5237 463 0 0 6 0 V-IV a. C. Medicina Hippocrates II De morbis popularibus (= Epidemiae) Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 0

Hippocrates - De morbis popularibus (= Epidemiae) II

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

[1]

ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

[1]    Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λαύρῳ δι' ὅλου· ἐγένετο δὲ μᾶλλον νότῳ, καὶ ὑπεγίνοντο μὲν ἐν τῷ δέρματι ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον.

[2]    Ἐν καύμασιν ἀνυδρίης, οἱ πυρετοὶ, ἀνίδρωτες τὰ πλεῖστα· ἐν τουτέοισι δὲ, ἢν ἐπιψεκάσῃ, ἱδρωτικώτεροι γίνονται κατ' ἀρχάς· ταῦτα δυσκριτώτερα μὲν, ἢ ἄλλως· ἀτὰρ ἧσσον, εἰ μὴ εἴη διὰ ταῦτα, ἀλλὰ διὰ τῆς νούσου τὸν τρόπον. Οἱ καῦσοι ἐν τῇσι θερινῇσι μᾶλλον γίνονται, καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν, ἐπιξηραίνονται δὲ μᾶλλον θέρεος.

[3]    Φθινοπώρου μάλιστα τὸ θηριῶδες καὶ ἡ καρδιαλγία· καίτοι καὶ αὐτὴ ἧσσον κακουργοίη ἂν, ἢ αὐτέου τοῦ νοσήματος τοιούτου ἐόντος. Αἱ ἀσκαρίδες δείλης, ὁμοίως τουτέῳ, καὶ ἐκεῖναι τηνικαῦτα ὀχλέουσι τῆς ἡμέρης τὰ πλεῖστα, οὐ μόνον διὰ τὸ μᾶλλον πονέειν, καὶ αὐταὶ διὰ σφᾶς ἑωυτάς.

[4]    Ἐν φθινοπώρῳ ὀξύταται νοῦσοι καὶ θανατωδέσταται, τὸ ἐπίπαν· ὅμοιον τῷ δείλης παροξύνεσθαι, ὡς τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντος τῶν νούσων, οἵην ἡ ἡμέρη τῆς νούσου· οἷον τὸ δείλης παροξύνεσθαι, τοιοῦτον τῆς νούσου καὶ ἑκάστης καταστάσιος πρὸς ἀλλήλας, ὅταν μή τι νεωτεροποιηθῇ ἐν τῷ ἄνω εἴδει· εἰ δὲ μὴ, ἄλλης ταῦτα καταστάσιος ἂν ἄρχοι, ὥστε καὶ τὸν ἐνιαυτὸν πρὸς ἑωυτὸν οὕτως ἔχειν.

[5]    Ἐν τοῖσι καθεστεῶσι καιροῖσι καὶ ὡραίως τὰ ὡραῖα ἀποδιδοῦσιν ἔτεσιν, εὐσταθέες καὶ εὐκρινέσταται αἱ νοῦσοι, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι· ἐν γοῦν Περίνθῳ, ὅταν τι ἐκλίπῃ ἢ πλεονάσῃ ἢ πνευμάτων, ἢ μὴ πνευμάτων, ἢ ὑδάτων, ἢ αὐχμῶν, ἢ καυμάτων, ἢ ψύξεων. Τὸ δὲ ἔαρ τὸ ἐπίπαν ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.

[6]    Πρὸς τὰς ἀρχὰς σκεπτέον τῶν νούσων, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόσει· τὰς δὲ ἐπιδόσιας, τῇσι περιόδοισιν· καὶ αἱ κρίσιες ἐντεῦθεν δῆλοι, καὶ τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν, εἰ πρωϊαίτερον ἢ οὒ, καὶ εἰ πλείονα χρόνον ἢ οὒ, καὶ εἰ μᾶλλον, ἢ οὔ. Πάντων δὲ τῶν ξυνεχέων ἢ διαλειπόντων [χρονίων], καὶ τρωμάτων, καὶ πτυέλων ὀδυνωδέων, καὶ φυμάτων φλεγμοναὶ, καὶ ὅσα ἄλλα ἐπιφαίνεται ὕστερον, ἴσως δὲ καὶ ἄλλων πρηγμάτων κοινῶν, τὰ μὲν θᾶσσον, βραχύτερα, τὰ δὲ βραδύτερον, μακρότερα· καὶ ἐν περιόδοισι τὸ ἐπὶ πρωϊαίτερον, καὶ ἄλλης ἐπιδόσιος ἀπαυδώσης τῆς νούσου· καὶ γὰρ τῶν παραχρῆμα ἀπολλυμένων, ταχύτεραι αἱ κρίσιες, ὅτι ταχέες οἱ πόνοι, καὶ ξυνεχέες καὶ ἰσχυροί. Τὰ δὲ κρίνοντα ἐπὶ τὸ βέλτιον, μὴ αὐτίκα ἐπιφαινέσθω. Τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. Τὰ προκρινόμενα, ἢν ὅμως κριθῇ, ὑποστροφαί· ἢν δὲ μὴ, ἀκρησίαι· γένοιτο δ' ἂν καὶ ὀλέθρια, τὰ μὴ σμικρά. Ὅσα κρίσιμα σημεῖα γινόμενα, τὰ αὐτὰ ταῦτα γινόμενα δύσκριτα· τὰ ἐναντία δὲ σημαίνοντα, κακὸν, οὐ μόνον ἢν παλινδρομέῃ, ἀλλὰ καὶ τῆς ἀρχαίης φύσιος τὰ ἐναντία ῥέποντα, ὥσπερ καὶ τῶν κακῶν σημείων τὰ ἐπὶ τὰ ἐναντία ῥέποντα. Θεωρεῖν δὲ οὕτω δεῖ· [μεταβολαὶ] χρωμάτων, συμπτώσιες φλεβῶν, ὄγκοι ὑποχονδρίων, ἀναῤῥοπίαι, καταῤῥοπίαι· πολλὰ δὲ καὶ τῶν τοιούτων, οἷον ἀποφθειρουσέων οἱ τιτθοὶ προσισχναίνονται· οὐδὲ γὰρ ἐναντίον οὐδὲ βῆχες χρόνιαι, ὅτι, ὄρχιος οἰδήσαντος παύονται· ὄρχις οἰδήσας ἀπὸ βηχέων, ὑπόμνημα κοινωνίης στηθέων, μαζῶν, γονῆς, φωνῆς.

[7]    Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ τόνων, ἢ δι' ὀστέων, ἢ νεύρων, ἢ δέρματος, ἢ ἐκτροπέων ἑτέρων· χρησταὶ δὲ, αἱ κάτω τῆς νούσου, οἷον κιρσοὶ, ὀσφύος βάρεα, ἐκ τῶν ἄνω· ἄρισται δὲ μάλιστα, αἱ κάτω, καὶ αἱ κατωτάτω κοιλίης, καὶ προσωτάτω ἀπὸ τῆς νούσου, καὶ αἱ κατ' ἔκρουν, οἷον αἷμα ἐκ ῥινέων, πῦον ἐξ ὠτὸς, πτύαλον, οὖρον, κατ' ἔκρουν. Οἷσι μὴ ταῦτα, ἀποστάσιες, οἷον ὀδόντες, ὀφθαλμοὶ, ῥὶς, ἱδρώς. Ἀτὰρ καὶ τὰ ὑπὸ δέρμα ἀφιστάμενα ἐς τὸ ἔξω φύματα, οἷον ταγγαὶ, καὶ τὰ ἐκπυοῦντα, οἷον ἕλκος, καὶ τὰ τοιαῦτα ἐξανθήματα, ἢ λόποι, ἢ μάδησις τριχῶν, ἀλφοὶ, λέπραι, ἢ τὰ τοιαῦτα ὅσα ἀποστάσιες μέν εἰσιν ἀθρόως ῥέψασαι, καὶ μὴ ἡμιῤῥόπως, καὶ ὅσα ἄλλα εἴρηται· καὶ ἢν μὴ ἀναξίως τῆς περιβολῆς τῆς νούσου, οἷον τῇ Τημένεω ἀδελφιδῇ ἐκ νούσου ἰσχυρῆς ἐς δάκτυλον ἀπεστήριξεν, οὐχ ἱκανὸν δέξασθαι τὴν νοῦσον, ἐπαλινδρόμησεν, ἀπέθανεν. Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ διὰ κοιλίης, ἢ διὰ νεύρων, ἢ διὰ δέρματος, ἢ κατὰ ὀστέα, ἢ κατὰ τὸν νωτιαῖον, ἢ κατὰ τὰς ἄλλας ἐκροὰς, στόμα, αἰδοῖον, ὦτα, ῥῖνας. Ἐξ ὑστέρης, ὀκταμήνῳ τὰ τῶν κρίσεων, τῇ ὑστεραίῃ ὡς ἂν ἐς τὴν ὀσφὺν, ἢ ἐς τὸν μηρόν. Καὶ ἐς ὄρχιας ἔστιν ὅτε ἐκ βηχέων, καὶ ὄρχις αὐτὸς ἐφ' ἑωυτοῦ. Βηχώδεες ἀποστάσιες, αἱ μὲν ἀνωτέρω τῆς κοιλίης, οὐχ ὁμοίως τελέως ῥύονται. Αἱμοῤῥαγίαι λαῦροι ἐκ ῥινῶν ῥύονται πολλὰ, οἷον τὸ Ἡραγόρεω· οὐκ ἐγίνωσκον οἱ ἰητροί.

