9411 423 6 2 2 0 III d. C. ? Narrazione fittizia Heliodorus II Aethiopica Rattenbury, R.M., Paris, Les Belles Lettres, 1960. 38

HELIODORUS - Aethiopica II

[1]

[1]   Ἡ μὲν δὴ νῆσος ὧδε ἐπυρπολεῖτο, τοὺς δὲ ἀμφὶ τὸν Θεαγένην καὶ τὸν Κνήμωνα, ἕως μὲν ἥλιος ἦν ὑπὲρ γῆν, τὸ κακὸν ἐλάνθανεν· ἡ γὰρ πυρὸς ὄψις ἀμαυροῦται δι' ἡμέρας ὑπὸ τῶν ἀκτίνων τοῦ θεοῦ καταυγαζομένη· ἐπειδὴ δὲ ἔδυ καὶ νύκτα ἐπῆγεν, ἥ τε φλὸξ ἀπρόσμαχον τὴν αὐγὴν ἀπολαβοῦσα καὶ πορρωτάτω διεφαίνετο αὐτοί τε τοῦ ἕλους τῇ νυκτὶ θαρροῦντες προέκυψαν καὶ λαμπρῶς ἤδη τὴν νῆσον ὑπὸ τοῦ πυρὸς ἐχομένην ὁρῶσι.

[2] Καὶ ὁ μὲν Θεαγένης παίων τὴν κεφαλὴν καὶ τίλλων τὰς τρίχας "ἐρρίφθω" φησὶν "ὁ βίος εἰς τὴν τήμερον· ἠνύσθω λελύσθω πάντα, φόβοι, κίνδυνοι, φροντίδες, ἐλπίδες, ἔρωτες. Οἴχεται Χαρίκλεια, Θεαγένης ἀπόλωλε. Μάτην ὁ δυστυχὴς δειλὸς ἐγενόμην καὶ δρασμὸν ὑπέστην ἄνανδρον σοί, γλυκεῖα, περισῴζων ἐμαυτόν.

[3] Οὐ μὴν ἔτι σωθήσομαι σοῦ, φιλτάτη, κειμένης, οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, τὸ χαλεπώτατον, οὐδὲ ἐν χερσὶν ἀπολιπούσης τὸν βίον αἷς ἠβουλήθης· ἀλλὰ πυρός, οἴμοι, γέγονας ἀνάλωμα, τοιαύτας ἐπί σοι λαμπάδας ἀντὶ τῶν νυμφικῶν τοῦ δαίμονος ἅψαντος· καὶ δεδαπάνηται τὸ ἐξ ἀνθρώπων κάλλος ὥστε μηδὲ λείψανον τῆς ἀψευδοῦς ὡραιότητος διὰ νεκροῦ γοῦν ὑπολελεῖφθαι τοῦ σώματος. Ὢ τῆς ὠμότητος καὶ τῆς ἀρρήτου τοῦ δαίμονος βασκανίας· προσαφῄρηταί με καὶ τὰ τελευταῖα περιβαλεῖν· ἐσχάτων καὶ ἀψύχων φιλημάτων ἀπεστερήθην."

[2]

[1] Καὶ ταῦτα λέγοντος καὶ τὸ ξίφος περισκοποῦντος ὁ Κνήμων ἀθρόον τῆς χειρὸς ἀπεκρούσατο καὶ "τί ταῦτα" ἔλεγεν "ὦ Θεάγενες; τί τὴν οὖσαν θρηνεῖς; Ἔστι Χαρίκλεια καὶ σῴζεται· θάρσει." Τοῦ δὲ "πρὸς ἄφρονας ταῦτα καὶ παῖδας, ὦ Κνήμων" εἰπόντος, "ἀπολώλεκάς με τὸν ἥδιστον ἀφελόμενος θάνατον", ἐπώμνυεν ὁ Κνήμων καὶ ἅπαντα ἔλεγε, τὸ πρόσταγμα τοῦ Θυάμιδος, τὸ σπήλαιον, ὡς καθῆκεν αὐτός, ὡς ἔχει φύσεως τὸ ἄντρον, ὡς οὐδὲν δέος εἰς τὸ βάθος διικνεῖσθαι τὸ πῦρ ὑπὸ τῶν ἀπείρων ἑλιγμῶν ἀνακοπτόμενον.

[2] Ἀνέπνει πρὸς ταῦτα ὁ Θεαγένης καὶ πρὸς τὴν νῆσον ἔσπευδε καὶ τὴν οὐ παροῦσαν τῷ νῷ περιέβλεπε καὶ θάλαμον ἑαυτῷ τὸ σπήλαιον ἀνέπλαττε τοὺς ἐσομένους αὐτῷ κατ' αὐτὸ θρήνους ἀγνοῶν. Ἀνήγοντο οὖν ἐσπουδασμένως αὐτερέται τὸν πλοῦν ἀνύοντες, ὁ γὰρ δὴ πορθμεύων αὐτοῖς κατὰ τὴν πρώτην συμβολὴν καθάπερ ἀπὸ ὕσπληγος τῆς βοῆς ἀπεσφενδόνητο.

[3] Τῇδε οὖν κἀκεῖσε παρεφέροντο τοῦ εὐθέος οἷα δὴ ἀπειρίᾳ τε τὴν εἰρεσίαν οὐχ ὁμοζυγοῦντες καί τι καὶ ἀνέμου πρὸς ἐναντίον ἐμπίπτοντος.

[3]

[1]    Ἀλλ' ἐνίκα τὴν ἀτεχνίαν τῆς γνώμης τὸ πρόθυμον, χαλεπῶς τε καὶ σὺν ἱδρῶτι πολλῷ τῇ νήσῳ προσορμίσαντες ὡς εἶχον τάχους ἐπὶ τὰς σκηνὰς ἀνέτρεχον. Καὶ τὰς μὲν καταλαμβάνουσιν ἤδη κατῃθαλωμένας καὶ τῷ τόπῳ μόνῳ γνωριζομένας τὸν λίθον δὲ τὸν οὐδὸν τοῦ σπηλαίου τὸ κάλυμμα διαφαινόμενον.

[2] Ὁ γὰρ ἄνεμος ἐπίφορος ταῖς καλύβαις ἐμπνεύσας, καὶ οἷα δὴ λεπτοῖς καλάμοις καὶ τούτοις ἑλείοις διαπλόκους τῇ ῥιπῇ κατὰ πάροδον καταφλέξας, μικροῦ καὶ ἰσόπεδον ἐπεδείκνυ τὸ ὑποκείμενον, τῆς μὲν φλογὸς ὀξέως μαρανθείσης καὶ εἰς τέφραν ἀναλυθείσης, τῆς δὲ σποδιᾶς τῆς μὲν πολλῆς τῷ ῥοίζῳ παρενεχθείσης, ὀλίγης δὲ τῆς ὑπολειπομένης πρὸς τὸ πνέον ἁπάσης σχεδὸν ἐναποσβεσθείσης καὶ πρὸς τὸ βάσιμον ἀποψυγείσης.

[3] Δᾷδας οὖν ἡμιφλέκτους ἀνευρόντες καὶ λείψανα καλάμων ἐξάψαντες καὶ τὸ στόμιον ἀνοίξαντες κατέθεον ἡγουμένου τοῦ Κνήμωνος. Ἐπεὶ δὲ ὀλίγον ὑπέβησαν ἀθρόον ὁ Κνήμων ἀνέκραγεν "ὦ Ζεῦ, τί τοῦτο; ἀπολώλαμεν· ἀνῄρηται Χαρίκλεια"· καὶ τό τε λαμπάδιον εἰς τὴν γῆν καταβαλὼν ἀπέσβεσε καὶ τὼ χεῖρε τοῖς ὀφθαλμοῖς ἐπαγαγὼν εἰς γόνυ τε ὀκλάσας ἐθρήνει.

[4] Ὁ δὲ Θεαγένης ὥσπερ τινὸς πρὸς βίαν ὤσαντος ἐπὶ τὸ σῶμα τῆς κειμένης κατενεχθείς, ὁ μὲν ἐπὶ πλεῖστον ἀπρὶξ εἴχετο καὶ προσεπεφύκει πανταχόθεν ἐναγκαλιζόμενος, ὁ δὲ Κνήμων ὅλον ὄντα πρὸς τῷ πάθει καταμαθὼν καὶ τῇ συμφορᾷ βεβαπτισμένον δεδιώς τε μή τι κακὸν ἑαυτὸν ἐργάσηται, τὸ ξίφος ὑφαιρεῖ λάθρα τῆς θήκης ὑπὸ τὴν πλευρὰν αἰωρουμένης καὶ μόνον καταλιπὼν ἀνέδραμεν ὡς τὰς δᾷδας ἀναψόμενος.

[4]

[1]    Κἀν τούτῳ τραγικόν τι καὶ γοερὸν ὁ Θεαγένης βρυχώμενος "ὢ πάθους ἀτλήτου" φησὶν "ὢ συμφορᾶς θεηλάτου. Τίς οὕτως ἀκόρεστος Ἐρινὺς τοῖς ἡμετέροις κακοῖς ἐνεβάκχευσε φυγὴν τῆς ἐνεγκούσης ἐπιβαλοῦσα, κινδύνοις θαλασσῶν κινδύνοις πειρατηρίων ὑποβαλοῦσα, λῃσταῖς παραδοῦσα, πολλάκις τῶν ὄντων ἀλλοτριώσασα; [2] Ἓν μόνον ἀντὶ πάντων ὑπελείπετο καὶ τοῦτο ἀνήρπασται· κεῖται Χαρίκλεια καὶ πολεμίας χειρὸς ἔργον ἡ φιλτάτη γεγένηται, δῆλον μὲν ὡς σωφροσύνης ἀντεχομένη καὶ ἐμοὶ δῆθεν ἑαυτὴν φυλάττουσα· κεῖται δ' οὖν ὅμως ἡ δυστυχής, οὐδὲν μὲν αὐτὴ τῆς ὥρας ἀποναμένη, εἰς οὐδὲν δὲ ὄφελος ἐμοὶ γενομένη. Ἀλλ' ὦ γλυκεῖα, πρόσφθεγξαι τὰ τελευταῖα καὶ εἰωθότα· ἐπίσκηψον εἴ τι καὶ κατὰ μικρὸν ἐμπνεῖς.

[3] Οἴμοι, σιωπᾷς καὶ τὸ μαντικὸν ἐκεῖνο καὶ θεηγόρον στόμα σιγὴ κατέχει καὶ ζόφος τὴν πυρφόρον καὶ χάος τὴν ἐκ τῶν ἀνακτόρων κατείληφεν· ὀφθαλμοὶ δὲ ἀφεγγεῖς οἱ πάντας τῷ κάλλει καταστράψαντες, οὓς οὐκ εἶδεν ὁ φονεύσας, οἶδα ἀκριβῶς, Ἀλλ' ὦ τί ἄν σέ τις ὀνομάσειε; νύμφην; ἀλλ' ἀνύμφευτος· γαμετήν; ἀλλ' ἀπείρατος. Τίνα οὖν ἀνακαλέσω; τίνα προσφθέγξομαι λοιπόν; Ἦ ἄρα τὸ πάντων ὀνομάτων ἥδιστον Χαρίκλειαν;

[4] Ὦ Χαρίκλεια, θάρσει· πιστὸν ἔχεις τὸν ἐρώμενον· ἀπολήψῃ με μικρὸν ὕστερον· ἰδοὺ γάρ σοι χοὰς ἐπάξω τὰς ἐμαυτοῦ σφαγὰς καὶ σπείσομαι τὸ σοὶ φίλον αἷμα τοὐμόν· ἕξει δὲ ἡμᾶς αὐτοσχέδιον μνῆμα τόδε τὸ σπήλαιον. Ἔξεσται πάντως ἀλλήλοις συνεῖναι μετὰ γοῦν θάνατον εἰ καὶ ζῶσιν ὁ δαίμων οὐκ ἐπέτρεψε."

[5]

[1]    Καὶ ἅμα λέγων ἐπέβαλε τὴν χεῖρα ὡς τὸ ξίφος σπασόμενος. Ὡς δὲ οὐχ εὕρισκεν "ὦ Κνήμων" ἐβόησεν "ὥς με ἀπολώλεκας· προσηδίκησας δὲ καὶ Χαρίκλειαν τῆς ἡδίστης αὐτὴν κοινωνίας ἤδη δεύτερον ἀποστερήσας."

[2] Καὶ ταῦτα διεξιόντος ἐκ μυχῶν τοῦ σπηλαίου φωνῆς τις ἦχος ἐξηκούετο "Θεάγενες" καλούσης, ὁ δὲ οὐδὲν ταραχθεὶς ὑπήκουσέ τε καὶ "ἥξω φιλτάτη ψυχή" ἔλεγεν "εὔδηλος εἶ περὶ γῆν ἔτι φερομένη, τὸ μὲν †διότι †τοιούτου σώματος οὗ πρὸς βίαν ἐξηλάθης ἀποστατεῖν οὐ φέρουσα, τὸ δὲ διὰ τὸ ἄταφον ἴσως ὑπὸ νερτερίων εἰδώλων εἰργομένη."

[3] Κἀν τούτῳ τοῦ Κνήμωνος ἅμα δᾳσὶν ἡμμέναις ἐπιστάντος αὖθις ὁ αὐτὸς ἦχος ἐξηκούετο καὶ ἦν τὸ λεγόμενον "Θεάγενες". Ὁ δὲ Κνήμων ἀναβοήσας "ὦ θεοί" ἔφη "οὐ Χαρικλείας ἐστὶν ἡ φωνή; σῴζεσθαί μοι δοκεῖ, Θεάγενες. ἀπὸ γὰρ τῶν ἐσχάτων καὶ καθ' ὃ μέρος αὐτὴν οἶδα τοῦ ἄντρου καταλιπὼν ἡ φωνή μοι βάλλει τὴν ἀκοήν."

[4] "Οὐ παύσῃ" ἔφη ὁ Θεαγένης "ἀπατῶν με πολλάκις;" "Καὶ μὴν ἀπατῶ σε καὶ ἀπατῶμαι τὸ μέρος" εἶπεν ὁ Κνήμων "εἰ Χαρίκλειαν οὖσαν ταυτηνὶ τὴν κειμένην εὕροιμεν." Καὶ ἅμα λέγων ἀνέστρεφεν ἐπ' ὄψιν τὴν κειμένην καὶ ἰδὼν "τί τοῦτο" ἀνέκραγεν "ὦ δαίμονες τεράστιοι; Θίσβης ἡ ὄψις"· ὑπέβη τε εἰς τοὐπίσω καὶ τρόμῳ συσχεθεὶς ἀχανὴς εἱστήκει.

[6]

[1]    Ὁ δὲ Θεαγένης ἔμπνους ἐκ τῶνδε γενόμενος καὶ πρὸς τὸ εὔελπι τὴν γνώμην ἐπιστρέφων ἀνεκαλεῖτό τε λειποψυχοῦντα τὸν Κνήμωνα καὶ παρὰ τὴν Χαρίκλειαν ὡς ὅτι τάχιστα ποδηγεῖν ἱκέτευε. Μικρὸν οὖν διαλιπὼν εἰς ἑαυτόν τε γενόμενος ὁ Κνήμων τὴν κειμένην αὖθις ἐπεσκοπεῖτο.

