[1]
[1] Ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον εἴχοντο. Καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ' αὐτὴν τελουμένων.
[2] Ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντος τὴν κατὰ Βῆσσαν μάχην προϊδόντος τε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος· ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέσθαι κελεύσας διανέπαυέ τε ἅμα ἐκ συντόνου τῆς ὁδοιπορίας τὸν στρατὸν καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην.
[3] Οἱ δὲ κατὰ τὴν πόλιν, πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα τοὺς ἐγκαταλελειμμένους ὀλίγους εἰς φρουρὰν τῆς πόλεως τοξότας τε καὶ ἱππέας ἀναλαβόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλίσαντες ἐξελθεῖν τε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναντίοις.
[4] Πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης διακωλύσαντος καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν, ἐπὶ τὸν Αἰθιοπικὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόν τε συλλαμβάνοιμεν καὶ προθυμότερον, ἐδόκει τε δὴ ταῦτα καλῶς εἰρῆσθαι καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν τῶν σατραπῶν βασιλέως μὴ παρόντος.
[2]
[1] Ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλή τε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος τό τε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδονῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων· πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεώς ποτε φυγῆς ἐγεγόνει.
[2] Ἄρτι γὰρ τοῦ μὲν Καλασίριδος διὰ τὰ ἐκ θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμφεως ἑαυτὸν λάθρα πάντων ἐξοικίσαντος καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος ὡς ἂν πρεσβυτέρου παιδὸς ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούς τε ἐπέβαλλεν οὐ σώφρονας καὶ νεύματα τῶν αἰσχροτέρων αἰνίγματα.
[3] Καὶ ταῦτα ὁ μὲν Θύαμις οὐδὲ κατὰ μικρὸν προσίετο, φύσει τε καὶ ἐκ παίδων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην, καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρω τε ἦν ὡς ἐδρᾶτο ‹τοῦ› ὑποπτεύειν καὶ τυχὸν ἄλλως πως γίνεσθαι ὑπετίθετο τῶν ἱερῶν ὅλος γινόμενος.
[4] Ὅ γε μὴν ἀδελφὸς αὐτῷ Πετόσιρις καὶ πάλαι ζηλοτυπίαν ἐπ' αὐτῷ νοσῶν τῆς ἱερωσύνης τάς τε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τοῦ ἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο· καὶ τῷ Ὀροονδάτῃ λάθρα προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον ἀλλ' ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος.
[5] Ὁ δὲ ῥᾳδίως ὑποπεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ' οὐδὲν ἠνώχλει σαφῆ τε ἔλεγχον οὐκ ἔχων καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος εἴ τι καὶ ὑπώπτευεν ἀνέχεσθαι βιαζόμενος. Τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως συνεχῶς διαπειλῶν, οὐ πρότερον ἀνῆκεν ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκατέστησεν.
[3]
[1] Ἀλλὰ ταῦτα μὲν χρόνοις ἐγεγόνει προτέροις, τότε δ' οὖν ἡ Ἀρσάκη, τοῦ πλήθους ἐπὶ τὴν οἴκησιν αὐτῆς συρρυέντος καὶ τήν τε ἔφοδον τῶν ἐναντίων δηλοῦντος (ἤδη καὶ αὐτὴ προῃσθημένη) καὶ τοῖς οὖσι τῶν στρατιωτῶν ἐπιτρέψαι συνεξελθεῖν αὐτοῖς αἰτοῦντος, οὐκ ἂν ἔφη ταῦτα προχείρως οὕτως ἐπιτρέψαι οὔπω μὲν τὸ πλῆθος τῶν πολεμίων ὅσον οὔπω δὲ οἵτινές εἰσιν ἢ πόθεν εἰδυῖα, καὶ πρός γε οὐδὲ τὴν πρόφασιν δι' ἣν ἐπεληλύθασι γινώσκουσα. Χρῆναι γὰρ ἄχρι τῶν τειχῶν διαβῆναι πρότερον καὶ ἅπαντα ἐκεῖθεν κατοπτεύσαντας καὶ ἄλλους συλλαβόντας οὕτω τοῖς δυνατοῖς καὶ λυσιτελοῦσιν ἐπιχειρεῖν.
[2] Ἐδόκει καλῶς εἰρῆσθαι καὶ ὥρμησαν ὡς εἶχον ἐπὶ τὸ τεῖχος, ἔνθα σκηνὴν ὑπὸ ἁλουργοῖς καὶ χρυσοϋφέσι παραπετάσμασιν ἐκ προστάγματος ἡ Ἀρσάκη πηξαμένη πολυτελῶς τε ἑαυτὴν καλλωπίσασα καὶ ἐφ' ὑψηλῆς καθέδρας προκαθίσασα τούς τε σωματοφύλακας ἐν ὅπλοις ὑποχρύσοις περιστήσασα κηρύκειόν τε εἰς εἰρηνικῶν διαλέξεων σύμβολον ἀναδείξασα, τοὺς πρώτους καὶ ἐπιδόξους τῶν ἐναντίων πλησίον ἥκειν τοῦ τείχους προὔτρεπεν.
[3] Ὡς δὲ ὁ Θύαμις καὶ ὁ Θεαγένης αἱρεθέντες ὑπὸ τοῦ πλήθους ἀφίκοντο καὶ ἔστησαν ὑπὸ τῷ τείχει τὰ μὲν ἄλλα ὡπλισμένοι γυμνοὶ δὲ τοῦ κράνους, ὁ κῆρυξ τάδε ἔλεγεν· "Ἀρσάκη λέγει πρὸς ὑμᾶς, Ὀροονδάτου μὲν τοῦ πρώτου σατράπου γυνὴ μεγάλου δὲ βασιλέως ἀδελφή, τί βουλόμενοι καὶ τίνες ὄντες ἢ τίνα αἰτίαν ἐπάγοντες τὴν ἔφοδον ἐτολμήσατε;"
[4] Οἱ δὲ τὸ μὲν πλῆθος εἶναι Βησσαέων ἀπεκρίναντο ἑαυτὸν δὲ ὁ Θύαμις ὅστις εἴη, καὶ ὅτι παρανομηθεὶς ὑπό τε τοῦ ἀδελφοῦ Πετοσίριδος καὶ Ὀροονδάτου τῆς τε προφητείας ἐξ ἐπιβουλῆς ἀφαιρεθεὶς ἐπὶ ταύτην ὑπὸ Βησσαέων κατάγοιτο. Καὶ εἰ μὲν ἀπολαμβάνοι τὴν ἱερωσύνην εἰρήνην τε εἶναι καὶ Βησσαέας εἰς τὴν οἰκείαν ἐπανήξειν οὐδενὶ κατ' οὐδὲν λυμηναμένους, εἰ δὲ μή, πολέμῳ κριτῇ καὶ τοῖς ὅπλοις ἐπιτρέψειν.
[5] Χρῆναι δὲ καὶ Ἀρσάκην, εἴπερ τι διανοεῖται τῶν προσηκόντων, εἰς καιρὸν τῆς εἰς αὐτὴν ἐπιβουλῆς ἐκ Πετοσίριδος τὴν ἄμυναν εἰσπράττεσθαι καὶ τῶν ἀθεμίτων διαβολῶν, ἃς ψευδῶς πρὸς Ὀροονδάτην ποιησάμενος, ἐκείνῃ μὲν πρὸς τὸν ἄνδρα παρανόμου καὶ αἰσχρᾶς ἐπιθυμίας ὑποψίαν αὐτῷ δὲ τὴν ἐκ τῆς πατρίδος φυγὴν ἐπιβεβληκὼς τυγχάνοι.
[4] Πρὸς ταῦτα διεταράχθη μὲν καὶ σύμπαν τὸ Μεμφιτῶν πλῆθος, τόν τε Θύαμιν ἀναγνωρίζοντες καὶ τῆς ἀπροσδοκήτου φυγῆς αὐτῷ τὴν αἰτίαν ἐν ἀρχῇ μὲν καὶ ἡνίκα ἐγίνετο ἀγνοήσαντες ἐκ δὲ τῶν λεχθέντων δι' ὑποψίας τε ἄγοντες καὶ ἀλήθειαν εἶναι πιστεύοντες· ἡ δὲ Ἀρσάκη πλέον ἢ σύμπαντες συνεχέθη τὴν διάνοιαν καὶ κλύδωνι φροντισμάτων περιεστοίχιστο.
[6] Θυμοῦ μὲν ἐπὶ τὸν Πετόσιριν πεπληρωμένη καὶ πρὸς τὰ πάλαι συμβάντα τῇ διανοίᾳ ἀναπεμπάζουσα ὅπως ἂν τιμωρήσαιτο συνετάττετο, τὸν δὲ Θύαμιν ὁρῶσα καὶ αὖθις τὸν Θεαγένην διεσπᾶτο τὴν διάνοιαν καὶ ἐμερίζετο εἰς τὴν πρὸς ἑκάτερον ἐπιθυμίαν, ἔρωτα ἐπ' ἀμφοτέροις τὸν μὲν ἀνανεουμένη τὸν δὲ δριμύτερον ἄρτι τῇ ψυχῇ καταβαλλομένη, ὥστε οὐδὲ τοὺς περιεστηκότας ἔλαθεν ἀδημονοῦσα.
[7] Πλὴν ἀλλὰ μικρὸν δὴ διαλιποῦσα καὶ ὥσπερ οἱ ἐξ ἐπιλήψεως ἑαυτὴν ἀναλαβοῦσα "Πολέμου μέν, ὦ βέλτιστοι" ἔφη, "μανίαν ἐνοσήσατε πάντες μὲν Βησσαεῖς οὐχ ἥκιστα δὲ ὑμεῖς, ἀκμαῖοι καὶ χαρίεντες οὕτω νεανίαι καὶ εὖ γεγονότες ὡς γινώσκω τε καὶ εἰκάζειν πάρεστιν, εἰς προῦπτον κίνδυνον ὑπὲρ λῃστῶν καὶ ταῦτα ἑαυτοὺς καθέντες οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν εἰ μάχης δεήσειεν ἀρκέσοντες· μὴ γὰρ οὕτω τὰ τοῦ μεγάλου βασιλέως ἀσθενήσειεν ὡς, εἰ καὶ τὸν σατράπην ἀπεῖναι συμβαίνει, μὴ διὰ τῶν λειψάνων γοῦν τῆς ἐνταῦθα στρατιᾶς ἅπαντας ὑμᾶς σαγηνευθῆναι.
[8] Ἀλλ' οὐδὲν οἶμαι δεῖ τρίβεσθαι τοὺς πολλούς, καὶ τῆς κατὰ τὴν ἔφοδον προφάσεως ἰδίας τινῶν οὔσης ἀλλ' οὐ δημοσίας οὐδὲ κοινῆς, μὴ οὐχὶ καὶ ἰδίᾳ τὴν ἀμφισβήτησιν κρίνεσθαι καὶ πέρας τὸ ἐκ θεῶν τε καὶ δίκης αὐτῆς ὁρισθησόμενον ἐκδέχεσθαι. Δοκεῖ δή μοι" ἔφη "καὶ προστάττω τοὺς μὲν ἄλλους Μεμφιτῶν τε καὶ Βησσαέων ἡσύχους εἶναι μηδὲ ἀπροφάσιστον ἀλλήλοις ἐπιφέρειν πόλεμον, τοὺς δὲ τῆς προφητείας ἀμφισβητοῦντας πρὸς ἀλλήλους μονομαχήσαντας ἔπαθλον τῷ νικῶντι προθέσθαι τὴν ἱερωσύνην."
[5]
[1] Ταῦτα τῆς Ἀρσάκης εἰπούσης οἱ μὲν κατὰ τὴν πόλιν ἅπαντες ἀνεβόησαν καὶ τὰ εἰρημένα ἐπῄνουν, ἅμα μὲν εἰς ὑποψίαν μοχθηρᾶς προαιρέσεως κατὰ τοῦ Πετοσίριδος κεκινημένοι ἅμα δὲ καὶ τὸν ἐν ὀφθαλμοῖς καὶ ὅσον οὔπω προσδοκώμενον κίνδυνον αὐτός τις ἕκαστος εἰς τὸν δι' ἑτέρων ἀγῶνα διώσασθαι δοκιμάζων.
[2] Οἱ πολλοὶ δὲ Βησσαέων ἐῴκεσαν οὐκ ἀρεσκομένοις οὐδὲ ἐκδοῦναι προκινδυνεύειν σφῶν τὸν ἔξαρχον βουλομένοις, ἄχρις ‹οὗ› ὁ Θύαμις ἔπεισε συγκαταθέσθαι, τό τε ἀσθενὲς καὶ τὴν εἰς πολέμους ἀπειρίαν τοῦ Πετοσίριδος καταμηνύων καὶ ὡς ἐκ πολλοῦ τοῦ περιόντος ἔσται ἑαυτῷ τὰ τῆς μάχης ἐπιθαρσύνων, ἅπερ ὡς ἔοικε καὶ ἡ Ἀρσάκη λαβοῦσα ἐνθύμιον τὴν μονομαχίαν προὔθηκεν, ἀνύποπτον ἑαυτῇ κατορθωθήσεσθαι τὸν σκοπὸν συνορῶσα καὶ ὡς ὁ Πετόσιρις ἀραρότως αὑτῇ δίκην ὑφέξει πρὸς πολλῷ γενναιότερον τὸν Θύαμιν διαγωνιζόμενος.
[3] Ἦν οὖν καὶ λόγου θᾶττον ὁρᾶν τὰ τῆς προστάξεως περαινόμενα, τοῦ Θυάμιδος προθυμίᾳ πάσῃ τὴν πρόκλησιν ἐπισπεύδοντος καὶ τὰ λειπόμενα τῶν ὅπλων ἐν κόσμῳ τῷ γινομένῳ καὶ γεγηθότως ἀναλαμβάνοντος, πολλὰ καὶ τοῦ Θεαγένους ἐπιθαρσύνοντος καὶ τό τε κράνος τῇ κεφαλῇ περιτιθέντος εὔλοφόν τε καὶ ὑποχρύσῳ μαρμαρυγῇ πυρσευόμενον καὶ τἄλλα τῶν ὅπλων πρὸς τὸ ἀσφαλὲς διαδέοντος, τοῦ δὲ Πετοσίριδος καὶ ὑπ' ἀνάγκης πυλῶν τε ἐκτὸς ἐκ προστάγματος τῆς Ἀρσάκης ὠθουμένου (πολλά τε καὶ εἰς παραίτησιν βοῶντος) καὶ πρὸς βίαν ἐξοπλιζομένου.
[4] Θεασάμενος δὲ αὐτὸν ὁ Θύαμις "Ὦ 'γαθέ" ἔφη "Θεάγενες, οὐχ ὁρᾷς ὅπως τῷ δέει πάλλεται ὁ Πετόσιρις;" "Ὁρῶ" ἔφη, "ἀλλὰ πῶς χρήσῃ τοῖς προκειμένοις; οὐ γὰρ ἁπλῶς πολέμιος ἀλλὰ καὶ ἀδελφὸς ὁ ἐναντίος." Ὁ δὲ "Εὖ λέγεις" εἶπε "καὶ τοῦ σκοποῦ τῆς ἐμῆς διανοίας ἐστοχασμένως. Νικῆσαι δὴ οὖν θεοῦ νεύοντος, οὐκ ἀποκτεῖναι προῄρημαι· μὴ γὰρ οὕτω ποτὲ ὀργὴ καὶ μῆνις ἐφ' οἷς προπέπονθα κρατήσειεν ὡς αἵματος αὐταδέλφου καὶ φόνου μιάσματος ὁμογαστρίου ἄμυναν μὲν ἐπὶ τοῖς παρελθοῦσι τιμὴν δέ τινα ἐπὶ τοῖς μέλλουσιν ἀλλάξασθαι."
[5] "Γενναίου τὰ ῥήματα" ἔφη ὁ Θεαγένης "καὶ γνωρίζοντος εὖ τὴν φύσιν· ἀλλ' ἐμοὶ δῆτα τί παραφυλάττειν ἐπιστέλλεις;" Καὶ ὃς "Ὁ μὲν προκείμενος ἀγὼν εὐκαταφρόνητος, ἀλλ' ἐπειδὴ πολλὰ καὶ παράδοξα πολλάκις αἱ κατ' ἀνθρώπους τύχαι καινουργοῦσιν, εἰ μὲν κρατοίην συνεισελεύσῃ τε εἰς τὸ ἄστυ καὶ συνοικήσεις ἐπὶ τοῖς ὁμοίοις· εἰ δέ τι τῶν παρ' ἐλπίδας ἀποβαίνοι, Βησσαέων ἡγήσῃ τούτων εὔνοιαν πρός σε πολλὴν ἐχόντων καὶ τὸν λῃστρικὸν διαθλήσεις βίον ἕως ἄν τι τέλος τῶν κατά σε δεξιώτερον ὑποφήνῃ θεός."
