6194 289 0 3 3 0 III d. C. ? Narrazione fittizia Heliodorus IV Aethiopica Rattenbury, R.M., Paris, Les Belles Lettres, 1960. 38

HELIODORUS - Aethiopica IV

[1]

[1]  "Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Πυθίων ἀγὼν ἔληγεν ὁ δὲ τῶν νέων ἐπήκμαζεν ἀγωνοθετοῦντος, οἶμαι, καὶ βραβεύοντος Ἔρωτος καὶ δι' ἀθλητῶν δύο τούτων καὶ μόνων οὓς ἐζεύξατο μέγιστον ἀγώνων τὸν ἴδιον ἀποφῆναι φιλονεικήσαντος. Γίνεται γάρ τι τοιοῦτον· ἐθεώρει μὲν ἡ Ἑλλὰς ἠθλοθέτουν δὲ οἱ Ἀμφικτύονες. Ἐπειδὴ τοίνυν τὰ ἄλλα μεγαλοπρεπῶς ἐτετέλεστο, δρόμων ἅμιλλαι καὶ πάλης συμπλοκαὶ καὶ πυγμῆς χειρονομίαι, τέλος ὁ μὲν κῆρυξ "Ἄνδρες ὁπλῖται παριόντων" ἀνεβόησεν.

[2] Ἡ ζάκορος δὲ ἡ Χαρίκλεια κατ' ἄκρον τὸ στάδιον ἀθρόον ἐξέλαμψεν, ἀφιγμένη καὶ ἄκουσα διὰ τὸ πάτριον ἢ πλέον, ἐμοὶ δοκεῖν, ὄψεσθαί που τὸν Θεαγένην ἐλπίζουσα, τῇ λαιᾷ μὲν ἡμμένον πυρφοροῦσα λαμπάδιον θατέρᾳ δὲ φοίνικος ἔρνος προβεβλημένη, καὶ φανεῖσα πᾶν μὲν τὸ θέατρον ἐφ' ἑαυτὴν ἐπέστρεψεν, ἔφθη δὲ τάχα οὐδεὶς τὸν Θεαγένους ὀφθαλμόν, ὀξὺς γὰρ ἰδεῖν ὁ ἐρῶν τὸ ποθούμενον.

[3] Ἐκεῖνος δὲ ἄρα καὶ προακηκοὼς τὸ ἐσόμενον πρὸς μίαν τὸν νοῦν ἠσχόλει τὴν παρατήρησιν ὥστε οὐδὲ σιωπᾶν ἐκαρτέρησεν ἀλλ' ἠρέμα πρός με, καθῆστο δέ μου πλησίον ἐξεπίτηδες "Αὕτη ἐκείνη" ἔφη "Χαρίκλεια". Καὶ τῷ μὲν ἠρεμεῖν ἐπέταττον.

[2]

[1]    Πρὸς δὲ τὴν κλῆσιν τοῦ κήρυκος παρῄει τις εὐσταλῶς ὡπλισμένος μέγα τε φρονῶν καὶ μόνος ἐπίδοξος, ὡς ἐδόκει, καὶ πολλοὺς ἤδη πρότερον ἀγῶνας ἀναδησάμενος τότε δὲ τὸν ἀνταγωνιούμενον οὐκ ἔχων, οὐδενὸς οἶμαι θαρσήσαντος τὴν ἅμιλλαν· Ἀπέπεμπον οὖν αὐτὸν οἱ Ἀμφικτύονες, οὐ γὰρ ἐπιτρέπειν τὸν νόμον οὐκ ἀγωνισαμένῳ στέφανον ἀποκληροῦν. ὁ δὲ καλεῖσθαι τὸν βουλόμενον ὑπὸ τοῦ κήρυκος εἰς τὴν ἀγωνίαν ἠξίου· ἔταττον οἱ ἀθλοθέται καὶ ἀνεῖπεν ὁ κῆρυξ ἥκειν τὸν ἐπελευσόμενον.

[2] Ὁ δὴ Θεαγένης "Οὗτος ἐμὲ καλεῖ" πρός με ἔφησεν· ἐμοῦ δὲ "Πῶς τοῦτο λέγεις;" εἰπόντος "Οὕτως" εἶπεν "ὡς ἔσται, ὦ πάτερ· οὐ γάρ τις ἐμοῦ παρόντος καὶ ὁρῶντος ἕτερος ἐκ τῶν Χαρικλείας χειρῶν τὸ νικητήριον ἀποίσεται." "Τὴν δὲ ἀποτυχίαν" ἔφην "καὶ τὴν ἐκ ταύτης ἀδοξίαν οὐδαμοῦ τίθεσαι;"

[3] "Καὶ τίς οὕτως" εἶπεν "ἰδεῖν καὶ πλησιάσαι Χαρικλείᾳ μανικῶς ἐσπούδακεν ὥστ' ἐμὲ παραδραμεῖν; Τίνα δὲ οὕτως ἡ ὄψις ἐκείνης τάχα καὶ πτερῶσαι δύναται καὶ μετάρσιον ἐπισπάσασθαι; Οὐκ οἶσθα ὅτι καὶ τὸν Ἔρωτα πτεροῦσιν οἱ γράφοντες, τὸ εὐκίνητον τῶν ὑπ' αὐτοῦ κεκρατημένων αἰνιττόμενοι; Εἰ δὲ δεῖ τι καὶ κόμπου προσεῖναι τοῖς εἰρημένοις, οὐδεὶς ἐς τὴν σήμερον ποσί με παρελθὼν ἐσεμνύνατο."

[3]

[1]    Ταῦτα εἶπε καὶ ἀνήλατο, παρελθών τε εἰς μέσους τό τε ὄνομα προσήγγελλε καὶ τὸ ἔθνος ἐδήλου καὶ τοῦ δρόμου τὴν χώραν ἐκεκλήρωτο καὶ τὴν πανοπλίαν ἐνδὺς ἐφειστήκει τῇ βαλβῖδι τὸν δρόμον ἀσθμαίνων καὶ τὸ παρὰ τῆς σάλπιγγος ἐνδόσιμον ἄκων καὶ μόγις ἀναμένων, σεμνόν τι θέαμα καὶ περίβλεπτον καὶ οἷον Ὅμηρος τὸν Ἀχιλλέα τὴν ἐπὶ Σκαμάνδρῳ μάχην ἀθλοῦντα παρίστησιν.

[2] Ἐκεκίνητο μὲν δὴ καὶ πᾶσα πρὸς τὸ παράδοξον ἡ Ἑλλὰς καὶ Θεαγένει νίκην ηὔχετο καθάπερ αὐτός τις ἕκαστος ἀγωνιζόμενος, ἐπακτικὸν γάρ τι καὶ πρῶτον ὁρώντων εἰς εὔνοιαν τὸ κάλλος· ἐκεκίνητο δὲ ἡ Χαρίκλεια πρὸς πᾶσαν ὑπερβολὴν καὶ εἶδον ἐκ πολλοῦ παρατηρῶν παντοίας μεταβαλλομένην ἰδέας.

[3] Ὡς γὰρ εἰς ἀκοὴν πάντων ὁ κῆρυξ τοὺς δραμουμένους κατήγγειλεν ἀνεῖπέ τε "Ὄρμενος Ἀρκὰς καὶ Θεαγένης Θετταλός", ἔσχαστο μὲν ἡ ὕσπληξ τέτατο δὲ ὁ δρόμος μικροῦ καὶ τὴν τῶν ὀφθαλμῶν κατάληψιν ὑποτέμνων· ἐνταῦθα οὔτε ἀτρεμεῖν ἔτι κατεῖχεν ἡ κόρη ἀλλ' ἐσφάδαζεν ἡ βάσις καὶ οἱ πόδες ἔσκαιρον ὥσπερ, οἶμαι, τῆς ψυχῆς τῷ Θεαγένει συνεξαιρομένης καὶ τὸν δρόμον συμπροθυμουμένης.

[4] Οἱ μὲν δὴ θεαταὶ μετέωρος ἅπας ἐπὶ τὸ μέλλον καὶ ἀγωνίας ἀνάμεστος, ἐγὼ δὲ καὶ πλέον ἅτε μοι λοιπὸν ὡς παιδὸς ὑπερφροντίζειν προῃρημένον." "Οὐδὲν θαυμαστὸν" ἔφη ὁ Κνήμων "ὁρῶντας καὶ παρόντας ἀγωνιᾶν, ὅτε κἀγὼ νυνὶ περὶ τῷ Θεαγένει δέδια καί σου δέομαι θᾶττον εἰ νικῶν ἀνηγορεύθη διελθεῖν."

[4]

[1]    "Ἐπεὶ δὴ μέσον, ὦ Κνήμων, ἠνύετο τὸ στάδιον, ὀλίγον ἐπιστρέψας καὶ ὑποβλέψας τὸν Ὄρμενον ἀνακουφίζει τὴν ἀσπίδα πρὸς ὕψος καὶ τὸν αὐχένα διεγείρας τὸ βλέμμα τε ὅλον εἰς τὴν Χαρίκλειαν τείνας καθάπερ βέλος ἐπὶ σκοπὸν ἐφέρετο καὶ τοσοῦτον παρέφθη τὸν Ἀρκάδα ὀργυιῶν πλῆθος ὃ διαλεῖπον εἰς ὕστερον ἐμετρήθη.

[2] Προσδραμὼν οὖν τῇ Χαρικλείᾳ πολύς τε ἐξεπίτηδες εἰς τὸ στέρνον ἐμπίπτει, τοῦ δρόμου δῆθεν τὴν ῥύμην οὐκ ἐνεγκών, καὶ τὸν φοίνικα κομιζόμενος οὐκ ἔλαθέ με τὴν χεῖρα τῆς κόρης φιλῶν." "Ἀπέσωσας" εἶπεν ὁ Κνήμων "ὅτι καὶ ἐνίκησε καὶ ἐφίλησεν· ἀλλὰ τίνα δὴ τὰ ἑξῆς;" "Οὐ μόνον ἀκουσμάτων ἀκόρεστος ἄρα ἦσθα, ὦ Κνήμων, ἀλλὰ καὶ ὕπνῳ δυσάλωτος· ἤδη γοῦν οὐκ ὀλίγης μοίρας τῆς νυκτὸς παρῳχηκυίας ἀντέχεις ἐγρηγορὼς καὶ τὴν διήγησιν καὶ μηκυνομένην οὐκ ἀποκναίει."

[3] "Ἐγὼ καὶ Ὁμήρῳ μέμφομαι, ὦ πάτερ, ἄλλων τε καὶ φιλότητος κόρον εἶναι φήσαντι, πράγματος ὃ κατ' ἐμὲ κριτὴν οὐδεμίαν φέρει πλησμονὴν οὔτε καθ' ἡδονὴν ἀνυόμενον οὔτε εἰς ἀκοὴν ἐρχόμενον· εἰ δέ τις καὶ τοῦ Θεαγένους καὶ Χαρικλείας ἔρωτος μνημονεύοι, τίς οὕτως ἀδαμάντινος ἢ σιδηροῦς τὴν καρδίαν ὡς μὴ θέλγεσθαι καὶ εἰς ἐνιαυτὸν ἀκούων; ὥστε ἔχου τῶν ἑξῆς."

[4] "Ὁ μὲν Θεαγένης, ὦ Κνήμων, ὧδ' ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο καὶ παρεπέμπετο ὑπὸ ταῖς πάντων εὐφημίαις, ἡ Χαρίκλεια δὲ ἥττητο λαμπρῶς καὶ δεδούλωτο τῷ πόθῳ πλέον ἢ πρότερον, αὖθις ἰδοῦσα τὸν Θεαγένην. Ἡ γὰρ τῶν ἐρωτικῶν ἀντίβλεψις ὑπόμνησις τοῦ πάσχοντος γίνεται καὶ ἀναφλέγει τὴν διάνοιαν ἡ θέα καθάπερ ὕλη πυρὶ γινομένη.