[2] Ἡ δὲ ἦν ἀληθῶς ἡ Θίσβη καὶ ξίφος τε πλησίον ἐκπεπτωκὸς ἐγνώριζεν ἀπὸ τῆς λαβῆς, ὃ παρὰ τὸν φόνον ὁ Θύαμις ὑπὸ θυμοῦ καὶ σπουδῆς ἐναπέλιπε τῇ σφαγῇ, καὶ δέλτον τινὰ τῶν στέρνων ὑπὸ τῇ μασχάλῃ προκύπτουσαν ἀνελόμενος ἐπειρᾶτό τι τῶν ἐγγεγραμμένων ἐπιέναι. Ἀλλ' ὁ Θεαγένης οὐκ εἴα λιπαρῶς ἐγκείμενος καὶ "τὴν φιλτάτην" λέγων "κομιζώμεθα πρότερον, εἰ μή τις ἡμᾶς παίζει καὶ νυνὶ δαίμων· ταῦτα δὲ ἐξέσται καὶ μετὰ ταῦτα γινώσκειν."

[3] Ἐπείθετο ὁ Κνήμων καὶ τήν τε δέλτον ἐπικομιζόμενοι καὶ τὸ ξίφος ἀνελόμενοι παρὰ τὴν Χαρίκλειαν ἔσπευδον. Ἡ δὲ χερσί τε ἅμα καὶ ποσὶν ἐπὶ τὴν αὐγὴν ἀνερπύσασα προσδραμοῦσά τε τῷ Θεαγένει τοῦ αὐχένος ἐξήρτητο. Καὶ ἡ μὲν "ἔχω σε, Θεάγενες", ὁ δὲ "ζῇς μοι, Χαρίκλεια" πολλάκις ἔλεγον καὶ τέλος εἰς τοὔδαφος ἀθρόον καταφέρονται καὶ εἴχοντο ἀλλήλων ἄναυδοι μὲν ἀλλ' ὥσπερ ἡνωμένοι καὶ μικροῦ ἔδει ἀποθνῄσκειν αὐτούς.

[4] Οὕτως ἄρα καὶ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν περιέστη πολλάκις καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. Ὣς δὴ κἀκεῖνοι παρ' ἐλπίδα σωθέντες ἐκινδύνευον, ἕως ὁ Κνήμων πίδακά τινα διαμώμενος καὶ τὴν συρρυεῖσαν κατὰ βραχὺ νοτίδα κοίλαις ταῖς χερσὶν ὑδρευσάμενος τὸ πρόσωπόν τε αὐτῶν ἐπέρραινε καὶ θαμὰ τῶν ῥινῶν ἐπαφώμενος ἐπὶ τὸ φρονεῖν ἐπανήγαγεν.

[7]

[1]    Οἱ δὲ ἑτέρως μὲν ἀλλήλοις ἐντυχόντες κειμένους δὲ ἑαυτοὺς καταλαβόντες, ὀρθωθέντες τε ἀθρόον ἠρυθρίων τὸν Κνήμωνα (καὶ πλέον ἡ Χαρίκλεια) θεωρὸν τῶνδε γεγενημένον καὶ νέμειν συγγνώμην ἱκέτευον. Ὁ δὲ ἐπιμειδιάσας καὶ πρὸς τὸ φαιδρότερον αὐτοὺς ἀνιεὶς "ταῦτα μὲν" ἔφη "καὶ ἐπαίνων ἄξια κατ' ἐμὲ κριτὴν καὶ ἄλλον ὅστις ἔρωτι προσπαλαίσας ἡττήθη τε τὴν μάχην ἡδέως καὶ τὰ ἐκείνου σωφρόνως ἔγνωκεν ἀπαραίτητα πτώματα.

[2] Ἀλλ' ἐκεῖνα, ὦ Θεάγενες, οὔτε ἐπαινεῖν εἶχον ὑπερῃσχυνόμην τε ὁρῶν ὡς ἀληθῶς ὅτε τὴν ξένην καὶ προσήκουσαν οὐδαμόθεν γυναῖκα περιπεσὼν ἐθρήνεις ἀγεννῶς καὶ ταῦτα περιεῖναι καὶ ζῆν σοι τὴν φιλτάτην ἐμοῦ διατεινομένου." Καὶ ὁ Θεαγένης "παῦε" φησὶν "ὦ Κνήμων, διαβάλλων με πρὸς Χαρίκλειαν, ἣν ἐθρήνουν ἐν ἀλλοτρίῳ σώματι, ταύτην εἶναι τὴν κειμένην ἡγούμενος.

[3] Ἐπεὶ δὲ ἀπάτην ἐκεῖνα θεῶν τις εὖ γε ποιῶν ἔδειξεν, ὥρα σοι σαυτὸν ὑπομνῆσαι τῆς ἄγαν ἀνδρείας, ὑφ' ἧς ἐθρήνεις μὲν ἐμοῦ τἀμὰ πρότερος τὴν δὲ ἀπροσδόκητον τῆς κειμένης ἐπίγνωσιν ὥσπερ ἐπὶ σκηνῆς δαίμονας ἀπεδίδρασκες, ἔνοπλος καὶ ξιφήρης τὴν γυναῖκα, νεκρὰν καὶ ταύτην, ὑποφεύγων ὁ γενναῖος καὶ Ἀττικὸς πεζομάχος."

[8]

[1]    Ἐγέλασαν πρὸς ταῦτα βραχύ τι καὶ βεβιασμένον οὐδὲ τοῦτο ἀδάκρυτον ἀλλ' ὡς ἂν ἐν τοσαύτῃ συμφορᾷ πλέον τῷ θρήνῳ κεκερασμένον. Μικρὸν οὖν ἡ Χαρίκλεια διαλιποῦσα καὶ τὴν παρειὰν ὑπὸ τὸ οὖς ἐπικνῶσα "μακαρίζω μὲν" ἔφη "τὴν θρηνηθεῖσαν ὑπὸ Θεαγένους ἢ καὶ φιληθεῖσαν, ὥς φησι Κνήμων, ἥτις ποτὲ καί ἐστιν.

[2] Ἀλλ' εἰ μή τί με δακνομένην ἔρωτι ὑπονοεῖν μέλλετε, τίς ἄρα ἦν ἡ εὐδαίμων ἐκείνη καὶ δακρύων ἀξιωθεῖσα Θεαγενείων καὶ τίνα τρόπον τὴν ἄγνωστον ὡς ἐμὲ φιλεῖν ἐξηπατήθης, ἐβουλόμην εἴ πῃ γινώσκεις μανθάνειν." Καὶ ὃς "θαυμάσεις μὲν" ἔφη "Θίσβην δ' οὖν εἶναι Κνήμων ὅδε φησὶ τὴν Ἀθηναίαν ἐκείνην τὴν ψάλτριαν τὴν τῶν εἰς αὐτὸν ἐπιβουλῶν καὶ Δημαινέτην ποιήτριαν."

[3] Τῆς δὲ Χαρικλείας ἐκπεπληγμένης καὶ "πῶς ἦν εἰκός, ὦ Κνήμων," εἰπούσης "τὴν ἐκ μέσης τῆς Ἑλλάδος ἐπ' ἐσχάτοις γῆς Αἰγύπτου καθάπερ ἐκ μηχανῆς ἀναπεμφθῆναι; πῶς δὲ καὶ ἐλάνθανεν ἡμᾶς δεῦρο κατιόντας;" "Ταῦτα μὲν οὐκ ἔχω λέγειν" ἀπεκρίνατο πρὸς αὐτὴν ὁ Κνήμων· "ἃ δ' οὖν ἔχω γινώσκειν ἀμφ' αὐτῇ τοιάδε ἐστίν· [4] Ἐπειδὴ γὰρ ἡ Δημαινέτη μετὰ τὴν ἀπάτην εἰς τὸν βόθρον ἑαυτὴν ἀπεκρήμνισεν, ὁ δὲ πατὴρ ἐξήγγειλε τῷ δήμῳ τὸ γεγενημένον, παρὰ μὲν τὴν πρώτην ἐτύγχανε συγγνώμης, καὶ αὐτὸς μὲν ὅπως ἂν κάθοδον ἔμοιγε λάβοι παρὰ τοῦ δήμου καὶ κατὰ ζήτησιν ἐκπλεύσειε τὴν ἐμὴν διετίθετο, ἡ δὲ Θίσβη τὴν ἀσχολίαν τὴν ἐκείνου σχολὴν ἑαυτῆς ἐποιεῖτο καὶ τοῖς συμποσίοις ἀδεῶς ἑαυτήν τε καὶ τὴν τέχνην ἐξεμίσθου.

[5] Καί ποτε καὶ παρευδοκιμήσασα τὴν Ἀρσινόην ἀναβεβλημένον αὐλοῦσαν ἐπίτροχον αὐτὴ ψάλλουσα καὶ γλαφυρὸν τῇ κιθάρᾳ προσᾴδουσα, ἔλαθεν ἑταιρικὴν ζηλοτυπίαν σὺν πολλῷ καθ' ἑαυτῆς κινήσασα, καὶ πλέον ὅτε τις αὐτὴν Ναυκρατίτης ἔμπορος ὑπόχρυσος ὄνομα Ναυσικλῆς ἐνηγκαλίζετο, τὴν Ἀρσινόην καὶ ταῦτα πρότερον γινωσκομένην αὐτῷ παραγκωνισάμενος, ἐπειδὴ κυρτουμένην αὐτῇ τὴν παρειὰν ἐν τοῖς αὐλήμασιν εἶδε καὶ πρὸς τὸ βίαιον τῶν φυσημάτων ἀπρεπέστερον ἐπὶ τὰς ῥῖνας ἀνισταμένην τό τε ὄμμα πιμπράμενον καὶ τῆς οἰκείας ἕδρας ἐξωθούμενον.

[9]

[1]    Ὑφ' ὧν οἰδουμένη τῷ χόλῳ καὶ ζήλῳ πυρακτουμένη τοῖς οἰκείοις τῆς Δημαινέτης προσιοῦσα τὴν κατ' αὐτῆς ἐπιβουλὴν ὑπὸ τῆς Θίσβης ἐξηγόρευσε, τὰ μὲν αὐτὴ καθ' αὑτὴν ὑποτοπήσασα τὰ δὲ καὶ τῆς Θίσβης αὐτῇ παρὰ τὴν ἑταιρίαν ἐξειπούσης.

[2] Συστάντες οὖν ἐπὶ τὸν πατέρα τὸν ἐμὸν οἱ κατὰ γένος τῇ Δημαινέτῃ προσήκοντες καὶ τοὺς δεινοτάτους τῶν ῥητόρων πρὸς τὴν κατηγορίαν ἐπὶ πολλοῖς χρήμασιν ἀναβιβασάμενοι, ἄκριτον καὶ ἀνέλεγκτον ἀνῃρῆσθαι τὴν Δημαινέτην ἐβόων καὶ τὴν μοιχείαν προκάλυμμα τοῦ φόνου συγκεῖσθαι διεξῄεσαν καὶ ἐπιδεικνύναι τὸν μοιχὸν ἢ ζῶντα ἢ καὶ τεθνηκότα ἠξίουν ἢ καὶ τοὔνομα φράζειν μόνον ἠνάγκαζον, καὶ τέλος τὴν Θίσβην εἰς βασάνους ἐξῄτουν.

[3] Ὡς δὲ ὑποσχόμενος ὁ πατὴρ οὐκ εἶχε παραδιδόναι, προϊδομένης ταῦτα ἐκείνης ἔτι τῆς δίκης συνισταμένης καὶ (οὕτω συγκείμενον αὐτῇ πρὸς τὸν ἔμπορον) δρασμῷ χρησαμένης, ὁ δῆμος ἀγανακτήσας φονέα μὲν οὐκ ἔκρινεν ἅπαντα ὡς ἔσχεν ὑποθέμενον, ὡς δὲ συναίτιον τῆς τε εἰς Δημαινέτην ἐπιβουλῆς καὶ τῆς ἐμῆς ἀδίκου φυγῆς τοῦ τε ἄστεος ἐδίωξε καὶ δημεύσει τῶν ὄντων ἐζημίωσε, τοιαύτης τῶν δευτέρων γάμων τῆς πείρας ἀπονάμενον.

[4] Οὕτω μὲν ἡ κακίστη Θίσβη καὶ δίκας ὑπ' ὄψεσι νυνὶ ταῖς ἐμαῖς ὑποσχοῦσα τῶν Ἀθηνῶν ἐξέπλευσε. Καὶ ταῦτα μόνον ἔχω γινώσκειν Ἀντικλέους τινὸς κατὰ τὴν Αἴγιναν ἐξαγγείλαντος, ᾧ καὶ δεύτερον εἰς τὴν Αἴγυπτον συνέπλευσα, εἴ πῃ κατὰ τὴν Ναύκρατιν ἀνεύροιμι τὴν Θίσβην καὶ εἰς τὰς Ἀθήνας ἐπαναγαγὼν λύσαιμι μὲν τὰς κατὰ τοῦ πατρὸς ὑπονοίας τε καὶ αἰτίας, ἀπαιτήσαιμι δὲ τῶν εἰς πάντας ἡμᾶς ἐπιβουλῶν τὰς δίκας.

[5] Ἔνθα δὴ νυνὶ καὶ σὺν ὑμῖν ἐξετάζομαι, τὴν δὲ αἰτίαν καὶ ὅπως καὶ ὅσα τοὺς μεταξὺ χρόνους ὑποστάς, εἰσαῦθις ἀκούσεσθε· τὸ δὲ ὅπως ἡ Θίσβη κατὰ τὸ ἄντρον καὶ πρὸς τίνων ἀνῄρηται, θεοῦ τινος ἂν ἴσως δεήσει φράζοντος.

[10]

[1]    Ἀλλ' εἰ δοκεῖ, τὴν δέλτον ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν ἐπισκοπῶμεν· εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν." Ἐδόκει ταῦτα καὶ διανοίξας ἐπήρχετο, καὶ ἦν τὰ ἐγγεγραμμένα τοιάδε· "Κνήμωνι τῷ δεσπότῃ ἡ πολεμία καὶ ἐπαμύνασα Θίσβη. Πρῶτα μὲν εὐαγγελίζομαί σοι τὴν Δημαινέτης τελευτὴν δι' ἐμοῦ μὲν ὑπὲρ σοῦ γενομένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσομαι.

[2] Ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται κἀμὲ κατακλείσας ἔχει μηδὲ ὅσον προκύψαι τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμβάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς.

[3] Ἀλλ' ἐγώ σε θεῶν τινος ἐνδόντος καὶ εἶδον, ὦ δέσποτα, παριόντα καὶ ἐγνώρισα καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσβύτιδος λάθρα διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. Ἐξελοῦ δή με χειρῶν λῃστρικῶν καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα· καὶ εἰ μὲν βούλει, σῷζε μαθὼν ὡς ἃ μὲν ἀδικεῖν ἔδοξα βιασθεῖσα, ἃ δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν ἑκοῦσα διεπραξάμην.

[4] Εἰ δὲ ἔχει σέ τις ἀμετάβλητος ὀργή, κέχρησο ταύτῃ κατ' ἐμοῦ πρὸς ὃ βούλει· μόνον ὑπὸ σὲ γενοίμην εἰ καὶ τεθνάναι δέοι· βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς ἢ θανάτου βαρυτέραν ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τὴν Ἀττικὴν ἀνέχεσθαι."

