶ πάλιν ἐς νύκτα ἐπεῤῥίγωσεν· ἄκρεα οὐκ ἀνεθερμαίνετο οὐχ ὕπνωσεν· σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. Ὀγδόῃ, περὶ μέσον ἡμέρης ἀνεθερμάνθη· διψώδης· κωματώδης· ἀσώδης· ἤμεσε χολώδεα, σμικρὰ, ὑπόξανθα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· οὔρησε πουλὺ, ἀθρόον, οὐκ εἰδυῖα. Ἐνάτῃ, ξυνέδωκε πάντα· κωματώδης· πρὸς δείλην, σμικρὰ ἐπεῤῥίγωσεν· ἤμεσε σμικρὰ, χολώδεα. Δεκάτῃ, ῥῖγος· πυρετὸς παρωξύνθη· οὐχ ὕπνωσεν οὐδέν· πρωῒ, οὔρησε πουλὺ, ὑπόστασιν ἔχον· ἄκρεα ἀνεθερμάνθη. Ἑνδεκάτῃ, ἤμεσεν ἰώδεα, χολώδεα· ἐπεῤῥίγωσεν οὐ μετὰ πουλύ· καὶ πάλιν, ἄκρεα ψυχρά· ἐς δείλην, ῥῖγος· ἱδρὼς ψυχρός· ἤμεσε πουλλά· νύκτα, ἐπιπόνως. Δωδεκάτῃ, ἤμεσε πουλλὰ, μέλανα, δυσώδεα· λυγμὸς πουλύς· δίψος ἐπιπόνως. Τρισκαιδεκάτῃ, μέλανα, δυσώδεα, πουλλὰ ἤμεσεν· ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. Τεσσαρεσκαιδεκάτῃ, αἷμα διὰ ῥινῶν· ἀπέθανεν. Ταύτῃ διὰ τέλεος, κοιλίη ὑγρή· φρικώδης. Ἡλικίη, περὶ ἔτεα ἑπτακαίδεκα. Καῦσος.
[3]
[2]
Ἔτος νότιον, ἔπομβρον· ἄπνοια διὰ τέλεος. Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ' ἐνιαυτὸν, ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πουλλά. Φθινόπωρον σκιῶδες, ἐπινέφελον· ὑδάτων πλήθεα. Χειμὼν νότιος, ὑγρὸς, μαλακός. Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες· καὶ ἤδη περὶ ἰσημερίην, βόρεια, χιονώδεα, οὐ πουλὺν χρόνον. Ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πουλλὰ διὰ τέλεος μέχρι κυνός. Θέρος αἴθριον, θερμόν· πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πουλλά. Γενομένου δὲ τοῦ ἔτεος νοτίου, καὶ ὑγροῦ, καὶ μαλθακοῦ, κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶς, πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.
[3] Πρωῒ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν, ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ' οὔ· κακοήθεα· πολλοὺς ἔκτεινεν· πολλοὶ φάρυγγας ἐπόνησαν· φωναὶ κακούμεναι· καῦσοι· φρενιτικοί· στόματα ἀφθώδεα· αἰδοίοισι φύματα· ὀφθαλμίαι· ἄνθρακες· κοιλίαι ταραχώδεες· ἀπόσιτοι· διψώδεες, οἱ μὲν, οἱ δ' οὔ· οὖρα ταραχώδεα, πουλλὰ, κακά· κωματώδεες ἐπὶ πουλὺ, καὶ πάλιν ἄγρυπνοι· ἀκρισίαι πουλλαί· δύσκριτα· ὕδρωπες· φθινώδεες πουλλοί· τὰ μὲν ἐπιδημήσαντα νουσήματα, ταῦτα. Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες, καὶ ἔθνησκον πουλλοί. Ξυνέπιπτε δὲ ἐφ' ἑκάστοισι τουτέων, ὧδε.
