6945 251 6 3 3 0 III d. C. ? Narrazione fittizia Heliodorus IX Aethiopica Rattenbury, R.M., Paris, Les Belles Lettres, 1960. 11

HELIODORUS - Aethiopica IX

[1]

[1]  Ἡ δὲ Συήνη πολιορκίᾳ λαμπρῶς ἤδη περιεστοίχιστο καὶ ὥσπερ ἄρκυσιν ἐναπείληπτο τοῖς Αἰθίοψιν. Ὁ μὲν γὰρ Ὀροονδάτης, ὅσον οὔπω πλησιάζειν τοὺς Αἰθίοπας αἰσθόμενος καὶ τοὺς καταρράκτας ὑπερθεμένους ἐπὶ τὴν Συήνην ἐλαύνειν, ὀλίγον ἔφθη προεισελάσας εἰς τὸ ἄστυ, καὶ τάς τε πύλας ἐπικλεισάμενος καὶ τὰ τείχη βέλεσι καὶ ὅπλοις καὶ μηχανήμασι φραξάμενος ἐκαραδόκει τὸ μέλλον.

[2] Ὁ δὲ δὴ τῶν Αἰθιόπων βασιλεὺς Ὑδάσπης, ἐπειδὴ πόρρωθεν εἰσελαύνειν μέλλοντας εἰς τὴν Συήνην τοὺς Πέρσας προκατοπτεύσας, εἶτα ἐπιδιώξας ὥστε φθῆναι συμβαλὼν καθυστέρησεν, ἐπαφῆκε τῇ πόλει τὸν στρατὸν καὶ εἰς κύκλον τῷ τείχει περιχέας ἀπρόσμαχον καὶ μόνῃ τῇ θέᾳ προσεκάθητο, μυριάσιν ἀπείροις ἀνδρῶν ὁμοῦ καὶ ὅπλων καὶ ζῴων τὰ Συηναίων πεδία στενοχωρῶν.

[3] Ἔνθα καὶ καταλαβόντες αὐτὸν οἱ κατάσκοποι τοὺς ἁλόντας προσῆγον· ὁ δὲ ἥδετο μὲν καὶ τῇ ὄψει τῶν νέων, εὐμενὴς αὐτόθεν πρὸς τὰ ἴδια καὶ οὐκ εἰδὼς ὑπὸ [τοῦ] μαντευτοῦ τῆς ψυχῆς γινόμενος· ἐγάνυτο δὲ πλέον τῷ συμβόλῳ δεσμίων προσαγομένων.

[4] Καὶ "Εὖ γε" ἀνεβόησε, "δεσμίους ἡμῖν οἱ θεοὶ τοὺς πολεμίους ἐκ τῶν πρωτολείων παραδιδόασι· καὶ οὗτοι μὲν" ἔφη "πρῶτοι ληφθέντες εἰς ἀπαρχὴν τοῦ πολέμου σῳζέσθωσαν κατὰ τὰς ἐπινικίους θυσίας, ὡς ὁ πάτριος Αἰθιόπων βούλεται νόμος, θεοῖς τοῖς ἐγχωρίοις εἰς ἱερουργίαν φυλαχθησόμενοι."

[5] Τοὺς δὲ κατασκόπους δώροις ἀμειψάμενος, τούτους τε καὶ τοὺς αἰχμαλώτους εἰς τοὺς σκευοφόρους ἀπέπεμπε, μοῖραν αὐτάρκη τῶν ὁμογλώσσων εἰς τὴν φρουρὰν ἀποκληρώσας τά τε ἄλλα σὺν ἐπιμελείᾳ τῇ πάσῃ διάγειν καὶ δίαιταν ἄφθονον παρέχειν καὶ παντὸς ἄγους καθαρεύοντας φυλάττειν, οἷον ἱερεῖά τινα ἤδη τρεφομένους, ἐπιστείλας καὶ τὰ δεσμά τε ἀμείβειν καὶ χρυσᾶ ἐπιβάλλειν· ὅσα γὰρ σίδηρος παρ' ἄλλοις εἰς τὰς χρείας, ταῦτα παρ' Αἰθίοψιν ὁ χρυσὸς νομίζεται.

[2]

[1]    Καὶ οἱ μὲν τὰ προστεταγμένα ἔπραττον, καὶ ὡς τῶν προτέρων δεσμῶν παραλύοντες ἐλπίδα τε διαγωγῆς ἐλευθέρας παραστήσαντες πλέον παρεῖχον οὐδέν, χρυσᾶς τὰς ἁλύσεις αὖθις ἐνείροντες, τότ' ἤδη καὶ γέλως ἐπῄει τῷ Θεαγένει, καὶ "Βαβαὶ τῆς λαμπρᾶς" ἔφη "μεταβολῆς· ταῦτα ἡμᾶς ἡ τύχη τὰ μεγάλα φιλανθρωπεύεται· χρυσᾶ σιδηρῶν ἀμείβομεν, καὶ φρουρὰν πλουτοῦντες ἐντιμότεροι δεσμῶται γεγόναμεν."

[2] Ἐμειδία δὲ καὶ ἡ Χαρίκλεια καὶ τὸν Θεαγένην μεταβάλλειν ἐπειρᾶτο τοῖς ἐκ θεῶν προρρηθεῖσιν ἐπανέχουσα καὶ χρηστοτέραις ἐλπίσι κατεπᾴδουσα.

[3] Ὁ δὲ Ὑδάσπης, ἐπειδὴ τῇ Συήνῃ προσβαλών, αὐτοβοεί τε καὶ τείχεσιν αὐτοῖς ἀναρπάσασθαι τὴν πόλιν ἐλπίσας, εἰς μικρὸν ἀπεκρούσθη πρὸς τῶν ὑπερμαχούντων ἔργῳ τε λαμπρῶς ἀμυναμένων καὶ λόγοις εἰς ὕβριν καὶ παροξυσμὸν ἐπιχλευασάντων, ὀργὴν τὸ πρᾶγμα ποιησάμενος εἰ τὴν ἀρχὴν ὅλως ἀντιστῆναι διενοήθησαν ἀλλὰ μὴ παρὰ τὴν πρώτην ἑκοντὶ φέροντες αὑτοὺς ἐνεχείρισαν, ἔγνω μὴ χρονοτριβεῖν τὸν στρατὸν προσκαθήμενος μήτε ἑλεπόλεσιν ἀποπειρώμενος, ἐξ ὧν οἱ μὲν ἁλώσεσθαι οἱ δέ που καὶ διαδράσεσθαι ἔμελλον, ἀλλὰ πολιορκίᾳ μεγαλουργῷ καὶ ἀφύκτῳ τὴν πόλιν εἰς ἄρδην καὶ θᾶττον ἐξελεῖν.

[3]

[1]    Ἔπραττε δὴ οὖν οὕτως· εἰς μοίρας κατανέμει τοῦ τείχους τὸν κύκλον καὶ δεκάδα ὀργυιῶν δεκάδι ἀνδρῶν ἀποκληρώσας εὖρός τε καὶ βάθος ὡς ὅτι πλεῖστον ἀφορίσας ὀρύττειν εἰς τάφρον ἐκέλευσεν· οἱ δὲ ὤρυττον, ἄλλοι τὸν χοῦν ἐξεφόρουν, ἕτεροι εἰς ὀφρῦν πρὸς ὕψος ἐσώρευον, τῷ πολιουρκουμένῳ τεῖχος ἕτερον ἀντεγείροντες.

[2] Ἐκώλυε δὲ οὐδεὶς οὐδὲ ἐνίστατο πρὸς τὴν ἀποτείχισιν, ἐκδραμεῖν τε τῆς πόλεως ἐπὶ μυριοπληθῆ στρατὸν οὐ θαρσῶν καὶ τὰς ἐκ τῶν ἐπάλξεων τοξείας ἀνηνύτους ὁρῶν· ὁ γὰρ Ὑδάσπης καὶ τούτου προὐνόησε, τὸ μεσεῦον τῶν δύο τειχῶν ὅσον βολῆς ἐκτὸς εἶναι τοὺς ἐργασομένους συμμετρησάμενος.

[3] Ἐπεὶ δὲ τοῦτο καὶ λόγου θᾶττον ἤνυσεν ἅτε δὴ μυρίας αὐτῷ χειρὸς τὸ ἔργον ἐπισπευδούσης, ἑτέρου τοιοῦδε ἤρχετο. Τοῦ κύκλου μέρος, πλάτος ὅσον ἡμίπλεθρον, ἰσόπεδόν τε καὶ ἄχωστον διαλιπών, κατὰ τὴν ἀπολήγουσαν ἑκατέρωθεν ἄκραν σκέλος ἐκ χώματος ἐπιζευγνὺς ἐπὶ τὸ Νεῖλον εἰς μῆκος ἦγεν, ἀπὸ τῶν ταπεινοτέρων ἀεὶ πρὸς τὰ ὄρθια καὶ μετέωρα σκέλος ἑκάτερον προβιβάζων, [4] Εἴκασεν ἄν τις μακροῖς τείχεσι τὸ γινόμενον, τοῦ μὲν ἡμιπλέθρου τὸ ἴσον πλάτος δι' ὅλου φυλάττοντος μῆκος δὲ τὸ μεταξὺ τοῦ τε Νείλου καὶ τῆς Συήνης ἀπολαμβάνοντος. Ἐπεὶ δὲ συνῆψε τὸ χῶμα ταῖς ὄχθαις, ἐνταῦθα στόμιον τῷ ποταμῷ διατεμὼν εἰς τὸν ἀπὸ τῶν σκελῶν ὁλκὸν τὴν ἀπορροὴν εἰσωχέτευσεν.

[5] Οἷα δὲ ἐξ ὑπερδεξίων πρὸς χθαμαλώτερον καὶ ἐξ ἀπείρου τῆς κατὰ τὸν Νεῖλον εὐρύτητος στενῷ πορθμῷ τὸ ὕδωρ ἐμπῖπτον καὶ ταῖς χειροποιήτοις ὄχθαις θλιβόμενον πολύν τινα καὶ ἄφραστον κατὰ μὲν τὸ στόμιον φλοῖσβον κατὰ δὲ τὸν ὁλκὸν ἐξάκουστον καὶ τοῖς πορρωτάτω πάταγον ἀπετέλει.

[6] Ἅπερ ἀκούοντες ἤδη δὲ καὶ ὁρῶντες οἱ κατὰ τὴν Συήνην καὶ οἷ κακῶν ἦσαν συνιέντες καὶ ὡς ἐπικλυσμός ἐστιν ὁ σκοπὸς τοῦ περιτειχίσματος, οὔτε ἀποδρᾶναι τὴν πόλιν ἔχοντες ἅτε τοῦ χώματος καὶ ἤδη πλησιάζοντος τοῦ ὕδατος τὴν ἔξοδον ἀποκλειόντων οὔτε τὸ μένειν ἀκίνδυνον ὁρῶντες, ἐκ τῶν ἐνόντων πρὸς βοήθειαν τὴν αὑτῶν παρεσκευάζοντο.

[7] Καὶ πρῶτον μὲν τῶν κατὰ τὰς πύλας σανιδωμάτων τὰ διεστῶτα θρυαλλίδι τε καὶ ἀσφάλτῳ διέφραττον· ἔπειτα τὸ τεῖχος πρὸς ἀσφαλεστέραν ἕδραν διήρειδον, ὁ μέν τις χῶμα, ὁ δὲ λίθους, ὁ δὲ ξύλα, καὶ τὸ προστυχὸν ἕκαστος ἐπιφέρων.

[8] Καὶ ἦν οὐδεὶς ἡσυχάζων, ἀλλ' ὁμοίως παῖς, γυνὴ καὶ πρεσβύτης ἔργου εἴχετο· γένος γὰρ οὐδὲν οὐδὲ ἡλικίαν ὁ περὶ ψυχῆς δυσωπεῖται κίνδυνος. Οἱ δυνατώτεροι δὲ καὶ τὸ ἀκμάζον ἐν ὅπλοις αὐλῶνά τινα στενόν τε καὶ ὑπόγειον ἀπὸ τῆς πόλεως ἐπὶ τὸ χῶμα τῶν πολεμίων διϊκνούμενον ὀρύττειν ἀποκεκλήρωντο.