[8]    Τὰς φωνὰς οἱ τρηχέας φύσει ἔχοντες, καὶ αἱ γλῶσσαι ὑποτρηχέες, καὶ ὅσαι τραχύτητες ὑπὸ νούσων ὁσαύτως· αἱ οὖν ἐοῦσαι σκληραὶ τῇ φύσει, καὶ ἄνοσοι τοῦτ' ἔχουσιν· αἱ δὲ μαλθακαὶ, καὶ βραδύτεραι ἐς ἁμαρτωλίην ἢ χρηστόν. Ἡ ἀρχαίη φύσις· σκεπτέον καὶ τὰ ἀπὸ τῶν διαιτέων τὰ μακροκέφαλα, καὶ μακραύχενα ἀπὸ τῶν ἐπικυψίων· καὶ τῶν φλεβῶν ἡ εὐρύτης καὶ παχύτης ἀπὸ τοῦ αὐτοῦ, καὶ στενότητες, καὶ βραχύτητες, καὶ λεπτότητες, ἀπὸ τῶν ἐναντίων· ὧν αἱ φλέβες εὐρεῖαι, καὶ αἱ κοιλίαι, καὶ τὰ ὀστέα εὐρέα· εἰσὶ δὲ οὗτοι οἱ λεπτοὶ, οἱ δὲ πίονες τἀναντία τουτέων· καὶ ἐν τοῖσι λιμαγχικοῖσιν αἱ μετριότητες ἀπὸ τουτέων σκεπτέαι. Αἱ προαυξήσιες ἑκάστῳ ἃ μειοῦσι, καὶ αἱ μειώσιες ἃ προαυξοῦσι, καὶ τῇσι προαυξήσεσιν, ὁποῖα συμπροαύξεται, καὶ ὁποῖα συγκρατύνεται, καὶ διασφάξιες ποῖαι κοιναὶ τῶν φλεβῶν.

[9]    Αἱ τῶν ἤτρων ῥήξιες, αἱ μὲν περὶ ἥβην τὰ πλεῖστα ἀσινέες τοπαραυτίκα, αἱ δὲ σμικρὸν ἄνωθεν τοῦ ὀμφαλοῦ ἐν δεξιᾷ, ὀδυνώδεες αὗται καὶ ἀσώδεες, καὶ κοπριήμετοι, οἷον καὶ τὸ Πιττακοῦ· γίνονται δὲ αὗται ἢ ἀπὸ πληγῆς, ἢ σπάσιος, ἢ ἐμπηδήσιος ἑτέρου.

[10]    Οἷσι τὸ μεταξὺ τοῦ ἤτρου καὶ τοῦ δέρματας ἐμφυσᾶται, καὶ οὐ καθίσταται. Τὸ τῶν χροιῶν, οἷον τὸ πουλύχλωρον, τό τε ἐκ λευκοχρόου, ὅτι ἀπὸ τοῦ ἥπατος πᾶν τὸ τοιοῦτον, καὶ ἀπὸ τουτέου ἡπατικὰ νουσήματα, ἐν τουτέοισι καὶ ἴκτεροι οἱ ἀπὸ τοῦ ἥπατος, ἐς τὸ ὑπόλευκον, καὶ οἱ ὑδαταινόμενοι, καὶ οἱ λευκοφλέγματοι· οἱ δὲ ἀπὸ σπληνὸς, μελάντεροι, καὶ [οἱ] ὕδρωπες, καὶ οἱ ἴκτεροι· καὶ αἱ δυσελκίαι τῶν ἐκλεύκων, τῶν ὑποφακωδέων, καὶ τὸ δέρμα καταῤῥήγνυται, καὶ τὰ χείλεα, οἷος Ἀντίλοχος καὶ Ἀλεύας· τὸ ἀπὸ τῶν χυμῶν τῶν ἐκ τοῦ σώματος τοῦ ἁλμώδεος· ὅτι ὑπὸ τὸ δέρμα μάλιστα καὶ ἀπὸ τῆς κεφαλῆς, ὅταν ἀπὸ τοῦ πλεύμονος διαθερμαίνηται.

[11]    Τὰς ἀφορμὰς, ὁπόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ. Σημεῖον δὲ, ἐφ' οἷσιν ὀδόντες, καὶ ἐφ' οἷσι βουβῶνες. Τὰ γενόμενα ἕλκεα, κρίνοντα πυρετοὺς, καὶ φύματα· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται ὑποστροφαὶ καὶ τάχισται.

[12]    Τὰ ὠμὰ διαχωρήματα καὶ ὑγρὰ κέγχρος στερεὸς ἐν ἐλαίῳ ἑφθὸς ἵστησιν, οἷον τὸ ναυτοπαίδιον, καὶ ἡ μυριοχαύνη.

[2]

ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[1]    Γυνὴ ἐκαρδιάλγει, καὶ οὐδὲν καθίστατο· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα, καὶ μονοσιτίη ἤρκεσε, καὶ οὐκ ἀνήμεεν, οἷα τὰ Χαρίωνος.

[2]    Αἱ μεταβολαὶ ὠφελέουσιν, ἢν μὴ ἐς πονηρὰ μεταβάλλῃ, οἷον ἀπὸ φαρμάκων ἐμέουσι πυρετῶν ἕνεκα· αἱ ἐς ἀκρητέστερα τελευταὶ σῆψιν σημαίνουσιν, οἷον Δεξίππῳ.

[3]    Ἡ Σεράπις ἐξ ὑγρῆς κοιλίης ᾤδησεν· κνησμοὶ δ' οὐκ οἶδα ποσταίῃ, οὐ πρόσω· ἔσχε δέ τι καὶ ἀπόστημα ἐν κενεῶνι, ὅπερ μελανθὲν ἀπέκτεινεν.

[4]    Καὶ ἡ Στομάργεω ἐκ ταραχῆς ὀλιγημέρου πολλὰ νοσήσασα, καὶ μετὰ στάσιν παιδίου θήλεος ἀπὸ φθορῆς τετραμήνου ὑγιήνασα, ᾤδησεν.

[5]    Μόσχῳ λιθιῶντι ἰσχυρῶς, ἐπὶ τῷ βλεφάρῳ τῷ ἄνω κριθὴ ἐγένετο πρὸς τοῦ ὠτὸς μᾶλλον, ἔπειτα ἐξηλκώθη ἔσω· πέμπτῃ καὶ ἕκτῃ ἔσωθεν πῦον ἐῤῥάγη· τὰ κάτωθεν ἔλυσεν· βουβὼν παρ' οὖς ἦν, καὶ κάτω ἐπὶ τῷ τραχήλῳ κατ' ἴξιν τοῦ ἄνω βουβῶνος.