[4] Πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος, ἐπὶ τοῖσι τυχοῦσι, καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν, ἐφ' ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα, καὶ περὶ κεφαλὴν, εἰ καὶ σμικρὸν ἀμεληθείη, πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσιν· μεγάλαι φλεγμοναὶ ἐγίγνοντο, καὶ τὸ ἐρυσίπελας πουλὺ ταχὺ πάντοθεν ἐπενέμετο. Τοῖσι μὲν οὖν πλείστοισιν αὐτέων ἀποστάσιες ἐς ἐμπυήματα ξυνέπιπτον· σαρκῶν, καὶ νεύρων, καὶ ὀστέων ἐκπτώσιες μεγάλαι. Ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ ξυνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πουλὺ καὶ ποικίλον. Οἷσι μὲν οὖν περὶ κεφαλὴν τουτέων τι ξυμπίπτοι γίγνεσθαι, μαδήσιές τε ὅλης τῆς κεφαλῆς ἐγίγνοντο καὶ τοῦ γενείου, καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες, καὶ πουλλὰ ῥεύματα· ἐν πυρετοῖσί τε ταῦτα, καὶ ἄνευ πυρετῶν. Ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω· οἷσι γὰρ ἐς ἐμπύημα ὁ τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ πλεῖστοι τουτέων ἐσώζοντο· οἷσι δὲ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίην ποιήσαιτο, τουτέων ἀπώλλυντο πουλλοί. Ὁμοίως δὲ καὶ ὅποι ἄλλῃ τοῦ σώματος πλανηθείη, ξυνέπιπτε ταῦτα· πολλοῖσι μὲν γὰρ βραχίων, καὶ πῆχυς ὅλος περιεῤῥύη· οἷσι δὲ ἐπὶ τὰ πλευρὰ, ταῦτα ἐκακοῦτο, ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν· οἷσι δὲ ὅλος ὁ μηρὸς, ἢ τὰ περικνήμια ἐψιλοῦτο, καὶ ποὺς ὅλος. Ἦν δὲ πάντων χαλεπώτατον τῶν τοιούτων, ὅ τι περὶ ἥβην καὶ αἰδοῖα γένοιτο. Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα· πολλοῖσι δὲ ἐν πυρετοῖσι, καὶ πρὸ πυρετοῦ, καὶ ἐπὶ πυρετοῖσι ξυνέπιπτεν. Ἦν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι, ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος, ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι· οἷσι δὲ μηδὲν τούτων ξυμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. Πουλὺ μὲν οὖν τοῖσι πλείστοισι ξυνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος· παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος, καὶ ὑπὸ φθινόπωρον.
[5] Πολλὴ δὲ ταραχή τισι, καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ' ὀδόντας ἀποστήματα· φωναί τε πολλοῖσιν ἐπεσήμαινον, κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι, καὶ τοῖσι φρενιτικοῖσιν.
[6] Ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωῒ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα· καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν· ὀξέα δὲ τούτοισι καὶ θανατώδεα ξυνέπιπτεν. Ἦν δὲ ἡ κατάστασις τῶν γενομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες· πυρετὸς οὐκ ὀξύς· οὐ διψώδεες λίην· οὐ παράληροι· ἀπὸ ῥινῶν ἔσταζε σμικρά· οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν, ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη· ἄκρεά τε τούτοισιν, αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πουλὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα· πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο, καὶ πάλιν κατενόουν καὶ διελέγοντο· κατεῖχε δὲ ἢ τὸ κῶμα ξυνεχὲς, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι· κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πουλλοῖσιν· οὖρα πολλὰ, λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα· οὐδὲ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐπεφαίνετο· οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρίσιμος· ἔθνησκόν τε ἕκαστος, ὡς τύχοι, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πουλλοί. Τοῖσι μὲν οὖν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα· παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν· ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν· οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ' ἄλλοισιν, ἀλλ' ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως ἀπώλλυντο.
[7] Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. Ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. Ὀφθαλμίαι ὑγραὶ, μακροχρόνιαι, μετὰ πόνων· ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ, καὶ ἐν αἰδοίοισιν. Ἄνθρακες πολλοὶ κατὰ θέρος, καὶ ἄλλα, ἃ σὴψ καλέεται· ἐκθύματα μεγάλα· ἕρπητες πολλοῖσι μεγάλοι.
[8] Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ ξυνέβαινεν. Πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων· λειεντερικοὶ πουλλοί· δυσεντερικοὶ, οὐδ' οὗτοι λίην ἐπιπόνως. Τὰ δὲ χολώδεα, καὶ λιπαρὰ, καὶ λεπτὰ, καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νούσημα ἐς τοῦτο κατέσκηψεν· ἄνευ τε πυρετῶν, καὶ ἐν πυρετοῖσιν· μετὰ πόνων στρόφοι, καὶ ἀνειλήσιες κακοήθεες· τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων, διέξοδοι· τά τε διεξιόντα πόνους οὐ λύοντα, τοῖσί τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. Τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆγεν. Ὡς δ' ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον μάλιστα· πάντας γὰρ κοιλίη ξυναπήνεγκεν.