[5] Κἀκείνη μὲν οἴκαδε ἐλθοῦσα συνήθη νύκτα ταῖς προτέραις ἢ καὶ δριμυτέραν διῆγεν, ἐγὼ δὲ αὖθις ἄυπνος ἦν τήν τε φυγὴν ὅποι τραπόμενοι λάθοιμεν ἂν ἐπισκοπῶν καὶ πρὸς τίνα χώραν ἄρα παραπέμπει τοὺς νέους ὁ θεὸς ἐννοῶν. Τὸν μὲν δὴ δρασμὸν μόνον ἔγνων κατὰ θάλατταν εἶναι ποιητέον, ἀπὸ τοῦ χρησμοῦ τὸ συνοῖσον λαβὼν ἔνθα ἔφασκεν αὐτοὺς

   κῦμα τεμόντας

   ἵξεσθ' ἠελίου πρὸς χθόνα κυανέην.

[5]

[1]    Τὸ δὲ ὅποι παραπεμπτέον αὐτοὺς μίαν μόνην λύσιν εὕρισκον, εἴ πῃ δυνηθείην ἐπιτυχεῖν τῆς συνεκτεθείσης τῇ Χαρικλείᾳ ταινίας, ἐν ᾗ τὸ κατ' αὐτὴν διήγημα κατεστίχθαι ὁ Χαρικλῆς ἀκηκοὼς ἔλεγεν· εἰκὸς γὰρ εἶναι καὶ πατρίδα καὶ τοὺς ὑπονοηθέντας ἤδη παρ' ἐμοὶ γεννήτορας τῆς κόρης ἐντεῦθεν ἐκμαθεῖν καὶ ἴσως ἐκεῖ πέμπεσθαι αὐτοὺς ὑπὸ τῆς εἱμαρμένης.

[2] Ὄρθριος οὖν παρὰ τὴν Χαρίκλειαν ἥκων ἄλλους τε τῶν οἰκείων καταλαμβάνω δεδακρυμένους καὶ οὐχ ἥκιστα τὸν Χαρικλέα· πλησιάσας οὖν "Τίς ὁ θόρυβος" ἠρώτων· ὁ δὲ "Ἐπέτεινεν ἡ νόσος" ἔφη "τῆς θυγατρὸς καὶ χαλεπωτέρας ἢ πρότερον πεπείραται τῆς παρηκούσης νυκτός." "Ἀνίστω" ἔφην "καὶ οἱ λοιποὶ πάντες ἔξιτε· τρίποδά τις καὶ δάφνην καὶ πῦρ καὶ λιβανωτὸν παραθέσθω μόνον, ὀχλείτω δὲ μηδὲ εἷς ἕως ἂν προσκαλέσωμαι."

[3] Προσέταττε ταῦτα ὁ Χαρικλῆς καὶ ἐγένετο. Κἀπειδὴ σχολῆς ἐλαβόμην, ἠρχόμην ὥσπερ ἐπὶ σκηνῆς τῆς ὑποκρίσεως καὶ τόν τε λιβανωτὸν ἐθυμίων καί τινα δῆθεν ψιθύροις τοῖς χείλεσι κατευξάμενος τὴν δάφνην ἐκ κεφαλῆς εἰς πόδας ἄνω καὶ κάτω πυκνὰ τῆς Χαρικλείας ἐπεσόβουν καὶ ὑπνῶδές τι μᾶλλον δὲ γραῶδες ἐπιχασμώμενος ὀψὲ καὶ βραδέως ἐπαυσάμην, πολύν τινα λῆρον ἐμαυτοῦ τε καὶ τῆς κόρης καταχέας.

[4] Ἡ δὲ πυκνὰ τὴν κεφαλὴν ἐπέσειε καὶ σεσηρὸς ὑπεμειδία, πλανᾶσθαί με τὴν ἄλλως καὶ τὴν νόσον ἀγνοεῖν ἐνδεικνυμένη· καθεσθεὶς δὴ πλησίον "Θάρσει θύγατερ" ἔλεγον "εὐτελὴς ἡ νόσος καὶ ἰαθῆναι ῥᾳδία. Βασκανία σου καθήψατο, τάχα μὲν καὶ ὅτε ἐπόμπευες πλέον δὲ ὅτε ἐβράβευες· ἐγὼ δὲ καὶ ὑπονοῶ τὸν μᾶλλον βασκήναντα· Θεαγένης ἐστίν, ὁ τὸ ἐνόπλιον δραμών· οὐκ ἔλαθέ με παρατηρῶν σε πολλάκις καὶ τὸν ὀφθαλμὸν ἰταμώτερον ἐπιβάλλων."

[5] Ἡ δὲ "Ἐκεῖνος μὲν εἴτε οὕτως εἶδεν εἴτε μή, πολλὰ χαιρέτω· τίνων δέ ἐστιν ἢ πόθεν; ὅτι πολλοὺς ἑώρων περὶ αὐτὸν ἐπτοημένους." "Ὡς μὲν Θετταλὸς τὸ γένος" ἔφην "ἔφθης ἀκούσασα καὶ τοῦ κήρυκος ὅτε αὐτὸν ἀνηγόρευεν· ἀναφέρει δὲ ἑαυτὸν εἰς Ἀχιλλέα πρόγονον καί μοι καὶ ἐπαληθεύειν ἔοικεν, εἰ δεῖ τῷ μεγέθει καὶ τῷ κάλλει τοῦ νεανίου τεκμαίρεσθαι, πιστουμένων τὴν Ἀχίλλειον εὐγένειαν· πλὴν ὅσον οὐχ ὑπέρφρων οὐδὲ ἀγήνωρ κατ' ἐκεῖνον ἀλλὰ τῆς διανοίας τὸν ὄγκον ἡδύτητι καταπραΰνων.

[6] Ἀλλὰ καίπερ τοιοῦτος ὢν πάθοι δριμύτερα ὧν δέδρακεν, ἐπίφθονον ἔχων τὸ βλέμμα καὶ σὲ τῇ θέᾳ καταβασκήνας." "Ὦ πάτερ" ἔφη "σοὶ μὲν χάρις ὑπεραλγοῦντι τὰ ἡμέτερα, τί δὲ καταρᾷ μάτην τῷ τάχα οὐδὲν ἠδικηκότι; Νοσῶ γὰρ οὐ βασκανίαν, ἀλλ' ἑτέραν τινά, ὡς ἔοικε, νόσον."

[7] "Εἶτα ἀποκρύπτεις" ἔφην "ὦ τέκνον, ἀλλ' οὐχὶ θαρσοῦσα λέγεις, ὅπως ἂν καὶ βοηθείας εὐπορήσαιμεν; οὐχὶ πατήρ εἰμί σοι τὴν ἡλικίαν καὶ πλέον τὴν εὔνοιαν; οὐ πατρὶ τῷ σῷ γνώριμος καὶ ὁμόψυχος; ἔκφαινε ὃ κάμνεις· ἔχεις ἐν ἐμοὶ τὸ πιστόν, εἰ βούλει, καὶ ἐνώμοτον· λέγε θαρσήσασα μηδὲ χορήγει τῷ λυποῦντι μέγεθος σιωπῶσα· πάθος γὰρ ἅπαν τὸ μὲν ὀξέως γινωσκόμενον εὐβοήθητον, τὸ δὲ χρόνῳ παραπεμπόμενον ἐγγὺς ἀνίατον· τροφὴ γὰρ νόσων ἡ σιωπή, τὸ δὲ ἐκλαλούμενον εὐπαραμύθητον."

[6]

[1]    Ὀλίγον οὖν ἐπισχοῦσα πρὸς ταῦτα καὶ μυρίας τοῦ νοῦ τροπάς τε καὶ ὁρμὰς ἐκ τῶν ὄψεων ἐμφήνασα "Συγχώρησον" ἔφη "μοι τὸ τήμερον, ἀκούσῃ δὲ εἰσαῦθις εἰ μὴ γνοίης προλαβών, ἅτε μαντικὸς εἶναι βουλόμενος." Ἐξῄειν αὐτόθεν ἀναστάς, ἐνδιδοὺς τῇ κόρῃ διαιτῆσαι ἐν τῷ μεταξὺ τῆς ψυχῆς τὸ αἰδούμενον.

[2] Ὁ δὲ Χαρικλῆς ὑπήντα καὶ "Τί φράζειν ἔχεις;" ἠρώτα. "Πάντα δεξιῶς" ἔλεγον· "εἰς γὰρ τὴν ὑστεραίαν τοῦ μὲν ὀχλοῦντος πάθους ἀπαλλάξεται, ἕτερον δέ τι τῶν σοι καθ' ἡδονὴν ὑποστήσεται· κωλύει δὲ οὐδὲν καὶ ἰατρῶν τινα εἰσκαλεῖν." Ἀπέτρεχον ταῦτα εἰπὼν τοῦ μή τι πλέον τὸν Χαρικλέα πυνθάνεσθαι.

[3] Μικρὸν δὲ ὅσον τοῦ δωματίου προήκων ὁρῶ τὸν Θεαγένην αὐτοῦ που περὶ τὸν νεὼν καὶ τὸν περίβολον εἰλούμενον καὶ πρὸς ἑαυτὸν διαλεγόμενον ὥσπερ ἀποχρῶν αὐτῷ καὶ μόνην τὴν οἴκησιν τῆς Χαρικλείας περισκοπεῖν· ἐκτραπόμενος οὖν παρῄειν ὥσπερ οὐχ ἑωρακώς. Ὁ δὲ "Χαῖρε" εἶπεν "ὦ Καλάσιρι, καὶ ἄκουε, σὲ γάρ τοι περιέμενον."

[4] Ἀνέστρεφον ἀθρόον καὶ "Θεαγένης" ἔλεγον "ὁ καλός· ἀλλ' οὐχ ἑωράκειν." "Ποῖος" ἔφη "καλὸς ὁ Χαρικλείᾳ μὴ ἀρεστός;" Ἠγανάκτουν ἐγὼ μέχρι τῶν ὄψεων καὶ "Οὐ παύσῃ" ἔλεγον "ὑβρίζων ἐμέ τε καὶ τὴν ἐμὴν τέχνην, ὑφ' ἧς ἥλωκεν ἤδη καὶ ἐρᾶν σου κατηνάγκασται καὶ ὁρᾶν ὥσπερ τινὰ τῶν κρειττόνων εὔχεται;"

[5] "Τί λέγεις" ἔφη "ὦ πάτερ; ἐρᾷ μου Χαρίκλεια; τί οὖν οὐκ ἄγεις ἤδη παρ' αὐτήν;", καὶ ἅμα προέτρεχεν· ἐπιλαβόμενος οὖν τῆς χλαμύδος "Στῆθι" ἔφην "οὗτος, εἰ καὶ ὀξὺς δραμεῖν. οὐ γὰρ ἅρπαγμα τὸ πρᾶγμα οὐδὲ εὔωνον καὶ τῶν ἐν μέσῳ τῷ βουλομένῳ προκειμένων ἀλλὰ πολλῆς μὲν βουλῆς ὥστε πρεπόντως ἀνυσθῆναι πολλῆς δὲ διασκευῆς ὥστε ἀσφαλῶς πραχθῆναι δεόμενον.

[6] Ἢ τὸν πατέρα τῆς κόρης ἠγνόηκας, ὡς Δελφῶν ἐστι τὰ πρῶτα; Τοὺς δὲ νόμους οὐκ ἐννοεῖς οἳ θάνατον τοῖς τοιούτοις ἐπιβάλλουσιν;" "Ἐγὼ μὲν" εἶπε "καὶ τελευτᾶν οὐ διαφέρομαι τυχὼν Χαρικλείας· ἀλλ' ὅμως, εἰ δοκεῖ, καὶ πρὸς γάμον αἰτῶμεν τῷ πατρὶ προσιόντες· οὐ γὰρ δὴ μὴ ἀνάξιοί γε ὄντες τῷ Χαρικλεῖ κηδεύσωμεν." "Οὐκ ἂν τύχοιμεν" ἔφην, "οὐχ ὅτι τῶν κατὰ σέ τι δυνατὸν ἐπιμέμψασθαι, ἀλλ' ὁ Χαρικλῆς ἀδελφῆς ἑαυτοῦ παιδὶ τὴν κόρην πάλαι κατηγγύησεν."