[6]    Ὁ τῆς Ἀρισταίου γυναικὸς ἀδελφὸς χλιαινόμενος ἐταλαιπώρει ὁδῷ, κἄπειτα ἐν κνήμῃ τέρμινθοι ἐγένοντο· ἔπειτα συνεχὴς πυρετὸς ἐγένετο, καὶ τῇ ὑστεραίῃ ἱδρὼς ἐγένετο, καὶ τὰς ἄλλας τὰς ἀρτίους ἐγένετο αἰεί. Ἔτι δὲ ὁ πυρετὸς εἶχεν· ἦν δὲ ὑπόσπληνος, ᾑμοῤῥάγει ἐξ ἀριστεροῦ πυκνὰ κατ' ὀλίγον, ἐκρίθη. Τῇ ὑστεραίῃ, ἀριστερὸν παρ' οὖς οἴδημα· τῇ δὲ ὑστεραίῃ, καὶ παρὰ δεξιὸν, ἧσσον δὲ τοῦτο· καὶ συνελειαίνετο ταῦτα, καὶ ἐμωλύνθη, καὶ οὐκ ἀπεπύησεν.

[7]    Ὁ παρ' Ἀλκιβιάδεω ἐλθὼν, ἐκ πυρετῶν ὀλίγων πρὸ κρίσιος ὄρχις ἀριστερὸς ᾤδησεν· ἦν δὲ σπλῆνα μέγαν ἔχων· καὶ δὴ τότε ἐκρίθη ὁ πυρετὸς, εἰκοσταῖος· κἄπειτα ὑπεχλιαίνετο ἄλλοτε καὶ ἄλλοτε, καὶ ἔπτυεν ὑπάνθηρον.

[8]    ᾟ ἡ χεὶρ ἡ δεξιὴ, σκέλος δὲ ἀριστερὸν ἐκ τῶν βηχωδέων, βραχὺ οὐκ ἄξιον λόγου βηξάσῃ, παρελύθη παραπληγικῶς, ἄλλο δὲ οὐδὲν ἠλλοιώθη, οὔτε πρόσωπον, οὔτε γνώμην, οὐ μὴν ἰσχυρῶς ταῦτα· ἐπὶ τὸ βέλτιον ἤρξατο χωρέειν περὶ εἰκοστὴν ἡμέρην· σχεδὸν ἐγένετό οἱ περὶ γυναικείων κατάῤῥηξιν, καὶ ἴσως τότε πρῶτα γινόμενα, παρθένος γὰρ ἦν.

[9]    Ἀπήμαντος καὶ ὁ τοῦ τέκτονος πατὴρ τοῦ τὴν κεφαλὴν κατεαγέντος καὶ Νικόστρατος οὐκ ἐξέβησσον· ἦν δὲ ἑτέρωθι κατὰ νεφροὺς ἀλγήματα· ἐρωτήματα· ἤρεον γὰρ αὐτοὺς ἀεὶ πληροῦσθαι ποτοῦ καὶ σίτου.

[10]    Ὀδύνας τὰς ἰσχυροτάτας, ὅτῳ τρόπῳ διαγνοίη ἄν τις ἰδών· ὁ φόβος, αἱ εὐφορίαι, αἱ ἐμπειρίαι, καὶ αἱ δειλίαι.

[11]    Ὕδωρ τὸ ταχέως θερμαινόμενον, καὶ ταχέως ψυχόμενον, αἰεὶ κουφότερον. Τὰ βρώματα καὶ τὰ πόματα πείρης δεῖ, εἰ ἐπὶ τὸ ἴσον μένει.

[12]    Ῥητέον, ὅτι, αἵματος ῥυέντος, ἐκχλοιοῦνται, καὶ ὅσα ἄλλα τοιαῦτα, ὅτι πρὸς τὸ ὑγραίνειν, καὶ ξηραίνειν, καὶ θερμαίνειν, καὶ ψύχειν, πολλὰ ἄν τις τοιαῦτα εὕροι.

[13]    Τὸ ἑξηκονθήμερον ἀπόφθαρμα ἄρσεν τόκων ἐν ἐπισχέσεσιν, ὑγιηρόν.

[14]    Ἡρακλεῖ ὤδει ἐπὶ τοῦ κακοῦ ὀγδοαίῳ.

[15]    Δυσεντεριώδης μᾶλλον, ὅστις ἄρα καὶ τεινεσμώδης.

[16]    Θηλάζουσα εἶτα ἐκθύματα ἀνὰ τὸ σῶμα πάντη εἶχεν, ἐπεὶ ἐπαύσατο θηλάζουσα, κατέστη θέρεος.

[17]    Τῇ τοῦ σκυτέως, ὃς τὰ σκύτινα ἐποίησε, τεκούσῃ καὶ ἀπολυθείσῃ τελέως, ἐδόκει τοῦ μὲν χορίου τι τὸ ὑμενοειδὲς ἀπέχειν, ἀπῆλθε τεταρταίῃ κακῶς· στραγγουριώδης γὰρ ἐγένετο· αὐτίκα συλλαμβάνουσα ἔτεκεν ἄρσεν· πολλὰ δὲ ἔτεα ἤδη εἶχε, τὰ ὕστατα οὐδ' ἐπιμήνια ᾔει· ὅτε δὲ τέκοι, διέλειπεν ἐπ' ὀλίγον ἡ στραγγουρίη.

[18]    Ἰσχίον δέ τις ἤλγει, πρὶν ἴσχειν· ἐπεὶ δὲ ἔσχεν, οὐκ ἔτι ἤλγει. Ἐπεὶ δὲ ἔτεκεν, εἰκοσταίη ἐοῦσα, αὖθις ἤλγησεν· ἔτεκεν οὖν ἄρσεν· ἐν γαστρὶ ἐχούσῃ, ἐν κνήμῃ κάτω δεξιῇ, ἢ τρίτῳ ἢ τετάρτῳ μηνὶ, ἐξανθήματα, πρὸς ἃ τῇ μάννῃ χρώμεθα, καὶ ἐν χειρὶ δεξιῇ παρὰ μέγαν δάκτυλον· οὐκ οἶδ' ὅ τι ἔτεκε, κατέλιπον γὰρ ἑξάμηνον· ᾤκει δὲ, ὡς ἐγὼ οἶμαι, τὰ Ἀρχελάου πρὸς τῷ κρημνῷ.

[19]    Ἡ Ἀντιγένεος, ἡ τῶν περὶ Νικόμαχον, ἔτεκε παιδίον, σαρκῶδες μὲν, ἔχον δὲ τὰ μέγιστα διακεκριμένα, μέγεθος δὲ ὡς τετραδάκτυλον, ἀνόστεον, ὕστερον δὲ παχὺ καὶ στρογγύλον· αὕτη δὲ ἀσθματώδης ἐγένετο πρὸ τοῦ τόκου· ἔπειτα ἅμα τῷ τόκῳ πῦον ἀνήμεσεν ὀλίγον, οἷον ἐκ δοθιῆνος.

[20]    Θυγατέρας τεκούσης διδύμους καὶ δυστοκησάσης καὶ οὐ πάνυ καθαρθείσης, ἐξῴδησεν ὅλη· ἔπειτα ἡ γαστὴρ μεγάλη ἐγένετο, τὰ δ' ἄλλα ἐταπεινώθη· καὶ ἐρυθρὰ ᾔει μέχρι τοῦ ἕκτου μηνὸς, ἔπειτα λευκὰ κάρτα πάντα ἤδη τὸν χρόνον· πρὸς δὲ τἀφροδίσια οἱ ῥόοι ἔβλαπτον, καὶ οἱ ἄκρητα ἐρυθρὰ ἱκνευμένως ᾔει.

[21]    Τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη γενομένη, πρόσθεν μηδέποτε γενομένη, σημεῖον χρηστὸν, οἷον Δημαινέτῃ ἐγένετο· ἴσως δ' ἐστὶ καὶ τεχνήσασθαι· καὶ γὰρ αἱ ταραχαὶ αἱ τοιαῦται ἀλλοιοῦσιν· ἴσως δὲ καὶ ὀξυρεγμίαι λειεντερίην λύουσιν.