[9] Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι, καὶ οἱ ἐκ τούτων, καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως ἔχοιεν. Διψώδεες οἱ μὲν, οἱ δὲ οὔ· τῶν δ' ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ' ἦν κατὰ ποτὸν διαιτῇν ὡς ἤθελες.
[10] Οὖρα δὲ, πολλὰ μὲν τὰ διεξιόντα ἦν οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα· πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων· οὔτε γὰρ πάχος, οὔτε πεπασμοὺς, οὔτε καθάρσιας χρηστὰς εἶχεν· ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν καθάρσιες, χρησταὶ γιγνόμεναι, ἀγαθόν· ἐσήμαινον δὲ τοῖσι πλείστοισι ξύντηξιν, καὶ ταραχὴν, καὶ πόνους, καὶ ἀκρισίας.
[11] Κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ, καὶ οἱ καυσώδεες ἦσαν· ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίγνοιτο· διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.
[12] Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, ξυνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. Ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίγνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες· φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι· καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. Μακρὰ δὲ τοῖσι πλείστοισι τουτέων· οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισιν· δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο, καὶ ἀκρισίαι, καὶ χρόνια, πουλὺ δὲ μάλιστα τουτέοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι περὶ ὀγδοήκοντα· τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν, ἐξέλιπεν. Ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος, ὀρθοστάδην. Πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν οἰδήματα παρώχλει· πουλὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.
[13] Μέγιστον δὲ καὶ χαλεπώτατον, καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. Πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα, πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτέων ὀρθοστάδην ὑπεφέροντο· πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δὲ ἄλλων, ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ, ὑφίεσαν δὲ κατὰ θέρος· ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες, καὶ πουλλοὶ ἔθνησκον· μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. Ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά· πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι, πουλλοὶ, ψυχροὶ διὰ τέλεος· πουλλὴ ψύξις, καὶ μόλις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι, καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πλεύμονα πάντων, διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· ξυντήξιες κακαί. Αἱ δὲ βῆχες ἐνῆσαν μὲν, διὰ τέλεος πολλαὶ, καὶ πουλλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρὰ, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ' εἰ καὶ ὑπεπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πλεύμονος ἐγίνετο. Φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα, καὶ λευκὰ, καὶ ὑγρὰ, καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς κατῄει. Πουλὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως· βάρος σώματος· κωματώδεες· τοῖσι πλείστοισιν αὐτέων οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο· φρικώδεες· παράληροι περὶ θάνατον.
[14] Εἶδος δὲ τῶν φθινωδέων ἦν, τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν· λευκοφλεγματίαι· πτερυγώδεες· καὶ γυναῖκες, οὕτω. Τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. Τεινεσμοὶ νέοισι φλεγματώδεσιν. Μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν.
[15] Ἦν δὲ πᾶσι τοῖσιν ὑπογεγραμμένοισι χαλεπώτατον μὲν τὸ ἔαρ, καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο· τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνησκον οἱ πολλοί. Δ. Δοκέει δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος· τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησιν. Καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο, ἀλλ' ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ' ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησεν.
[16] Μέγα δὲ μέρος ἡγεῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς. Ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν, οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. Δεῖ δὴ καταμανθάνειν ἀκριβῶς τὴν κατάστασιν τῶν ὡρέων ἑκάστης, καὶ τῶν νούσων· ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, κακὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον, μακρὸν ὅ τι καὶ περιεστικόν· ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστικόν. Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπέεσθαι, καὶ προλέγειν ἐκ τουτέων, εὐπορέεται. Εἰδότι περὶ τουτέων, ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτῇν.
