[1]
[1] Ὁ δὲ Καλάσιρις καὶ ὁ Κνήμων κατά τι τοῦ ἀνδρῶνος ἑαυτοὺς ἀναπαύσαντες ἐπειδὴ τὸ λειπόμενον τῆς νυκτὸς βράδιον μὲν ἢ ἐβούλοντο θᾶττον δὲ ἢ ᾤοντο διέδραμεν, οἷα δὴ παρά τε τὴν εὐωχίαν καὶ τὸ ἀπροσκορὲς μῆκος τῶν διηγημάτων τῆς πλείστης παρωχηκυίας, οὐδὲ ἀκριβῶς ἡμέραν ἀναμείναντες ὡς τὸν Ναυσικλέα παραγίνονται καὶ φράζειν ὅπη τὸν Θεαγένην τυγχάνειν οἴοιτο καὶ ἄγειν ὡς ὅτι τάχιστα παρεκάλουν· ὁ δὲ ἐπείθετο καὶ ἀναλαβὼν ἦγεν. Ἡ Χαρίκλεια δὲ πολλὰ συνέπεσθαι ἱκετεύουσα μένειν κατὰ χώραν ἐβιάσθη, ὡς οὔτε πόρρω που ἀφίξονται καὶ αὐτίκα σὺν τῷ Θεαγένει ἥξουσι διεγγυωμένου τοῦ Ναυσικλέους.
[2] Καὶ τὴν μὲν αὐτοῦ καταλείπουσι λύπης τε ἐπὶ τῷ χωρισμῷ καὶ χαρᾶς ἐπὶ τοῖς ἐλπιζομένοις ἐν μεταιχμίῳ σαλεύουσαν, αὐτοὶ δὲ ἄρτι τῆς κώμης ἐκτὸς γεγονότες καὶ τὰς ὄχθας τοῦ Νείλου παραμείβοντες κροκόδειλον ὁρῶσιν ἀπὸ τῶν δεξιῶν ἐπὶ θάτερα διερπύζοντα καὶ τῷ ῥείθρῳ τοῦ ποταμοῦ σὺν ὀξείᾳ τῇ ῥύμῃ καταδυόμενον. Οἱ μὲν δὴ ἄλλοι συνήθως τε καὶ ἀθορύβως τὸ ὀφθὲν ἦγον πλὴν ὅσον ὁ Καλάσιρις κώλυμά τι τῶν καθ' ὁδὸν ἐπισημαίνεσθαι προὔλεγεν, ὁ δὲ Κνήμων καὶ σφόδρα ἐπτοεῖτο πρὸς τὴν ὄψιν οὐδ' ἀκριβῶς αὐτῷ τοῦ ζῴου φανέντος ἀλλὰ σκιᾶς αὐτὸν πλέον χθαμαλῆς ὑποδραμούσης καὶ ὀλίγου ἔδει καὶ ὑποφεύγειν.
[3] Ὁ δὴ Καλάσιρις ὅσον πλεῖστον τοῦ Ναυσικλέους ἐκγελῶντος "Ὦ Κνήμων" ἔφη, "ἐγὼ δὲ ᾤμην νύκτωρ σοι μόνον τὴν δειλίαν ἐνοχλεῖν καὶ πρὸς τοῦ σκότους σοι τὸ ψοφοδεὲς ἐπιγίνεσθαι, σὺ δὲ ἄρα καὶ μεθ' ἡμέραν ἦσθα λίαν, ὡς ἔοικε, τολμηρός· καὶ οὐκ ὀνόματά σοι μόνον ἀκουόμενα ἤδη δὲ καὶ θεάματα τῶν ἐν ποσὶ καὶ ἀδεᾶ τάραχον ἐμβάλλει." "Καὶ τίνος θεῶν" ἔφη ὁ Ναυσικλῆς "ἢ τίνος δαιμόνων ἀκούων τὴν ἐπωνυμίαν ὁ χρηστὸς ἡμῖν οὗτος οὐκ ἀνέχεται;"
[4] "Εἰ μὲν καὶ θεῶν" ἀπεκρίνατο "ἢ δαιμόνων, οὐκ ἔχω λέγειν· ἀνθρώπου δὲ καὶ ὃ πλέον οὐδὲ ἀνδρός τινος ἢ τῶν ἐπ' ἀνδρείᾳ βεβοημένων ἀλλὰ γυναικὸς καὶ ταύτης νεκρᾶς, ὡς αὐτός φησιν, εἴ τις λέγει τοὔνομα πέφρικε. Τῆς γοῦν νυκτὸς καθ' ἣν ἀπὸ τῶν βουκόλων ἐπέστης ἀνασῴζων ἡμῖν, ὦ 'γαθέ, τὴν Χαρίκλειαν οὐκ οἶδ' ὅπως ἢ ὅθεν οὗ λέγω τούτου παρακηκοὼς τοῦ ὀνόματος οὐδὲ ὅσον πρὸς βραχὺ γοῦν ὕπνου μοι μεταλαβεῖν ἐνέδωκε, συνεχὲς ὑπὸ τοῦ δέους ἐκθνήσκων καί μου πράγματα ἔχοντος ὥστε ἀναλαμβάνειν. Καὶ εἰ μὴ λυπεῖν αὐτὸν ἢ πτοεῖν ἔμελλον, εἶπον ἂν καὶ νῦν τοὔνομα, ὦ Ναυσίκλεις, ὡς ἂν πλέον γελῴης." Καὶ ἅμα ἐπῆγε τὴν Θίσβην.
[2]
[1] Καὶ ὁ Ναυσικλῆς ἐγέλα μὲν οὐκέτι συνεστάλη δὲ πρὸς τὴν ἀκοὴν καὶ σύννους ἐπὶ πλεῖστον εἱστήκει, διαπορῶν προφάσεως ἐκ ποίας ὁ Κνήμων ἢ τίνος κοινωνίας ἢ τί πεπόνθοι πρὸς τοὔνομα τῆς Θίσβης. Ἐξεκάγχασε δὴ πρὸς ταῦτα ὁ Κνήμων καὶ "Ὦ 'γαθὲ Καλάσιρι, ὁρᾷς" εἶπεν "ὅση τις τοῦ ὀνόματος ἡ δύναμις καὶ ὡς οὐκ ἐμοὶ μόνῳ μορμολυκεῖον, ὡς αὐτὸς φῄς, ἀλλ' ἤδη καὶ Ναυσικλεῖ γίνεται; μᾶλλον δὲ καὶ ὁλοσχερὴς γέγονε τοῦ πάθους μετάστασις· καὶ τοὔμπαλιν ἐγὼ μὲν γελῶ, γινώσκων οὐκέτ' οὖσαν, ὁ δὲ γεννάδας ἡμῖν Ναυσικλῆς καὶ πολλῷ γέλωτι τῶν ἄλλων κατατωθάζων ἐστύγνακε."
[2] "Πέπαυσο" ἔφη ὁ Ναυσικλῆς· "καὶ ἅλις σοι τῆς εἰς ἐμὲ ἀμύνης, ὦ Κνήμων. Ἀλλὰ πρὸς ξενίων καὶ φιλίων θεῶν, πρὸς ἁλῶν καὶ τραπέζης ὧν, ὡς οἶμαι, φιλανθρώπων ἐν ἡμετέρου πεπείρασθε, πόθεν τὸ Θίσβης ὄνομα εἴτε γνωρίζετε εἴτε πεφόβησθε εἴτε παιδιὰν ἐμὲ πεποίησθε, καταμηνύσατε." Καὶ ὁ Καλάσιρις "Σὸς" ἔφη "ὁ λόγος, ὦ Κνήμων, ὃν πολλάκις μοι διελθεῖν γνῶσίν τε τῶν κατὰ σεαυτὸν παρασχεῖν ἐπαγγειλάμενος εἰς δεῦρό τε ποικίλαις ἀεὶ διαδύσεσιν ὑπερθέμενος ἐν καιρῷ λέγοις ἂν τὸ παρόν, Ναυσικλεῖ τε ἅμα τῷδε χαριζόμενος καὶ ἡμῖν τὸν πόνον τῆς ὁδοιπορίας ἐπικουφίζων καὶ τῷ διηγήματι παραπέμπων."