[11]

[1]    Τοιαῦτα μὲν ἡ Θίσβη καὶ ἡ δέλτος ἔφραζεν, ὁ δὲ Κνήμων "ὦ Θίσβη" ἔφη "σὺ μὲν καλῶς ποιοῦσα τέθνηκας καὶ γέγονας ἡμῖν αὐτάγγελος τῶν ἑαυτῆς συμφορῶν ἐξ αὐτῶν ἐγχειρίσασα τῶν σῶν σφαγῶν τὴν διήγησιν. Οὕτως ἄρα τιμωρὸς Ἐρινὺς γῆν ἐπὶ πᾶσαν, ὡς ἔοικεν, ἐλαύνουσά σε οὐ πρότερον ἔστησε τὴν ἔνδικον μάστιγα πρὶν καὶ ἐν Αἰγύπτῳ με τυγχάνοντα τὸν ἠδικημένον θεατὴν ἐπιστῆσαι τῆς κατὰ σοῦ ποινῆς.

[2] Ἀλλὰ τί ἦν ἄρα, ὃ καὶ πάλιν σε κατ' ἐμοῦ τεχναζομένην καὶ σοφιστεύουσαν διὰ τοῦ γράμματος ἡ δίκη προαφείλετο τῶν ἐγχειρημάτων; Ὡς κἀγώ σε καὶ κειμένην ἔχω δι' ὑποψίας καὶ σφόδρα δέδοικα μὴ καὶ πλάσμα ἐστὶν ἡ Δημαινέτης τελευτὴ κἀμὲ μὲν ἠπάτησαν οἱ ἐξαγγείλαντες σὺ δὲ καὶ διαπόντιος ἥκεις ἑτέραν καθ' ἡμῶν σκηνὴν Ἀττικὴν καὶ ἐν Αἰγύπτῳ τραγῳδήσουσα."

[3] "Οὐ παύσῃ" ἔφη ὁ Θεαγένης "ἄγαν ἀνδριζόμενος εἴδωλά τε καὶ σκιὰς εὐλαβούμενος; οὐ γὰρ δὴ κἀμέ τε καὶ τὴν ἐμὴν ὄψιν εἴποις ἂν ὡς ἐγοήτευσεν, οὐδὲν κοινωνοῦντα τοῦ δράματος. Ἀλλ' ἡ μὲν κεῖται σῶμα νεκρὸν ὡς ἀληθῶς καὶ τούτου γε ἕνεκα θάρσει παντοίως, ὦ Κνήμων· τίς δὲ ἄρα ποτέ ἐστιν ὁ σὸς εὐεργέτης ὁ ταύτην ἀνῃρηκὼς ἢ πῶς δεῦρο καθειμένην ἢ πότε, σφόδρα διαπορῶν ἐκπέπληγμαι."

[4] "Τὰ μὲν ἄλλα οὐκ ἔχω λέγειν" ἔφη ὁ Κνήμων, "ὁ δὲ ἀνῃρηκὼς ὡς ἐπίπαν ἐστὶ Θύαμις, εἰ δεῖ τῷ ξίφει τεκμαίρεσθαι ὃ παρὰ τὴν σφαγὴν εὑρήκαμεν· ἐκείνου γὰρ εἶναι γνωρίζω καὶ τὸ ἐπίσημον τουτὶ τῆς λαβῆς ἐλέφας εἰς ἀετὸν ἐκτετόρευται."

[5] "Ἆρ' οὖν εἴποις ἂν" φησὶν ὁ Θεαγένης "καὶ ὅπως ποτὲ καὶ δι' ἣν αἰτίαν ἔδρα τὸν φόνον;" "Καὶ πῶς ταῦτα ἂν εἰδείην;" ἀπεκρίνατο "οὐ γὰρ δὴ μαντικόν με τόδε τὸ σπήλαιον ἀνέδειξε καθάπερ τὸ ἄδυτον τῆς Πυθοῦς [καὶ ἐν Τροφωνίου λόγος θεοφρονεῖν τοὺς ὑπελθόντας]." Ἀνῴμωξαν ἀθρόον ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια καὶ "ὦ Πυθοῖ καὶ Δελφοί" θρηνοῦντες ἐβόων, ὁ δὲ Κνήμων ἐκπέπληκτο καὶ ὅ τι πεπόνθοιεν πρὸς τὸ ὄνομα τῆς Πυθοῦς οὐκ εἶχε συμβάλλειν.

[12]

[1]    Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ὁ δὲ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστής, ἐπειδὴ κατὰ τὴν μάχην τρωθεὶς ἀπενήξατο πρὸς τὴν γῆν, νυκτὸς ἐπιγενομένης πορθμείῳ φερομένῳ κατὰ τὸ ἕλος ἐκ τῶν ναυαγίων ἐπιτυχὼν ἑαυτόν τε ἐνθέμενος, ἐπὶ τὴν νῆσον καὶ παρὰ τὴν Θίσβην ἔσπευδε.

[2] Ταύτην ὀλίγων πρόσθεν ἡμερῶν ἀγομένην ὑπὸ τοῦ ἐμπόρου τοῦ Ναυσικλέους κατά τινα στενὴν τῆς ὑπερωρείας ὁδὸν λοχήσας ὁ Θέρμουθις ἀφῄρητο· παρὰ δὲ τὸν τοῦ πολέμου θόρυβον καὶ τὴν τῶν ἐναντίων ἔφοδον, ὅτε αὐτὸν οἴσοντα τὸ ἱερεῖον ἀπέστειλεν ὁ Θύαμις, ἔξω βελῶν ποιούμενος καὶ περισῴζειν ἑαυτῷ βουλόμενος ἔλαθεν εἰς τὸ σπήλαιον καθεὶς καὶ πρὸς τὸν τάραχον καὶ τὴν σπουδὴν αὐτοῦ που περὶ τὸ στόμιον καταλιπών.

[3] Ἔνθα ὡς ἐνεβλήθη, κατὰ τὴν πρώτην ἐγκαταμείνασαν δέει τε τῶν παρόντων φόβων καὶ ἀγνοίᾳ τῶν πρὸς τὰ βάθη φερουσῶν ἀτραπῶν ἐντυχὼν ὁ Θύαμις ὡς Χαρίκλειαν ἀνῄρει τὴν Θίσβην. Παρὰ δὴ ταύτην ὡς διαδρᾶσαν τὸν ἐκ τοῦ πολέμου κίνδυνον ὁ Θέρμουθις ἐπειγόμενος, ἐπειδὴ τῇ νήσῳ προσέσχεν, ὡς εἶχε τάχους ἐπὶ τὰς σκηνὰς ἀνέτρεχε.

[4] Καὶ αἱ μὲν ἦσαν οὐδὲν ἔτι πλὴν ὅτι τέφρα, τὸ δὲ στόμιον ἀπὸ τοῦ λίθου χαλεπῶς ἀνευρὼν καλάμους τε εἴ πῄ τινες ἔτι σμυχόμενοι περιελείφθησαν ἁψάμενος, κατέθεεν ὡς εἶχε σπουδῆς ὀνομαστί τε Θίσβην ἐκάλει, μέχρι τοῦ ὀνόματος ἑλληνίζων· ὡς δὲ εἶδε κειμένην, ἐπὶ πολὺ μὲν ἀχανὴς εἱστήκει.

[5] Τέλος δὲ θροῦν τινα καὶ βόμβον αἰσθόμενος ἐκ τῶν κοίλων τοῦ σπηλαίου φερόμενον, διελέγοντο γὰρ ἔτι πρὸς ἑαυτοὺς Θεαγένης τε καὶ Κνήμων, τούτους ἐκείνους εἶναι τοὺς σφαγέας τῆς Θίσβης εἴκαζε καὶ ἀμηχάνως εἶχεν ὅ τι καὶ δράσειεν, ὑπὸ μὲν θυμοῦ λῃστρικοῦ καὶ βαρβαρικῆς ὀργῆς πλέον τότε δι' ἐρωτικὴν ἀποτυχίαν ἐπιτεινομένης ὁμόσε χωρεῖν αὐτόθι τοῖς νομιζομένοις αἰτίοις ἐπειγόμενος, ἀπορίᾳ δὲ ὅπλων καὶ ξίφους ἄκων πρὸς ἐγκράτειαν καταστελλόμενος.

[13]

[1]    Ἐδόκει δὴ αὐτῷ βέλτιον εἶναι μὴ ὡς πολέμιον ἐντυγχάνειν τὴν πρώτην, εἰ δὲ εὐπορήσειεν ἀμυντηρίου μετιέναι τοὺς πολεμίους. Καὶ οὕτω κρίνας ἐφίσταται τοῖς ἀμφὶ τὸν Θεαγένην ἄγριόν τε καὶ τραχὺ περισκοπῶν καὶ τὸ κρυπτόμενον βούλημα τῆς ψυχῆς τῷ βλέμματι καταμηνύων.

[2] Οἱ δὲ ὡς εἶδον ἄνδρα γυμνὸν ἀπροσδόκητον τραυματίαν φονῶντα τὴν ὄψιν, ἡ μὲν Χαρίκλεια καὶ πρὸς τὰ κοιλότερα τοῦ σπηλαίου κατεδύετο, τάχα μὲν καὶ εὐλαβηθεῖσα πλέον δὲ ἄρα καταισχυνθεῖσα τὴν γυμνὴν καὶ οὐκ εὐσχήμονα τοῦ φανέντος ὄψιν· ὁ δὲ Κνήμων ἠρέμα καὶ ὑπεδίδρασκε, γνωρίζων μὲν τὸν Θέρμουθιν ὁρῶν δὲ παρ' ἐλπίδα καί τι τῶν ἀτοπωτέρων αὐτὸν ἐγχειρήσειν προσδοκῶν.

[3] Ἀλλὰ τὸν Θεαγένην οὐ κατέπληττεν ἡ θέα μᾶλλον ἢ παρώξυνε καὶ τό τε ξίφος ἐπανετείνετο ὡς πατάξων εἴ τι παράλογον ἐγχειροίη καὶ "στῆθι" ἔλεγεν "οὗτος ἢ βεβλήσῃ· βέβλησαι δὲ οὐδέπω διότι σε καὶ κατὰ μικρὸν ἐγνώρισα καὶ τέως ἀμφίβολος ἥκεις τὴν γνώμην."

[4] Ἐδεῖτο ὑποπεσὼν ὁ Θέρμουθις, ἱκέτης ἐκ τοῦ καιροῦ μᾶλλον ἢ τοῦ τρόπου γενόμενος καὶ τὸν Κνήμωνα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο καὶ σῴζεσθαι δίκαιος εἶναι πρὸς αὐτῶν ἔλεγεν, ἀδικεῖν τε οὐδὲν καὶ τῶν φιλίων εἰς τὴν παρελθοῦσαν ἡμέραν γεγενῆσθαι καὶ παρὰ φίλους ἥκειν διατεινόμενος.

[14]

[1]    Ἐπεκλᾶτο πρὸς ταῦτα ὁ Κνήμων καὶ προσελθὼν ἀνέστησέ τε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς.

[2] Ὁ δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον ἐδορυφορεῖτο δὲ αὐτὸς ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγγυῶντος, καὶ τέλος ὡς ἐκεῖνος μὲν ὅ τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης ἐπὶ τὸ σπήλαιον.

[3] Οἱ δὲ τί διαφέρουσαν αὐτῷ ἢ πόθεν γενομένην ἐπιζητοίη Θίσβην ἠρώτων. Ἔλεγε καὶ ταῦτα ὁ Θέρμουθις καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφείλετο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον παρὰ δὲ τὴν ἔφοδον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκοι πρός τινων ἀνῃρημένην οὓς οὐκ ἔχοι μὲν γινώσκειν μαθεῖν δ' ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν.

[4] Καὶ ὁ Κνήμων ἄγαν ἐσπουδασμένως "Θύαμίς ἐστιν ὁ σφαγεύς" ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος ὃ παρὰ τὴν σφαγὴν εὑρήκεσαν.

[5] Ὡς δὲ εἶδεν ὁ Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα ἐγνώρισέ τε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας καὶ τὸ γεγονὸς ὅπως εἶχεν ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνεδύετο τοῦ σπηλαίου καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων ἐπιθείς τε τοῖς στέρνοις τὴν κεφαλὴν "ὦ Θίσβη" ἔλεγε καὶ τοῦτο πολλάκις καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν εἰς ὕπνον ἐμπεσών.

[15]

[1]    Τῷ δὲ Θεαγένει καὶ τῇ Χαρικλείᾳ συνάμα τῷ Κνήμωνι πάντων ἔννοια τῶν καθ' ἑαυτοὺς ἀθρόον ἐπεισῄει, καὶ σκοπεῖν μέν τι βουλομένοις ἐῴκεσαν τῶν δὲ παρελθόντων ἀλγεινῶν τὸ πλῆθος καὶ τῶν παρουσῶν συμφορῶν τὸ ἄπορον καὶ τῶν προσδοκωμένων τὸ ἄδηλον ἐζόφου τῆς ψυχῆς τὸ λογιζόμενον. Εἰς ἀλλήλους τε ἐπὶ πλεῖστον ἑώρων καὶ ἕκαστος τὸν ἕτερον εἰπεῖν τι προσδοκῶν εἶτα ἀποτυγχάνων εἰς γῆν τὸ βλέμμα ἐπέστρεφε καὶ ἀνανεύσας αὖθις ἀνέπνευσε στεναγμῷ τὸ πάθος ἐπικουφίσας.

[2] Καὶ τέλος κλίνει μὲν ἑαυτὸν εἰς γῆν ὁ Κνήμων, ὀκλάζει δὲ ἐπὶ πέτραν ὁ Θεαγένης, ῥίπτει δὲ ἐπὶ τοῦτον ἑαυτὴν ἡ Χαρίκλεια, καὶ τὸν ὕπνον ἐπὶ πολὺ μὲν ἐπιφερόμενον διωθοῦντο βουλήν τινα στήσασθαι τῶν παρόντων ἐπιθυμοῦντες, λειποθυμίᾳ δὲ καὶ πόνοις ἐνδόντες φύσεως νόμῳ καὶ ἄκοντες ἐπείθοντο καὶ πρὸς ἡδὺ κῶμα διὰ τὸ ὑπερβάλλον τῆς λύπης ὠλίσθησαν. Οὕτως ἄρα ποτὲ σώματος πάθει καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἠνέσχετο.

[16]

[1]    Ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκείμενον ὄναρ ἐφοίτησεν· ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθήμενος καὶ τὴν χεῖρα ἔναιμος ἐμβαλὼν τὸ ξίφος τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο.

[2] Ἡ δὲ ἀνέκραγέ τε αὐτίκα καί οἱ τὸν ὀφθαλμὸν ἀνηρπάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. Καὶ ὁ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος, ἡ δὲ τῷ τε προσώπῳ τὴν χεῖρα ἐπέβαλλε καὶ τὸ μέρος ὃ κατὰ τὸ ὄναρ ἀπώλεσεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει.