[17.1]
Ἐν Θάσῳ, τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ' ἀρχὰς ξυνεχής· καυσώδης· διψώδης· ἀρχόμενος κωματώδης, καὶ αὖθις ἄγρυπνος· κοιλίη ταραχώδης ἐν ἀρχῇσιν· οὖρα λεπτά. Ἕκτῃ, οὔρησεν ἐλαιῶδες· παρέκρουσεν. Ἑβδόμῃ, παρωξύνθη πάντα· οὐδὲν ἐκοιμήθη· ἀλλ' οὖρά τε ὅμοια, καὶ τὰ τῆς γνώμης ταραχώδεα· ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. Ὀγδόῃ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἤμεσεν ἰώδεα ὀλίγα· σμικρὰ ἐκοιμήθη. Ἐνάτῃ, διὰ τῶν αὐτῶν. Δεκάτῃ, πάντα ξυνέδωκεν. Ἑνδεκάτῃ, ἵδρωσεν οὐ δι' ὅλου· περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τεσσαρεσκαιδεκάτῃ, πυρετὸς ὀξύς· διαχωρήματα χολώδεα, λεπτὰ, πουλλά· οὔροισιν ἐναιώρημα· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, ἐπιπόνως· οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. Εἰκοστῇ, ἵδρωσε δι' ὅλου· ἄπυρος· διαχωρήματα χολώδεα· ἀπόσιτος· κωματώδης. Εἰκοστῇ τετάρτῃ, ὑπέστρεψεν. Τριακοστῇ τετάρτῃ, ἄπυρος· κοιλίη οὐ ξυνίστατο· καὶ πάλιν ἀνεθερμάνθη. Τεσσαρακοστῇ, ἄπυρος· κοιλίη ξυνέστη χρόνον οὐ συχνόν· ἀπόσιτος· σμικρὰ πάλιν ἐπύρεξε, καὶ διὰ παντὸς πεπλανημένως· ἄπυρος, τὰ μὲν, τὰ δ' οὔ· εἰ γάρ τι διαλείποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφεν· σιταρίοισί τε πουλλοῖσι καὶ φαύλοισι προσεχρῆτο· ὕπνοι κακοί· περὶ τὰς ὑποστροφὰς παρέκρουσεν· οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά· καὶ τὰ κατὰ κοιλίην ξυνιστάμενα, καὶ πάλιν διαλυόμενα· πυρέτια ξυνεχέα· διαχωρήματα πουλλὰ, λεπτά. Ἐν δὲ τῇ ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. Τουτέῳ κοιλίη ξυνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πουλλοῖσιν ἦν, ἢ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν· οὖρα διὰ τέλεος κακά· κωματώδης τὰ πλεῖστα· μετὰ πόνων ἄγρυπνος· ἀπόσιτος ξυνεχέως. Καῦσος. ϠΠΦΑΥΡΚΘ.
[17.2]
Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ τόκου, θυγατέρα τεκοῦσαν καὶ καθάρσιος μὴ γινομένης, πυρετὸς ὀξὺς, φρικώδης, τριταίην ἔλαβεν. Ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος. Μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. Ὀγδόῃ, πολλὰ παρέκρουσε, καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει· κοιλίη ταραχώδης, πουλλοῖσι, λεπτοῖσιν, ὑδατοχόλοισιν· ἄδιψος. Ἑνδεκάτῃ, κατενόει· κωματώδης δὲ ἦν· οὖρα πουλλὰ, λεπτὰ καὶ μέλανα· ἄγρυπνος. Εἰκοστῇ, σμικρὰ περιέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη· σμικρὰ παρέλεγεν· ἄγρυπνος· τὰ κατὰ κοιλίην, ἐπὶ τῶν αὐτέων· οὖρα ὑδατώδεα, πουλλά. Εἰκοστῇ ἑβδόμῃ, ἄπυρος· κοιλίη ξυνέστη· οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πουλύν· πυρετοὶ πάλιν παρείποντο· οὖρα ὑδατώδεα. Τεσσαρακοστῇ, τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ ξυνεχέες, ὑγραὶ, πολλαί· κοιλίη ξυνέστη· ἀπόσιτος· οὖρα ἐπὶ τῶν αὐτῶν· οἱ δὲ πυρετοὶ, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι, τὰ μὲν, τὰ δ' οὔ. Ἑξηκοστῇ, αἱ μὲν βῆχες ἀσήμως ἐξέλιπον· οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο, οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. Σιηγὼν δὲ, ἡ ἐκ τῶν ἐπὶ δεξιὰ, κατεσπάσθη· κωματώδης· παρέλεγε πάλιν, καὶ ταχὺ κατενόει· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν· ἡ σιηγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν· ἐπύρεσσεν ὀξυτέρως· φρικώδης, καὶ τὰς ἐχομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διελέγετο. Ὀγδοηκοστῇ ἀπέθανεν. Ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα· κῶμα παρείπετο· ἀπόσιτος, ἄθυμος, ἄγρυπνος· ὀργαί· δυσφορίαι· τὰ περὶ τὴν γνώμην μελαγχολικά. ϠΔΛΕΠΘ.