[3] Ἐπείθετο ὁ Κνήμων καὶ ἔλεγεν ἅπαντα ἐπιτέμνων ὅσα ἤδη τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ προδιηγήσατο, τὴν πατρίδα ὡς Ἀθηναῖος, τὸν πατέρα ὡς Ἀρίστιππος, τὴν Δημαινέτην ὅτι μητρυιὰ γεγόνοι· διῄει καὶ τὸν ἀθέμιτον ἐπ' αὐτῷ τῆς Δημαινέτης ἔρωτα καὶ ὡς ἀποτυγχάνουσα ἐπιβουλεύσειε, διάκονον εἰς τὴν ἐπιβουλὴν καθεῖσα τὴν Θίσβην· προσετίθει καὶ τὸν τρόπον καὶ ὅτι φυγαδευθείη τῆς ἐνεγκούσης, ὡς πατραλοίᾳ τοῦ δήμου ταύτην ζημίαν ἐπιθέντος, καὶ ὡς διάγοντι κατὰ τὴν Αἴγιναν πρῶτα μὲν Χαρίας τις τῶν συνεφήβων τὴν Δημαινέτην ὅτι τέθνηκε καὶ ὅπως ἐξαγγείλειε, τῆς Θίσβης κἀκείνῃ τὴν ἐπιβουλὴν συνθείσης, ἔπειτα Ἀντικλῆς ὅπως μὲν ὁ πατὴρ αὐτῷ δημεύσει τῶν ὄντων ὑποβληθείη, συστάντων ἐπ' αὐτὸν τῶν κατὰ γένος τῇ Δημαινέτῃ προσηκόντων καὶ πρὸς ὑπόνοιαν φόνου τὸν δῆμον κατ' αὐτοῦ κινησάντων, ὅπως δὲ ἡ Θίσβη τῶν Ἀθηνῶν ἀπέδρα σὺν τῷ ἐραστῇ τῷ ἐμπόρῳ τῷ Ναυκρατίτῃ.
[4] Καὶ τέλος ἐπῆγεν ὁ Κνήμων ὅτι σὺν τῷ Ἀντικλεῖ κατὰ ζήτησιν τῆς Θίσβης ἐκπλεύσας ὡς ἐπὶ τὴν Αἴγυπτον εἰ δή πως ἀνευρὼν ἀγαγών τε εἰς τὰς Ἀθήνας λύσειε μὲν τῷ πατρὶ τὴν συκοφαντίαν τιμωρήσαιτο δὲ ἐκείνην, καὶ πολλοῖς μὲν ἄλλοις κινδύνοις πολλαῖς δὲ τύχαις τοὺς μεταξὺ χρόνους περιπεσὼν ἁλοὺς δὲ καὶ ὑπὸ καταποντιστῶν εἶτά πως διαδρὰς καὶ Αἰγύπτῳ προσορμισθεὶς αὖθις ὑπὸ τῶν βουκόλων ληφθείη λῃστῶν· ἔνθα καὶ τὴν πρὸς Θεαγένην καὶ Χαρίκλειαν αὐτῷ γενέσθαι συντυχίαν, καὶ τὴν Θίσβης ἀναίρεσιν ἅμα καταλέγων καὶ τὰ ἐπὶ τούτοις ἑξῆς ἄχρι τῶν γνωριζομένων τῷ τε Καλασίριδι καὶ τῷ Ναυσικλεῖ πάντων.
[3]
[1] Ἐφ' οἷς ὁ Ναυσικλῆς μυρίας ἔστρεφε βουλὰς νῦν μὲν ἐξειπεῖν τὰ ἀμφ' αὐτῷ τε καὶ τῇ Θίσβῃ διανοούμενος νῦν δὲ εἰσαῦθις ὑπερθέσθαι κρίνων· καὶ τέλος μόγις ἐπέσχε, τὸ μέν τι αὐτὸς οὕτω δοκιμάζων τὸ δὲ καὶ ὑπὸ συντυχίας ἑτέρας ἐμποδισθείς. Ἄρτι γὰρ ἑξήκοντά που στάδια διανύσαντες καὶ ἤδη τῇ κώμῃ καθ' ἣν ὁ Μιτράνης διῆγε πλησιάζοντες γνωρίμῳ τινὶ τῶν Ναυσικλέους ἐντυγχάνουσι καὶ ὅποι προθυμοῖτο οὕτως ἐσπουδασμένως ἀνηρώτων.
[2] Ὁ δὲ "Ὦ Ναυσίκλεις" ἔφη "τὴν ὁρμὴν ἐκπυνθάνῃ τὴν ἐμὴν ὥσπερ ἀγνοῶν ὅτι μοι τὸ παρὸν πάντα πρὸς ἕνα σπουδάζεται σκοπόν, ὅπως ἂν Ἰσιάδι τῇ Χεμμίτιδι τὰ προσταττόμενα ὑπηρετοίμην· ἐκείνῃ γεωργῶ, πάντα ἐκείνῃ πορίζω, δι' ἐκείνην ἀγρυπνῶ νύκτα τε καὶ ἡμέραν οὐδὲν ἀπαγορεύων ‑ ἀλλά μοι ζημία καὶ μόχθος ‑ ὃ ἄν μοι ἐπιτάττῃ μέγα ἢ μικρὸν Ἰσιὰς ἐκείνη· καὶ νυνὶ δὲ θέω ὄρνιν τινὰ τοῦτον, ὡς ὁρᾷς, Νειλῶον φοινικόπτερον τῆς φιλτάτης ἐπίταγμα κομίζων."
[3] "Ὡς εὐγνώμονι" ἔφη ὁ Ναυσικλῆς "ἐρωμένῃ συμπέπλεξαι καὶ ὡς μικρὰ λίαν αὐτῆς τὰ ἐπιτάγματα, εἴ γε φοινικόπτερον ἀλλ' οὐκ αὐτόν σοι τὸν φοίνικα τὸν ἐξ Αἰθιόπων ἢ Ἰνδῶν ὡς ἡμᾶς ἀφικνούμενον ὄρνιν ἐπέταξεν." Καὶ ὃς "Ταῦτα μὲν ἐκείνη" ἔφη "χλεύην ἐμὲ συνήθως καὶ τὰ ἐμὰ πεποίηται. Ἀλλὰ ποῖ δὴ καὶ ὑμεῖς καὶ ἐπὶ τίνα τὴν χρείαν;"
[4] Ὡς δὲ ὅτι "παρὰ τὸν Μιτράνην ἐσπουδάκαμεν" ἀπεκρίναντο, "Ἀλλὰ μάτην ὑμῖν" ἔφη "καὶ εἰς κενὸν ἡ σπουδή, Μιτράνου τὰ νῦν κατὰ χώραν οὐκ ὄντος ἀλλ' ἐπὶ τοὺς Βήσσαν τὴν κώμην ἐνοικοῦντας βουκόλους ταύτης τῆς νυκτὸς ἐκστρατεύσαντος, ὅτι δή τινα νεανίσκον αἰχμάλωτον Ἕλληνα πρὸς Ὀροονδάτην εἰς τὴν Μέμφιν ἀπεσταλκότος, ὡς ἂν ἐκεῖθεν οἶμαι βασιλεῖ τῷ μεγάλῳ δῶρον ἀναχθείη, Βησσαεῖς καὶ ὁ τούτων ἔναγχος ἀποδειχθεὶς ἔξαρχος Θύαμις ἐξ ἐπιδρομῆς ἑλόντες ἔχουσι."
[4]
[1] Καὶ ὁ μὲν ἔτι λέγων παρέτρεχεν "Ἐμοὶ δὲ ἐπὶ τὴν Ἰσιάδα σπευστέον" εἰπών, "ἥ πού με νῦν πολλοῖς περισκοπεῖ τοῖς ὀφθαλμοῖς, μὴ δή τί μοι καὶ πρόσκρουσμα ἐρωτικὸν ἡ βραδυτὴς ἐνέγκῃ· δεινὴ δὲ ἐκείνη καὶ ἀπροφάσιστος αἰτίας ἐγκλήματά τε καὶ ἀκκισμοὺς ἀναπλάσαι κατ' ἐμοῦ." Οἱ δὲ ὡς τούτων ἤκουσαν ἀχανεῖς ἐπὶ πλεῖστον εἱστήκεσαν πρὸς τοῦ ἀνελπίστου τῆς ἀποτυχίας τῶν προσδοκηθέντων.