[7] "Οἰμώξει" ἔφη Θεαγένης "ὅστις ποτέ ἐστιν· οὐ γάρ τις ἐμοῦ ζῶντος ἕτερος θαλαμεύσει Χαρίκλειαν· οὐχ οὕτως ἥδε ἡ χεὶρ καὶ ξίφος τοὐμὸν ἀργήσει." "Παῦσαι" ἔφην, "οὐδενὸς δεήσει τοιούτου· μόνον ἐμοὶ πείθεσθαι καὶ πράττειν ὡς ἂν ὑφηγήσωμαι, νῦν δὲ ἀποχώρει καὶ φυλάττου συνεχῶς φαίνεσθαι πλησιάζων, ἀλλ' ἐφ' ἡσυχίας καὶ μόνος ποιοῦ τὰς ἐντεύξεις." Ἀπῄει κατηφής.

[7]

[1]    Ὁ δὲ Χαρικλῆς εἰς τὴν ὑστεραίαν ἐντυχὼν ὁμοῦ τε εἶδε καὶ προσδραμὼν ἐφίλει πολλὰ τὴν κεφαλὴν "Τοῦτο σοφία, τοῦτο φιλία" συνεχῶς ἀναβοῶν· "ἤνυσταί σοι μέγα ἔργον, ἑάλωκεν ἡ δυσάλωτος καὶ νενίκηται ἡ δυσκαταμάχητος· ἐρᾷ Χαρίκλεια."

[2] Πρὸς ταῦτα ἐθρυπτόμην ἀνέσπων τε τὴν ὀφρὺν καὶ βλακῶδες βαίνων "Εὔδηλον ἦν" ἔλεγον "ὡς οὐδὲ πρὸς τὴν πρώτην ἀνθέξει προσβολὴν ἐμοῦ, καὶ ταῦτα μηδενὸς τῶν μειζόνων ὀχλήσαντος· ἀλλὰ πόθεν, ὦ Χαρίκλεις, ἐρῶσαν ἐγνωρίσατε;"

[3] "Σοὶ πεισθέντες" ἔφη· "τοὺς γὰρ εὐδοκίμους τῶν ἰατρῶν, ὡς αὐτὸς ὑπέθου, παρακαλέσας ἦγον εἰς τὴν ἐπίσκεψιν, ἀμοιβὴν τὴν προσοῦσαν οὐσίαν ὑπισχνούμενος εἴ τι δύναιντο ἐπικουρεῖν. Οἱ δὲ ὡς τάχιστα εἰσῆλθον ἠρώτων ὅ τι πάσχοι.

[4] Τῆς δὲ ἀποστρεφομένης καὶ πρὸς μὲν ἐκείνους οὐδ' ὁτιοῦν ἀποκρινομένης ἔπος δὲ Ὁμηρικὸν συνεχῶς ἀναβοώσης

   Ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατ' Ἀχαιῶν,

ὁ λόγιος Ἀκεσῖνος (οἶσθα δὲ δήπου τὸν ἄνδρα,) τῷ καρπῷ τὴν χεῖρα καὶ ἀκούσης ἐπιβαλὼν ἀνακρίνειν ἀπὸ τῆς ἀρτηρίας ἐῴκει τὸ πάθος ὥσπερ οἶμαι τὰ καρδίας κινήματα μηνυούσης· οὐκ ὀλίγον τε χρόνον βασανίσας τὴν ἐπίσκεψιν ἄνω τε καὶ κάτω πολλὰ ἐπιθεωρήσας "Ὦ Χαρίκλεις" ἔφη "περιττῶς ἡμᾶς ἐνθάδε εἰσκέκληκας· ἰατρικὴ γὰρ οὐδὲν ἂν οὐδαμῶς ἀνύσειε πρὸς ταύτην."

[5] Ἐμοῦ δὲ "Ὦ θεοί, τί τοῦτο λέγεις;" ἀναβοήσαντος "οἴχεται οὖν μοι τὸ θυγάτριον καὶ ἐλπίδος ἐκτὸς γέγονεν;" "Οὐ θορύβου δεῖ" φησὶν "ἀλλ' ἄκουε." Καὶ παραλαβών με τῆς τε κόρης καὶ τῶν ἄλλων ἄποθεν "Ἡ καθ' ἡμᾶς" ἔφη "τέχνη σώματος πάθη θεραπεύειν ἐπαγγέλλεται ψυχῆς δὲ οὐ προηγουμένως, ἀλλὰ τότε μόνον ὅταν συμπάσχῃ μὲν τῷ σώματι κακουμένῳ συνωφελῆται δὲ θεραπευομένῳ.

[6] Τὸ δὲ τῆς κόρης νόσος μέν, ἀλλ' οὐ σώματος, οὐ γὰρ χυμῶν τις περιττεύει, οὐ κεφαλῆς ἄλγημα βαρύνει, οὐ πυρετὸς ἀναφλέγει, οὐκ ἄλλο τι τοῦ σώματος, οὐ μέρος, οὐχ ὅλον νοσεῖ που· τοῦτο οὐκ ἄλλο τι νομιστέον."

[7] Ἐμοῦ δὲ λιπαροῦντος καὶ φράζειν εἴ τι κατέμαθεν ἀξιοῦντος "Οὐ γὰρ καὶ παιδὶ γνώριμον" ἔφη "ψυχῆς εἶναι τὸ πάθος καὶ τὴν νόσον ἔρωτα λαμπρόν; οὐχ ὁρᾷς ὡς κυλοιδιᾷ μὲν τοὺς ὀφθαλμοὺς καὶ τὸ βλέμμα διέρριπται καὶ τὸ πρόσωπον ὠχριᾷ, σπλάγχνον οὐκ αἰτιωμένη, τὴν διάνοιαν δὲ ἀλύει καὶ τὸ ἐπελθὸν ἀναφθέγγεται καὶ ἀπροφάσιστον ἀγρυπνίαν ὑφίσταται καὶ τὸν ὄγκον ἀθρόον καθῄρηται; Ζητητέος σοί, Χαρίκλεις, ὁ ἰασόμενος· γένοιτο δ' ἂν μόνος ὁ ποθούμενος."

[8] Ὁ μὲν ταῦτ' εἰπὼν ἀπῄει, πρὸς σὲ δὲ ἐγὼ ‹ἥκω› δρομαῖος τὸν ἐμὸν καὶ σωτῆρα καὶ θεόν, ὃν μόνον εὐεργετῆσαι δύνασθαι κἀκείνη γινώσκει· πολλὰ γοῦν ἐμοῦ δεομένου καὶ ἐξειπεῖν ὅ τι πάσχοι παρακαλοῦντος ἓν μόνον ἀπεκρίνατο, ὡς ἀγνοεῖ μὲν ὃ πέπονθεν εἰδέναι δὲ ὡς Καλάσιρις ἰάσεται μόνος· καὶ εἰσκαλεῖν σε παρ' αὐτὴν ἱκέτευεν· ἐξ οὗ δὴ καὶ μάλιστα συνέβαλλον ὡς ὑπὸ τῆς σῆς σοφίας ἑάλωκεν."

[9] "Ἆρ' οὖν ὥσπερ ὅτι ἐρᾷ" πρὸς αὐτὸν ἐγὼ "καὶ τὸ τίνος ἔχοις ἂν λέγειν;" "Οὐ μὰ τὸν Ἀπόλλω" ἔφη· "πῶς γὰρ ἂν τοῦτο ἢ πόθεν εἰδείην; Ηὐχόμην δὲ Ἀλκαμένους αὐτὴν ἐρᾶν ἢ πάντα χρήματα, τοῦ τῆς ἀδελφῆς παιδὸς τῆς ἐμῆς, ὃν πάλαι αὐτῇ νυμφίον ὅσα γε εἰς βούλησιν ἥκει τὴν ἐμὴν κατηγγύησα."

[10] Ἐμοῦ δὲ εἰπόντος ὡς ἔξεστι πεῖραν λαμβάνειν εἰσάγοντα παρ' αὐτὴν καὶ δεικνύντα τὸ μειράκιον, ἐπαινέσας ἀπῄει· καὶ περὶ πλήθουσαν ἀγορὰν αὖθίς μοι συντυχὼν "Ἀνιαρὸν ἀκούσῃ πρᾶγμα" ἔλεγεν· "ἡ παῖς δαιμονᾶν ἔοικεν, οὕτως ἀλλόκοτόν τι τὸ κατ' αὐτήν.

[11] Εἰσῆγον ὡς ἐκέλευσας τὸν Ἀλκαμένην καὶ ἁβρότερον ἐδείκνυον· ἡ δὲ ὥσπερ τὴν Γοργοῦς θεασαμένη κεφαλὴν ἤ τι τῶν ἀτοπωτέρων, ὀξύ τι καὶ μέγα ἀνέκραγε καὶ τὴν ὄψιν πρὸς θάτερα τοῦ οἰκήματος ἀπέστρεφε καὶ τὰς χεῖρας ὡς βρόχον ἐπάγουσα τῷ τραχήλῳ διαχρήσεσθαι ἠπείλει καὶ ἐπώμνυεν εἰ μὴ θᾶττον ἐξίοιμεν.

[12] Ἐκείνης μὲν δὴ καὶ λόγου θᾶττον ἀπηλλάγημεν, τί γὰρ καὶ ἔδει ποιεῖν ἀτοπίαν τοσαύτην ὁρῶντας; σοῦ δὲ ἱκέται καὶ πάλιν γινόμεθα μήτε ἐκείνην περιιδεῖν ἀπολλυμένην μήτε ἡμᾶς τῶν κατ' εὐχὰς ἀποτυγχάνοντας." "Ὦ Χαρίκλεις" ἔφην "οὐ διήμαρτες εἰπὼν δαιμονᾶν τὴν κόρην· ὀχλεῖται γὰρ ὑπὸ δυνάμεων ἃς αὐτὸς κατέπεμψα καὶ τούτων οὐκ ἐλαχίστων, ἀλλ' ἃς εἰκὸς ἦν ἐκείνην ἃ μήτε ἐπεφύκει μήτε ἐβούλετο καταναγκάσαι πράττειν.

[13] Ἀλλά μοι ἀντίθεός τις ἔοικεν ἐμποδίζειν τὴν πρᾶξιν καὶ διαμάχεσθαι πρὸς τοὺς ἐμοὺς ὑπηρέτας, ὥστε ὥρα σοι πάντως ἐπιδεικνύναι μοι τὴν ταινίαν ἣν τῇ παιδὶ συνεκτεθεῖσαν ὑποδεδέχθαι μετὰ τῶν ἄλλων γνωρισμάτων ἔλεγες, ὡς ἔγωγε δέδοικα μή τινος ἐμπέπλησται γοητείας καὶ μαγγανείαις τυγχάνει τραχυνούσαις τὴν ψυχὴν ἀνάγραπτος, ἐχθροῦ τινος αὐτὴν ἐξ ἀρχῆς ἀνέραστον ἀποβιῶναι καὶ ἄγονον ἐπιβουλεύσαντος."

[8]

[1]    Ἐπῄνει ταῦτα καὶ ἧκε φέρων οὐ μετὰ πολὺ τὴν ταινίαν· ἐνδοῦναι δή μοι σχολὴν πρὸς αὐτὸν εἰπών, ὡς εἶχον πειθόμενον ἐλθών τε οὗ κατηγόμην οὐδὲ ὅσον ἐλάχιστον ὑπερθέμενος ἐπελεγόμην τὴν ταινίαν γράμμασιν Αἰθιοπικοῖς οὐ δημοτικοῖς ἀλλὰ βασιλικοῖς ἐστιγμένην, ἃ δὴ τοῖς Αἰγυπτίων ἱερατικοῖς καλουμένοις ὡμοίωται· καὶ ἐπερχόμενος τοιάδε ηὕρισκον τὸ γράμμα διηγούμενον. "Περσίννα Βασίλισσα Αἰθιόπων τῇ ὅ τι δὴ κληθησομένῃ καὶ μέχρι μόνων ὠδίνων θυγατρὶ δῶρον ἔσχατον χαράττω τόνδε τὸν ἔγγραφον θρῆνον."