[4]

[1]    Καὶ δὴ καὶ ἠνύετο τὸ ἔργον ὧδε. Φρεατίαν τοῦ τείχους πλησίον εἰς ὀργυιάς που πέντε τὴν κάθετον βαθύναντες καὶ τοὺς θεμελίους ὑποδραμόντες, ἐγκάρσιοι τὸ ἐντεῦθεν ὑπὸ πυρσοῖς ἐπ' εὐθείας τινὰ φέροντα τῶν χωμάτων ὑπόνομον ἐκοίλαινον, τῶν κατόπιν ἀεὶ καὶ δευτέρων παρὰ τῶν προτέρων ἐν τάξει τὸν χοῦν διαδεχομένων καὶ εἴς τι μέρος τῆς πόλεως πάλαι κηπευόμενον ἐκφορούντων καὶ εἰς κολωνὸν ἐγειρόντων.

[2] Ταῦτα δὲ ἔπραττον ῥήξεως ἐνδόσιμον τῷ ὕδατι κατὰ τὸ κενὸν εἴ ποτε ἐπέλθοι προμηθούμενοι· ἀλλ' ὅμως ἔφθανε τὰ δεινὰ τὴν προθυμίαν, καὶ ὁ Νεῖλος ἤδη τὸ μακρὸν χῶμα παραμείψας ἐπίφορος τῷ κατὰ τὸν κύκλον ἐνέπιπτε καὶ πανταχόθεν περιρρυεὶς τὸ μεταίχμιον τῶν τειχῶν ἐλίμναζε· καὶ νῆσος αὐτίκα ἦν ἡ Συήνη καὶ περίρρυτος ἡ μεσόγαιος τῷ Νειλῴῳ κλύδωνι κυματουμένη.

[3] Κατ' ἀρχὰς μὲν δὴ καὶ χρόνον τῆς ἡμέρας ἐπ' ὀλίγον ἀντεῖχε τὸ τεῖχος· ἐπειδὴ δὲ ἐπιβρῖσαν τὸ ὕδωρ εἰς ὕψος τε ἤρετο καὶ διὰ τῶν ἀραιωμάτων τῆς γῆς, οἷς μέλαινα καὶ εὔγειος οὖσα πρὸς τῆς θερινῆς ὥρας κατέσχιστο, πρὸς τὰ βάθη κατεδύετο καὶ τὴν κρηπῖδα τοῦ τείχους ὑπέτρεχε, τότ' ἤδη πρὸς τὸ ἄχθος ἐνεδίδου τὸ ὑποκείμενον, καὶ καθ' ὃ μέρος χαυνούμενον ἱζήσειεν ἐνταῦθα τὸ τεῖχος ὤκλαζε καὶ τῷ σάλῳ τὸν κίνδυνον ἐπεσήμαινεν, ἐπάλξεών τε κραδαινομένων καὶ τῶν ὑπερμαχομένων τῷ βρασμῷ κλονουμένων.

[5]

[1]    Ἤδη δὲ ἑσπέρας ἐπιούσης καὶ μέρος τι τοῦ τείχους καὶ μεταπύργιον ἐγκατερείπεται, οὐ μὴν ὥστε χθαμαλωτέραν γενέσθαι τῆς λίμνης τὴν πτῶσιν οὐδ' ὥστε εἰσδέξασθαι τὸ ὕδωρ, ἀλλὰ πέντε που πήχεις ὑπερέχουσαν ἀπειλουμένην ὅσον οὔπω κατεπτηχέναι τὴν ἐπίκλυσιν. Ἐφ' οἷς οἰμωγή τε συμμιγὴς τῶν κατὰ τὴν πόλιν ἐξάκουστος καὶ τοῖς πολεμίοις ἐγίνετο· καὶ χεῖρας εἰς οὐρανὸν αἴροντες, τὴν ὑπολειπομένην ἐλπίδα, θεοὺς ἐπεβοῶντο σωτῆρας, καὶ τὸν Ὀροονδάτην ἐπικηρυκεύεσθαι πρὸς τὸν Ὑδάσπην ἱκέτευον.

[2] Ὁ δὲ ἐπείθετο μέν, δοῦλος καὶ ἄκων τῆς τύχης γινόμενος, ἀποτετειχισμένος δὲ τῷ ὕδατι καὶ ὅπως ἄν τινα διαπέμψαιτο ὡς τοὺς πολεμίους ἀδυνατῶν ἐπίνοιαν ὑπὸ τῆς ἀνάγκης ἐδιδάσκετο· γραψάμενος γὰρ ἃ ἐβούλετο καὶ λίθῳ τὴν γραφὴν ἐναψάμενος σφενδόνῃ πρὸς τοὺς ἐναντίους ἐπρεσβεύετο διαπόντιον τὴν ἱκεσίαν τοξευόμενος· ἤνυε δὲ οὐδέν, ἐλαττουμένης τοῦ μήκους τῆς βολῆς καὶ τῷ ὕδατι προεμπιπτούσης.

[3] Ὁ δὲ καὶ αὖθις τὴν αὐτὴν γραφὴν ἐκτοξεύων ἀπετύγχανε, πάντων μὲν τοξοτῶν καὶ σφενδονητῶν ἐφικέσθαι τῆς βολῆς φιλοτιμουμένων οἷα δὴ τὸν περὶ ψυχῆς σκοπὸν ἀθλούντων, ἁπάντων δὲ τὰ ὅμοια πασχόντων. Τέλος δὲ τὰς χεῖρας εἰς τοὺς πολεμίους ὀρέγοντες, τοῖς χώμασιν ἐφεστῶτας καὶ θέατρον τὰ πάθη τὰ ἐκείνων ποιουμένους, ἐλεεινοῖς τοῖς σχήμασι τὸ βούλευμα τῶν τοξευμάτων ὡς δυνατὸν ἔφραζον, νῦν μὲν ὑπτίας προτείνοντες εἰς ἱκεσίας ἔμφασιν, νῦν δὲ κατὰ νώτων πρὸς δεσμὸν περιάγοντες εἰς δουλείας ἐξομολόγησιν [4] Ὁ δὲ Ὑδάσπης ἐγνώριζε μὲν σωτηρίαν αἰτοῦντας καὶ παρέχειν ἦν ἕτοιμος (ὑπαγορεύει γὰρ τοῖς χρηστοῖς φιλανθρωπίαν πολέμιος ὑποπίπτων), τὸ παρὸν δὲ ἀδυνάτως ἔχων ἔγνω σαφεστέραν λαβεῖν τῶν ἐναντίων ἀπόπειραν. Καί, ἦν γὰρ πορθμεῖα τῶν ποταμίων προηυτρεπισμένος, ἃ κατὰ ῥοῦν τῆς διώρυχος ἐκ τοῦ Νείλου φέρεσθαι συγχωρήσας ἐπειδὴ τῷ κύκλῳ τοῦ χώματος προσηνέχθη καθελκύσας εἶχε, τούτων δέκα νεόπηκτα ἐπιλέξας τοξότας τε καὶ ὁπλίτας ἐνθέμενος ἅ τε χρὴ λέγειν ἐπιστείλας ὡς τοὺς Πέρσας ἐξέπεμπεν. [5] Οἱ δὲ ἐπεραιοῦντο πεφραγμένοι ὡς, εἴ τι καὶ παρ' ἐλπίδας ἐγχειροῖεν οἱ ἐπὶ τῶν τειχῶν, ηὐτρεπίσθαι πρὸς ἄμυναν. Καὶ ἦν θεαμάτων τὸ καινότατον, ναῦς ἀπὸ τειχῶν πρὸς τείχη περαιουμένη καὶ ναύτης ὑπὲρ μεσογαίας πλωϊζόμενος καὶ πορθμεῖον κατὰ τὴν ἀρόσιμον ἐλαυνόμενον· καινουργὸς δὲ ὢν ἀεί πως ὁ πόλεμος τότε τι καὶ πλέον καὶ οὐδαμῶς εἰωθὸς ἐθαυματούργει, ναυμάχους τειχομάχοις συμπλέξας καὶ λιμναίῳ στρατιώτῃ χερσαῖον ἐφοπλίσας.

[6] Οἱ γὰρ δὴ κατὰ τὴν πόλιν τὰ σκάφη καὶ τοὺς ἐμπλέοντας ἐνόπλους τε καὶ καθ' ὃ μέρος κατήρειπτο τὸ τεῖχος ἐπιφερομένους θεασάμενοι, καταπλῆγες ἄνθρωποι καὶ πτοίας ἤδη πρὸς τῶν περιεχόντων κινδύνων ἀνάμεστοι, πολεμίους καὶ τοὺς ἐπὶ σωτηρίᾳ τῇ σφῶν ἥκοντας ὑπετόπαζον (πᾶν γὰρ ὕποπτον καὶ φοβερὸν τῷ κατ' ἔσχατον κινδύνου γινομένῳ), ἠκροβολίζοντό τε ἀπὸ τῶν τειχῶν καὶ εἰσετόξευον.

[7] Οὕτως ἄρα καὶ ἀπεγνωκότες ἑαυτῶν ἄνθρωποι τὴν ἀεὶ παροῦσαν ὥραν κέρδος εἰς ὑπέρθεσιν θανάτου νομίζουσιν. Ἔβαλλον δὲ οὐχ ὥστε καὶ τιτρώσκειν, ἀλλ' ὅσον ἀπείργειν τὸν πρόσπλουν καταστοχαζόμενοι.

[8] Ἀντετόξευον δὲ καὶ οἱ Αἰθίοπες καὶ ἅτε εὐσκοπώτερά τε βάλλοντες καὶ οὔπω τῆς τῶν Περσῶν γνώμης συνιέντες δύο πού τινας καὶ πλείους διαπείρουσιν, ὥστε τινὰς ὑπὸ ὀξείας καὶ ἀπροόπτου τῆς τρώσεως ἐπὶ κεφαλὴν ἀπὸ τῶν τειχῶν εἰς τὸ ἐκτός τε καὶ τὸ ὕδωρ σφενδονηθῆναι.

[9] Καὶ ἂν καὶ ἐπὶ πλέον ἐξεκαύθη τὰ τῆς μάχης, τῶν μὲν σὺν φειδοῖ κωλυόντων μόνον τῶν δὲ καὶ σὺν ὀργῇ τῶν Αἰθιόπων ἀμυνομένων, εἰ μή τις τῶν ἐπὶ δόξης καὶ πρεσβύτης ἤδη Συηναίων τοῖς ἐπὶ τοῦ τείχους παραγενόμενος "Ὦ φρενοβλαβεῖς" ἔφη "καὶ πρὸς τῶν δεινῶν παραπλῆγες, οὓς εἰς δεῦρο ἱκετεύοντες καὶ ἐπικαλούμενοι πρὸς βοήθειαν διετελοῦμεν, τούτους ἐλπίδος ἐπέκεινα παραγινομένους ἀπείργομεν; οἵ, φίλιοι μὲν ἥκοντες καὶ εἰρηνικὰ διαγγέλλοντες, σωτῆρες ἔσονται, πολέμια δὲ διανοούμενοι, ῥᾷστα καὶ προσορμισθέντες ἐλαττωθήσονται.

[10] Τί δὲ καὶ πλέον εἰ τούτους διαχρησόμεθα τοσούτου νέφους ἐκ γῆς καὶ ὕδατος κεκυκλωμένου τὴν πόλιν; Ἀλλὰ καὶ προσδεχώμεθα καὶ ὅ τι βουλομένοις ἐστὶν ἐκδιδασκώμεθα." Πᾶσιν εὖ λέγειν ἔδοξεν, ἐπῄνει δὲ καὶ ὁ σατράπης· καὶ τοῦ κατηρειπωμένου τῇδε κἀκεῖσε μεταστάντες ἐν ἀκινήτοις τοῖς ὅπλοις ἡσύχαζον.

[6]

[1]    Ὡς δὲ ἐκενώθη τὸ μεταπύργιον τῶν ἐφεστώτων ὅ τε δῆμος ὀθόναις κατασείων ἐπιτρέπειν τὸν ὅρμον ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ Αἰθίοπες πλησιάσαντες ὥσπερ ἀπ' ἐκκλησίας τῶν πορθμείων πρὸς τὸ πολιορκούμενον θέατρον τοιάδε ἔλεγον.

[2] "Ὦ Πέρσαι καὶ Συηναίων οἱ παρόντες, Ὑδάσπης ὁ τῶν πρὸς ἀνατολαῖς καὶ δυσμαῖς Αἰθιόπων νυνὶ δὲ καὶ ὑμῶν βασιλεὺς πολεμίους τε ἐκπορθεῖν οἶδε καὶ ἱκέτας οἰκτείρειν πέφυκε, τὸ μὲν ἀνδρεῖον, τὸ δὲ φιλάνθρωπον δοκιμάζων καὶ τὸ μὲν χειρὸς εἶναι στρατιωτικῆς, τὸ δὲ ἴδιον τῆς ἑαυτοῦ γνώμης.