[17.3]
Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβεν· γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης· οὐχ ὕπνωσεν· οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. Δευτέρῃ, περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον· ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πουλύν· ἀνεθερμάνθη· δίψα· νύκτα δι' ἡσυχίης· ἵδρωσε περὶ κεφαλὴν σμικρά. Τρίτῃ, ἡμέρην δι' ἡσυχίης· ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά· ἄση· ταραχή· νυκτὸς ἐπιπόνως· οὐδὲν ὕπνωσεν· ἀπὸ δὲ κοιλίης σμικρὰ ξυνεστηκότα κόπρανα διῆλθεν. Τετάρτῃ, πρωῒ δι' ἡσυχίης· περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη· ψύξις· ἄναυδος, ἄφωνος· ἐπὶ τὸ χεῖρον· ἀνεθερμάνθη μετὰ χρόνον· οὔρησε μέλανα, ἐναιώρημα ἔχοντα· νύκτα δι' ἡσυχίης· ἐκοιμήθη. Πέμπτῃ, ἔδοξε κουφισθῆναι· κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου· διψώδης· νύκτα ἐπιπόνως. Ἕκτῃ, πρωῒ μὲν δι' ἡσυχίης· δείλης δὲ οἱ πόνοι μείζους· παρωξύνθη· ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθεν· νυκτὸς ἐκοιμήθη. Ἑβδόμῃ, ἡμέρῃ, ἀσώδης· ὑπεδυσφόρει· οὔρησεν ἐλαιῶδες· νυκτὸς, ταραχὴ πουλλή· παρέλεγεν· οὐδὲν ἐκοιμᾶτο. Ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες· ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη· παρέκρουσεν· ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη· διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα. Ἐνάτῃ, κωματώδης· ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν· νύκτα κακήν. Δεκάτῃ, πρωῒ ἄφωνος· πολλὴ ψύξις· πυρετὸς ὀξύς· πουλὺς ἱδρώς· ἔθανεν. Ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. ϠΙΠΙΘ.
[17.4]
Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς, ἤμεσεν ἰώδεα, πουλλὰ, λεπτά· πυρετὸς φρικώδης, πουλύς· ἱδρὼς ξυνεχὴς δι' ὅλου· κεφαλῆς καὶ τραχήλου βάρος μετ' ὀδύνης· οὖρα λεπτὰ, ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρυτο· ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα· πολλὰ παρέκρουσεν· οὐδὲν ὕπνωσεν. Δευτέρῃ, πρωῒ ἄφωνος· πυρετὸς ὀξύς· ἵδρωσεν· οὐ διέλιπεν· παλμοὶ δι' ὅλου τοῦ σώματος· νυκτὸς, σπασμοί. Τρίτῃ, παρωξύνθη πάντα· ἀπέθανεν. ϠΙΣΘ.
[17.5]
Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαίφνης· τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. Τῇ πρώτῃ πυρετὸς ὀξὺς, καυσώδης· ἀτρεμέως εἶχεν· οἱ δὲ πόνοι παρείποντο. Δευτέρῃ, τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν· ὑπεδυσφόρει· οὐκ ἐκοιμᾶτο· ἄκρεα ψυχρά· οὔρων πλῆθος διῄει οὐ χρηστῶν. Τρίτῃ, τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης, καὶ ταραχὴ, καὶ πουλὺς βληστρισμός. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἔθανεν. Ὀξύ.
[17.6]
Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς, ξυνεχὴς μετὰ πόνου· δίψα πουλλή· ἄση· πότον κατέχειν οὐκ ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. Τῇ πρώτῃ, ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ· πουλὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν· οὔρησε πουλὺ θολερὸν, λευκὸν, κείμενον οὐ καθίστατο. Δευτέρῃ, πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον· καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν· ἐκοιμήθη. Τρίτῃ, πυρετὸς ἐμαλάχθη· οὔρων πλῆθος, πέπονα, πουλλὴν ὑπόστασιν ἔχοντα· νύκτα δι' ἡσυχίης. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ δι' ὅλου· ἄπυρος· ἐκρίθη· οὐχ ὑπέστρεψεν. Ὀξύ.