[6]
[1] Ἐπὶ τούτοις ἠσπάζοντό τε ἀλλήλους σὺν δάκρυσιν ἅμα καὶ φιλήμασι καὶ ὁ μὲν αὐτοῦ καθῆστο ὡς εἶχε περισκοπῶν τὸ μέλλον· καὶ τῇ Ἀρσάκῃ παρεῖχεν οὐκ εἰδὼς ἐντρυφᾶν αὐτοῦ τῇ θέᾳ παντοίως αὐτὸν περισκοπούσῃ καὶ τοῖς ὀφθαλμοῖς τέως ἀπολαύειν τῆς ἐπιθυμίας ἐπιτρεπούσῃ.
[2] Ὁ δὲ Θύαμις ἐπὶ τὸν Πετόσιριν ὥρμησεν, οὐ μὴν ὑπέστη γε ἐκεῖνος τὴν ἔφοδον ἀλλὰ παρὰ τὴν πρώτην κίνησιν εἰς φυγὴν τραπεὶς ἐπὶ τὰς πύλας ἵετο εἰσφρῆσαι εἰς τὸ ἄστυ προθυμούμενος. Ἀλλ' ἤνυέ τε οὐδέν, ὑπὸ τῶν ἐφεστώτων ταῖς πύλαις ἀποκρουόμενος, καί, τῶν ἐπὶ τοῦ τείχους μὴ παραδέχεσθαι καθ' ὃ μέρος ὁρμήσειεν ἐπικελευομένων, ἀπεδίδρασκε δὴ τέως, ὡς εἶχε τάχους, περὶ τὸν κύκλον τοῦ ἄστεως, ἤδη καὶ τὰ ὅπλα ἀποβαλών.
[3] Συμπαρέθει δὲ κατόπιν καὶ ὁ Θεαγένης ὑπεραγωνιῶν τε τοῦ Θυάμιδος καὶ τῶν γινομένων μὴ πάντα ὁρᾶν οὐ φέρων· οὐ μὴν ἔνοπλός γε, τοῦ μή τινα λαβεῖν ὑπόνοιαν ὡς τῷ Θυάμιδι τοῦ ἔργου συνεφαψόμενος, ἀλλ' ἔνθα καθῆστο τοῦ τείχους ὑπ' ὄψει τῆς Ἀρσάκης τὴν ἀσπίδα καὶ τὸ δόρυ καταθέμενος καὶ ταῦτα περισκοπεῖν αὐτῇ πάλιν ἀνθ' ἑαυτοῦ παρασχὼν συμπαρωμάρτει τοῖς δρόμοις, οὔτε ἁλισκομένου τοῦ Πετοσίριδος οὔτε κατὰ πολὺ τῇ φυγῇ φθάνοντος ἀλλ' ἀεὶ ληφθησομένῳ προσεοικότος καὶ τοσοῦτον ὑπεκφεύγοντος ὅσον εἰκὸς ἦν τοῦ ἀνόπλου καθυστερεῖν ὡπλισμένον τὸν Θύαμιν.
[4] Εἰς ἅπαξ μὲν οὖν καὶ δεύτερον οὕτω περιήλασαν τὸ τεῖχος· ἀλλ' ὅτε δὴ τρίτος αὐτοῖς ἠνύετο κύκλος, ἤδη τὸ δόρυ τοῦ Θυάμιδος κατὰ τῶν μεταφρένων τοῦ ἀδελφοῦ κατασείοντος καὶ μένειν ἢ βεβλήσεσθαι διαπειλοῦντος (ἡ πόλις δὲ ὥσπερ ἐκ θεάτρου περιεστῶσα τοῦ τείχους ἠθλοθέτει τὴν θέαν), τότε δή πως εἴτε τι δαιμόνιον εἴτε τύχη τις τὰ ἀνθρώπεια βραβεύουσα καινὸν ἐπεισόδιον ἐπετραγῴδει τοῖς δρωμένοις, ὥσπερ εἰς ἀνταγώνισμα δράματος ἀρχὴν ἄλλου παρεισφέρουσα,
[5] καὶ τὸν Καλάσιριν εἰς ἡμέραν καὶ ὥραν ἐκείνην ὥσπερ ἐκ μηχανῆς σύνδρομόν τε καὶ οὐκ εὐτυχῆ θεωρὸν τῷ περὶ ψυχῆς ἀγῶνι τῶν παίδων ἐφίστησι, πολλὰ μὲν ἀνατλάντα καὶ πάντα μηχανησάμενον φυγάς τε ἑαυτῷ καὶ ἄλας ξενικὰς ἐπιβαλόντα, εἴ πως ἐκκλίνειε τὴν οὕτως ἀπηνῆ θέαν, ἐκνικηθέντα δὲ ὑπὸ τῆς εἱμαρμένης καὶ ἰδεῖν ἃ πάλαι αὐτῷ οἱ θεοὶ προεθέσπισαν συνελαθέντα, πόρρωθεν μὲν τὰ τῆς διώξεως προκατοπτεύσαντα ἐκ δὲ τῶν πολλάκις προρρηθέντων τοὺς παῖδας εἶναι τοὺς ἑαυτοῦ συννοήσαντα καὶ συντονωτέροις ἢ καθ' ἡλικίαν δρόμοις ἐπὶ τῷ φθῆναι τὴν εἰς τέλος αὐτῶν συμπλοκὴν καὶ τὸ γῆρας βιασάμενον.
[7]
[1] Ὡς δ' οὖν ἐπέστη καὶ πλησίον ἤδη συμπαρέθει "Τί ταῦτα, ὦ Θύαμι καὶ Πετόσιρι;" συνεχῶς ἐβόα· "τί ταῦτα, ὦ παῖδες;" ἀνεκάλει πολλάκις. Οἱ δὲ οὐδέπω τὴν πατρῴαν ἀναγνωρίζοντες ὄψιν, τοῦ μὲν ἔτι τοῖς πτωχικοῖς ἠμφιεσμένου ῥάκεσιν αὐτοὶ δὲ ὅλοι τῆς ἀγωνίας ὄντες, ὥς τινα τῶν ἀγυρτῶν ἢ καὶ ἄλλως ἐξεστηκότων παρήμειβον· τῶν δὲ ἐπὶ τοῦ τείχους οἱ μὲν ἐθαύμαζον ὡς ἀφειδοῦντα αὐτοῦ καὶ εἰς ξιφήρεις ἐμβάλλοντα οἱ δὲ ὡς παραπλῆγα καὶ μάτην φερόμενον ἐγέλων.
[2] Ἀλλ' ὅτε συνεὶς ὁ πρεσβύτης ὑπὸ τῆς εὐτελείας τοῦ σχήματος ἑαυτὸν οὐ γνωριζόμενον ἐγυμνώθη μὲν τῶν ἐπιβεβλημένων ῥακῶν τὴν δὲ ἱερὰν κόμην ἄδετον οὖσαν καθῆκε καὶ τὸ κατ' ὤμων φορτίον καὶ τὴν ἐν χερσὶ βακτηρίαν ἀπορρίψας ἔστη κατὰ πρόσωπον καὶ ὤφθη γεραρός τε καὶ ἱεροπρεπής, ὑπώκλασέ τε ἠρέμα καὶ τὰς χεῖρας εἰς ἱκετηρίαν προτείνας "Ὦ τέκνα" σὺν δάκρυσιν ἀνωλόλυξεν "οὗτος ἐγὼ Καλάσιρις, οὗτος ἐγὼ πατὴρ ὁ ὑμέτερος. Αὐτοῦ στῆτε καὶ τὴν ἐκ μοιρῶν μανίαν στήσατε, τὸν φύντα καὶ ἔχοντες καὶ αἰδεσθέντες", [3] τότε οἱ μὲν παρείθησαν καὶ κατενεχθῆναι μικρὸν ἀπολιπόντες προσέπιπτον ἄμφω τῷ πατρὶ καὶ τοῖς γόνασι περιφύντες πρῶτα μὲν ἀτενέστερον ἐνορῶντες διηκριβοῦντο τὸν ἀναγνωρισμόν, ὡς δὲ οὐ φάσμα τὴν ὄψιν ἀλήθειαν δὲ ἐγνώρισαν, πολλὰ ἅμα καὶ ἐξ ἐναντίων ἔπασχον· ἥδοντο ἐπὶ τῷ φύντι σωζομένῳ παρ' ἐλπίδας, ἐφ' ᾗ κατελαμβάνοντο πράξει καὶ ἠνιῶντο καὶ ᾐσχύνοντο, τῆς ἀδηλίας τῶν ἀποβησομένων εἰς ἀγωνίαν καθίσταντο.
[4] Καὶ ταῦτα ἔτι τῶν ἐκ τῆς πόλεως θαυμαζόντων καὶ λεγόντων μὲν οὐδὲν οὐδὲ πραττόντων, ὥσπερ δὲ ἀχανῶν ὑπ' ἀγνοίας καὶ τοῖς γεγραμμένοις παραπλησίων πρὸς μόνην τὴν θέαν ἐπτοημένων, ἕτερον ἐγίνετο παρεγκύκλημα τοῦ δράματος ‑ ἡ Χαρίκλεια.
[5] Κατ' ἴχνος γὰρ ἐφεπομένη τοῦ Καλασίριδος καὶ πόρρωθεν ἀναγνωρίσασα τὸν Θεαγένην, ὀξὺ γάρ τι πρὸς ἐπίγνωσιν ἐρωτικῶν ὄψις καὶ κίνημα πολλάκις καὶ σχῆμα μόνον κἂν πόρρωθεν ᾖ κἂν ἐκ νώτων τῆς ὁμοιότητος τὴν φαντασίαν παρέστησεν, ὥσπερ οἰστρηθεῖσα ὑπὸ ὄψεως ἐμμανὴς ἐπ' αὐτὸν ἵεται καὶ περιφῦσα τοῦ αὐχένος ἀπρὶξ εἴχετο καὶ ἐξήρτητο καὶ γοεροῖς τισι κατησπάζετο θρήνοις.
[6] Ὁ δὲ οἷον εἰκὸς ὄψιν τε ῥυπῶσαν καὶ πρὸς τὸ αἰσχρότερον ἐπιτετηδευμένην ἰδὼν καὶ ἐσθῆτα τετρυχωμένην καὶ κατερρωγυῖαν, ὥσπερ τινὰ τῶν ἀγειρουσῶν καὶ ἀληθῶς ἀλῆτιν διωθεῖτο καὶ παρηγκωνίζετο· καὶ τέλος ἐπειδὴ οὐ μεθίει, ὡς ἐνοχλοῦσαν καὶ τῇ θέᾳ τῶν ἀμφὶ Καλάσιριν ἐμποδὼν ἱσταμένην καὶ διερράπισεν.
[7] Ἡ δὲ "Ὦ Πύθιε" ἔφη πρὸς αὐτὸν ἠρέμα "οὐδὲ τοῦ λαμπαδίου μέμνησαι;" Καὶ τότε ὁ Θεαγένης ὥσπερ βέλει τῷ ῥήματι βληθεὶς καὶ τῶν συγκειμένων αὐτοῖς συμβόλων τὸ λαμπάδιον γνωρίσας, ἐνατενίσας τε καὶ ταῖς βολαῖς τῶν ὀφθαλμῶν τῆς Χαρικλείας ὥσπερ ὑπ' ἀκτῖνος ἐκ νεφῶν διᾳττούσης καταυγασθείς, περιέβαλλέ τε καὶ ἐνηγκαλίζετο. Καὶ τέλος τὸ πρὸς τῷ τείχει σύμπαν καθ' ὃ προκαθῆστο ἡ Ἀρσάκη, διοιδουμένη καὶ οὐκ ἄνευ ζηλοτυπίας ἤδη τὴν Χαρίκλειαν θεωμένη, σκηνογραφικῆς ἐπληροῦτο θαυματουργίας.
[8]
[1] Λέλυτο μὲν ἄθεσμος ἀδελφῶν πόλεμος καὶ ἀγὼν ὁ δι' αἵματος κριθήσεσθαι προσδοκώμενος εἰς κωμικὸν ἐκ τραγικοῦ τὸ τέλος κατέστρεφε. Πατὴρ τοὺς παῖδας ξιφήρεις ἐπ' ἀλλήλους καὶ μονομαχοῦντας θεασάμενος καὶ τὸν παρὰ τοσοῦτον τῶν τέκνων θάνατον ἐν ὀφθαλμοῖς τοῖς γεννήσασι δυστυχῆσαι κινδυνεύσας εἰρήνης αὐτὸς ἐγίνετο πρύτανις, διαδρᾶναι μὲν τὸ προωρισμένον ἐκ μοιρῶν ἀδυνατήσας εἰς καιρὸν δὲ ἐπιστῆναι τοῖς ἀποκεκληρωμένοις εὐτυχήσας.
[2] Παῖδες τὸν φύντα μετὰ δεκαετοῦς ἄλης χρόνον ἐκομίζοντο καὶ τὸν αἴτιον τῆς ἐπὶ τῇ προφητείᾳ καὶ μέχρις αἵματος στάσεως αὐτοὶ μικρὸν ὕστερον κατέστεφον καὶ τοῖς [τε] συμβόλοις τῆς ἱερωσύνης ἀναδοῦντες παρέπεμπον. Ἐφ' ἅπασι τὸ ἐρωτικὸν μέρος τοῦ δράματος ἡ Χαρίκλεια καὶ ὁ Θεαγένης ἐπήκμαζεν, ὡραῖοι καὶ χαρίεντες οὕτω νέοι παρ' ἐλπίδα πᾶσαν ἀλλήλους ἀπειληφότες καὶ πλέον τῶν ἄλλων εἰς τὴν ἐφ' ἑαυτοὺς θέαν τὴν πόλιν ἐπιστρέφοντες.
[3] Ἐξεχέθη γοῦν πᾶσα διὰ πυλῶν καὶ τὸ προκείμενον πεδίον ἐπλήρου διὰ πάσης ἡλικίας, τοῦ μὲν ἐφηβεύοντος τῆς πόλεως καὶ εἰς ἄνδρας ἄρτι παραλλάττοντος τῷ Θεαγένει προστρέχοντος, τῷ δὲ Θυάμιδι τῆς ἀκμαζούσης ἡλικίας καὶ †τοὺς ἄνδρας ὁλοκλήρως πληρούσης †καί τι καὶ ἀναγνωρίζειν τὸν Θύαμιν ἐχούσης· τὸ δὲ παρθενεῦον τοῦ ἄστεως καὶ νυμφῶνας ἤδη φανταζόμενον τὴν Χαρίκλειαν περιεῖπε, πρεσβυτικὸν δὲ καὶ ἱερὸν ἅπαν γένος ἐδορυφόρει τὸν Καλάσιριν.
[4] Καὶ πομπή τις ἱεροπρεπὴς αὐτοσχέδιος ἐστέλλετο, τοὺς μὲν Βησσαέας τοῦ Θυάμιδος ἀποπέμψαντος καὶ χάριν τε τὴν γενομένην ὑπὲρ τῆς προθυμίας ὁμολογήσαντος καὶ βοῦς μὲν ἑκατὸν χίλια δὲ πρόβατα καὶ δραχμὰς ἑκάστῳ δέκα μικρὸν ὕστερον καὶ εἰς πληρουμένην τὴν σελήνην ἀποστέλλειν ἐπαγγειλαμένου, τὸν αὐχένα δὲ ὑπάγοντος ταῖς χερσὶ τοῦ πατρὸς καὶ τὴν πορείαν ἐπικουφίζοντος καὶ τὴν βάσιν τοῦ πρεσβύτου πρὸς τὸ παρ' ἐλπίδα χαῖρον ἠρέμα παραλυομένην ἐφεδράζοντος.
[5] Ἐποίει δὲ ταὐτὸν ἐκ θατέρων καὶ ὁ Πετόσιρις καὶ ὑπὸ λάμπασιν ἡμμέναις ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος κατήγετο ὁ πρεσβύτης, ὑπὸ κρότῳ καὶ εὐφημίᾳ πολλῇ δορυφορούμενος, πολλῶν ἅμα συρίγγων καὶ αὐλῶν ἱερῶν ἐπηχούντων καὶ πρὸς χοροὺς τὸ ἀγέρωχον τῆς ἡλικίας ἐκβακχευόντων.