[2] Ἐπάγην, ὦ Κνήμων, ὡς τοῦ Περσίννης ὀνόματος ἤκουσα, τὰ δὲ ἑξῆς ὅμως ἐπελεγόμην ὄντα τοιάδε· "Ὡς μὲν οὐδὲν ἀδικοῦσα, παιδίον, οὕτω σε γενομένην ἐξεθέμην οὐδὲ πατέρα τὸν σὸν Ὑδάσπην τὴν σὴν θέαν ἀπεκρυψάμην, ἐπικεκλήσθω μάρτυς ὁ γενεάρχης ἡμῶν Ἥλιος· ἀλλ' ὅμως ἀπολογοῦμαι πρός τε σέ ποτε, θύγατερ, εἰ περισωθείης, πρός τε τὸν ἀναιρησόμενον, εἴ τινά σοι θεὸς ἐπιστήσειε, πρός τε αὐτὸν ὅλον τὸν τῶν ἀνθρώπων βίον, ἀνακαλύπτουσα τὴν αἰτίαν τῆς ἐκθέσεως.

[3] Ἡμῖν πρόγονοι θεῶν μὲν Ἥλιός τε καὶ Διόνυσος ἡρώων δὲ Περσεύς τε καὶ Ἀνδρομέδα καὶ Μέμνων ἐπὶ τούτοις. Οἱ δὴ τὰς βασιλείους αὐλὰς κατὰ καιροὺς ἱδρυσάμενοι ταῖς ἀπὸ τούτων γραφαῖς ἐκόσμησαν· τὰς μὲν δὴ τῶν ἄλλων εἰκόνας τε καὶ πράξεις ἀνδρῶσί τε καὶ περιδρόμοις ἐνέγραφον, τοὺς δὲ θαλάμους τοῖς Ἀνδρομέδας τε καὶ Περσέως ἔρωσιν ἐποίκιλλον.

[4] Ἐνταῦθά ποτε ἡμᾶς, δεκάτου παρήκοντος ἔτους ἐξ οὗ με γαμετὴν Ὑδάσπης ἐγνώρισεν οὔπω τε παίδων ἡμῖν γεγονότων, ἠρεμεῖν τὸ μεσημβρινὸν συνέβαινεν ὕπνου θερινοῦ κατακλίναντος, καί μοι προσωμίλει τότε ὁ πατὴρ ὁ σός, ὄναρ αὐτῷ τοῦτο κελεύειν ἐπομνύμενος, ᾐσθόμην δὲ παραχρῆμα κυοφορήσασα τὴν καταβολήν.

[5]    Ὁ μὲν δὴ μέχρι τοῦ τόκου χρόνος ἑορτὴ πάνδημος ἦν καὶ χαριστήριοι θυσίαι τοῖς θεοῖς ὡς τοῦ βασιλέως διάδοχον τοῦ γένους ἐλπίζοντος· ἐπειδὴ δέ σε λευκὴν ἀπέτεκον, ἀπρόσφυλον Αἰθιόπων χροιὰν ἀπαυγάζουσαν, ἐγὼ μὲν τὴν αἰτίαν ἐγνώριζον ὅτι μοι παρὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἄνδρα προσβλέψαι τὴν Ἀνδρομέδαν ἡ γραφὴ παρασχοῦσα καὶ πανταχόθεν ἐπιδείξασα γυμνὴν, ἄρτι γὰρ αὐτὴν ἀπὸ τῶν πετρῶν ὁ Περσεὺς κατῆγεν, ὁμοιοειδὲς ἐκείνῃ τὸ σπαρὲν οὐκ εὐτυχῶς ἐμόρφωσεν.

[6] Ἔγνων οὖν ἐμαυτήν τε ἀπαλλάξαι τοῦ μετ' αἰσχύνης θανάτου, πεπεισμένη τὴν σὴν χροιὰν μοιχείαν ἐμοὶ προσάψουσαν (οὐ γὰρ πιστεύσειν οὐδένα λεγούσῃ τὴν περιπέτειαν) καὶ σοὶ τὸ ἐκ τῆς τύχης ἀμφίβολον χαρίσασθαι θανάτου προδήλου ἢ πάντως ὀνόματος νόθου προτιμότερον· γενομένην τέ σε τεθνάναι παραχρῆμα πρὸς τὸν ἄνδρα πλασαμένη λάθρα καὶ ἀπορρήτως ἐξεθέμην, ὅσον πλεῖστον ἠδυνάμην πλοῦτον τῷ περισῴζοντι μισθὸν συνεκθεμένη ἄλλοις τέ σε κοσμήσασα καὶ ταινίᾳ τῇδε, [καὶ] ἐλεεινῷ διηγήματι τῷ σῷ τε κἀμαυτῆς, ἐνειλήσασα, ἣν ἀπὸ δακρύων τῶν ἐπὶ σοὶ καὶ αἵματος ἐχάραττον ὁμοῦ πρωτοτόκος καὶ πολύθρηνος γενομένη.

[7] Ἀλλ' ὦ γλυκεῖα καὶ μέχρις ὥρας θύγατερ, ὅπως εἰ περιγένοιο μεμνήσῃ τῆς εὐγενείας τιμῶσα σωφροσύνην, ἣ δὴ μόνη γυναικείαν ἀρετὴν χαρακτηρίζει, καὶ φρόνημα βασίλειον καὶ πρὸς τοὺς φύντας ἀναφέρον ἀσκοῦσα· μεμνήσῃ δὲ πρὸ πάντων τῶν συνεκτεθέντων σοι κειμηλίων δακτύλιόν τινα ἐπιζητεῖν καὶ σεαυτῇ περιποιεῖν, ὃν πατὴρ ὁ σὸς ἐμοὶ παρὰ τὴν μνηστείαν ἐδωρήσατο βασιλείῳ μὲν συμβόλῳ τὸν κύκλον ἀνάγραπτον λίθῳ δὲ παντάρβῃ καὶ ἀπορρήτῳ δυνάμει τὴν σφενδόνην καθιερωμένον.

[8] Ταῦτά σοι διείλεγμαι τὸ γράμμα διάκονον εὑραμένη, τὰς ἐμψύχους καὶ ἐν ὀφθαλμοῖς ὁμιλίας τοῦ δαίμονος στερήσαντος, τάχα μὲν κωφὰ καὶ ἀνήνυτα τάχα δὲ καὶ εἰς ὄφελός ποτε ἥξοντα, τὸ γὰρ ἄδηλον τῆς τύχης ἀνθρώποις ἄγνωστον· καὶ ἔσται σοι τὰ τῆς γραφῆς, ὦ μάτην ὡραία καὶ ἔγκλημα τὸ κάλλος ἐμοὶ προσάψασα, εἰ μὲν περισωθείης, γνωρίσματα, εἰ δ' ὅπερ καὶ ἀκοὴν λάθοι τὴν ἐμήν, ἐπιτύμβια καὶ μητρὸς ἐπικήδεια δάκρυα."

[9]

[1]    Ταῦτα, ὦ Κνήμων, ὡς ἀνέγνων, ἐγνώριζον μὲν καὶ τὴν ἐκ θεῶν οἰκονομίαν ἐθαύμαζον ἡδονῆς δὲ ἅμα καὶ λύπης ἐνεπλήσθην καὶ πάθος τι καινότερον ὑπέστην ὁμοῦ δακρύων καὶ χαίρων, διαχεομένης μὲν τῆς ψυχῆς πρὸς τὴν τῶν ἀγνοουμένων εὕρεσιν καὶ τῶν χρησθέντων ἤδη τὴν ἐπίλυσιν, ἀδημονούσης δὲ πρὸς τὴν τῶν ἐσομένων ἔκβασιν, καὶ τὸν ἀνθρώπινον βίον οἰκτειρούσης ὡς ἄστατόν τι καὶ ἀβέβαιον καὶ ἄλλοτε πρὸς ἄλλα τρεπόμενον τότε δὲ ὑπερβαλλόντως ἐν ταῖς Χαρικλείας τύχαις γνωριζόμενον· [2] Εἰσῄει γάρ με πολλῶν ἔννοια, τίνων μὲν γενομένη τίνων ἐνομίσθη πόσῳ δὲ τῷ μεταξὺ τῆς ἐνεγκούσης ἀπήχθη, κεκλήρωτο δὲ θυγατρὸς ὄνομα νόθον ἀποβαλοῦσα τὸ γνήσιον Αἰθιόπων καὶ βασίλειον γένος.

[3] Ἐπὶ πολύ τε ἀμφίβολος εἱστήκειν τῶν μὲν παρελθόντων οἰκτείρειν ἔχων τῶν δὲ ἐσομένων εὐδαιμονίζειν οὐ θαρσῶν, ἕως τὸν λογισμὸν πρὸς τὸ νῆφον ἀνακαλεσάμενος ἔγνων μὴ ἀμελεῖν ἀλλ' ἔργου ἔχεσθαι· καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν καταλαμβάνω μόνην, ἀπειρηκυῖαν ἤδη πρὸς τὸ πάθος καὶ τῷ μὲν φρονήματι βιαζομένην ἀναφέρειν, τῷ σώματι δὲ πάντῃ πεπονημένην ἐνδόντι πρὸς τὴν νόσον καὶ ἀντέχειν ἀσθενήσαντι πρὸς τὸ δεινόν.

[10]

[1] Μεταστησάμενος οὖν τοὺς παρόντας καὶ μηδένα διοχλεῖν ἐπιστείλας ὡς δή τινας εὐχὰς καὶ ἐπικλήσεις τῇ κόρῃ προσάξων "Ὥρα σοι" ἔφην "ὦ Χαρίκλεια, λέγειν ὃ πάσχεις, οὕτω γὰρ ὑπέσχου τῇ προτεραίᾳ, καὶ μὴ κρύπτειν ἄνδρα σοί τε εὔνουν καὶ γνῶναι τὰ πάντα καὶ σιωπώσης οὐκ ἀδύνατον."

[2] Ἡ δὲ λαβομένη μου τῆς χειρὸς ἐφίλει τε καὶ ἐπεδάκρυε καὶ "Ὦ σοφὲ Καλάσιρι, τοῦτο πρῶτον εὐεργέτησον" ἔλεγεν, "ἔασόν με σιωπῶσαν δυστυχεῖν, αὐτὸς ὡς βούλει γνωρίσας τὴν νόσον, καὶ τὴν γοῦν αἰσχύνην κερδαίνειν, κρύπτουσαν ἃ καὶ πάσχειν αἰσχρὸν καὶ ἐκλαλεῖν αἰσχρότερον.

[3] Ὡς ἐμέ γε λυπεῖ μὲν καὶ ἡ νόσος ἀκμάζουσα, πλέον δὲ τὸ μὴ κρατῆσαι τῆς νόσου τὴν ἀρχὴν ἀλλ' ἡττηθῆναι πάθους ἀπειρημένου μὲν ἐμοὶ τὸν πρὸ τούτου πάντα χρόνον λυμαινομένου δὲ καὶ μέχρις ἀκοῆς τὸ παρθενίας ὄνομα σεμνότατον."

[4] Ἐπιρρωννὺς οὖν αὐτὴν "Ὦ θύγατερ" ἔφην "δυοῖν ἕνεκεν εὖ ποιεῖς ἀποκρύπτουσα τὰ κατὰ σαυτήν· ἐγώ τε γὰρ οὐδὲν δέομαι μανθάνειν ἃ πάλαι παρὰ τῆς τέχνης ἔγνωκα σύ τε εἰκότα πάσχεις ἐρυθριῶσα λέγειν ἃ γυναιξὶ κρύπτειν εὐπρεπέστερον.