[3] Ὡς δὲ ἦν ὄναρ "ὄναρ ἦν" ἔλεγεν, "ἔχω τὸν ὀφθαλμόν· θάρσει Θεάγενες." Ἀνέπνευσε πρὸς τὴν ἀκοὴν ὁ Θεαγένης καὶ "εὖ μὲν ποιοῦσα" ἔφη "τὰς ἡλιακὰς ἀκτῖνας ἀποσῴζεις. Τί δὲ ἦν ὅ μοι πέπονθας; ἢ τίς ἡ περί σε πτοία γέγονεν;" "Ἀνὴρ ὑβριστὴς" ἔφη "καὶ ἀτάσθαλος καὶ οὐδὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμαζε ξιφήρης καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν· καὶ εἴθε γε ὕπαρ ἦν καὶ μὴ ὄναρ, ὦ Θεάγενες, τὸ φανέν."

[4] Τοῦ δὲ "εὐφήμησον" εἰπόντος καὶ διότι τοῦτο λέγοι πυνθανομένου, "διότι βέλτιον ἦν" ἔφη "θατέρῳ με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν· ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ τείνει τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι."

[5] "Παῦσαι" ἔλεγεν ὁ Κνήμων, ἐπηκροᾶτο γὰρ ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρικλείας ἀφυπνισμένος, "ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται· καὶ εἴγε σοι πατέρες εἰσὶν ἀπόκριναι." Τῆς δὲ ὁμολογούσης καὶ "εἴποτε ἦσαν" εἰπούσης, "οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε" ἔλεγε.

[6] "Τοῦτο δὲ ὧδε συμβάλλω· τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμάτων συζυγίαν ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουργὸν οἱ ὄνειροι σοφίζονται." "Βαρὺ μὲν" ἔφη "καὶ τοῦτο" ἡ Χαρίκλεια "πλὴν ἀλλ' ἔστω γε ἀληθὲς μᾶλλον ἢ τὸ ἕτερον, καὶ νικήσειεν ὁ παρὰ σοὶ τρίπους ἐγὼ δὲ ψευδόμαντις ἀποφανθείην."

[7] "Ταῦτα μὲν οὕτως ἔσται καὶ χρὴ πιστεύειν" ἔλεγεν ὁ Κνήμων, "ἡμεῖς δὲ ὀνειρώττειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ' ἑαυτοὺς περίσκεψιν οὐδ' ἡντιναοῦν προτιθέντες· καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου (ἔλεγε δὲ τὸν Θέρμουθιν) ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος."

[17]

[1]    Ὑπολαβὼν οὖν ὁ Θεαγένης "ἀλλ' ὦ Κνήμων" ἔφη "ἐπειδή σε θεῶν τις ἡμῖν συνῆψε καὶ συνέμπορον τῶν δυστυχημάτων πεποίηκεν, ἄρχε βουλῆς· τόπων τε γὰρ τῶν τῇδε καὶ φωνῶν ἔμπειρος καὶ ἄλλως ἡμεῖς νωθέστεροι συνεῖναι τὸ δέον, πλείονι κλύδωνι κακῶν βεβυθισμένοι."

[2] Μικρὸν οὖν ἐπιστήσας ὁ Κνήμων τοιάδε ἔφη· "Κακῶν μέν, ὦ Θεάγενες, ἄδηλον ὅστις πλεονεκτεῖ· ἀφθόνως γὰρ κἀμοὶ τῶν συμφορῶν ὁ δαίμων ἐπήντλησεν. Ἐπειδὴ δὲ τὰ παριστάμενα ὡς προγενεστέρῳ κελεύετε λέγειν, ἡ μὲν νῆσος ἥδε, ὡς ὁρᾶτε, ἔρημος καὶ πλέον ἡμῶν οὐδέν. Καὶ χρυσοῦ μὲν καὶ ἀργύρου καὶ ἐσθῆτος ἀφθονία, πολλὰ γὰρ τάδε ἃ κατὰ τὸ σπήλαιον ὑμῶν τε ἀφελόμενοι ἄλλων τε ἀποσυλήσαντες ὁ Θύαμις καὶ οἱ σὺν αὐτῷ κατέθεντο· σίτου δὲ καὶ ἐπιτηδείων ἄλλων οὐδὲ ὄνομα περιλέλειπται.

[3] Δέος δὲ διαφθαρῆναι μὲν καταμείναντας λιμῷ διαφθαρῆναι δὲ ἐφόδῳ τινῶν ἤτοι τῶν ἐναντίων πάλιν ἐλθόντων, ἢ καὶ διὰ τῶν σὺν ἡμῖν γεγονότων, εἰ καθ' ἕν ποτε συλλεγέντες καὶ τὸν ἐνθάδε θησαυρὸν οὐκ ἀγνοοῦντες ἐπέλθοιεν διὰ τὰ χρήματα· τότε οὐκ ἂν φθάνοιμεν παραπολλύμενοι ἢ ταῖς ὕβρεσι ταῖς ἐκείνων τὸ φιλανθρωπότερον ἐκκείμενοι.

[4] Ἄλλως τε γὰρ ἄπιστον τὸ βουκόλων γένος καὶ νῦν πλέον ὅτε τοῦ καταστέλλοντος τὴν γνώμην πρὸς τὸ σωφρονέστερον ἄρχοντος ἀμοιροῦσιν· Ἀπολειπτέον οὖν ἡμῖν καὶ φευκτέον ὡς ἄρκυς τινὰς καὶ δεσμωτήριον τὴν νῆσον, ἀποπέμψαντας πρότερον τὸν Θέρμουθιν πρόφασιν ὡς πευσόμενον καὶ πολυπραγμονήσοντα εἴ τι περὶ τοῦ Θυάμιδος ἔχοι μανθάνειν.

[5] Ῥᾷόν τε γὰρ ἐφ' ἑαυτῶν ἂν σκοποῖμεν καὶ ἐγχειροῖμεν τὰ πρακτέα καὶ ἄλλως ἄνδρα ἐκποδὼν ποιήσασθαι καλόν, φύσει τε ἀβέβαιον καὶ λῃστρικὸν καὶ δύσεριν τὸ ἦθος, πρὸς δὲ καὶ ὑποψίας τι φέροντα εἰς ἡμᾶς τῆς Θίσβης ἕνεκα καὶ οὐκ ἂν παυσόμενον εἰ μὴ ἐπιβουλεύσειεν, εἰ καιροῦ λάβοιτο."

[18]

[1]    Ἐπῃνέθη ταῦτα καὶ ἐδόκει γίνεσθαι καὶ ὁρμήσαντες ἐπὶ τὸ στόμιον τοῦ σπηλαίου (καὶ γάρ τι καὶ ἡμέρας ἤδη ξυνίεσαν) διανέστησάν τε τὸν Θέρμουθιν ὁλοσχερῶς τῷ ὕπνῳ κατεσχημένον καὶ ὅσα εἰκὸς ἦν τῶν βουλευθέντων φράσαντες καὶ ῥᾳδίως ὑπόκουφον ἄνδρα πείσαντες,

[2] τό τε σῶμα τῆς Θίσβης εἴς τι κοῖλον ἐνθέντες καὶ τὴν τέφραν τὴν ἐκ τῶν σκηνῶν ὅσα γῆν ἐπιφορήσαντες καὶ τὰ εἰωθότα διὰ τὴν ὁσίαν ἐξ ὧν ὁ καιρὸς ἐδίδου πληρώσαντες καὶ δάκρυα καὶ θρήνους ἀντὶ πάντων τῶν νομιζομένων ἐναγίσαντες, ἐξέπεμπον μὲν ἐφ' ἣν ἔδοξε βουλὴν τὸν Θέρμουθιν.

[3] Ὁ δὲ βραχὺ προελθὼν ἀνέστρεφέ τε καὶ οὐκ ἂν ἔφη μόνος πορεύεσθαι οὐδὲ ἀναρρίψειν τοσοῦτον κίνδυνον κατασκοπῆς, εἰ μὴ καὶ Κνήμων ἐθέλοι κοινωνεῖν τῆς πράξεως. Ἀποδειλιῶντα δὴ πρὸς ταῦτα τὸν Κνήμωνα θεασάμενος ὁ Θεαγένης, καὶ γὰρ φράζων τὰ λεχθέντα πρὸς τοῦ Αἰγυπτίου δῆλος ἦν ὑπεραγωνιῶν, "σὺ δὲ" ἔφη "τὴν μὲν γνώμην ἐρρωμένος τις ἄρα ἦσθα, τὸ λῆμα δὲ ἀσθενέστερος· γνωρίζω δέ σε ἄλλοις τε καὶ οὐχ ἥκιστα τοῖς νῦν.

[4] Ἀλλὰ θῆγε τὸ φρόνημα καὶ πρὸς τὸ ἀνδρειότερον ὄρθου τὴν γνώμην· τὸ μὲν γὰρ παρὸν ἀναγκαῖον δοκεῖ οὕτω συντίθεσθαι τοῦ μή τινα τοῦ δρασμοῦ λαβεῖν αὐτὸν ὑπόνοιαν, καὶ συμπορεύεσθαι τὴν πρώτην, δέος δὲ δήπουθεν οὐδὲν ἀνόπλῳ τὴν χεῖρα ξυνιέναι ξιφήρη καὶ πεφραγμένον αὐτόν, καιροῦ δὲ λαβόμενον ἐγκαταλεῖψαι διαλαθόντα καὶ ἥκειν παρ' ἡμᾶς οὗπερ ἂν συνθώμεθα· συνθώμεθα δέ, εἰ δοκεῖ, κώμην τινὰ πλησίον, εἴ πῃ γινώσκεις ἥμερον."

[5] Εὖ λέγειν ἔδοξε τῷ Κνήμωνι καὶ Χέμμιν τινὰ κώμην οὕτω καλουμένην ἔφραζεν, εὐδαίμονά τε καὶ πολυάνθρωπον καὶ ταῖς ὄχθαις τοῦ Νείλου πρὸς ἐπιτειχισμὸν τῶν βουκόλων ἐπὶ λόφου παρῳκημένην· ἀπέχειν δὲ περαιωθεῖσι τὴν λίμνην στάδια οὐ πολλῷ λειπόμενα τῶν ἑκατόν· δεῖν δὲ εὐθὺς πρὸς μεσημβρίαν ὁρῶντας ἰέναι.

[19]

[1]    "Χαλεπῶς μὲν" ἀπεκρίνατο ὁ Θεαγένης "Χαρικλείας γε ταύτης ἕνεκα τοῦ βαδίζειν μακρότερον ἀήθως ἐχούσης· ἐλευσόμεθα δ' οὖν ὅμως εἰς πτωχοὺς καὶ τοὺς διὰ τροφὴν ἀγύρτας ἑαυτοὺς μεταπλάσαντες." "Νὴ Δία" εἶπεν ὁ Κνήμων· "καὶ γὰρ τῶν ὄψεων σφόδρα διεστραμμένως ἔχετε, ἡ δὲ Χαρίκλεια καὶ πλέον ἅτε καὶ τὸν ὀφθαλμὸν ἀρτίως ἐκκεκομμένη· καὶ ἐμοὶ δοκεῖτε τοιοίδε ὄντες οὐκ ἀκόλους ἀλλ' ἄοράς τε καὶ λέβητας αἰτήσειν."

[2] Πρὸς ταῦτα ἐμειδίασαν ὀλίγον καὶ βεβιασμένον καὶ μόνοις τοῖς χείλεσιν ἐπιτρέχον, ὅρκοις δὲ πιστωσάμενοι τὰ δόξαντα καὶ μήποτε ἀπολείψειν ἀλλήλους ἑκόντες ἐπιμαρτυράμενοι τοὺς θεοὺς ἔπραττον ὡς ἐβούλετο ἡ σκέψις.

[3] Ὁ μὲν δὴ Κνήμων καὶ ὁ Θέρμουθις ἅμα ἡλίῳ τὴν λίμνην περαιωθέντες ἐχώρουν δι' ὕλης τινὸς βαθείας καὶ τὸ λάσιον δυσδιέξοδον παρεχομένης· ἡγεῖτο δὲ ὁ Θέρμουθις, τοῦτο τοῦ Κνήμωνος καὶ εἰπόντος καὶ βουληθέντος, πρόφασιν μὲν αὐτῷ τὴν ἐμπειρίαν τῆς δυσχωρίας ἀναθέντος καὶ ἡγεμονεύειν τὴν ὁδὸν ἐπιτρέψαντος πλέον δὲ τὸ ἀσφαλὲς ἑαυτῷ περιποιοῦντος καὶ καιρὸν τοῦ διαδρᾶναι προετοιμάζοντος.

[4] Ἐπεὶ δὲ προϊόντες ἐνέτυχον ποίμναις (οἱ δὲ νομεύοντες ἀπέδρασαν καὶ πρὸς τὸ πυκνότερον τῆς ὕλης κατέδυσαν), κριόν τινα τῶν ἡγουμένων καταθύσαντες ἐπί τε τοῦ πυρὸς ὃ προητοίμαστο τοῖς νομεῦσιν ἀφαυήναντες ἐνεφοροῦντο τῶν κρεῶν, οὐδὲ τὴν ἀποχρῶσαν ὄπτησιν ἀναμείναντες, ἐπειγομένης ὑπὸ τοῦ λιμοῦ τῆς γαστρός.

[5] Οἷον οὖν λύκοι τινὲς ἢ θῶες ἐλάφυσσον τὰ ἀεὶ τετμημένα καὶ πρὸς ὀλίγον τῷ πυρὶ μεμολυσμένα, τὰ δὲ ἡμίοπτα ταῖς παρειαῖς ἐν τῇ βρώσει τοῦ αἵματος ἀπέσταζεν. Ὡς δὲ ἐνεφορήθησαν, γάλακτος ἐμπιόντες, ὁδοῦ τῆς προκειμένης εἴχοντο.

[6] Καὶ ἦν μὲν ὥρα περὶ βουλυτὸν ἤδη· ἐπεὶ δὲ λόφον τινὰ ἀνιόντων ὑπὸ τοῦτον εἶναι τὴν κώμην ἔφραζεν ὁ Θέρμουθις οὗπερ τὸν Θύαμιν συνειλημμένον ἢ κατέχεσθαι ἢ καὶ ἀνῃρῆσθαι εἴκαζεν, διεφθορέναι οἱ τὴν γαστέρα πρὸς τῆς ἀδηφαγίας ᾐτιᾶτο καὶ ῥυίσκεσθαι χαλεπῶς ἐκ τοῦ γάλακτος ἔλεγεν ὁ Κνήμων, προφθάνειν δὲ τὸν Θέρμουθιν παρεκελεύετο αὐτὸς δὲ ἐπικαταλήψεσθαι.

[7] Καὶ τοῦτο ποιῶν ἅπαξ μὲν καὶ αὖθις καὶ τρίτον ἐπαληθεύσας ὤφθη καὶ καταλαμβάνειν χαλεπῶς ἔλεγεν· ὡς δὲ εἰς ἔθος τὸν Αἰγύπτιον ἐνεβίβασεν, ἔλαθε τὸ τελευταῖον ἐναπομείνας καὶ πρὸς τὰ χαλεπώτερα τοῦ δάσους κατὰ τοῦ πρανοῦς ἑαυτὸν ὡς εἶχε τάχους ἐπαφεὶς διεδίδρασκε.