[6] Οὐ μὴν οὐδὲ ἡ Ἀρσάκη κατόπιν ἐλείπετο τῶν δρωμένων, ἀλλ' ἴδιον δορυφόρημα καὶ πομπείαν καθ' ἑαυτὴν ὑπέρογκόν τινα σοβοῦσα ὅρμους καὶ πολὺν χρυσὸν ἐνέβαλεν εἰς τὸ Ἰσεῖον, οὑτωσὶ μὲν δοκεῖν δι' ἅπερ καὶ ἡ λοιπὴ πόλις, ἐκ μόνου δὲ τοῦ Θεαγένους τὸν ὀφθαλμὸν ἀναρτήσασα καὶ πλέον τῶν ἄλλων τῆς ἐκείνου θέας ἐμφορουμένη, οὐ μὴν ἔχουσά γε καθαρὸν τὸ ἡδόμενον· ἀλλὰ τὴν Χαρίκλειαν ὁ Θεαγένης ἐξ ὠλένης χειραγωγῶν καὶ τὴν ὀχλικὴν ἐπιφορὰν ἀναστέλλων δριμύ τι τῇ Ἀρσάκῃ ζηλοτυπίας κέντρον ἐνέβαλλεν.
[7] Ὡς οὖν ἐντὸς ἐγεγόνει τῶν ἀνακτόρων ὁ Καλάσιρις ῥίπτει μὲν ἑαυτὸν ἐπὶ πρόσωπον τοῖς δὲ ἴχνεσι προσφὺς τοῦ ἀγάλματος ὡρῶν τε ἐπὶ πλεῖστον οὕτως ἔχων ὀλίγου μὲν καὶ ἐκθανεῖν ἐδέησεν. Ἀναλαβόντων δὲ τῶν περιεστώτων μόλις διαναστὰς καὶ σπείσας τε τῇ θεῷ καὶ κατευξάμενος, ἀφελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸν τῆς ἱερωσύνης στέφανον τὸν παῖδα τὸν Θύαμιν κατέστεφεν, αὐτὸς μὲν ἤδη γηραιός τε εἶναι πρὸς τὸ πλῆθος εἰπὼν καὶ ἄλλως προορᾶν τὴν τελευταίαν πλησιάζουσαν, τὸν δὲ παῖδα πρεσβύτερον ὄντα τοῦ γένους χρεωστεῖσθαί τε τὰ σύμβολα τῆς προφητείας ἐκ τοῦ νόμου καὶ ἱκανῶς γε ἔχειν ψυχῆς τε ἅμα καὶ σώματος πρὸς τὰς τῆς ἱερωσύνης λειτουργίας.
[9]
[1] Ἐκβοήσαντος δὲ πρὸς ταῦτα τοῦ δήμου καὶ συγκατατίθεσθαι διὰ τῶν ἐπαίνων παραδηλοῦντος, αὐτὸς μὲν τοῦ νεὼ μέρος τι καταλαβὼν ὃ δὴ τοῖς προφητεύουσιν ἀποκεκλήρωτο τούς τε παῖδας ἔχων ἅμα καὶ τοὺς περὶ τὸν Θεαγένην ἐγκατέμεινεν· οἱ λοιποὶ δὲ εἰς οἴκησιν ἕκαστος τὴν ἑαυτῶν ἀπεχώρουν· ἀπεχώρει δὲ καὶ ἡ Ἀρσάκη μόλις μὲν καὶ πολλάκις ἀναστρέφουσα καὶ πλείονι θεραπείᾳ δῆθεν τῇ περὶ τὴν θεὸν ἐναλύουσα πλὴν ἀλλ' ἀπεχώρει γε ὀψέ ποτε καὶ θαμὰ πρὸς τὸν Θεαγένην ἕως ἐξῆν ἐπιστρέφουσα.
[2] Ἐπεὶ δ' οὖν εἰς τὴν βασίλειον αὐλὴν ἦλθε, διαμπὰξ ἐπὶ τὸν θάλαμον ἵεται καὶ καταβαλοῦσα ἑαυτὴν ἐπὶ τῆς κλίνης ὡς εἶχε σχήματος ἔκειτο ἄναυδος, γύναιον καὶ ἄλλως πρὸς ἄσεμνον ἡδονὴν ἐπίφορον τότε δὲ πλέον ὑπὸ θέας ἀμάχου τῆς Θεαγένους καὶ τὰς πώποτε εἰς πεῖραν ἐλθούσας ὄψεις ὑπερπαιούσης ἀνακαόμενον.
[3] Παννύχιος γοῦν ἔκειτο, πυκνὰ μὲν πρὸς ἑκατέραν πλευρὰν τὸ σῶμα διαστρέφουσα πυκνὰ δὲ καὶ βύθιον ἐπιστένουσα καὶ νῦν μὲν ὀρθουμένη νῦν δὲ ὀκλάζουσα ἐπὶ τῆς στρωμνῆς καὶ τῆς ἐσθῆτος ἑαυτὴν κατὰ μέρος ἀπογυμνοῦσα καὶ αὖθις ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρουσα καί ποτε καὶ παιδίσκην ἀπροφασίστως προσκαλέσασα αὖθις ἀπέπεμπεν οὐδὲν ἐπιστείλασα.
[4] Καὶ ἁπλῶς εἰς μανίαν λοιπὸν ἐλάνθανεν ὁ ἔρως ὑποφερόμενος, ἕως δή τις πρεσβῦτις ὄνομα Κυβέλη τῶν θαλαμηπόλων καὶ συνήθως τὰ ἐρωτικὰ τῇ Ἀρσάκῃ διακονουμένων εἰσδραμοῦσα εἰς τὸν θάλαμον, ἔλαθε γὰρ αὐτὴν οὐδ' ὁτιοῦν τῶν γινομένων ἅτε λύχνου φαίνοντος καὶ οἷον συνεξάπτοντος τῇ Ἀρσάκῃ τὸν ἔρωτα,
[5] "Τί ταῦτα" ἔλεγεν "ὦ δέσποινα; τί σε νέον ἢ καινὸν ἀλγύνει πάθος; τίς πάλιν ὀφθεὶς τὴν ἐμὴν διαταράττει τροφίμην; τίς οὕτως ἀλαζὼν καὶ ἔκφρων ὡς τοῦ κατὰ σὲ τοσούτου κάλλους μὴ ἡττῆσθαι μηδὲ εὐδαιμονίαν ἡγεῖσθαι τὴν σὴν ἐράσμιον ὁμιλίαν ἀλλὰ νεῦμα τὸ σὸν καὶ βουλὴν ὑπερφρονεῖν; Ἔξειπε μόνον, ὦ γλυκύτατον ἐμοὶ παιδίον· οὐδεὶς οὕτως ἀδαμάντινος ὡς μὴ τοῖς ἡμετέροις ἁλῶναι θελγήτροις· ἔξειπε καὶ οὐκ ἂν φθάνοις ἀνύουσα τὰ κατὰ γνώμην. Ἔργοις δὲ οἶμαι πολλάκις τὴν πεῖραν εἴληφας."
[10]
[1] Ἡ μὲν ταῦτα καὶ ὅμοια ἕτερα κατεπῇδε πολλὰ τοῖς ποσὶ τῆς Ἀρσάκης προσκνυζωμένη καὶ παντοίαις κολακείαις ἐξειπεῖν τὸ πάθος ἐπαγομένη. Ἡ δὲ μικρὸν ἐφησυχάσασα "Βέβλημαι" εἶπεν "ὦ μῆτερ ὡς οὔπω πρότερον καὶ πολλὰ δὴ πρὸς σοῦ καὶ πολλάκις εὖ παθοῦσα ἐν ὁμοίαις ταῖς χρείαις οὐκ οἶδα εἰ καὶ νῦν ἕξω κατορθοῦσαν.
[2] Ὁ γάρ τοι πόλεμος ὁ πρὸ τῶν τειχῶν τήμερον ὀλίγου μὲν συγκροτηθεὶς ἀθρόον δὲ κατασταλεὶς τοῖς μὲν ἄλλοις ἀναίμακτος ἀπεφάνθη καὶ εἰς εἰρήνην κατέστρεψεν, ἐμοὶ δὲ ἀρχή τις ἀληθεστέρου πολέμου καὶ τραῦμα οὐ μέρους μόνον ἢ μέλους ἀλλὰ καὶ ψυχῆς αὐτῆς γέγονε, τὸν ξένον ἐκεῖνον νεανίαν τὸν τῷ Θυάμιδι κατὰ τὴν μονομαχίαν παραθέοντα οὐκ εὐτυχῶς ἐπιδείξας.
[3] Οἶσθά που πάντως, ὦ μητέριον, ὃν λέγω· οὐ γὰρ μικρῷ τῷ μέσῳ τοὺς ἄλλους τῷ κάλλει κατήστραπτεν οὔθ' ὥστε καὶ ἄγροικόν τινα λαθεῖν καὶ τῶν καλῶν ἀνέραστον, μή τί γε δὴ σὲ καὶ τὴν σὴν πολυπειρίαν. Ὥστε, ὦ φιλτάτη, τὸ μὲν βέλος τοὐμὸν ἔγνωκας, ὥρα δέ σοι κινεῖν πᾶσαν μηχανὴν πᾶσαν πρεσβυτικὴν ἴυγγα καὶ αἱμυλίαν, εἴπερ δὴ βούλει σοι περιεῖναι τὴν τροφίμην· ὡς οὐκ ἔστιν ὅπως βιώσομαι μὴ πάντως ἐκείνου τυγχάνουσα."
[4] "Γινώσκω" ἔφη "τὸν νεανίαν" ἡ γραῦς. "Εὐρύς τις ἦν τὰ στέρνα καὶ τοὺς ὤμους καὶ τὸν αὐχένα ὄρθιον καὶ ἐλεύθερον ὑπὲρ τοὺς ἄλλους αἴρων καὶ εἰς κορυφὴν τοὺς ἅπαντας ὑπερέχων γλαυκιῶν τὸ βλέμμα καὶ ἐραστὸν ἅμα καὶ γοργὸν προσβλέπων, ὁ καταβόστρυχός που πάντως ἐκεῖνος τὴν παρειὰν ἄρτι ξανθῷ τῷ ἰούλῳ περιστέφων, ᾧ γύναιόν τι ξενικὸν οὐκ ἄωρον μὲν ἄλλως δὲ ἰταμόν, ὡς ἐδόκει, προσδραμὸν αἰφνίδιον περιέφυ καὶ περιπλακὲν ἐξήρτητο· ἢ οὐ τοῦτον λέγεις, ὦ δέσποινα;"
[5] "Τοῦτον" ἔφη "μαμμίδιον· εὖ γάρ με καὶ τὸ παράσημον ὑπέμνησας, τὴν ἀλιτήριον ἐκείνην καὶ τῶν ἀπ' οἰκήματος ἐπὶ μικρῷ καὶ τῶν πολλῶν καὶ ἐπιτετηδευμένῳ κάλλει μέγα μὲν φανταζομένη, πλὴν ἀλλ' ἐμοῦ γε δὴ εὐτυχοῦσαν πλέον, ἣ τοιοῦτον κεκλήρωται τὸν ἐρώμενον." Βραχὺ δὴ πρὸς ταῦτα καὶ σεσηρὸς ὑπομειδιάσασα ἡ πρεσβῦτις "Θάρσει" ἔφη "ὦ δέσποινα· εἰς τὴν τήμερον ἐκείνη καλὴ τῷ ξένῳ νενόμισται, εἰ δὲ σοὶ καὶ τῷ σῷ κάλλει προσσχεῖν αὐτὸν ἀνύσαιμι χρυσᾶ, φασί, χαλκῶν ἀλλάξεται, ὡς ἑταιρίδιον τὸ ἐθελάστειον ἐκεῖνο καὶ μάτην θρυπτόμενον παραγκωνισάμενος."
[6] "Εἰ γὰρ οὕτω ποιήσειας, Κυβέλιον φίλτατον· δυεῖν δι' ἑνός μοι γενήσῃ νόσων ἰατρός, ἔρωτός τε καὶ ζηλοτυπίας, τὸν μὲν ἐμπλήσασα τῆς δὲ ἀπαλλάξασα." Καὶ ἡ "Γενήσεται" εἶπεν "τό γε ἐπ' ἐμοί. Σὺ δέ μοι σαυτὴν ἀναλαμβάνειν καὶ τὸ παρὸν ἡσυχάζειν μηδὲ δυσθυμοῦσα προαποκάμνειν ἀλλ' εὔελπις εἶναι."
[11]
[1] Ταῦτ' εἶπε καὶ ἀφελοῦσα τὸν λύχνον ἐπικλεισαμένη τε τοῦ θαλάμου τὰς θύρας ἐξώρμησεν. Οὔπω δὲ ἀκριβῶς ἡμέρας ἐπῃσθημένη τῶν τε βασιλείων εὐνούχων ἕνα παραλαβοῦσα καὶ ἄλλην θεράπαιναν ἅμα ποπάνοις καὶ ἑτέροις δή τισι θύμασιν ἕπεσθαι προστάξασα ἐπὶ τὸ Ἰσεῖον ἔσπευδεν.
[2] Ὡς δὲ τοῖς προθύροις ἐπέστη θυσίαν ἄγειν τῇ θεῷ λέγουσα ὑπὲρ τῆς δεσποίνης Ἀρσάκης, ἐκ τινῶν ὀνειράτων τεταραγμένης καὶ ἐξιλεώσασθαι τὰ ὀφθέντα βουλομένης, τῶν νεωκόρων τις διεκώλυέ τε καὶ ἀπέπεμπε, κατηφείας τὰ περὶ τὸ ἱερὸν ἐμπεπλῆσθαι φάσκων.
[3] Τὸν γὰρ δὴ προφήτην τὸν Καλάσιριν μακροῖς χρόνοις εἰς τὴν οἰκείαν ἐπανήκοντα ἑστιαθῆναι μὲν λαμπρῶς ἅμα τοῖς φιλτάτοις κατὰ τὴν ἑσπέραν καὶ πρὸς πᾶσαν ἄνεσιν καὶ ψυχαγωγίαν ἑαυτὸν ἐκδοῦναι· μετὰ δὲ τὴν εὐωχίαν σπεῖσαί τε καὶ πολλὰ ἐπεύξασθαι τῇ θεῷ. [4] καὶ τοῖς παισὶν εἰπόντα ὡς ἄχρι τοῦ παρόντος ὄψονται τὸν πατέρα, καὶ πολλὰ ἐπισκήψαντα τῶν σὺν αὐτῷ νέων Ἑλλήνων ἀφιγμένων ὡς ἔνι μάλιστα προνοεῖν καὶ ἐν οἷς ἂν βουλομένοις αὐτοῖς γένηται τὰ δυνατὰ συμπράττειν, κατακλίναντά τε ἑαυτὸν καὶ εἴτε διὰ τὸ τῆς χαρᾶς μέγεθος τῶν πνευματικῶν πόρων εἰς ὑπερβολὴν ἀνεθέντων καὶ χαλασθέντων, οἷα δὴ γηραιοῦ τοῦ σώματος ἀθρόον διαφορηθέντος, εἴτε καὶ θεῶν αἰτήσαντι τοῦτο παρασχομένων, εἰς ἀλεκτρυόνων ᾠδὰς τετελευτηκότα γνωσθῆναι, τῶν παίδων ἐξ ὧν προὔλεγεν ὁ πρεσβύτης παννύχιον παρατηρούντων.
[5] "Καὶ νῦν" ἔφη "διεπεμψάμεθα τοὺς μετακαλέσοντας τὸ λοιπὸν τῶν κατὰ τὴν πόλιν προφητικόν τε καὶ ἱερατικὸν γένος, ὡς ἂν τὰ νομιζόμενα ἐπ' αὐτῷ τῆς κηδείας κατὰ τὸν πάτριον νόμον τελοῖεν. Ἀποχωρητέον οὖν ὑμῖν, οὐ γὰρ θέμις μὴ ὅτι γε θύειν ἀλλ' οὐδὲ ἐπιβαίνειν τοῦ νεὼ πλὴν τοῖς ἱερωμένοις ἑπτὰ τούτων ὅλων τῶν ἐχομένων ἡμερῶν."
[6] "Πῶς οὖν οἱ ξένοι διάξουσιν οὓς ἔφασκες;" ἡ Κυβέλη. Καὶ ὃς "Καταγώγιον αὐτοῖς εὐτρεπισθῆναι πλησίον καὶ ἔξω που περὶ τὸν νεὼν ὁ νέος προφήτης ὁ Θύαμις ἐπέστειλε, καὶ ὡς ὁρᾷς αὐτοί γε οὗτοι προσίασι τῷ νόμῳ πειθόμενοι καὶ ἐξοικίζοντες ἑαυτοὺς τῶν ἱερῶν τὸ παρόν."
[7] Ἡ δὴ Κυβέλη τὴν ξυντυχίαν ἅρπαγμα καὶ ὥσπερ ἄγρας ἀρχὴν ποιησαμένη "Οὐκοῦν" ἔφη "ὦ νεωκόρων θεοφιλέστατε, καιρὸς τούς τε ξένους καὶ ἡμᾶς ἅμα εὖ ποιεῖν, μᾶλλον δὲ Ἀρσάκην μεγάλου βασιλέως ἀδελφήν· οἶσθα γὰρ ὡς φιλέλλην τέ ἐστι καὶ δεξιόν τι χρῆμα περὶ ξένων ὑποδοχήν. Λέγε οὖν πρὸς τοὺς νέους ὡς κατὰ πρόσταγμα τοῦ Θυάμιδος ἐν ἡμετέρου τὸ καταγώγιον αὐτοῖς ηὐτρέπισται."