[3] Ἔχων τε τὸ ὑμᾶς εἶναι καὶ μὴ κατ' ἐξουσίαν, ἱκέταις γεγενημένοις ἀνίησι τὸν ἐκ τοῦ πολέμου πᾶσιν ὁρώμενον καὶ οὐκ ἀμφίβολον κίνδυνον, ἐφ' οἷς ἂν ἄσμενοι τῶν δεινῶν ἀπαλλαγείητε τὴν αἵρεσιν οὐκ αὐτὸς ὁρίζων ἀλλ' ὑμῖν ἐπιτρέπων· οὐ γὰρ τυραννεῖ τὴν νίκην, ἀλλὰ πρὸς τὸ ἀνεμέσητον διοικεῖ τὴν τῶν ἀνθρώπων τύχην."

[4] Πρὸς ταῦτα Συηναῖοι μὲν ἀπεκρίναντο σφᾶς τε αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἐπιτρέπειν Ὑδάσπῃ χρῆσθαι πρὸς ὅτι βούλοιτο καὶ τὴν πόλιν, εἰ περιγένοιτο, ἐγχειρίζειν, ἣν καὶ νῦν ἐν τῷ ἀνελπίστῳ σαλεύειν, εἰ μὴ φθαίη τις ἐκ θεῶν καὶ ἐξ Ὑδάσπου μηχανὴ σωτηρίας.

[5] Ὁ δὲ Ὀροονδάτης τῶν μὲν αἰτίων ἔφη τοῦ πολέμου καὶ τῶν ἐπάθλων ἐκστήσεσθαι καὶ τάς τε Φίλας τὴν πόλιν καὶ τὰ σμαράγδεια μέταλλα παραχωρήσειν· αὐτὸς δὲ ἠξίου μηδεμίαν ὑποστῆναι ἀνάγκην μήτε ἑαυτὸν μήτε τοὺς στρατιώτας ἐγχειρίζειν, ἀλλ' εἰ βούλοιτο Ὑδάσπης εἰς ὁλόκληρον ἐπιδείκνυσθαι τὸ φιλάνθρωπον, ἐπιτρέπειν οὐδὲν λυμαινομένους οὐδὲ χεῖρας ἀνταίροντας ἀποχωρεῖν εἰς τὴν Ἐλεφαντίνην·

[6] ὡς ἴσον εἶναί οἱ νῦν τε ἀπολέσθαι καὶ δοκοῦντα περισῴζεσθαι προδοσίας τοῦ στρατιωτικοῦ παρὰ βασιλεῖ τῷ Περσῶν ἁλῶναι· μᾶλλον δὲ καὶ χαλεπώτερον, νῦν μὲν ἁπλοῦ καὶ νενομισμένου τυχὸν ἐπαχθησομένου θανάτου, τότε δὲ ὠμοτάτου καὶ εἰς πικροτάτην κόλασιν καινουργουμένου.

[7]

[1]    Ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εἰς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους καὶ εἴπερ οἱ κατ' αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν οὐδὲ αὐτὸς ἔτι μελλήσειν.

[2] Ταῦτ' ἀκούσαντες οἱ πρέσβεις ἐπανῄεσαν ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, καὶ πρὸς τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. Ὁ δ' ἐπιγελάσας καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος, εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ' ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὴν ἐλπίδα τοῦ εἶναι καὶ τεθνάναι σαλεύων, "Εὔηθες" ἔφη "τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν."

[3] Καὶ τούς τε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὢν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆς τε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικμασθῆναι.

[4] Οἱ μὲν δὴ ταῦτα προσταχθέντες μικρὰ τοῦ ἔργου κατάρξαντες εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν ἐπιγενομένης.

[8]

[1]    Οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παρ' ἐλπίδας ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες· ἀλλ' οἵ τε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς χώμασι πλησιάζειν ἐῴκεσαν, τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον· ἦν δὲ ἡ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων.

[2] Ἐπειδὴ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐδὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος καθ' ὃ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο ‑ εἴτε τῆς γῆς κατ' ἐκεῖνο χαύνης τε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑποκείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, ἢ καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου πρὸς τῶν ἐργαζομένων †ἐπιλαβόντος †ἐπίχυσις αὐξομένου διὰ νυκτὸς ἐγένετο τοῦ ὕδατος ὅ, τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος, ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον ‑ παρὰ δόξαν ἐκρήγνυται.

[3] Καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούς τε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν.

[4] Ἀλλ' οἱ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ' ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι· οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ' αὑτοὺς ἕκαστος σῶον ὁρῶντες, ἄλλοι δὲ παρ' ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ ἡμέρας φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦ τε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαντος.

[5] Ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στόμιον ἔφραττον καταρράκτας τε ἐκ σανίδων συνηρμοσμένων καθιέντες καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες χοῦν τε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες καὶ πολλαὶ χιλιάδες ἀθρόον οἱ μὲν ἀπὸ τῆς ὄχθης οἱ δὲ καὶ ἐκ πορθμείων ἐπιφοροῦντες.

[6] Οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν· ἦν δὲ οὐδ' ὣς πορευτέα παρ' ἀλλήλους οὐδ' ἑκατέροις· ἰλύος γὰρ βαθείας ἡ γῆ κατάπλεως ἐγεγόνει καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν ἵππου τε ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.

[9]

[1]    Ἡμέρας μὲν δὴ δύο που καὶ τρεῖς οὕτω διῆγον, ἠνεῳγμέναις μὲν ταῖς πύλαις οἱ Συηναῖοι ὅπλοις δὲ ἀποκειμένοις οἱ Αἰθίοπες τὴν εἰρήνην ἐπισημαίνοντες. Καὶ ἦν τὸ γινόμενον ἀνακωχή τις ἀνεπίμικτος, οὔτε φρουρᾶς ἔτι παρ' οὐδετέροις σπουδαζομένης καὶ πλέον τῶν κατὰ τὴν πόλιν εὐπαθείαις ἑαυτοὺς ἐκδεδωκότων.

[2] Καὶ γάρ πως συνέπεσε καὶ τὰ Νειλῷα τότε, τὴν μεγίστην παρ' Αἰγυπτίοις ἑορτήν, ἐνεστηκέναι, κατὰ τροπὰς μὲν τὰς θερινὰς μάλιστα καὶ ὅτε ἀρχὴν τῆς αὐξήσεως ὁ ποταμὸς ἐμφαίνει τελουμένην, ὑπὲρ πάσας δὲ τὰς ἄλλας πρὸς Αἰγυπτίων σπουδαζομένην δι' αἰτίαν τοιάνδε.

[3] Θεοπλαστοῦσι τὸν Νεῖλον Αἰγύπτιοι καὶ κρειττόνων τὸν μέγιστον ἄγουσιν, ἀντίμιμον οὐρανοῦ τὸν ποταμὸν σεμνηγοροῦντες οἷα δὴ δίχα νεφώσεων καὶ ὑετῶν ἀερίων τὴν ἀρουμένην αὐτοῖς ἄρδοντος καὶ εἰς ἔτος ἀεὶ τεταγμένως ἐπομβρίζοντος· καὶ ταυτὶ μὲν ὁ πολὺς λεώς.

[4] Ἃ δὲ ἐκθειάζουσιν, ἐκεῖνα· τοῦ εἶναι καὶ ζῆν ἀνθρώπους τὴν ὑγρᾶς τε καὶ ξηρᾶς οὐσίας σύνοδον αἰτίαν μάλιστα νομίζουσι, τὰ ἄλλα στοιχεῖα τούτοις συνυπάρχειν τε καὶ συναναφαίνεσθαι λέγοντες, καὶ τὴν μὲν ὑγρὰν τὸν Νεῖλον, θατέραν δὲ τὴν γῆν τὴν αὑτῶν ἐμφαίνειν. Καὶ ταυτὶ μὲν δημοσιεύουσι, πρὸς δὲ τοὺς μύστας Ἶσιν τὴν γῆν καὶ Ὄσιριν τὸν Νεῖλον καταγγέλλουσι, τὰ πράγματα τοῖς ὀνόμασι μεταλαμβάνοντες.

[5] Ποθεῖ γοῦν ἀπόντα ἡ θεὸς καὶ χαίρει συνόντι καὶ μὴ φαινόμενον αὖθις θρηνεῖ καὶ ὡς δή τινα πολέμιον τὸν Τυφῶνα ἐχθραίνει, φυσικῶν τινῶν, οἶμαι, ἀνδρῶν καὶ θεολόγων πρὸς μὲν τοὺς βεβήλους τὰς ἐγκατεσπαρμένας τούτοις ὑπονοίας μὴ παραγυμνούντων, ἀλλ' ἐν εἴδει μύθου προκατηχούντων, τοὺς δὲ ἐποπτικωτέρους καὶ ἀνακτόρων ἐντὸς τῇ πυρφόρῳ τῶν ὄντων λαμπάδι φανότερον τελούντων.

[10]

[1]    Τοῦτό τοι καὶ ἡμῖν εὐμένεια μὲν εἴη τῶν εἰρημένων, τὰ μυστικώτερα δὲ ἀρρήτῳ σιγῇ τετιμήσθω, τῶν κατὰ Συήνην ἑξῆς περαινομένων.

[2] Τῆς γὰρ δὴ τῶν Νειλῴων ἑορτῆς ἐνεστηκυίας οἱ μὲν ἐγχώριοι πρὸς θυσίαις τε καὶ τελεταῖς ἦσαν τοῖς μὲν σώμασιν ἐπὶ περιεστηκόσι δεινοῖς κάμνοντες ταῖς ψυχαῖς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐκ τῶν ἐνόντων οὐκ ἀμνημονοῦντες· ὁ δὲ Ὀροονδάτης μέσας νύκτας ἐπιτηρήσας, πρὸς ὕπνον βαθὺν τῶν Συηναίων ὑπὸ τῆς εὐωχίας τετραμμένων, ὑπεξάγει τὸν στρατόν, ὥραν τε μίαν καὶ πύλην καθ' ἣν ἔδει ποιήσασθαι τὴν ἔξοδον κρύφα τοῖς Πέρσαις προπαραγγείλας.

[3] Ἐπέσταλτο δὲ ἑκάστῳ δεκάρχῃ ἵππους μὲν καὶ ὑποζύγια κατὰ χώραν ἐᾶν πρός τε δυσχερείας ἀπαλλαγὴν καὶ τοῦ μή τινα πρὸς τὸν τάραχον αἴσθησιν γενέσθαι τῶν δρωμένων, τὰ ὅπλα δὲ ἀναλαβόντας μόνα καὶ δοκίδα ἢ σανίδα πορισαμένους ἐπάγεσθαι.

[11]   Ἐπεὶ δὲ ἠθροίσθησαν καθ' ἣν προείρητο πύλην, ἐγκάρσια τῷ πηλῷ τὰ ξύλα ἅπερ ἑκάστη δεκὰς ἐπήχθιστο ἐπιβάλλων καὶ ἀλλήλων ἐχόμενα συντιθείς, τῶν κατόπιν ἀεὶ τοῖς ἡγουμένοις μεταδιδόντων, οἷον διὰ ζεύγματος ῥᾷστά τε καὶ τάχιστα διεβίβασε τὸ πλῆθος.

[4] Καὶ λαβόμενος τῆς ἐστερεωμένης τούς τε Αἰθίοπας οὐδὲν προϊδομένους οὐδὲ φροντίδα τῆς φυλακῆς πεποιημένους ἀλλ' ἀπρονοήτως καθεύδοντας διαλαθὼν ἐπὶ τὴν Ἐλεφαντίνην ὡς δρόμου τε εἶχε καὶ ἄσθματος καθ' ἓν τὸν στρατὸν ἦγεν, ἀκώλυτός τε εἰσέφρησεν εἰς τὴν πόλιν, τῶν ἐκ τῆς Συήνης προαπεσταλμένων δύο Περσῶν (οὕτω πρὸς αὐτοὺς συντεταγμένον) ἐπιτηρούντων ὅσαι νύκτες τὴν ἔφοδον κἀπειδὴ τὸ συγκείμενον ἀνεφθέγξαντο σύμβολον παραχρῆμα τὰς πύλας ἀναπετασάντων.