[20]

[1]    Καὶ ὁ μὲν ἐπειδὴ πρὸς ταῖς ἀκρωρείαις ἐγένετο τοῦ ὄρους ἀνέπαυεν ἑαυτὸν ἐπί τινος πέτρας ἑσπέραν τε καὶ νύκτα ἀναμένων, καθ' ἣν συνέκειτο αὐτοῖς ἥκουσιν εἰς τὴν κώμην τὰ περὶ τὸν Θύαμιν πολυπραγμονεῖν καὶ ἅμα καὶ τὸν Κνήμωνα περισκοπῶν εἴ πῄ ποτε ἐπέλθοι, βουλὴν εἰς αὐτὸν ποιούμενος ἀτοπωτέραν· οὐ γὰρ ἀνίει τῆς γνώμης τὸ εἰς αὐτὸν ὕποπτον ὡς ἀνελόντα τὴν Θίσβην καὶ ὅπως ἄν †οἵ †ποτε διαχρήσαιτο ἐνενόει, ἐπιθέσθαι τε μετὰ τοῦτον καὶ τοῖς περὶ τὸν Θεαγένην ἐλύττα.

[2] Ὡς δὲ ὁ Κνήμων ἐφαίνετο οὐδαμοῦ τῆς δὲ νυκτὸς ἐγίνετο ἀωρί, πρὸς ὕπνον τραπεὶς ὁ Θέρμουθις χάλκεόν τινα καὶ πύματον ὕπνον εἵλκυσεν ἀσπίδος δήγματι, μοιρῶν τάχα βουλήσει πρὸς οὐκ ἀνάρμοστον τοῦ τρόπου τὸ τέλος καταστρέψας.

[3] Ὁ δὲ Κνήμων, ἐπειδὴ τὴν ἀρχὴν ἀπέλιπε τὸν Θέρμουθιν, οὐ πρότερον ἀνέπνευσε τῆς φυγῆς ἕως τὸ νυκτὸς ἐπελθὸν κνέφας ἐπέδησεν αὐτῷ τὴν ὁρμήν, αὐτοῦ τε οὗ κατείληπτο ἑαυτὸν ἐγκρύψας καὶ τῆς φυλλάδος ὅσον πλεῖστον ἠδύνατο ἐφ' ἑαυτὸν ἐπαμήσας·

[4] ὑφ' ᾗ κείμενος τὰ πολλὰ μὲν ἄυπνος ἐταλαιπωρεῖτο, πάντα καὶ κτύπον καὶ ἀνέμου ῥιπὴν καὶ φύλλου κίνησιν Θέρμουθιν ἡγούμενος, εἰ δέ που καὶ κατὰ μικρὸν ἐκνικηθείη πρὸς ὕπνον, φεύγειν ἐδόκει καὶ θαμὰ πρὸς τὰ κατόπιν ὑπέστρεφε καὶ περιεσκόπει τὸν οὐδαμοῦ διώκοντα καὶ βουλόμενος καθεύδειν ἀπηύχετο τοῦθ' ὃ ἐβούλετο, χαλεπωτέροις ὀνείροις τῆς ἀληθείας ἐντυγχάνων, πρός τε τὴν νύκτα καὶ χαλεπαίνειν ἐῴκει μακροτέραν τῶν ἄλλων ὑποτιθέμενος.

[5] Ὡς δὲ ἡμέραν ἄσμενος εἶδε πρῶτα μὲν ἀποτέμνει τῆς κόμης τὸ περιττότερον καὶ ὅσον αὐτῆς εἰς τὸ λῃστρικώτερον εἶδος παρὰ τοῖς βουκόλοις ἤσκητο τοῦ μὴ ἀποτρόπαιος ἢ ὕποπτος εἶναι τοῖς ἐντυγχάνουσι. Βουκόλοι γὰρ ἄλλα τε πρὸς τὸ φοβερώτεροι φαίνεσθαι καὶ δὴ καὶ τὴν κόμην εἰς ὀφρὺν ἕλκουσι καὶ σοβοῦσι τῶν ὤμων ἐπιβαίνουσαν, εὖ τοῦτο εἰδότες ὡς κόμη τοὺς μὲν ἐρωτικοὺς ἱλαρωτέρους τοὺς δὲ λῃστρικοὺς φοβερωτέρους ἀποδείκνυσιν.

[21]

[1]    Ἀποτεμὼν οὖν ὁ Κνήμων ὅσον εἰκὸς ἦν ἔλαττον κομᾶν τοῦ λῃστρικοῦ τὸν ἁβρότερον ἐπὶ τὴν Χέμμιν τὴν κώμην οὗ τῷ Θεαγένει συνετέτακτο ἔσπευδεν.

[2] Ἤδη δὲ αὐτῷ πλησιάζοντι τῷ Νείλῳ καὶ πρὸς τὴν Χέμμιν περαιοῦσθαι μέλλοντι πρεσβύτης τις ἀνὴρ ἐναλύων ταῖς ὄχθαις ἐφάνη καὶ δόλιχόν τινα τῷ ῥείθρῳ πολλάκις ἄνω καὶ κάτω παραθέων καὶ ὥσπερ τῷ ποταμῷ φροντίδων τινῶν κοινούμενος· ἡ κόμη πρὸς τὸ ἱερώτερον καθεῖτο καὶ ἀκριβῶς ἦν λευκή, τὸ γένειον λάσιον καὶ σεμνότερον βαθυνόμενον, στολὴ καὶ ἐσθὴς ἡ ἄλλη πρὸς τὸ ἑλληνικώτερον βλέπουσα.

[3] Μικρὸν οὖν ἐπιστήσας ἑαυτὸν ὁ Κνήμων, ὡς ἀντιπαρέθει πολλάκις ὁ πρεσβύτης οὐδὲ εἴ τις αὐτῷ πάρεστιν αἰσθάνεσθαι δοκῶν, οὕτως ἄρα ὅλος τῶν φροντισμάτων ἦν καὶ πρὸς μόνην τὴν σκέψιν ὁ νοῦς ἐσχόλαζε, κατὰ πρόσωπον ὑπαντιάσας πρῶτα μὲν χαίρειν ἐκέλευε.

[4] Τοῦ δὲ οὐ δύνασθαι φήσαντος, ἐπειδὴ μὴ οὕτω συμβαίνειν αὐτῷ παρὰ τῆς τύχης, θαυμάσας ὁ Κνήμων "Ἕλλην δὲ" εἶπεν "ὁ ξένος;" "Οὐχ Ἕλλην" εἶπεν "ἀλλ' ἐντεῦθεν Αἰγύπτιος." "Πόθεν οὖν ἑλληνίζεις τὴν στολήν;" "Δυστυχήματα" ἔφη "τὸ λαμπρόν με τοῦτο σχῆμα μετημφίασε."

[5] Τοῦ δὲ Κνήμωνος εἰ φαιδρύνεταί τις ἐπὶ συμφοραῖς θαυμάζοντος καὶ ταύτας μαθεῖν ἀξιοῦντος "Ἰλιόθεν με φέρεις" ἀπεκρίνατο ὁ πρεσβύτης "καὶ σμῆνος κακῶν καὶ τὸν ἐκ τούτων βόμβον ἄπειρον ἐπὶ σεαυτὸν κινεῖς. Ἀλλὰ ποῖ δὴ πορεύῃ καὶ πόθεν, ὦ νεανία; πῶς δὲ τὴν φωνὴν Ἕλλην ἐν Αἰγύπτῳ;" "Γελοῖον" ἔφη ὁ Κνήμων· "τῶν γὰρ κατὰ σεαυτὸν οὐδὲν ἐκδιδάξας, πρότερος καὶ ταῦτα ἐρωτηθείς, τῶν ἐμῶν γνῶσιν ἐπιζητεῖς."

[6] "Οὐκοῦν" ἦ δ' ὃς "ἐπειδὴ Ἕλληνι ἔοικας ἀνδρὶ καί σέ τις ὡς ἔοικε μετασχηματίζει τύχη καὶ πάντως τὰ ἡμέτερα ποθεῖς ἀκούειν, ὠδίνω δὲ καὶ αὐτὸς πρός τινα ἐξειπεῖν (εἶπον ἂν τάχα καὶ τοῖσδε τοῖς καλάμοις κατὰ τὸν μῦθον εἰ μὴ σοὶ προσέτυχον), ὄχθας μὲν Νείλου τάσδε καὶ Νεῖλον ἀπολίπωμεν, οὐ γὰρ ἡδὺ μακροτέρων διηγημάτων ἀκροατήριον τόπος ἡλίου μεσημβρίᾳ φλεγόμενος, πρὸς δὲ τὴν κώμην ἣν ὁρᾷς ἀντικρὺ κειμένην ἴωμεν, εἰ μή σέ τι προὐργιαίτερον ἀπασχολεῖ.

[7] Ξενιῶ δέ σε οὐκ ἐν ἐμαυτοῦ ἀλλ' ἐν ἀνδρὸς ἀγαθοῦ κἀμὲ ὡς ἱκέτην ὑποδεξαμένου, παρ' ᾧ γνώσῃ τε τἀμὰ βουλόμενος ἀναθήσῃ δ' ἐν μέρει τὰ κατὰ σεαυτόν." "Ἴωμεν" ἔφη ὁ Κνήμων "καὶ γάρ μοι καὶ ἄλλως ἡ πρὸς τὴν κώμην ὁδὸς σπουδάζεται ἀναμεῖναί τινας ἐν ταύτῃ τῶν ἐπιτηδείων συντεταγμένῳ."

[22]

[1]    Σκάφους οὖν ἐπιβάντες, πολλὰ δὲ περὶ τὴν ὄχθην ἐσάλευεν εἰς χρείαν τοῦ διαπορθμεύειν ἐπὶ μισθῷ παρεσκευασμένα, περαιοῦνται πρὸς τὴν κώμην εἴς τε τὴν καταγωγὴν ἀφικνοῦνται οὗ κατέλυεν ὁ πρεσβύτης· καὶ τὸν μὲν τοῦ οἴκου δεσπότην οὐ καταλαμβάνουσιν, ὑποδέχονται δὲ αὐτοὺς προθυμότατα θυγάτηρ τε τοῦ ἑστιάτορος ἤδη γάμου ὡραία θεραπαινίδες τε ὅσαι κατὰ τὴν οἰκίαν, αἳ τὸν ξένον ἴσα καὶ πατέρα ἦγον, οὕτως οἶμαι πρὸς τοῦ κεκτημένου διατεταγμένον.

[2] Καὶ ἡ μέν τις ἀπένιζε τὼ πόδε καὶ τῆς κόνεως ἠλευθέρου τὰ ὑπὸ κνήμην, ἡ δὲ ἐφρόντιζε τῆς εὐνῆς καὶ μαλακὴν ηὐτρέπιζε τὴν κατάκλισιν, ἑτέρα κάλπην ἔφερε καὶ πῦρ ἀνέκαιε καὶ ἄλλη τράπεζαν εἰσεφέρετο ἄρτου τε πυρίνου καὶ ὡραίων παντοίων βρίθουσαν. Ὃ δὴ Κνήμων θαυμάσας "ἀλλ' ἦ ξενίου Διός, ὡς ἔοικεν, εἰς αὐλὰς ἥκομεν, ὦ πάτερ, οὕτως ἀπροφάσιστος ἡ θεράπεια καὶ πολὺ τὸ εὔνουν τῆς γνώμης ἐμφαίνουσα."

[3] "Οὐκ εἰς Διός" ἔφη, "ἀλλ' εἰς ἀνδρὸς Δία τὸν ξένιον καὶ ἱκέσιον ἀκριβοῦντος. Βίος γάρ, ὦ παῖ, κἀκείνῳ πλάνος καὶ ἔμπορος καὶ πολλαὶ μὲν πόλεις πολλῶν δὲ ἀνθρώπων ἤθη τε καὶ νοῦς εἰς πεῖραν ἥκουσιν ὅθεν, ὡς τὸ εἰκός, ἄλλους τε κἀμὲ οὐ πρὸ πολλῶν τῶνδε ἡμερῶν ἀλύοντα καὶ πλανώμενον ὁμωρόφιον ἐποιήσατο."

[4] "Καὶ τίς ἦν ἡ πλάνη, ὦ πάτερ, ἣν λέγεις;" "Παίδων" ἔφη "πρὸς λῃστῶν ἀφαιρεθεὶς καὶ τοὺς μὲν ἀδικοῦντας γινώσκων ἐπαμῦναι δὲ οὐκ ἔχων εἰλοῦμαι περὶ τὸν τόπον καὶ θρήνοις παραπέμπω τὸ πάθος, ὥσπερ οἶμαί τις ὄρνις ὄφεως αὐτῇ τὴν καλιὰν πορθοῦντος ἐν ὀφθαλμοῖς τε τὴν γονὴν θοινωμένου προσελθεῖν μὲν ὀκνεῖ φεύγειν δὲ οὐ φέρει, πόθος γὰρ ἐν αὐτῇ καὶ πάθος ἀνταγωνίζεται, τετριγυῖα δὲ περιποτᾶται τὴν πολιορκίαν εἰς ὦτα ἀνήμερα καὶ οἷς ἔλεον οὐκ ἐγνώρισεν ἡ φύσις ἀνήνυτον ἱκετηρίαν τὸν μητρῷον προσάγουσα θρῆνον."

[5] "Ἆρ' οὖν ἂν ἐθέλοις" ἔφη ὁ Κνήμων "καὶ ὅπως καὶ πότε τὸν βαρὺν τοῦτον ὑπέστης πόλεμον ἐξειπεῖν;" "Εἰσαῦθις" ἔφη· "νῦν δὲ ὥρα καὶ τὴν γαστέρα θεραπεύειν· ‹ἥν›, ἐς τάδ' ἀποσκοπῶν Ὅμηρος [καὶ] ὡς πάντα δεύτερα αὐτῆς ποιεῖται, θαυμασίως οὐλομένην ὠνόμασεν. Ἀλλὰ πρῶτον ἡμῖν ὡς νόμος Αἰγυπτίων σοφοῖς ἐσπείσθω τὰ πρὸς τοὺς θεούς· οὐ γὰρ δή με καὶ τοῦτο ὑπερβῆναι πείσει, μὴ οὕτω ποτὲ πάθος ἰσχύσειεν ὡς μνήμην τὴν εἰς τὸ θεῖον ἐκπλῆξαι."

[23]

[1]    Καὶ ταῦτα εἰπὼν ἀπέχει τῆς φιάλης ἄκρατον τὸ ὕδωρ, τοῦτο γὰρ ἔπινε, καὶ "σπένδωμεν" ἔλεγε "θεοῖς ἐγχωρίοις τε καὶ Ἑλληνίοις καὶ αὐτῷ γε Ἀπόλλωνι Πυθίῳ, προσέτι Θεαγένει καὶ Χαρικλείᾳ τοῖς καλοῖς τε καὶ ἀγαθοῖς, ἐπειδὴ καὶ τούτους εἰς θεοὺς ἀναγράφω." Καὶ ἅμα ἐδάκρυεν ὥσπερ ἑτέραν αὐτοῖς σπονδὴν ἐπιφέρων τοὺς θρήνους.