[22]    Ἰήθη ἐλλεβόρου πόσει Λυκίη· τὰ ὕστατα σπλὴν μέγας, καὶ ὀδύναι, καὶ πυρετὸς, καὶ ἐς ὦμον ὀδύναι· καὶ ἡ φλὲψ, ἡ κατὰ σπλῆνα, ἐπ' ἀγκῶνι ἐτέτατο· καὶ ἔσφυζε μὲν πολλάκις, ἔστι δ' ὅτε καὶ [οὔ·] οὐκ ἐτμήθη, ἀλλ' ἅμα ἱδρῶτι διῆλθεν, ἢ αὐτόματον· ἐξ οὗ, διιόντων, ὁ σπλὴν, τὰ δεξιὰ ἐνετείνετο, πνεῦμα ἐνεδιπλασιάζετο, οὐ μὴν μέγα· παρεφέρετο, περιεστέλλετο· φῦσα ἐνεοῦσα· οὐ διῄει κάτω οὐδὲν, οὐδὲ οὔρει· ἀπέθανε πρὸ τοῦ τόκου.

[23]    Τὰ ἀμφὶ φάρυγγα, ἑτερόῤῥοπα, ὁρμήσαντα, οὐκ ἐφηλκώθη, ἐπὶ τὰ ἀριστερὰ μετῆλθεν, ἐς σπλῆνα ὀδύνη ἦλθεν ἀκρίτως. Ἱέρωνι ἐκρίθη πεντεκαιδεκαταίῳ. Τῇ Κῴου ἀδελφεῇ ἧπαρ ἐπήρθη σπληνικὸν τρόπον, ἀπέθανε δευτεραίη. Βίων ἅμα οὔρει τε ὑπέρπουλυ ἀνυπόστατον, καὶ αἷμα ἐξ ἀριστεροῦ· ἦν γὰρ καὶ ὁ σπλὴν κυρτὸς καὶ σκληρὸς, καὶ ἄνω· περιεγένετο· ὑποστροφή.

[24]    Ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τάδε· τοῦ τραχήλου οἱ σπόνδυλοι ἔσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δ' ἐπ' ἔλασσον· καὶ ἔξωθεν ἦν δῆλος ἔγκοιλον ἔχων ὁ τράχηλος· καὶ ἤλγεε ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν· ἔστι δ' οἷσι καὶ πάνυ περιφερὲς, μέζονι περιφερείῃ. Εἰ μὴ ξὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ. Τὰ ὑπὸ γνάθους ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα· οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ γλῶσσαν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μέζων τε αὐτέοισιν ἐδόκεεν εἶναι, καὶ προπετεστέρη· καὶ ὑπὸ γλώσσῃ φλέβες ἐμφανέες. Καταπίνειν οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλ' ἐς τὰς ῥῖνας ἔφευγεν, εἰ πάνυ ἐβίαζον· καὶ διὰ τῶν ῥινῶν διελέγοντο. Πνεῦμα δὲ τουτέοισιν οὐ πάνυ μετέωρον. Ἔστι δ' οἷσι φλέβες αἱ ἐν κροτάφοισι, καὶ ἐν κεφαλῇσι, καὶ ἐπ' αὐχένι ἐπηρμέναι. Βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τἄλλα μὴ πυρεταίνοιεν. Οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμέοιντο ἢ πτύαλον, ἢ ἄλλο τι· οὐδ' οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. Οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα, μήτε ἑτερόῤῥοπον, οὗτοι παραπληκτικοὶ οὐκ ἐγένοντο· ἀπολόμενον δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ οἶδα νῦν, περιεγένοντο. Ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει· τοῦτο δὲ, οἱ πλεῖστοι καὶ ἄπυροι· πουλλοὶ δὲ καὶ πάνυ ἐπὶ πουλὺν χρόνον ἔχοντές τι μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις, καὶ φωνὴ ἐνσημαίνουσα· κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. Οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι, ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τὰ δ' ἐπὶ θάτερα εἵλκοντο. Ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα, καὶ τῷ στόματι, καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. Αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ὑπὸ τοῦ κυναγχικοῦ. Οὗτοι καὶ πέπονα ἀναπτύοντες, καὶ βραχυμογέες ἦσαν· οἷσι δ' ἐς ὀρθὸν, καὶ ἀνέπτυον· οἷσι δὲ καὶ ξὺν πυρετῷ, οὗτοι πολλῷ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τουτέοισι μᾶλλον ἐπηρμέναι· καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ οἵτινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον.

[3]

ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[1]    Ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν. Ἐγεγόνει δὲ ὁ χειμὼν εὔδιος, νότιος· τὸ δὲ ἔαρ καὶ τὸ θέρος, πάνυ ἄνυδρον μέχρι πληϊάδων δύσιος· εἰ γάρ τι καὶ ἐγένετο, ἦν ὅσον ψεκάς· καὶ οἱ ἐτησίαι οὐ κάρτα ἔπνευσαν, καὶ οἱ πνεύσαντες διεσπασμένως. Τοῦ θέρεος καῦσοι ἐπεδήμησαν πολλοί· ἦσαν δὲ ἀνήμετοι· καὶ κοιλίαι ταραχώδεες, λεπτοῖσιν, ὑδατώδεσιν, ἀχόλοισιν, ἐπάφροισι πολλοῖσιν, ἴσχοντα ἔστιν ὅτε καὶ ὑπόστασιν τεθέντα, ἐξ οἵων δὴ καὶ ἐξαιθριαζόμενον τὸ εἴκελον ἰσατώδει διαχώρημα, διὰ παντὸς κακόν. Ἐν τουτέοισι πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνων τοιοῦτοι ἐγίνοντο· ὅτε δὲ ἐγερθεῖεν, κατενόουν πάντα. Πνεύματα μετέωρα, οὐ μὴν πάνυ· οὖρα λεπτὰ μὲν τοῖσι πλείστοισι, καὶ ὀλίγα, ἄλλως δὲ οὐκ ἄχροα. Αἱμοῤῥαγίαι ἐκ ῥινῶν οὐκ ἐγένοντο, εἰ μὴ ὀλίγοισιν, οὐδὲ παρ' ὦτα, εἰ μή τισι, περὶ ὧν ὕστερον γράψω. Οὐδὲ σπλῆνες ἐπῄροντο, οὐδὲ δεξιὸν ὑποχόνδριον οὐδ' ἐπώδυνον κάρτα, οὐδ' ἐντεταμένον ἰσχυρῶς· ἦν δέ τι ἐνσημαῖνον. Καὶ μάλιστα ἐκρίνετο πάντα τὰ πολλὰ περὶ τεσσαρεσκαίδεκα, ὀλίγα σὺν ἱδρῶτι, ὀλίγα σὺν ῥίγει, καὶ πάνυ ὀλίγοισιν ὑποστροφαὶ ἐγίνοντο. Ὑπὸ δὲ τὰς ψεκάδας τὰς γενομένας ἐν τῷ θέρει, ἐπεφαίνετο ἱδρώς· ἐν τοῖσι πυρετοῖσι καί τινες αὐτίκα ἱδρῶτες ἐπ' ἀρχῆς ἐγίνοντο, οὐ μὴν κακοήθως· καί τισιν ὑπὸ τοῦτον τὸν χρόνον ἐκρίθη ξὺν ἱδρῶτι. Ἐγένοντο δὲ ἐν τοῖσι θερινοῖσι πυρετοῖσι περὶ ἑβδόμην καὶ ὀγδόην καὶ ἐνάτην τρηχύσματα ἐν τῷ χρῶτι, κεγχρώδεα, τοῖσιν ὑπὸ κωνώπων μάλιστα εἴκελα ἀναδήγμασιν, οὐ πάνυ κνησμώδεα· ταῦτα δὲ διετέλει μέχρι κρίσιος· ἄρσενι δὲ οὐδενὶ εἶδον ταῦτα ἐξανθήσαντα· γυνὴ δὲ οὐδεμία ἀπέθανεν, ᾗ ταῦτα ἐγένετο. Ὅτε δὲ ταῦτα ἐγένετο, βαρυήκοοί τε ἦσαν καὶ κωματώδεες· πρόσθεν δὲ οὐ κάρτα ἦσαν κωματώδεες, ᾗσιν ἔμελλε ταῦτα ἔσεσθαι· οὐ μὴν τὸ σύμπαν διετέλεον· κωματώδεες δὲ καὶ ὑπνώδεες, τὸ θέρος καὶ μέχρι πληϊάδων δύσιος· ἔπειτα μὴν ἀγρυπνίαι μᾶλλον. Ἀτὰρ οὐδὲ τὸ σύμπαν ὑπὸ τῆς καταστάσιος ταύτης ἔθνησκον. Κοιλίην μὲν οὖν οὐκ ἐνεδέχετο οὐδ' ἐν τοῖσι γεύμασιν ἱστάναι, ἀλλὰ παρὰ λόγον ᾤετο ἄν τις ἰήσασθαι ξυμφέρειν, καίτοι ὑπέρπολλα ἔστιν οἷσι τὰ διιόντα ἦν. Τὸ ἐν ψύχει κεῖσθαι ἐπιβεβλημένον, ὡς ἕλκῃ μὲν τὸ ψυχρὸν, θάλπῃ δὲ τὸ τοιοῦτον εἶδος. Ἐκ προσαγωγῆς ἐστι μᾶλλον καὶ τὸ μηδὲν τῇ φύσει πάθος γίνεσθαι. Ἐφ' οἷσί τε καὶ ὁκοῖα τὰ σημεῖα, καὶ πλείω ἢ μείω γινόμενα, χάσμη, βὴξ, πταρμὸς, σκορδίνημα, ἔρευξις, φῦσα· πάντα τὰ τοιαῦτα διαφέρουσιν. ᾟσιν ἐν πυρετοῖσιν ἀσώδεσι, φρικώδεσιν, ἐρεύθονται πρόσωπα, κοπιώδεες, ὀμμάτων ὀδυνώδεες, καρηβαρίαι, παραπληγίαι· καὶ γυναικεῖα, ἢν ἐπιφαίνηται, μάλιστα δὲ ᾗσι πρῶτον, ἀτὰρ καὶ παρθένοισι καὶ γυναιξὶν ᾗσι διὰ χρόνου, ἀτὰρ καὶ ᾗσι μὴ ἐν ᾧ εἴθισται χρόνῳ, ἢ ὡς δεῖ, ἐπιφαίνονται, ἔπειτα ἔξωχροι γίνονται. Μέγα δ' ἐν ἅπασι, τὸ καὶ ἑξῆς, καὶ ἐν ᾧ χρόνῳ, καὶ ἐφ' οἷσιν. Τοῖσι πάνυ χολώδεσιν, ἐν πυρετοῖσι μάλιστα, ὅλως [οἷσιν] ἐπὶ σκέλεα ἡ κάθαρσις.