[5] Ἤδη δὲ ἡμέρας ὑποφαινούσης οἱ Συηναῖοι τὸν δρασμὸν ἐγνώριζον, τὰ μὲν πρῶτα κατ' οἶκον τὸν ἴδιον ἕκαστος τοὺς ἐπεξενωμένους Περσῶν οὐχ ὁρῶντες, εἶτα καὶ κατὰ συλλόγους συνιστάμενοι, καὶ τέλος καὶ τὸ ζεῦγμα ἐποπτεύοντες. Αὖθις οὖν εἰς ἀγωνίαν καθίσταντο καὶ δευτέρων ἀδικημάτων ἔγκλημα προσεδέχοντο βαρύτερον ὡς ἐπὶ φιλανθρωπίᾳ τοσαύτῃ γεγονότες ἄπιστοι καὶ τὸν δρασμὸν τοῖς Πέρσαις συνεργήσαντες.

[6] Ἔγνωσαν οὖν πανδημεὶ τῆς πόλεως ἐξορμήσαντες ἐγχειρίζειν ἑαυτοὺς τοῖς Αἰθίοψι καὶ ὅρκοις πιστοῦσθαι τὴν ἄγνοιαν, εἴ πως εἰς ἔλεον ἐπικλασθεῖεν. Ἀθροίσαντες οὖν πᾶσαν ἡλικίαν καὶ κλάδους εἰς ἱκετηρίαν ἀναλαβόντες κηρούς τε καὶ δᾷδας ἁψάμενοι καὶ τὰ ἱερὰ †γένη †καὶ ἕδη τῶν θεῶν ὥσπερ κηρύκεια προβεβλημένοι διά τε τοῦ ζεύγματος ὡς τοὺς Αἰθίοπας ἐλθόντες, ἱκέται πόρρωθεν γονυπετοῦντες ἐκάθηντο καὶ ὑφ' ἓν σύνθημα καὶ φωνὴν γοώδη μίαν ἐλεεινὴν ὀλολυγὴν ἱέντες ἱκέτευον.

[7] Οἰκτιζόμενοι δὲ πλέον, τὰ νεογνὰ τῶν βρεφῶν ἐπὶ γῆς προκαταβάλλοντες φέρεσθαι ὡς ἔτυχε μεθῆκαν, διὰ τῆς ἀνυπόπτου καὶ ἀνυπαιτίου μοίρας τὸ θυμούμενον τῶν Αἰθιόπων προμαλάσσοντες.

[8] Τὰ βρέφη δὲ ὑπὸ πτοίας τε ἅμα καὶ ἀγνοίας τῶν πραττομένων τοὺς μὲν φύντας καὶ τρέφοντας, τάχα που τὴν ἄπειρον ἀποτρεπόμενα βοήν, ὑπέφευγεν, ἐπὶ δὲ τὴν ἄγουσαν ὡς τοὺς πολεμίους τὰ μὲν εἷρπε, τὰ δὲ ψελλιζόμενα τὴν βάσιν καὶ κλαυθμυριζόμενα ἐπαγωγὸν ἐφέρετο, καθάπερ σχεδιαζούσης ἐν αὐτοῖς τὴν ἱκεσίαν τῆς τύχης.

[12]

[1]    Ὁ δὲ Ὑδάσπης ταῦτα ὁρῶν καὶ τὴν πάλαι ἱκεσίαν ἐπιτείνειν αὐτοὺς καὶ εἰς τὸ παντελὲς ἐξομολογεῖσθαι οἰηθείς, ἀποστείλας ἠρώτα τί βούλοιντο καὶ ὅπως μόνοι καὶ οὐ μετὰ τῶν Περσῶν ἥκοιεν.

[2] Οἱ δὲ πάντα ἔλεγον, τὸν δρασμὸν τῶν Περσῶν, τὸ ἑαυτῶν ἀνυπαίτιον, τὴν πάτριον ἑορτήν, καὶ ὡς πρὸς θεραπείαν τῶν κρειττόνων ὄντας καὶ πρὸς τῆς εὐωχίας ἀφυπνωμένους διαλάθοιεν, ἴσως ἂν διαδράντες καὶ εἰδότων καὶ γυμνῶν τοὺς ἐνόπλους κωλύειν ἀδυνατούντων.

[3] Ὁ δὴ οὖν Ὑδάσπης, τούτων πρὸς αὐτὸν ἀπαγγελθέντων, ὑποτοπήσας, ὅπερ ἦν, ἀπάτην τινὰ καὶ ἐνέδραν πρὸς τοῦ Ὀροονδάτου γενησομένην, τοὺς ἱερέας μόνους μετακαλεσάμενος καὶ τοῖς ἀγάλμασι τῶν θεῶν ἃ συνεπήγοντο πρὸς τὸ μᾶλλον καταιδέσαι προσκυνήσας, εἴ τι πλέον ἔχοιεν ἀναδιδάσκειν περὶ τῶν Περσῶν ἐπυνθάνετο καὶ ὅποι μὲν ὥρμησαν, τίνι δὲ θαρσεῖν ἔχουσιν ἢ τίσιν ἐπιχειρήσουσιν.

[4] Οἱ δὲ τὰ μὲν ἄλλα ἀγνοεῖν ἔφασαν, εἰκάζειν δὲ εἰς τὴν Ἐλεφαντίνην ὡρμηκέναι, τοῦ πλείστου στρατοῦ κατ' ἐκείνην συνειλεγμένου καὶ τοῦ Ὀροονδάτου τοῖς τε ἄλλοις καὶ πλέον τοῖς καταφράκτοις ἱππεῦσιν ἐπανέχοντος.

[13]

[1]    Ταῦτα εἰπόντων καὶ εἰσιέναι εἰς τὴν πόλιν ὡς ἰδίαν καὶ μεθεῖναι τῆς κατ' αὐτῶν ὀργῆς ἱκετευόντων, τὸ μὲν παρελθεῖν αὐτὸς εἰς τὴν πόλιν τὸ παρὸν ὁ Ὑδάσπης οὐκ ἐδοκίμαζε, δύο δὲ φάλαγγας ὁπλιτῶν εἰσπέμψας εἰς ἀπόπειράν τε ὑποπτευομένης ἐνέδρας καί, εἰ μηδὲν εἴη τοιοῦτον, εἰς φρουρὰν τῆς πόλεως, τούς τε Συηναίους ἐπὶ χρησταῖς ταῖς ὑποσχέσεσιν ἀποπέμψας αὐτὸς εἰς τάξιν καθίστη τὸν στρατὸν ὡς ἢ δεξόμενος ἐπιόντας τοὺς Πέρσας ἢ καθυστεροῦσιν ἐπελευσόμενος.

[2] Καὶ οὔπω πᾶν διετέτακτο καὶ σκοποὶ προσελαύνοντες ἔφοδον τῶν Περσῶν εἰς μάχην ἐκτεταγμένων ἐμήνυον. Ὁ γὰρ Ὀροονδάτης τὴν μὲν ἄλλην στρατιὰν εἰς τὴν Ἐλεφαντίνην ἀθροίζεσθαι διατεταγμένος, αὐτὸς δὲ, ὅτε τοὺς Αἰθίοπας ἐπιόντας παρ' ἐλπίδα κατώπτευεν, εἰσδραμεῖν σὺν ὀλίγοις εἰς τὴν Συήνην ἀναγκασθεὶς καὶ τοῖς χώμασιν ἀποτειχισθείς, σωτηρίαν τε αἰτήσας καὶ καθ' ὑπόσχεσιν τοῦ Ὑδάσπου λαβὼν ἀπιστότατος ἀνθρώπων γίνεται·

[3] καὶ δύο Περσῶν ἅμα τοῖς Αἰθίοψι περαιωθῆναι παρασκευάσας δῆθεν ὡς τὴν γνώμην τῶν κατὰ τὴν Ἐλεφαντίνην, ἐφ' οἷς ἂν ἕλοιντο διαλύσασθαι πρὸς Ὑδάσπην, μαθησομένους ἐξέπεμπε, τὸ δ' ἀληθές, εἰ παρασκευάζεσθαι πρὸς μάχην προαιροῦνται ὅταν αὐτός ποτε διαδρᾶναι δυνηθῇ.

[4] Καὶ τὸ τῆς γνώμης ἄπιστον εἰς ἔργον ἦγεν, ηὐτρεπισμένους τε καταλαβὼν αὐτίκα ἐξῆγεν οὐδὲ εἰς βραχὺ τὴν ἔφοδον ὑπερθέμενος, ἀλλὰ τῷ τάχει τὴν παρασκευήν, ὡς ἐδόκει, τῶν ἐναντίων ὑποτεμνόμενος.

[14]

[1]    Ἤδη γοῦν παραταττόμενος ἑωρᾶτο κόμπῳ τε Περσικῷ τὰς ὄψεις προκαταλαμβάνων καὶ ἀργυροῖς τε καὶ ἐπιχρύσοις τοῖς ὅπλοις τὸ πεδίον καταστράπτων· ἄρτι γὰρ ἀνίσχοντος ἡλίου καὶ τὴν ἀκτῖνα κατὰ πρόσωπον τοῖς Πέρσαις ἐπιβάλλοντος, μαρμαρυγή τις ἄφραστος καὶ εἰς τοὺς πορρωτάτω διερριπίζετο, τῆς πανοπλίας οἰκεῖον σέλας ἀνταυγαζούσης.

[2] Τὸ μὲν οὖν δεξιὸν κέρας αὐτῷ Περσῶν τε καὶ Μήδων τὸ γνήσιον ἐπεῖχε, τῶν μὲν ὁπλιτῶν ἡγουμένων τῶν δὲ ὅσοι τοξόται κατόπιν ἐφεπομένων, ὡς ἂν γυμνοὶ πανοπλίας ὄντες ἀσφαλέστερον βάλλοιεν ὑπὸ τοῖς ὁπλίταις προασπιζόμενοι· τὴν δὲ Αἰγυπτίων τε καὶ Λιβύων χεῖρα καὶ τὴν ξενικὴν ἅπασαν εἰς τὸ ἀριστερὸν κατένεμεν, ἀκοντιστὰς καὶ τούτοις καὶ σφενδονήτας παραζεύξας ἐκδρομάς τε ποιεῖσθαι καὶ εἰσακοντίζειν ἐκ πλαγίων ὁρμωμένους ἐπιστείλας.

[3] Αὐτὸς δὲ τὸ μέσον κατελάμβανεν, ἅρματός τε δρεπανηφόρου λαμπρῶς ἐπιβεβηκὼς καὶ ὑπὸ τῆς ἑκατέρωθεν φάλαγγος εἰς ἀσφάλειαν δορυφορούμενος τοὺς καταφράκτους ἱππέας μόνους ἑαυτοῦ προέταττεν, οἷς δὴ καὶ πλέον θαρσήσας τὴν μάχην ἀπετόλμησε· καὶ γὰρ οὖν καὶ ἔστιν ἥδε ἡ φάλαγξ Περσῶν ἀεὶ τὸ μαχιμώτατον καὶ οἱονεὶ τεῖχος ἀρραγὲς τοῦ πολέμου προβαλλόμενον.

[15]

[1]    Τρόπος δὲ αὐτοῖς πανοπλίας τοιόσδε· ἀνὴρ ἔκκριτος καὶ σώματος ἰσχὺν ἐπίλεκτος κράνος μὲν ὑπέρχεται συμφυές τε καὶ μονήλατον καὶ ὄψιν ἀνδρὸς εἰς ἀκρίβειαν ὥσπερ τὰ προσωπεῖα σοφιζόμενον· τούτῳ δὲ ἐκ κορυφῆς εἰς αὐχένα πάντα πλὴν τῶν ὀφθαλμῶν εἰς τὸ διοπτεύειν σκεπόμενος, τὴν μὲν δεξιὰν κοντῷ μείζονι λόγχης ὁπλίζει τὴν λαιὰν δὲ εἰς τὸν χαλινὸν ἀσχολεῖ· κοπίδα δὲ ὑπὸ τὴν πλευρὰν παρηρτημένος οὐ τὰ στέρνα μόνον ἀλλὰ καὶ σῶμα τὸ ἄλλο ἅπαν τεθωράκισται.

[2] Ἐργασία δὲ τοῦ θώρακος τοιάδε· σκυτάλας χαλκᾶς τε καὶ σιδηρᾶς ὅσον σπιθαμιαίας πανταχόθεν εἰς σχῆμα τετράγωνον ἐλάσαντες καὶ ἄλλην ἐπ' ἄλλῃ κατ' ἄκρα τῶν πλευρῶν ἐφαρμόσαντες, ὡς τῇ κατωτέρᾳ τὴν ὑπερκειμένην ἀεὶ καὶ τῇ πλαγίᾳ τὴν παρακειμένην κατὰ τὸ συνεχὲς ἐπιβαίνειν, καὶ ῥαφαῖς ὑπὸ τὰς ἐπιπτυχὰς τὴν συμπλοκὴν ἀγκιστρώσαντες, χιτῶνά τινα φολιδωτὸν ἀπεργάζονται προσπίπτοντα μὲν ἀλύπως τῷ σώματι καὶ πάντῃ περιφυόμενον περιγράφοντα δὲ μέλος ἕκαστον καὶ πρὸς τὸ ἀκώλυτον τῆς κινήσεως συστελλόμενόν τε καὶ συνεκτεινόμενον.