[2] Ἐπάγη πρὸς τὴν ἀκοὴν τῶν ὀνομάτων ὁ Κνήμων, ἄνω τε καὶ κάτω τὸν πρεσβύτην ἐπιθεωρήσας "τί λέγεις;" ἔφη "Παῖδές εἰσί σοι τῷ ὄντι Θεαγένης καὶ Χαρίκλεια;" "Παῖδες" εἶπεν "ὦ ξένε, ἀμήτορες ἐμοὶ γεγονότες· τύχῃ γάρ μου θεοὶ τούτους ἀνέδειξαν καὶ ἀπέτεκον αἱ ψυχῆς ὠδῖνες καὶ φύσις ἡ διάθεσις ἐπ' αὐτοῖς ἐνομίσθη, καὶ πατέρα με ἀπὸ ταύτης ἐκεῖνοι καὶ ἐνόμισαν καὶ ὠνόμασαν. Ἀλλὰ σὺ δὴ πόθεν, εἰπέ μοι, τούτους ἐγνώρισας;" "Οὐκ ἐγνώρισα" ἔφη "μόνον" ὁ Κνήμων "ἀλλὰ καὶ σῴζεσθαί σοι αὐτοὺς εὐαγγελίζομαι."

[3] "Ἄπολλον" ἔφη ἀναβοήσας "καὶ θεοί, καὶ ποῦ γῆς οὗτοι δείκνυε· σωτῆρά σε καὶ θεοῖς ἰσοστάσιον ἡγήσομαι." "Μισθὸς δέ μοι τίς ἔσται;" ἔφη. "Τὸ μὲν παρὸν" ἦ δ' ὃς "εὐχαριστία, ξενίων δὲ οἶμαι τὸ κάλλιστον ἀνδρὶ νοῦν ἔχοντι καὶ οἶδα πολλοὺς ὡς θησαυρὸν τῇ ψυχῇ παραθεμένους τὸ δῶρον· εἰ δὲ καὶ τῆς ἐνεγκούσης ἐπιβαίημεν, ἔσεσθαι δέ μοι τοῦτο οὐκ εἰς μακρὰν οἱ θεοὶ προσημαίνουσιν, ἀρύσῃ πλοῦτον ὅσον ἂν δύναιο πλεῖστον."

[4] "Μέλλοντα" εἶπε "καὶ ἄδηλα κατεγγυᾷς, ἐξὸν ἐκ τῶν παρόντων ἀμείβεσθαι." "Ἐπάγγελλε εἴ τι παρὸν ὁρᾷς, ὡς ἑτοῖμος ἐγὼ καὶ μέρος τι προέσθαι τοῦ σώματος." "Οὐδὲν δεῖ μέλος ἀκρωτηριάζειν, ἀλλ' ἅπαν ἔχειν ἡγήσομαι εἰ τούτους ὁπόθεν εἰσὶν ἢ ἐκ τίνων φύντες ἢ πῶς δεῦρο ἀφιγμένοι καὶ ποίαις κεχρημένοι τύχαις βουληθείης ἐξαγορεύειν." "Ἕξεις" ἀπεκρίνατο "τὸν μισθὸν μέγαν τινὰ καὶ οὐχ οἷον ἄλλον οὐδ' εἰ τὰ ἐξ ἀνθρώπων χρήματα αἰτῶν ἐτύγχανες· Ἀλλὰ τὸ παρὸν τροφῆς ὀλίγον ἀπογευώμεθα, μακροτέρας γὰρ δεήσει σοί τε τῆς ἀκροάσεως ἐμοί τε τῆς ἀφηγήσεως."

[5] Ἐντραγόντες οὖν τῶν τε καρύων καὶ σύκων ἀρτιδρεπῶν τε φοινίκων καὶ ἄλλων δὴ τοιούτων ἀφ' ὧν ἐξ ἔθους ὁ πρεσβύτης ἐσιτεῖτο, ψυχῆς γὰρ διὰ βρῶσιν οὐδὲ ἓν ἀφῃρεῖτο, ἐπερρόφουν ὁ μὲν τοῦ ὕδατος ὁ δὲ καὶ οἴνου ὁ Κνήμων, ὅς γε καὶ μικρὸν διαλιπὼν "ὁ Διόνυσος" εἶπεν "οἶσθα, ὦ πάτερ, ὡς χαίρει μύθοις καὶ κωμῳδίας φιλεῖ· κἀμὲ δὴ οὖν τὰ νῦν εἰσῳκισμένος ἀνίησι πρὸς τὴν ἀκρόασιν τόν τε ἐπηγγελμένον πρὸς σοῦ μισθὸν ἀπαιτεῖν ἐπείγει, καὶ ὥρα σοι τὸ δρᾶμα καθάπερ ἐπὶ σκηνῆς τῷ λόγῳ διασκευάζειν."

[6] "Ἀκούοις ἄν" ἔφη "ἀλλ' εἴθε γε καὶ τὸν χρηστὸν Ναυσικλέα παρεῖναι ἡμῖν συνέβαινεν, ὃν πολλάκις γε δι' ὄχλου γινόμενον μυηθῆναι τὴν ἀφήγησιν ἄλλως ἄλλοτε διεκρουσάμην."

[24]

[1]    "Ποῦ δ' ἂν εἴη τὰ νῦν;" ἠρώτα ὁ Κνήμων ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. "Ἐπ' ἄγραν" ἔφη "πεπόρευται." Τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου "θηρίων" ἔφη "τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ βουκόλοι λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντάπασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι." "Ἐγκαλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν;" "Ἀττικῆς" ἔφη "ἐρωμένης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε." "φεῦ" εἶπεν ὁ Κνήμων καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος.

[2] Τοῦ δὲ πρεσβύτου "τί πέπονθας;" ἐρομένου πρὸς ἄλλα ὁ Κνήμων ἀπάγων "θαυμάζω" ἔφη "πῶς ἢ τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον." Καὶ ὃς "βασιλεῖ," ἔφη "ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροονδάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην· τοῦτον δὴ ὁ Ναυσικλῆς ἐπὶ χρήμασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ.

[3] Χαλεπαίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρωμένης μόνον καὶ μουσουργίαν ἀρίστης ἀλλ' ὅτι αὐτὴν καὶ βασιλεῖ τῶν Αἰθιόπων ἀπάξειν ἔμελλεν ὡς αὐτὸς ἔφασκε γαμετῇ τῇ ἐκείνου συμπαιστρίαν καὶ συνόμιλον τὰ Ἑλλήνων ἐσομένην. Ὡς οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ' αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν· ἐπέρρωσά τε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος."

[4] Ὑπολαβὼν οὖν ὁ Κνήμων "ἅλις" ἔφη "βουκόλων καὶ σατραπῶν καὶ βασιλέων αὐτῶν, ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο οὐδέν φασι πρὸς τὸν Διόνυσον ἐπεισκυκλήσας ὥστε ἐπάναγε τὸν λόγον πρὸς τὴν ὑπόσχεσιν· εὕρηκα γάρ σε κατὰ τὸν Πρωτέα τὸν Φάριον, οὐ κατ' αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν ἀλλά με παραφέρειν πειρώμενον."

[5] "Μανθάνοις ἄν" ἔφη ὁ πρεσβύτης· "διηγήσομαι δέ σοι τἀμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων ὡς αὐτὸς οἴει τὴν ἀφήγησιν ἀλλ' εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν. Ἐμοὶ πόλις μὲν Μέμφις, πατὴρ δὲ καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν μὲν ἀλήτης πρότερον δὲ οὔ· πάλαι γὰρ προφήτης. Ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως.

[6] Ταύτης εἰς τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος· οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανία φωστήρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ' ἡμᾶς καὶ ὄμμα κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία προέφηνε μὲν διαδρᾶναι δὲ οὐκ ἔδωκε, τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατὸν ἐκφεύγειν δὲ οὐκ ἐφικτόν.

[7] Κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις ἡ πρόγνωσις ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον· συμφορᾶς γάρ, ὦ παῖ, τὸ μὲν ἀπροσδόκητον ἀφόρητον τὸ δὲ προεγνωσμένον οἰστότερον, τὸ μὲν γὰρ ἡ διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε τὸ δὲ ἡ συνήθεια τῷ λογισμῷ διῄτησε.

[25]

[1]    Γίνεται δὲ περὶ ἐμὲ τοιόνδε· γύναιον Θρᾳκικὸν τὴν ὥραν ἀκμαῖον καὶ τὸ κάλλος δεύτερον μετὰ Χαρίκλειαν ἔχουσα, ὄνομα Ῥοδῶπις, οὐκ οἶδ' ὁπόθεν ἢ ὅπως κακῇ μοίρᾳ τῶν ἐγνωκότων ὁρμηθὲν ἐπεπόλαζε τὴν Αἴγυπτον καὶ ἤδη καὶ εἰς τὴν Μέμφιν ἐκώμαζε, πολλῇ μὲν θεραπείᾳ πολλῷ δὲ πλούτῳ δορυφορουμένη πᾶσι δ' ἀφροδισίοις θηράτροις ἐξησκημένη· οὐ γὰρ ἦν ἐντυχόντα μὴ ἡλωκέναι, οὕτως ἄφυκτόν τινα καὶ ἀπρόσμαχον ἑταιρίας σαγήνην ἐκ τῶν ὀφθαλμῶν ἐπεσύρετο.

[2] Ἐφοίτα δὴ θαμὰ καὶ εἰς τὸν νεὼν τῆς Ἴσιδος ἧς προεφήτευον καὶ τὴν θεὸν συνεχῶς ἐθεράπευε θυσίαις τε καὶ ἀναθήμασι πολυταλάντοις. Αἰσχύνομαι λέγειν ἀλλ' εἰρήσεται· γίνεται δὴ κἀμοῦ κρείττων ὀφθεῖσα πολλάκις, ἐνίκα τὴν διὰ βίου μοι μελετηθεῖσαν ἐγκράτειαν, ἐπὶ πολύ τε τοῖς σώματος ὀφθαλμοῖς τοὺς ψυχῆς ἀντιστήσας ἀπῆλθον τὸ τελευταῖον ἡττηθεὶς καὶ πάθος ἐρωτικὸν ἐπιφορτισάμενος.

[3] Ἀρχὴν δὴ τῶν ἐσομένων καὶ προαγορευθέντων μοι πρὸς τοῦ θείου δυσχερῶν τὴν γυναῖκα φωράσας καὶ συνεὶς ὡς τῶν πεπρωμένων ἐστὶν ὑπόκρισις καὶ ὡς ὁ τότε εἰληχὼς δαίμων οἱονεὶ προσωπεῖον αὐτὴν ὑπῆλθε, τὴν μὲν ἐκ παίδων μοι σύντροφον ἱερωσύνην ἔγνων μὴ καταισχῦναι καὶ ἀντέσχον μηδὲ ἱερὰ καὶ τεμένη θεῶν βεβηλῶσαι, [4] τῶν δὲ ἡμαρτημένων οὐκ ἔργῳ, μὴ γένοιτο, ἀλλ' ἐφέσει μόνῃ τὴν ἁρμόζουσαν ἐπιβαλὼν ζημίαν, δικαστὴν ἐμαυτῷ τὸν λογισμὸν ἀναδείξας, φυγῇ κολάζω τὴν ἐπιθυμίαν καὶ τῆς ἐνεγκούσης ὁ βαρυδαίμων ἐξῄειν ὁμοῦ μὲν εἴκων ταῖς μοιρῶν ἀνάγκαις καὶ πράττειν ὅπῃ καὶ βούλοιντο τὰ καθ' ἡμᾶς ἐπιτρέπων ὁμοῦ δὲ τὴν ἀποτρόπαιον Ῥοδῶπιν ἀποφεύγων.

[5] Ἐδεδίειν γάρ, ὦ ξένε, μὴ τοῦ τότε ἐπικρατοῦντος ἀστέρος ἐπιβρίσαντος καὶ πρὸς τὸ αἰσχρότερον τῶν ἔργων ἐκνικηθείην, ὃ δέ με πρὸ πάντων καὶ ἐπὶ πᾶσιν ἐξήλαυνεν οἱ παῖδες ἦσαν, οὓς ἡ ἄρρητός μοι πολλάκις ἐκ θεῶν σοφία ξιφήρεις ἀλλήλοις συμπεσεῖσθαι προηγόρευε.

[6] Περιγράφων οὖν τῶν ὀφθαλμῶν τὴν οὕτως ἀπηνῆ θέαν, ἣν ἐκτραπήσεσθαι καὶ τὸν ἥλιον εἰκάζω νέφος τῆς ἀκτῖνος προκαλυψάμενον, καὶ πατρῴαις ὄψεσι τὸν παίδων φόνον ἀθέατον χαριζόμενος ἐξῴκιζον ἐμαυτὸν γῆς τε καὶ οἰκίας πατρῴας τὴν μὲν ὁρμὴν οὐδενὶ φράσας πρόφασιν δὲ ὡς εἰς Θήβας τὰς μεγάλας ἀνακομίζομαι ποιησάμενος, ὡς ἂν θάτερον τῶν παίδων τὸν πρεσβύτερον θεασαίμην ἐκεῖ παρὰ τῷ μητροπάτορι τότε διάγοντα. Θύαμις ἦν ὄνομα αὐτῷ, ξένε."

[7] Συνεστάλη πάλιν ὁ Κνήμων ὥσπερ τῷ ὀνόματι τοῦ Θυάμιδος βληθεὶς τὴν ἀκοήν, καὶ ὁ μὲν ἐκαρτέρησε σιωπῆσαι τῶν ἑξῆς ἕνεκεν, ὁ δὲ ἐπέραινε τὸν λόγον ὧδε.

[26]

[1]    "Παραλείπω τὴν ἐν μέσῳ πλάνην ὦ νεανία, συντελεῖ γὰρ οὐδὲν εἰς τὴν παρὰ σοῦ ζήτησιν. Πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν ἱερὰν μὲν Ἀπόλλωνος θεῶν δὲ τῶν ἄλλων τέμενος ἀνδρῶν τε σοφῶν ἐργαστήριον θορύβου τε δημώδους ἐκτὸς ἀνῳκισμένην ἔστελλον εἰς ταύτην ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διά τε τοῦ Κρισαίου κόλπου τῇ Κιρραίᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον.

[2] Ἐπεὶ δὲ ἐπέστην ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν καὶ τά τε ἄλλα ἡ πόλις διαίτημα κρειττόνων ἔδοξε καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιοχῆς· οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπολις ὁ Παρνασὸς ἀπαιωρεῖται προπόδων λαγόσι τὴν πόλιν ἐγκολπισάμενος."

[3] "Ἄριστα" ἔφη "λέγεις" ὁ Κνήμων "καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσθημένος· τῇδε γάρ πῃ καὶ ὁ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν ὅτε αὐτὸν ἱερομνήμονα ἡ πόλις ἡ Ἀθηναίων ἔστειλεν." "Ἀθηναῖος ἄρα ἦσθα ὦ παῖ;" "Ναίχι" ἔφη. "Ὄνομα δὲ τίς;" "Κνήμων" ἀπεκρίνατο· "τὰ δ' ἄλλα εἰσαῦθις" ἔφη "ἀκούσῃ, νῦν δὲ ἔχου τῶν ἑξῆς."

[4] "Ἕξομαι" ἔφη καὶ ἐπανῄει πρὸς τὴν πόλιν. "Ἐπαινέσας οὖν τῶν τε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ καὶ Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον, καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν ἀνεπτέρωσεν ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες.

[5] Ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ' ἐμαυτὸν ηὐχόμην, ἀνεφθέγξατο ἡ Πυθία τοιάδε·

   Ἴχνος ἀειράμενος ἀπ' ἐυστάχυος παρὰ Νείλου

   φεύγεις μοιράων νήματ' ἐρισθενέων.