[2]    Φαρμάκων δὲ τρόπους ἴσμεν, ἐξ ὧν γίνεται ὁκοῖα ἄσσα· οὐ γὰρ πάντες ὁμοίως, ἀλλ' ἄλλοι ἄλλως εὖ κεῖνται· καὶ ἄλλα ὅσα πρωϊαίτερον ἢ ὀψιαίτερον ληφθέντα· καὶ οἱ διαχειρισμοὶ, οἷον ἢ ξηρᾶναι, ἢ κόψαι, ἢ ἑψῆσαι· καὶ τὰ τοιαῦτα ἐῶ τὰ πλεῖστα, καὶ ὁκόσα ἑκάστῳ, καὶ ἐφ' οἷσι νουσήμασι, καὶ ὁπότε τοῦ νουσήματος, ἡλικίην, εἴδεα, δίαιταν, ὁκοίη ὥρη ἔτεος, καὶ ἥτις καὶ ὁκοίως ἀγομένη, καὶ τὰ τοιαῦτα.

[3]    Ζωΐλῳ τῷ παρὰ τὸ τεῖχος, ἐκ βηχὸς πεπείρης, πυρετὸς ὀξὺς, καὶ προσώπου ἔρευθος, καὶ κοιλίη ἀπολελαμμένη, πλὴν πρὸς ἀνάγκην, πλευροῦ ὀδύνη ἀριστεροῦ, καὶ οὖς κατ' ἴξιν ὀδυνῶδες πάνυ, καὶ κεφαλὴ οὐ τοσούτῳ. Πτύων διὰ παντὸς ὑπόπυον ἐνόσει. Ἀλλὰ τὰ ἄλλα ἐκρίθη, καὶ κατὰ οὖς ἐῤῥάγη πῦον πουλὺ περὶ ὀγδόην ἢ ἐνάτην. Αἱ δ' ἀρχαὶ τῆς ἐνάτης, ὀδύνης τοῦ ὠτὸς τέλος, οὐκ οἶδ' ὅπως· ἄνευ ῥίγεος ἡ κρίσις, ἵδρωσε κεφαλὴν κάρτα.

[4]    Καὶ ὠτὸς Ἐμπεδοτίμῃ ξύγκαυσις, καὶ ἀριστεροῦ πλευροῦ ἄνω, ἅμα ὠτὶ, ὀδύνη, μάλιστα κατ' ὠμοπλάτην, ἀτὰρ καὶ ἔμπροσθεν. Πτύαλα πουλλὰ, κατ' ἀρχὰς πτυέντα ἀνθηρὰ, καὶ ἀμφὶ ἑβδόμην ἢ ὀγδόην ἐπὶ τὰ πέπονα. Κοιλίη ἑστήκει μέχρις ἀμφὶ ἐνάτην ἢ δεκάτην. Ἡ ὀδύνη ἀπέσβη, οἴδημα ἀνίει, καὶ ἱδρώτια ἐγένετο· οὐ μὴν ἔκρινεν· δῆλα δὲ ἦν καὶ ἄλλοισι καὶ τῇ ἐξόδῳ· περὶ γὰρ ἀρχομένην τὴν τοῦ ὠτὸς ὀδύνην καὶ ἡ γαστὴρ ἐπεταράχθη. Ἐῤῥάγη δὲ ἐκ τοῦ ὠτὸς ἐνάτῃ, καὶ ἐκρίθη τεσσαρεσκαιδεκάτῃ, ἄνευ ῥίγεος ἡ νοῦσος τῇ αὐτῇ ἡμέρῃ· ἀτὰρ καὶ τὸ πτύελον λαυρότερον ᾔει, ἐπεὶ τὸ οὖς ἐῤῥάγη, καὶ πεπειρότερον, ἱδρῶτες δὲ καὶ ἔπειτα ἐπὶ πουλὺν χρόνον τῆς κεφαλῆς ἐγένοντο· ἐξηράνθη ὡς τρίτῃ. Ὁπόσα ἄσημα ἀφανίζεται, δύσκριτα, οἷον τῇ τοῦ Πολεμάρχου παιδίσκῃ ἐρυσίπελας.

[5]    Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, κακὸν, πλὴν τῶν ἐφημέρων, καὶ οἱ ἐπὶ πυρετοῖσι βουβῶνες, κακίονες, ἐν τοῖσιν ὀξέσιν ἐξ ἀρχῆς παρακμάσαντες.

[6]    Τὰ πνεύματα ἐν ὑποχονδρίοισιν ἔπαρσις μαλθακὴ, καὶ ἔντασις οὐδετέρη. Ἐπ' αὐτῶν ἄνω στρογγύλον ἐν τοῖσι δεξιοῖσιν οἷον περιφέρεια ἀποπυητική· ἄλλο πρόμακρον ἐπὶ πλέον· ἄλλο κεχυμένον· ἄλλο κάτω ῥέπον, καὶ ἔνθεν καὶ ἔνθεν ξύντασις μέχρι τοῦ ὀμφαλοῦ ἐν πάσῃ τῇ ἄνω ἴξει, καὶ ἐπανειλεῖται, καὶ ἐπείληπται ἐς τὸ περιφερές. Ἢν μὲν πνεῦμα ᾖ, ἀκρίτως λεπτύνεται θέρμῃ· ἢν δὲ τοῦτο διαφύγῃ, ἐς ἐμπύησιν ὁρμᾷ.

[7]    Πυκνὰ πνεύματα, σμικρὰ, μεγάλα, ἀραιὰ ἔξεισιν· ἔξω μέγα, ἔσω σμικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. Ἰητήριον συνεχέων χασμέων, μακρόπνους· τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, μικρόπνους.