[8] Ἐποίησεν οὕτως ὁ νεωκόρος, οὐδὲν τῶν βυσσοδομευομένων ὑπὸ τῆς Κυβέλης ὑποτοπήσας, ἀλλ' εὐεργετήσειν τε οἰόμενος τοὺς ξένους εἰ πρόξενος αὐτοῖς αὐλῆς σατραπικῆς γένοιτο καὶ ἅμα τοῖς αἰτοῦσι τὴν χάριν, ἀβλαβῆ καὶ ταῦτα οὖσαν καὶ ἀζήμιον, †καθικετεύσειν .
[9] Κατηφεῖς δὲ καὶ δεδακρυμένους ἰδὼν πλησιάσαντας τοὺς περὶ τὸν Θεαγένην ὁ νεωκόρος "Οὐκ ἔννομα μὲν" ἔφη "οὐδὲ συγκεχωρημένα ἐκ τῶν πατρίων διαπράττεσθε, καὶ ταῦτα προαπηγορευμένον ὑμῖν, ὀδυρόμενοι καὶ θρηνοῦντες ἄνδρα προφήτην, ὃν χαίροντας καὶ εὐφημοῦντας ἐκπέμπειν ὡς τῆς βελτίονος μετειληχότα λήξεως καὶ πρὸς τῶν κρειττόνων κεκληρωμένον ὁ θεῖος καὶ ἱερὸς παρεγγυᾷ λόγος· πλὴν ἀλλὰ συγγνωστὰ μὲν ὑμῖν πατέρα, ὥς φατε, καὶ κηδεμόνα καὶ ἐλπίδα τὴν μόνην ἀποβεβληκόσιν.
[10] Οὐ μὴν ἀθυμητέα παντάπασιν, ὁ γὰρ Θύαμις οὐ τῆς ἱερωσύνης μόνον τῆς ἐκείνου ἔοικεν εἶναι διάδοχος ἀλλὰ καὶ τῆς περὶ ὑμᾶς διαθέσεως. Τὰ γοῦν πρῶτα προνοηθῆναι ὑμῶν ἐπέστειλε καὶ καταγώγιον ὑμῖν ηὐτρέπισται λαμπρὸν καὶ οἷον εὔξαιτ' ἄν τις καὶ εὐδαιμόνων καὶ ἐγχωρίων, μή τί γε δὴ ξένων καὶ εὐτελέστερον τὸ νυνὶ πράττειν δοκούντων. Ἕπεσθε δὴ κοινὴν ὑμῶν μητέρα τήνδε νομίσαντες" δείξας τὴν Κυβέλην "καὶ ξεναγούσῃ πείθεσθε."
[12]
[1] Ταῦτα ἐκεῖνος μὲν ἔλεγεν ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παρ' ἐλπίδα προσπεπτωκότων βεβυθισμένοι τὴν διάνοιαν τὸ δὲ ἀγαπῶντες ὅπου δὴ τὸ παρὸν καταγωγῆς τε καὶ καταφυγῆς τυχεῖν, φυλαξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπείδοντο.
[2] Νυνὶ δὲ ἡ τὰ κατ' αὐτοὺς ἀθλοθετοῦσα τύχη πρὸς ὀλίγων ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφήμερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δι' ὀνόματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα· οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν.
[3] Οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα προπυλαίοις τε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξηρμένοις φαντασίας τε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύμαζον μὲν καὶ διεταράττοντο τῆς παρούσης κατ' αὐτοὺς τύχης τὴν οἴκησιν ὑπερέχουσαν ὁρῶντες· εἵποντο δ' οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευομένῃ καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ καὶ ὡς εὐθύμους χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ.
[4] Καὶ τέλος ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατήγετο ἡ πρεσβῦτις ἀνακεχωρηκός πως καὶ ἰδιάζον ἐγκατέστησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακαθισαμένη "Ὦ τέκνα" ἔλεγε "τῆς μὲν κατειληφυίας ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς· δίκαια δ' ἂν ποιοῖτε καὶ οἵτινες ἢ πόθεν ἔστε λέγοντες. Ὅτι μὲν γὰρ Ἕλληνες καὶ τοῦτο ἔγνων καὶ ὅτι τῶν εὖ γεγονότων πάρεστι τοῖς ὁρωμένοις τεκμαίρεσθαι, βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχήμων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστησιν.
[5] Ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος καὶ τίνες ὄντες ἢ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε βουλομένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατείπατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην τὴν μεγάλου μὲν βασιλέως ἀδελφὴν Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν φιλέλληνά τε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν ἔχοιμι τὰ καθ' ὑμᾶς ἐξαγγέλλειν, ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι.
[6] Ἐρεῖτε δὲ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν· εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνὶς καὶ Λεσβία τὴν πόλιν, ὑπ' αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο πράττουσα δὲ τῶν οἴκοι βέλτιον· εἰμὶ γάρ τοι τῇ δεσποίνῃ τὰ πάντα καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν αὐτῇ διὰ πάντων ἀπορρήτων φυλάττουσα."
[7] Τοῦ δὴ Θεαγένους τὰ εἰρημένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ' ἑαυτὸν ἀντεξετάζοντος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχές τε καὶ τῶν ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος καὶ ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλοντός τε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια "Τῆς ἀδελφῆς" ἔφη "μέμνησο ἐφ' οἷς ἂν λέγῃς."
[13]
[1] Συνεὶς οὖν τὸ δηλούμενον "Ὦ μῆτερ" ἔφη "τὸ μὲν Ἕλληνας εἶναι καὶ αὐτή που μαθοῦσα τυγχάνεις. Ἀδελφοὶ δὲ ὄντες πατέρων ὑπὸ λῃσταῖς ἁλόντων ἐπὶ ζήτησιν ἐξορμήσαντες χαλεπωτέραις ἐκείνων τύχαις κεχρήμεθα, ὠμοτέροις ἀνδράσι περιπεσόντες καὶ πάντων μὲν τῶν ὄντων, πολλὰ δὲ ἦν, ἀποσυληθέντες μόλις δὲ αὐτοὶ περισωθέντες καὶ κατά τι δεξιὸν βούλημα δαίμονος τῇ πρὸς τὸν ἥρωα Καλάσιριν συντυχίᾳ χρησάμενοι ἀφιγμένοι τε ἐνταῦθα ὡς τὸ λοιπὸν τοῦ χρόνου μετ' αὐτοῦ βιωσόμενοι, νῦν ὡς ὁρᾷς πάντων ἔρημοι καὶ μόνοι περιλελείμμεθα, τὸν δοκοῦντα καὶ ὄντα πατέρα μετὰ τῶν ἄλλων προσαπολωλεκότες.
[2] Τὰ μὲν δὴ καθ' ἡμᾶς ταῦτα· σοὶ δὲ πλείστη μὲν χάρις καὶ τῆς νῦν δεξιώσεως καὶ ξεναγίας· χαρίσαιο δ' ἂν πλέον εἰ καθ' ἑαυτοὺς ἡμῖν διάγειν τε καὶ λανθάνειν παράσχοις, τὴν εὐεργεσίαν ἣν ἀρτίως ἔφασκες, τὸ γνωρίζειν ἡμᾶς πρὸς Ἀρσάκην, ὑπερθεμένη, μηδὲ ἐπεισάγοις οὕτω λαμπρᾷ καὶ εὐδαίμονι τύχῃ ξένον καὶ ἀλήτην καὶ στυγνάζοντα βίον. Τὰς γὰρ δὴ γνώσεις καὶ τὰς ἐντεύξεις ἐκ τῶν ὁμοίων, ὡς οἶσθα, γίνεσθαι καλόν."
[14]
[1] Οὐκ ἐκαρτέρησεν ἡ Κυβέλη τούτων εἰρημένων ἀλλὰ καὶ τῇ διαχύσει τοῦ προσώπου κατάδηλος ἐγεγόνει σφόδρα ὑπερησθεῖσα πρὸς τὴν ἀκοὴν τῶν ἀδελφῶν, ἐνθυμουμένη μηδὲν κώλυμα μηδὲ ἐμπόδιον ἕξειν πρὸς τὰ ἐρωτικὰ τῆς Ἀρσάκης τὴν Χαρίκλειαν.
[2] Καὶ "Ὦ κάλλιστε νεανιῶν" ἔφη "οὐκ ἂν εἴποις ταῦτα περὶ Ἀρσάκης ἐπειδὰν εἰς πεῖραν ἔλθῃς τῆς γυναικός· κοινόν τι χρῆμά ἐστι πρὸς πᾶσαν τύχην καὶ πλέον ἐπίκουρος γίνεται τοῖς παρ' ἀξίαν ἔλαττον πράττουσι· καὶ Περσὶς οὖσα τὸ γένος σφόδρα ἑλληνίζει τὴν γνώμην χαίρουσα καὶ προστρέχουσα τοῖς ἐντεῦθεν, ἦθός τε καὶ ὁμιλίαν τὴν Ἑλληνικὴν εἰς ὑπερβολὴν ἠγάπηκε. Θαρσεῖτε οὖν, ὡς σὺ μὲν ὅσα εἰς ἄνδρας καθήκει πράξων καὶ τιμηθησόμενος, ἀδελφὴ δὲ ἡ σὴ συμπαίστριά τε καὶ συνόμιλος ἐσομένη.
[3] Ἀλλὰ τίνα ὑμῶν ὀνόματα χρὴ προσαγγέλλειν;" Ὡς δὲ ὅτι Θεαγένην καὶ Χαρίκλειαν ἤκουσεν, "αὐτοῦ με περιμένειν" εἰποῦσα ὡς τὴν Ἀρσάκην ἀπέτρεχεν, ἐπιστείλασα πρότερον πρὸς τὴν θυρωρόν ‑ ἦν δὲ καὶ αὕτη γραῦς ‑ εἴ τις βούλοιτο παρεισιέναι μηδαμῶς ἐπιτρέπειν ἀλλὰ μηδὲ ἐξιέναι ποι συγχωρεῖν τοῖς νέοις. Τῆς δὲ "Μηδ' ἂν ὁ παῖς ὁ σὸς Ἀχαιμένης παραγένηται;" ἐρωτησάσης "ἄρτι γὰρ καὶ μετὰ τὴν σὴν εἰς τὸν νεὼν πρόοδον ἐξελήλυθεν ἐναλειψόμενος τὼ ὀφθαλμώ· οἶσθα γὰρ ὡς φέρει τι μικρὸν ἔτι κακώσεως." "Μηδὲ ἐκεῖνος" ἀπεκρίνατο "ἀλλ' ἐπικλεισαμένη τὰς θύρας καὶ τὴν κλεῖν αὐτὴ κατέχουσα φάσκε ἐμὲ κομίζειν."
[4] Οὕτως ἐγένετο καὶ οὔπω τι σχεδὸν τῆς Κυβέλης χωρισθείσης καιρὸν ἡ μόνωσις τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ θρήνων τε καὶ ὑπομνήσεως τῶν καθ' ἑαυτοὺς ὑπηγόρευεν, ἀπὸ τῶν αὐτῶν τε σχεδόν τι ῥημάτων καὶ νοημάτων ἀπωλοφύραντο, ἡ μὲν "ὦ Θεάγενες" ὁ δὲ "ὦ Χαρίκλεια" συνεχῶς ἐπιστένοντες, καὶ ὁ μὲν "τίς ἄρα τύχη πάλιν κατείληφεν ἡμᾶς;" ἡ δὲ "ὁποίοις ποτὲ ἄρα συντευξόμεθα πράγμασι;" καὶ ἐφ' ἑκάστῳ συνησπάζοντο ἀλλήλους καὶ δακρύσαντες ἀνάπαλιν ἐφίλουν.
[5] Καὶ τέλος τοῦ Καλασίριδος ὑπομνησθέντες εἰς πένθος τὸ ἐκείνου τοὺς θρήνους κατέστρεφον καὶ πλέον ἡ Χαρίκλεια, ἅτε καὶ πλείονι τῷ χρόνῳ μείζονος τῆς ἀπ' αὐτοῦ σπουδῆς τε καὶ εὐνοίας πεπειραμένη καὶ "Ὢ τὸν Καλάσιριν" ἀνεκάλει κωκύουσα, "τὸ γὰρ χρηστότατον ὄνομα καλεῖν ἀπεστέρημαι πατέρα, τοῦ δαίμονος πανταχόθεν μοι τὴν τοῦ πατρὸς προσηγορίαν περικόψαι φιλονεικήσαντος.
[6] Τὸν μὲν φύσει γεννήσαντα οὐκ ἔγνωκα, τὸν δὲ θέμενον Χαρικλέα, οἴμοι, προδέδωκα, τὸν δὲ διαδεξάμενον καὶ τρέφοντα καὶ περισῴζοντα ἀπολώλεκα, καὶ οὐδὲ θρηνῆσαι τὰ νενομισμένα ἔτι κειμένῳ τῷ πτώματι πρὸς τοῦ προφητικοῦ συγκεχώρημαι. Ἀλλ' ἰδού σοι, τροφεῦ καὶ σῶτερ, προσθήσω δὲ καὶ πάτερ κἂν ὁ δαίμων μὴ βούληται, ἔνθα γοῦν ἔξεστι καὶ ὡς ἔξεστιν ἀποσπένδω τῶν ἐμαυτῆς δακρύων καὶ ἐπιφέρω χοὰς ἐκ τῶν ἐμαυτῆς πλοκάμων." Καὶ ἅμα ἀπεσπάραττεν ὡς ὅτι πλείστας τῶν ἑαυτῆς τριχῶν.
[7] Καὶ ὁ μὲν Θεαγένης ἐπεῖχεν ἐπιλαμβανόμενος σὺν ἱκεσίαις τῶν χειρῶν, ἡ δὲ ἐπετραγῴδει "Τί γὰρ καὶ δεῖ ζῆν ἔτι;" λέγουσα, "εἰς ποίαν ἀφορῶντας ἐλπίδα; ὁ χειραγωγὸς τῆς ξένης, ἡ βακτηρία τῆς πλάνης, ὁ ξεναγὸς τῆς ἐπὶ τὴν ἐνεγκοῦσαν, ὁ τῶν φύντων ἀναγνωρισμός, ἡ παραψυχὴ τῶν δυστυχημάτων, ἡ εὐπορία καὶ λύσις τῶν ἀμηχάνων, ἡ πάντων τῶν καθ' ἡμᾶς ἄγκυρα Καλάσιρις ἀπόλωλε, τὴν ἀθλίαν ἡμᾶς ξυνωρίδα πηρὸν ὥσπερ τῶν πρακτέων ἐπὶ τῆς ἀλλοδαπῆς καταλιπών.
[8] Πᾶσα μὲν ἡμῖν ὁδοιπορία πᾶσα δὲ ναυτιλία ὑπ' ἀγνωσίας ὑποτέτμηται· οἴχεται ἡ σεμνὴ καὶ μείλιχος, ἡ σοφὴ καὶ πολιὰ τῷ ὄντι φρήν, τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὔτε αὐτὴ τέλος εὑραμένη."
[15]
[1] Καὶ τοιαῦτα ἔτι καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ὀδυρομένης καὶ τοῦ Θεαγένους τὰ μὲν συνεξαίροντος τοῖς παρ' ἑαυτοῦ τὸν θρῆνον τὰ δὲ φειδοῖ τῆς Χαρικλείας καταστέλλοντος, ἐφίσταται ὁ Ἀχαιμένης καὶ τὰς θύρας τοῖς κλείθροις ἐναπειλημμένας καταλαβὼν "Τί ταῦτα;" τὴν θυρωρὸν ἠρώτα.
[2] Ὡς δὲ τῆς αὑτοῦ μητρὸς εἶναι τὸ ἔργον ἔμαθε, προσεστὼς ταῖς θύραις καὶ τὴν αἰτίαν διαπορῶν ᾔσθετο τῆς Χαρικλείας ὀδυρομένης καὶ διακύψας διὰ τῶν ὀπῶν καθ' ἃς διενήνεκτο τῶν κλείθρων ἡ ἅλυσις εἶδέ τε τὰ γινόμενα καὶ αὖθις τὴν θυρωρὸν οἵτινες εἰσὶν οἱ ἔνδον ἠρώτα. Ἡ δὲ τὰ μὲν ἄλλα οὐκ [ἔχειν] εἰδέναι ἔλεγεν, ὅτι δὲ κόρη καὶ νεανίας ξένοι τινὲς ὡς ἔχοι εἰκάζειν ἀρτίως παρὰ τῆς αὐτοῦ μητρὸς ἐσῳκισμένοι.