[3] Ἔστι γὰρ χειριδωτὸς ἀπ' αὐχένος εἰς γόνυ καθειμένος, μόνοις τοῖς μηροῖς καθ' ὃ τῶν ἱππείων νώτων ἐπιβαίνειν ἀνάγκη διαστελλόμενος. Ὁ μὲν δὴ θώραξ τοιοῦτος, ἀντίτυπόν τι βελῶν χρῆμα καὶ πρὸς πᾶσαν τρῶσιν ἀπομαχόμενον· ἡ κνημὶς δὲ ἀπ' ἄκρων ταρσῶν εἰς γόνυ διήκει συνάπτουσα πρὸς τὸν θώρακα.

[4] Παραπλησίᾳ δὲ σκευῇ καὶ τὸν ἵππον περιφράττουσι, τούς τε πόδας κνημῖσι περιδέοντες καὶ προμετωπιδίοις τὴν κεφαλὴν δι' ὅλου σφηκοῦντες ἐκ νώτων τε ἐπὶ γαστέρα καθ' ἑκατέραν πλευρὰν σκέπασμα σιδηρόπλοκον ἀπαιωροῦντες ὡς ὁπλίζειν τε ἅμα καὶ τῇ λαγαρότητι μὴ ἐμποδίζειν τοὺς δρόμους.

[5] Οὕτως ἐσκευασμένον καὶ οἷον ἐμβεβλημένον περιβαίνει τὸν ἵππον, οὐκ αὐτὸς ἐφαλλόμενος, ἀλλ' ἑτέρων διὰ τὸ ἄχθος ἀνατιθεμένων. Κἀπειδὰν ὁ καιρὸς ἥκῃ τῆς μάχης ἐφεὶς τὸν χαλινὸν τῷ ἵππῳ καὶ μυωπίσας παντὶ τῷ ῥοθίῳ κατὰ τῶν ἐναντίων ἵεται σιδηροῦς τις ἀνὴρ φαινόμενος ἢ καὶ σφυρήλατος ἀνδριὰς κινούμενος.

[6] Ὁ κοντὸς δὲ τὰ μὲν πρὸς τῇ αἰχμῇ κατὰ πολὺ καὶ εἰς εὐθὺ προβέβληται, δεσμῷ πρὸς τὸν αὐχένα τὸν ἵππειον ἀνεχόμενος, τὸν οὐρίαχον δὲ βρόχῳ πρὸς τοῖς ἱππείοις μηροῖς ἐξήρτηται, μὴ εἴκων ἐν ταῖς συμβολαῖς ἀλλὰ συνεργῶν τῇ χειρὶ τοῦ ἱππέως εὐθυνούσῃ μόνον τὴν βολὴν, αὐτοῦ δὲ ἐπιτείνοντος καὶ πρὸς τὸ σφοδρότερον τῆς τρώσεως ἀντερείδοντος, τῇ ῥύμῃ γοῦν διαπείρει πάντα τὸν ὑποπίπτοντα καὶ μιᾷ πληγῇ δύο που φέρει πολλάκις ἀναρτήσας.

[16]

[1]    Τοιοῦτον ἔχων τὸ ἱππικὸν ὁ σατράπης καὶ οὕτω τὸ Περσικὸν διατάξας ἐπῄει ἀντιμέτωπος κατὰ νώτων ἀεὶ τὸν ποταμὸν ποιούμενος καὶ πλήθει κατὰ πολὺ τῶν Αἰθιόπων λειπόμενος τῷ ὕδατι τὴν κύκλωσιν ἀπετείχιζεν.

[2] Ἀντεπῆγε δὲ καὶ ὁ Ὑδάσπης τοῖς μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως Πέρσαις τε καὶ Μήδοις τοὺς ἐκ Μερόης ἀντιτάττων, ἄνδρας ὁπλομάχους τε καὶ τῆς κατασυστάδην χειρονομίας ἐπιστήμονας· τοὺς δὲ ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τοὺς τῇ κινναμωμοφόρῳ προσοίκους, εὐσταλεῖς τε τὴν ὅπλισιν καὶ ποδώκεις καὶ τοξείαν ἀρίστους, τοῖς κατὰ τὸ λαιὸν τῶν ἐναντίων σφενδονήταις τε καὶ ἀκοντισταῖς παρενοχλήσοντας ἀπεκλήρωσε.

[3] Τὸ δὲ μεσεῦον τοῦ Περσικοῦ τοῖς καταφράκτοις μεγαλαυχούμενον καταμαθών, ἑαυτόν τε καὶ τοὺς περὶ αὑτὸν πυργοφόρους ἐλέφαντας ἀντέταξε, τὸ Βλεμμύων καὶ Σηρῶν ὁπλιτικὸν προτάξας καὶ ἃ χρὴ πράττειν παρὰ τὸ ἔργον ἐπιστείλας.

[17]

[1]    Ἀρθέντων δὲ ἑκατέρωθεν τῶν σημείων καὶ τοῦ μὲν Περσικοῦ διὰ σαλπίγγων ῥόμβοις δὲ καὶ τυμπάνοις τῶν Αἰθιόπων τὴν μάχην ἐπισημαινόντων, ὁ μὲν Ὀροονδάτης ἐμβοήσας δρόμῳ τὰς φάλαγγας ἐπῆγε· ὁ δὲ Ὑδάσπης τὰ μὲν πρῶτα σχολαίτερον ἀντεπιέναι προσέταττε βάσιν ἐκ βάσεως ἡσυχῇ παραμείβοντας, τῶν τε ἐλεφάντων ἕνεκεν ὅπως ἂν μὴ ἀπολειφθεῖεν τῶν προμάχων καὶ ἅμα τὴν ῥύμην τῶν ἱππέων τῷ μεταξὺ προϋπεκλύων.

[2] Ἐπεὶ δὲ βολῆς ἐντὸς ἤδη καθίσταντο καὶ τοὺς καταφράκτους ἐρεθίζοντας τὴν ἵππον εἰς τὴν ἐπέλασιν οἱ Βλέμμυες κατέμαθον, τὰ προστεταγμένα πρὸς τοῦ Ὑδάσπου ἔπραττον καὶ τοὺς Σῆρας ὥσπερ προκώλυμα εἶναι καὶ προασπίζειν τῶν ἐλεφάντων καταλιπόντες αὐτοὶ πολὺ τῶν τάξεων προπηδήσαντες ὡς τάχους εἶχον ἐπὶ τοὺς καταφράκτους ὥρμησαν, μανίας ἔμφασιν τοῖς ὁρῶσι παριστάντες, οὕτως ὀλίγοι πρὸς πλείονας καὶ πρὸς οὕτω πεφραγμένους προεφορμήσαντες. [3] Οἱ Πέρσαι δὲ πλέον ἢ πρότερον ἐφέντες τοῖς ἵπποις ἐπήλαυνον, ἕρμαιον τὸ ἐκείνων θράσος ποιούμενοι καὶ ὡς αὐτίκα καὶ παρὰ τὴν πρώτην ἐμβολὴν ἀναρπασόμενοι.

[18]

[1]    Τότε οἱ Βλέμμυες εἰς χεῖρας ἤδη συμπίπτοντες καὶ μόνον οὐ ταῖς αἰχμαῖς ἐγχρίμπτοντες ἀθρόον καὶ καθ' ἓν σύνθημα ὑπώκλασάν τε καὶ ὑπεδύοντο τοῖς ἵπποις, γόνυ μὲν θάτερον τῇ γῇ προσερείδοντες κεφαλὴν δὲ καὶ νῶτα †ταῖς μὲν οὐδὲν ἢ †μόνον οὐ πατούμενοι.

[2] Παράδοξον δὲ ἔδρων καὶ ἐλυμαίνοντο τὴν ἵππον ὑπὸ τὴν γαστέρα κατὰ τὴν διεξέλασιν τοῖς ξίφεσιν ἀνακόπτοντες· ὥστε ἔπιπτον μὲν οὐκ ὀλίγοι, τῶν ἵππων πρὸς τὴν ἀλγηδόνα τῶν χαλινῶν ὑπερορώντων καὶ τοὺς ἀναβάτας ἀποσειομένων, οὓς κορμηδὸν κειμένους οἱ Βλέμμυες ὑπὸ τοὺς μηροὺς ἀνέτεμνον· ἀκίνητος γὰρ Περσῶν κατάφρακτος τοῦ χειραγωγήσοντος ἀμοιρήσας.

[3] Ὅσοι δὲ ἀτρώτοις τοῖς ἵπποις συνηνέχθησαν, ἐπὶ τοὺς Σῆρας ἐφέροντο· οἱ δὲ ἐπειδὴ μόνον ἐπλησίαζον κατόπιν ἑαυτοὺς τῶν ἐλεφάντων ὑπέστελλον ὥσπερ ἐπὶ λόφον ἢ φρούριον τὸ ζῷον καταφεύγοντες. Ἐνταῦθα πολὺς φόνος καὶ ὀλίγου παντελὴς συνέπιπτε τοῖς ἱππεῦσι.

[4] Οἵ τε γὰρ ἵπποι πρὸς τὸ ἄηθες τῆς τῶν ἐλεφάντων ὄψεως ἀθρόον παραγυμνωθείσης καὶ τῷ μεγέθει [ξενίζοντι τῆς θέας] τὸ φοβερὸν ἐπιφερούσης οἱ μὲν παλινδρομοῦντες οἱ δὲ ἐν ἀλλήλοις συνταραττόμενοι τὴν τάξιν τῆς φάλαγγος τάχιστα παρέλυον·

[5] οἵ τε ἐπὶ τῶν ἐλεφάντων κατὰ τοὺς πύργους (ἓξ μὲν ἕκαστον κατειληφότες δύο δὲ κατὰ πλευρὰν ἑκάστην ἐκτοξεύοντες, τῆς ἐπ' οὐρὰν μόνης εἰς τὸ ἄπρακτον σχολαζούσης) οὕτω δή τι συνεχές τε καὶ ἐπίσκοπον ὥσπερ ἐξ ἀκροπόλεως τῶν πύργων ἔβαλλον ὥστε εἰς νέφους φαντασίαν τὴν πυκνότητα παραστῆναι τοῖς Πέρσαις,

[6] καὶ πλέον ὅτε τοὺς ὀφθαλμοὺς μάλιστα τῶν ἐναντίων σκοποὺς οἱ Αἰθίοπες ποιούμενοι, καθάπερ οὐκ ἐκ τῶν ἴσων πολεμοῦντες ἀλλ' εὐστοχίας ἀγώνισμα προθέντες, οὕτως ἀδιαπτώτως ἐτύγχανον ὥστε οἱ διαπεπαρμένοι τοῖς βέλεσιν ἐφέροντο σὺν οὐδενὶ κόσμῳ διὰ τοῦ πλήθους καθάπερ αὐλοὺς τοὺς ὀιστοὺς τῶν ὀφθαλμῶν προβεβλημένοι.

[7] Εἰ δέ τινας ὑπὸ ῥύμης τοῦ δρόμου μὴ κατασχεθέντες οἱ ἵπποι καὶ ἄκοντας ὑπεξαγαγόντες εἰς τοὺς ἐλέφαντας ἐνέβαλλον καὶ οὕτως οἱ μὲν αὐτοῦ κατανηλίσκοντο ὑπὸ [τε] τῶν ἐλεφάντων ἀνερευγόμενοι καὶ πατούμενοι οἱ δὲ ὑπό τε τῶν Σηρῶν ὑπό τε τῶν Βλεμμύων ὥσπερ ἐκ λόχου τοῦ ἐλέφαντος ἐκδρομάς τε ποιουμένων καὶ τοὺς μὲν καὶ τιτρώσκειν εὐστοχούντων τοὺς δὲ κατὰ συμπλοκὴν ἀπὸ τῶν ἵππων εἰς γῆν ὠθούντων.

[8] Ὅσοι δὲ καὶ διεδίδρασκον ἄπρακτοι καὶ οὐδὲν δράσαντες τοὺς ἐλέφαντας ἀπεχώρουν· τὸ γὰρ θηρίον πέφρακται μὲν καὶ σιδήρῳ παραγινόμενον εἰς μάχην καὶ ἄλλως δὲ πρὸς τῆς φύσεως τὴν δορὰν ἐστόμωται, στερεμνίου φολίδος τὴν ἐπιφάνειαν ἐπιτρεχούσης καὶ πᾶσαν αἰχμὴν τῷ ἀντιτύπῳ θραυούσης.