[8]    Κατ' ἴξιν, καὶ πλευρῶν ἔντασις ὀδυνώδης, καὶ ἐντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, ἐκ ῥινῶν ῥήξιες. Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· τὸ γοῦν πρῶτον, σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γίνηται, ἢ ὑποχονδρίου δεξιοῦ ἔντασις, ἢν μὴ διεξοδεύσῃ οὖρα· αὕτη γὰρ ἡ κατάληψις ἀμφοῖν, καὶ ὑποστροφαί· Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν ἡγεύμενον· τὰς δὲ παρακλίνειν ἤδη γινομένας, ἀποδέχεσθαι, ἢν ἴωσιν ᾗ δεῖ, καὶ ὁποῖα δεῖ, καὶ ὁκόσα μὴ, ξυνδρᾷν· τὰς δ' ἀποτρέπειν, ἢν πάντη ἀσύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἄρτι ἀρχομένας.

[9]    Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι.

[10]    Οἱ διαλείποντες μίαν τῇ ἑτέρῃ ἐπιῤῥιγεῦσιν ἅμα κρίσει ἐς ἑβδόμην.

[11]    Σκόπᾳ ἐκ κορυζωδέων χολωδέων, καὶ φάρυγγος φλεγμονῆς, φλαύρως διαιτηθέντι, ἡ κοιλίη ἀπελήφθη, καὶ πυρετὸς ξυνεχὴς ἐγένετο, καὶ γλῶσσα εὐανθὴς, καὶ ἄγρυπνος· ἤτρου ἔντασις, ἰσχυρῶς, ὁμαλῶς, κατὰ σμικρὸν ἐς τὸ κάτω ἐν τοῖσι δεξιοῖσιν· πνεῦμα ὑπόπυκνον· ὑποχόνδριον ἤλγει, καὶ ἀναπνέων καὶ στρεφόμενος· ἄνευ δὲ βηχὸς ἀνεχρέμπτετο ὑποπάχεα. Ὀγδοαίῳ πέπλος δοθεῖσα ἀπὸ τοῦ ὑποχονδρίου μὲν ἀπῶσεν, ἐπεραιώθη δὲ οὐδέν. Τῇ δὲ ὑστεραίῃ, βάλανοι δύο προστεθεῖσαι οὐκ ἐφάνησαν· οὖρον δὲ παχὺ καὶ θολερὸν λείῃ καὶ ὁμαλῇ καὶ ἔς τι καλῇ θολερότητι· ἥ τε γαστὴρ μαλακωτέρη ἦν, καὶ σπλὴν ἐπηρμένος καὶ κατάῤῥοπος ἐγένετο· ποτῷ ἐχρῆτο ὀξυγλύκει. Δεκάτῃ, αἷμα ἐξ ἀριστεροῦ ὑδαρὲς ὀλίγον ἦλθεν· οὐ πάνυ δέ τι ὁ ἄῤῥωστος δι' αὐτὸ τοῦτο ὠφελήθη· καὶ οὖρον ὑπόστασιν ἔχον, ὑπὸ δὲ τῇ ὑποστάσει ὑπόλευκόν τι προσεχόμενον πρὸς τῷ ἀγγείῳ λεπτὸν, οὔτε οἷον γονοειδὲς οὔτε ἀνόμοιον, ἐῤῥύη τοῦτο βραχύ. Τῇ δὲ ὑστεραίῃ κριθεὶς, ἀπύρετος· καὶ ὑπῆλθεν ὑπόγλισχρον τῇ ἑνδεκάτῃ, τὸ δέ τι περιῤῥοῦν χολῶδες. Οὔρου δὲ κάθαρσις πουλλὴ καὶ πλήθει καὶ ὑποστάσει, καὶ, πρὶν μὲν οἰνοποτέειν ἤρξατο, μικροῦ λάπῃ ὁμοίη. Διῆλθε δὲ τῇ ἑνδεκάτῃ ὡς ὀλίγων ἐόντων, γλίσχρα δὲ καὶ κοπρώδεα θολερά· τὸ τοιοῦτον ᾔει κρισίμως, ὅ τι καὶ τῷ Ἀντιγένεος ἐν Περίνθῳ.

[12]    Τὰ περὶ τὰς γλώσσας αἰρόμενα συστρέμματα, καὶ ταπεινὰ ἐόντα λιθίδια, καὶ τὰ τοῖσι ποδαγρικοῖσιν· τὰ ἀσθενέα παρ' ἄρθρα ἐκείνων ἐστίν· καὶ γὰρ ἡ ὀστέων φύσις, καὶ τοῦ σκληρύνεσθαι τοῦτο αἴτιον καὶ τοῦ συντείνεσθαι.

[13]    Τὸ τῆς Ἱπποστράτου ἐκ τεταρταίου ἐνιαυσίου ἀπεκορύφου· ὑπόψυχρος φανερῶς δοκέουσα· ἔφοδος ἐπὶ πᾶν τὸ σῶμα καὶ ἱδρώς· ἐκρίθη ταύτῃ· καὶ μετὰ ταῦτα γυναικεῖα πλείω πλήθει καὶ χρόνῳ, τότε γὰρ ἐπεῖχεν· μὴ ἑστάναι ἔδοξεν ἀπόστασις.

[14]    Ἐν τῇσι φλυζούσῃσιν αἱμοῤῥαγίῃσι σχῆμα εὑρητέον, καὶ τὸ ξύμπαν εἰ ἐκ τοῦ πάνυ κατάντεος ἄναντες ποιοῖτο. Διὸ καὶ αἱ ἀποδέσιες αἱ ἐν τῇσι φλεβοτομίῃσιν ὁρμῶσιν, αἱ δὲ ἰσχυραὶ κωλύουσιν αἷμα.

[15]    Τὸ ἔναιμον καὶ τὸ ὑπόχολον, ὀξυρεγμιῶδες· ἴσως δὲ ἐς μέλαιναν τούτοισι τελευτᾷν.

[16]    Ῥίγη ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος διὰ νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον, ἢ τὰ ἔξωθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν· δηλοῖ δὲ ἡ θρὶξ τῶν ζώων.

[17]    ᾟσιν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγονα γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅτι ἐν ἑβδομήκοντα κινέεται, ἐν τριπλασίῃσι τελειοῦται. Ὅτι μετὰ τὰ γυναικεῖα τὰ μὲν δεξιὰ, τὰ δὲ ἀριστερὰ χάσκων, ὑγρότης, διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι θᾶσσον κινηθὲν, διακριθὲν, αὖθις αὔξεται βραδύτερον ἐπὶ πλείονα χρόνον. Οἱ πόνοι περὶ τρίτην ἡμέρην πρὸς τῇσι πεντήκοντα, καὶ ἕκτην πρὸς τῇσιν ἑκατόν· μηνιαῖοι, δευτεραίῳ καὶ τεταρταίῳ. Ἃ δεῖ εἰδέναι ἐς τὸν ἑπτάμηνον· εἰ ἀπὸ τῶν γυναικείων ἀριθμητέοι οἱ ἐννέα μῆνες, ἢ ἀπὸ τῆς ξυλλήψιος, καὶ εἰ ἑβδομήκοντα καὶ διακοσίῃσιν οἱ ἑλληνικοὶ μῆνες γίνονται, καὶ εἴ τι προσέτι τούτοισι, καὶ εἴ τι τοῖς ἄρσεσιν ἢ καὶ τῇσι θηλείῃσι ταὐτὰ ποιέεται ἢ τἀναντία. Τῶν βρωμάτων καὶ πομάτων οἱ ὦμοι καὶ οἱ μαστοὶ ἐμφυσῶνται· καὶ τῶν ἐν τῇ κεφαλῇ αἱ ἀκρησίαι καὶ τὰ ἐμφυσήματα ποιέουσιν· αὔξησις, ἔστ' ἂν τὰ ὀστέα στερεωθῇ. Τῶν ἐπιμηνίων περίοδος, τὰ πρὸ τούτων βάρεα ἀδελφὰ τῶν ὀκταμήνων πόνων. Πρωτοτόκων τὰ γάλακτα, τῆς μὲν ὀκταμήνου ἀπαρτιζούσης, τῆς δὲ τροφῆς μεταβαλλούσης· διὸ τὰ γάλακτα, ἀδελφὰ τῶν ἐπιμηνίων· πρὸς δεκάμηνον τεινόντων γενόμενα, κακόν.