[5] Ἀλλ' ἐπειδήπερ ἅπαξ ἔρωτος ἐπῄσθου καὶ φανείς σε Θεαγένης ᾕρηκε, τοῦτο γὰρ ὀμφή μοι θεῶν ἐμήνυσε, σὺ μὲν ἴσθι μὴ μόνη καὶ πρώτη τὸ πάθος ὑποστᾶσα ἀλλὰ σὺν πολλαῖς μὲν γυναιξὶ τῶν ἐπισήμων σὺν πολλαῖς δὲ παρθένοις τῶν τὰ ἄλλα σωφρόνων· μέγιστος γὰρ θεῶν ὁ Ἔρως καὶ ἤδη καὶ θεῶν αὐτῶν ποτε κρατεῖν λεγόμενος.

[6] Ἐπισκόπει δὲ ὅπως ἄριστα διαθήσῃ τὰ παρόντα, ὡς τὸ μὲν ἀπείρατον γενέσθαι τὴν ἀρχὴν ἔρωτος εὔδαιμον, τὸ δὲ ἁλόντα πρὸς τὸ σῶφρον τὸ βούλημα περιποιῆσαι σοφώτατον· ὃ δὴ καὶ σοὶ βουλομένῃ πιστεύειν ἔξεστι καὶ τὸ μὲν ἐπιθυμίας αἰσχρὸν ὄνομα διώσασθαι τὸ δὲ συναφείας ἔννομον συνάλλαγμα προελέσθαι καὶ εἰς γάμον τρέψαι τὴν νόσον."

[11]

[1]    Ἱδρῶτι πολλῷ διερρεῖτο τούτων εἰρημένων, ὦ Κνήμων, καὶ δήλη παντοίως ἦν χαίρουσα μὲν ἐφ' οἷς ἤκουεν ἀγωνιῶσα δὲ ἐφ' οἷς ἤλπιζεν ἐρυθριῶσα δὲ ἐφ' οἷς ἑάλωκεν· οὐκ ὀλίγον οὖν ἐφησυχάσασα χρόνον "Ὦ πάτερ" ἔφη "γάμον ὀνομάζεις καὶ τοῦτον αἱρεῖσθαι προτρέπεις ὥσπερ δῆλον ὂν ἢ τὸν πατέρα συνθησόμενον ἢ τὸν ἐμοὶ πολέμιον ἀντιποιησόμενον."

[2] "Τὸ μὲν κατὰ τὸν νεανίαν ἔρρωται ἡμῖν" ἔφην "καὶ πλέον ἢ σὺ τάχα κἀκεῖνος ἑάλωκεν ἀπὸ τῶν ὁμοίων σοι κεκινημένος. Ὡς γὰρ ἔοικεν αἱ ψυχαί πως ὑμῖν ἀπὸ πρώτης ἐντεύξεως τὰς ἀλλήλων ἀξίας ἐγνώρισαν καὶ πρὸς τὸ ἴσον πάθος κατηνέχθησαν· ἐπέτεινα δὲ αὐτῷ κἀγὼ σοὶ χαριζόμενος σοφίᾳ τὴν ἐπιθυμίαν, ὁ δὲ νομιζόμενός σοι πατὴρ ἄλλον εὐτρεπίζεται νυμφίον, Ἀλκαμένην ὃν οὐκ ἠγνόηκας."

[3] Ἡ δὲ "Ἀλκαμένει μὲν" ἔφη "τάφον πρότερον ἢ γάμον τὸν ἐμὸν εὐτρεπιζέτω, ἐμὲ γὰρ ἢ Θεαγένης ἄξεται ἢ τὸ τῆς εἱμαρμένης διαδέξεται· σὺ δ' ὅτι μὴ ἔστι μοι πατὴρ ἀλλὰ νομίζεται Χαρικλῆς, ἱκετεύω λέγε πόθεν ἐγνώρισας." "Ἐκ ταύτης" ἔφην ἐπιδείξας τὴν ταινίαν. "Ἔσχες δὲ πόθεν ἢ ὅπως; ἐξ οὗ γάρ με κατὰ τὴν Αἴγυπτον παρὰ τοῦ θρεψαμένου λαβὼν οὐκ οἶδ' ὅπως δεῦρο ἤγαγεν, ἀφελόμενος εἶχεν ἀποκειμένην ἐν κοιτίδι τοῦ μὴ τὸν χρόνον αὐτῇ λυμήνασθαι."

[4] "Τὸ μὲν ὅπως ταύτην ἐκομισάμην εἰσαῦθις" ἔφην "ἀκούσῃ, τὸ δὲ παρόν, εἰ τὰ ἐγγεγραμμένα γνωρίζεις εἰπέ μοι." Τῆς δὲ οὐκ εἰδέναι, πόθεν; ὁμολογούσης, "Γένος" ἔλεγον "καὶ ἔθνος τὸ σὸν καὶ τύχην φράζει." Ὡς δὲ ἀνακαλύπτειν ὅσα ἔχω γινώσκειν ἱκέτευεν, ἔλεγον ἅπαντα τήν τε γραφὴν ἐπιὼν ἐν μέρει καὶ πρὸς ἔπος ἑρμηνεύων.

[12]

[1]    Ὡς δὲ ἐγνώρισεν ἑαυτήν, καὶ τὸ φρόνημα διανιστᾶσα πλέον τῷ γένει προσέδραμε καὶ "Τί οὖν χρὴ ποιεῖν;" ἠρώτα, τότε ἤδη συμβουλῆς τῆς φανερωτέρας ἠρχόμην, ἅπαντα ὡς ἔσχεν ἀνακαλύπτων, "Ἐγώ" λέγων "ὦ θύγατερ, ἦλθον καὶ εἰς Αἰθίοπας ἐπιθυμίᾳ τῆς παρ' ἐκείνοις σοφίας· ἐγενόμην καὶ Περσίννῃ τῇ σῇ μητρὶ γνώριμος, οἰκειοῦται γὰρ ἀεὶ τὸ σοφῶν γένος ἡ βασίλειος αὐλὴ καὶ ἄλλως εἶχόν τι καὶ δόξης πλέον τὴν Αἰγυπτίων σοφίαν προσθήκῃ τῆς Αἰθιόπων ἐκθειάζων.

[2] Ἐπεὶ δὲ ἀπαίρειν μέλλοντά με οἴκαδε ᾔσθετο, τὰ κατὰ σέ μοι πάντα διηγεῖτο τὸ πιστὸν τῆς σιωπῆς ὅρκῳ πρότερον κομισαμένη καὶ ἔλεγε τοῖς μὲν ἐγχωρίοις σοφοῖς οὐ θαρσήσειν εἰπεῖν, ἐμὲ δὲ ἱκέτευεν ἐρωτᾶν τοὺς θεοὺς εἰ πρῶτα μὲν ἐκτεθεῖσα διεσώθης, ἔπειτα ὅπῃ γῆς οὖσα τυγχάνεις, οὐ γὰρ πυθέσθαι κατὰ τὸ ἔθνος οὐδεμίαν τοιαύτην, πολλὰ περιεργασαμένη.

[3] Ἐμοῦ δὲ ἅπαντα μαθόντος ἐκ θεῶν καὶ εἶναί τε καὶ ὅπου φράσαντος αὖθις ἱκέτευεν ἐπιζητεῖν καὶ προτρέπειν ἥκειν εἰς τὴν ἐνεγκοῦσαν, ἄγονος γὰρ καὶ ἄτεκνος ἐκ τῶν ἐπὶ σοὶ διατελεῖν ὠδίνων ἑτοίμως τε ἔχειν, εἴ ποτε φανείης, ὁμολογεῖν τῷ σῷ πατρὶ τὸ συμβεβηκός· εἰδέναι γὰρ αὐτὸν πεισθησόμενον χρόνῳ τε τῆς συμβιώσεως τὴν ἐπ' αὐτῇ δοκιμασίαν ἔχοντα καὶ τῆς ἐκ παίδων διαδοχῆς τὴν ἐπιθυμίαν ἀπροσδοκήτως λαμβάνοντα.

[13]

[1]    Ταῦτα ἐκείνη μὲν ἔλεγε καὶ ποιεῖν ἱκέτευεν, ἐπισκήπτουσά μοι πολλὰ τὸν ἥλιον, ὅρκον ὃν οὐδενὶ σοφῶν ὑπερβῆναι θεμιτόν· ἐγὼ δὲ ἥκω τὴν ἐνώμοτον ἱκεσίαν ἐκτελέσων, οὐ διὰ τοῦτο μὲν τὴν ἐπὶ τάδε σπουδάσας ἄφιξιν θεῶν δὲ ὑποθήκῃ μέγιστον ἐκ τῆς ἄλης τοῦτο κερδήσας, ἐκ πολλοῦ τε ὡς οἶσθα προσεδρεύω χρόνου, θεραπείας μὲν τῆς περί σε καὶ πάλαι τῆς πρεπούσης οὐδὲν ἀπολιπὼν σιωπῶν δὲ τὰ ὄντα, καιροῦ λαβέσθαι καὶ τὴν ταινίαν μηχανῇ τινι κομίσασθαι εἰς πίστιν τῶν πρός σε ῥηθησομένων περιμένων.

[2] Ὥστε ἔνεστί σοι πειθομένῃ δρασμόν τε τὸν ἐνθένδε σὺν ἡμῖν αἱρουμένῃ, πρίν τι καὶ πρὸς βίαν σε τῶν παρὰ γνώμην ὑποστῆναι, τοῦ Χαρικλέους ἤδη σοι τὸν Ἀλκαμένους γάμον ἐσπουδακότος, γένος μὲν καὶ πατρίδα καὶ τοὺς φύντας κομίζεσθαι Θεαγένει δὲ ἀνδρὶ συνεῖναι γῆς ὅποι καὶ βουλόμεθα συνέπεσθαι παρεσκευασμένῳ, ξένου τε καὶ ὀθνείου γνήσιον καὶ ἄρχοντα βίον ἀνταλλάξασθαι σὺν τῷ φιλτάτῳ βασιλεύουσαν, εἴ τι δεῖ θεοῖς τε τοῖς ἄλλοις καὶ τῷ χρησμῷ τοῦ Πυθίου καταπιστεύειν."

[3] Καὶ ἅμα ὑπεμίμνησκον τὸν χρησμὸν καὶ ὅ τι βούλοιτο ἔφραζον· οὐ γὰρ ἠγνόητο τῇ Χαρικλείᾳ παρὰ πολλῶν καὶ ᾀδόμενος καὶ ζητούμενος. Ἐπάγη πρὸς ταῦτα "Κἀπειδὴ θεοὺς" εἶπεν "οὕτω βούλεσθαι σύ τε φῂς ἐγώ τε πείθομαι, τί χρὴ πράττειν ὦ πάτερ;" "Πλάττεσθαι" εἶπον "ὡς ἐπινεύουσαν τὸν Ἀλκαμένους γάμον."

[4] Ἡ δὲ "Βαρὺ μὲν" ἔφη "καὶ ἄλλως αἰσχρὸν τὸ καὶ μέχρις ἐπαγγελίας ἕτερον πρὸ Θεαγένους αἱρεῖσθαι, πλὴν ἀλλ' ἐπεὶ θεοῖς τε καὶ σοί, πάτερ, ἐμαυτὴν ἐπέτρεψα, τίνα σκοπὸν ἔχει τὸ πλάσμα καὶ τίνα τρόπον ὥστε μὴ εἰς ἔργον ἀχθῆναι διαλυθήσεται;"

[5] "Γνώσῃ τοῖς ἔργοις" ἔφην· "τινὰ προαγορευόμενα μὲν γυναιξὶν ἔστιν ὅτε καὶ ὄκνον ἤνεγκεν ἐπιτελούμενα δὲ ἐκ τοῦ παραχρῆμα θαρραλεώτερον ἠνύσθη πολλάκις· ἕπου μόνον ταῖς ἐμαῖς ὑποθήκαις τά τε ἄλλα καὶ τὸ παρὸν τῷ Χαρικλεῖ σύντρεχε τὰ πρὸς τὸν γάμον, ὡς οὐδὲν ἐκείνου πράξαντος ἄνευ τῆς ἐμῆς ὑφηγήσεως." Ὡμολόγει ταῦτα καὶ τὴν μὲν ἀπολείπω δακρύουσαν.