[2] Ἀλλ' ὀψέ ποτε αὐτοὺς ὁ Ναυσικλῆς ἀνελάμβανεν ὡς οὐ δέοι ‹διὰ› τὴν ἐπ' ὀλίγον καὶ πρὸς καιρὸν ἀποτυχίαν τέλεον ἀπεγνωκέναι [ἢ] τῶν ἐν χερσὶν ὑποτιθέμενος, ἀλλὰ νῦν μὲν χρῆναι εἰς τὴν Χέμμιν ἐπανιέναι τῶν δὲ πρακτέων ἐν ἐπισκέψει ἐχομένους καὶ ὡς πρὸς ἐκδημίαν πλείονα συνεσκευασμένους πρὸς τὴν τοῦ Θεαγένους ἐπιζήτησιν εἴτε παρὰ τοῖς βουκόλοις εἴτε καὶ παρ' ἄλλοις τισὶ πυνθάνοιντο τρέπεσθαι, ἀγαθὴν τῆς ἀνευρέσεως ἐλπίδα πανταχοῦ προβαλλομένους· ὡς καὶ νῦν οὐκ ἀθεεὶ γενέσθαι δοκεῖν τὸ δή τινι τῶν γνωρίμων ἐντυχόντας χειραγωγηθῆναι πρὸς τῶν ἀγγελθέντων ὅποι δεήσει τὸν Θεαγένην μαστεύειν τὴν ὁρμὴν τῆς πορείας οἷον ἐπὶ σκοπὸν τὴν βουκολικὴν κώμην τείνοντας.
[5]
[1] Ταῦτα λέγων οὐ χαλεπῶς ἔπειθεν, ἅμα τε οἶμαι καὶ ἑτέρας ἐλπίδος τοῖς ἀγγελθεῖσι συναναφαινομένης καὶ τοῦ Κνήμωνος πρὸς τὸν Καλάσιριν ἰδίᾳ πάνυ θαρσεῖν ὡς ὁ Θύαμις περισώσειε τὸν Θεαγένην διισχυριζομένου. Ἐδόκει οὖν ἐπανιέναι καὶ ἐπανῄεσαν τήν τε Χαρίκλειαν ἐπὶ τοῖς προθύροις καταλαμβάνουσι πόρρωθεν αὐτοὺς καὶ ἐκ πάντων κλιμάτων περισκοποῦσαν.
[2] Καὶ ὡς οὐδαμοῦ τὸν Θεαγένην σὺν αὐτοῖς ἑώρα λύγιόν τι ἀνακωκύουσα "Ἀλλ' ἦ μόνοι μοι" ἔφη, "ὦ πάτερ, καὶ οἵπερ ἐντεῦθεν ἐξωρμήκατε πάλιν ἐπάνιτε; Θεαγένης δὲ ἄρα ὡς ἔοικε τέθνηκεν. Εἴ τι φράζειν ἔχετε θᾶττον ἐξείπατε πρὸς θεῶν μηδὲ ἐπιτείνητέ μοι τὴν συμφορὰν παρολκῇ τῆς ἀγγελίας· ἔχει τι φιλάνθρωπον ὀξεῖα δυστυχημάτων δήλωσις, τὴν ὁμόσε χώρησιν πρὸς τὸ δεινὸν τῇ ψυχῇ καὶ ταχεῖαν ἀπάλγησιν παρασκευάζουσα."
[3] Ὑποτεμνόμενος δὴ δυσφοροῦσαν ἄγαν ὁ Κνήμων "Ὡς ἐργῶδές σου τοῦτο" ἔφη "ὦ Χαρίκλεια· ἐπίφορός πως ἀεὶ τυγχάνεις τὰ χείρονα μαντεύεσθαι καὶ ψεύδη γε ἅμα, καλῶς κατὰ τοῦτο ποιοῦσα. Θεαγένης γοῦν ἔστι καὶ σῴζεται θεῶν βουλομένων"· καὶ ὅπως καὶ παρὰ τίσιν, ἐπιτεμὼν ἔλεγε.
[4] Καὶ ὁ Καλάσιρις "Οὔπω ποτὲ ἠράσθης" εἶπεν "ἐξ ὧν λέγεις, ὦ Κνήμων· ἦ γὰρ ἂν ἔγνως ὡς καὶ τὰ ἀδεᾶ φοβερὰ τοῖς ἐρῶσι καὶ μόνοις ὀφθαλμοῖς μάρτυσι καταπιστεύουσιν ὑπὲρ τῶν παιδικῶν, ἡ δὲ ἐκείνων ἀπουσία δειλία τοῦτο ἤδη καὶ ἀγωνία ψυχαῖς ἐρωτικαῖς γίνεται· αἴτιον δέ, πεπείκασιν ἑαυτοὺς οὐκ ἄλλως πώποτε σφῶν ἀπολείπεσθαι τοὺς φιλτάτους μὴ οὐχὶ κωλύματος ἀηδοῦς ἐμποδίζοντος· ὥστε, ὦ φίλος, Χαρικλείᾳ μὲν ξυγγινώσκωμεν εὖ τὰ ἐρώτων πάθη καὶ ἀκριβῶς νοσούσῃ αὐτοὶ δὲ ἐντὸς θυρῶν γενόμενοι τῶν πρακτέων φροντίζωμεν."
[6]
[1] Καὶ ἅμα λαβόμενος τῆς χειρὸς μετὰ δή τινος πατρικῆς θεραπείας εἰσῆγε τὴν Χαρίκλειαν. Ὁ δὲ Ναυσικλῆς τὸ ἐντεῦθεν ἀνεῖναι τῶν φροντίδων αὐτοὺς βουλόμενος καί τι καὶ ἕτερον πραγματευόμενος ἑστίασίν τε λαμπροτέραν ἢ κατὰ τὸ εἰωθὸς παρεσκεύασε καὶ μόνοις σὺν τῇ θυγατρὶ τὸ συμπόσιον ἀφῆκεν ἁβροτέραν τε τοῦ εἰωθότος ὀφθῆναι τὴν παῖδα καλλωπίσας καὶ πολυτελέστερον κοσμήσας.
[2]
Κἀπειδὴ τῆς εὐωχίας ἱκανῶς ἔχειν ἐδόκει, λόγων πρὸς αὐτοὺς ἄρχεται τοιῶνδε "Ἐμοὶ" λέγων, "ὦ ξένοι, καὶ θεοὶ μάρτυρες τῶν λεχθησομένων, ἡδὺ μὲν καὶ εἴπερ αὐτοῦ τῇδε καὶ παρ' ἐμοὶ μένοντες ἐθέλοιτε τὸν πάντα διάγειν χρόνον ἐπὶ κοινοῖς μὲν τοῖς οὖσι κοινοῖς δὲ τοῖς φιλτάτοις, οὐ γὰρ ὡς ἐπιδήμους ξένους ἀλλὰ φίλους λοιπὸν εὔνους τε ἐμοὶ καὶ γνησίους νενομικὼς βάρος οὐδ' ὁτιοῦν ἅπαν τὸ εἰς ὑμᾶς ἐσόμενον ἡγήσομαι· ἕτοιμος δὲ καὶ τοὺς οἰκείους ἀναζητεῖν ὑμῖν βουλομένοις τὰ εἰς δύναμιν ἕως ἂν παρεῖναί με συμβαίνῃ συμπράττειν.
[3] Ἀλλὰ ἴστε που καὶ αὐτοὶ πάντως ὅτι μοι βίος ἐστὶν ἐμπορικὸς καὶ ταύτην γεωργῶ τὴν τέχνην καὶ ὡς λαμπροὶ ζέφυροι πάλαι καταπνέοντες ἀνέῳξαν μὲν εἰς ναυτιλίαν τὴν θάλατταν τὰ πλώιμα δὲ τοῖς ἐμπόροις εὐαγγελίζονται καί με καθάπερ κήρυγμα ἡ χρεία καλεῖ πρὸς τὴν εἰς Ἕλληνας ἐκδημίαν· δίκαια τοίνυν ἂν ποιοῖτε τί ποτε καὶ ὑμῖν βουλομένοις ἐστὶ κοινούμενοι, ὡς ἂν καὶ αὐτὸς πρὸς τὸν ὑμέτερον σκοπὸν τὰ κατ' ἐμαυτὸν διαθοίμην."