[3] Ὁ δὲ αὖθις διακύψας ἐπειρᾶτο διακριβοῦν τοὺς ὁρωμένους. Τὴν μὲν δὴ Χαρίκλειαν παντάπασιν ἀγνοῶν ὅμως τοῦ κάλλους ὑπερεθαύμαζε καὶ τίς ἂν ὀφθείη καὶ ποία μὴ θρηνοῦσα ἐνενόει καὶ τὸ θαῦμα λανθάνον εἰς ἐρωτικὸν πάθος αὐτὸν κατέφερε· τὸν δὲ Θεαγένην ἀμυδρῶς τε καὶ ἀμφιβόλως γνωρίζειν ἐφαντάζετο.
[4] Καὶ προσκειμένου τῇ σκέψει τοῦ Ἀχαιμένους ἐφίσταται ἀναστρέψασα ἡ Κυβέλη πάντα μὲν τὰ κατὰ τοὺς νέους ὡς ἐγεγόνει διαγγείλασα πολλὰ δὲ τῆς εὐτυχίας τὴν Ἀρσάκην μακαρίσασα, ὑφ' ἧς αὐτῇ τοσοῦτον ἐκ ταὐτομάτου κατώρθωται ὃ βουλαῖς μυρίαις καὶ μηχαναῖς οὐκ ἄν τις ἤλπισεν, ὡς καὶ σύνοικον ἔχειν τὸν ἐρώμενον ἐπ' ἀδείας ὁρῶντα καὶ ὁρώμενον,
[5] καὶ πολλοῖς τοιούτοις τὴν Ἀρσάκην φυσήσασα μόλις τε ἐπειγομένην πρὸς τὴν θέαν τοῦ Θεαγένους ἐπισχοῦσα καὶ ὡς οὐ βούλοιτο αὐτὴν ὠχριῶσαν καὶ κυλοιδιῶσαν πρὸς τῆς ἀγρυπνίας ὀφθῆναι τῷ νεανίᾳ ἀναπαυσαμένην δὲ τὴν παροῦσαν ἡμέραν καὶ ἀναλαβοῦσαν τὸ σύνηθες κάλλος, καὶ πολλοῖς τοιούτοις εὔθυμον αὐτὴν καὶ τῶν κατὰ γνώμην εὔελπιν παρασκευάσασα ἅ τε προσήκει πράττειν καὶ ὅπως προσφέρεσθαι τοῖς ξένοις παρεγγυήσασα.
[16]
[1] Ἐπεὶ δ' οὖν ἐπέστη "Τί πολυπραγμονεῖς, ὦ τέκνον;" ἔλεγεν. Ὁ δὲ "Τοὺς ἔνδον" ἔφη "ξένους οἵτινές εἰσιν ἢ πόθεν." "Οὐ θέμις, ὦ παῖ" πρὸς αὐτὸν ἡ Κυβέλη, "ἀλλ' ἐχεμύθει καὶ κατὰ σαυτὸν ἔχε καὶ μηδενὶ φράζε μηδὲ ἐπιμίγνυσο τὰ πολλὰ τοῖς ξένοις· οὕτω γὰρ δέδοκται τῇ δεσποίνῃ." Ἐκεῖνος μὲν οὖν ἀπῄει ῥᾷστα τῇ μητρὶ πεπεισμένος σύνηθές τι καὶ ἀφροδίσιον διακόνημα τῇ Ἀρσάκῃ τὸν Θεαγένην ὑποτοπήσας.
[2] Καὶ ἀπιὼν "Οὐχ οὗτός ἐστι" πρὸς ἑαυτὸν ἔλεγεν "ὃν ἐγὼ πρώην παρὰ Μιτράνου τοῦ φρουράρχου παραλαβὼν ὥστε ἄγειν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὑπὸ Βησσαέων τε καὶ Θυάμιδος ἀφῃρέθην μικροῦ καὶ τὸν περὶ τοῦ ζῆν ὑποστὰς κίνδυνον καὶ μόνος ἐκ τῶν ἀγόντων διαδρᾶναι δυνηθείς;
[3] Μὴ ἄρα σφάλλουσί με οἱ ὀφθαλμοί; ἀλλὰ ῥᾷον μὲν ἔχω καὶ διαβλέπω σχεδόν τι λοιπὸν συνήθως. Καὶ μὴν καὶ τὸν Θύαμιν ἀκήκοα παρεῖναι τῇ προτεραίᾳ καὶ διαμονομαχήσαντα πρὸς τὸν ἀδελφὸν ἀνακεκομίσθαι τὴν ἱερωσύνην· οὗτος ἄρα ἐκεῖνός ἐστιν. Ἀλλὰ τὸ παρὸν σιγητέον τὸν ἀναγνωρισμὸν ἅμα δὲ παρατηρητέον τίς ποτε ἡ περὶ τοὺς ξένους διάνοια τῆς δεσποίνης." Ὁ μὲν ταῦτα πρὸς ἑαυτόν.
[17]
[1] Ἡ δὲ Κυβέλη πρὸς τοὺς νέους εἰσδραμοῦσα ἴχνη τῶν θρήνων κατελάμβανε· πρὸς γὰρ τὸν ψόφον τῶν θυρῶν ἀνοιγομένων κατέστελλον μὲν ἑαυτοὺς καὶ πρὸς τὸ σύνηθες σχῆμα καὶ βλέμμα διαπλάττειν ἔσπευδον· οὐ μὴν ἔλαθόν γε τὴν πρεσβῦτιν, τῶν δακρύων ἔτι τοῖς ὄμμασιν ἐπιπλανωμένων.
[2] Ἀναβοήσασα οὖν "Ὦ γλυκύτατα τέκνα" ἔλεγε, "τί ταῦτα ἀωρὶ θρηνεῖτε ἡνίκα προσήκει χαίρειν, ἡνίκα εὐδαιμονίζειν ἑαυτοὺς τῆς δεξιᾶς τύχης, Ἀρσάκης τὰ κάλλιστα καὶ τὰ κατ' εὐχὰς ἐφ' ὑμῖν διανοουμένης καὶ ὀφθῆναί τε ὑμᾶς εἰς τὴν ἑξῆς ἐπινευσάσης καὶ τὸ παρὸν πᾶσαν δεξίωσιν καὶ θεραπείαν ὑμῖν ἀποκληρωσάσης; Ἀλλ' ἀπορριπτέον μὲν ὑμῖν τοὺς ληρώδεις τούτους καὶ μειρακιώδεις τῷ ὄντι θρήνους, ὥρα δὲ καὶ ῥυθμίζειν ἑαυτοὺς εἴκειν τε καὶ ὑπηρετεῖσθαι τοῖς Ἀρσάκης βουλήμασι."
[3] Καὶ ὁ Θεαγένης "Μνήμη" ἔφη "ὦ μῆτερ, τῆς Καλασίριδος τελευτῆς εἰς λύπην ἡμᾶς ἀνεκίνησε καὶ τὸ πατρικὸν ἐκείνου περὶ ἡμᾶς βούλημα ἀποβεβληκότας εἰς δάκρυα κατήγαγεν." "Ὕθλοι" ἔφη "ταῦτα ‑ Καλάσιρις καὶ πατήρ τις προσποιητός, πρεσβύτης τῇ κοινῇ φύσει καὶ τῷ χρόνῳ τῆς ἡλικίας εἴξας. Πάντα σοι πάρεστι δι' ἑνός, προστασία πλοῦτος τρυφὴ καὶ ἀπόλαυσις τῆς ἐφ' ἡλικίας ἀκμῆς, καὶ ἁπλῶς τύχην σαυτοῦ νόμιζε καὶ προσκύνει τὴν Ἀρσάκην.
[4] Μόνον ἐμοὶ πείθεσθε πῶς μὲν αὐτῇ προσιτέον καὶ ὀπτέον ὅταν τοῦτο ἐπιτρέψῃ, πῶς δὲ χρηστέον καὶ ὑπουργητέον ὅταν τι προστάττῃ· τὸ γὰρ φρόνημα, ὡς οἶσθα, μέγα καὶ ὑπέρογκον καὶ βασίλειον νεότητι καὶ κάλλει προσεξαιρόμενον καὶ ὑπεροφθῆναι εἴ τι κελεύοι μὴ ἀνεχόμενον."
[18]
[1] Πρὸς ταῦτα σιγήσαντος τοῦ Θεαγένους καὶ καθ' ἑαυτὸν ὡς ἀηδῶν τινῶν καὶ μοχθηρῶν ἐστι δηλωτικὰ ἐννοοῦντος, ὀλίγον ὕστερον εὐνοῦχοι παρῆσαν λείψανα μὲν δῆθεν τῆς σατραπικῆς τραπέζης ἐπὶ χρυσῶν τῶν σκευῶν κομίζοντες πᾶσαν δὲ πολυτέλειαν καὶ χλιδὴν ὑπεραίροντα καὶ "Τούτοις" εἰπόντες "ἡ δέσποινα δεξιοῦται καὶ τιμᾷ τὸ παρὸν τοὺς ξένους" καὶ παραθέμενοι τοῖς νέοις παραχρῆμα ἀπεχώρουν.
[2] Οἱ δὲ ἅμα μὲν τῆς Κυβέλης προτρεπούσης ἅμα δὲ προορῶντες μὴ δοκεῖν ἐνυβρίζειν τὴν δεξίωσιν ἀπεγεύοντο πρὸς βραχὺ τῶν παρακειμένων· καὶ τοῦτο καὶ εἰς ἑσπέραν ἐγίνετο καὶ κατὰ τὰς ἄλλας λοιπὸν ἡμέρας. Τῇ δ' οὖν ἑξῆς κατὰ πρώτην που τῆς ἡμέρας ὥραν οἱ συνήθεις εὐνοῦχοι παρόντες ὡς τὸν Θεαγένην "Μετακέκλησαι, ὦ μακάριε, πρὸς τῆς δεσποίνης" ἔλεγον "καὶ ὀφθῆναί σε προστετάγμεθα· καὶ ἧκε τῆς εὐτυχίας ἀπολαύσων ἧς ὀλίγοις δὴ καὶ ὀλιγάκις μεταδίδωσιν."
[3] Ὁ δὲ μικρὸν ἐφησυχάσας καὶ οἷον πρὸς βίαν ἑλκόμενος διανέστη τε καὶ "Μόνον δέ με ἥκειν ἐπέσταλται" πρὸς αὐτοὺς ἔλεγεν "ἢ καὶ ἀδελφὴν ταυτηνὶ τὴν ἐμήν;" Τῶν δὲ ὅτι μόνον ἀποκριναμένων, ἐκείνην δὲ καθ' ἑαυτὴν ὀφθήσεσθαι, νυνὶ γὰρ συμπαρεῖναι τῇ Ἀρσάκῃ τῶν ἐν τέλει τινὰς Περσῶν καὶ ἄλλως ἔθος εἶναι ἀνδράσι μὲν ἰδίᾳ γυναιξὶ δὲ καθ' ἕτερον καιρὸν χρηματίζειν, προσκύψας ὁ Θεαγένης "Οὔτε καλὰ ταῦτα οὔτε ἀνύποπτα" πρὸς τὴν Χαρίκλειαν ἠρέμα εἰπών, ἀντακούσας δὲ ὡς δεήσει μὴ ἀντιβαίνειν ἀλλὰ συντρέχειν τὴν πρώτην καὶ ἐνδείκνυσθαι ὡς πάντα πρὸς νοῦν τὸν ἐκείνης ποιήσοντα, εἵπετο τοῖς ἄγουσι.
[19]
[1] Καὶ ὅπως δεήσει τὴν ἔντευξιν ποιεῖσθαι καὶ τὸν τρόπον τῆς προσηγορίας ὑφηγουμένοις καὶ ὡς ἔθος προσκυνεῖν τοὺς εἰσιόντας οὐδὲν μὲν ἀπεκρίνατο· εἰσελθὼν δὲ καὶ προκαθημένην ἐφ' ὑψηλοῦ καταλαβὼν ἁλουργῷ μὲν καὶ χρυσοπάστῳ τῇ ἐσθῆτι φαιδρυνομένην ὅρμων δὲ πολυτελείᾳ καὶ τιάρας ἀξιώματι μεγαλαυχουμένην καὶ παντοίᾳ κομμωτικῇ πρὸς τὸ ἁβρότερον ἐξηνθισμένην δορυφόρων τε παρεστώτων καὶ τῶν ἐπὶ δόξης ἑκατέρωθεν προέδρων παρακαθημένων, οὐκ ἔπτηξε τὸ φρόνημα,
[2] ἀλλ', ὥσπερ τῶν συγκειμένων αὐτῷ πρὸς τὴν Χαρίκλειαν ὑπὲρ τῆς θεραπευτικῆς ὑποκρίσεως ἐπιλελησμένος, ἀντεξανέστη πλέον εἰς μεγαλοφροσύνην πρὸς τὸ ἀλαζονικὸν τῆς Περσικῆς θέας, καὶ οὔτε ὀκλάσας οὔτε προσκυνήσας ἀλλ' ἀπ' ὀρθῆς τῆς κεφαλῆς "Χαῖρε" ἔφη "βασίλειον αἷμα Ἀρσάκη." Τῶν δὲ παρόντων ἀγανακτούντων καὶ θροῦν τινα ὅτι μὴ προσεκύνησε καταστασιαστικὸν τοῦ Θεαγένους ὡς τολμηροῦ καὶ θρασέος ἀφιέντων, ἡ Ἀρσάκη μειδιάσασα "Σύγγνωτε" εἶπεν "ὡς ἀπείρῳ καὶ ξένῳ καὶ τὸ ὅλον Ἕλληνι καὶ τὴν ἐκεῖθεν ὑπεροψίαν καθ' ἡμῶν νοσοῦντι."
[3] Καὶ ἅμα καὶ τῆς κεφαλῆς τὴν τιάραν ἀφεῖλε, πολλὰ τῶν παρόντων κωλυόντων ‑ τοῦ γὰρ ἀμείβεσθαι τὸν ἀσπασάμενον σύμβολον τοῦτο πεποίηνται Πέρσαι ‑ καὶ "Θάρσει, ὦ ξένε" εἰποῦσα διὰ τοῦ ἑρμηνέως, συνιεῖσα γὰρ τὴν Ἑλλάδα γλῶτταν οὐκ ἐφθέγγετο, "καὶ λέγε τίνος χρῄζεις, ὡς οὐκ ἀποτευξόμενος" ἀπέπεμπε, νεύματι τοῦτο πρὸς τοὺς εὐνούχους ἐπισημήνασα.
[4] Παρεπέμπετο δὴ μετὰ δορυφορίας καὶ ὁ Ἀχαιμένης αὖθις θεασάμενος ἐγνώριζε μὲν ἀκριβέστερον καὶ τῆς ἄγαν εἰς αὐτὸν τιμῆς τὴν αἰτίαν ὑποπτεύων ἐθαύμαζεν, ἐσίγα δ' οὖν ὅμως τὰ δεδογμένα πράττων.
[5] Ἡ δὲ Ἀρσάκη τοὺς ἐν τέλει Περσῶν ἑστιάσασα, δῆθεν μὲν ὡς συνήθως ἐκείνους τιμῶσα ἀληθέστερον δὲ τὴν πρὸς Θεαγένην ἔντευξιν εὐωχίαν ἄγουσα, οὐ μοίρας μόνον κατὰ τὸ εἰωθὸς τῶν ἐδεσμάτων τοῖς περὶ τὸν Θεαγένην ἀπέστειλεν ἀλλὰ καὶ τάπητάς τινας καὶ στρωμνὰς πεποικιλμένας Σιδωνίας τε καὶ Λυδίας ἔργα χειρός.
[6] Συναπέστειλε δὲ καὶ ἀνδράποδα ὑπηρετησόμενα, κόριον μὲν τῇ Χαρικλείᾳ παιδάριον δὲ τῷ Θεαγένει τὸ μὲν γένος Ἰωνικὰ τὴν δὲ ἡλικίαν ἥβης ἐντός, πολλὰ τὴν Κυβέλην παρακαλέσασα ἐπισπεύδειν καὶ ὡς ὅτι τάχιστα διανύειν τὸν σκοπόν (οὐ γὰρ ἔτι φέρειν τὸ πάθος οἶδεν) οὐδὲ αὐτὴν ἀνιεῖσαν ἀλλὰ παντοίως ἐκπεριιοῦσαν τὸν Θεαγένην.