[14]

[1]    Ἄρτι δὲ τοῦ δωματίου προελθὼν ὁρῶ τὸν Χαρικλέα πρὸς ὑπερβολὴν περίλυπον καὶ ὅλης κατηφείας ἀνάπλεων καὶ "Ὦ θαυμάσιε" πρὸς αὐτὸν ἔφην "ὅτε σε ἐχρῆν ἐστέφθαι καὶ χαίρειν ἀποθύειν τε χαριστήρια τοῖς θεοῖς ἐπιτυχόντα τῶν πάλαι σοι δι' εὐχῆς καὶ Χαρικλείας ὀψέ ποτε καὶ σὺν τέχνῃ πολλῇ καὶ σοφίᾳ τῇ ἐμῇ πρὸς ἐπιθυμίαν γάμων ἐπικλασθείσης, τότε σκυθρωπὸς καὶ σύννους καὶ μόνον οὐ θρηνεῖς οὐκ οἶδ' ὅ τι πεπονθώς."

[2] Καὶ ὃς "Τί δὲ οὐ μέλλω, τῆς φιλτάτης μοι τὸν βίον τάχα πρότερον μεταστησομένης ἢ πρὸς γάμον, ὡς φῄς, συναφθησομένης, εἴ τι δεῖ προσέχειν ὀνείρασι τοῖς τε ἄλλοις καὶ οἷς τῆς παρηκούσης ἐξεδειματώθην νυκτός, καθ' ἣν ἀετὸν ᾤμην ἐκ χειρὸς ἀφεθέντα τοῦ Πυθίου καὶ ἀθρόον καταπτάντα τό τε θυγάτριον ἐκ κόλπων, οἴμοι, τῶν ἐμῶν ἀναρπάσαντα γῆς ἐπ' ἔσχατόν τι πέρας οἴχεσθαι φέροντα, ζοφώδεσί τισιν εἰδώλοις καὶ σκιώδεσι πλῆθον, καὶ τέλος οὐδὲ γνῶναι ὅ τι ποτὲ καὶ δράσειε, τοῦ μεσεύοντος ἀπείρου διαστήματος συνεκδραμεῖν τῇ πτήσει τὴν θέαν ἐνεδρεύσαντος;"

[15]

[1]    Ταῦτα ὡς εἶπεν, ἐγὼ μὲν ὅπη τείνει τὸ ὄναρ συνέβαλλον, ἐκεῖνον δὲ ἐκ τῆς ἀθυμίας ἀπάγων καὶ ὑποψίας εἶναι πόρρω τῶν ἐσομένων παρασκευάζων "Ἱερεὺς" ἔφην "καὶ ταῦτα τοῦ μαντικωτάτου τῶν θεῶν ὀνειροπολεῖν μοι δοκεῖς οὐκ ἔχειν ἐπιτηδείως, ὃς τῶν ἐνυπνίων σοι τοὺς ἐσομένους τῆς παιδὸς γάμους προμηνυόντων καὶ ἀετὸν μὲν τὸν ληψόμενον νυμφίον αἰνιττομένων, ταῦτα δὲ ἔσεσθαι, τοῦ Πυθίου νεύοντος καὶ ὡς ἐκ χειρὸς τὸν συνοικήσοντα προσάγοντος, εὐαγγελιζομένων ἀγανακτεῖς τὴν ὄψιν καὶ πρὸς τὸ ἄθυμον ἄγεις τὸ ὄναρ.

[2] Ὥστε, ὦ Χαρίκλεις, εὔφημον ἔχωμεν στόμα καὶ συντρέχωμεν τῇ βουλήσει τῶν κρειττόνων πρὸς τὸ πείθειν ἔτι καὶ μᾶλλον τὴν κόρην τραπόμενοι." Τοῦ δὲ ἐρομένου τί ἂν πράττων ἔχοι πλέον πειθομένην "Εἴ τί σοι κειμήλιόν ἐστι πολυτελές" ἔφην, "ἐσθὴς διάχρυσος ἢ ὅρμος ἐρίτιμος, ταῦτα ὡς ἕδνα παρὰ τοῦ νυμφίου πρόσαγε καὶ δωρούμενος ἐξιλεοῦ τὴν Χαρίκλειαν· ἀπαραίτητον ἔχει πρὸς γυναῖκα ἴυγγα χρυσὸς καὶ λίθος.

[3] Καὶ τἄλλα δέ σοι τὰ πρὸς τὴν πανήγυριν εὐτρεπιστέον, συνέχειν γὰρ δεήσει τοὺς γάμους ἕως τὸ κατηναγκασμένον τῆς ἐπιθυμίας ἀμετάβλητον ἔχει παρὰ τῆς τέχνης ἡ κόρη." "Μηδὲν ἀπολείπεσθαι νόμιζε τῶν ἐπ' ἐμοί" φήσας ὁ Χαρικλῆς ἀπέτρεχεν, ἔργον ἀποφῆναι τοὺς λόγους ὑφ' ἡδονῆς ἐπειγόμενος.

[4] Καὶ ἔπραξέ γε, ὡς ὕστερον ἔγνων, ἅπερ ὑπεθέμην οὐδὲν ὑπερθέμενος, ἐσθῆτά τε ἄλλην πολύτιμον καὶ δὴ καὶ τοὺς ὅρμους τοὺς Αἰθιοπικοὺς τοὺς συνεκτεθέντας ὑπὸ τῆς Περσίννης εἰς γνωρίσματα τῇ Χαρικλείᾳ ὡς ἕδνα δῆθεν παρὰ τοῦ Ἀλκαμένους προσκομίσας.

[16]

[1]    Ἐγὼ δὲ τῷ Θεαγένει συντυχών, ποῦ τυγχάνουσιν ἐπιδημοῦντες οἱ τὴν πομπὴν αὐτῷ πληρώσαντες ἠρώτων· ὁ δὲ τὰς μὲν κόρας ἔφασκεν ἐξωρμηκέναι τοῦ σχολαίτερον βαδίζειν ἕνεκεν προαπεσταλμένας, τοὺς δὲ ἐφήβους οὐδὲ φέρειν ἔτι δι' ὄχλου γινομένους καὶ πρὸς τὴν ἐπάνοδον τὴν οἴκαδε συνελαύνοντας.

[2] Ἅπερ ὡς ἔγνων, παρεγγυήσας τά τε ἐκείνοις ῥητέα καὶ αὐτῷ πρακτέα καὶ τὸ παρ' ἐμοῦ δοθησόμενον τοῦ καιροῦ καὶ τῆς ὥρας ἐνδόσιμον ἐπιτηρεῖν ἐπιστείλας τοῦ μὲν ἀπεχώρουν ἐπὶ δὲ τὸν νεὼν τοῦ Πυθίου τὴν ὁρμὴν ἐποιούμην, τὸν ἅμα τοῖς νέοις δρασμὸν ὑφηγήσασθαι χρηστηρίῳ τὸν θεὸν ἱκετεύσων.

[3] Ἀλλ' ἦν ἄρα καὶ νοῦ παντὸς ὀξύτερον τὸ θεῖον καὶ τοῖς κατὰ βούλησιν αὐτῷ δρωμένοις ἐπίκουρον γίνεται καὶ ἄκλητον εὐμενείᾳ πολλάκις φθάνον τὴν αἴτησιν· ὡς δὴ καὶ τότε πρὸς τὴν οὐδέπω γενομένην πεῦσιν ἔφθη τὴν ἀπόκρισιν ὁ Πύθιος ‹δούς› καὶ τοῖς ἔργοις ἐπεσήμαινε τὴν ὑφήγησιν. Ἐσπουδακότα γάρ με τὰ φροντιζόμενα καὶ παρὰ τὴν πρόμαντιν, ὡς ἔφην, ἐπειγόμενον ἐπεῖχέ τις βοὴ παριόντα "Σύσπενδε ὦ 'γαθέ" ξένων καλούντων· ἔθυον δὲ ἄρα σὺν αὐλήμασιν Ἡρακλεῖ τὴν εὐωχίαν.

[4] Ἐπέσχον τὴν ὁρμὴν ὡς τούτων ᾐσθόμην, οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἱερὰν κλῆσιν παραδραμεῖν, κἀπειδὴ τοῦ λιβανωτοῦ λαβὼν ἀπέθυσα καὶ ὕδατος ἔσπεισα, θαυμάζουσι μὲν ἐῴκεσαν τὸ πολυτελὲς τῶν ἐμῶν θυμάτων ὅμως δ' οὖν καὶ τῆς εὐωχίας συμμετέχειν ἠξίουν.

[5] Ὑπήκουον καὶ πρὸς τοῦτο, καὶ κατακλιθεὶς ἐπὶ τῆς στιβάδος ἣν μυρρίναι καὶ δάφναι τοῖς ξένοις ἐστρώκεσαν τῶν τε ἐξ ἔθους ἀπογευσάμενος "Ἀλλ' ὦ 'γαθοί" πρὸς αὐτοὺς ἔφην "δαιτὸς μὲν ἡδίστης οὐκ ἐνδεὴς ἀκοῆς δὲ ἔτι τῆς περὶ ὑμῶν ἀμαθής, ὥστε ὥρα λέγειν ὑμῖν οἵτινες ἢ ὁπόθεν ἐστέ· δημῶδες γὰρ οἶμαι καὶ τῶν ἀγροικοτέρων σπονδῶν καὶ τραπέζης κοινωνήσαντας μὴ οὐχὶ καὶ τὴν περὶ ἀλλήλων γνῶσιν ἔχοντας ἀπελθεῖν, φιλίας ἀρχὴν ἱεροὺς ἅλας ποιησαμένους."

[6] Ἔλεγον δὴ οὖν εἶναι μὲν Φοίνικες Τύριοι τέχνην δὲ ἔμποροι πλεῖν δὲ ἐπὶ Καρχηδόνα τὴν Λιβύων, ὁλκάδα μυριοφόρον Ἰνδικῶν τε καὶ Αἰθιοπικῶν καὶ τῶν ἐκ Φοινίκης ἀγωγίμων φέροντες, τὸ δὲ παρὸν Ἡρακλεῖ Τυρίῳ τήνδε νικητήριον ἀποθύειν τὴν εὐωχίαν, τοῦδε τοῦ νεανίου (δείξαντες τὸν προκατακείμενον) ἀναδησαμένου τὸν ἀπὸ τῶν παλαιστῶν ἐνθαδὶ στέφανον καὶ νικῶσαν τὴν Τύρον ἐν Ἕλλησιν ἀναγορεύσαντος.

[7] "Οὗτος γάρ, ἐπειδὴ Μαλέαν ὑπερβαλόντες ἀνέμοις τε ἐναντίοις χρησάμενοι τῇ Κεφαλληναίων προσέσχομεν, ὄναρ αὐτῷ προμαντεύειν τὴν μέλλουσαν Πυθιονίκην τὸν πάτριον ἡμῶν τόνδε θεὸν ἐπομνύμενος ἐκτραπῆναί τε τοῦ προκειμένου πλοῦ καὶ τῇδε κατᾶραι πείσας ἔργοις ἐπιστώσατο τὴν μαντείαν καλλίνικος ἡμῖν ὁ τέως ἔμπορος ἀναδειχθείς.