[18]    Τρωμάτων ἢν ἰσχυρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν· τὰ χαῦνα, χρηστὸν, τὰ ἄνω νεμόμενα, κάκιον. Οἷσιν οἰδήματα ἐφ' ἕλκεσιν, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται· τούτων δὲ ἀφανισθέντων ἐξαίφνης, οἷσι μὲν ἐς τὸ ὄπισθεν, σπασμοὶ μετὰ πόνων, οἷσι δὲ ἐς τοὔμπροσθεν, ἢ μανίαι, ἢ ὀδύναι πλευροῦ ὀξέαι, ἢ δυσεντερίη ἐρυθρή. Τὰ οἰδήματα τὰ παραλόγως ῥηΐζοντα, κίβδηλον, οἷον τῷ τοῦ Ἀνδρονίκου παιδίῳ τὸ ἐρυσίπελας ἐπαλινδρόμησεν, ἢν μὴ ἐς τὸ αὐτὸ ἐλθὸν, χρηστόν τι σημαίνῃ τοῦτο. Ἔκ τε γενέσιος περὶ τὸ οὖς, περὶ ἥβην διεδόθη, ἑτέρῳ τριταίῳ ἐκ γενετῆς γενόμενον, ἀπεπύησεν ἐναταίῳ, γίνεται οὗτος ἑβδομαῖος ὑγιής. Κακοηθέστερα τὰ ἀφανιζόμενα ἐξαίφνης.

[4]

ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.

ΠΕΡΙ ΦΛΕΒΩΝ.

[1]    Ἡπατῖτις ἐν ὀσφύϊ, μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι' ἥπατος, καὶ διὰ φρενῶν ἐς καρδίην· καὶ ᾔει μὲν ἰθεῖα ἐς κληῗδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δὲ ἐπ' ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ, ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ' ἂν τῇ ἐξ αὐτέης τῆς καρδίης προστύχῃ ἀποκαμπτομένη ἐς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ' ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποισιν ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ' ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ' ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἢ ἐνταῦθα ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδικραιώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. Εὐθεῖα δὲ ἀπὸ τῆς καρδίης πρὸς κληῗδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶ, καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ' ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, ἀΐσσει ἐς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. Δισσαὶ δὲ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι μὲν ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν ἀρτηρίης τόνον ἔχουσαι. Ταύτῃ δέ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν, φέρονται μετέωροι, πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας καὶ πεφύκασιν ἄνωθεν δὴ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες.

[2]    Δύο δὲ τόνοι ἀπ' ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος ἐς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σπόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθα ἐτελεύτων, καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληῗδα σπονδύλων παρὰ ῥάχιν παρέτεινεν ἐκ πλαγίων σπονδύλων, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν. Ὥσπερ αἱ φλέβες, οὕτως οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ' ὅθεν φρένες ἐξεπεφύκεισαν, ἀπὸ τούτου ξυνεχέες ἐόντες κατὰ μέσον κάτωθεν ἀρτηρίης τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.

[3]    Ἐν Αἴνῳ ὀσπριοφαγεῦντες ξυνεχέως, θήλειαι, ἄρσενες, σκελέων ἀκρατέες ἐγένοντο, καὶ διετέλεον· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.

[4]    Ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χρώματος ἀναλήψιος ἕνεκα καὶ ἐγχυμώσιος, καὶ εὐθυμίας, καὶ φόβους, καὶ τὰ τοιαῦτα· καὶ ἢν μὲν τὸ ἄλλο σῶμα ξυννοσέῃ, ξυνιῆσθαι, εἰ δὲ μὴ, τοῦτο.

[5]    Ἡ Στυμάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐς ἰσχίον καὶ σκέλος ὀδύνη, παρὰ σφυρὸν τμηθεῖσα ἐῤῥήϊσεν· καίτοι καὶ τρόμοι τὸ σῶμα πᾶν κατεῖχον· ἀλλ' ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν ἀρχήν.

[5]

ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ.

ΦΥΣΙΟΓΝΩΜΟΝΙΗ.

[1]    Ὁκόσοι πυῤῥοὶ, ὀξύῤῥινες, ὀφθαλμοὶ σμικροὶ, πονηροί. Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδρωπιώδεες χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι, ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ' ἔχουσιν].

[2] Ὅσοι τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη, λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ μανίη.

[3] Ἢν λεχοῖ σπασμὸς ἐπιγένηται, πῦρ ποιεῖν, καὶ ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν.

[4] Ἢν τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν, ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἴσω, ἢν μὴ πυρεταίνῃ· ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται, ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε ἀλγέειν.

[5] Ἀνεμίην, φλεβοτομίη.

[6] Τῷ φαρμάκῳ τὸν ῥόον ἴσχειν ἐπαλείφων· ὅδε γὰρ ὁ ῥόος, ἐκ τῆς μεγάλης φλεβός· ἢν δὲ αὐτόματον ῥέῃ πολλὸν, νηστευέτω, ἢ γάλα, δύο ὕδατος, τέσσαρας γάλακτος. Τὰς ἀγόνους πυριῇν καὶ φαρμακεύειν.

[7] Ὅσοι ἐξαπίνης ἄφωνοι ἀπύρετοι ἔωσι, φλεβοτομέειν.

[8] Φλέγματος κατάῤῥοσι· ἐκ τῶν μαζῶν ἕλκουσιν οἱ ὀφθαλμοὶ, καὶ ἐξερεύγεται κατὰ τὰς ῥῖνας ἐς τὸν πνεύμονα.

[9] Οἷσι βὴξ ξηρὴ, οὐ λύεται, ἢν μὴ ὀδύνη ἰσχυρὴ ἐς τὰ ἰσχία, ἢ ἐς τὰ σκέλεα, ἢ ἐς τὸν ὄρχιν.

[10] Ἢν ὑδρωπιῶντα βὴξ ἔχῃ, ἢν μὲν αὐτίκα λειποθυμέῃ, θερμοῖσι πᾶσι διαχρήσθω· ἢν δὲ μὴ, θωρῆξαι, καὶ σιτίων ἐμπλῆσαι, τάμνειν δὲ τὰς εἴσω.

[11] Τοῦ νοσήματος τοῦ μεγάλου ἐν ἔθει γινομένου, λύσις, ἰσχίων ὀδύνη, ὀφθαλμῶν διαστροφαὶ, τύφλωσις, ὀρχίων οἴδησις, μαζῶν ἄρσις.

[12] Ἢν, πυρετοῦ ἔχοντος, τὰ περὶ τὸ πρόσωπον ἰσχνὰ ᾖ ἐν ἡμέρῃ γονίμῳ, τὴν ἐπιοῦσαν λύσις.

[13] Ὕδρωψ ἢν οἴδημα ἔχων ἐν τοῖσι σκέλεσι, βήσση, κακόν.

[14] Ἢν τὸ οὖς ἀλγέῃ, τῷ γάλακτι διαχρήσθω.

[15] Ἢν μὴ ἐν τῇ γονίμῃ μεθῇ ὁ πυρετὸς, ὑποτροπιάζειν ἀνάγκη.

[16] Οὗ ἂν ἡ φλὲψ ἡ ἐν τῷ ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος· ᾧ δ' ἂν ἀτρεμέῃ, τυφώδης.

[17] Τρῶμα ἢν αἱμοῤῥαγήσῃ, μὴ βρέχειν τὸ ἕλκος, τὴν κεφαλὴν δὲ βρέχειν θερμῷ.

[18] Ἢν καρδιώσσῃ, θερμὸν ἄρτον μετ' οἴνου ἀκρήτου διδόναι.

[19] Ἐμέτου λύσις, ὕδωρ θερμὸν διδόναι πίνειν, καὶ ἐμείτω.

[20] Ὅσα σφακελίζει, ἀπολαβόντα τὴν φλέβα ἑλκῶσαι καὶ ὑγιῶσαι.

[21] Σπασμοῦ χειρὸς δακτύλων, ἄνευ πυρετοῦ, σχάσαι, ἢν μὴ τὴν κεφαλὴν ἀλγέῃ· εἰ δὲ μὴ, ὕδωρ θερμὸν καταχεῖν.