[7] Προδήλως μὲν γὰρ οὐκ ἐξέφαινε τὸ βούλημα τῆς Ἀρσάκης κύκλῳ δὲ καὶ δι' αἰνιγμάτων εἰς τὸ συνιέναι προσβιβάζουσα καὶ τήν τε περὶ αὐτὸν φιλοφροσύνην τῆς δεσποίνης μεγαλύνουσα καὶ τὸ κάλλος, οὐ τὸ φαινόμενον μόνον ἀλλὰ καὶ τὸ ἐντὸς ἐσθῆτος, μετὰ τινῶν εὐλόγων προφάσεων ὑπ' ὄψιν ἄγουσα, καὶ τὸ ἦθος ὡς ἐράσμιός τε καὶ εὐόμιλος καὶ χαίρουσα τοῖς ἁβροτέροις καὶ ἀγερωχοτέροις τῶν νέων καὶ ὅλως ἀπόπειραν ἐν οἷς διεξῄει λαμβάνουσα εἰ προστρέχει τοῖς ἐπαφροδίτοις.
[8] Καὶ ὁ Θεαγένης τὸ μὲν τῆς φιλοφροσύνης καὶ ὡς φιλέλλην τὸ ἦθος καὶ ὅσα τοιαῦτα συνεπῄνει καὶ χάριν ὡμολόγει, τὰ δὲ ἐπαγωγὰ τῶν ἀτοπωτέρων ὡς ἂν μηδὲ συνιεὶς τὴν ἀρχὴν ἑκὼν ὑπερέβαινε. Πνιγμὸς τοίνυν εἶχε τὴν γραῦν καὶ οἷον ἔλυζε τὴν καρδίαν στοχαζομένη μὲν ὡς συνίησι τῆς προαγωγείας ἀπαυθαδιαζόμενον δὲ καὶ διωθούμενον ὁρῶσα τὴν πεῖραν.
[9] Καὶ τὴν Ἀρσάκην οὐκέτι φέρειν οἵα τε ἦν δι' ὄχλου γινομένην καὶ καρτερεῖν οὐκέτι δύνασθαι λέγουσαν καὶ τὴν ἐπαγγελίαν ἀπαιτοῦσαν ἣν ἄλλοτε ἄλλαις προφάσεσιν ὑπερετίθετο ἡ Κυβέλη, νῦν μὲν βουλόμενον ἀποδειλιᾶν τὸν νεανίαν φάσκουσα νῦν δὲ ἀνωμαλίαν τινὰ προσπεπτωκέναι πλαττομένη.
[20]
[1] Καὶ πέμπτης που λοιπὸν καὶ ἕκτης ἡμέρας παρῳχηκυίας ἤδη καὶ τὴν Χαρίκλειαν τῆς Ἀρσάκης ἅπαξ που καὶ δεύτερον προσκεκλημένης καὶ εἰς τὸ τῷ Θεαγένει κεχαρισμένον μετὰ τιμῆς καὶ φιλοφροσύνης ἑωρακυίας ἀναγκάζεται καὶ λευκότερον διαλεχθῆναι τῷ Θεαγένει καὶ τὸν ἔρωτα ἀπαρακαλύπτως ἐξηγόρευε, πολλὰ καὶ μυρία ἀγαθὰ συγκατατιθεμένῳ διεγγυωμένη καὶ
[2] "Τίς ἡ ἀτολμία;" προστιθεῖσα "τί δὲ τὸ ἀναφρόδιτον; νέος οὕτω καὶ καλὸς καὶ ἀκμαῖος γυναῖκα ὁμοίαν καὶ προστετηκυῖαν ἀπωθεῖται καὶ οὐχ ἅρπαγμα οὐδὲ ἕρμαιον ποιεῖται τὸ πρᾶγμα δέους μὲν οὐδενὸς ἐπόντος τῇ πράξει μήτε τἀνδρὸς παρόντος κἀμοῦ τῆς θρεψαμένης καὶ πάντα ἀπόρρητα διὰ χειρὸς ἐχούσης τὴν ὁμιλίαν διακονούσης, μήτε σοί τινος ἐπόντος κωλύματος, οὐ νύμφης οὐ γαμετῆς παρούσης.
[3] Καίτοι καὶ τούτων ὑπερεῖδον πολλοὶ πολλάκις ὅσοι δὴ νοῦν ἔχοντες τοὺς μὲν οἰκείους ἔγνωσαν οὐδὲν ἐκ τούτου καταβλάψειν αὑτοὺς δὲ ὠφελήσειν κτήσεως χρημάτων προσγενομένης καὶ τῶν καθ' ἡδονὴν ἀπολαύσεων."
[4] Τελευτῶσα δὲ καὶ ἀπειλήν τινα κατεμίγνυ τοῖς λεγομένοις "Αἱ χρησταὶ" λέγουσα "καὶ φιλόνεοι γυναῖκες ἀμείλικτοι γίνονται καὶ βαρυμήνιδες ἀποτυγχάνουσαι καὶ τοὺς ὑπερόπτας ὡς ὑβριστὰς εἰκότως ἀμύνονται. Ταύτην δὲ ὅτι καὶ Περσὶς τὸ γένος ἐννόει καὶ ὡς βασίλειον αἷμα ‑ τοῦτο δὴ τὸ τῆς σῆς προσρήσεως ‑ καὶ ὡς πολλὴν ἐξουσίαν καὶ δύναμιν περιβέβληται, ὑφ' ἧς αὐτῇ καὶ τιμῆσαι τὸν εὔνουν καὶ κολάσαι τὸν ἐναντιούμενον ἐπ' ἀδείας, σὺ δὲ καὶ ξένος καὶ ἔρημος καὶ ὁ προστησόμενος οὐδείς.
[5] Φεῖσαι τὸ μέρος καὶ σαυτοῦ φεῖσαι κἀκείνης· ἀξία δέ ἐστι παρὰ σοῦ φειδοῦς, εἰς τἄδικα διὰ τὸν σὸν πόθον οὕτως ἐκμεμηνυῖα. Εὐλαβήθητι καὶ μῆνιν ἐρωτικὴν φύλαξαι καὶ τὸ ἐκ τῆς ὑπεροψίας νεμεσητόν· πολλοὺς οἶδα μεταμεληθέντας, πεῖραν ἔχω σοῦ μᾶλλον τῶν Ἀφροδίτης, ἡ πολιὰ θρὶξ ἣν ὁρᾷς αὕτη πολλοῖς τοιούτοις ἐνήθλησεν ἀλλ' οὕτως ἄτεγκτον καὶ ἀνήμερον οὐκ ἔγνωκα."
[6] Καὶ ἀποστρέψασα τὸν λόγον πρὸς τὴν Χαρίκλειαν, ὑπ' ἀνάγκης γὰρ κἀκείνης εἰς ἐπήκοον ἀπεθάρσησε τὰ τοιαῦτα διαλέγεσθαι, "Συμπαρακάλεσον" ἔφη "ὦ θύγατερ, καὶ σὺ τὸν οὐκ οἶδ' ὅντινα προσείπω προσηκόντως ἀδελφόν σου τοῦτον. Συνοίσει καὶ σοὶ τὸ πρᾶγμα· οὐκ ἔλαττον ἀγαπηθήσῃ, πλέον τιμηθήσῃ· πλουτήσεις εἰς κόρον, γάμου σοι προνοήσει λαμπροῦ. Ζηλωτὰ δὲ ταῦτα καὶ εὖ πράττουσι, μή τί γε δὴ ξένοις καὶ ἐν ἐνδείᾳ τὸ παρὸν ἐξεταζομένοις."
[21]
[1] Ἡ δὲ Χαρίκλεια σεσηρός τι καὶ κατεσμυγμένον ὑποβλέψασα "Εὐκτὸν μὲν ἦν" ἔφη "καὶ κάλλιστον μηδὲν τοιοῦτον ὑποστῆναι τὴν πάντα ἀρίστην Ἀρσάκην· εἰ δὲ μή, δεύτερα γοῦν ἐγκρατείᾳ φέρειν τὸ πάθος. Ἀλλ' ἐπειδή τι πέπονθεν ἀνθρώπινον καὶ νενίκηται, ὡς φῄς, καὶ ἥττων ἐστὶ τῆς ἐπιθυμίας, συμβουλεύσαιμ' ἂν καὶ αὐτὴ Θεαγένει τούτῳ τὴν πρᾶξιν, εἰ τὸ ἀσφαλὲς αὐτῷ προσείη, μὴ ἀρνεῖσθαι· μὴ δέ τι λάθῃ κακὸν αὐτός τε ἑαυτὸν κἀκείνην ἐργασάμενος, εἰ ταῦτα εἰς φῶς ἔλθοι καὶ γνοίη ποθὲν τὸ παράνομον τῶν δεδραμένων ὁ σατράπης."
[2] Ἀνήλατο πρὸς τοὺς λόγους ἡ Κυβέλη καὶ περιπτύξασα καὶ φιλήσασα πολλὰ τὴν Χαρίκλειαν "Εὖγε" ἔφη "ὦ τέκνον, ὅτι καὶ γυναῖκα ὁμοίαν σοι τὴν φύσιν ἠλέησας καὶ τῆς ἀσφαλείας τἀδελφοῦ πεφρόντικας· ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ὡς οὐδ' ὁ ἥλιος, τοῦτο δὴ τὸ τοῦ λόγου, γνώσεται." "Πέπαυσο τὸ παρόν" ἔφη ὁ Θεαγένης "καὶ ἔνδος ἡμῖν εἰς ἐπίσκεψιν."
[3] Ἐξελθούσης δὲ παραχρῆμα τῆς Κυβέλης "Ὦ Θεάγενες" ἔλεγεν ἡ Χαρίκλεια "ὁ μὲν δαίμων τοιαῦτα ἡμῖν προξενεῖ τὰ εὐτυχήματα ἐν οἷς πλέον ἐστὶ τὸ κακῶς πράττειν τῆς δοκούσης εὐπραγίας· πλὴν ἀλλὰ συνετῶν γέ ἐστι καὶ τὰ δυστυχήματα ἐκ τῶν ἐνόντων πρὸς τὸ βέλτιστον διατίθεσθαι. Εἰ μὲν οὖν ἔχεις γνώμην καὶ τελείως δρᾶσαι τὸ ἔργον οὐκ ἔχω λέγειν· καίτοι γε οὐκ ἂν σφόδρα διενεχθεῖσα εἰ πάντως ἡμῖν ἐν τούτῳ τὸ σῴζεσθαι καὶ μὴ περιλείπεται.
[4] Εἰ δὲ εὖ ποιῶν ἄτοπον δοκιμάζεις τὸ αἰτούμενον ἀλλὰ σύ γε πλάττου τὸ συγκατατίθεσθαι καὶ τρέφων ἐπαγγελίαις τῆς βαρβάρου τὴν ὄρεξιν ὑπερθέσεσιν ὑπότεμνε τὸ πρὸς ὀξύ τι καθ' ἡμῶν βουλεύσασθαι, ἐφηδύνων ἐλπίδι καὶ καταμαλάττων ὑποσχέσει τοῦ θυμοῦ τὸ φλεγμαῖνον· εἰκός τινα καὶ λύσιν θεῶν βουλήσει τὸν μεταξὺ χρόνον ἀποτεκεῖν. Ἀλλ' ὦ Θεάγενες, ὅπως μὴ ἐκ τῆς μελέτης εἰς τὸ αἰσχρὸν τοῦ ἔργου κατολισθήσῃς."
[5] Μειδιάσας οὖν ὁ Θεαγένης "Ἀλλὰ σύ γε οὐδὲ ἐν τοῖς δεινοῖς" ἔφη "τὴν γυναικῶν ἔμφυτον νόσον ζηλοτυπίαν ἐκπέφευγας, ἐμὲ δὲ ἴσθι μηδὲ πλάσασθαι τὰ τοιαῦτα δύνασθαι· ποιεῖν γὰρ τὰ αἰσχρὰ καὶ λέγειν ὁμοίως ἀπρεπές· καὶ ἄλλως τὸ ἀπογνῶναι τὴν Ἀρσάκην αὐτόθεν φέρει τι χαρίεν, τὸ μηκέτι διοχλεῖν ἡμῖν. Εἰ δὲ πάσχειν τι δέοι, φέρειν τὰ προσπίπτοντα ἤδη με πολλάκις ἥ τε τύχη καὶ ἡ γνώμη παρεσκεύασε." "Μὴ λάθῃς εἰς μέγα κακὸν ἡμᾶς ἐμβάλλων" εἰποῦσα ἡ Χαρίκλεια ἐσιώπησε.
[22]
[1] Καὶ τούτων ἐν ταύτῃ τῇ σκέψει διαγόντων ἡ Κυβέλη πάλιν ἀναπτερώσασα τὴν Ἀρσάκην καὶ ὡς τὰ δεξιώτερα χρὴ προσδοκᾶν εἰποῦσα, ἐνδεδεῖχθαι γάρ τι τὸν Θεαγένην τοιοῦτον, ἐπανῆλθεν εἰς τὸ αὑτῆς δωμάτιον. Κἀκείνην διαλιποῦσα τὴν ἑσπέραν καὶ πολλὰ διὰ τῆς νυκτὸς ὁμόκοιτον οὖσαν ἐξ ἀρχῆς τὴν Χαρίκλειαν παρακαλέσασα συμπράττειν εἰς ἕω πάλιν ἠρώτα τὸν Θεαγένην τίνα εἴη τὰ δεδογμένα.
[2] Ἀπειπόντος δὲ λαμπρῶς καὶ παντοίως τὸ προσδοκᾶν ἀποφήσαντος, σύννους ἐπὶ τὴν Ἀρσάκην ἀπέδραμεν. Ἡ δέ, ὡς τὸ ἀπηνὲς παρὰ Θεαγένους ἐξήγγειλεν ἡ Κυβέλη, τὴν γραῦν ἐπὶ κεφαλὴν ἐξωσθῆναι προστάξασα εἰσδραμοῦσά τε εἰς τὸν θάλαμον ἔκειτο ἐπὶ τῆς εὐνῆς ἑαυτὴν σπαράττουσα.
[3] Καὶ ἄρτι τῆς γυναικωνίτιδος ἐκτὸς γεγονυῖαν τὴν Κυβέλην ἰδὼν ὁ υἱὸς Ἀχαιμένης κατηφῆ τε καὶ δεδακρυμένην "Μή τι ἄτοπον μή τι πονηρόν, ὦ μῆτερ, προσπέπτωκεν;" ἠρώτα "μή τις ἀγγελία τὴν δέσποιναν ἠνίακε; μή τι δυστύχημα ἀπὸ στρατοπέδου προσήγγελται; μή τι καταπονοῦσι κατὰ τὸν ἐνεστῶτα πόλεμον Αἰθίοπες τὸν δεσπότην Ὀροονδάτην;"
[4] Καὶ πολλὰ τοιαῦτα εἰπὼν ἠρώτα· ἡ δὲ "Ἀδολεσχεῖς" εἰποῦσα ἀπέτρεχεν· ὁ δὲ οὐδέν τι μᾶλλον ἀνιεὶς ἀλλὰ παρακολουθῶν καὶ τῶν χειρῶν λαμβανόμενος καὶ κατασπαζόμενος ἐξαγορεύειν πρὸς παῖδα τὸν ἴδιον τὰ λυποῦντα ἱκέτευε.
[23]
[1] Λαβοῦσα δὴ αὐτὸν καὶ εἴς τι μέρος τοῦ παραδείσου χωρισθεῖσα "Ἄλλῳ μὲν οὐκ ἄν" ἔφη "ἐξεῖπον τὰ ἐμαυτῆς τε καὶ δεσποίνης κακά· ἐπεὶ δὲ ἐκείνη τε ἐν τῷ παντὶ σαλεύει κἀγὼ τὸν περὶ τοῦ ζῆν προσδοκῶ κίνδυνον, οἶδα γὰρ ὡς ἡ Ἀρσάκης ἀνία καὶ μανία εἰς ἐμὲ ἀποσκήψει, λέγειν ἀναγκάζομαι εἰ δή τινα καὶ ἐπικουρίαν τῇ γεννησάσῃ καὶ εἰς φῶς προαγαγούσῃ καὶ τουτοισὶ ἐκθρεψαμένῃ σε τοῖς μαζοῖς ἐπινοήσειας.
[2] Ἐρᾷ τοῦ νέου τοῦ παρ' ἡμῖν ἡ δέσποινα καὶ ἐρᾷ οὐ φορητόν τινα οὐδὲ νενομισμένον ἀλλὰ ἀνίατον ἔρωτα καὶ ὃν εἰς δεῦρο κατορθώσειν ἐγώ τε κἀκείνη μάτην ἠπατώμεθα. Καὶ αὗται ἦσαν αἱ πολλαὶ φιλοφροσύναι καὶ ποικίλαι δεξιώσεις αἱ περὶ τοὺς ξένους.