[19]

[1]    Τραπέντων δὲ ἅπαξ εἰς φυγὴν τῶν ὑπολειπομένων αἴσχιστα δὴ πάντων ὁ σατράπης Ὀροονδάτης, τὸ μὲν ἅρμα ἐγκαταλιπὼν ἵππου δὲ τῶν Νισαίων ἐπιβάς, διεδίδρασκεν, ἀγνοούντων ταῦτα τῶν κατὰ τὸ ἀριστερὸν κέρας Αἰγυπτίων τε καὶ Λιβύων καὶ σὺν εὐτολμίᾳ πάσῃ τὴν μάχην συμφερομένων καὶ πασχόντων μὲν πλείονα ἢ δρώντων καρτερικῷ δὲ λήματι τὰ δεινὰ ὑπομενόντων.

[2] Οἱ γὰρ ἐκ τῆς κινναμωμοφόρου κατ' αὐτοὺς τεταγμένοι δεινῶς πιεζοῦντες πολλὴν ἀπορίαν παρεῖχον, ἐπιόντας μὲν ὑποφεύγοντες καὶ ἐκ πολλοῦ τοῦ περιόντος προφθάνοντες καὶ ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις καὶ παρὰ τὴν φυγὴν βάλλοντες, ἀναχωροῦσι δὲ ἐπιτιθέμενοι καὶ κατὰ τὰ πλάγια οἱ μὲν ταῖς σφενδόναις βάλλοντες οἱ δὲ μικροῖς μὲν τοῖς βέλεσιν ἰῷ δὲ δρακόντων πεφαρμαγμένοις εἰστοξεύοντες ὀξύν τινα καὶ ἀπότομον θάνατον ἐπέφερον.

[3] Τοξεύουσι δὲ οἱ τῆς κινναμωμοφόρου παίζειν πλέον ἢ σπουδάζειν τὴν τοξείαν ἐοικότες· πλέγμα γάρ τι κυκλοτερὲς τῇ κεφαλῇ περιθέντες καὶ τοῦτο βέλεσι κατὰ τὸν κύκλον περιπείραντες τὸ μὲν ἐπτερωμένον τοῦ βέλους πρὸς τῇ κεφαλῇ περιτίθενται τὰς δὲ ἀκίδας οἷον ἀκτῖνας εἰς τὸ ἐκτὸς προβέβληνται.

[4] Κἀντεῦθεν ἐξ ἑτοίμου παρὰ τὰς μάχας ὥσπερ ἐκ φαρέτρας ἀφαιρῶν ἕκαστος ἀγέρωχόν τι καὶ σατυρικὸν σκίρτημα λυγιζόμενός τε καὶ καμπτόμενος καὶ τοῖς ἰοῖς ἐστεμμένος ἀπὸ γυμνοῦ τοῦ σώματος τοῖς ἐναντίοις ἐφίησιν οὐδὲν σιδήρου πρὸς τὴν αἰχμὴν δεόμενος· ὀστοῦν γὰρ δράκοντος νωτιαῖον ἀφελὼν τὸ μὲν ἄλλο εἰς τὸν πῆχυν τοῦ βέλους ἀπευθύνει τὰ δὲ ἄκρα πρὸς τὸ ἀκμαιότατον ἀποξέσας αὐτογλώχινα τὸν ὀϊστὸν ἀπεργάζεται, τάχα που καὶ ἀπὸ τῶν ὀστῶν οὕτω παρωνομασμένον.

[5] Χρόνον μὲν δή τινα συνειστήκεισαν οἱ Αἰγύπτιοι καὶ τῷ συνασπισμῷ πρὸς τὴν τοξείαν ἀντείχοντο, φύσει τε τλήμονες ὄντες καὶ πρὸς τὸν θάνατον οὐ λυσιτελῶς μᾶλλον ἢ φιλονείκως κενοδοξοῦντες, ἴσως δέ που καὶ τιμωρίαν λιποταξίου προορῶντες.

[20]

[1]    Ἐπεὶ δὲ τούς τε καταφράκτους, τὴν μεγίστην τοῦ πολέμου χεῖρά τε καὶ ἐλπίδα νομιζομένους, διεφθαρμένους κατέμαθον τόν τε σατράπην ἀποδεδρακότα τούς τε Μήδων καὶ Περσῶν πολυθρυλήτους ὁπλίτας οὔτε τι παρὰ τὴν μάχην λαμπρὸν ἀποδεδειγμένους ἀλλ' ὀλίγα μὲν δράσαντας κατὰ τῶν ἐκ Μερόης, οἳ κατ' αὐτοὺς ἐτάχθησαν, παθόντας δὲ πλείονα καὶ τοῖς λοιποῖς ἐφεπομένους, ἐνδόντες καὶ αὐτοὶ προτροπάδην ἔφευγον.

[2] Ὁ δὲ Ὑδάσπης ὥσπερ ἀπὸ σκοπῆς τοῦ πύργου λαμπρᾶς ἤδη τῆς νίκης θεωρὸς γινόμενος κήρυκας διαπέμπων εἰς τοὺς διώκοντας τοῦ μὲν φονεύειν ἀπέχεσθαι προηγόρευε ζῶντας δὲ οὓς δύναιντο καὶ συλλαμβάνειν καὶ ἄγειν, καὶ πρὸ πάντων τὸν Ὀροονδάτην· ὡς δὴ καὶ ἐγένετο.

[3] Παρεκτείναντες γὰρ ἐπ' ἀσπίδα τὰς φάλαγγας οἱ Αἰθίοπες καὶ τὸ πολὺ βάθος τῶν τάξεων εἰς μῆκος ἑκατέρωθεν ἐπαγαγόντες τάς τε κεραίας ἐπιστρέψαντες, εἰς κύκλωσιν τὸ Περσικὸν συνήλασαν καὶ μίαν μόνην ἀτραπὸν τὴν ἐπὶ τὸν ποταμὸν ἀκώλυτον εἰς φυγὴν τοῖς ἐναντίοις ὑπέλειπον·

[4] εἰς ὃν οἱ πλείους ἐμπίπτοντες ὑπό τε ἵππων καὶ δρεπανηφόρων ἁρμάτων καὶ τοῦ λοιποῦ ταράχου καὶ πλήθους ὠθούμενοι σὺν πολλῷ μετεμάνθανον ὡς τὸ δοκοῦν στρατήγημα τοῦ σατράπου πρὸς ἐναντίου σφίσιν ἦν καὶ ἄσκεπτον· τὸ γοῦν κυκλωθῆναι παρὰ τὴν ἀρχὴν καταδείσας καὶ τὸν Νεῖλον διὰ τοῦτο κατὰ νώτων ποιήσας ἔλαθεν ἑαυτῷ τὴν φυγὴν ἀποτειχίσας.

[5] Ἐνταῦθα οὖν καὶ αὐτὸς ἁλίσκεται, Ἀχαιμένους τοῦ Κυβέλης παιδὸς ἅπαντα ἤδη τὰ κατὰ τὴν Μέμφιν πεπυσμένου καὶ προανελεῖν μὲν τὸν Ὀροονδάτην παρὰ τὸν θόρυβον ἐπιβουλεύσαντος (μετέμελε γὰρ αὐτῷ τῶν κατὰ τῆς Ἀρσάκης μηνυμάτων, τῶν ἐλέγχων προδιεφθαρμένων), τρῶσαι δὲ καιρίαν ἀποτυχόντος.

[6] Ὑπέσχε γε μὴν αὐτίκα τὴν δίκην πρός τινος τῶν Αἰθιόπων τόξῳ βληθείς, ἀναγνόντος μὲν τὸν σατράπην καὶ περισῴζειν, ὡς προστέτακτο, βουλομένου, ἀγανακτήσαντος δὲ τὸ ἄδικον τοῦ ἐγχειρήματος, εἰ τοὺς ἐναντίους τις ὑποφεύγων χωροίη κατὰ τῶν φιλίων, τὸν καιρὸν τῆς τύχης εἰς ἐχθροῦ ἄμυναν, ὡς ἐῴκει, θηρώμενος.

[21]

[1]    Τοῦτον μὲν οὖν ἀχθέντα πρὸς τοῦ ἑλόντος ὁ Ὑδάσπης ψυχορραγοῦντα θεασάμενος καὶ πολλῷ αἵματι ῥεόμενον, τοῦτο μὲν ἐπαοιδῇ διὰ τῶν τοῦτο ἔργον πεποιημένων ἐπέσχε, κρίνας δὲ, εἰ δύναιτο, περισῴζειν ἐπιρρωννύς τε τοῖς λόγοις. "Ὦ βέλτιστε" ἔφη, "τὸ μὲν σῴζεσθαί σε κατ' ἐμὴν ὑπάρξει γνώμην· νικᾶν γὰρ καλὸν τοὺς ἐχθροὺς ἑστῶτας μὲν ταῖς μάχαις πεπτωκότας δὲ ταῖς εὐποιΐαις· τί δ' οὖν βουλόμενος οὕτως ἄπιστος ἀπεδείχθης;"

[2] Ὁ δὲ "Πρὸς σὲ" ἔφη "‹ἄπιστος› πιστὸς δὲ πρὸς τὸν ἐμὸν δεσπότην." Καὶ ὁ Ὑδάσπης, "Ὑποπεσὼν τοίνυν τίνα σαυτῷ τιμωρίαν ὁρίζεις;" πάλιν ἠρώτα· καὶ ὅς, "Ἣν ἂν" ἔφη "βασιλεὺς ὁ ἐμός, τῶν σῶν τινα στρατηγῶν φυλάττοντα σοὶ πίστιν λαβών, ἀπῄτησεν."

[3] "Οὐκοῦν" ἔφη ὁ Ὑδάσπης "ἐπῄνεσεν ἂν καὶ δωρησάμενος ἀπέπεμψεν, εἰ βασιλεύς τίς ἐστιν ἀληθὴς καὶ μὴ τύραννος, ἐν ἀλλοτρίοις ἐπαίνοις ζῆλον τοῖς ἰδίοις τῶν ὁμοίων κατασκευαζόμενος. Ἀλλ' ὦ θαυμάσιε, πιστὸς μὲν εἶναι λέγεις, ἀσύνετος δὲ κἂν αὐτὸς ὁμολογήσειας πρὸς τοσαύτας μυριάδας οὕτω παρατόλμως ἀντιταξάμενος."

[4] "Οὐκ ἦν ἀσύνετον ἴσως" ἀπεκρίνατο "τῆς γνώμης ἐστοχάσθαι τοῦ βασιλεύοντος, μεθ' ἧς ἐκεῖνος πλέον τιμωρεῖται τοὺς ὁπωσοῦν ἐν πολέμῳ δειλοὺς ἢ τιμᾷ τοὺς ἀνδρείους. Ἔγνων οὖν ὁμόσε χωρῆσαι πρὸς τὸν κίνδυνον καὶ ἤτοι μέγα τι κατορθῶσαι καὶ παρὰ δόξαν, οἷα πολλὰ πολέμου καιροὶ θαυματουργοῦσιν, ἢ διασωθείς, εἰ τοῦτο συμβαίνοι, χώραν ἀπολογίας ὑπολείπεσθαι, ὡς πάντων τῶν ἐπ' ἐμοὶ πεπραγμένων."

[22]

[1]    Τοιαῦτα εἰπὼν καὶ ἀκούσας ὁ Ὑδάσπης ἐπῄνει τε καὶ εἰς τὴν Συήνην εἰσέπεμπεν, ἐπιμεληθῆναι αὐτοῦ παντοίως τοῖς ἰατρεύουσιν ἐπιστείλας. Εἰσῄει δὲ καὶ αὐτὸς ἅμα τοῖς ἐπιλέκτοις τοῦ στρατοῦ, πάσης μὲν τῆς πόλεως καὶ διὰ πάσης ἡλικίας προϋπαντώσης, στεφάνοις δὲ καὶ ἄνθεσι νειλῴοις τὴν στρατιὰν βαλλούσης καὶ ταῖς ἐπινικίοις εὐφημίαις τὸν Ὑδάσπην ἀνυμνούσης.