   Τέτλαθι, σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο

   αἶψα πέδον δώσω· νῦν δ' ἐμὸς ἔσσο φίλος.

[27]

[1]    Ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον· ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ' ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο.

[2] Καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν· ἢ γὰρ πρὸς ἱεροῖς ἦν ἢ πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλοσοφοῦσι διελεγόμην· οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη.

[3] Τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ ὁ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὁ δὲ δι' ἣν αἰτίαν ἄλλα παρ' ἄλλοις τῶν ζῴων ἐκθειάζεται καὶ τίς ὁ περὶ ἑκάστου λόγος ἐπυνθάνετο· ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρρίγγων πλάνην, καὶ συνελόντι τῶν κατ' Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες· Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.

[28]

[1]    Τέλος δέ ποτε καὶ περὶ τοῦ Νείλου καὶ τίνες μὲν αὐτῷ πηγαί, τίς δὲ ἡ παρὰ τοὺς ἄλλους ποταμοὺς ἰδιάζουσα φύσις καὶ ὁπόθεν τὴν θερινὴν ὥραν μόνος τῶν πάντων πλημμυρεῖ πεῦσίν τις ἐμοὶ προσῆγε τῶν ἀστειοτέρων.

[2] Ἐμοῦ δὲ ἅπερ ἐγίνωσκον εἰπόντος καὶ ὅσα περὶ τοῦ ποταμοῦ τούτου βίβλοις ἱεραῖς ἀναγεγραμμένα μόνοις τοῖς προφητικοῖς καὶ γινώσκειν καὶ ἀναγινώσκειν ἔξεστι, καὶ διελθόντος ὡς τὰς μὲν ἀρχὰς ἐκ τῶν ἄκρων τῆς Αἰθιοπίας ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθ' ὃ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρίᾳ δίδωσιν,

[3] αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν οὐχ ὥς τινες ᾠήθησαν πρὸς τῶν ἐτησίων ἀντικρὺ πνεόντων ἀνακοπτόμενος ἀλλ' αὐτῶν δὴ τούτων τῶν ἀνέμων κατὰ τροπὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πᾶν νέφος ἐλαυνόντων τε καὶ ὠθούντων ἕως ἐπὶ τὴν διακεκαυμένην ζώνην συρράξωσι, [4] καθ' ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται δι' ὑπερβολὴν τοῦ περὶ τὰ μέρη πυρώδους, πάσης τῆς πρότερον καὶ κατὰ μικρὸν ἀθροισθείσης καὶ παχυνθείσης νοτίδος ἐξατμιζομένης, κἀκ τούτου λάβρων ὑετῶν ῥηγνυμένων ὀργᾷ τε ὁ Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται ἀλλὰ κατεξανίσταται τῆς ὄχθης καὶ θαλασσώσας τὴν Αἴγυπτον τῇ παρόδῳ γεωργεῖ τὰς ἀρούρας, [5] διὸ πιεῖν τέ ἐστι γλυκύτατος ἅτε ἐξ ὄμβρων οὐρανίων χορηγούμενος καὶ θιγεῖν προσηνέστατος, οὐκέτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος, δι' ἣν αἰτίαν καὶ μόνος ποταμῶν αὔρας οὐκ ἀναδίδωσι, πάντως ἂν ὡς τὸ εἰκὸς ἀναδοὺς εἰ καθώς τινες ἐβουλήθησαν ὡς πυνθάνομαι τῶν παρ' Ἕλλησιν εὐδοκίμων χιόνος τηκομένης τὸ πλήρωμα ἐλάμβανε ‑

[29]

[1]    ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος ὁ ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα, Χαρικλῆς ὄνομα ἦν αὐτῷ, "θαυμασίως" ἔφη "λέγεις· καὶ ταύτῃ τὴν γνώμην τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος." Κἀγὼ πρὸς αὐτὸν "ὦ Χαρίκλεις" ἔφην "ἦλθες γὰρ κἀκεῖσε;" "Ἦλθον" εἶπεν "ὦ σοφὲ Καλάσιρι." "Τί δέ σε χρέος ἤγαγε;" πάλιν ἠρώτων. Ὁ δὲ "δυσπραξία τῶν κατὰ τὴν οἰκίαν" ἀπεκρίνατο "ἣ δή μοι καὶ εὐπραξίας αἰτία γέγονεν."

[2] Ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος "οὐ θαυμάσεις" ἔφη "τὸ πρᾶγμα ὡς γέγονεν εἰ πύθοιο· πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γίνηται." "Οὐκοῦν ὥρα σοι λέγειν" ἦν δ' ἐγώ· "νῦν γὰρ βούλομαι." "Μάνθανε" εἶπεν ὁ Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος "καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμβεβηκότων πάλαι ἐβουλόμην.

[3] Ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο, ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ' αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύσαντος. Ἦλθε καὶ εἰς ὥραν γάμου καὶ ἐξεδόμην τῶν μνηστευομένων, πολλοὶ δ' ἦσαν, τῷ παρ' ἐμοὶ κριθέντι καλλίστῳ.

[4] Καθ' ἣν νύκτα συγκατεκλίθη τῷ γήμαντι, κατ' αὐτὴν ἡ δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινος ἢ χειροποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος, καὶ τὸν ὑμέναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος καὶ ἀπὸ τῶν παστάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο καὶ δᾷδες αἱ τὸ γαμήλιον ἐκλάμψασαι φῶς αὗται καὶ τὴν ἐπικήδειον πυρκαϊὰν ἀνῆπτον. Ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτερον πάθος ὁ δαίμων καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται μὴ τοῖς θρήνοις ἐγκαρτερήσασαν.

[5] Τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθόμενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς οἰκίας ἀποδιδράσκω (μέγα γὰρ εἰς λήθην κακῶν ἡ δι' ὀφθαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη) καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτοὺς καθ' ἱστορίαν τῶν καταρρακτῶν τοῦ Νείλου.

[30]

[1]    Τῆς μὲν οὖν ἐκεῖσε ἀφίξεως ἔχεις τὸν ἀπολογισμόν, ὦ φίλος, ἣν δέ σε βούλομαι παρενθήκην γνῶναι τοῦ διηγήματος, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν, αὐτὸ δὴ τὸ κεφάλαιον, ἀλύοντί μοι κατὰ τὴν πόλιν καὶ διατιθεμένῳ σχολὴν καί τινα τῶν παρ' Ἕλλησι σπανίων ὠνουμένῳ, ἤδη γάρ μοι τῆς λίαν ἀλγηδόνος τῷ χρόνῳ πεττομένης ἡ πρὸς τὴν ἐνεγκοῦσαν ἐπάνοδος ἐσπουδάζετο, ἀνήρ τις πρόσεισι τὰ μὲν ἄλλα σεμνὸς ἰδεῖν καὶ ἀγχίνοιαν ἀπὸ τοῦ βλέμματος ἐμφανίζων ἄρτι μὲν τὸν ἔφηβον παραλλάξας τὴν χροιὰν δὲ ἀκριβῶς μέλας καί με ἠσπάζετο καί τι βούλεσθαι ἰδίᾳ φράζειν ἔλεγεν ἑλληνίζων οὐ βεβαίως.

[2] Ἐμοῦ δ' ἑτοίμως ὑπακούσαντος εἴς τινα νεὼν παρακείμενον εἰσαγαγὼν "φύλλα τινά σε καὶ ῥίζας" ἔφη "τῶν Ἰνδικῶν καὶ Αἰθιοπικῶν καὶ Αἰγυπτίων ὠνούμενον ἑώρακα· εἰ δὴ οὖν ἀκραιφνῆ ταῦτα καὶ δόλου παντὸς ἐκτὸς ὠνεῖσθαι βουληθείης, ἕτοιμος παρέχειν." "Βούλομαι" ἔφην "καὶ δείκνυε." Ὁ δὲ "ὄψει μὲν" εἶπεν, "ὅπως δὲ μὴ μικρόλογος ἔσῃ περὶ τὴν ἀγοράν." "Σαυτῷ παρεγγύα" ἔφην "μὴ βαρύτιμον εἶναι περὶ τὴν διάπρασιν."

[3] Καὶ ὃς ὑπὸ μάλης βαλαντίδιον ἔχων προκομίσας ἐπεδείκνυε λίθων πολυτίμων ὑπερφυές τι χρῆμα· μαργαρίδες τε γὰρ ἐνῆσαν εἰς καρύου μικροῦ μέγεθος εἰς κύκλον τε ἀκριβῶς ἀπαρτιζόμεναι καὶ λευκότητι πλεῖστον ἀγλαϊζόμεναι σμάραγδοί τε καὶ ὑάκινθοι αἱ μὲν οἷα λήϊον ἠρινὸν χλοάζουσαι ἐλαιώδους τινὸς αὐτὰς λειότητος ὑπαυγαζούσης αἱ δὲ ἀπεμιμοῦντο χροιὰν †ἀκτῆς θαλαττίας †ὑπ' ἀγχιβαθεῖ σκοπέλῳ μικρὸν ὑποφριττούσης καὶ τὸ ὑποκείμενον ἰαζούσης, καὶ ἁπλῶς συμμιγής τις ἦν πάντων καὶ ποικίλη μαρμαρυγὴ τὸν ὀφθαλμὸν εὐφραίνουσα.

[4] Ἅπερ ὡς εἶδον "ἄλλους" ἔφην "ὥρα σοι, ξένε, τῶνδε ἐπιζητεῖν ὠνητάς, ὡς ἔγωγε καὶ ἡ κατ' ἐμὲ περιουσία σχολῇ γ' ἂν καὶ ἑνὸς εἴη τῶν ὁρωμένων ἰσοστάσιος." "Ἀλλ' εἰ καὶ μὴ πρίασθαι δυνατὸς" εἶπε, "δῶρόν γε λαμβάνειν οὐκ ἀδύνατος." "Ἐγὼ μὲν οὐκ ἀνίκανος" ἔφην, "δῶρόν γε λαμβάνων σὺ δὲ οὐκ οἶδ' ὅ τι βουλόμενος παίζεις ἡμᾶς." "Οὐ παίζω" εἶπεν, "ἀλλὰ καὶ σφόδρα σπουδάζω καὶ ἐπόμνυμί γε τὸν ἱδρυμένον ἐνθάδε θεὸν ἅπαντα δώσειν εἰ πρὸς τούτοις καὶ ἕτερον δῶρον ὑποδέξασθαι βουληθείης πολὺ τούτων ἐριτιμότερον."

[5] Ἐγέλων πρὸς ταῦτα, τοῦ δὲ τὴν αἰτίαν πυνθανομένου "ὅτι γελοῖον" ἔφην εἰ τηλικαῦτα δῶρα καθυπισχνούμενος προσέτι καὶ μισθὸν ἐπαγγέλλῃ πολὺ τῶν δώρων αὐτῶν ὑπερφέροντα." "Πίστευε" εἶπεν, "ἀλλ' ἐπόμνυε καὶ αὐτὸς ἦ μὴν ἄριστα χρήσεσθαι τῷ δώρῳ καὶ ὡς ἂν αὐτὸς ὑφηγήσωμαι." Ἐθαύμαζον μὲν ἀπορῶν ἐπώμνυον δὲ τηλικαῦτα ἐλπίζων.

[6] Ἐπειδὴ δέ μοι ὠμώμοστο ὡς ἐκεῖνος ἐπέσκηπτεν, ἄγει με παρ' ἑαυτὸν καὶ δείκνυσι κόρην ἀμήχανόν τι καὶ δαιμόνιον κάλλος, ἣν αὐτὸς μὲν ἑπτὰ ἔτη γεγονέναι ἔλεγεν ἐμοὶ δὲ καὶ ὥρᾳ γάμου πλησιάζειν ἐῴκει, οὕτως ἄρα κάλλους ὑπερβολὴ καὶ εἰς μεγέθους ἔμφασιν φέρει προσθήκην. Κἀγὼ μὲν ἀχανὴς εἱστήκειν ἀγνοίᾳ τε τῶν γινομένων καὶ ἀκορέστῳ θέᾳ τῶν ὁρωμένων.

[31]

[1]    Ὁ δὲ ἄρχεται λόγων τοιῶνδε· "Ταύτην ἣν ὁρᾷς, ξένε" φησὶν "ἡ μὲν τεκοῦσα δι' αἰτίαν ἣν γνώσῃ μικρὸν ὕστερον ἐν σπαργάνοις ἐξέθετο τύχης ἀμφιβολίᾳ τὰ κατ' αὐτὴν ἐπιτρέψασα, ἐγὼ δὲ προστυχὼν ἀνειλόμην· οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἐν κινδύνῳ ψυχὴν ἅπαξ ἐνανθρωπήσασαν παριδεῖν, (ἓν γὰρ καὶ τοῦτο παράγγελμα τῶν γυμνῶν παρ' ἡμῖν σοφῶν ὧν ἀκουστὴς εἶναι χρόνοις ὀλίγῳ πρόσθεν ἠξίωμαι)· καὶ ἄλλως καὶ τὸ παιδίον αὐτόθεν μέγα τι καὶ θεῖον τῶν ὀφθαλμῶν ἐξέλαμπεν, οὕτω μοι περισκοποῦντι γοργόν τε καὶ ἐπαγωγὸν ἐνεῖδε.

[2] Συνεξέκειτο δὲ αὐτῷ καὶ λίθων ὅρμος ὃν ἀρτίως ἐπεδείκνυον καὶ ταινία τις ἀπὸ σηρικοῦ νήματος ἐξυφασμένη γράμμασιν ἐγχωρίοις καὶ διηγήματι τῶν κατὰ τὴν παῖδα κατάστικτος, τῆς μητρὸς οἶμαι σύμβολα ταῦτα καὶ γνωρίσματα τῇ κόρῃ προμηθευσαμένης· ἅπερ ὡς ἀνέγνων πόθεν τέ ἐστι καὶ τίνος ἔγνων εἰς ἀγρόν τε κομίζω πόρρω τῆς πόλεως ἀπῳκισμένον καὶ ποιμέσιν ἐμαυτοῦ τρέφειν παραδοὺς μηδενί τε φράζειν ἐπαπειλήσας τὰ συνεκτεθέντα κατεῖχον τοῦ μή τινα ἐπιβουλὴν γενέσθαι αὐτὰ τῇ κόρῃ.

[3] Τὰ μὲν οὖν πρῶτα οὕτως ἐλάνθανεν, ἐπεὶ δὲ τοῦ χρόνου προϊόντος ἡ τῆς κόρης ἀκμὴ μείζονος ὥρας ἐφαντάζετο τοῦ εἰωθότος τὸ κάλλος δ' οὐδ' ἂν ὑπὸ γῆν κρυπτόμενον ἔλαθεν ἀλλά μοι δοκεῖ κἂν ἐκεῖθεν διεκλάμψαι, δείσας μὴ φωτισθείη τὰ κατ' αὐτὴν καὶ ἀπόλοιτο μὲν αὕτη παραπολαύσω δέ τινος καὶ αὐτὸς ἀηδοῦς, ἐκπεμφθῆναι πρεσβευτὴς παρὰ τὸν Αἰγύπτου σατράπην ἐπραγματευσάμην καὶ ἥκω ταύτην συνεπαγόμενος διαθέσθαι τὰ κατ' αὐτὴν ἐνθυμούμενος.