[7]
[1] Μικρὸν δὴ ἐφησυχάσας τοῖς εἰρημένοις ὁ Καλάσιρις "Ὦ Ναυσίκλεις" ἔφη, "σοὶ μὲν ἐπ' αἰσίοις ὁ ἔκπλους στέλλοιτο καὶ Ἑρμῆς μὲν Κερδῷος Ποσειδῶν δὲ Ἀσφάλειος συνέμποροι καὶ πομποὶ γίνοιντο πᾶν μὲν ἐπὶ πέλαγος εὔρουν καὶ εὐήνεμον παραπέμποντες πάντα δὲ ὅρμον εὐλίμενον καὶ πᾶσαν πόλιν εὐπρόσοδον καὶ φιλέμπορον ἀποφαίνοντες, οὕτως ἡμᾶς καὶ παρόντας περιέποντι καὶ ἀπιέναι βουλομένους πέμποντι καὶ τοὺς ξενίους τε καὶ φιλίους θεσμοὺς ἀκριβοῦντι.
[2] Ἀλλ' ἡμῖν ἀλγεινὸν μὲν ἴσως τὸ χωρίζεσθαι σοῦ τε καὶ οἰκίας τῆς σῆς ἣν ἰδίαν ἡμῶν ἡγεῖσθαι παρεσκεύασας, ἀναγκαῖον δὲ καὶ ἀπαραίτητον τῆς τῶν φιλτάτων ἀνευρέσεως παντοίως ἀντιλαμβάνεσθαι. Ἐμοὶ μὲν οὕτω καὶ Χαρικλείᾳ ταύτῃ, Κνήμωνι δὲ τίς ποτε ἡ γνώμη καὶ εἴτε συναλητεύειν ἡμῖν καὶ χαρίζεσθαι ἕτοιμος, εἴτε ἄλλῃ πη διέγνωκεν, αὐτὸς ἂν λέγοι παρών."
[3] Βουλόμενος δὴ ὁ Κνήμων πρὸς ταῦτα ἀποκρίνεσθαι καὶ μέλλων τι ἤδη καὶ φθέγγεσθαι ἔλυξέ τε αἰφνίδιον καὶ ἀθρόον αὐτῷ δάκρυ θερμὸν προχυθὲν ἐπεστόμιζε τὴν γλῶτταν ἕως ὀψέ ποτε τὸ πνεῦμα συλλεξάμενος καὶ ἐπιστενάξας "Ὢ πάσης" ἔφη "τροπῆς ἀνάμεστον καὶ ἀσταθμητότατον τύχης ἀνθρωπίνης κίνημα· ὅσην παλίρροιαν κακῶν ἐπί τε ἄλλων δὴ πολλῶν πολλάκις καὶ κατ' ἐμοῦ πεφιλοτίμησαι.
[4] Γένους με καὶ οἰκίας πατρῴας ἐστέρησας, πατρίδος καὶ πόλεως τῆς τῶν φιλτάτων ἐξένωσας, Αἰγυπτίᾳ με γῇ πολλὰ τὰ μεταξὺ σιωπῶντα προσώκειλας, λῃσταῖς βουκόλοις παρέδωκας, μικράν τινα χρηστὴν ἐλπίδα ὑπέφηνας ἀνδρῶν συντυχίαν δυστυχῶν μὲν καὶ τούτων πλὴν ἀλλ' Ἑλλήνων πρυτανεύσασα, μεθ' ὧν τὸ λειπόμενον τοῦ χρόνου βιώσεσθαι ἤλπιζον, καὶ ταύτην ὡς ἔοικεν ὑποτέμνῃ τὴν παραμυθίαν. [5] Ποῖ γὰρ τράπωμαι; τί δέ με καὶ χρὴ πράττειν; καταλίπω Χαρίκλειαν οὔπω Θεαγένην ἀνευρηκυῖαν; ἀλλὰ δεινόν, ὦ γῆ, καὶ ἀθέμιτον· ἀλλ' ἕπεσθαί με χρὴ καὶ συναναζητεῖν; εἰ μὲν ἐπὶ προδήλῳ τῇ εὑρέσει, καλὸν τὸ μοχθεῖν ἐπ' ἐλπίδι τοῦ κατορθώσειν· εἰ δὲ ἄδηλον τὸ μέλλον καὶ πλέον τὸ δυσχερές, ἄδηλον ποῖ ποτε καὶ στήσεταί μοι τὰ τῆς ἄλης.
[6] Τί δὲ οὐχὶ συγγνώμην παρ' ὑμῶν τε καὶ θεῶν φιλίων αἰτήσας νῦν γοῦν ποτε τῆς ἐπὶ τὴν πατρίδα καὶ τὸ γένος ἐπανόδου μνησθήσομαι, καιροῦ καὶ ταῦτα εἰς καλὸν ἔκ του θεῶν ὡς ἔοικε παραπεπτωκότος καὶ τουτουὶ Ναυσικλέους, ὡς ἔφη, εἰς Ἕλληνας ἀφήσειν μέλλοντος, μὴ δή μοί τι καὶ τοῦ πατρὸς ἐν τούτῳ παθόντος ἔρημος εἰς τὸ παντελὲς διαδόχου καὶ ἄκληρος ὁ οἶκος ἀπολειφθείη; καὶ γὰρ καὶ εἰ πένεσθαι μέλλοιμι, σῴζεσθαι γοῦν τι λείψανον δι' ἐμοῦ τῷ γένει καλὸν καὶ αὔταρκες.
[7] Ἀλλ' ὦ Χαρίκλεια, σοὶ γὰρ προηγουμένως ἀπολογοῦμαι, καὶ συγγνώμην αἰτῶ καὶ δέομαι δός· ἄχρι μὲν τῶν βουκόλων ἕψομαι μικρὸν ἐπιμεῖναι Ναυσικλέα κἂν σφόδρα ἐπείγηται παρακαλέσας, εἴ πώς σε Θεαγένει παρὼν ἐγχειρίσας χρηστὸς μὲν παρακαταθήκης φύλαξ ἀποδειχθείην ἐπὶ χρησταῖς δὲ καὶ αὐτὸς ταῖς μελλούσαις ἐλπίσι μετὰ ἀγαθοῦ τοῦ συνειδότος χωριζοίμην· εἰ δὲ ἀποτύχοιμεν, ὃ μὴ γένοιτο, καὶ οὕτω συγγνωστὸς οὔτοι γε δὴ μόνην σε οὐδὲ τότε καταλιπὼν ἀλλ' ἀγαθόν σοι φύλακα καὶ πατέρα Καλάσιριν τουτονὶ παρακαταστήσας."
[8] Ἡ δὲ Χαρίκλεια τόν τε Κνήμωνα ἐκ πολλῶν ἤδη συμβάλλουσα τοῦ Ναυσικλέους ἐπὶ τὸ θυγάτριον ἐπτοημένον, ὀξὺς γὰρ ὁ ἐρῶν φωράσαι τὸν ἀπὸ τῶν ἴσων παθῶν κεκρατημένον, καὶ τὸν Ναυσικλέα πρὸς τῶν ὑπ' αὐτοῦ λεχθέντων συνεῖσα ὡς ἀσμένῳ γένοιτο ἂν τὸ κῆδος καὶ πάλαι τοῦτο πραγματεύεται καὶ τὸν Κνήμωνα ἐμπορεύεται ποικίλως ἐφελκόμενος καὶ ἅμα οὐδὲ εὐπρεπῆ λοιπὸν τῆς ὁδοῦ κοινωνὸν οὐδὲ ἀνύποπτον ἡγουμένη τὸν Κνήμωνα "Ὡς δὴ σοὶ φίλον" ἔφη, "τῆς μὲν ἐπὶ τοῖς προϋπηργμένοις παρὰ σοῦ χρηστοῖς εἰς ἡμᾶς χάριτος κεχρεωστημένης καὶ ὁμολογουμένης, ἐπὶ δὲ τοῖς λειπομένοις οὐ πάντως ἐπούσης ἀνάγκης τὰ ἡμέτερα ἐκφροντίζειν οὐδὲ ἀλλοτρίαις τύχαις καὶ ἄκοντα συναποκινδυνεύειν.
[9] Ἀλλὰ σὺ μὲν Ἀθήνας τε τὰς σὰς καὶ γένος καὶ οἶκον τὸν σὸν κομίσαιο, Ναυσικλέα τουτονὶ καὶ τὴν δι' αὐτοῦ παραπεσοῦσαν, ὡς φής, πρόφασιν μηδαμῶς παρωσάμενος· ἐγὼ δὲ καὶ Καλάσιρις πρὸς τὰ συμπίπτοντα μαχεσόμεθα ἕως ἂν τὸ τέλος τῆς πλάνης εὕρωμεν, εἰ καὶ ἀνθρώπων μηδεὶς συνεφάπτοιτο, θεοὺς συνεμπόρους ἔχειν καταπιστεύοντες."