[2] Ἐπεὶ δὲ τειχῶν ἐντὸς εἰσήλασεν ὥσπερ ἐφ' ἅρματος τοῦ ἐλέφαντος, ὁ μὲν αὐτίκα πρὸς ἱεροῖς ἦν καὶ θεραπείαις τῶν κρειττόνων χαριστηρίοις, τῶν τε Νειλῴων ἥτις γένεσις παρὰ τῶν ἱερέων ἐκπυνθανόμενος καὶ εἴ τι θαύματος ἢ θεάματος ἄξιον κατὰ τὴν πόλιν ἐπιδεικνύναι ἔχουσιν.

[3] Οἱ δὲ τήν τε φρεατίαν τὸ νειλομέτριον ἐδείκνυσαν, τῷ κατὰ τὴν Μέμφιν παραπλήσιον, συννόμῳ μὲν καὶ ξεστῷ λίθῳ κατεσκευασμένον γραμμαῖς δὲ ἐκ πηχυαίου διαστήματος κεχαραγμένον, εἰς ἃς τὸ ποτάμιον ὕδωρ ὑπὸ γῆς διηθούμενον καὶ ταῖς γραμμαῖς ἐμπῖπτον τάς τε αὐξήσεις τοῦ Νείλου καὶ ὑπονοστήσεις τοῖς ἐγχωρίοις διασημαίνει, τῷ ἀριθμῷ τῶν σκεπομένων καὶ γυμνουμένων χαραγμάτων τὸ πόσον τῆς πλημμύρας ἢ τῆς λειψυδρίας μετρουμένων.

[4] Ἐδείκνυσαν δὲ καὶ τοὺς τῶν ὡρονομίων γνώμονας ἀσκίους κατὰ μεσημβρίαν ὄντας, τῆς ἡλιακῆς ἀκτῖνος κατὰ τροπὰς θερινὰς ἐν τοῖς περὶ Συήνην εἰς ἀκρίβειαν κατὰ κορυφὴν ἱσταμένης καὶ τῷ πανταχόθεν περιφωτισμῷ τὴν παρέμπτωσιν τῆς σκιᾶς ἀπελαυνούσης, ὡς καὶ τῶν φρεάτων τὸ κατὰ βάθος ὕδωρ καταυγάζεσθαι διὰ τὴν ὁμοίαν αἰτίαν. Καὶ ταῦτα μὲν ὁ Ὑδάσπης οὐ σφόδρα ὡς ξένα ἐθαύμαζε· συμβαίνειν γὰρ τὰ ἴσα καὶ κατὰ Μερόην τὴν Αἰθιόπων· [5] ὡς δὲ τὴν ἑορτὴν ἐξεθείαζον, ἐπὶ μέγα τὸν Νεῖλον αἴροντες, Ὧρόν τε καὶ ζείδωρον ἀποκαλοῦντες, Αἰγύπτου τε ὅλης, τῆς μὲν ἄνω σωτῆρα, τῆς κάτω δὲ καὶ πατέρα καὶ δημιουργὸν νέαν ἰλὺν δι' ἔτους ἐπάγοντα, καὶ Νεῖλον ἐντεῦθεν ὀνομαζόμενον, τάς τε ἐτησίους ὥρας φράζοντα, θερινὴν μὲν ταῖς αὐξήσεσι μετοπωρινὴν δὲ ταῖς ὑπονοστήσεσι καὶ τὴν ἠρινὴν τοῖς τε κατ' αὐτὸν φυομένοις ἄνθεσι καὶ ταῖς τῶν κροκοδείλων ᾠοτοκίαις,

[6] καὶ οὐδὲν ἀλλ' ἢ τὸν ἐνιαυτὸν ἀντικρὺς εἶναι τὸν Νεῖλον, τοῦτο καὶ τῆς προσηγορίας ἐκβεβαιουμένης (τῶν γοῦν κατὰ τοὔνομα στοιχείων εἰς ψήφους μεταλαμβανομένων, πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι μονάδες, ὅσαι καὶ τοῦ ἔτους ἡμέραι, συναχθήσονται), φυτῶν δὲ καὶ ἀνθέων καὶ ζῴων ἰδιότητας καὶ ἕτερα πλείονα τούτοις προστιθέντων,

[7] "Ἀλλ' οὐκ Αἰγύπτια ταῦτα" εἶπεν ὁ Ὑδάσπης "ἀλλ' Αἰθιοπικὰ τὰ σεμνολογήματα· τὸν γοῦν ποταμὸν τοῦτον, εἴτε καὶ καθ' ὑμᾶς θεόν, καὶ κῆτος ἅπαν ποτάμιον ἡ Αἰθιόπων δεῦρο παραπέμπουσα δικαίως ἂν παρ' ὑμῶν τυγχάνοι σεβάσματος, μήτηρ ὑμῖν γινομένη θεῶν". "Καὶ τοιγαροῦν καὶ σέβομεν" ἔφασαν οἱ ἱερεῖς "τῶν τε ἄλλων ἕνεκεν καὶ ὅτι σὲ σωτῆρα ἡμῖν καὶ θεὸν ἀνέδειξεν."

[23]

[1]    Εὐφήμους εἶναι προσήκειν τοὺς ἐπαίνους ὁ Ὑδάσπης εἰπὼν αὐτός τε εἰς τὴν σκηνὴν ἐλθὼν τὸ λειπόμενον τῆς ἡμέρας ἑαυτὸν ἀνελάμβανε τούς τε ἐπὶ δόξης Αἰθιόπων καὶ τοὺς κατὰ Συήνην ἱερέας εὐωχῶν καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ἐφῆκε, πολλὰς μὲν ἀγέλας βοῶν πολλὰς δὲ ποίμνας προβάτων πλεῖστα δὲ αἰγῶν αἰπόλια καὶ συῶν συβόσια καὶ οἴνου πλῆθος τῶν Συηναίων τῇ στρατιᾷ τὰ μὲν δῶρον τὰ δὲ κατ' ἀγορασίαν παρεχόντων.

[2] Εἰς δὲ τὴν ὑστεραίαν ἐφ' ὑψηλοῦ προκαθήμενος ὁ Ὑδάσπης τά τε ὑποζύγια καὶ ἵππους καὶ ὕλην ἄλλην τὴν ἐν λαφύροις τῶν τε κατὰ τὴν πόλιν καὶ τῶν κατὰ τὴν μάχην ληφθέντων τῇ στρατιᾷ διένεμε, τὸ πρὸς ἀξίαν τῶν ἑκάστῳ πεπραγμένων ἀνακρίνων.

[3] Ὡς δὲ καὶ ὁ ζωγρήσας τὸν Ὀροονδάτην παρῆν, "Αἴτησον ὃ βούλει" ἔφη πρὸς αὐτὸν ὁ Ὑδάσπης. Καὶ ὃς "Οὐδὲν αἰτεῖν δέομαι, βασιλεῦ" εἶπεν, "ἀλλ' εἰ καὶ σὺ τοῦτο ἐπικρίνειας, ἔχω τὸ αὔταρκες Ὀροονδάτου μὲν ἀφελόμενος αὐτὸν δὲ προστάγματι τῷ σῷ διασωσάμενος."

[4] Καὶ ἅμα ἐδείκνυε τὸν ξιφιστῆρα τοῦ σατράπου λιθοκόλλητόν τε καὶ πολύτιμον καὶ ἐκ πολλῶν ταλάντων κατεσκευασμένον, ὥστε πολλοὺς τῶν περιεστώτων ἐκβοᾶν ὑπὲρ ἰδιώτην εἶναι καὶ πλέον βασιλικὸν τὸ κειμήλιον.

[5] Ἐπιμειδιάσας οὖν ὁ Ὑδάσπης "Καὶ τί ἂν" ἔφη "γένοιτο βασιλικώτερον τοῦ μὴ λειφθῆναι τὴν ἐμὴν μεγαλοψυχίαν τῆς τούτου φιλοπλουτίας; Εἶτα καὶ σώματος ἁλόντος τῷ κρατήσαντι σκυλεύειν ὁ πολέμου δίδωσι νόμος. Ὥστε ἀπίτω λαβὼν καὶ παρ' ἡμῶν ὃ καὶ ἀκόντων ἔσχεν ἂν ῥᾳδίως ἀποκρύπτων."

[24]

[1]    Μετὰ τοῦτον παρῄεσαν οἱ τὸν Θεαγένην καὶ τὴν Χαρίκλειαν ἑλόντες, καὶ "Ὦ βασιλεῦ" ἔφασαν, "ἡμῶν δὲ οὐ χρυσὸς οὐ λίθοι τὰ λάφυρα, πρᾶγμα κατ' Αἰθιοπίαν εὔωνον καὶ σωρηδὸν ‹ἐν› τοῖς βασιλείοις ἀποκείμενον ἀλλά σοι κόρην καὶ νεανίαν προσαγηοχότες ἀδελφοὺς μὲν καὶ Ἕλληνας, μεγέθει δὲ καὶ κάλλει, μετά γε σέ, πάντας ἀνθρώπους ὑπερφέροντας, ἀξιοῦμεν μὴ ἀμοιρῆσαι τῆς παρά σοι μεγαλοδωρεᾶς."

[2] "Εὖ γε" εἶπεν ὁ Ὑδάσπης "ὑπεμνήσατε· καὶ γὰρ ἐν παρέργῳ τότε καὶ κατὰ θόρυβον προσαχθέντας ἐθεασάμην. Ὥστε ἀγέτω τις, ἡκόντων δὲ καὶ οἱ λοιποὶ τῶν αἰχμαλώτων." Ἤγοντο οὖν αὐτίκα, δρομαίου τινὸς ἔξω τειχῶν καὶ εἰς τοὺς σκευοφόρους ἀφιγμένου καὶ τοῖς φυλάττουσιν ἄγειν ὡς βασιλέα τὴν ταχίστην εἰπόντος. Οἱ δὲ μιξέλληνά τινα τῶν φυλάκων ὅποι τὸ παρὸν ἄγοιεν ἠρώτων· ἐκείνου δὲ εἰπόντος ὡς βασιλεὺς Ὑδάσπης ἐπισκοπεῖ τοὺς αἰχμαλώτους "Θεοὶ σωτῆρες" ἀνεβόησαν ἅμα οἱ νέοι τοὔνομα τὸ Ὑδάσπου γνωρίσαντες, εἰς τὴν τότε ὥραν μὴ καὶ ἕτερός ἐστιν ὁ βασιλεύων ἀμφιβάλλοντες.

[3] Ὁ οὖν Θεαγένης ἠρέμα πρὸς τὴν Χαρίκλειαν "Ἐρεῖς" ἔφη "δηλονότι, φιλτάτη, πρὸς βασιλέα τὰ καθ' ἡμᾶς. Ἰδοὺ γὰρ καὶ Ὑδάσπης ὃν πατέρα σοι γεγενῆσθαι πρός με πολλάκις ἔφραζες." Καὶ ἡ Χαρίκλεια "Ὦ γλυκύτατε" ἔφη "τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται κατασκευῶν.

[4] Ὧν γὰρ πολυπλόκους τὰς ἀρχὰς ὁ δαίμων καταβέβληται, τούτων ἀνάγκη καὶ τὰ τέλη διὰ μακροτέρων συμπεραίνεσθαι· ἄλλως τε καὶ ἃ πολὺς χρόνος συνέχεε, ταῦτα εἰς ὀξὺν καιρὸν ἀνακαλύπτειν οὐ λυσιτελές, τοῦ κεφαλαίου καὶ ταῦτα τῆς ὅλης καθ' ἡμᾶς ὑποθέσεως καὶ ἐξ ἧς ἡ σύμπασα πλοκή τε καὶ ἀνεύρεσις ἤρτηται, Περσίννης λέγω μητρὸς τῆς ἐμῆς, ἀπολειπομένης. Σῴζεσθαι δὲ καὶ ταύτην θεῶν βουλήσει πεπύσμεθα."

[5] "Ἂν οὖν προθύσηταί τις ἡμᾶς" ὑπολαβὼν ὁ Θεαγένης "ἢ καὶ ὡς αἰχμάλωτον δῶρον παρασχὼν τὴν εἰς Αἰθιοπίαν ἡμῖν ἄφιξιν ὑποτέμηται;", "Μή, πᾶν τοὐναντίον" ἔφη ἡ Χαρίκλεια. "Νυνὶ μὲν γὰρ πρὸς τῶν φυλάκων ἀκήκοας πολλάκις ὡς ἱερεῖα τρεφόμεθα τοῖς κατὰ Μερόην θεοῖς ἐναγισθησόμενοι, καὶ δέος οὐδὲν δωρηθῆναι ἡμᾶς ἢ προαναιρεθῆναι καθωσιωμένους ἐξ ὑποσχέσεως τοῖς θεοῖς ἣν παραβαθῆναι ὑπ' ἀνδρῶν εὐσέβειαν ἐκτετιμηκότων οὐ θέμις.