[4] Καὶ τῷ μὲν ὅσον οὐδέπω περὶ ὧν ἥκω διαλεχθήσομαι, χρηματίσαι γὰρ ἡμῖν τήμερον ἐπηγγείλατο· σοὶ δὲ καὶ θεοῖς τοῖς οὕτως ἐπιτρέψασιν ἐγχειρίζω τὴν κόρην ἐπὶ συνθήκαις ταῖς ἐνωμότοις ἡμῖν γενομέναις ἦ μὴν ἐλευθέραν ταύτην ἕξειν καὶ ἐλευθέρῳ πρὸς γάμον ἐκδώσειν ‹καὶ ταινίαν ἐπιδώσειν› ταύτην, ἣν δὴ καὶ αὐτὸς κομίζῃ παρ' ἡμῶν μᾶλλον δὲ τῆς συνεκθεμένης μητρός.

[5] Πιστεύω δέ σε πάντα ἐμπεδώσειν τὰ ὡμιλημένα τοῖς τε ὅρκοις ἀποθαρσῶν καὶ τὸν σὸν τρόπον ἐκ πολλῶν τῶν ἡμερῶν ὧν ἐνθάδε διάγεις Ἑλληνικὸν ὄντα τῷ ὄντι περιειργασμένος. Ταῦτά σοι νῦν εἶχον λέγειν ἐπιτετμημένως καλούσης με τῆς κατὰ τὴν πρεσβείαν χρείας· τὰ σαφέστερα δὲ καὶ ἀκριβέστερα τῶν κατὰ τὴν κόρην εἰς αὔριον μαθήσῃ περὶ τὸν νεὼν τῆς Ἴσιδος ἐντυχών."

[32]

[1]    Ἐποίουν οὕτως καὶ παραλαβὼν τὴν κόρην ἦγον ἐπικαλύψας ὡς ἐμαυτόν· κἀκείνην μὲν τὴν ἡμέραν εἶχον ἐν θεραπείᾳ πολλὰ φιλοφρονούμενος καὶ πολλὴν τοῖς θεοῖς ὁμολογῶν χάριν αὐτόθεν τε ἐμαυτοῦ θυγατέρα καὶ ἐνόμιζον καὶ ὠνόμαζον, εἰς δὲ τὴν ὑστεραίαν ἅμα ἡμέρᾳ λίαν ἐσπουδασμένως ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος οὗπερ συνετέτακτό μοι πρὸς τὸν ξένον ὥρμησα καὶ πλεῖστα ἐμπεριπατήσας, ἐπειδήπερ ἐφαίνετο οὐδαμοῦ, παραγενόμενος εἰς τὰ σατραπεῖα τὸν πρεσβευτὴν τῶν Αἰθιόπων εἴ τις ἑώρα ἐπυνθανόμην.

[2] Καί μοί τις ἀπήγγελλεν ὡς ἐξώρμησε μᾶλλον δὲ ἐξελήλαται, πρὸ ἡλίου δυσμῶν εἰ μὴ τῶν ὅρων ἐκτὸς γένοιτο θάνατον αὐτῷ τοῦ σατράπου διαπειλήσαντος· ἐμοῦ δὲ ἐρομένου τὴν αἰτίαν "ὅτι" ἔφη ὁ ἀπαγγέλλων "ἐπέταττεν ἀπέχεσθαι τῶν σμαραγδείων μετάλλων ὡς Αἰθιοπίᾳ προσηκόντων."

[3] Ὑπέστρεφον ἀνιαρῶς ἄγαν διατεθεὶς καὶ ὥσπερ οἱ βαρεῖάν τινα πληγὴν εἰληφότες ὅτι δή μοι γνῶναι μὴ ἐξεγένετο τὰ κατὰ τὴν κόρην τίς ἢ πόθεν ἢ τίνων." "Μὴ θαυμάσῃς" εἶπεν ὁ Κνήμων· "ἀσχάλλω γὰρ καὶ αὐτὸς οὐκ ἀκούσας, ἀλλ' ἴσως ἀκούσομαι." "Ἀκούσῃ" ἔφη ὁ Καλάσιρις.

[33]

[1]    Νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν ὁ Χαρικλῆς εἰρήσεται. "Ἐπειδὴ γὰρ" φησὶν "εἰς τὸ δωμάτιον ἦλθον ὑπαντᾷ τέ μοι ἡ παῖς καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο κἀμὲ πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν· ἐθαύμαζόν τε ὅτι καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυλάκων πάντα τινὰ καὶ ἐπ' ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσθετο καὶ ὡς πατέρα περιεῖπεν.

[2] Ἔγνων οὖν μὴ ἐνδιατρίβειν τοῖς Καταδούποις μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχών τε νεὼς ἀνηγόμην τὴν ἐπ' οἴκου.

[3] Καὶ ἔστι νῦν ἡ παῖς ἐνταῦθα σὺν ἐμοὶ παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη, σαλεύω γὰρ ἐπ' αὐτῇ τὸν βίον καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων, οὕτω τάχιστα μὲν τὴν Ἑλλάδα γλῶτταν εἵλκυσε τάχιστα δὲ εἰς ἀκμὴν καθάπερ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν· ὡραιότητι δὲ σώματος οὕτω δὴ τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφθαλμὸς Ἑλληνικός τε καὶ ξένος ἐπ' αὐτὴν φέρεται καὶ ὅπου δὴ φαινομένη ναῶν ἢ δρόμων ἢ ἀγορῶν καθάπερ ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ' ἑαυτὴν ἐπιστρέφει.

[4] Ἀλλ' αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον· ἀπηγόρευται γὰρ αὐτῇ γάμος καὶ παρθενεύειν τὸν πάντα βίον διατείνεται καὶ τῇ Ἀρτέμιδι ζάκορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ πολλὰ σχολάζει καὶ ἀσκεῖ τοξείαν. Ἐμοὶ δέ ἐστιν ὁ βίος ἀφόρητος ἐλπίσαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγον τε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν.

[5] Οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισμοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ' ἐμοῦ κέχρηται πτεροῖς καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανατείνεται ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανάτων ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθορον ὀνομάζουσα, Ἔρωτα δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα.

[6] Πρὸς ταῦτα δὴ σὲ βοηθὸν ἐπικαλοῦμαι καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης μακροτέρου πρός σε τοῦ διηγήματος ἐδεήθην. Καὶ δὸς τὴν χάριν, ὦ 'γαθὲ Καλάσιρι. Σοφίαν τινὰ καὶ ἴυγγα κίνησον ἐπ' αὐτὴν Αἰγυπτίαν· πεῖσον ἢ λόγοις ἢ ἔργοις γνωρίσαι τὴν ἑαυτῆς φύσιν καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι.

[7] Βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον, οὔτε γὰρ ἀπρόσμικτος ἐκείνη πρὸς τοὺς λογίους τῶν ἀνδρῶν ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντός φημι τοῦ περιβόλου καὶ περὶ τὸν νεών· ἱκέτην με γινόμενον μὴ περιίδῃς μηδὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδόχων ἔρημον ἐν γήρᾳ βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν."

[8] Ἐδάκρυσα τούτων ἀκούων, ὦ Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε καὶ ἐπηγγελλόμην εἴ τι δυναίμην συλλήψεσθαι.

[34]

[1]    Καὶ ἔτι περὶ τούτων διασκοπουμένων ἡμῶν εἰσδραμών τις ἀπήγγελλε τὸν ἀρχιθέωρον τῶν Αἰνιάνων ἐπὶ θύραις ὄντα πάλαι δι' ὄχλου παρακαλεῖν τὸν ἱερέα παρεῖναι καὶ κατάρχειν τῶν ἱερῶν.

[2] Ἐμοῦ δὲ ἐρομένου τὸν Χαρικλέα τίνες οἱ Αἰνιᾶνες ἢ τίς ἡ θεωρία καὶ ἣν ἄγουσι θυσίαν "οἱ μὲν Αἰνιᾶνες" ἔφη "Θετταλικῆς ἐστι μοίρας τὸ εὐγενέστατον καὶ ἀκριβῶς Ἑλληνικὸν ἀφ' Ἕλληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην ὡς δὲ ἑτέροις δοκεῖ διότι περ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατῴκισται.

[3] Ἡ δὲ θυσία καὶ ἡ θεωρία, τετραετηρίδα ταύτην, ὅτε περ καὶ ὁ Πυθίων ἀγών, ἔστι δὲ νῦν ὡς οἶσθα, πέμπουσιν Αἰνιᾶνες Νεοπτολέμῳ τῷ Ἀχιλλέως· ἐνταῦθα γὰρ ἐδολοφονήθη πρὸς αὐτοῖς τοῖς τοῦ Πυθίου βωμοῖς ὑπ' Ὀρέστου τοῦ Ἀγαμέμνονος.

[4] Ἡ δὲ νυνὶ θεωρία καὶ πλεονεκτεῖ τὰς ἄλλας, Ἀχιλλείδης γὰρ εἶναι σεμνύνεται ὁ τῆς θεωρίας ἐξάρχων· συνέτυχον γὰρ τῇ προτεραίᾳ τῷ νεανίσκῳ καί μοι ἀληθῶς ἔδοξε τοῖς Ἀχιλλείδαις ἐμπρέπειν, τοιοῦτός ἐστι τὴν μορφὴν καὶ τοσοῦτος ἰδεῖν τὸ μέγεθος ὡς βεβαιοῦν τῇ θέᾳ τὸ γένος."

[5] Ἐμοῦ δὲ θαυμάσαντος καὶ πῶς Αἰνιάνων γένος τυγχάνων Ἀχιλλείδην ἑαυτὸν ἀναγορεύει φήσαντος, ἡ γὰρ Ὁμήρου τοῦ Αἰγυπτίου ποίησις τὸν Ἀχιλλέα Φθιώτην ἐνδείκνυται, "ὁ μὲν νεανίσκος" ἔφη ὁ Χαρικλῆς "καὶ ὁλοσχερῶς Αἰνιᾶνα εἶναι τὸν ἥρωα διαγωνίζεται, τὴν Θέτιν ἐκ τοῦ Μαλιακοῦ κόλπου γήμασθαι τῷ Πηλεῖ καὶ Φθίαν τὸ περὶ τὸν κόλπον τοῦτον ὀνομάζεσθαι πάλαι διατεινόμενος, τοὺς δὲ ἄλλους δι' εὐδοξίαν τοῦ ἀνδρὸς ἐφελκομένους ἑαυτοῖς ἐπιψεύδεσθαι.

[6] Καὶ ἄλλως δὲ ἑαυτὸν ἐγγράφει τοῖς Αἰακίδαις Μενέσθιον ἑαυτοῦ προπάτορα καταφέρων τὸν Σπερχειοῦ παῖδα καὶ Πολυδώρας τῆς ἐκ Πηλέως, ὃς καὶ Ἀχιλλεῖ συνεστράτευσεν ἐν πρώτοις ἐπὶ Ἴλιον καὶ τῆς πρώτης τῶν Μυρμιδόνων διὰ τὸ συγγενὲς ἐξῆρχε μοίρας.

[7] Τῷ δ' Ἀχιλλεῖ πάντοθεν περιφυόμενος καὶ πανταχόθεν αὐτὸν τοῖς Αἰνιᾶσιν οἰκειούμενος τεκμήριον λαμβάνει πρὸς τοῖς ἄλλοις οἷς καταλέγει καὶ τὸν ἐναγισμὸν τὸν Νεοπτολέμῳ πεμπόμενον οὗ σύμπαντες, ὥς φησιν, Αἰνιᾶσιν ἐξεχώρησαν Θετταλοί, τὸ ἐγγυτέρους εἶναι τοῦ γένους προσμαρτυροῦντες."

[8] "Ἐκείνοις μὲν οὖν οὐδεὶς φθόνος" ἔφην "ὦ Χαρίκλεις, ἢ χαρίζεσθαι ταῦτα ἢ καὶ ἐπαληθεύειν ἑαυτοῖς, τὸν δὲ ἀρχιθέωρον εἰσκαλεῖσθαι πρόσταξον, ὡς ἔγωγε αὐτοῦ μανικῶς ἀνεπτέρωμαι πρὸς τὴν θέαν."

[35]

[1]    Ἐπένευσεν ὁ Χαρικλῆς καὶ εἰσῆλθεν ὁ νεανίσκος Ἀχίλλειόν τι τῷ ὄντι πνέων καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων· ὀρθὸς τὸν αὐχένα καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην πρὸς τὸ ὄρθιον ἀναχαιτίζων, ἡ ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες, ὀφθαλμὸς οὔπω μὲν χαροπὸς χαροπώτερον δὲ μελαινόμενος σοβαρόν τε ἅμα καὶ οὐκ ἀνέραστον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης.

[2] Ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ' αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν ἐγγένοιτο. "Γινέσθω" ἔφη ὁ Χαρικλῆς.

[3] Καὶ ἀνιστάμενος "ὄψει" ἔφη πρός με "καὶ τὴν Χαρίκλειαν τήμερον, εἰ μὴ πρότερον εἶδες, συμπαρεῖναι γὰρ καὶ τὴν ζάκορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς τοῦ Νεοπτολέμου πάτριον." Ἐμοὶ δὲ ἡ παῖς, ὦ Κνήμων, ἑωρᾶτο ἤδη πολλάκις καὶ θυσιῶν συνεφήπτετο καὶ λόγων ἱερῶν ἔστιν ὅτε ἐπύθετο, ἀλλ' ὅμως ἐσιώπων τὸ μέλλον ἀπεκδεχόμενος.

[4] Καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα, πάντα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. Ἐπεὶ δὲ ἡμεῖς τε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ ὁ νεανίας ἤδη τῶν ἱερῶν κατῆρχε, προκατευξαμένου τοῦ ἱερέως ἐκ τῶν ἀδύτων ἀναφθέγγεται ἡ Πυθία τοιάδε·

[5]    Τὴν χάριν ἐν πρώτοις αὐτὰρ κλέος ὕστατ' ἔχουσαν

   φράζεσθ', ὦ Δελφοί, τόν τε θεᾶς γενέτην·

   οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες

   ἵξοντ' ἠελίου πρὸς χθόνα κυανέην,

   τῇ περ ἀριστοβίων μέγ' ἀέθλιον ἐξάψονται

   λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.

[36]

[1]    Ταῦτα μὲν ὡς ἀνεῖπεν ὁ θεός, ἀμηχανία πλείστη τοὺς περιεστῶτας εἰσεδύετο τὸν χρησμὸν ὅ τι βούλοιτο φράζειν ἀποροῦντας· ἄλλος γὰρ πρὸς ἄλλο τι τὸ λόγιον ἔσπα καὶ ὡς ἕκαστος εἶχε βουλήσεως, οὕτω καὶ ὑπελάμβανεν.

[2] Οὔπω δὲ οὐδεὶς τῶν ἀληθῶν ἐφήπτετο, χρησμοὶ γὰρ καὶ ὄνειροι τὰ πολλὰ τοῖς τέλεσι κρίνονται, καὶ ἄλλως οἱ Δελφοὶ πρὸς τὴν πομπὴν ἐπτοημένοι μεγαλοπρεπῶς ηὐτρεπισμένην ἠπείγοντο, τὰ χρησθέντα πρὸς τὸ ἀκριβὲς ἀνιχνεύειν ἀμελήσαντες."