[3] Ἐπεὶ δὲ εὐήθης τις καὶ θρασὺς καὶ ἀπηνὴς ὢν ὁ νεανίας ἀπεῖπε τὰ πρὸς ἡμᾶς, οὐδὲ ἐκείνην οἶδα βιωσομένην καὶ ἐμαυτὴν ἀναιρησομένην ὡς χλευάσασαν ταῖς ἐπαγγελίαις καὶ διαψευσαμένην. Ταῦτα ἔστιν, ὦ παῖ, καὶ εἰ μὲν ἔχεις τι βοηθεῖν σύμπραττε· εἰ δὲ μή, τελευτήσασαν τὴν μητέρα κήδευε."
[4] Καὶ ὃς "Μισθὸς δέ μοι τίς ἔσται" ἔφη "ὦ μῆτερ; οὐ γάρ μοι καιρὸς θρύπτεσθαι πρός σε οὐδὲ ἐκ περιόδων οὐδὲ κυκλούμενον τοῖς λόγοις τὴν βοήθειαν ἐπαγγέλλεσθαι πρὸς οὕτως ἀγωνιῶσαν καὶ ἐγγὺς λειποψυχοῦσαν." "Πᾶν ὅ τι βούλει" ἔφη "προσδόκα" ἡ Κυβέλη. "Ἀρχιοινοχόον μὲν γάρ σε καὶ νῦν εἰς ἐμὴν τιμὴν πεποίηται· εἰ δέ τι μεῖζον ἀξίωμα περινοεῖς, ἀπάγγελλε· πλούτου γὰρ οὐδὲ ἀριθμὸς ἔσται ὅσον ἂν κομίσαιο, σωτὴρ τῆς ἀθλίας γενόμενος."
[5] "Πάλαι ταῦτα" ἔφη "δι' ὑποψίας ἔχων, ὦ μῆτερ, ἐγὼ καὶ συνιεὶς ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. Ἀλλ' οὐδὲ ἀξιώματος οὐδὲ πλούτου μεταποιοῦμαι· τὴν δὲ κόρην τὴν ἀδελφὴν λεγομένην τοῦ Θεαγένους εἴ μοι πρὸς γάμον ἐκδοίη, πάντα αὐτῇ τὰ κατὰ γνώμην πεπράξεται· ἐρῶ δέ, ὦ μῆτερ, τῆς κόρης οὐχὶ μετρίως, ὥστε ἐκ τῶν ἰδίων γινώσκουσα τὸ πάθος ἡ δέσποινα καὶ ὅσον τι καὶ οἷόν ἐστι δικαίως ἂν καὶ αὐτὴ συμπράττοι τῷ ταὐτὰ νοσοῦντι, καὶ ἄλλως τοσοῦτον κατόρθωμα ἐπαγγελλομένῳ."
[6] "Μηδὲν ἀμφίβαλλε" εἶπεν ἡ Κυβέλη· "ἥ τε γὰρ δέσποινα δώσει τὴν χάριν ἀνενδοιάστως εὐεργέτῃ σοι καὶ σωτῆρι γεγενημένῳ καὶ ἄλλως τάχα ἂν καὶ καθ' ἑαυτοὺς πείσαιμεν τὴν κόρην. Ἀλλὰ τίς ὁ τρόπος εἰπὲ τῆς βοηθείας;" "Οὐκ ἂν εἴποιμι" ἔφη, "πρὶν ὅρκοις ἐμπεδωθῆναί μοι τὴν ἐπαγγελίαν παρὰ τῆς δεσποίνης. Σὺ δὲ μὴ ἀποπειραθῇς τὴν ἀρχὴν τῆς κόρης, ὁρῶ γάρ πως κἀκείνην ἄνω τε καὶ μέγα φρονοῦσαν, μὴ καὶ λάθῃς τὸ πρᾶγμα διαστρέφουσα."
[7] "Πάντα γενήσεται" εἰποῦσα εἰσέδραμεν εἰς τὸν θάλαμον ὡς τὴν Ἀρσάκην καὶ προσπεσοῦσα τοῖς γόνασιν "Εὔθυμος ἔσο" ἔφη· "πάντα σοι θεῶν βουλήσει κατορθοῦται· τὸν παῖδα μόνον τὸν ἐμὸν Ἀχαιμένην εἰσκληθῆναι πρόσταξον." "Εἰσκεκλήσθω" εἶπεν ἡ Ἀρσάκη "εἰ μή τί με πάλιν ἀπατᾶν μέλλεις."
[24]
[1] Εἰσῆλθεν ὁ Ἀχαιμένης καὶ πάντα διελθούσης τῆς πρεσβύτιδος ἐπώμοσεν ἡ Ἀρσάκη παρέξειν τὸν γάμον τῆς ἀδελφῆς Θεαγένους. Ὁ δὲ Ἀχαιμένης "Δέσποινα" ἔφη "πεπαύσθω λοιπὸν Θεαγένης, δοῦλος ὤν, [καὶ] θρυπτόμενος κατὰ δεσποίνης ἰδίας."
[2] "Καὶ πῶς τοῦτο λέγεις;" ἐρωτώσης ἅπαντα ἐξηγόρευεν· ὡς πολέμου νόμῳ ληφθείη καὶ γένοιτο αἰχμάλωτος ὁ Θεαγένης, ὡς Μιτράνης ἐκπέμψειεν αὐτὸν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὡς αὐτὸς ἵνα ἄγοι παραλαβὼν ἀπολέσειεν ἔφοδον Βησσαέων καὶ Θυάμιδος κατατολμησάντων, ὡς μόλις αὐτὸς διαδράσειε καὶ ἐπὶ πᾶσι τὸ γράμμα τὸ Μιτράνου πρὸς Ὀροονδάτην προηυτρεπισμένος ἐπεδείκνυε τῇ Ἀρσάκῃ, καὶ εἰ προσδέοιτο καὶ ἑτέρων ἀποδείξεων ἕξειν μαρτυροῦντα καὶ τὸν Θύαμιν.
[3] Ἀνέπνει πρὸς ταῦτα ἡ Ἀρσάκη· καὶ οὐδὲν ὅσον μελλήσασα πρόεισί τε τοῦ θαλάμου καὶ εἰς τὸν οἶκον οὗ προκαθημένη χρηματίζειν εἰώθει παρελθοῦσα ἄγεσθαι τὸν Θεαγένην ἐκέλευσεν. Ἐπεὶ δὲ ἤχθη ἐπηρώτα εἰ γνωρίζει τὸν Ἀχαιμένην, ἑστῶτα πλησίον ἐπιδεικνύουσα· τοῦ δὲ φήσαντος "Οὔκουν καὶ αἰχμάλωτον ἦγέ σε παραλαβών;" αὖθις ἠρώτα.
[4] Συμφήσαντος δὲ καὶ τοῦτο τοῦ Θεαγένους "Δοῦλος τοίνυν ἡμέτερος ὢν ἴσθι· καὶ σὺ μὲν πράξεις τὰ τῶν οἰκετῶν, τοῖς ἡμετέροις νεύμασι καὶ ἄκων ἑπόμενος, ἀδελφὴν δὲ τὴν σὴν Ἀχαιμένει τῷδε πρὸς γάμον κατεγγυῶ τὰ πρῶτα φερομένῳ παρ' ἡμῖν τῆς τε μητρὸς ἕνεκεν καὶ τῆς ἄλλης αὐτοῦ περὶ ἡμᾶς εὐνοίας, ὑπερθεμένη τοσοῦτον ὅσον ἡμέραν προορίσαι καὶ τὰ πρὸς τὴν εὐωχίαν λαμπρότερον εὐτρεπισθῆναι."
[5] Ὁ δὲ Θεαγένης ἐβέβλητο μὲν ὡς ὑπὸ τρώσεως τῶν λόγων· ἔγνω δ' οὖν μὴ ὁμόσε χωρεῖν ἀλλὰ καθάπερ θηρίου τὴν ὁρμὴν ἐκκλῖναι καὶ "Ὦ δέσποινα" ἔλεγε "θεοῖς χάρις ὅτι εὐγενείας τὰ πρῶτα ὄντες ταῦτα γοῦν ὡς ἐν δυστυχήμασιν εὐπραγοῦμεν, τὸ μὴ ἄλλοις σοὶ δὲ δουλεύειν ἣ καὶ ἀλλοτρίους εἶναι δοκοῦντας καὶ ξένους οὕτως ἡμέρως τε καὶ φιλοφρόνως ἑώρας.
[6] Ἀδελφῆς δὲ τῆς ἐμῆς ἕνεκεν, αἰχμαλώτου μὲν οὐκ οὔσης οὐδὲ διὰ τοῦτο δούλης αἱρουμένης δέ σε θεραπεύειν καὶ κεκλῆσθαι τὸ σοὶ καθ' ἡδονήν, βουλευσαμένη πρᾶττε τοῦθ' ὅπερ ἂν ἔχειν ὀρθῶς δοκιμάζῃς." Ἡ δὲ Ἀρσάκη "Κατατετάχθω" ἔφη "ἐν τοῖς τραπεζοκόμοις καὶ οἰνοχοεῖν πρὸς Ἀχαιμένους ἐκδιδασκέσθω, πρὸς τὴν βασιλικὴν διακονίαν πόρρωθεν προεθιζόμενος."
[25]
[1] Ἐξῄεσαν οὖν σύννους μὲν ὁ Θεαγένης καὶ τῶν πρακτέων εἰς ἐπίσκεψιν τὸ βλέμμα ἐπιστρέφων, ἐγγελῶν δὲ ὁ Ἀχαιμένης καὶ τοῦ Θεαγένους καταμωκώμενος "ὁ σοβαρὸς ἡμῖν ἀρτίως" λέγων "καὶ ὑπερήφανος, ὁ τὸν αὐχένα ἄκαμπτος καὶ μόνος ἐλεύθερος, ὁ τὴν κεφαλὴν νεύειν εἰς τὸ προσκυνεῖν οὐκ ἀνεχόμενος, νῦν που τάχα κλινεῖς ἢ καὶ κονδύλοις ὑφέξεις αὐτὴν παιδαγωγούμενος."
[2] Ἡ δὲ Ἀρσάκη τοὺς ἄλλους ἀποπέμψασα πρὸς μόνην τὴν Κυβέλην "Νῦν μὲν δὴ" ἔφη "ὦ Κυβέλη πᾶσα περιῄρηται πρόφασις καὶ λέγε ἐλθοῦσα πρὸς τὸν ὑπερήφανον ὡς πειθόμενος μὲν ἡμῖν καὶ τὰ κατὰ νοῦν τὸν ἡμέτερον πράττων ἐλευθερίας τε μεθέξει καὶ ἀφθόνως ὡς ἐν εὐπορίᾳ βιώσεται, τοῖς δὲ ἐναντίοις ἐπιμένων ἐρωμένης τε ὑπερφρονουμένης καὶ δεσποίνης ἅμα ἀγανακτούσης αἰσθήσεται, δουλείαν μὲν τὴν ἐσχάτην καὶ ἀτιμοτάτην ὑπηρετησόμενος κολάσεως δὲ πᾶν εἶδος ὑποστησόμενος."
[3] Ἦλθεν ἡ Κυβέλη καὶ ἀπήγγειλε τὰ παρὰ τῆς Ἀρσάκης, πολλὰ καὶ παρ' ἑαυτῆς εἰς προτροπὴν τῶν φαινομένων λυσιτελεῖν προστιθεῖσα. Ὁ δὴ Θεαγένης ὀλίγον ἐπιμεῖναι παρακαλέσας μόνος τε πρὸς τὴν Χαρίκλειαν ἰδιάσας "Οἴχεται τὰ καθ' ἡμᾶς" ἔφη "Χαρίκλεια.
[4] Πᾶν, τοῦτο δὴ τὸ τοῦ λόγου, πεῖσμα διέρρηκται, πᾶσα ἐλπίδος ἄγκυρα καὶ παντοίως ἀνέσπασται καὶ οὐδὲ μετ' ὀνόματος γοῦν ἐλευθέρου δυστυχοῦμεν ἀλλὰ δοῦλοι γεγόναμεν αὖθις" (καὶ ὅπως προσετίθει) "καὶ βαρβαρικαῖς λοιπὸν ἐκκείμεθα αἰκίαις, ἢ πράττοντες τὰ δοκοῦντα τοῖς δεσποτεύουσιν ἢ τοῖς κατακρίτοις ἐναριθμούμενοι.
[5] Καὶ ταῦτα μὲν ἔτι φορητά, τὸ δὲ πάντων βαρύτατον Ἀχαιμένει τῷ Κυβέλης υἱεῖ πρὸς γάμον ἐκδώσειν ἡ Ἀρσάκη σε κατεπηγγείλατο· καὶ τοῦτο μὲν ὅτι μὴ ἔσται ἢ γινόμενον οὐκ ὄψομαι δῆλον, ἕως ἂν ὁ βίος ξιφῶν τε καὶ ἀμυντηρίων εὐπορῇ.
[6] Τί δὲ χρὴ πράττειν ἢ τίνα μηχανὴν ἐπινοεῖν ὥστε διακρούσασθαι τήν τε ἐμὴν πρὸς Ἀρσάκην καὶ τὴν σὴν πρὸς Ἀχαιμένην ἀπευκτὴν σύνοδον;" "Μίαν" ἔφη πρὸς αὐτὸν ἡ Χαρίκλεια· "κατανεύσας τὴν ἑτέραν, τὴν κατ' ἐμὲ διακωλύσεις."
[7] "Εὐφήμησον" ἔφη· "μὴ γὰρ οὕτως ἡ δαίμονος τοῦ ἡμετέρου βαρύτης ἰσχύσειεν ὥστε με τὸν Χαρικλείας ἀπείρατον ἄλλης ὁμιλίᾳ παρανόμως μιανθῆναι. Ἀλλά τι δραστήριον ἐπινενοηκέναι μοι δοκῶ· εὑρέτις ἄρα ἐπιλογισμῶν ἡ ἀνάγκη." Καὶ ἅμα πρὸς τὴν Κυβέλην μεταστὰς "Ἀπάγγελλε" εἶπε "τῇ δεσποίνῃ βούλεσθαί με μόνῃ καὶ ἰδίᾳ τῶν ἄλλων ἐντυχεῖν."
[26]
[1] Τοῦτ' ἐκεῖνο νομίσασα εἶναι ἡ πρεσβῦτις καὶ ὑποπεπτωκέναι τὸν Θεαγένην ἀπήγγειλέ τε πρὸς τὴν Ἀρσάκην καὶ μετὰ δεῖπνον ἄγειν τὸν νεανίαν ἀκούσασα οὕτως ἔπραττε. Καὶ ἡσυχίαν παρασχεῖν τῇ δεσποίνῃ τοὺς παρεδρεύοντας κελεύσασα καὶ μὴ παρενοχλεῖν τοῖς περὶ τὸν θάλαμον, παρεισῆγε τὸν Θεαγένην, τῶν μὲν ἄλλων οἷα δὴ νυκτὸς ὑπὸ σκότους κατεχομένων καὶ λαθεῖν παρεχόντων μόνον δὲ τὸν θάλαμον λύχνου καταυγάζοντος, καὶ εἰσάγουσα ὑπέστελλεν ἑαυτήν.
[2] Ἀλλ' ὁ Θεαγένης ἐπεῖχέ τε "Παρέστω καὶ ἡ Κυβέλη τὸ παρόν, ὦ δέσποινα" εἰπών, "οἶδα ὡς τὸ πιστὸν ἔχει φυλακῆς τῶν ἀπορρήτων"· καὶ ἅμα τῶν χειρῶν τῆς Ἀρσάκης λαβόμενος "Ὦ δέσποινα" ἔλεγεν "οὔτε πρότερον ἀπαυθαδιαζόμενος πρὸς τὸ βούλημα τὸ σὸν ὑπερεθέμην τὸ κελευόμενον ἀλλ' ὅπως ἂν ἀσφαλῶς γένοιτο πρυτανευόμενος· νῦν τε ἐπειδή με καὶ δοῦλον τάχα καλῶς ποιοῦσα ἡ τύχη σὸν ἀπέφηνε, πολὺ πλέον εἰς πάντα ἕτοιμος εἴκειν.
[3] Ἕν μοι μόνον παρασχέσθαι νεῦσον, καίτοι πολλὰ καὶ μεγάλα ὑποσχομένη· ἄπειπε τὸν γάμον Ἀχαιμένει τὸν Χαρικλείας· τῶν γὰρ ἄλλων σιωπωμένων, τὴν εὐγενείᾳ τῇ μεγίστῃ κομῶσαν οἰκότριβι συνοικεῖν ἀθέμιτον· ἢ ἐπόμνυμί σοι θεῶν τὸν κάλλιστον ἥλιον καὶ θεοὺς τοὺς ἄλλους ὡς οὔτε ὑπείξω τῷ σῷ βουλήματι καὶ εἰ γένοιτό τι πρὸς βίαν εἰς τὴν Χαρίκλειαν ἐπόψει με πρότερον ἐμαυτὸν διαχρησάμενον."