[17.7]
Ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱερῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν. Ἦν δὲ διψώδης καὶ ἄγρυπνος· κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. Ἕκτῃ, ἄση πουλλή· ἔρευθος· φρικώδης, ἀλύουσα. Ἑβδόμῃ, διὰ τῶν αὐτῶν· οὖρα λεπτὰ μὲν, εὔχροα δέ· τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. Ὀγδόῃ, κώφωσις· πυρετὸς ὀξύς· ἄγρυπνος, ἀσώδης, φρικώδης· κατενόει· οὖρα ὅμοια. Ἐνάτῃ, διὰ τῶν αὐτῶν, καὶ τὰς ἑπομένας· οὕτως ἡ κώφωσις παρέμεινεν. Τεσσαρεσκαιδεκάτῃ, τὰ τῆς γνώμης ταραχώδεα· ὁ πυρετὸς ξυνέδωκεν. Ἑπτακαιδεκάτῃ, διὰ τῶν ῥινῶν ἐῤῥύη πουλύ· ἡ κώφωσις σμικρὰ ξυνέδωκεν· καὶ τὰς ἑπομένας ἄση· κωφότης ἐνῆν, καὶ παράληρος. Εἰκοστῇ, ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν· ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν· ἵδρωσεν· ἄπυρος. Εἰκοστῇ τετάρτῃ, ὁ πυρετὸς ὑπέστρεψεν· κώφωσις πάλιν· ποδῶν ὀδύνη παρέμεινεν· παρακοπή. Εἰκοστῇ ἑβδόμῃ, ἵδρωσε πολλῷ· ἄπυρος· ἡ κώφωσις ἐξέλιπεν· ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη· τὰ δ' ἄλλα τελέως ἐκρίθη. ϠΟΚΖΥ.
[17.8]
Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας, πυρετὸς ὀξὺς ἔλαβεν· πλευροῦ ὀδύνη δεξιοῦ ξυνεχής· ἔβησσε ξηρὰ, οὐδ' ἔπτυε τὰς πρώτας· διψώδης· ἄγρυπνος· οὖρα εὔχροα, πουλλὰ, λεπτά. Ἕκτῃ, παράληρος· πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. Ἑβδόμῃ, ἐπιπόνως· ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. Ὀγδόῃ, ἀγκῶνα ἔταμον· ἐῤῥύη πολλὸν, οἷον ἔδει· ξυνέδωκαν μὲν οἱ πόνοι· αἱ μέντοι βῆχες ξηραὶ παρείποντο. Ἑνδεκάτῃ, ξυνέδωκαν οἱ πυρετοί· σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν· αἱ βῆχες καὶ τὰ ἀπὸ πλεύμονος ὑγρότερα. Ἑπτακαιδεκάτῃ, ἤρξατο σμικρὰ πέπονα πτύειν· ἐκουφίσθη. Εἰκοστῇ, ἵδρωσεν· ἄπυρος· μετὰ δὲ κρίσιν, διψώδης τε ἦν, καὶ τῶν ἀπὸ πλεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. Εἰκοστῇ ἑβδόμη, ὁ πυρετὸς ὑπέστρεψεν· ἔβησσεν, ἀνῆγε πέπονα, πουλλά· οὔροισιν ὑπόστασις πολλὴ, λευκή· ἄδιψος ἐγένετο· εὔπνοος. Τριακοστῇ τετάρτῃ, ἵδρωσε δι' ὅλου· ἄπυρος· ἐκρίθη πάντα. ϠΠΔΛΔΥ.
[17.9]
Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιπόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη· ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. Πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἔμετοι τὸ κατ' ἀρχὰς πολλῶν χολωδέων· διψώδης· πολλὴ δυσφορίη· οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μὲν, ὁτὲ δ' οὔ· νύκτα ἐπιπόνως· πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, κώφωσις· οἱ πυρετοὶ ἐξέτεινον· οὖρα διὰ τῶν αὐτῶν. Εἰκοστῇ, πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. Τεσσαρακοστῇ, διὰ ῥινῶν ᾑμοῤῥάγησε πουλὺ, καὶ κατενόει μᾶλλον· ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δέ· οἱ πυρετοὶ ξυνέδωκαν· ᾑμοῤῥάγει τὰς ἑπομένας, πυκνὰ καὶ κατ' ὀλίγον. Περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο· ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ, καὶ οἱ πυρετοὶ ἐπέτεινον. Οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, πόνοι τῶν κάτω πάντων· ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους καὶ τὴν κώφωσιν πουλλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. Ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν· οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. Περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου· τῶν δὲ ἄλλων ῥᾳστώνη. Τὸ δὲ ξύνολον, οἵ τε πυρετοὶ ἐξέλιπον, καὶ ἡ κώφωσις ἐπαύσατο. Ἐν ἑκατοστῇ εἰκοστῇ, τελέως ἐκρίθη. Καῦσος, ϠΧΔΡΚΥ.