[8] Καὶ τήνδε τὴν θυσίαν ἄγει τῷ θεῷ τῷ φήναντι νικητήριόν τε καὶ χαριστήριον, ἅμα δὲ καὶ ἐμβατήριον· εἰς ἕω γὰρ ἀφήσειν, ὦ λῷστε, μέλλομεν, εἰ τὰ ἐκ τῶν ἀνέμων τῇ βουλήσει συμπνεύσειε." "Μέλλετε δῆτα ἀληθῶς;" ἔφην. "Ναὶ μέλλομεν" ἀπεκρίναντο.

[9] "Συνέμπορον ἄρα ἕξετέ με βουλόμενοι, πλοῦς γάρ μοι πρόκειται κατά τι χρέος εἰς Σικελίαν· ἡ δὲ νῆσος, ὡς ἴστε, παράπλους ὑμῖν ἐπὶ τὴν Λιβύων ἐσπουδακόσιν." "Εἰ γὰρ βουληθείης" ἔλεγον "ἀγαθὸν οὐδὲν ἀπεῖναι νομιοῦμεν ἀνδρὶ σοφῷ τε καὶ Ἕλληνι καὶ ὡς δίδωσιν ἡ πεῖρα συμβάλλειν τάχα που καὶ θεοῖς κεχαρισμένῳ συνόντες." "Βουλήσομαι" πρὸς αὐτοὺς ἔφην "εἰ μίαν ἐνδοίητε πρὸς παρασκευὴν ἡμέραν."

[10] "Ἕξεις" ἔφασαν "τὴν αὔριον· μόνον εἰς ἑσπέραν γοῦν ἐπὶ θάλατταν εἶναι, πολὺ γάρ τι καὶ νύκτες εἰς πλοῦν ἀνύουσιν ἀπογείοις αὔραις ἀκύμονα τὰ σκάφη παραπέμπουσαι." Συνετιθέμην οὕτω ποιήσειν ὅρκῳ πρότερον ὅτι μὴ προαναχθήσονται τὴν ἐπαγγελίαν πιστωσάμενος.

[17]

[1]    Καὶ τοὺς μὲν αὐτοῦ καταλιπὼν πρὸς αὐλοῖς ἔτι καὶ ὀρχήσεσιν ὄντας, ἃς ὑπὸ πηκτίδων ἐπίτροχον μέλος Ἀσσύριόν τινα νόμον ἐσκίρτων ἄρτι μὲν κούφοις ἅλμασιν εἰς ὕψος αἰρόμενοι ἄρτι δὲ τῇ γῇ συνεχὲς ἐποκλάζοντες καὶ στροφὴν ὁλοσώματον ὥσπερ οἱ κάτοχοι δινεύοντες, [2] ἀφικόμενος δὲ παρὰ τὴν Χαρίκλειαν ἐπὶ τῶν κόλπων ἔτι τὰ παρὰ τοῦ Χαρικλέους κειμήλια φέρουσάν τε καὶ ἐπισκοποῦσαν καὶ παρὰ τὸν Θεαγένην μετ' ἐκείνην, ἅ τε δεήσει καὶ ὁπότε πράττειν ἑκάτερον ὑποθέμενος, οἴκαδε ἐλθὼν ἐφήδρευον τοῖς ἐσομένοις.

[3] Καὶ εἰς τὴν ἑξῆς τοιάδε ἐγίνετο· ἐπειδὴ μέσαι νύκτες ὕπνῳ τὴν πόλιν ἐβάπτιζον, ἔνοπλος κῶμος τὴν οἴκησιν τῆς Χαρικλείας κατελάμβανεν, ἐστρατήγει δὲ Θεαγένης τὸν ἐρωτικὸν τοῦτον πόλεμον εἰς λόχον ἀπὸ τῆς πομπῆς τοὺς ἐφήβους συντάξας.

[4] Οἳ δὴ μέγα τι καὶ ἀθρόον ἐμβοήσαντες καὶ δούπῳ τῶν ἀσπίδων τοὺς κατὰ μικρὸν αἰσθομένους ἐμβροντήσαντες ὑπὸ λαμπάσιν ἡμμέναις εἰσήλαντο εἰς τὸ δωμάτιον, τὴν αὔλειον οὐ χαλεπῶς ἐκμοχλεύσαντες, ἅτε τῶν κλείθρων εἰς ῥᾳδίαν ἄνοιξιν ἐπιβεβουλευμένων, καὶ τὴν Χαρίκλειαν εὐτρεπῆ καὶ ἅπαντα προειδυῖαν καὶ τὴν βίαν ἑκοῦσαν ὑφισταμένην ἀναρπάζουσιν οὐκ ὀλίγα τῶν ἐπίπλων ὅσα κατὰ βούλησιν ἦν τῇ κόρῃ συνεκφορήσαντες.

[5] Κἀπειδὴ τῆς οἰκίας ἐκτὸς ἐγεγόνεισαν, οἱ μὲν τὸν ἐνυάλιον ἀλαλάξαντες καὶ βαρύν τινα πάταγον ἐκ τῶν ἀσπίδων ἐπικτυποῦντες διὰ πάσης ἐχώρουν τῆς πόλεως εἰς ἄφραστόν τι δεῖμα τοὺς ἐνοικοῦντας ἐμβαλόντες ἅτε νυκτός τε ἀωρίᾳ τὸ φοβερώτεροι δοκεῖν προειληφότες καὶ τοῦ Παρνασοῦ πρὸς τὴν βοὴν ὑπόχαλκον αὐτοῖς συνεπηχοῦντος· καὶ οἱ μὲν οὕτω τοὺς Δελφοὺς διεξῆλθον ἐπάλληλόν τι Χαρίκλειαν καὶ συνεχὲς ἀναφθεγγόμενοι.

[18]

[1]    Κἀπειδὴ τοῦ ἄστεος ἐκτὸς ἦσαν ὡς τάχους εἶχον ἐπὶ τὰ Λοκρῶν ὄρη καὶ Οἰταίων ἀφιππάσαντο. Ὁ δὲ Θεαγένης καὶ ἡ Χαρίκλεια τὰ προδεδογμένα πράττοντες ὑπολείπονται μὲν τῶν Θετταλῶν, ὡς ἐμὲ δὲ λαθραῖοι καταφεύγουσι καί μου τοῖς γόνασιν ἅμα προσπεσόντες ἐπὶ πλεῖστον εἴχοντο τρόμῳ τε παλλόμενοι καὶ "Σῷζε πάτερ" συνεχὲς ἐπιφθεγγόμενοι.

[2] Ἀλλ' ἡ μὲν Χαρίκλεια τοῦτο καὶ μόνον, εἰς γῆν τε νεύουσα καὶ τὴν πρᾶξιν ἄρτι καινοτομουμένην ἐρυθριῶσα· ὁ δὲ Θεαγένης καὶ ἕτερα προσεπέσκηπτε "Σῷζε" λέγων "ὦ Καλάσιρι, ξένους καὶ ἀπόλιδας ἱκέτας πάντων ἀλλοτριωθέντας, ἵν' ἐκ πάντων μόνους ἀλλήλους κερδήσωσι· σῷζε τύχης λοιπὸν ἀγώγιμα σώματα καὶ σωφρονοῦντος ἔρωτος αἰχμάλωτα, φυγάδας αὐθαιρέτους μὲν ἀλλ' ἀνευθύνους καὶ πᾶσαν εἰς σὲ προσδοκίαν σωτηρίας ἀναρρίψαντας."

[3] Συνεχέθην τοῖς εἰρημένοις καὶ νῷ πλέον ἢ ὀφθαλμῷ τοῖς νέοις ἐπιδακρύσας καὶ ὅσον ἐκείνους μὲν ἐλάνθανεν ἐμὲ δὲ ἐπεκούφιζεν ἀνίστων τε καὶ ἀνελάμβανον· καὶ χρηστὰς ὑποθέμενος τὰς ἐλπίδας τῶν ἐσομένων, σὺν γὰρ θεῷ τὴν ἀρχὴν ἐπικεχειρῆσθαι, "Ἐγὼ μὲν ἐπὶ τὰ ἑξῆς τῆς πράξεως ἄπειμι" ἔφην, "ὑμεῖς δέ με κατὰ χώραν περιμένειν τοῦ μή τισιν ὀφθῆναι πλείστην ὅσην φροντίδα ἔχοντες"· καὶ εἰπὼν ἀπέτρεχον.

[4] Ἀλλ' ἡ Χαρίκλεια θοιματίου τε ἐλαμβάνετο καὶ ἐπεῖχε καὶ "Ὦ πάτερ, ἀδικίας" ἔλεγεν "ἀρχὴ τοῦτο μᾶλλον δὲ προδοσίας, εἰ μόνην οἰχήσῃ με καταλιπών, Θεαγένει τὰ καθ' ἡμᾶς ἐπιτρέψας, οὐδὲ ἐννοήσεις ὡς ἄπιστον εἰς φυλακὴν ἐραστὴς εἰ γένοιτο τῶν ἐρωτικῶν ἐγκρατὴς καὶ οὐχ ἥκιστα τῶν καταιδέσαι δυναμένων μονούμενος.

[5] Ἀναφλέγεται γάρ, ὡς οἶμαι, πλέον ὅταν ἄνευ προμάχου βλέπῃ τὸ ποθούμενον προκείμενον, ὥστε οὐ πρότερόν σε μεθίημι πρὶν δή μοι τῶν τε παρόντων ἕνεκα καὶ ἔτι μᾶλλον τῶν μελλόντων ὅρκῳ πρὸς Θεαγένην τὸ ἀσφαλὲς ἐμπεδωθείη ὡς οὔτε ὁμιλήσει τὰ Ἀφροδίτης πρότερον ἢ γένος τε καὶ οἶκον τὸν ἡμέτερον ἀπολαβεῖν ἤ, εἴπερ τοῦτο κωλύει δαίμων, ἀλλ' οὖν γε πάντως βουλομένην γυναῖκα ποιεῖσθαι ἢ μηδαμῶς."

[6] Ἐμοῦ δὲ τὰ εἰρημένα θαυμάσαντος καὶ οὕτω ποιητέον εἶναι πάντως ἐπικρίναντος τήν τε ἑστίαν ἐσχάραν εἰς βωμὸν ἀνάψαντος καὶ λιβανωτὸν ἀποθύσαντος ἐπώμνυεν ὁ Θεαγένης, ἀδικεῖσθαι μὲν φάσκων εἰ προλήψει τοῦ ὅρκου τὸ πιστὸν τοῦ τρόπου προϋποτέμνεται, οὐ γὰρ ἔχειν ἐπιδείξειν προαίρεσιν φόβῳ τοῦ κρείττονος κατηναγκάσθαι νομιζόμενος· ἐπώμνυε δ' ὅμως Ἀπόλλω τε Πύθιον καὶ Ἄρτεμιν καὶ Ἀφροδίτην αὐτὴν καὶ Ἔρωτας, ἦ μὴν ἅπαντα οὕτω ποιήσειν ὡς ἠβουλήθη Χαρίκλεια καὶ ἐπέσκηψε.

[19]

[1]    Οἱ μὲν ταῦτα καὶ ἕτερα ἄττα πρὸς τούτοις ἐπὶ μάρτυσι τοῖς θεοῖς ὡμολόγουν ἀλλήλοις, ἐγὼ δὲ ὡς τὸν Χαρικλέα δρομαῖος ἥκων θορύβου τε πλήρη καὶ ὀδυρμοῦ καταλαμβάνω τὴν οἰκίαν, οἰκετῶν τε ἤδη παρ' αὐτὸν ἀφιγμένων καὶ τὴν τῆς κόρης ἁρπαγὴν ἐξαγγειλάντων καὶ πολιτῶν εἰς πλῆθος συρρεόντων καὶ τὸν Χαρικλέα θρηνοῦντα περιεστοιχισμένων, ἀγνοίᾳ δὲ τῶν γεγονότων καὶ ἀμηχανίᾳ τῶν πρακτέων συνεχομένων.