[8]
[1] Ὑπολαβὼν δὲ πρὸς ταῦτα ὁ Ναυσικλῆς "Χαρικλείᾳ μὲν" ἔφη "κατ' εὐχὰς ἀποβαίη καὶ θεοὶ συνέμποροι κατὰ τὴν αὐτῆς αἴτησιν γίνοιντο καὶ τοὺς οἰκείους κομίζοιτο, οὕτως οὖσα γενναία μὲν τὸ λῆμα συνετὴ δὲ τὸ φρόνημα. Σὺ δέ, ὦ Κνήμων, μήτε εἰ Θίσβην οὐκ ἄγεις εἰς τὰς Ἀθήνας ἄσχαλλε καὶ ταῦτα ἔχων ὑπόδικον ἐμὲ τουτονὶ τῆς κατ' ἐκείνην ἁρπαγῆς καὶ τῆς ἐκ τῶν Ἀθηνῶν ὑπεξαγωγῆς, ὁ γὰρ ἔμπορος ὁ Ναυκρατίτης ὁ Θίσβης ἐραστὴς οὗτος ἐγώ, μήτε πενίαν ὀδύρου πτωχεύσειν ἔτι προσδοκήσας· εἰ γὰρ σοὶ φίλον ὡς καὶ ἐμοὶ φανείη, χρημάτων τε εὐπορήσεις συχνῶν οἶκόν τε ἀπολήψῃ καὶ πατρίδα τὴν σὴν ἐμοῦ κατάγοντος, γῆμαί τε βουλομένῳ θυγατέρα ταυτηνὶ τὴν ἐμὴν ἁρμόζω Ναυσίκλειαν, προῖκα ἐπιδιδοὺς αὐτὸς μὲν πλείστην ὅσην, τὴν παρὰ σοῦ δὲ πάλιν εἰληφέναι κρίνων ἐξ οὗ γένος καὶ οἶκον καὶ ἔθνος τὸ σὸν ἐγνώρισα."
[2] Πρὸς ταῦτα οὐδὲ πρὸς βραχὺ διαμελλήσας ὁ Κνήμων, ἀλλ' ἃ πάλαι δι' εὐχῆς τε καὶ ἐπιθυμίας ἔχων [ἃ] οὐκ ἤλπιζε, ταῦτα ὑπὲρ εὐχὴν ἀπροσδόκητα λαμβάνων "Ἅπαντα" ἔφη "δέδεγμαι, ἃ καταγγέλλεις, ἄσμενος"· καὶ ἅμα τὴν δεξιὰν προτείνοντι τὸ θυγάτριον ὁ Ναυσικλῆς ἐνεχείριζε καὶ κατηγγύα, καὶ τὸν ὑμέναιον ᾄδεσθαι πρὸς τῶν οἰκείων ἐγκελευσάμενος χορείας ἐν πρώτοις ἐξῆρχεν εἰς αὐτοσχέδιον γάμον τὸ παρὸν συμπόσιον ἀναδείξας.
[3] Οἱ μὲν δὴ ἄλλοι πρὸς χοροῖς ἦσαν καὶ τὸν ὑμέναιον ἀπρόσκλητον ἐπὶ τοῖς θαλάμοις ἐκώμαζον καὶ γαμήλιος παννυχὶς τὴν οἰκίαν κατέλαμπεν, ἡ Χαρίκλεια δὲ χωρισθεῖσα μόνη τῶν ἄλλων ἐπὶ τὸ σύνηθες ἔρχεται δωμάτιον καὶ τὰς θύρας εἰς τὸ ἀσφαλὲς ἐπικλεισαμένη πρὸς οὐδενός τε ὀχλεῖσθαι πιστεύουσα βάκχιόν τι οἰστρηθεῖσα τάς τε κόμας ἀφειδῶς λύεται καὶ θοιμάτιον περιρρηξαμένη "Φέρε" ἔφη "καὶ ἡμεῖς δαίμονι τῷ εἰληχότι χορεύσωμεν κατὰ τὸν ἐκείνου τρόπον· ᾄσωμεν αὐτῷ θρήνους καὶ γόους ὑπορχησώμεθα ζόφος δὲ ἐπιχείσθω καὶ νὺξ ἀλαμπὴς ἡγείσθω τῶν δρωμένων, τοῦδε τοῦ λύχνου τῇ γῇ προσαραχθέντος.
[4] Οἵας γὰρ δὴ καὶ ἐφ' ἡμῖν τὰς παστάδας ἐπήξατο· οἷον τὸν θάλαμον ἀνέδειξε· μόνην μὲν ἔχει με καὶ ἀνύμφευτον, τοῦ δὲ μέχρις ὀνόματος νυμφίου Θεαγένους, οἴμοι, χηρεύει. Κνήμων γαμεῖ, Θεαγένης δὲ ἀλητεύει καὶ ταῦτα αἰχμάλωτος ἢ τάχα καὶ δέσμιος· καὶ ταῦτα ἂν εἴη τὰ εὐτυχέστερα, σῴζοιτο μόνον. Ναυσίκλεια νυμφεύεται κἀμοῦ διέζευκται ἡ μέχρι τῆς παρελθούσης ὁμόκοιτος, Χαρίκλεια δὲ μόνη καὶ ἔρημος.
[5] Καὶ οὐ τῶν ἐπ' ἐκείνοις ἡμῖν μέμψις, ὦ τύχη καὶ δαίμονες, ἀλλὰ καὶ πράττοιεν κατὰ γνώμην, τῶν δὲ καθ' ἡμᾶς ὅτι μὴ τούτοις ἡμῖν ἐξ ἴσου κέχρησθε. Οὕτω τὸ δρᾶμα τὸ περὶ ἡμᾶς εἰς ἄπειρον ἐμηκύνατε καὶ πᾶσαν λοιπὸν σκηνὴν ὑπερφθέγγεται. Ἀλλὰ τί ταῦτα ἀωρὶ θεηλατοῦμαι; τελείσθω καὶ τὰ ἑξῆς ὅπη τοῖς θεοῖς φίλον.
[6] Ἀλλ' ὦ Θεάγενες, ὦ μόνη μοι γλυκεῖα φροντίς, εἰ μὲν τέθνηκας καὶ τοῦτο πεισθείην ὃ μήποτε γνοίην, τότε μέν σοι συνεῖναι οὐχ ὑπερθήσομαι· τὸ παρὸν δέ σοι τάσδε ἐπιφέρω χοάς", καὶ ἅμα ἔτιλλε τὰς τρίχας καὶ ἐπὶ κλίνην ἐπέβαλλε, "καὶ τάσδε ἀποχέω τὰς σπονδὰς ἐκ τῶν σοι φίλων ὀφθαλμῶν", καὶ αὐτίκα διάβροχος ἦν ἡ στρωμνὴ τοῖς δάκρυσιν. "Εἰ δέ μοι περισῴζῃ καλῶς γε ποιῶν, δεῦρο καὶ συνανάπαυσαι φίλος, ὄναρ γοῦν ὀφθείς· φείδου δὲ καὶ τότε, ὦ 'γαθέ, καὶ φύλαττε νομίμῳ γάμῳ τὴν σὴν παρθένον· ἰδού σε καὶ περιπτύσσομαι, παρεῖναι καὶ ὁρᾶν ὑποτιθεμένη."
[9]
[1] Καὶ ἅμα λέγουσα ῥίπτει κατὰ τῆς κλίνης ἐπὶ πρόσωπον ἑαυτὴν ἀθρόον καὶ περιχυθεῖσα περιέβαλλε λύζουσά τε καὶ βρύχιον ἀναστένουσα, ἕως αὐτὴν ὑπὸ τῆς ἄγαν λύπης ἀχλύς τε καὶ ἴλιγγος ὑποδραμὼν καὶ τὸ νοερὸν τῆς ψυχῆς ζοφώσας πρὸς ὕπνον ἔλαθεν ὑποφέρων καὶ εἰς ἡμέραν ἤδη λαμπρὰν κατέχων, ὥστε καὶ ὁ Καλάσιρις θαυμάζων καὶ παρά γε τὸ εἰωθὸς οὐχ ὁρωμένην ἐπιζητῶν ἐπὶ τὸν θάλαμον ἀφικόμενος ἔπαιέ τε σφοδρότερον τὰς θύρας καὶ ὀνομαστὶ συνεχῶς Χαρίκλειαν ἀνακαλῶν ἀφύπνιζεν.