[17.10]
Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ ποτῶν πῦρ ἔλαβεν. Ἀρχόμενος δὲ ἦν ἀσώδης, καὶ καρδιαλγικός· διψώδης· γλῶσσα ἐπεκαύθη· οὖρα λεπτὰ, μέλανα. Δευτέρῃ, ὁ πυρετὸς παρωξύνθη· φρικώδης· ἀσώδης· οὐδὲν ἐκοιμήθη· ἤμεσε χολώδεα, ξανθά· οὖρα ὅμοια· νύκτα δι' ἡσυχίης· ὕπνωσεν. Τρίτῃ, ὑφῆκε πάντα· ῥᾳστώνη δὲ ἦν· περὶ ἡλίου δυσμὰς πάλιν ὑπεδυσφόρει· νύκτα ἐπιπόνως. Τετάρτῃ, ῥῖγος· πυρετὸς πουλύς· πόνοι πάντων· οὖρα λεπτὰ, ἐναιώρημα· νύκτα πάλιν δι' ἡσυχίης. Πέμπτῃ, ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. Ἕκτῃ, τῶν αὐτῶν πόνοι πάντων· οὔροισιν ἐναιώρημα· παρέκρουσε πολλά. Ἑβδόμῃ, ῥᾳστώνη. Ὀγδόῃ, τὰ ἄλλα ξυνέδωκε πάντα. Δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. Εἰκοστῇ, οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον οὐ καθίστατο· ἵδρωσε πολλῷ· ἔδοξεν ἄπυρος γενέσθαι· δείλης δὲ πάλιν ἐθερμάνθη, καὶ οἱ αὐτοὶ πόνοι· φρίκη· δίψα· σμικρὰ παρέκρουσεν. Εἰκοστῇ τετάρτῃ, οὔρησε πουλὺ λευκὸν, πουλλὴν ὑπόστασιν ἔχον· ἵδρωσε πολλῷ θερμῷ δι' ὅλου· ἄπυρος· ἐκρίθη. ϠΧΔΙΚΔΥ.
[17.11]
Ἐν Θάσῳ γυνὴ δυσήνιος, ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος, καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾬκει δὲ πλησίον τοῦ Πυλάδου, ἐπὶ τοῦ λείου. Τῇ πρώτῃ, ἀρχομένης νυκτὸς, φόβοι, λόγοι πουλλοὶ, δυσθυμίη, πυρέτιον λεπτόν· πρωῒ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. Δευτέρῃ, διὰ τῶν αὐτῶν· οὐδὲν ἐκοιμᾶτο· πυρετὸς ὀξύτερος. Τρίτῃ, οἱ μὲν σπασμοὶ ἀπέλιπον· κῶμα δὲ, καὶ καταφορὴ, καὶ πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά· πυρετὸς ὀξύς· ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ δι' ὅλου· ἄπυρος· ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. Περὶ δὲ τὴν τρίτην ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα δὲ ἐπὶ πουλὺ στρογγύλον, οὐχ ἵδρυτο· περὶ δὲ κρίσιν γυναικεῖα πουλλὰ κατέβη.
[17.12]
Ἐν Λαρίσσῃ παρθένον πυρετὸς ἔλαβε, καυσώδης, ὀξύς· ἄγρυπνος· διψώδης· γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχροα μὲν, λεπτὰ δέ. Δευτέρῃ, ἐπιπόνως· οὐχ ὕπνωσεν. Τρίτῃ, πουλλὰ διῆλθεν ἀπὸ κοιλίης, ὑδατόχλοα, καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. Τετάρτῃ, οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο· παρέκρουσεν ἐς νύκτα. Ἕκτῃ, διὰ ῥινῶν λαῦρον ἐῤῥύη πουλύ· φρίξασα, ἵδρωσε πολλῷ θερμῷ δι' ὅλου· ἄπυρος· ἐκρίθη. Ἐν δὲ τοῖσι πυρετοῖσι, καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη τότε πρῶτον· παρθένος γὰρ ἦν. Ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης· ἔρευθος προσώπου· ὀμμάτων ὀδύνη· καρηβαρική. Ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ' ἐκρίθη. Οἱ πόνοι ἐν ἀρτίῃσιν.