[2] Ἐμβοήσας δ' οὖν "Ὦ δυσδαίμονες" ἔφην "ὑμεῖς δὲ ἐνεοῖς προσεοικότες ἄχρι τίνος ἄναυδοι καὶ ἄπρακτοι καθεδεῖσθε ὥσπερ ἅμα τῷ δυστυχεῖν καὶ τὸ φρονεῖν προσαφῃρημένοι; Οὐκ ἐν ὅπλοις ἤδη ἐπιδιώξετε τοὺς πολεμίους; οὐ καταλήψεσθε καὶ τιμωρήσεσθε τοὺς ἐξυβρικότας;"

[3] Καὶ ὁ Χαρικλῆς "Περιττὸν μὲν ἴσως" ἔφη "διαμάχεσθαι πρὸς τὰ παρόντα, συνίημι γὰρ ὡς ἐκ θεῶν μήνιδος ταυτηνὶ τίνω τὴν δίκην, ἣν ἐξ οὗπερ εἰς τὸ ἄδυτον ἀωρὶ παρελθὼν εἶδον ὀφθαλμοῖς ἃ μὴ θέμις ὁ θεός μοι προεῖπεν, ἀνθ' ὧν οὐ προσηκόντως εἶδον τῆς τῶν φιλτάτων ὄψεως στερήσεσθαι. Ὅμως δὲ οὐδὲν κωλύει καὶ πρὸς δαίμονα, φασί, μάχεσθαι, εἰ καὶ τίνα χρὴ μεταθέειν, εἰ τίς ὁ τὸν βαρὺν τοῦτον ἐπενεγκὼν πόλεμον ἐγινώσκομεν."

[4] "Ὁ Θετταλὸς" ἔφην "καὶ παρὰ σοὶ θαυμαστός, ὃν κἀμοὶ φίλον εἰσεποίεις, Θεαγένης ἐστὶ καὶ οἱ σὺν αὐτῷ μείρακες· οὔκουν εὕροις ἄν τινα τούτων κατὰ τὴν πόλιν οἳ μέχρι τῆσδε τῆς ἑσπέρας ἐπεχωρίαζον, ὥστε ἀνίστασο καὶ εἰς βουλὴν κάλει τὸν δῆμον."

[5] Ἐγίνετο ταῦτα καὶ οἵ τε στρατηγοὶ σύγκλητον ἐκκλησίαν ἐκήρυττον σάλπιγγι τὸ κήρυγμα πρὸς τὴν πόλιν ἐπισημαίνοντες καὶ ὁ δῆμος αὐτίκα παρῆν καὶ τὸ θέατρον ἐγίνετο νυκτερινὸν βουλευτήριον, ὅ τε Χαρικλῆς εἰς μέσους παρελθὼν πρὸς οἰμωγήν τε ἀθρόον ἐκίνει τὸ πλῆθος καὶ μόνον ὀφθείς, ἐσθῆτά [τε] μέλαιναν ἀμπεχόμενος, καὶ κόνιν τοῦ τε προσώπου καὶ τῆς κεφαλῆς καταχεάμενος τοιάδε ἔλεγεν.

[6] "Ἴσως μέν, ὦ Δελφοί, προσαγγεῖλαί με βουλόμενον ἐμαυτὸν ἥκειν εἰς μέσους καὶ ταύτην συγκεκληκέναι τὴν ἐκκλησίαν ἡγεῖσθε, πρὸς τὴν ὑπερβολὴν τῶν ἐμῶν συμφορῶν ἀφορῶντες· ἔχει δὲ οὐχ οὕτως· πράττω μὲν γὰρ θανάτου καὶ πολλάκις ἀξίως [τὸ δὲ νῦν] ἔρημος καὶ θεήλατος, καὶ μόνη λοιπὸν ‹ἡ› οἰκία πάντων ἅμα τῶν φιλτάτων κεκενωμένη μοι συνομίλων.

[7] Ὅμως δ' οὖν ἥ τε κοινὴ πάντων ἀπάτη καὶ μάταιος ἐλπὶς ἔτι με καρτερεῖν ἀναπείθει, τὴν εὕρεσιν τῆς θυγατρὸς ἐνδεχομένην ὑποτιθεμένη, καὶ ἔτι πλέον ἡ πόλις ἣν ἰδεῖν πρότερον τιμωρίαν εἰσπεπραγμένην παρὰ τῶν ἐξυβρισάντων ἀναμένω, εἰ μὴ ἄρα καὶ ὑμῶν τὸ φρόνημα τὸ ἐλεύθερον καὶ τὴν ὑπὲρ τῆς ἐνεγκούσης καὶ θεῶν τῶν πατρῴων ἀγανάκτησιν τὰ Θετταλὰ μειράκια προσαφῄρηται.

[8] Τὸ γὰρ δὴ πάντων βαρύτατον ὅτι χορευταὶ παῖδες εὐαρίθμητοι καὶ θεωρίας ὑπηρέται πόλιν οἴχονται τῶν Ἑλληνίδων τὴν πρώτην πατήσαντες καὶ τὸν νεὼν τοῦ Πυθίου τοῦ τιμιωτάτου κτήματος ἀποσυλήσαντες, Χαρικλείας οἴμοι τῶν ἐμῶν ὀφθαλμῶν. Ὢ τῆς ἀμειλίκτου καθ' ἡμῶν τοῦ δαίμονος φιλονεικίας· τὴν πρώτην μοι καὶ γνησίαν, ὡς ἴστε, θυγατέρα ταῖς νυμφικαῖς λαμπάσι συναπέσβεσε, τὴν μητέρα μοι τὴν ἐκείνης ἐπὶ νεαρῷ τῷ πάθει συναπήγαγεν, ἐμὲ τῆς ἐνεγκούσης ἐξήλασεν.

[9] Ἀλλ' ἦν πάντα φορητὰ μετὰ τὴν Χαρικλείας εὕρεσιν· Χαρίκλειά μοι βίος ἦν, ἐλπὶς καὶ διαδοχὴ τοῦ γένους, Χαρίκλεια μόνη παραψυχὴ καὶ ὡς εἰπεῖν ἄγκυρα· καὶ ταύτην ὑπετέμετο καὶ παρήνεγκεν ὅ τί ποτέ ἐστι τὸ εἰληχός με κλυδώνιον οὐχ ἁπλῶς τοῦτο οὐδ' ὅτε ἔτυχεν ἀλλὰ, καθ' ὃν εἴωθε καιρὸν ἀωρὶ καὶ ὠμὰ κατ' ἐμοῦ κωμάζειν, ἀπ' αὐτῶν μικροῦ τῶν παστάδων, ἄρτι τῶν γάμων ἅπασιν ὑμῖν προκεκηρυγμένων."

[20]

[1]    Ἔτι λέγοντα ταῦτα καὶ ὅλον εἰς θρῆνον παραφερόμενον ὁ στρατηγὸς Ἡγησίας ἐπεῖχέ τε καὶ ἐξεκρούετο καὶ "Ὦ παρόντες" ἔφη, "Χαρικλεῖ μὲν ἐξέσται νῦν τε καὶ τὸ μετὰ ταῦτα θρηνεῖν, ἡμεῖς δὲ μὴ συμβαπτιζώμεθα τῷ τούτου πάθει μηδὲ λάθωμεν ὥσπερ ῥεύμασι τοῖς τούτου δάκρυσιν ὑποφερόμενοι καὶ τὸν καιρὸν προϊέμενοι, πρᾶγμα ὃ μεγίστην ἐν ἅπασιν ἔχει καὶ πολέμοις οὐχ ἥκιστα τὴν ῥοπήν.

[2] Ὡς νῦν μὲν καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξιόντων ἐλπὶς καταληφθῆναι τοὺς πολεμίους ἕως ῥᾳθυμοτέραν αὐτοῖς τὴν πορείαν ἡ προσδοκία τῆς ἡμετέρας ἐμποιεῖ παρασκευῆς· εἰ δὲ οἰκτιζόμενοι μᾶλλον δὲ γυναικιζόμενοι πλείονα τῇ μελλήσει τὴν προτέρησιν αὐτοῖς παρασχοῖμεν, οὐδὲν ἄλλ' ἢ καταγελᾶσθαι πρὸς μειρακίων καὶ ταῦτα περιλείπεται, οὓς ἐγώ φημι χρῆναι αὐτούς τε ὡς ὅτι τάχιστα καταλαβόντας ἀνασκολοπίσαι καὶ τοὺς ἐξ αὐτῶν ἀτιμῶσαι διαβιβάσαντας καὶ εἰς τὸ γένος τὴν τιμωρίαν.

[3] Τοῦτο δ' ἂν γένοιτο ῥᾳδίως εἰ πρὸς ἀγανάκτησιν κινήσαιμεν Θετταλοὺς τὴν κατ' αὐτῶν τε τούτων, εἴ τινες διαφύγοιεν, καὶ τῶν ἐξ αὐτῶν, ἀπειπόντες αὐτοῖς ἐκ ψηφίσματος τὴν θεωρίαν καὶ τὸν ἐναγισμὸν τοῦ ἥρωος, ἐκ τοῦ δημοσίου τοῦ ἡμετέρου τελεῖσθαι τοῦτον ἐπικρίναντες."

[21]

[1]    Ἔτι τούτων ἐπαινουμένων καὶ δόγματι τοῦ δήμου κυρουμένων "Ἐπικεχειροτονήσθω" ἔφη ὁ στρατηγὸς "εἰ δοκεῖ, κἀκεῖνο, μηκέτι τὴν ζάκορον ἀναφαίνειν τοῖς τὸ ἐνόπλιον τρέχουσιν· ὡς γὰρ ἔχω συμβαλεῖν ἐκεῖθεν ἡ ἀρχὴ Θεαγένει τῆς ἀσεβείας ἐξήφθη καὶ τὴν ἁρπαγήν, ὡς ἔοικεν, ἐκ τῆς πρώτης θέας ἐνεθυμήθη· καλὸν οὖν περιγράψαι τῶν ἑξῆς χρόνων τὴν ὁμοίαν τινῶν ἐπιχείρησιν."

[2] Ὡς δὲ καὶ ταῦτα μιᾷ ψήφῳ καὶ χειρὶ τῇ πάντων ἐκράτησεν, ὁ μὲν Ἡγησίας ἐδίδου τῆς ἐξόδου τὸ σύνθημα καὶ πολεμικὸν ἡ σάλπιγξ ὑπεσήμαινε, τὸ δὲ θέατρον εἰς τὸν πόλεμον διελύετο καὶ δρόμος ἀκάθεκτος ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὴν μάχην ἠνύετο, οὐ τῆς ἐνόπλου μόνον καὶ ἰσχυούσης ἡλικίας, ἀλλὰ πολλοὶ μὲν παῖδες καὶ ἀμφιβόλως ἔφηβοι τὴν προθυμίαν εἰς ἀκμῆς προσθήκην ποιησάμενοι τῆς ἐξόδου μετασχεῖν ἐκείνης ἐθρασύνοντο.

[3] Πολλαὶ δὲ γυναῖκες ἀνδρειότερον τῆς φύσεως ἐφρόνησαν καὶ τὸ προστυχὸν εἰς ὅπλον ἁρπασάμεναι μετέθεον ἀνήνυτα καὶ τὸ θῆλυ καὶ οἰκεῖον ἀσθενὲς ὑστερίζουσαι τῶν ἔργων ἐγνώριζον· εἶδες ἂν καὶ πρεσβύτου πρὸς τὸ γῆρας μάχην καὶ ὥσπερ ἕλκουσαν τὸ σῶμα τὴν διάνοιαν καὶ ὀνειδιζομένην τὴν ἀσθένειαν ὑπὸ τῆς προθυμίας. Οὕτως ἄρα πᾶσα ἡ πόλις ὑπερήλγησε τὴν Χαρικλείας ἀφαίρεσιν καὶ ὥσπερ ἑνὶ πάθει κεκινημένη πρὸς τὴν δίωξιν αὐτοβοεὶ καὶ οὐδὲ ἡμέραν ἀναμείνασα πάνδημον ἑαυτὴν ἐπαφῆκεν."