[2] Ἡ δὲ πρὸς τὸ αἰφνίδιον τῆς κλήσεως διεταράχθη τε καὶ ὡς κατελήφθη σχήματος ἐπὶ τὰς θύρας ὁρμήσασα τόν τε μοχλὸν παρήνεγκε καὶ πρὸς εἴσοδον τῷ πρεσβύτῃ διέστελλεν. Ὁ δὲ ὡς εἶδε τῆς τε κόμης τὸ ἄτακτον καὶ τὸν χιτῶνα κατερρωγότα περὶ τοῖς στήθεσι καὶ ὄμμα ἔτι κυμαῖνον καὶ τὸ πρὸ τῶν ὕπνων ἐμμανὲς ἐπισημαῖνον, συνίησι μὲν τὴν αἰτίαν ἀγαγὼν δὲ αὖθις ἐπὶ τὴν κλίνην καὶ καθίσας ἐφεστρίδα τε ἐπέβαλλε καὶ πρὸς τὸ εὔσχημον περιστείλας, [3] "Τί ταῦτα" ἔφη "Χαρίκλεια; τί λίαν οὕτω καὶ ἄμετρα δυσφορεῖς; τί δὲ οὕτως ἐκφρόνως ἥττων γίνῃ τῶν προσπιπτόντων; οὐδέ σε γνωρίζω τὸ παρόν, ἀεὶ γενναίαν καὶ σώφρονα τύχας ἐνεγκεῖν τὸ πρόσθεν ἐγνωκώς. Οὐ παύσῃ τῆς ἄγαν ταύτης ἀνοίας; οὐκ ἐννοήσεις ἄνθρωπος οὖσα, πρᾶγμα ἀστάθμητον καὶ ὀξείας ῥοπὰς ἐφ' ἑκάτερα λαμβάνον; τί σαυτὴν προαναιρεῖς βελτιόνων ἴσως ἐλπίδων; φεῖσαι καὶ ἡμῶν, ὦ τέκνον, φεῖσαι, εἰ μή γε σαυτῆς, ἀλλὰ γοῦν Θεαγένους, ᾧ βίος ὁ σὺν σοὶ μόνος αἱρετὸς καὶ ἐπὶ σοὶ σῳζομένῃ τὸ εἶναι κέρδος."
[4] Ἠρυθρία τούτων ἀκούουσα ἡ Χαρίκλεια, καὶ πλέον ἐν οἵοις κατείληπτο ἐννοοῦσα· σιωπήσασά τε ἐπὶ πλεῖστον, ὡς ἐνέκειτο πρὸς τὴν ἀπόκρισιν ὁ Καλάσιρις, "Ἀληθῆ μὲν" ἔφη "ἐπιτιμᾷς, ἀλλ' ἴσως ἐμοὶ συγγνωστά, ὦ πάτερ· οὐ γάρ με δημώδης οὐδὲ νεωτερίζουσά τις ἐπιθυμία πρὸς ταῦτα ἐξάγει τὴν ἀθλίαν ἀλλὰ καθαρός τε καὶ σωφρονῶν ἀπειράτου μὲν ἀλλ' ἔμοιγε ἀνδρὸς πόθος καὶ τούτου Θεαγένους, λυποῦντος μὲν καὶ ὅτι μὴ σύνεστι πλέον δὲ εἰ περίεστιν ἢ μή, φοβοῦντος."
[5] "Ἀλλὰ τούτου γε ἕνεκα θάρσει" ἔλεγεν ὁ Καλάσιρις, "ὡς ὄντος ἐκείνου καί σοι συνεσομένου θεῶν νευόντων, εἴπερ τι χρὴ τοῖς τε προθεσπισθεῖσι περὶ ὑμῶν (χρὴ δέ) πιστεύειν καὶ τῷ διαγγείλαντι χθιζὸν ὡς εἴληπται ὑπὸ Θυάμιδος εἰς τὴν Μέμφιν ἀναπεμπόμενος. Εἰ δὲ εἴληπται, δῆλον ὡς καὶ σῴζεται φιλίας αὐτῷ πρὸς τὸν Θύαμιν καὶ γνώσεως προϋπαρχούσης. Καιρὸς δὴ μὴ μέλλειν, ἀλλὰ σπευστέον ὡς ἔνεστιν ἡμῖν τάχους ἐπὶ Βήσσαν τὴν κώμην καὶ ἀναζητητέον σοὶ μὲν τὸν Θεαγένην ἐμοὶ δὲ πρὸς τούτῳ καὶ τὸν υἱόν· οἶσθά που πάντως προακηκουῖα παῖδα ἐμὸν εἶναι τὸν Θύαμιν."
[6] Καὶ ἡ Χαρίκλεια γενομένη σύννους "Εἰ μὲν δὴ" ἔφη "παῖς ἐστί σοι Θύαμις καὶ ἔστιν ὁ σὸς ἀλλὰ μὴ ἑτέρου καὶ ἄλλος, νῦν μὲν δὴ τὰ ἡμέτερα πρὸς κίνδυνον ἐλαύνει τὸν μέγιστον." Θαυμάσαντος δὲ καὶ τὴν αἰτίαν ἐρομένου τοῦ Καλασίριδος "Οἶσθα" εἶπεν "ὡς αἰχμάλωτος ἐλήφθην ὑπὸ τῶν βουκόλων· ἐκεῖ τοίνυν καὶ τὸν Θύαμιν ἐπηγάγετο πρὸς τὸν κατ' ἐμοῦ πόθον ἡ δυστυχῶς μοι προσεῖναι δοκοῦσα τῶν ὄψεων ὥρα, καὶ δέος, εἰ ἀναζητοῦντες ἐντύχοιμεν, μὴ ὀφθεῖσαν ἐκείνην εἶναί με ταύτην ὑπομνησθείς, τὸν γάμον ὃν τότε μοι προτεινόμενον παρ' αὐτοῦ διεκρουσάμην ἐπινοίαις εἰς ἔργον ἄγειν βιάσηται."
[7] Καὶ ὁ Καλάσιρις "Μὴ οὕτω μέν ποτε" φησὶν "ἐπιθυμία κρατήσειεν ὡς καὶ τὴν πατρῴαν ὄψιν ὁρωμένην ὑπεροφθῆναι καὶ ὄμμα τοῦ φύντος μὴ καταιδέσαι τὸν παῖδα κολάσαι τὴν εἴπερ καὶ ἔστιν οὐκ ἔννομον ὄρεξιν· ὅμως δ' οὖν, κωλύει γὰρ οὐδέν, τί οὐχὶ καὶ μηχανήν τινα πρὸς περιγραφὴν τῶν φοβούντων ἐπινοεῖς; δεινὴ δέ τις ἔοικας εἶναι σοφιστεῦσαι κατὰ τῶν ἐπιχειρούντων διαδύσεις τε καὶ ὑπερθέσεις."
[10]
[1] Ἀνείθη πρὸς ταῦτα μικρὸν ἡ Χαρίκλεια καὶ "Εἰ μὲν ἀληθεύεις" εἶπεν "ἢ παιδιάν με πεποίησαι, παρείσθω τὸ παρόν· ἐγὼ δὲ τέχνην ἅμα τῷ Θεαγένει μὲν καὶ πρότερον ἐπιχειρηθεῖσαν ὑπὸ δὲ τῆς τότε τύχης διακοπεῖσαν εἰσηγήσομαι καὶ νῦν ἐπ' ἀμείνοσι ταῖς τύχαις· τῆς γὰρ νήσου τῆς βουκολικῆς ἀποδρᾶναι διανοηθεῖσιν ἐδόκει τὴν ἐσθῆτα μεταμφιασαμένους ἐς τὸ λυπρότατον καὶ πτωχοῖς ἑαυτοὺς ἀπεικάσαντας οὕτως ἐπιμίγνυσθαι κώμαις τε καὶ πόλεσιν.
[2] Εἰ δὴ συναρέσκει πλαττώμεθα τὸ σχῆμα καὶ πτωχεύωμεν, οὕτω γὰρ ἧττόν τε ἐπιβουλευσόμεθα πρὸς τῶν ἐντυγχανόντων ‑ ἀσφάλεια γὰρ ἐν τοῖς τοιούτοις ἡ εὐτέλεια καὶ οἴκτου μᾶλλον ἢ φθόνου πέλας ἡ πενία ‑ τῆς τε καθ' ἡμέραν ἀναγκαίου τροφῆς ῥᾷον εὐπορήσομεν, ξένῃ γὰρ ἐν γῇ τὸ μὲν ὤνιον σπάνιον τοῖς ἀγνοοῦσι τὸ δὲ αἰτούμενον εὐμετάδοτον τοῖς ἐλεοῦσιν."