[6] Εἰ δὲ περιχαρείᾳ τὸ ὅλον ἐνδόντες προχείρως τὰ καθ' ἑαυτοὺς ἐξαγορεύοιμεν, τῶν καὶ γνωρίζειν ταῦτα καὶ βεβαιοῦν δυναμένων οὐ παρόντων, μὴ καὶ λάθωμεν τὸν ἀκούοντα παροξύναντες καὶ πρὸς ὀργήν τι δικαίως ὑφιστάμενοι, χλεύην, ἂν οὕτω τύχῃ, καὶ ὕβριν τὸ πρᾶγμα ἡγησάμενον, εἴ τινες αἰχμάλωτοι καὶ δουλεύειν ἀποκεκληρωμένοι πεπλασμένοι καὶ ἀπίθανοι καθάπερ ἐκ μηχανῆς τῷ βασιλεύοντι παῖδας ἑαυτοὺς εἰσποιοῦσιν."

[7] "Ἀλλὰ τὰ γνωρίσματα" ἔφη ὁ Θεαγένης, "ἃ φέρειν σε οἶδα καὶ διασῴζειν, ὅτι μὴ πλάσμα ἐσμὲν μηδὲ ἀπάτη συλλήψεται." Καὶ ἡ Χαρίκλεια "Τὰ γνωρίσματα" ἔφη "τοῖς γινώσκουσιν αὐτὰ ἢ συνεκθεμένοις ἐστὶ γνωρίσματα, τοῖς δὲ ἀγνοοῦσιν ἢ μὴ πάντα γνωρίζειν ἔχουσι κειμήλια τηνάλλως καὶ ὅρμοι κλοπῆς, ἂν οὕτω τύχῃ, καὶ λῃστείας τοῖς φέρουσιν ὑπόνοιαν προσάπτοντες.

[8] Εἰ δὲ δή τι καὶ γνωρίσειεν Ὑδάσπης, τίς ὅτι καὶ Περσίννα ἡ δεδωκυῖα, τίς δ' ὅτι καὶ ὡς θυγατρὶ μήτηρ ὁ πείσων ἔνεστιν; Ἀναντίρρητον γνώρισμα, Θεάγενες, ἡ μητρῴα φύσις, ὑφ' ἧς τὸ γεννῶν περὶ τὸ γεννώμενον ἐκ πρώτης ἐντεύξεως φιλόστοργον ἀναδέχεται πάθος, ἀπορρήτῳ συμπαθείᾳ κινούμενον. Τοῦτο οὖν μὴ προώμεθα δι' ὅτι καὶ τὰ ἄλλα γνωρίσματα ἂν πιστὰ φανείη."

[25]

[1]    Τοιαῦτα διαλεγόμενοι πλησίον ἤδη τοῦ βασιλέως ἦσαν· συμπαρῆν δὲ καὶ ὁ Βαγώας ἀγόμενος. Κἀπειδὴ παραστάντας ὁ Ὑδάσπης εἶδεν, ἀνήλατο πρὸς βραχὺ τοῦ θρόνου καὶ "Ἱλήκοιτε θεοί" φήσας αὖθις ἐπὶ συννοίας ἑαυτὸν ἥδραζε. Τῶν δὲ ἐν τέλει παρεστώτων ὅτι πεπόνθοι πυνθανομένων, "Τοιαύτην" ἔφη "τετέχθαι μοι θυγατέρα τήμερον καὶ εἰς ἀκμὴν τοσαύτην ἥκειν ἀθρόον ᾤμην· καὶ τὸ ὄναρ ἐν οὐδεμιᾷ φροντίδι θέμενος νυνὶ πρὸς τὴν ὁμοίαν τῆς ὁρωμένης ὄψιν ἀπήνεγκα."

[2] Τῶν δὴ περὶ αὐτὸν εἰπόντων ὡς φαντασία τις εἴη ψυχῆς τὰ μέλλοντα πολλάκις ‹εἰς› εἴδωλα προτυπουμένης, ἐν παρέργῳ τότε τὸ ὀφθὲν ποιησάμενος, τίνες καὶ ὁπόθεν εἶεν ἠρώτα. Σιωπώσης δὲ τῆς Χαρικλείας καὶ τοῦ Θεαγένους εἰπόντος ὡς ἀδελφοὶ καὶ Ἕλληνες, "Εὖ γε ἡ Ἑλλὰς" εἶπε "τά τε ἄλλα καλοὺς κἀγαθοὺς φέρουσα καὶ γνήσια ἡμῖν καὶ εὐσύμβολα εἰς τὰς ἐπινικίους θυσίας τὰ ἱερεῖα παρασχοῦσα.

[3] Ἀλλὰ πῶς οὐχὶ καὶ παῖς ἐτέχθη μοι κατὰ τὴν ὄψιν", γελάσας πρὸς τοὺς παρόντας, "εἴπερ τὸν νεανίαν τοῦτον ἀδελφὸν ὄντα τῆς κόρης καὶ ὁρᾶσθαί μοι μέλλοντα προειδωλοποιηθῆναι, ὡς φατέ, διὰ τῶν ὀνειράτων ἐχρῆν;" Καὶ ἀποστρέψας τὸν λόγον εἰς τὴν Χαρίκλειαν καὶ τὴν φωνὴν ἑλληνίζων, σπουδάζεται γὰρ ἥδε ἡ γλῶττα παρὰ τοῖς Γυμνοσοφισταῖς καὶ βασιλεῦσιν Αἰθιόπων, "Σὺ δὲ" ἔφη, "ὦ κόρη, τί σιγᾷς οὐδὲν ἀποκρινομένη πρὸς τὴν πεῦσιν;"

[4] Καὶ ἡ Χαρίκλεια "Πρὸς τοῖς βωμοῖς" ἔφη "τῶν θεῶν, οἷς ἱερεῖα φυλαττόμενοι συνίεμεν, ἐμέ τε καὶ τοὺς ἐμὲ φύντας γνώσεσθε." "Καὶ ποῦ γῆς εἰσιν οὗτοι;" πρὸς αὐτὴν ὁ Ὑδάσπης. Ἡ δὲ "Καὶ πάρεισιν" ἔφη "καὶ πάντως ἱερουργουμένης παρέσονται." Μειδιάσας οὖν αὖθις ὁ Ὑδάσπης "Ὀνειρώττει τῷ ὄντι" φησίν "ἡ ὀνειρογενὴς αὕτη μου θυγάτηρ, ἀπὸ τῆς Ἑλλάδος κατὰ μέσην Μερόην τοὺς φύντας ἀναπεμφθήσεσθαι φανταζομένη. Οὗτοι μὲν οὖν ἀγέσθωσαν σὺν ἐπιμελείᾳ καὶ ἀφθονίᾳ τῇ συνήθει τὴν θυσίαν κοσμήσοντες.

[5] Ἀλλὰ τίς οὗτος ὁ πλησίον εὐνούχῳ προσεοικώς;" Τῶν δή τις ὑπηρετουμένων "Καὶ εὐνοῦχος ἀληθῶς" εἶπεν "ὄνομα Βαγώας, τῶν Ὀροονδάτου κτῆμα τὸ τιμιώτατον." "Ἑπέσθω" ἔφη "καὶ οὗτος, οὐχ ἱερεῖον, τῶν δὲ ἱερείων θατέρου, τῆς κόρης ταύτης, φύλαξ, πολλῆς διὰ τὴν ὥραν προνοίας δεομένης ὥστε ἁγνὴν ἡμῖν ἄχρι καιροῦ τῆς θυσίας φυλαχθῆναι. Ἔχει τι ζηλότυπον ἔμφυτον τὸ εὐνούχων γένος· ὧν γὰρ ἀπεστέρηται, τούτων εἰς κώλυμα τοῖς ἄλλοις προβέβληται."

[26]

[1]    Ταῦτα εἰπὼν τοὺς ἄλλους αἰχμαλώτους ἐν τάξει παριόντας ἐπεσκόπει τε καὶ ἀνέκρινε, τοὺς μὲν δωρούμενος, οὓς δούλους ἐξ ἀρχῆς ἐγνώριζεν ἡ τύχη, τοὺς δὲ εὖ γεγονότας ἐλευθέρους ἀφιείς. Δέκα δὲ νέους κόρας τε ἰσαρίθμους τῶν ἐν ἀκμῇ καὶ ὥρᾳ διαπρεπόντων ἐπιλεξάμενος, ἅμα τοῖς περὶ τὸν Θεαγένην ἐφ' ὁμοίαν τὴν χρείαν ἀνάγεσθαι προσέταττε.

[2] Τοῖς τε ἄλλοις ἅπασιν ὧν ἕκαστος ἐδεῖτο χρηματίσας, τέλος πρὸς τὸν Ὀροονδάτην μετάκλητον καὶ φοράδην ἀχθέντα "Ἐγὼ" ἔφη "τὰς αἰτίας τοῦ πολέμου συνῃρηκὼς καὶ τὰς ἐξ ἀρχῆς προφάσεις τῆς ἔχθρας, τάς τε Φίλας καὶ τὰ σμαράγδεια μέταλλα, ὑπ' ἐμαυτῷ πεποιημένος οὐ πάσχω τὸ τῶν πολλῶν πάθος οὐδὲ ἐπεξάγω τὴν τύχην πρὸς πλεονεξίαν οὐδὲ εἰς ἄπειρον ἐκτείνω τὴν ἀρχὴν διὰ τὴν νίκην, ἀλλ' ὅροις ἀρκοῦμαι οἷς ἔθετο ἐξ ἀρχῆς ἡ φύσις τὴν Αἴγυπτον ἀπὸ τῆς Αἰθιοπίας τοῖς καταρράκταις ἀποκρίνασα· ὥστε ἔχων δι' ἃ κατῆλθον ἄνειμι σέβων τὸ δίκαιον.

[3] Σὺ δέ, εἰ περιγένοιο, τῶν ἐξ ἀρχῆς σατράπευε καὶ ἐπίστελλε πρὸς βασιλέα τῶν Περσῶν ὡς ἀδελφὸς ὁ σὸς Ὑδάσπης τῇ μὲν χειρὶ κεκράτηκε, τῇ δὲ γνώμῃ πάντα σοι τὰ σὰ μεθῆκε, φιλίαν τε πρός σε βουλόμενον ἀσπαζόμενος, χρημάτων ἐν ἀνθρώποις τὸ κάλλιστον, καὶ μάχην, εἰ αὖθις ἄρχοιο, μὴ παραιτούμενος. Συηναίοις δὲ τοῖσδε τοὺς τεταγμένους φόρους εἰς δεκάδα ἐτῶν αὐτός τε ἀφίημι καὶ σοὶ ποιεῖν οὕτως ἐντέλλομαι."

[27]

[1]    Τούτων εἰρημένων, ὑπὸ μὲν τῶν παρόντων ἀστῶν τε ὁμοίως καὶ στρατιωτῶν εὐφημία τε ἤρθη καὶ κρότος ἐπὶ πλεῖστον ἐξάκουστος· ὁ δὲ Ὀροονδάτης, τὼ χεῖρε προτείνας καὶ τὴν δεξιὰν ἐπὶ θατέραν παραλλάξας, κύψας προσεκύνησε, πρᾶγμα οὐ νενομισμένον παρὰ Πέρσαις βασιλέα ἕτερον τοῦτον τὸν τρόπον θεραπεύειν.

[2] Καὶ "Ὦ παρόντες, οὐ δοκῶ μοι" ἔφη "παραβαίνειν τὸ πάτριον εἰ βασιλέα γνωρίζω τὸν σατραπείαν μοι δωρούμενον, οὐδὲ παρανομεῖν τὸν ἐννομώτατον ἀνθρώπων προσκυνῶν ἀναιρεῖν μὲν δυνάμενον τὸ εἶναι δὲ φιλανθρωπευόμενον καὶ δεσπόζειν μὲν κεκληρωμένον σατραπεύειν δέ μοι παρεχόμενον.

[3] Ἐφ' οἷς, εἰ μὲν περισωθείην, Αἰθίοψί τε καὶ Πέρσαις εἰρήνην ἐγγυῶμαι βαθεῖαν καὶ φιλίαν ἀίδιον καὶ Συηναίοις τὰ προστεταγμένα ἐμπεδώσειν· εἰ δέ τι πάθοιμι, θεοὶ τῶν εἰς ἐμὲ καλῶν Ὑδάσπην τε καὶ οἶκον τὸν Ὑδάσπου καὶ γένος ἀμείβοιντο."