[4] Καὶ ἡ Ἀρσάκη "Μὴ ἀπίστει" ἔφη "βούλεσθαί με πάντα σοι χαρίζεσθαι, ἥτις καὶ ἐμαυτὴν ἕτοιμος ἐκδιδόναι· ἀλλὰ προληφθεῖσα ἐπώμοσα ἐκδώσειν Ἀχαιμένει τὴν σὴν ἀδελφήν." "Εὖ" ἔφη "ὦ δέσποινα· τὴν ἀδελφὴν τοίνυν ἥτις ἐστὶν ἐκδίδου· μνηστὴν δὲ τὴν ἐμὴν καὶ νύμφην καὶ τί γὰρ ἄλλο ἢ γαμετὴν οὔτε θελήσεις, εὖ οἶδα, οὔτε θέλουσα ἐκδώσεις."
[5] "Πῶς" ἔφη "λέγεις;" Ὁ δὲ "Τὰ ὄντα" ἀπεκρίνατο· "οὐ γὰρ ἀδελφὴν ἔχω τὴν Χαρίκλειαν ἀλλὰ νύμφην ὥσπερ ἔλεγον, ὡς λελύσθαι μέν σοι τὸν ὅρκον ἐξεῖναι δέ, εἰ βούλοιο, καὶ ἄλλην ἔχειν ἀπόδειξιν τοὺς γάμους, ὅταν κρίνῃς, ἐμοῦ τε κἀκείνης εὐωχοῦσαν."
[6] Ὑπεκνίσθη μὲν νύμφην οὐκ ἀδελφὴν εἶναι τὴν Χαρίκλειαν οὐκ ἄνευ ζηλοτυπίας ἀκούσασα, πλὴν ἀλλ' "Ἔσται οὕτως" εἶπεν ἡ Ἀρσάκη "καὶ Ἀχαιμένην ἡμεῖς ἑτέρῳ γάμῳ παραμυθησόμεθα." "Ἔσται καὶ τὰ παρ' ἐμοῦ" φησι "πρὸς σὲ" ὁ Θεαγένης "τούτων διακριθέντων"· καὶ ἅμα προσῄει ὡς τὰς χεῖρας φιλήσων.
[7] Ἡ δὲ προσκύψασα καὶ τὸ στόμα ἀντὶ τῶν χειρῶν προβαλοῦσα ἐφίλησε καὶ ἐξῆλθεν ὁ Θεαγένης φιληθείς, οὐ μὴν αὐτός γε φιλήσας· καὶ τῇ Χαρικλείᾳ καιροῦ λαβόμενος ἅπαντα ἐξεῖπεν, οὐκ ἄνευ ζηλοτυπίας οὐδὲ ἐκείνης ἔνια μανθανούσης· καὶ τῶν ἀτόπων τῆς ἐπαγγελίας τὸν σκοπὸν προσέθηκεν καὶ ὡς πολλὰ δι' ἑνὸς ἀνύοιτο.
[8] "Ἀχαιμένει τε γὰρ ὁ γάμος διασεσόβηται καὶ τῇ κατ' Ἀρσάκην ἐπιθυμίᾳ πρόφασις τὸ παρὸν ὑπερθέσεως ἐπινενόηται· καὶ τὸ δὴ κεφάλαιον ὡς εἰκὸς τὸν Ἀχαιμένην ἅπαντα ταραχῆς ἐμπλήσειν, ἀνιώμενον μὲν ἐφ' οἷς ἀποτυγχάνει προσδοκήσας ἀγανακτοῦντα δὲ ἐφ' οἷς ἠλάττωται παρὰ τῇ Ἀρσάκῃ διὰ τὴν εἰς ἐμὲ χάριν.
[9] Οὐ γὰρ δὴ λήσεται αὐτὸν οὐδὲν τῆς μητρὸς ἐξαγορευούσης, ἣν ἐπίτηδες παρεῖναι τοῖς λεγομένοις προὐνόησα, μηνυθῆναί τε ταῦτα τῷ Ἀχαιμένει βουλόμενος καὶ μάρτυρα τῆς ἄχρι λόγων πρὸς τὴν Ἀρσάκην ὁμιλίας ποιούμενος. Ἀρκεῖ μὲν γὰρ ἴσως καὶ τὸ μηδὲν ἑαυτῷ συνειδότα φαῦλον εὐμενείᾳ τῇ παρὰ τῶν κρειττόνων ἐπελπίζειν· καλὸν δὲ καὶ ἀνθρώπων τοὺς συνόντας πείθοντα σὺν παρρησίᾳ τὸν ἐπίκαιρον τοῦτον βίον διάγειν."
[10] Προσετίθει δὲ κἀκεῖνα, ὡς σφόδρα χρὴ προσδοκᾶν καὶ ἐπιβουλεύσειν τῇ Ἀρσάκῃ τὸν Ἀχαιμένην, ἄνδρα δοῦλον μὲν τὴν τύχην (ἀντίθετον δὲ ὡς ἐπίπαν τῷ κρατοῦντι τὸ κρατούμενον), ἀδικούμενον δὲ καὶ εἰς ὅρκους ἀθετούμενον ἐρῶντα δὲ καὶ ἄλλους ἑαυτοῦ προτετιμῆσθαι πυθόμενον, συνειδότα δὲ τὰ πάντων αἴσχιστα καὶ παρανομώτατα καὶ οὐδὲν εἰς τὴν ἐπιβουλὴν πλάσασθαι δεόμενον, οἷα δὴ πολλοὶ πολλάκις ἀνιαθέντες ἐτόλμησαν, ἀλλὰ καὶ ἐκ τῶν ἀληθῶν ἔχοντα πρόχειρον τὴν ἄμυναν.
[27]
[1] Τοιαῦτα πολλὰ διελθὼν πρὸς τὴν Χαρίκλειαν καὶ τὰ μέτρια θαρσεῖν παρασκευάσας, εἰς τὴν ἑξῆς ὑπηρετησόμενος ταῖς τραπέζαις ὑπὸ τοῦ Ἀχαιμένους ἤγετο, προστεταγμένον τοῦτο παρὰ τῆς Ἀρσάκης· καὶ ἐσθῆτα Περσικὴν τῶν πολυτελῶν ἀποστειλάσης ταύτην τε μετημφιέννυτο καὶ στρεπτοῖς τε χρυσοῖς καὶ περιαυχενίοις λιθοκολλήτοις ἑκών τε τὸ μέρος καὶ ἄκων ἐκοσμεῖτο.
[2] Καὶ τοῦ Ἀχαιμένους ἀποδεικνύναι τι καὶ ὑφηγεῖσθαι τῶν οἰνοχοϊκῶν πειρωμένου προσδραμὼν ὁ Θεαγένης ἑνὶ τῶν κυλικοφόρων τριπόδων καὶ φιάλην τῶν πολυτίμων ἀνελόμενος "Οὐδὲν" ἔφη "δέομαι διδασκάλων, ἀλλ' αὐτοδίδακτος ὑπουργήσω τῇ δεσποίνῃ τὰ οὕτω ῥᾷστα μὴ θρυπτόμενος· σὲ μὲν γάρ, ὦ βέλτιστε, ἡ τύχη εἰδέναι τὰ τοιαῦτα καταναγκάζει, ἐμοὶ δὲ ἡ φύσις τὰ πρακτέα καὶ ὁ καιρὸς ὑπαγορεύει."
[3] Καὶ ἅμα προσέφερε τῇ Ἀρσάκῃ προσηνὲς κερασάμενος εὔρυθμόν τέ τι καὶ ἄκροις τοῖς δακτύλοις ἐποχῶν τὴν φιάλην. Ἐκείνην μὲν οὖν πλέον ἢ πρότερον τὸ ποτὸν ἐξεβάκχευσεν, ἐπιρροφοῦσάν τε ἅμα καὶ ἀκλινῶς εἰς τὸν Θεαγένην ἀτενίζουσαν καὶ τοῦ ἔρωτος πλέον ἢ τοῦ κράματος ἕλκουσαν καὶ τὴν φιάλην ἐπίτηδες οὐκ ἐκπίνουσαν ἀλλὰ σὺν τέχνῃ καὶ διὰ μικροῦ τοῦ λειψάνου τῷ Θεαγένει προπίνουσαν.
[4] Ἀντιτέτρωτο δὲ ἐκ θατέρων ὁ Ἀχαιμένης καὶ ὀργῆς ἅμα καὶ ζηλοτυπίας ἐμπλησθείς, ὡς μηδὲ λανθάνειν τὴν Ἀρσάκην, ὑποβλέψαντά τε καί τι πρὸς τοὺς παρόντας ἠρέμα διαγογγύσαντα. Ἤδη δὲ διαλυομένου τοῦ συμποσίου "Πρώτην αἰτῶ χάριν, ὦ δέσποινα" ἔφη ὁ Θεαγένης "ὑπηρετοῦντά με μόνον ἀμφιέννυσθαι ταύτῃ τῇ στολῇ κέλευσον." Ὡς δὲ ἐπένευσεν ἡ Ἀρσάκη τὰ συνήθη μεταμφιασάμενος ἐξῄει.
[5] Συνεξῄει δὲ καὶ ὁ Ἀχαιμένης, πολλὰ τῆς προπετείας τὸν Θεαγένην ὀνειδίζων καὶ ὡς μειρακιῶδες εἴη τὸ πρόχειρον καὶ ὡς τὴν μὲν πρώτην ἡ δέσποινα τὸ ξένον καὶ ἄπειρον ὑπερεῖδεν, εἰ δὲ ἐπιμένοι βλακευόμενος οὐ χαιρήσει καὶ ὅτι φίλος ὢν ταῦτα συμβουλεύοι μᾶλλον δὲ ὀλίγον ὕστερον καὶ εἰς γένος συναφθησόμενος καὶ ἀδελφῆς τῆς ἐκείνου καθ' ὑπόσχεσιν τῆς δεσποίνης ἀνὴρ ἐσόμενος.
[6] Καὶ πολλὰ τοιαῦτα ἐκεῖνος μὲν ἔλεγεν, ὁ δὲ οὐδὲ ἀκούοντι προσεοικὼς κάτω νεύσας ἀντιπαρῄει, μέχρις οὗ συνέβαλεν αὐτοῖς ἡ Κυβέλη κατευνάσαι τὴν δέσποιναν τὸ μεσημβρινὸν ἐπειγομένη. Καὶ ἰδοῦσα σκυθρωπὸν τὸν υἱὸν ἠρώτα τὴν αἰτίαν.
[7] Ὁ δὲ "Τὸ ξένον μειράκιον" ἔφη "προτετίμηται ἡμῶν, καὶ χθὲς καὶ τήμερον παρεισδεδυκὸς οἰνοχοεῖν ἐπιτέτραπται καὶ τοῖς ἀρχιτρικλίνοις ἡμῖν καὶ ἀρχιοινοχόοις πολλὰ χαίρειν φράσαν ὀρέγει φιάλην καὶ παρίσταται πλησίον βασιλικοῦ σώματος τὸ μέχρις ὀνόματος ἡμῶν ἀξίωμα παραγκωνισάμενον.
[8] Καὶ τὸ μὲν τοῦτον τιμᾶσθαι μετέχοντα καὶ τῶν μειζόνων καὶ κοινωνοῦντα καὶ τῶν ἀπορρητοτέρων διότι γε κακῶς ποιοῦντες ἡμεῖς σιωπῶμεν καὶ συμπράττομεν ἧττόν ἐστι δεινόν, καίπερ ὂν δεινόν· ἀλλ' ἐκεῖνό γε ἐξῆν, ἄνευ ὕβρεως τῆς εἰς ἡμᾶς τοὺς συνεργοὺς καὶ ὑπουργοὺς τῶν καλῶν πράξεων τὰ τοιαῦτα γίνεσθαι."
[28]
[1] "Καὶ περὶ μὲν τούτων δεύτερος λόγος· τὸ δὲ παρόν, ὦ μῆτερ, τὴν μνηστὴν ἐβουλόμην τὴν τὰ πάντα ἐμοὶ γλυκυτάτην Χαρίκλειαν ἰδεῖν, εἴ πως τὸ δεδηγμένον τῆς ψυχῆς τῇ θέᾳ τῇ ἐκείνης διαιτῆσαι δυνηθείην."
[2] Καὶ ἡ Κυβέλη "Ποίαν μνηστήν, ὦ τέκνον; ἔοικάς μοι τὰ σμικρότατα τῶν κατὰ σαυτὸν ἀγανακτεῖν, τὰ μείζονα δὲ ἀγνοῶν λανθάνειν. Οὐκέτι λαμβάνεις πρὸς γάμον τὴν Χαρίκλειαν." "Τί" ἔφη "λέγεις;" ἀναβοήσας "Οὐκ εἰμὶ ἄξιος γαμεῖν ὁμόδουλον ἐμαυτοῦ; διὰ τί, ὦ μῆτερ;" "Δι' ἡμᾶς" ἔφη "καὶ τὴν ἡμετέραν παράνομον περὶ Ἀρσάκην εὔνοιαν τε καὶ πίστιν.
[3] Ἐπειδὴ γὰρ ἐκείνην καὶ τῆς ἑαυτῶν ἀσφαλείας προτιμήσαντες καὶ τὴν ἐκείνης ἐπιθυμίαν καὶ τῆς ἡμετέρας σωτηρίας ἐπίπροσθεν ἀγαγόντες ἅπαντα καθ' ἡδονὴν συνεπράξαμεν, ἅπαξ που παρεισελθὼν εἰς τὸν θάλαμον ὁ γεννάδας οὗτος καὶ λαμπρῶς αὐτῆς ἐρώμενος καὶ μόνον ὀφθεὶς ἀναπέπεικε παραβῆναι μὲν τοὺς πρὸς σὲ γεγενημένους ὅρκους ἑαυτῷ δὲ κατεγγυᾶν τὴν Χαρίκλειαν, οὐκ ἀδελφὴν ἀλλὰ μνηστὴν εἶναι διατεινόμενος."
[4] "Καὶ ἐπήγγελται ταῦτα ἐκείνη, ὦ μῆτερ;" "Ἐπήγγελται, παιδίον" ἀπεκρίνατο ἡ Κυβέλη "παρούσης ἐμοῦ καὶ ἀκουούσης καὶ τοὺς γάμους αὐτῶν ἑστιάσει λαμπρῶς ὀλίγαις ὕστερον ἡμέραις· σοὶ δὲ ἄλλην σύνοικον εἶναι ἐπήγγελτο."
[5] Βαρὺ δή τι πρὸς ταῦτα ἀνοιμώξας ὁ Ἀχαιμένης καὶ τὼ χεῖρε διατρίψας "Ἐγὼ" ἔφη "πικρογάμους θήσω σύμπαντας· μόνον μοι σύμπραττε τὴν εἰς χρόνον σύμμετρον τῶν γάμων ὑπέρθεσιν καὶ εἴ τις ἐπιζητοίη, κακοῦσθαί με κατ' ἀγρόν που συμπεσόντα ἀπάγγελλε.
[6] Μνηστὴν ὁ γεννάδας ὀνομάζει τὴν ἀδελφήν, ὥσπερ οὐ συνιέντων ἐπὶ διακρούσει μόνῃ τῇ ἐμῇ ταῦτα πράττεσθαι· εἰ γὰρ περιβάλλοι, εἰ γὰρ φιλοίη καθάπερ δὴ κοινόν, εἰ καὶ συγκαθεύδοι, καθαρός τις ἔλεγχος ὅτι μὴ ἀδελφὴ μνηστὴ δέ ἐστιν. Ἐμοὶ μελήσει ταῦτα καὶ ὅρκοις καὶ θεοῖς τοῖς παραβαθεῖσι."
[29]
[1] Ταῦτα εἶπε καὶ ὑπ' ὀργῆς ἅμα καὶ ζηλοτυπίας καὶ ἔρωτος καὶ ἀποτυχίας οἰστρηθείς, ἱκανῶν καὶ ἄλλον τινὰ διαταράξαι πραγμάτων, μή τί γε δὴ βάρβαρον, τὴν προσπεσοῦσαν ἔννοιαν ἐπιλογισμῷ μὴ διακρίνας ἐκ δὲ τῆς πρώτης ὁρμῆς κρατύνας,
[2] ἑσπέρας ἐπελθούσης ἵππον τε Ἀρμένιον τῶν εἰς πομπὰς καὶ πανηγύρεις τῷ σατράπῃ φατνιζομένων ὑφελέσθαι δυνηθείς, ἀφιππάσατο ὡς τὸν Ὀροονδάτην κατὰ Θήβας τότε τὰς μεγάλας τὴν ἐπ' Αἰθίοπας συγκροτοῦντα στρατείαν καὶ πᾶν εἶδος πολέμου καὶ χεῖρα παντοίαν ἀθροίζοντα καὶ τὴν ἐπ' αὐτοὺς ἔξοδον ἤδη συσκευαζόμενον.