[11]
[1] Ἐπῄνει ταῦτα ὁ Καλάσιρις καὶ ἔχεσθαι τῆς ὁδοιπορίας ἐπέσπευδε, τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνήμωνα ἐντυγχάνοντες τήν τε ἔξοδον κοινωσάμενοι εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον καίτοι διδόμενον οὔτε ἀνθρώπων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων καὶ ἄλλου τῆς οἰκίας πλήθους· προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια πολλὰ τὸν πατέρα ἐπιτρέψαι καθικετεύσασα τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθείσης.
[2] Καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευταῖα κατὰ γένος καὶ τὰς δεξιὰς ἐνέβαλλον ἐπιδακρύσαντές τε ὅσον πλεῖστον καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων ἐπικαταλήψεσθαί τε εἰ καιρὸς γένοιτο πλαττομένου, διεχωρίσθησαν, οἱ μὲν ἐπὶ Χέμμιν·
[3] ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς τὸ πτωχικὸν πλάσμα μετημφιέννυντο ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελίσαντες, ἔπειτα ἡ μὲν Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισοβοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον χρειωδέστερον δὲ τῆς ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο.
[4] Ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ τόξον τῆς νευρᾶς παραλύσας ἐπειδὴ τάχιστα πρὸς τὸ εὐθύτερον ἀνεκάμφθη βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων, καὶ εἴ πή τισιν ἐντευξόμενος προΐδοι κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπηνάγκαζε καὶ τοῖν σκέλοιν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ' ὅτε χειραγωγούμενος.
[12]
[1] Κἀπειδὴ τὰ τῆς ὑποκρίσεως αὐτοῖς διηκρίβωτο, μικρὰ καὶ ἐπισκώψαντες εἰς ἀλλήλους καὶ ὡς πρέποι τὸ σχῆμα θάτερος θατέρῳ ἐπιχλευάσαντες τόν τε εἰληχότα δαίμονα στῆσαι τὰ δεινὰ μέχρι γοῦν τούτων καὶ ἀρκεσθῆναι παρακαλέσαντες, ἔσπευδον ἐπὶ Βήσσαν τὴν κώμην οὗ τὸν Θεαγένην καὶ τὸν Θύαμιν εὑρήσειν ἐλπίσαντες ἀπετύγχανον.
[2] Ἄρτι γὰρ τῇ Βήσσῃ περὶ δύσιν ἡλίου πλησιάζοντες πλῆθός τι κείμενον νεκρῶν ὁρῶσι νεοσφαγῶν, τῶν μὲν πλειόνων Περσῶν εἶναι τῇ στολῇ τε καὶ καθοπλίσει γνωριζομένων ὀλίγων δὲ τινῶν ἐγχωρίων· καὶ πολέμου μὲν εἶναι τὸ δρᾶμα εἴκαζον, τίνων δὲ ἢ πρὸς τίνας ἠπόρουν, ἕως ἐπιπαριόντες τοὺς νεκροὺς καὶ ἅμα περισκοποῦντες μή πού τις κεῖται καὶ τῶν οἰκείων ‑ δειλαὶ γὰρ αἱ ψυχαὶ περὶ τοῖς φιλτάτοις τὰ δεινότερα μαντεύεσθαι ‑ γυναίῳ προστυγχάνουσι πρεσβυτικῷ, σώματι τῶν ἐγχωρίων προσπεφυκότι καὶ παντοίους ἐγείροντι θρήνους.
[3] Ἔγνωσαν οὖν ἐπιχειρεῖν τι παρὰ τῆς πρεσβύτιδος, εἰ οἷόν τε, ἐκμανθάνειν· καὶ παρακαθισάμενοι πρῶτα μὲν παραμυθεῖσθαί τε καὶ καταστέλλειν τὸν ἄγαν θρῆνον ἐπειρῶντο· ἔπειτα προσιεμένης, ὅντινα πενθοίη καὶ τίς ὁ πόλεμος ἠρώτων, τοῦ Καλασίριδος πρὸς τὸ γύναιον αἰγυπτιάζοντος. Ἡ δὲ ἔλεγεν ἅπαντα ἐπιτέμνουσα· ἐφ' υἱῷ μὲν εἶναι κειμένῳ τὸ πένθος καὶ ἐπιτετηδευκέναι τὴν εἰς τοὺς νεκροὺς ἄφιξιν εἴ πή τις διελάσας τοῦ ζῆν ἀπαλλάξειε, τέως μέντοι τὰ νομιζόμενα τῷ παιδὶ ἐκ τῶν ἐνόντων δακρύουσάν τε καὶ θρηνοῦσαν ἐπιφέρειν.
[13]
[1] Τὸν πόλεμον δὲ ἔλεγεν ὧδε. "Ἤγετο ξένος νεανίας τις κάλλει τε καὶ μεγέθει διαφέρων ὡς Ὀροονδάτην τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν, ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου ληφθεὶς αἰχμάλωτος ὥς τι τῶν μεγίστων δῶρον ὡς φασί. Τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί" δείξασα τὴν ἐχομένην "ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ' οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες.
[2] Ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος καὶ κατὰ τὸ εἰκὸς ἀγανακτήσας ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. Καὶ (ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις ἄλλας τε κἀμὲ τὸ παρὸν ἀνδρῶν τε καὶ παίδων χηρώσαντες), ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο προλοχίζουσί τέ τινας ἐνέδρας καὶ δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἱ μὲν κατὰ στόμα ἐκ τοῦ εὐθέος μαχόμενοι οἱ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες.
[3] Καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες, οἷα δὴ κυκλωθέντες καὶ οὐδὲ φυγῆς τόπων εὐμοιρήσαντες, πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι· καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ βουλήσει δαίμονος καὶ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς· καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν."
[4] Ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις· καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασιλέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ' εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χερὶ πεφραγμένου καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος τὴν κώμην καὶ πανωλεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος.
[5] "Οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπτοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν, εἰ δυνατόν, ἰάσασθαι καὶ φθῆναι τὴν Ὀροονδάτου παρασκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν κἀκεῖνον εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτὸν ὡς φασὶν Αἰθιοπικοῦ τανῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστήσασθαι τῶν ὑπερμαχομένων ἔρημον καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρὸν καὶ προσκατορθῶσαι τῷ Θυάμιδι λῃστάρχῳ τῷ σφῶν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παρ' ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνακομίσασθαι· ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι.
[6] Ἀλλ' ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε;" "Εἰς τὴν κώμην" ὁ Καλάσιρις εἶπεν. Ἡ δὲ "Οὐκ ἀσφαλὲς ὑμῖν" ἔφη "τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις ἐπιμίξαι τοῖς ὑπολειπομένοις." "Ἀλλ' εἰ ξεναγοίης" ἔφη ὁ Καλάσιρις "οὐκ ἀπ' ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας." "Οὔ μοι καιρός" ἀπεκρίνατο ἡ πρεσβῦτις, "νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. Ἀλλ' εἰ δὴ φορητὸν ὑμῖν, ἐπάναγκες δὲ καὶ μὴ βουλομένοις, αὐτοῦ που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀποχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι."
[14]
[1] Ταῦτα εἰπούσης ὁ Καλάσιρις ἅπαντα πρὸς τὴν Χαρίκλειαν φράσας καὶ παραλαβὼν μεθίστατο. Καὶ μικρὸν ὅσον τοὺς κειμένους ὑπερβάντες βουνῷ τινι χαμαιζήλῳ προστυγχάνουσι, κἀνταῦθα ὁ μὲν κατέκλινεν ἑαυτὸν τῇ κεφαλῇ τὴν φαρέτραν ὑποθέμενος, ἡ Χαρίκλεια δὲ καθῆστο τὴν πήραν εἰς καθέδραν ποιησαμένη.