[22] Ὀφθαλμῶν, σποδίου δωδέκατον, κρόκου πέμπτον, πυρῆνος ἓν, ψιμυθίου ἓν, σμύρνης ἕν· τὸ ὕδωρ κατὰ τῆς κεφαλῆς ψυχρὸν καταχεῖν, καὶ διδόναι σκόροδα σὺν μάζῃ.

[23] Κιρσοὶ δὲ φαλακρῶν, ἢν μὴ μεγάλοι ἔωσι, μανιώδεις.

[24] Ἀλφοῦ καὶ λέπρης, τίτανος ἐν ὕδατι, ὡς μὴ ἑλκώσῃς.

[25] Χορίων κάθαρσις, ἢν ὑπερέχῃ· ἐλλέβορον πρὸς τὰς ῥῖνας προστιθέναι, ὥστε πτάρνυσθαι καὶ ἐπιλαμβάνειν τὰς ῥῖνας τῆς πταρνυμένης καὶ τὸ στόμα.

[6]

ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΟΝ.

[1]    Ἢν ἡ κεφαλὴ μεγάλη, καὶ οἱ ὀφθαλμοὶ σμικροὶ, τραυλοὶ, ὀξύθυμοι. Οἱ μακρόβιοι πλείους ὀδόντας ἔχουσιν. Οἱ τραυλοὶ, ταχύγλωσσοι, μελαγχολικοὶ, κατακορέες, ἀσκαρδαμύκται, ὀξύθυμοι. Μεγάλη κεφαλὴ, ὀφθαλμοὶ μέλανες καὶ μεγάλοι, ῥῖνα παχείην καὶ σιμὴν, ἐσθλοί. Χαροποὶ, μεγάλοι, κεφαλὴ σμικρὴ, αὐχὴν λεπτὸς, στήθεα στενὰ, εὐάρμοστοι. Κεφαλὴ σμικρὴ, οὐδ' ἂν εἴη τραυλὸς, οὐδὲ φαλακρὸς, ἢν μὴ γλαυκὸς ᾖ.

[2] Σπασμῶν, φωνὴ ἐν γονίμῳ λύεται, ἀπήλλακται τοῦ μεγάλου νοσήματος.

[3] Λεχοῖ δὲ πυρεταινούσῃ καὶ ἀλγεούσῃ, ὕδωρ καταχεῖν, καὶ πτισσάνην παχείην διδόναι τρὶς τῆς ἡμέρης, θερμήν.

[4] Παιδίον τρέφεται ἑβδόμῳ μηνὶ, ἢ ἐνάτῳ, ἢ δεκάτῳ, καὶ ἵσταται τῇ φωνῇ, καὶ ἰσχὺς ἕπεται, καὶ τῶν χειρῶν κρατέει. Τῆς φωνῆς λυομένης, πάντα λύεται, ἡ γὰρ λύσις τῇ φθέγξει ὁμοίη, λύεται δὲ ἐν γονίμῃ.

[5] Ἢν αἱ φλέβες σφύζωσιν ἐν τῇσι χερσὶ, καὶ τὸ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδρια μὴ λαπαρὰ ᾖ, χρονίη ἡ νοῦσος γίνεται· ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ ἰσχία.

[6] Τοῦ λαιμοῦ, ὕδωρ θερμὸν κατὰ τῆς κεφαλῆς καταχεῖν, ἢν μὴ ψῦχος ᾖ· ἢν δὲ μὴ, ἄλητον ὡς θερμότατον διδόναι καὶ οἶνον ἄκρητον.

[7] Ταραχῆς γαστρὸς, κυάμους ἑφθοὺς διδόναι, ἢν μὴ τὰ ἄνω κατακορέα ᾖ, ἢ κύμινον διδόναι τρώγειν μετὰ τῶν κυάμων.

[8] Ἀπόληψις δὲ τοῦ νοσήματος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐν γονίμῃ ἡμέρῃ, οὐδὲ ἂν ἀρχὴ γένοιτο, ἢν μὴ ἀγόνῳ ἡμέρῃ καὶ μηνὶ, ἔτει δὲ γονίμῳ.

[9] Λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον τρίβοντα σὺν ἀλείφατι συναλείφειν.

[10] Ὅσα θνήσκει, ἀνάγκη γονίμῳ ἡμέρῃ, καὶ γονίμῳ μηνὶ, καὶ γονίμῳ ἔτει. Προλέγειν δὲ ὀρθῶς ἂν ἔχοι θάνατον ἢ ὀδύνας ἰσχυρὰς, οἷον ὧν τὰ ὄμματα μὴ ἔῤῥωται, ὁ θάνατος ἐν τάχει. Ἢν δὲ ἐν γονίμῳ ἔτει γίνηται, ἀπ' ἀμφοτέρων γονίμων ἀνάγκη γενέσθαι· ἢν δὲ ἀγόνῳ ἔτει καὶ ἀγόνῳ ἡμέρῃ, θνήσκειν ἀνάγκη γονίμῳ ἡμέρῃ.

[11] Τοῦ ἀριθμοῦ τρίτη, ἰσχυροτάτη.

[12] Κυνάγχην καὶ ὀφθαλμίην φλεβοτομίη.

[13] Τρωθέντος ἐντοσθιδίου, ἡ ἀναπνοὴ ἔρχεται κάτω ἀφανὴς κατὰ τὸ τρῶμα, καὶ κενοῦται τὰ στήθεα. Διδόναι οὖν γάλα καὶ οἶνον ἴσον ἴσῳ.

[14] Ὧν κατακορέα τὰ στήθεα, ψελλοὶ, μανιώδεες, καὶ φαλακροί· τουτέων ὅσοι ἐκ γενεῆς καὶ στρεβλοὶ, ἀσύνετοι, ἢ λιθιῶντες, ἢ μαινόμενοι· οἷσι δὲ μὴ ἑτέρου κακοῦ λύσις.

[15] Περὶ φύσιος· δύναμιν πλείστην ἔχει τιτθὸς, ὀφθαλμὸς δεξιὸς, ταὐτὰ τῶν κάτω, καὶ ὅτι ἐμπέφυκε τοῖσι δεξιοῖσι τὰ ἄρσενα.

[16] Γυναιξὶν ἐπιμήνια ὥστε ἴσχειν, σικύην μεγίστην παρὰ τὸν τιτθὸν προσβάλλειν.

[17] Τρίμηνον παιδίον πάντα δηλοῖ, καὶ γάλα τότε ἔχει.

[18] Ἢν πολλὸν ῥέῃ γάλα, ἀνάγκη ἀσθενέειν τὸ ἐν γαστρί. Ἢν στερεώτεροι ἔωσιν οἱ τιτθοὶ, ὑγιηρότερον τὸ ἔμβρυον.

[19] Φλὲψ ἔχει παχείη ἐν ἑκατέρῳ τιτθῷ· ταῦτα μέγιστον ἔχει μόριον συνέσιος.

[20] Στραγγουρίην λύει φλεβοτομίη.

[21] Ἢν τὰ ἄνω χωρία σπαργᾷ, τὰ περὶ τὴν κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς.

[22] Ἀπὸ γαστρὸς ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται· διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν μὴ ψιλὸς ᾖ.

[23] Ἀλύκης, φρίκης, χάσμης, οἶνος ἴσος ἴσῳ ἢ γάλα.

[24] Ὠτὸς περιωδυνίη, σικύην προσβάλλειν.

[25] Ὅ τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ ἆσθμα λύει πάντα τουτέων γινομένων.

[26] Εἰλεοῦ λαπαροῦ, ψυχρὸν οἶνον πολλὸν ἄκρητον κατ' ὀλίγον διδόναι, ἔστ' ἂν ὕπνος ἢ σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης. Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν.

[27] Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι.

[28] Ὕδατος ἀφιεμένου, γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ, μυττωτὸν δριμύν.

[29] Ὥστε ἔχειν γυναῖκα ἐν γαστρί· πωλύπια ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ.

[30] Ἢν ἐκ κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου ἐσθίειν.

[31] Ἢν ἄνθρωπον θέρμη ἔχῃ μὴ ἀπὸ χολῆς, μηδὲ ἀπὸ φλέγματος, ἀλλ' ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως, ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω.

[32] Τῷ μέλλοντι μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλλέγεται αὐτῷ ἐπὶ τοὺς τιτθούς.