[17.13]
Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πουλύν. Ἦν δὲ μεγαλόσπλαγχνος, καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πουλὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο· φυσώδης· χροιῆς τῆς ὑπολεύκου. Φαγὼν δὲ, καὶ πιὼν ἀκαιρότερον βόειον, ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη· γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι τε οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν· πουλὺ δίψος· κωματώδης· ὑποχονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ· ἄκρεα πάντοθεν ὑπόψυχρα· σμικρὰ παρέλεγεν· λήθη πάντων, ὅ τι λέγοι· παρεφέρετο. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ' ἧς ῥιγώσας ἀπεθερμάνθη καὶ κατεκλίθη, ἐξεμάνη· βοὴ, ταραχὴ, λόγοι πολλοὶ, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθεν· μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι, χολώδεσιν, ἀκρήτοισι, ὠμοῖσιν· οὖρα μέλανα, σμικρὰ, λεπτά· πουλλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα διδόναι. Περὶ δὲ εἰκοστὴν τετάρτην, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν· σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη, πάλιν δὲ ταχὺ παρενόει· ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. Περὶ δὲ τριηκοστὴν, πυρετὸς ὀξύς· διαχωρήματα πουλλὰ, λεπτά· παράληρος· ἄκρεα ψυχρά· ἄφωνος. Τριηκοστῇ τετάρτῃ, ἀπέθανεν. Τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης· οὖρα λεπτὰ, μέλανα· κωματώδης· ἄγρυπνος· ἄκρεα ψυχρά· παράληρος διὰ τέλεος. Φρενιτικός.
[17.14]
Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμους, καὶ δυστοκησάσῃ, καὶ οὐ πάνυ καθαρθείσῃ, τὸ μὲν πρῶτον ἐπῆλθε πυρετὸς φρικώδης, ὀξύς· κεφαλῆς καὶ τραχήλου βάρος μετ' ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχροα· διψώδης, ἀσώδης τὸ πουλύ· κοιλίη πεπλανημένως, ταραχώδης, καὶ πάλιν ξυνισταμένη. Ἕκτῃ, ἐς νύκτα πουλλὰ παρέλεγεν· οὐδὲν ἐκοιμήθη. Περὶ δὲ ἑνδεκάτην ἐοῦσα, ἐξεμάνη, καὶ πάλιν κατενόει· οὖρα μέλανα, λεπτὰ, καὶ πάλιν διαλείποντα, ἐλαιώδεα· καὶ κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσιν. Τεσσαρεσκαιδεκάτῃ, σπασμοὶ πουλλοί· ἄκρεα ψυχρά· οὐδὲν ἔτι κατενόει· οὖρα ἐπέστη. Ἑκκαιδεκάτῃ, ἄφωνος. Ἑπτακαιδεκάτῃ, ἀπέθανεν. Φρενῖτις. ϠΜΤΙΖΘ.
[17.15]
Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν. Ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος αἰεί· σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει· δάκρυα, καὶ πάλιν γέλως· οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμοὶ, οὐδὲν διῄει· σμικρὰ, ὑπομιμνησκόντων, ἔπινεν· οὖρα λεπτὰ, σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. Ἐνάτῃ, πολλὰ παρέλεγε, καὶ πάλιν ἱδρύνθη· σιγῶσα. Τεσσαρεσκαιδεκάτῃ, πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. Ἑπτακαιδεκάτῃ, ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα· ἔπειτα αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ ξυνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. Εἰκοστῇ, λόγοι πουλλοὶ, καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. Εἰκοστῇ πρώτῃ, ἀπέθανεν. Ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πουλλοὶ, ἢ σιγῶσα διὰ τέλεος. Φρενῖτις.
[17.16]
Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ ποτῶν καὶ ἀφροδισίων πολλῶν πουλὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν, καὶ ἄγρυπνος, καὶ ἄδιψος. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε ξὺν περιῤῥόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, ἄχροα· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς, διὰ τέλεος ξυνεχής· οὔρησεν ἐλαιῶδες. Δεκάτῃ, παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός τε καὶ ἥσυχος· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρήματα ἢ πολλὰ, λεπτὰ, ἢ χολώδεα, λιπαρά. Τεσσαρεσκαιδεκάτῃ, πάντα παρωξύνθη· παρεκρούσθη, πολλὰ παρέλεγεν. Εἰκοστῇ, ἐξεμάνη· βληστρισμός· οὐδὲν οὔρει· σμικρὰ ποτὰ κατείχετο. Τῇ εἰκοστῇ τετάρτῃ, ἀπέθανεν. Φρενῖτις.