[2] Ἄρτι δὲ τῆς σεληναίας ἀνισχούσης καὶ φωτὶ λαμπρῷ τὰ πάντα καταυγαζούσης, τρίτη γὰρ μετὰ πανσέληνον ἐτύγχανεν, ὁ μὲν Καλάσιρις οἷα δὴ πρεσβυτικός τε ἄλλως καὶ πρὸς τῆς ὁδοιπορίας κεκοπωμένος ὕπνῳ κατείχετο, ἡ Χαρίκλεια δὲ ὑπὸ τῶν συνεχόντων φροντισμάτων διαγρυπνοῦσα σκηνῆς τινος οὐκ εὐαγοῦς μὲν ταῖς δὲ Αἰγυπτίαις ἐπιχωριαζούσης θεωρὸς ἐγίνετο.
[3] Ἡ γὰρ πρεσβῦτις ἀνενοχλήτου καὶ ἀκατόπτου σχολῆς ἐπειλῆφθαι νομίσασα πρῶτα μὲν βόθρον ὠρύξατο, ἔπειτα πυρκαϊὰν ἐκ θατέρου μέρους ἐξῆψε καὶ μέσον ἀμφοῖν τὸν νεκρὸν τοῦ παιδὸς προθεμένη κρατῆρά τε ὀστρακοῦν ἔκ τινος παρακειμένου τρίποδος ἀνελομένη μέλιτος ἐπέχει τῷ βόθρῳ καὶ αὖθις ἐξ ἑτέρου γάλακτος, καὶ οἶνον ἐκ τρίτων ἐπέσπενδεν· εἶτα πέμμα στεάτινον εἰς ἀνδρὸς μίμημα πεπλασμένον δάφνῃ καὶ μαράθῳ καταστέψασα εἰς τὸν βόθρον ἐνέβαλλεν.
[4] Ἐφ' ἅπασι δὲ ξίφος ἀνελομένη καὶ πρὸς τὸ ἐνθουσιῶδες σοβηθεῖσα καὶ πολλὰ πρὸς τὴν σεληναίαν βαρβάροις τε καὶ ξενίζουσι τὴν ἀκοὴν ὀνόμασι κατευξαμένη τὸν βραχίονα ἐντεμοῦσα καὶ δάφνης ἀκρέμονι τοῦ αἵματος ἀποψήσασα τὴν πυρκαϊὰν ἐπεψέκαζεν, ἄλλα τε ἄττα τερατευσαμένη πρὸς τούτοις ἐπὶ τὸν νεκρὸν τοῦ παιδὸς προσκύψασα καί τινα πρὸς τὸ οὖς ἐπᾴδουσα ἐξήγειρέ τε καὶ ὀρθὸν ἑστάναι τῇ μαγγανείᾳ κατηνάγκαζεν.
[5] Ἡ Χαρίκλεια δὴ οὖν οὐδὲ τὰ πρῶτα ἀδεῶς κατοπτεύουσα τότε δὴ καὶ ὑπέφριττε καὶ πρὸς τῶν γινομένων ἀήθων ἐκδειματωθεῖσα τὸν Καλάσιριν ἀφύπνιζέ τε καὶ θεατὴν γενέσθαι τῶν δρωμένων παρεσκεύαζεν. Αὐτοὶ μὲν οὖν ἅτε ἐν σκότῳ διάγοντες οὐχ ἑωρῶντο, κατώπτευον δὲ τὰ ἐν τῷ φωτὶ καὶ πρὸς τῇ πυρκαϊᾷ ῥᾷον καὶ τῶν λεγομένων οὐ πόρρωθεν ὄντες ἐπηκροῶντο, τῆς γραὸς ἤδη καὶ γεγωνότερον ἐκπυνθανομένης παρὰ τοῦ νεκροῦ· καὶ ἦν ἡ πεῦσις εἴπερ ὁ ἀδελφὸς μὲν ἐκείνου παῖς δὲ αὐτῆς ὁ λειπόμενος ἐπανήξει περισωθείς.
[6] Ὁ δὲ ἀπεκρίνατο μὲν οὐδὲν ἐπινεύσας δὲ μόνον καὶ τῇ μητρὶ τὰ κατὰ γνώμην ἐλπίζειν ἀμφιβόλως ἐνδοὺς κατηνέχθη τε ἀθρόον καὶ ἔκειτο ἐπὶ πρόσωπον. Ἡ δὲ ἐπέστρεφέ τε τὸ σῶμα πρὸς τὸ ὕπτιον καὶ οὐκ ἀνίει τὴν πεῦσιν ἀλλὰ βιαιοτέραις, ὡς ἐῴκει, ταῖς κατανάγκαις πολλὰ τοῖς ὠσὶν αὖθις ἐπᾴδουσα καὶ μεθαλλομένη ξιφήρης ἄρτι μὲν πρὸς τὴν πυρκαϊὰν ἄρτι δὲ ἐπὶ τὸν βόθρον ἐξήγειρέ τε αὖθις καὶ ὀρθωθέντος περὶ τῶν αὐτῶν ἐξεπυνθάνετο, μὴ νεύμασι μόνον ἀλλὰ καὶ φωνῇ τὴν μαντείαν ἀρισήμως δηλοῦν ἐπαναγκάζουσα.
[7] Καὶ τῆς πρεσβύτιδος ἐν τούτοις οὔσης ἡ Χαρίκλεια πολλὰ τὸν Καλάσιριν καθικέτευε τοῖς γινομένοις πλησιάσαντας πυνθάνεσθαί τι καὶ αὐτοὺς περὶ τοῦ Θεαγένους, ὁ δὲ παρῃτεῖτο φάσκων καὶ τὴν θέαν οὐκ εὐαγῆ μὲν κατ' ἀνάγκην δ' οὖν ὅμως γενομένην ἀνέχεσθαι· εἶναι γὰρ οὐ προφητικὸν οὔτε ἐπιχειρεῖν οὔτε παρεῖναι ταῖς τοιαῖσδε πράξεσιν, ἀλλὰ τὸ μαντικὸν τούτοις μὲν ἐκ θυσιῶν ἐννόμων καὶ εὐχῶν καθαρῶν παραγίνεσθαι, τοῖς δὲ βεβήλοις καὶ περὶ γῆν τῷ ὄντι καὶ σώματα νεκρῶν εἰλουμένοις οὕτως ὡς τὴν Αἰγυπτίαν ὁρᾶν ἡ τοῦ καιροῦ περίπτωσις ἐνδέδωκε.
[15]
[1] Καὶ ἔτι λέγοντος ὁ νεκρὸς οἷον ἐκ μυχοῦ τινος ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρύζων "Ἐγὼ μὲν" ἔφη "σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνειχόμην, σῴζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδὼς ἐφ' ὅσον οἷόν τε καὶ ἐν τοῖς ἀποιχομένοις.
[2] Ἀλλ' ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύνεις οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ' ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβιαζομένη κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα χρείας δὲ μόνης γενομένη τῆς σῆς, ἄκουε ταῦθ' ἃ πάλαι σοι μηνύειν ἐφυλαττόμην.
[3] Οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον ἀλλ' ἀεὶ δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα τὴν ἀποκεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν ὑποστήσῃ τελευτήν, ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυτῆς τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ' ἤδη καὶ ἐπὶ μάρτυσι τοιούτοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας· [4] ἑνὶ μὲν προφήτῃ ‑ καὶ τοῦτο μὲν ἔλαττον, σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι καὶ ἄλλως θεοῖς φίλος· τοὺς γοῦν παῖδας εἰς τὸν δι' αἵματος ἀγῶνα καὶ ξιφήρεις καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν ‑ ἀλλ' ὃ δὴ βαρύτερον ὅτι καὶ κόρη τις τῶν ἐπ' ἐμοὶ γίνεται θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ' ἔρωτος σεσοβημένον καὶ πᾶσαν ὡς εἰπεῖν ἐπὶ γῆν ἐρωμένου τινὸς ἕνεκεν ἀλώμενον, ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους γῆς ἐπ' ἐσχάτοις ὅροις τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώσεται."
[5] Τούτων εἰρημένων ὁ μὲν ἔκειτο καταρραγείς, ἡ δὲ γραῦς συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκόπους ὡς εἶχε σχήματος ξιφήρης τε καὶ ἐμμανὴς ἐπ' αὐτοὺς ἵεται καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα γνώμην τε ποιουμένη διαχρήσασθαι εἰ ἀνεύροι ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενημένους· ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος κατὰ τοῦ βουβῶνος περιπαρεῖσα. Καὶ ἡ μὲν ἔκειτο τὴν ἐκ τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα.