6445 233 2 9 5 0 III d. C. ? Narrazione fittizia Heliodorus VIII Aethiopica Rattenbury, R.M., Paris, Les Belles Lettres, 1960. 17

HELIODORUS - Aethiopica VIII

[1]

[1]   Ὁ γὰρ δὴ βασιλεὺς ὁ Αἰθιόπων ἀπάτῃ περιεληλυθὼς τὸν Ὀροονδάτην καὶ θατέρου τῶν ἐπάθλων τοῦ πολέμου γεγονὼς ἐγκρατὴς καὶ τὴν πόλιν ἐπίμαχον τὰς Φίλας ἀεὶ τυγχάνουσαν ἐκ προλήψεως ὑφ' αὑτῷ πεποιημένος, εἰς πᾶσαν ἀμηχανίαν καὶ ὥστε κατηπειγμένως ποιεῖσθαι τὴν ἐκστρατείαν καὶ αὐτοσχέδιον τὰ πολλὰ κατηνάγκαζεν.

[2] Ἡ γὰρ πόλις αἱ Φίλαι κεῖται μὲν ἐπὶ τῷ Νείλῳ τῶν ἐλαττόνων καταρρακτῶν ἀνωτέρω μικρόν, Συήνης δὲ καὶ Ἐλεφαντίνης ἑκατόν που τοῖς μεταξὺ σταδίοις διείργεται· ταύτην ποτὲ φυγάδες Αἰγύπτιοι καταλαβόντες καὶ ἐνοικήσαντες ἀμφίβολον Αἰθίοψί τε καὶ Αἰγυπτίοις κατέστησαν, τῶν μὲν τοῖς καταρράκταις τὴν Αἰθιοπίαν ὁριζομένων, Αἰγυπτίων δὲ καὶ τὰς Φίλας κατὰ τὴν προενοίκησιν τῶν παρ' ἑαυτῶν φυγάδων ὡς ἂν δορυαλώτους ἑαυτοῖς προσνέμειν ἀξιούντων.

[3] Συνεχῶς δὴ μεταπιπτούσης τῆς πόλεως καὶ τῶν ἀεὶ προλαβόντων καὶ ἐπικρατούντων γινομένης, τότε δὲ ὑπὸ φρουρᾶς Αἰγυπτίων τε καὶ Περσῶν κατεχομένης, ὁ τῶν Αἰθιόπων βασιλεὺς πρεσβείαν ὡς τὸν Ὀροονδάτην στείλας ἐξῄτει μὲν [καὶ] τὰς Φίλας ἐξῄτει δὲ καὶ τὰ σμαράγδεια μέταλλα (καὶ πάλαι περὶ τούτων ὡς εἴρηται διακηρυκευσάμενος καὶ οὐ τυχών), ὀλίγαις τε προφθῆναι τοὺς πρεσβευτὰς ἡμέραις ἐπιτρέψας ἐφείπετο, πάλαι προπαρασκευασάμενος δῆθεν ὡς ἐπ' ἄλλον τινὰ πόλεμον καὶ οὐδενὶ τὴν ὁρμὴν τῆς στρατείας φράσας.

[4] Κἀπειδὴ τὰς Φίλας ὑπερβεβηκέναι τοὺς πρεσβευτὰς εἴκαζεν, ὀλιγωρίαν τοῖς τε ἐνοικοῦσι καὶ φρουροῖς ἐμποιήσαντας καὶ ὡς ὑπὲρ εἰρήνης ἢ καὶ φιλίας πρεσβεύοιεν ἀπαγγείλαντας, αὐτὸς αἰφνίδιον ἐπιστὰς τήν τε φρουρὰν ἐξήλασε, δύο μέν που καὶ τριῶν ἡμερῶν ἀντισχοῦσαν πλήθει δὲ τῶν ἐναντίων καὶ μηχαναῖς τειχομάχοις ἐνδοῦσαν, καὶ τὴν πόλιν κατέσχεν οὐδενὶ τῶν ἐνοικούντων λυμηνάμενος.

[5] Διὰ ταῦτα δὴ τεταραγμένον καταλαβὼν τὸν Ὀροονδάτην ὁ Ἀχαιμένης καὶ ἅπαντα πεπυσμένον παρὰ τῶν διαδράντων ἔτι πλέον ἐξετάραξεν, ἀπροσδόκητός τε καὶ ἀπρόσκλητος ὀφθείς· καὶ μή τι δεινὸν περὶ τὴν Ἀρσάκην ἢ τὸν ἄλλον οἶκον γεγόνοι πυνθανομένῳ, γεγονέναι μὲν ὁ Ἀχαιμένης ἰδίᾳ δὲ βούλεσθαι φράζειν ἀπεκρίνατο.

[6] Κἀπειδὴ τῶν ἄλλων ἐχωρίσθησαν ἅπαντα κατεμήνυεν· ὡς ὑπὸ Μιτράνου ληφθεὶς αἰχμάλωτος ὁ Θεαγένης ἀπέσταλτο πρὸς Ὀροονδάτην, δῶρον εἰ δόξειεν ὡς βασιλέα τὸν μέγαν ἀναπεμφθησόμενος, καὶ γὰρ εἶναι τὸ χρῆμα τοῦ νεανίου τῆς βασιλέως αὐλῆς καὶ τραπέζης ἐπάξιον· ὡς ὑπὸ Βησσαέων ἀφαιρεθείη προσανελόντων καὶ τὸν Μιτράνην· ὡς ἀφίκοιτο μετὰ ταῦτα εἰς τὴν Μέμφιν, παρενείρων ἅμα καὶ τὰ κατὰ τὸν Θύαμιν·

[7] καὶ τέλος τὸν ἐπὶ τῷ Θεαγένει τῆς Ἀρσάκης ἔρωτα καὶ τὸν εἰς τὰ βασίλεια τοῦ Θεαγένους εἰσοικισμόν, καὶ τὰς περὶ αὐτὸν φιλοφρονήσεις καὶ τὰς ἐκείνου διακονίας τε καὶ οἰνοχοΐας· καὶ ὡς πέπρακται μὲν ἤδη τῶν παρανόμων ἴσως οὐδέν, ἀνθισταμένου τέως τοῦ νέου καὶ ἀντέχοντος, [8] δέος δὲ πραχθῆναι βιασθέντος ἢ καὶ τῷ χρόνῳ τοῦ ξένου πως ἐνδόντος, εἰ μὴ φθαίη τις αὐτὸν προαναρπάζων ἐκ τῆς Μέμφεως καὶ τὴν ὅλην τοῦ ἔρωτος ὑπόθεσιν τῆς Ἀρσάκης ὑποτεμνόμενος· διὰ γὰρ δὴ ταῦτα καὶ αὐτὸς ἐπειχθῆναι καὶ λάθρα διαδρὰς ἥκειν μηνυτής, εὐνοίᾳ τῇ περὶ τὸν δεσπότην ἀποκρύπτειν τὰ κατὰ τοῦ δεσπότου μὴ ἐνεγκών.

[2]

[1]    Κἀπειδὴ τούτοις θυμοῦ τὸν Ὀροονδάτην ἐμπεπλήκει (καὶ ὅλος πρὸς ἀγανάκτησιν καὶ τιμωρίαν ἐξῄει), δι' ἐπιθυμίας αὖθις ἐξέκαε τὰ κατὰ τὴν Χαρίκλειαν προστιθεὶς καὶ ἐπὶ μέγα ὥσπερ ἦν ἐξαίρων καὶ τὸ κάλλος παντοίως ἐκθειάζων καὶ τὴν ὥραν τῆς κόρης, ὡς οὔτε ὀφθείη πρότερον οὔτε αὖθις δυνήσεται,

[2] "Μικρὰ νόμιζε" λέγων "πάσας σοι τὰς παλλακίδας εἶναι παρὰ ταύτην, οὐ μόνον τὰς κατὰ τὴν Μέμφιν ἀλλὰ καὶ τὰς ἑπομένας" καὶ ἄλλα πολλὰ πρὸς τούτοις ὁ Ἀχαιμένης ἐλπίζων εἰ καὶ προσομιλήσειεν Ὀροονδάτης τῇ Χαρικλείᾳ μικρὸν γοῦν ὕστερον ἐπὶ μισθῷ τῶν μηνυμάτων ἐξαιτήσας πρὸς γάμον ἕξειν.

[3] Καὶ ὅλως ἐξηρέθιστο ἤδη καὶ διακαὴς ἦν ὁ σατράπης, θυμοῦ καὶ ἐπιθυμίας ἅμα ὥσπερ εἰς ἄρκυς ἐμβεβλημένος· καὶ οὐδὲ μικρὸν ὑπερθέμενος Βαγώαν τινὰ τῶν πεπιστευμένων εὐνούχων προσκαλεσάμενος ἱππέας τε πεντήκοντα ἐγχειρίσας εἰς τὴν Μέμφιν ἐξέπεμπεν, ἄγειν ὡς αὐτὸν Θεαγένην τε καὶ Χαρίκλειαν ὡς ὅτι τάχιστα καὶ οὗπερ ἂν αὐτὸς καταλαμβάνοιτο ἐπιστείλας.

[3]

[1]    Ἐνεχείριζε δὲ καὶ γράμματα τὸ μὲν πρὸς Ἀρσάκην ὧδε ἔχον "Ὀροονδάτης Ἀρσάκῃ. Θεαγένην καὶ Χαρίκλειαν τοὺς αἰχμαλώτους ἀδελφοὺς βασιλέως δὲ δούλους, βασιλεῖ διαπεμφθησομένους ἀπόστειλον· ἀλλ' ἑκοῦσα ἀπόστειλον, ἐπεὶ καὶ ἀκούσης ἀχθήσονται καὶ Ἀχαιμένης πιστευθήσεται."

[2] Πρὸς δὲ Εὐφράτην τὸν κατὰ τὴν Μέμφιν ἀρχιευνοῦχον τοιόνδε "Ὑπὲρ μὲν ὧν οἰκίας τῆς ἐμῆς ὀλιγωρεῖς, εὐθύνας ὑφέξεις· τὸ παρὸν δὲ τοὺς ξένους Ἕλληνας τοὺς αἰχμαλώτους Βαγώᾳ παράδος ὡς ἐμὲ ἀχθησομένους ἑκούσης Ἀρσάκης εἴτε καὶ ἀκούσης· πάντως δὲ παράδος ἢ αὐτὸς ἴσθι δέσμιος ἀχθῆναι προστεταγμένος τῆς δορᾶς ἀφαιρησόμενος."

[3] Οἱ μὲν δὴ περὶ τὸν Βαγώαν ἐπὶ τὸ προστεταγμένον ἐξώρμησαν τῶν ἐπεσταλμένων παρὰ τοῦ σατράπου κατασεσημασμένων, ὡς ἂν μᾶλλον πιστεύσειαν οἱ κατὰ τὴν Μέμφιν καὶ θᾶττον τοὺς νέους ἐκδοῖεν· ἐξώρμησε δὲ καὶ Ὀροονδάτης ἐπὶ τὸν πρὸς Αἰθίοπας πόλεμον, ἕπεσθαι καὶ τὸν Ἀχαιμένην προστάξας ἠρέμα καὶ οὐκ εἰδότα παραφρουρούμενον ἕως ἂν τὰ πρὸς αὑτοῦ μηνυθέντα δείξειεν ἐπαληθεύων.

[4] Κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ κατὰ τὴν Μέμφιν τοιάδε ἐγίνετο. Ἄρτι τοῦ Ἀχαιμένους ἀποδράντος ὁ Θύαμις ἤδη τὴν προφητείαν ὁλόκληρον ἀναδεδεγμένος καὶ τὰ πρῶτα τῆς πόλεως διὰ τοῦτο φερόμενος, τὰ περὶ τὴν κηδείαν τοῦ Καλασίριδος ἐκτελέσας καὶ τὰ νενομισμένα τῷ πατρὶ πάντα ἐν ἡμέραις ταῖς τεταγμέναις ἐπενέγκας, ἀναζητήσεως ἔννοιαν τῶν περὶ τὸν Θεαγένην ἐλάμβανεν, ὅτε δὴ παραδιαιτᾶσθαι καὶ τοῖς θύραθεν ἐκ τοῦ προφητικοῦ νόμου διατεταγμένον ἐγένετο.

[5] Κἀπειδὴ πολυπραγμονῶν καὶ ἐκπυνθανόμενος ἔγνω τοῖς σατραπείοις ἐνῳκισμένους, ὡς εἶχε σπουδῆς ἐλθὼν ὡς τὴν Ἀρσάκην ἐξῄτει τοὺς νέους ξένους ὡς αὐτῷ κατὰ πολλὰ μὲν καὶ ἄλλα προσήκοντας πλέον δὲ ὅτι ὁ πατὴρ Καλάσιρις τελευτῶν ἐπέσκηπτε παντοίως προνοεῖν καὶ ὑπερμαχεῖν τῶν ξένων [ἐπιστείλας], χάριν μὲν ἔχειν ὁμολογῶν ὅτι τὰς διὰ μέσου ταύτας ἡμέρας ὑπεδέξατο νέους καὶ ξένους καὶ Ἕλληνας φιλανθρωπευομένη, καθ' ἃς ἐνδιαιτᾶσθαι τῷ ναῷ τοῖς μὴ ἱερωμένοις ἀπηγόρευτο, δικαιῶν δὲ ἀνακομίζεσθαι τὴν αὐτὸς αὑτοῦ παρακαταθήκην.

[6] Καὶ ἡ Ἀρσάκη "Θαυμάζω σου" ἔφη "χρηστὰ μὲν ἡμῖν καὶ φιλάνθρωπα προσμαρτυροῦντος ἀπανθρωπίαν δὲ αὖθις καταγινώσκοντος, εἰ μὴ δυνησόμεθα ἢ βουλησόμεθα προνοεῖν τῶν ξένων καὶ τὰ πρέποντα αὐτοῖς ἀπονέμειν."

[7] "Οὐ τοῦτο" εἶπεν ὁ Θύαμις· "καὶ γὰρ ἐν ἀφθονωτέροις τῇδε πλέον ἢ παρ' ἡμῖν οἶδα ἐσομένους, εἰ καὶ μένειν βουλομένοις ἦν. Νυνὶ δὲ γένους ὄντες τῶν ἐπὶ δόξης ἄλλως δὲ τύχης ἐπηρείαις ποικίλαις κεχρημένοι καὶ τὸ παρὸν ἀλητεύοντες, πάντων ἐπίπροσθεν ποιοῦνται γένος τὸ ἴδιον ἀνακομίσασθαι καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν, ὧν εἰς τὴν σύλληψιν ἐμὲ κληρονόμον ὁ πατὴρ καταλέλοιπεν, ὄντων μοι καὶ ἄλλων φιλίας πρὸς τοὺς ξένους δικαιωμάτων."

[8] "Εὖ γε ἐποίησας" ἡ Ἀρσάκη πρὸς αὐτόν "τοῦ μὲν ἐκδυσωπεῖν ἀφέμενος τὸ δὲ δίκαιον προβαλλόμενος, πλέον γὰρ τοῦτο μεθ' ἡμῶν ἀναφαίνεται ὅσῳ καὶ τὸ δεσποτεύειν τοῦ προνοεῖν τηνάλλως εἰς τὸ ἔχειν ἐπικρατέστερον." Ὁ δὴ Θύαμις θαυμάσας "Δεσποτεύεις δὲ" ἔφη "σὺ τούτων πῶς;" "Πολέμου νόμῳ" πρὸς αὐτὸν ἀπεκρίνατο "δούλους τοὺς αἰχμαλώτους ἀναδεικνύντος".

[4]

[1]    Συνεὶς δὴ οὖν ὁ Θύαμις ὅτι τὰ περὶ τὸν Μιτράνην ἐθέλοι λέγειν "Ἀλλ' ὦ Ἀρσάκη" ἔφη "οὐ πόλεμος τάδε ἀλλ' εἰρήνη τὸ παρόν, κἀκεῖνος μὲν δουλοῦν, ἐλευθεροῦν δὲ αὕτη πέφυκε· κἀκεῖνο μέν ἐστι βούλημα τυραννικόν, τουτὶ δὲ δόγμα βασιλικόν.

[2] Εἰρήνην δὲ καὶ πόλεμον οὐχ ἡ τῶν ὀνομάτων ἀξίωσις ἀλλ' ἡ τῶν χρωμένων διάταξις ἀληθέστερον γνωρίζειν πέφυκε· τὸ μὲν δίκαιον τούτοις τιθεμένη βέλτιον ἂν φανείης ὁριζομένη, τό γε μὴν πρέπον ἢ συμφέρον οὐδὲ εἰς ἀμφισβήτησιν καθίσταται· πῶς γὰρ σοὶ καλὸν ἢ λυσιτελοῦν νέων καὶ ξένων οὕτως ἐκθύμως φαίνεσθαί τε καὶ ὁμολογεῖν ἀντεχομένην;"

[5]

[1]    Ἐπὶ τούτοις οὐκέτι κατέσχεν ἡ Ἀρσάκη ἀλλ' ἔπασχεν ὃ δὴ καὶ πάντες ὡς ἐπίπαν οἱ ἐρῶντες· λανθάνειν μὲν οἰόμενοι καὶ ἐρυθριῶσιν ἁλισκόμενοι δὲ ἀπαναισχυντοῦσιν, ὁ μὲν ἀγνοούμενος ὀκνηρότερος ὁ δὲ πεφωραμένος θρασύτερος καθιστάμενος· ὡς δὴ κἀκείνῃ τὸ συνειδὸς τῆς ψυχῆς ἔλεγχος ἐγίνετο καὶ τὸν Θύαμιν ὑπωπτευκέναι τι τῶν κατ' αὐτὴν ὑποτοπήσασα παρ' οὐδὲν μὲν τὸν προφήτην καὶ τὸ προφητικὸν ἀξίωμα ποιησαμένη πᾶσαν δὲ γυναικείαν αἰδῶ παραγκωνισαμένη,

[2] "Ἀλλ' οὐδὲ τῶν εἰς Μιτράνην" ἔφη "δεδραμένων ὑμῖν χαιρήσετε ἀλλ' ἔσται καιρὸς ἐν ᾧ τοὺς σφαγέας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ τὴν δίκην Ὀροονδάτης εἰσπράξεται. Τούσδε δὲ οὐ μεθήσομαι, τὸ μὲν παρὸν ἐμοὶ δουλεύοντας ὀλίγον δὲ ὕστερον ἀδελφῷ τῷ ἐμῷ βασιλεῖ τῷ μεγάλῳ κατὰ νόμον τὸν Περσικὸν ἀναπεμφθησομένους.

[3] Πρὸς ταῦτα ῥητόρευε καὶ δίκαια καὶ πρέποντα καὶ συμφέροντα μάτην ὁριζόμενος, ὡς οὐδενὸς προσδεῖται ὁ κρατῶν τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστον ποιούμενος· καὶ αὐλῆς τῆς ἡμετέρας ὡς ὅτι τάχιστα καὶ ἑκὼν μεθίστασο, μὴ δὴ λάθῃς καὶ ἄκων μεθιστάμενος." [4] Ὁ μὲν οὖν Θύαμις ἐξῄει θεούς τε ἐπιμαρτυράμενος καὶ τοσοῦτον ἐπισκήψας, ὡς οὐκ εἰς καλὸν ταῦτα τελευτήσει, κατάδηλα ποιῆσαι πρὸς τὴν πόλιν καὶ ἐπικαλέσασθαι πρὸς βοήθειαν ἐνθυμούμενος· ἡ δὲ Ἀρσάκη "Λόγος οὐδεὶς" εἰποῦσα "τῆς σῆς προφητείας· μίαν ὁρᾷ προφητείαν ἔρως τὴν ἐπιτυχίαν" εἰς τὸν θάλαμόν τε χωρισθεῖσα καὶ τὴν Κυβέλην προσκαλεσαμένη περὶ τῶν παρόντων διεσκοπεῖτο.

[5] Καὶ γάρ πως ἤδη καὶ τὸν δρασμὸν τοῦ Ἀχαιμένους οὐ φαινομένου δι' ὑποψίας ἐλάμβανε, τῆς Κυβέλης εἴ ποτε πυνθάνοιτο καὶ ἐπιζητοίη τὸν Ἀχαιμένην ποικίλας καὶ ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσης καὶ πάντα μᾶλλον ἢ τὴν ὡς Ὀροονδάτην ἄφιξιν πιστεύειν παρασκευαζούσης, πλὴν οὐ παντάπασι τὰ τελευταῖα πειθούσης ἀλλ' ἤδη διὰ τὸν χρόνον καὶ ἀπιστουμένης.

[6] Τότε δ' οὖν "Τί ποιήσομεν" ἔλεγεν "ὦ Κυβέλη; τίς λύσις ἔσται μοι τῶν περιεστηκότων; Ὁ μὲν ἔρως οὐκ ἀνίησιν ἀλλ' ἐπιτείνει πλέον, ὥσπερ ὕλῃ τῷ νέῳ λάβρως ὑποπιμπράμενος· ὁ δὲ ἔστιν ἀπηνής τε καὶ ἀμείλιχος, φιλανθρωπότερος τὰ πρῶτα ἢ νῦν φαινόμενος, τότε μὲν ἀπατηλαῖς γοῦν ἐπαγγελίαις παρηγορῶν νῦν δὲ παντάπασι καὶ ἀπαρακαλύπτως τὰ πρός με ἀπαγορεύων· ὃ δή με καὶ διαταράττει μᾶλλον μὴ δή τι περὶ Ἀχαιμένους ὧν ὑπονοῶ καὶ αὐτὸς πέπυσται καὶ πλέον ἀποδειλιᾷ τὴν πρᾶξιν.

[7] Λυπεῖ δὲ ἐπὶ πᾶσιν Ἀχαιμένης· οὐχὶ μηνυτὴς ὡς Ὀροονδάτην πεπόρευται ἢ πείσων ἴσως ἢ οὐ πάντως ἄπιστα λέξων; Ὀφθείη μοι μόνον Ὀροονδάτης· μίαν θεραπείαν καὶ δάκρυον Ἀρσάκειον ἓν οὐχ ὑποστήσεται· μεγάλην εἰς πειθὼ κέκτηται πρὸς ἄνδρας ἴυγγα τὰ γυναικεῖα καὶ σύνοικα βλέμματα. Ἀλλ' ἐκεῖνο ὑπέρδεινον εἰ μὴ τυχοῦσα Θεαγένους προληφθείην ὑπὸ τῆς κατηγορίας, ἢ κἂν οὕτω τύχῃ τῆς τιμωρίας, εἴ τι πρὶν ἐντυχεῖν μοι πιστεύσειεν Ὀροονδάτης.

[8] Ὥστε ὦ Κυβέλη πάντα κίνει πᾶσαν εὕρισκε μηχανὴν πρὸς ὀξὺ καὶ τὴν ἄκραν ἀκμὴν περιεστηκότα ἡμῖν ὁρῶσα τὰ πράγματα, καὶ ἅμα ἐννοῦσα ὡς οὐκ ἔστι (πῶς γάρ;) ὅπως ἐμαυτῆς ἀπογνοῦσα φείσομαι ἄλλων, ἀλλὰ πρώτη παραπολαύσεις τῶν τοῦ παιδὸς ἐπιχειρημάτων, ἃ πῶς ἠγνόησας οὐκ ἔχω συμβάλλειν."

[9] Καὶ ἡ Κυβέλη "Παιδὸς μὲν" ἔφη "τοῦ ἐμοῦ πέρι καὶ πίστεως εἰς σὲ τῆς ἐμῆς, ὦ δέσποινα, οὐκ ἀληθῆ δοξάζουσα γνώσῃ τοῖς ἔργοις· αὐτὴ δὲ οὕτως ὑπτίως προσιοῦσα τῷ σαυτῆς ἔρωτι καὶ τῷ ὄντι μαλακιζομένη μὴ ἄγε τὴν αἰτίαν ἐπ' ἄλλους τοὺς οὐκ αἰτίους.

[10] Οὐ γὰρ ὡς δέσποινα κρατεῖς ἀλλ' ὡς δουλεύουσα θεραπεύεις τὸ μειράκιον, ἃ παρὰ μὲν τὴν πρώτην ὀρθῶς ἴσως ἐγίνετο, ἁπαλοῦ τινος ἐκείνου καὶ εὐηνίου τὴν ψυχὴν νομισθέντος· ἐπειδὴ δὲ κατεξανίσταται ὡς ἐρωμένης, λαμβανέτω πεῖραν ὡς δεσποίνης καὶ μαστιγούμενος καὶ στρεβλούμενος ὑποπιπτέτω τοῖς σοῖς βουλεύμασι. Πεφύκασι γὰρ οἱ νέοι θεραπευόμενοι μὲν ὑπερφρονεῖν βιαζόμενοι δὲ ὑπείκειν· ὥστε καὶ οὗτος πράξει κολαζόμενος ἅπερ ἠθέτει κολακευόμενος."

[11] "Ἀλλὰ δοκεῖς μὲν" ἔφη "εὖ λέγειν" ἡ Ἀρσάκη "πῶς δ' ἂν ἐνέγκαιμι, ὦ θεοί, τοῖς ἐμοῖς ὀφθαλμοῖς ἢ ξαινόμενον ὁρῶσα τὸ σῶμα ἐκεῖνο ἢ καὶ ἄλλως κολαζόμενον;" "Αὖθις αὖ σὺ μαλακίζῃ" ἔφη "ὥσπερ οὐ πρὸς ἐκείνου τε γενησόμενον ‹ἐπ'› ὀλίγαις στρεβλώσεσιν ἑλέσθαι τὰ βελτίονα καὶ σοὶ πρὸς μικρὸν ἀνιαθείσῃ τυχεῖν τῶν κατὰ γνώμην.

[12] Ἔνεστι δέ σοι μηδὲ λυπεῖν τὸν ὀφθαλμὸν τοῖς γινομένοις, ἀλλ' Εὐφράτῃ παραδοῦσαν καὶ κολάζειν εἰποῦσαν ὥς τι πεπλημμεληκότα μήτε ἀνιᾶσθαι ὁρῶσαν ‑ ἀκοὴ γὰρ ὄψεως εἰς τὸ λυπῆσαι κουφότερον ‑ καὶ εἰ μεταβεβλημένον αἰσθοίμεθα, πάλιν ἐξελέσθαι ὡς αὐτάρκως ἐπεστραμμένον."

[6]

[1]    Ἐπείθετο ἡ Ἀρσάκη, ἀπελπισθεὶς γὰρ ἔρως οὐδεμίαν ἔχει φειδὼ τοῦ ἐρωμένου τρέπειν δὲ φιλεῖ τὴν ἀποτυχίαν εἰς τιμωρίαν, καὶ τὸν ἀρχιευνοῦχον μετακαλεσαμένη τὰ δεδογμένα προσέταξεν.

[2] Ὁ δὲ καὶ φύσει μὲν τὴν εὐνούχων ζηλοτυπίαν νοσῶν, σμυχόμενος δὲ καὶ πάλαι κατὰ τοῦ Θεαγένους ἐξ ὧν ἑώρα τε καὶ ὑπώπτευεν, εὐθὺς ἐν δεσμοῖς εἶχε σιδηροῖς καὶ ἐπίεζε λιμῷ καὶ αἰκίαις, εἰς οἴκημα ζοφῶδες κατακλεισάμενος καὶ εἰδότι μέν, ‹μὴ› προσποιουμένῳ δὲ καὶ πυνθανομένῳ δῆθεν τὴν αἰτίαν οὐδὲν ἀποκρινόμενος, ἐπιτείνων δὲ ὁσημέραι τὰ τῆς κολάσεως καὶ πλέον ἢ ἐβούλετο ἡ Ἀρσάκη καὶ ἐντέταλτο τιμωρούμενος, εἰσφοιτᾶν δὲ οὐδενὶ παριεὶς ἢ μόνῃ τῇ Κυβέλῃ, τοῦτο προστεταγμένον.

[3] Ἡ δὲ ἐφοίτα συνεχῶς καὶ τροφὰς κρύφα παρεισφέρειν ἐνεδείκνυτο, οἰκτείρουσα μὲν δῆθεν καὶ ὑπὸ τῆς συνηθείας ἐπικλωμένη τὸ δὲ ἀληθὲς ἀποπειρωμένη ποίαν τινὰ γνώμην ἔχοι πρὸς τὰ παρόντα καὶ εἴπερ ἐνδιδοίη καὶ μαλάσσοιτο πρὸς τῶν στρεβλώσεων.

[4] Ὁ δὲ ἦν πλέον ἀνὴρ τότε καὶ πλέον ἀπεμάχετο πρὸς τὰς πείρας, τὸ μὲν σῶμα καταπονούμενος τὴν δὲ ψυχὴν ἐπὶ σωφροσύνῃ ῥωννύμενος, καὶ μεγαλαυχούμενος ἅμα πρὸς τὴν τύχην καὶ γαυριῶν εἰ λυποῦσα τὸ πλεῖστον μέρει τῷ καιριωτάτῳ χαρίζοιτο, ἐπιδείξεως ἀφορμὴν τῆς εἰς τὴν Χαρίκλειαν εὐνοίας τε καὶ πίστεως παρεσχημένη, μόνον εἰ γινώσκοι ταῦτα κἀκείνη μέγιστον ἀγαθὸν τιθέμενος καὶ συνεχῶς Χαρίκλειαν ζωὴν καὶ φῶς καὶ ψυχὴν ἀνακαλῶν.

[5] Ὥστε καὶ ἡ Κυβέλη ταῦτα ὁρῶσα καὶ παρὰ μὲν τῆς Ἀρσάκης ὡς ἠρέμα βούλοιτο πιέζεσθαι τὸν Θεαγένην ἀκούουσα, οὐ γὰρ εἰς τελευτὴν ἀλλ' εἰς ἀνάγκην παραδεδωκέναι, αὐτὴ δὲ ἐκ τῶν ἐναντίων ἐπιτείνειν τὰ τῶν κολάσεων πρὸς τὸν Εὐφράτην ἀπαγγέλλουσα, [6] ὡς ἀνύουσα ᾔσθετο οὐδὲν ἀλλ' ἀπηγόρευτο καὶ αὕτη παρ' ἐλπίδας ἡ πεῖρα, συνεῖσα οἷ κακῶν ἦν καὶ νῦν μὲν τὴν ἐξ Ὀροονδάτου τιμωρίαν εἰ πύθοιτο ταῦτα παρὰ Ἀχαιμένους ὅσον οὐδέπω προσδοκῶσα, νῦν δὲ ὡς φθήσεται αὐτὴν διαχρωμένη τάχα καὶ ἡ Ἀρσάκη ὡς παιχθεῖσα εἰς τὴν τοῦ ἔρωτος σύλληψιν,

[7] ὁμόσε χωρεῖν ἔγνω τοῖς κατειληφόσι καὶ μέγα τι κακὸν ἐπιτελέσασα ἢ κατορθῶσαι τῇ Ἀρσάκῃ τὰ κατὰ γνώμην καὶ τὸ παρὸν τὸν ἀπ' ἐκείνης προσδοκώμενον διαδῦναι κίνδυνον ἢ τοὺς ἐλέγχους τῶν πάντων πραγμάτων ἀφανίσαι θανάτους ἅμα πᾶσιν ἐπινοήσασα.

[8] Καὶ πρὸς τὴν Ἀρσάκην ἐλθοῦσα "Μάτην" ἔφη "κάμνομεν, ὦ δέσποινα· οὐ γὰρ ἐνδίδωσιν ὁ ἀπηνὴς ἐκεῖνος ἀλλ' ἀεὶ γίνεται καὶ πλέον θρασύτερος Χαρίκλειαν διὰ στόματος ἔχων καὶ ταῖς ἐκείνης ἀνακλήσεσιν ὥσπερ θεραπείαις παρηγούμενος.

[9] Τελευταίαν οὖν, εἰ δοκεῖ, τὸ τοῦ λόγου, ῥίψωμεν ἄγκυραν καὶ τὴν ἐμποδὼν γινομένην ἐκποδὼν ποιησώμεθα. Εἰ γὰρ μάθοι μὴ οὖσαν, εἰκός που καὶ μεταβληθῆναι αὐτὸν πρὸς τὸ βούλημα τὸ ἡμέτερον ἀπογνόντα τὸν ἐπ' ἐκείνῃ πόθον."

[7]

[1]    Ἅρπαγμα τὸ ῥηθὲν ἐποιήσατο ἡ Ἀρσάκη καὶ τὴν ἐκ πολλοῦ ζηλοτυπίαν ὀργῇ τῶν εἰρημένων ἐπιτείνασα "Εὖ λέγεις" ἔφη "καὶ μελήσει μοι προστάξαι τὴν ἀλιτήριον ἀναιρεθῆναι." "Καὶ τίς ὁ πεισθησόμενος;" ἀπεκρίνατο ἡ Κυβέλη. "Πάντων γὰρ ἐν ἐξουσίᾳ σοι τυγχανούσῃ τὸ ἀναιρεῖν δίχα κρίσεως τῶν ἐν τέλει Περσῶν πρὸς τῶν νόμων ἀπηγόρευται.

[2] Δεήσει τοίνυν πραγμάτων σοι καὶ δυσχερείας, αἰτίας τινὰς καὶ ἐγκλήματα κατὰ τῆς κόρης ἀναπλαττούσῃ, καὶ πρόσεστι τὸ ἄδηλον εἰ πιστευθησόμεθα. Ἀλλ' εἰ δοκεῖ, πάντα γὰρ ὑπὲρ σοῦ καὶ πράττειν καὶ πάσχειν ἕτοιμος, φαρμάκῳ τὴν ἐπιβουλὴν διακονήσομαι καὶ ποτῷ γεγοητευμένῳ τὴν ἀντίδικον ἐκποδὼν ποιήσομαι." Ἐπῄνεσε ταῦτα ἡ Ἀρσάκη καὶ ποιεῖν ἐκέλευεν.

[3] Ἡ δὲ αὐτίκα ὥρμησε καὶ καταλαβοῦσα τὴν Χαρίκλειαν ἐν ὀδυρμοῖς καὶ δάκρυσι καὶ τί γὰρ ἄλλ' ἢ πενθοῦσαν καὶ ὅπως ἑαυτὴν ἐξάξει τοῦ βίου διανοουμένην, (ἤδη γὰρ ὑπῄσθητο τὰς ἀμφὶ Θεαγένει τύχας ποικίλως αὐτὴν καὶ ταῦτα τῆς Κυβέλης τὰ πρῶτα βουκολούσης καὶ τοῦ μὴ ὁρᾶσθαι αὐτὸν μηδὲ φοιτᾶν συνήθως εἰς τὸ δωμάτιον ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσης),

[4] [καὶ] "Ὦ δαιμονία" φησὶν "οὐ παύσῃ σαυτὴν τρύχουσα καὶ καταναλίσκουσα μάτην; Ἰδού σοι καὶ Θεαγένης ἀφεῖται καὶ ἥξει τήμερον εἰς ἑσπέραν. Ἡ γὰρ δέσποινα πλημμελήσαντά τι κατὰ τὴν διακονίαν εἰς βραχὺ παροξυνθεῖσα καὶ καθειρχθῆναι προστάξασα τήμερον ἀφήσειν ἐπηγγείλατο, ἑορτήν τινα πάτριον εὐωχεῖν μέλλουσα καὶ ἅμα καὶ πρὸς ἐμοῦ λιπαρηθεῖσα· ὥστε ἀνίστασο καὶ σαυτὴν ἀναλάμβανε μικρὸν καὶ τροφῆς σὺν ἡμῖν νῦν γοῦν ποτε μεταλαβοῦσα."

[5] "Καὶ πῶς ἂν" ἔφη "πεισθείην;" ἡ Χαρίκλεια· "τὸ γὰρ συνεχῶς σε πρός με διαψεύδεσθαι τὸ πιστὸν τῶν παρά σου λεγομένων ὑποτέμνεται." Καὶ ἡ Κυβέλη "Θεοὺς" ἔφη "ἐπόμνυμι πάντας ἦ μὴν λυθήσεσθαί σοι πάντα τήμερον καὶ πάσης σε φροντίδος ἀπαλλαγήσεσθαι. Μόνον μὴ προαναίρει σαυτὴν ἡμερῶν ἤδη τοσούτων ἀπόσιτος οὖσα, ἀλλ' ἀπόγευσαι εἴκουσα τῶν εἰς καιρὸν ηὐτρεπισμένων."

[6] Μόλις μὲν ἐπείθετο δ' οὖν ὅμως ἡ Χαρίκλεια, τὸ μὲν ἀπατηλὸν συνήθως ὑφορωμένη τοῖς δὲ ὅρκοις ἐν μέρει πειθομένη καὶ τὸ ἡδὺ τῶν ἐπαγγελθέντων ἑκοῦσα καταδεχομένη· ἃ γὰρ ἐπιθυμεῖ ἡ ψυχὴ καὶ πιστεύειν φιλεῖ.

[7] Κατακλινεῖσαι τοίνυν εἱστιῶντο· καὶ τῆς διακονουμένης ἅβρας οἴνου κεκραμένου κύλικας ἐπιδούσης, προτέρᾳ τῇ Χαρικλείᾳ προσφέρειν ἡ Κυβέλη νεύσασα μετ' ἐκείνην αὐτὴ λαβοῦσα ἔπινε. Καὶ οὔπω τὸ πᾶν ἐκπέποτο καὶ ἰλιγγιᾶν ἐφαίνετο ἡ πρεσβῦτις, τό τε περιττεῦσαν ὀλίγον ἐκχέασα δριμύ τε εἰς τὴν θεράπαιναν ἐνεώρα καὶ σπασμοῖς τε καὶ σφακελισμοῖς ὀξυτάτοις ἐπιέζετο.

[8]

[1]    Θόρυβός τε κατειλήφει μὲν καὶ τὴν Χαρίκλειαν καὶ ἀναλαμβάνειν ἐπειρᾶτο, κατειλήφει δὲ καὶ τοὺς παρόντας· τὸ γὰρ κακὸν ὡς ἐῴκει τοξεύματος παντὸς ὀξύτερον ἰῷ φθοροποιῷ δεδευμένου καὶ ἱκανὸν καὶ νέον τινὰ καὶ ἀκμάζοντα διαχρήσασθαι τότε καὶ πλέον εἰς γηραιὸν σῶμα καὶ ἀπεσκληκὸς ἤδη προσομιλῆσαν ὀξύτερον ἢ ὥστε εἰπεῖν τῶν καιριωτέρων καθίκετο.

[2] Καὶ τό τε ὄμμα ἡ πρεσβῦτις ἐπίμπρατο καὶ τὰ μέλη τῶν σπασμῶν ἐνδόντων πρὸς τὸ ἀκίνητον παρεῖτο καὶ χροιὰ μελαίνουσα τὴν ἐπιφάνειαν ἐπεπόλαζεν. Ἀλλ' ἦν οἶμαι καὶ δηλητηρίου ψυχὴ δολερὰ πικρότερον· ἡ γοῦν Κυβέλη καὶ ἐκθνήσκουσα οὐ μεθίετο τῶν πανουργημάτων ἀλλὰ τὰ μὲν νεύμασι τὰ δὲ παραφθεγγομένη Χαρίκλειαν εἶναι τὴν ἐπιβουλεύσασαν ἐνεδείκνυτο. [3] Καὶ ὁμοῦ τε ἡ γραῦς ἀπέπνει καὶ ἡ Χαρίκλεια δεσμῶτις εἴχετο καὶ παρὰ τὴν Ἀρσάκην αὐτίκα ἤγετο· τῆς δὲ πυνθανομένης εἰ τὸ φάρμακον αὐτὴ σκευάσειε καὶ εἰ μὴ βούλοιτο λέγειν τὸ ἀληθὲς κολαστήρια καὶ βασάνους ἀπειλούσης, καινὸν ἦν ἡ Χαρίκλεια τοῖς ὁρῶσι θέαμα.

[4] Οὔτε γὰρ κατηφήσασα οὔτε ἀγεννές τι παθοῦσα γέλωτα ἐφαίνετο καὶ χλεύην τὰ παρόντα ποιουμένη, τὸ μὲν ὑπὸ ἀγαθοῦ τοῦ συνειδότος τῆς συκοφαντίας ἀφροντιστοῦσα τὸ δὲ χαίρουσα εἰ Θεαγένους οὐκέτι ὄντος τεθνήξεται καὶ κερδήσει τὸ ἐναγὲς τῆς πράξεως, ὃ καθ' ἑαυτῆς ἐγνώκει ποιεῖν, ἑτέρων τοῦτο δρασάντων.

[5] Καὶ "Ὦ θαυμασία" ἔφη "εἰ μὲν ζῇ Θεαγένης καθαρεύω κἀγὼ τοῦ φόνου· εἰ δέ τι πέπονθεν ὑπὸ τῶν σῶν ὁσίων βουλευμάτων, οὐδὲν δεῖ σοι τῶν κατ' ἐμοῦ βασάνων· ἔχεις με τὴν φαρμακίδα τῆς καὶ θρεψαμένης σε καὶ πρὸς τὰ κάλλιστα τῶν ἔργων παιδευσαμένης, καὶ ἀπόσφαττε μὴ μελλήσασα· οὐδὲν γὰρ οὕτως ἐφίλει Θεαγένης ὁ τῶν σῶν ἀνόμων βουλευμάτων ἔννομος ὑπερόπτης."

[9]

[1]    Ἐξέμηνε τὰ εἰρημένα τὴν Ἀρσάκην καὶ διαρραπισθῆναι κελεύσασα "Ὡς ἔχει" ‹ἔφη› "δεσμῶν ἄγετε τὴν ἀλιτήριον καὶ ἐν τοῖς ὁμοίοις ὄντα κατ' ἀξίαν ἐπιδείξαντες τὸν θαυμαστὸν αὐτῆς ἐρώμενον παντί τε μέλει τὰ δεσμὰ ἐπιβαλόντες Εὐφράτῃ καὶ ταύτην παράδοτε φυλαχθησομένην εἰς αὔριον τήν τε διὰ θανάτου τιμωρίαν ὑπὸ κρίσει τῶν ἐν τέλει Περσῶν ὑφέξουσαν."

[2] Ἤδη δὲ ἀγομένης τὸ οἰνοχοῆσαν τῇ Κυβέλῃ παιδισκάριον (ἦν δὲ τῶν Ἰωνικῶν θάτερον τῶν εἰς διακονίαν παρὰ τὴν πρώτην ὑπὸ τῆς Ἀρσάκης τοῖς νέοις δωρηθέντων) εἴτε τι παθὸν εὐνοίᾳ τῇ περὶ τὴν Χαρίκλειαν ὑπὸ συνηθείας τε καὶ συνδιαιτήσεως, εἴτε καὶ δαιμονίᾳ βουλήσει χρησάμενον, ὑπεδάκρυσέ τε καὶ ἐστέναξε καὶ "Ὢ τῆς ἀθλίας" ἔφη, "τῆς οὐδὲν αἰτίας."

[3] Τῶν δὲ περιεστώτων θαυμασάντων καὶ σαφῶς ὅτι βούλοιτο λέγειν ἐκφαίνειν ἀναγκαζόντων, αὐτὴ δεδωκέναι διωμολόγει τῇ Κυβέλῃ τὸ φάρμακον εἰληφέναι δὲ παρ' αὐτῆς ἐκείνης ἐφ' ᾧ δοῦναι μὲν τῇ Χαρικλείᾳ, προληφθεῖσαν δὲ εἴτε ὑπὸ θορύβου τῆς κατὰ τὴν πρᾶξιν ἀτοπίας εἴτε καὶ συγχεθεῖσαν ὑπὸ τῆς Κυβέλης προτέρᾳ δοῦναι τῇ Χαρικλείᾳ νευούσης, ἐναλλάξαι τὰς κύλικας καὶ τῇ πρεσβύτιδι προσενεγκεῖν ἐν ᾧ ἦν τὸ φάρμακον.

[4] Ἤγετο οὖν ἐπὶ τὴν Ἀρσάκην εὐθέως, ἕρμαιον ἁπάντων ποιουμένων ἐλευθέραν εὑρεθῆναι τῶν ἐγκλημάτων τὴν Χαρίκλειαν· εὐγενοῦς γὰρ ἤθους καὶ ὄψεως καὶ βάρβαρον γένος οἶκτος εἰσέρχεται.

[5] Καὶ εἰπούσης ταῦτα τῆς θεραπαινίδος πλέον ἐγένετο οὐδέν, ἀλλ' "Ἦ καὶ αὕτη συνεργὸς ἔοικεν εἶναι" εἰποῦσα ἡ Ἀρσάκη δεσμεῖσθαι καὶ φρουρεῖσθαι εἰς τὴν κρίσιν ἐκέλευσε· τούς τε δυναστὰς Περσῶν οἳ τοῦ βουλεύεσθαι ὑπὲρ τῶν κοινῶν καὶ δικάζειν τε καὶ τιμωρίας ὁρίζειν τὴν ἰσχὺν εἶχον ἐπὶ τὴν κρίσιν εἰς τὴν ἑξῆς παρεκάλει διαπέμπουσα. [6] Καὶ ἡκόντων εἰς ἕω καὶ προκαθημένων κατηγόρει μὲν ἡ Ἀρσάκη καὶ τὴν φαρμακείαν κατήγγελλεν ἅπαντα ὡς εἶχεν ἀπαγγέλλουσα καὶ συνεχὲς ἐπιδακρύουσα τὴν θρεψαμένην καὶ ὡς τὴν πάντων τιμιωτέραν καὶ εὐνουστέραν ἀπολέσειε, μάρτυρας τοὺς δικαστὰς ἐπικαλουμένη ὡς ξένην ὑποδεξαμένη καὶ πάσης μεταδοῦσα φιλοφροσύνης τοιαῦτα ἀντιπάθοι.

[7] Καὶ ὅλως ἡ μὲν ἦν πικροτάτη κατήγορος· ἀπελογεῖτο δὲ οὐδὲν ἡ Χαρίκλεια ἀλλ' ὡμολόγει καὶ αὖθις τὸ ἔγκλημα καὶ τὸ φάρμακον ὡς δοίη συγκατετίθετο, προστιθεῖσα ὡς καὶ τὴν Ἀρσάκην διεχρήσατο ἂν ἡδέως εἰ μὴ προείληπτο καὶ ἕτερα πρὸς τούτοις, τὴν μὲν Ἀρσάκην ἐκ τοῦ εὐθέος λοιδορουμένη καὶ παντοίως τοὺς δικαστὰς εἰς τὴν τιμωρίαν ἐκκαλουμένη.

[8] Τὰ γὰρ καθ' ἑαυτὴν ἅπαντα τῷ Θεαγένει τῆς νυκτὸς καὶ κατὰ τὸ δεσμωτήριον ἀναθεμένη τὰ παρ' ἐκείνου τε ἐν μέρει πυθομένη, συνθεμένη τε ὡς δεήσει πάντα θάνατον ἐπαγόμενον αὐθαιρέτους δέχεσθαι καὶ ἀπηλλάχθαι λοιπὸν ζωῆς ἀνιάτου καὶ ἄλης ἀνηνύτου καὶ τύχης ἀσπόνδου, τὰ τελευταῖά τε ὡς ἐδόκει κατασπασαμένη τούς τε συνεκτεθέντας ὅρμους ἀεὶ μὲν καὶ ἀπορρήτως ἐπιφέρεσθαι προνοουμένη τότε δὲ τῆς ἐσθῆτος ἐντὸς καὶ ὑπὸ γαστέρα ζωσαμένη καὶ οἷον ἐντάφιά τινα ἐπιφερομένη, πᾶν ἔγκλημα [καὶ θάνατον] ἐπαγόμενόν τε ὡμολόγει καὶ μὴ ἐπαγόμενον ἀνέπλαττεν.

[9] Ἐφ' οἷς οἱ δικάζοντες οὐδὲ μελλήσαντες μικροῦ μὲν ἐδέησαν ὠμοτέρᾳ τε καὶ Περσικῇ τιμωρίᾳ ὑποβαλεῖν, ἴσως δέ τι πρὸς τὴν ὄψιν καὶ τὸ νέον τε καὶ ἄμαχον τῆς ὥρας παθόντες πυρὶ καταναλωθῆναι κατέκριναν.

[10] Ἥρπαστο οὖν αὐτίκα πρὸς τῶν δημίων καὶ μικρὸν τοῦ τείχους ἐκτὸς ἤγετο, κήρυκος ὅτι ἐπὶ φαρμάκοις εἰς πυρὰν ἄγοιτο συνεχὲς ἐκβοῶντος, πολλοῦ καὶ ἄλλου πλήθους ἐκ τῆς πόλεως ἐπακολουθήσαντος· οἱ μὲν γὰρ αὐτόπται γεγόνεσαν ἀγομένης οἱ δὲ πρὸς τῆς ἀκοῆς τάχιστα κατὰ τὸ ἄστυ διαδραμούσης ἐπὶ τὴν θέαν ἠπείχθησαν. Ἀφίκετο δὲ καὶ ἡ Ἀρσάκη καὶ θεωρὸς ἀπὸ τῶν τειχῶν ἐγίνετο, δεινὸν γὰρ εἰ μὴ καὶ τὴν ὄψιν ἐμφορηθείη τῆς εἰς Χαρίκλειαν κολάσεως ἐποιεῖτο.

[11] Κἀπειδὴ τὴν πυρκαϊὰν ὡς ὅτι μεγίστην ἔνησαν οἱ δήμιοι καὶ τὴν φλόγα ὑποβαλόντων λαμπρῶς ἐξῆπτο, μικρὸν ἐνδοθῆναι αὐτῇ πρὸς τῶν ἑλκόντων ἡ Χαρίκλεια παρακαλέσασα καὶ ὡς ἑκοῦσα ἐπιβήσεται τῆς πυρᾶς ἐπαγγειλαμένη, τὰς χεῖρας εἰς οὐρανὸν καὶ καθ' ὃ μέρος τὴν ἀκτῖνα ἔβαλλεν ὁ ἥλιος ἀνατείνασα,

[12] "Ἥλιε" ἀνεβόησε "καὶ Γῆ καὶ δαίμονες ἐπὶ γῆς τε καὶ ὑπὸ γῆν ἀνθρώπων ἀθεμίτων ἔφοροί τε καὶ τιμωροί, καθαρὰν μὲν εἶναί με τῶν ἐπιφερομένων ὑμεῖς ἐστε μάρτυρες ἑκοῦσαν δὲ ὑπομένουσαν τὸν θάνατον διὰ τὰς ἀφορήτους τῆς τύχης ἐπηρείας· ἐμὲ μὲν ‹οὖν› σὺν εὐμενείᾳ προσδέξασθε τὴν δὲ ἀλάστορα καὶ ἀθεμιτουργὸν καὶ μοιχαλίδα καὶ ἐπ' ἀποστερήσει νυμφίου τοῦ ἐμοῦ ταῦτα δρῶσαν Ἀρσάκην ὡς ὅτι τάχιστα τιμωρήσασθε."

[13] Καὶ εἰποῦσα, πάντων ἐκβοώντων τι πρὸς τὰ εἰρημένα καὶ ἐπέχειν τὴν τιμωρίαν εἰς δευτέραν κρίσιν τῶν μὲν εὐτρεπιζομένων τῶν δὲ καὶ ὁρμησάντων, ἐπέβη προλαβοῦσα τῆς πυρᾶς καὶ εἰς τὸ μεσαίτατον ἐνιδρυθεῖσα αὐτὴ μὲν ἐπὶ πλεῖστον ἀπαθὴς εἱστήκει, περιρρέοντος αὐτὴν μᾶλλον τοῦ πυρὸς ἢ προσπελάζοντος καὶ λυμαινομένου μὲν οὐδὲν ὑποχωροῦντος δὲ καθ' ὃ μέρος ὁρμήσειεν ἡ Χαρίκλεια καὶ περιαυγάζεσθαι μόνον καὶ διοπτεύεσθαι παρέχοντος ἐπιφαιδρυνομένην ἐκ τοῦ περιαυγάσματος τὸ κάλλος καὶ οἷον ἐν πυρίνῳ θαλάμῳ νυμφευομένην.

[14] Ἡ δὲ ἄλλοτε ἄλλῳ μέρει τῆς πυρᾶς ἐνήλλετο θαυμάζουσα μὲν τὸ γινόμενον ἐπισπεύδουσα δὲ πρὸς τὸν θάνατον· ἤνυε δὲ οὐδέν, ὑποχωροῦντος ἀεὶ τοῦ πυρὸς καὶ ὥσπερ ὑποφεύγοντος πρὸς τὴν ἐκείνης ἐφόρμησιν. Οἱ δήμιοι δὲ οὐκ ἀνίεσαν ἀλλ' ἐνέκειντο πλέον (καὶ τῆς Ἀρσάκης νεύμασιν ἀπειλητικοῖς ἐγκελευομένης) ξύλα τε ἐπιφορτίζοντες καὶ τὴν ποταμίαν καλάμην ἐπισωρεύοντες καὶ παντοίως τὴν φλόγα ἐρεθίζοντες.

[15] Ὡς δὲ ἠνύετο οὐδὲν, ἔτι καὶ πλέον ἡ πόλις ἐκτετάρακτο καὶ δαιμονίαν εἶναι τὴν ἐπικουρίαν εἰκάζουσα "Καθαρὸν τὸ γύναιον, ἀναίτιον τὸ γύναιον" ἀνεβόα καὶ προσιόντες ἀπὸ τῆς πυρᾶς ἀπεσόβουν, τοῦ Θυάμιδος ἐξάρχοντος καὶ τὸν δῆμον εἰς τὴν βοήθειαν ἐπιρρωννύντος (ἤδη γὰρ κἀκεῖνος παραγεγόνει τῆς ἀπείρου βοῆς τὸ γινόμενον μηνυούσης), καὶ τὴν Χαρίκλειαν ἐξελέσθαι προθυμούμενοι πλησιάζειν μὲν οὐκ ἐθάρσουν ἐξάλλεσθαι δὲ τῇ κόρῃ τῆς πυρκαϊᾶς ἐνεκελεύοντο· οὐ γὰρ δὴ δέος τῇ ἐνδιαιτωμένῃ τὴν φλόγα καὶ ἀπολιπεῖν βουλομένῃ.

[16] Ἅπερ ὁρῶσα καὶ ἀκούουσα ἡ Χαρίκλεια νομίσασά τε καὶ αὐτὴ πρὸς θεῶν εἶναι τὴν ὑπὲρ αὑτῆς ἄμυναν ἔγνω μὴ ἀχαριστεῖν πρὸς τὸ κρεῖττον ἀρνουμένη τὴν εὐεργεσίαν ἐξήλατό τε τῆς πυρᾶς ὡς τὴν μὲν πόλιν ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως μέγα τε καὶ σύμφωνον ἐκβοῆσαι καὶ μεγάλους τοὺς θεοὺς ἐπικαλεῖσθαι, τὴν δὲ Ἀρσάκην μὴ κατασχοῦσαν καθάλλεσθαί τε ἀπὸ τῶν τειχῶν καὶ διὰ πυλίδος ἐκδραμοῦσαν σὺν πολλῇ δορυφορίᾳ καὶ τοῖς δυναστεύουσι Περσῶν ἐπιβάλλειν τε αὐτὴν τῇ Χαρικλείᾳ τὰς χεῖρας καὶ εἰς τὸν δῆμον ἰταμὸν ἐνορῶσαν,

[17] "Οὐκ αἰσχύνεσθε" εἰπεῖν "ἀλιτήριον γυναῖκα καὶ φαρμακίδα καὶ φόνων ἐργάτιν ἐπ' αὐτοφώρῳ ληφθεῖσαν καὶ ὁμολογήσασαν ἐξελέσθαι τῆς τιμωρίας πειρώμενοι; καὶ ἅμα μὲν ἀθεμίτῳ γυναίῳ βοηθοῦντες ἅμα δὲ καὶ νόμοις τοῖς Περσῶν καὶ βασιλεῖ τε αὐτῷ καὶ σατράπαις καὶ δυνασταῖς καὶ δικασταῖς ἀνθιστάμενοι ὑπὸ τοῦ μὴ ἐμπεπρῆσθαι αὐτὴν ἴσως εἰς ἔλεον ἀπατώμενοι καὶ θεοῖς τὸ ἔργον ἐπιγράφοντες;

[18] Οὐδὲ ἐννοήσετε σωφρονήσαντες ὡς τοῦτο καὶ μᾶλλον αὐτῆς βεβαιοῖ τὴν φαρμακείαν ᾗ τοσοῦτον περίεστι τῆς γοητείας ὡς καὶ πρὸς τὴν πυρὸς δύναμιν ἀπομάχεσθαι; συνέλθετε εἰ δοκεῖ πρὸς τὸ συνέδριον εἰς αὔριον δημοσίᾳ δι' ὑμᾶς ἐσόμενον καὶ γνώσεσθε αὐτήν τε ὁμολογοῦσαν καὶ ὑπὸ τῶν συνειδότων οὓς ἔχω φρουροῦσα διελεγχομένην."

[19] Καὶ ἅμα ἀπῆγεν αὐτὴν τῷ τραχήλῳ προσφῦσα καὶ τοὺς δορυφόρους ἀναστέλλειν τὸν ὄχλον ἐπιτάξασα. Οἱ δὲ τὰ μὲν ἠγανάκτουν καὶ ἀνθίστασθαι διεσκοποῦντο, τὰ δὲ ὑπεῖκον ἅμα τι καὶ τῇ ὑπονοίᾳ τῆς φαρμακείας ὑπαγόμενοι, τινὲς δὲ καὶ δέει τῆς Ἀρσάκης καὶ τῆς περὶ αὐτὴν δυνάμεως ἀποτρεπόμενοι.

[20] Καὶ ἡ μὲν Χαρίκλεια αὖθις τῷ Εὐφράτῃ παραδίδοται καὶ αὖθις πλείοσι τοῖς δεσμοῖς ἐνεβέβλητο δευτέρᾳ κρίσει καὶ τιμωρίᾳ φυλαττομένη, κέρδος ἓν μέγιστον ὡς ἐν δεινοῖς εὑρισκομένη τὸ συνεῖναι Θεαγένει καὶ τὰ καθ' ἑαυτὴν ἐκδιηγεῖσθαι.

[21] Τῇ μὲν γὰρ Ἀρσάκῃ καὶ τοῦτο εἰς τιμωρίαν ἐπινενόητο ὥσπερ ἐπικερτομούσῃ καὶ πλέον νομιζούσῃ τοὺς νέους ἀνιάσειν εἰ καθ' ἓν δεσμωτήριον καθειργμένοι θεαταὶ γίνοιντο ἀλλήλων ἐν δεσμοῖς καὶ κολάσεσιν ἐξεταζομένων· ᾔδει γὰρ ὡς πάθος τοῦ ἐρωμένου τὸν ἐρῶντα πλέον ἢ τὸ ἴδιον ἀλγύνει.

[22] Τοῖς δὲ ἦν παραψυχὴ μᾶλλον τὸ γινόμενον καὶ τὸ ἐν ὁμοίοις τοῖς πάθεσιν ἐξετάζεσθαι κέρδος ἐνόμιζον, εἰ ἔλαττον αὐτῶν τις κολασθήσεται νενικῆσθαι ὑπὸ θατέρου καὶ μειονεκτεῖν τῶν ἐρωτικῶν οἰόμενος. Προσῆν δὲ καὶ τὸ προσομιλεῖν ἀλλήλοις καὶ τὸ παρηγορεῖν τε καὶ ἐπιθαρσύνειν εὐγενῶς τε καὶ γενναίως τὰς προσπιπτούσας τύχας καὶ τοὺς ὑπὲρ σωφροσύνης τε καὶ πίστεως τῆς εἰς ἀλλήλους φέρειν ἀγῶνας.

[10]

[1]    Πολλὰ γοῦν μέχρι πόρρω τῶν νυκτῶν ἀλλήλοις διειλεγμένοι καὶ ὅσα εἰκὸς τοὺς μετὰ τὴν νύκτα τὴν παροῦσαν ἐντεύξεσθαι ἀλλήλοις ἀπεγνωκότας καὶ οἷον ἀλλήλων ἐφ' ὅσον ἔξεστι κορεννυμένους τέλος καὶ περὶ τῆς κατὰ τὴν πυρκαϊὰν θαυματουργίας ἀνεσκοποῦντο. Καὶ ὁ μὲν Θεαγένης εἰς θεῶν εὐμένειαν τὸ αἴτιον ἀνέφερε, στυγησάντων μὲν τὴν ἄδικον Ἀρσάκης συκοφαντίαν κατελεησάντων δὲ τὴν ἀθῷον καὶ οὐδὲν αἰτίαν· ἡ Χαρίκλεια δὲ ἀμφιβάλλειν ἐῴκει.

[2] "Τὸ μὲν γὰρ καινουργὸν" ἔφη "τῆς σωτηρίας δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ τὸ δὲ ἐν τοσούτοις ἐξετάζεσθαι δυστυχήμασιν ἀδιαστάτως καὶ κολάσεσιν αἰκίζεσθαι ποικίλως τε καὶ ὑπερβαλλόντως θεηλατουμένων εἶναι καὶ δυσμενείας κρείττονος πειρωμένων, πλὴν εἰ μὴ θαυματοποιΐα τίς ἐστι δαίμονος εἰς τὰ ἔσχατα μὲν βάλλοντος ἐκ δὲ τῶν ἀπόρων διασῴζοντος."

[11]

[1]    Καὶ ἔτι ταῦτα λέγουσα τοῦ Θεαγένους εὐφημεῖν παρακαλοῦντος καὶ τοῦ εὐσεβεῖν πλέον καὶ σωφρονεῖν ἀντέχεσθαι παραινοῦντος "Ἱλήκοιτε, θεοί" ἀνεβόησεν "οἷον γάρ μοι νῦν ὄναρ εἴτε καὶ ὕπαρ ἦν ἐνθύμιον γέγονεν ὃ τῆς προτεραίας ἰδοῦσα νυκτὸς τότε μὲν οὐκ οἶδ' ὅπως τῆς διανοίας ἀπέβαλον νυνὶ δέ μοι εἰς μνήμην παραγέγονε.

[2] Τὸ δὲ ὄναρ ἔπος ἦν εἰς μέτρον ἡρμοσμένον, ἔλεγε δὲ τὸ ἔπος ὁ θειότατος Καλάσιρις, εἴτε καταδαρθεῖν λαθούσῃ φανείς, εἴτε καὶ ἐναργῶς ὀφθείς· εἶχε δέ, οἶμαι, ὧδέ πως

   παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν,

   ῥηίδι' ὡς μοίραις χἄ τ' ἀδόκητα πέλει."

[3] Καὶ ὁ Θεαγένης διεσείσθη τε ὥσπερ οἱ κάτοχοι καὶ ἐφ' ὅσον ἐνεδίδου τὰ δεσμὰ ἀνήλατο καὶ "Εὐμενεῖς εἴητε, θεοί" ἀνέκραγε· "κἀγὼ γάρ τοι ποιητὴς ἐξ ὑπομνήσεως ἀναδείκνυμαι καὶ χρησμὸς δή μοι παρ' ὁμοίου τοῦ μάντεως, εἴτε Καλάσιρις ἦν εἴτε θεὸς εἰς Καλάσιριν φαινόμενος, πεφοίτηκε καὶ λέγειν ἐδόκει τοιάδε

   Αἰθιόπων εἰς γαῖαν ἀφίξεαι ἄμμιγα κούρῃ

   δεσμῶν Ἀρσακέων αὔριον ἐκπροφυγών.

[4] Ἐμοὶ μὲν οὖν ὅποι τείνει τὸ χρήσμιον ἔχω συμβάλλειν γῆν μὲν γὰρ Αἰθιόπων τὴν τῶν καταχθονίων ἔοικε λέγειν ἄμμιγα δὲ κούρῃ τῇ Περσεφόνῃ με συνέσεσθαι καὶ λύσιν δεσμῶν τὴν ἐνθένδε ἀπὸ τοῦ σώματος ἀπαλλαγήν. Σοὶ δὲ ἄρα τί φράζει τὸ ἔπος οὕτως ἐξ ἐναντίων πρὸς ἑαυτὸ συγκείμενον; Τοὔνομα μὲν γὰρ ἡ παντάρβη πάντα φοβουμένη δηλοῖ, τὸ παράγγελμα δὲ μὴ δεδοικέναι τὴν πυρὰν ἀξιοῖ."

[5] Καὶ ἡ Χαρίκλεια "Ὦ γλυκύτατε" ἔφη "Θεάγενες, ἡ συνήθειά σε τῶν δυστυχημάτων πάντα πρὸς τὸ φαυλότατον νοεῖν τε καὶ εἰκάζειν παρεσκεύασε, φιλεῖ γὰρ ἄνθρωπος πρὸς τὰ συμπίπτοντα τρέπειν τὴν γνώμην. Χρηστότερα δὲ ἢ ὡς σοὶ παρίσταται μηνύειν μοι τὰ μαντευθέντα φαίνεται, καὶ ἡ κόρη τάχ' ἂν εἴην ἐγώ, μεθ' ἧς σε πατρίδος τῆς ἐμῆς Αἰθιοπίας ἐπιβήσεσθαι ἐπαγγέλλεται, Ἀρσάκην καὶ δεσμὰ τὰ Ἀρσάκης ἀποφυγόντα.

[6] Τὸ δὲ ὅπως ἡμῖν μὲν οὔτε δῆλα οὔτε εὔπιστα, θεοῖς δὲ καὶ δυνατὰ καὶ μελήσει τοῖς καὶ τὰ μαντεύματα φήνασιν· ἡ γοῦν εἰς ἐμὲ πρόρρησις ἤδη, ὡς οἶσθα, βουλήματι τῷ ἐκείνων τετέλεσται καὶ ζῶ σοι τὸ παρὸν ἡ παντοίως ἀπελπισθεῖσα, καὶ σωτηρίαν ἐμαυτῆς ἐπαγομένη τότε μὲν ἠγνόουν συνίημι δὲ τὸ παρὸν ὡς ἔοικε.

[7] Τὰ γὰρ συνεκτεθέντα μοι γνωρίσματα καὶ παρὰ τοὺς ἔμπροσθεν ἀεὶ χρόνους ἐπιφέρεσθαι προνοουμένη, τότε καὶ πλέον, τῆς κρίσεως μοι γενησομένης καὶ τῆς τελευταίας προσδοκωμένης, περὶ τῇ γαστρὶ ζωσαμένη κρύφα ἐτύγχανον, εἰ μὲν σῳζοίμην εὐπορίαν βίου καὶ τῶν ἀναγκαίων, εἰ δέ τι πάσχοιμι καλλωπίσματα ἔσχατα καὶ ἐντάφια γενησόμενα.

[8] Ἐν δὴ τούτοις, ὦ Θεάγενες, οὖσιν ὅρμοις πολυτελέσι καὶ λίθοις ἐριτίμοις Ἰνδικοῖς τε καὶ Αἰθιοπικοῖς ἔστι καὶ δακτύλιος δῶρον μὲν παρὰ τοῦ πατρὸς τοὐμοῦ τῇ μητρὶ παρὰ τὴν μνηστείαν δοθείς, λίθῳ δὲ τῇ καλουμένῃ παντάρβῃ τὴν σφενδόνην διάδετος γράμμασι δὲ ἱεροῖς τισιν ἀνάγραπτος καὶ τελετῆς, ὡς ἔοικε, θειοτέρας ἀνάμεστος παρ' ἧς εἰκάζω δύναμίν τινα ἥκειν τῇ λίθῳ πυρὸς φυγαδευτικήν, ἀπάθειαν τοῖς ἔχουσιν ἐν ταῖς φλογώσεσι δωρουμένην, ἣ κἀμὲ τυχὸν συμβουλήσει θεῶν περιέσωσε.

[9] Ταῦτα δ' ἔχω καὶ συμβάλλειν καὶ γινώσκειν ἐξ ὧν ὁ θειότατός μοι Καλάσιρις ὑπετίθετο, πολλάκις ταῦτα καὶ φράζεσθαι καὶ ἐκδεδιδάχθαι πρὸς τῶν ἐνεστιγμένων τῇ συνεκτεθείσῃ μοι ταινία (νυνὶ δὲ κατὰ γαστέρα τὴν ἐμὴν εἰλημένῃ) διηγούμενος."

[10] "Ταῦτα μὲν εἰκότα καὶ ὄντα, πλέον καὶ τοῖς ὑπηργμένοις συμβαίνοντα" ἔφη ὁ Θεαγένης· "ἐκ δὲ τῶν εἰς αὔριον κινδύνων ποία τις ἄρα παντάρβη ἄλλη ἐξαιρήσεται; οὐ γάρ που καὶ ἀθανασίαν ὡς ὤφελε, καθὰ τὴν πρὸς τὰς πυρκαϊὰς ἀντιπάθειαν, ἐπαγγέλλεται, τῆς ἀλάστορος Ἀρσάκης, ὡς εἰκάζειν ἔνεστιν, ἕτερόν που καὶ καινότερον τιμωρίας τρόπον τὰ νῦν ἐπινοούσης.

[11] Καὶ εἴθε γε ἅμα κατ' ἀμφοτέρων καὶ θάνατον ἕνα καὶ ἐν ὥρᾳ μιᾷ καταδικάσειεν ὡς οὐδὲ τελευτὴν ἂν τοῦτο ἐθέμην ἀλλὰ πάντων κακῶν ἀνάπαυλαν." Καὶ ἡ Χαρίκλεια "Θάρσει" ἔφη· "παντάρβην ἑτέραν ἔχομεν τὰ μεμαντευμένα καὶ θεοῖς ἐπανέχοντες σῳζοίμεθά τε ἂν ἥδιον καί, εἰ δέοι, πάσχοιμεν ὁσιώτερον."

[12]

[1]    Οὗτοι μὲν δὴ ταῦτα ἀναθεωροῦντες καὶ νῦν μὲν θρηνοῦντες καὶ πλέον ἀνιᾶσθαι καὶ ἀγωνιᾶν ἅτερος ὑπὲρ θατέρου διεγγυώμενοι, νῦν δὲ τὰ τελευταῖα ἀλλήλοις ἐπισκήπτοντες καὶ ὡς μέχρι θανάτου πιστοὶ τὰ ἐρωτικὰ πρὸς ἀλλήλους ἔσονται θεούς τε καὶ τὰς παρούσας τύχας ἐπομνύντες οὕτω διῆγον.

[2] Ὁ δὲ Βαγώας καὶ οἱ σὺν αὐτῷ πεντήκοντα ἱππεῖς νυκτὸς ἔτι βαθείας ὕπνῳ τὰ πάντα ἐχούσης ἀφικνοῦνται εἰς τὴν Μέμφιν καὶ τοὺς ἐπὶ τῶν πυλῶν ἡσυχῇ διαναστήσαντες καὶ οἵτινες εἶεν εἰπόντες τε καὶ γνωρισθέντες ἐπὶ τὰ σατραπεῖα σὺν σπουδῇ καὶ ἀθορύβως εἰσέρχονται.

[3] Καὶ τοὺς μὲν ἱππέας ὁ Βαγώας αὐτοῦ κατέλιπε τοῖς σατραπείοις ἐν κύκλῳ περιστήσας ὡς εἴ τις καὶ γένοιτο ἀντίστασις ηὐτρεπίσθαι πρὸς ἄμυναν, αὐτὸς δὲ κατά τινα παραπυλίδα τοῖς πολλοῖς ἀγνοουμένην ἀσθενεῖς τὰς θύρας ἐκμοχλεύσας καὶ τῷ κατοικοῦντι φράσας τε ἑαυτὸν καὶ τὸ σιωπᾶν ἐπιστείλας ὡς τὸν Εὐφράτην ἐμπειρίᾳ καὶ γνώσει τῶν τόπων ἔσπευδεν ἅμα τι καὶ τῆς σεληναίας τότε μικρὸν ὑπαυγαζούσης.

[4] Καὶ καταλαβὼν ἐπὶ τῆς εὐνῆς ἀφύπνισέ τε καὶ θορυβούμενον καὶ "Τίς οὑτοσί;" βοῶντα κατέστελλε "Βαγώας ἐγώ" λέγων, "ἀλλὰ φῶς ἥκειν πρόσταττε." Προσκαλεσάμενος δή τι παιδάριον τῶν προσεδρευόντων, λύχνον ἅψασθαι τοὺς ἄλλους καθεύδειν ἐάσαντα προσέταττεν. Ἐπειδὴ δὲ ἧκεν ὁ παῖς καὶ τὴν ‹δᾷδα› κατὰ λυχνοῦχον ἐπιθεὶς μετέστη, "‹Τί› τοῦτο" ἔλεγεν ὁ Εὐφράτης· "τί ἄρα καινὸν ἀγγέλλει πάθος ἡ αἰφνίδιος σου καὶ ἀπροσδόκητος ἄφιξις;"

[5] Ὁ δὲ "Οὐ πολλῶν" ἔφη "δεῖ λόγων ἀλλὰ τουτὶ τὸ γράμμα ἀναγίνωσκε λαβὼν καὶ πρό γε τούτου τῆς σφραγῖδος τοὐπίσημον ἀναγνώριζε καὶ ὡς Ὀροονδάτης ἐστὶν ὁ κελεύων πίστευε καὶ τὰ ἐπεσταλμένα πρᾶττε νυκτὶ καὶ τάχει συμμάχοις εἰς τὸ λαθεῖν ἀποχρώμενος. Εἰ δὲ καὶ τὰ πρὸς Ἀρσάκην ἐπεσταλμένα λυσιτελὲς ἀποδοῦναι πρότερον, αὐτὸς δοκίμαζε."

[13]

[1]    Ὑποδεξάμενος οὖν ὁ Εὐφράτης τὰς ἐπιστολὰς καὶ ἀμφοτέρας ἐπελθὼν "Ἀρσάκη μὲν" ἔφη "ἄλλως τε οἰμώξει καὶ τὸ παρὸν ἐν ἐσχάτοις διάγει, πυρετοῦ τινος ὥσπερ θεηλάτου τῆς προτεραίας ἐνσκήψαντος καὶ θερμῆς ὀξείας ὑποδραμούσης καὶ εἰς δεῦρο κατεχούσης καὶ ὀλίγας τοῦ περιέσεσθαι τὰς ἐλπίδας ἐνδεικνυμένη. Ἐγὼ δ' ἂν ταῦτα οὐδὲ ἐρρωμένῃ ἔδωκα, θᾶττον ἂν προαποθανούσῃ καὶ ἡμᾶς συναπολεσάσῃ ἢ ἑκούσῃ τοὺς νέους ἐκδούσῃ. [2] Σὺ δὲ εἰς καιρὸν ἥκων ἴσθι καὶ ὑποδεξάμενος ἄγε τοὺς ξένους καὶ τὴν εἰς δύναμιν ἐπικουρίαν σύσπευδε. Καὶ κατελέει παντοίως ἀθλίους μὲν ὄντας καὶ κακοδαίμονας καὶ μυρίαις αἰκίαις καὶ κολάσεσιν οὔτοι ἑκόντος ἐμοῦ κελευομένου δὲ πρὸς Ἀρσάκης ὑποστάντας τἄλλα δέ, ὡς ἔοικεν, εὖ γεγονότας καὶ ὡς ἡ πεῖρά μοι καὶ τὰ ἔργα παρέστησε τὰ πάντα σώφρονας." Καὶ ἅμα λέγων ἦγεν ἐπὶ τὸ δεσμωτήριον.

[3] Ὁ μὲν δὴ Βαγώας ἰδὼν τοὺς νέους, δεσμώτας καὶ ταῦτα καὶ ἤδη πρὸς τῶν βασάνων τετρυχωμένους, ἐκπέπληκτο τοῦ μεγέθους ἅμα καὶ κάλλους· οἱ δὲ τοῦτο ἐκεῖνο εἶναι νομίσαντες καὶ ἀωρὶ τοὺς περὶ τὸν Βαγώαν ἥκειν τὴν ἐπὶ θανάτῳ καὶ τὴν τελευταίαν ἀπάξοντας εἰς βραχὺ μὲν διεταράχθησαν, εἶτα ἀνενεγκόντες ἱλαρῷ καὶ διακεχυμένῳ τῷ βλέμματι ὅτι ἀφροντιστοῦσι καὶ πλείονα χαίρουσιν ἐπίδηλοι τοῖς παροῦσιν ἐγίνοντο.

[4] Ἤδη γοῦν τῶν περὶ τὸν Εὐφράτην πλησιαζόντων καὶ ἐπιδραττομένων καὶ ἀπὸ τῶν ξύλων πρὸς οἷς τὰ δεσμὰ κατακέκλειστο ὑπεκλυόντων ὁ Θεαγένης "Εὖγε ἡ ἀλάστωρ Ἀρσάκη" ἀνεβόησεν "ὅτι νυκτὶ καὶ ζόφῳ τὰς ἑαυτῆς ἀθεμίτους πράξεις ἐπικρύπτειν οἴεται. Δεινὸς δὲ ὁ τῆς δίκης ὀφθαλμὸς ἐλέγχῳ καὶ τὰ ἀμήνυτα κρύφια καὶ ἀθέμιτα φωτίζειν.

[5] Ἀλλ' ὑμεῖς τὰ προστεταγμένα πράττετε καὶ εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ξίφος ὥρισται καθ' ἡμῶν τὸν αὐτὸν ἅμα καὶ ἕνα θάνατον ἀμφοτέροις χαρίσασθε." Συμπαρεκάλει δὲ τὰ αὐτὰ καὶ ἡ Χαρίκλεια. Ἐπιδακρύσαντες οὖν οἱ εὐνοῦχοι, συνίεσαν γὰρ ἠρέμα τῶν λεγομένων, αὐτοῖς δεσμοῖς ὑπεξῆγον.

[14]

[1]    Κἀπειδὴ τῶν σατραπείων ἐκτὸς ἐγεγόνεσαν, ὁ μὲν Εὐφράτης κατὰ χώραν ἔμενεν· ὁ δὲ Βαγώας καὶ οἱ ἱππεῖς τῶν πολλῶν δεσμῶν ἐπικουφίσαντες τοὺς νέους καὶ ὅσα φυλάττειν οὐ κολάζειν ἔμελλεν ἐγκαταλιπόντες ἐφ' ἵππου τε ἑκάτερον ἀναθέμενοι καὶ μέσους εἰς κύκλον περιστοιχισάμενοι τάχους οὐδὲν ἀνιέντες ἐπὶ τὰς Θήβας ἤλαυνον.

[2] Τὸ δὴ λειπόμενον τῆς νυκτὸς ἀδιαστάτως ὁδοιπορήσαντες καὶ κατὰ τὴν ἑξῆς ἡμέραν εἰς ὥραν που τρίτην οὐδαμοῦ γόνυ κάμψαντες τῆς τε ἡλιακῆς ἀκτῖνος τὸν φλογμὸν οἷα δὴ θέρους ὥρᾳ καὶ κατ' Αἴγυπτον οὐκέτ' ἀνεχόμενοι πιεζόμενοί τε ὑπ' ἀγρυπνίας καὶ πλέον τὴν Χαρίκλειαν πρὸς τῆς συνεχοῦς ἱππηλασίας ἀπειρηκυῖαν ὁρῶντες ἔγνωσαν αὐτοῦ που †κατασκήψαντες †ἀναπνεῦσαι μὲν αὐτοὶ ἀναπνεῦσαι δὲ καὶ τὴν ἵππον ἀναψῦξαι δὲ καὶ τὴν κόρην.

[3] Καὶ ἦν γάρ τις ὄχθη καὶ ἄκρα τοῦ Νείλου καθ' ἣν τῆς ἐπ' εὐθὺ στάθμης τὸ ὕδωρ ἀνακοπὲν καὶ πρὸς ἑλιγμὸν ἡμίκυκλον ἐκτραπὲν πρός τε τὸ ἀντίθετον τῆς ἐκτροπῆς ἐπιστρέψαν οἷον ἠπειρωτικόν τινα κόλπον ἀπετέλει τὸ περιγραφόμενον πολλοῦ μὲν λειμῶνος οἷα δὴ διαρρεομένου τοῦ παντὸς ἀνάπλεων πολλὴν δὲ πόαν καὶ χιλὸν ἄφθονον ἐνδαψιλεύσασθαι κτήνεσι νομὴν ἀπαυτοματίζοντα δένδρεσί τε Περσέαις καὶ συκομόροις καὶ ἄλλοις τοῖς Νείλου συννόμοις [τε καὶ] φύλλοις ἐπηρεφῆ τε καὶ κατάσκιον· [4] ἐνταῦθα ὁ Βαγώας ἅμα τοῖς ἀμφ' αὐτὸν ἐνηυλίσατο σκηνὴν τὰ δένδρα ποιησάμενος καὶ αὐτός τε σίτου μετέλαβε καὶ τοῖς περὶ τὸν Θεαγένην μετέδωκε διωθουμένους τὰ πρῶτα ἐπαναγκάσας, καὶ ὡς περιττὸν εἴη σιτεῖσθαι τοὺς αὐτίκα τεθνηξομένους φάσκοντας μετέπειθεν, ὡς οὐδὲν ἔσται τοιοῦτο διεγγυώμενος καὶ ὡς οὐκ ἐπὶ θάνατον ἄγοιντο, ἄγοιντο δὲ πρὸς Ὀροονδάτην ἐκδιδάσκων.

[15]

[1]    Ἤδη δὲ τῆς ἄγαν μεσημβρίας χαλώσης οὐκέτι κατὰ κορυφὴν ἡλίου πλάγια δὲ καὶ ἀπὸ τῶν δυσμικωτέρων βάλλοντος τῶν τε περὶ τὸν Βαγώαν εἰς τὴν πορείαν διασκευαζομένων ἐφίσταταί τις ἱππεὺς ὑπὸ συντόνου τῆς ἐλασίας ὡς ἐδόκει, πνευστιῶν μὲν αὐτὸς ἱδρῶτι δὲ καταρρεόμενον τὸν ἵππον χαλεπῶς ἀνέχων, καὶ πρὸς τὸν Βαγώαν ἰδίᾳ τι φράσας ἡσύχαζεν.

[2] Ὁ δὲ εἰς βραχὺ κατηφήσας καὶ ἐν συννοίᾳ τῶν ἀπαγγελθέντων γεγονέναι δόξας "Ὦ ξένοι" ἔφη "θαρσεῖτε. Δίκην ὑμῖν ὑπέσχεν ἡ πολεμία· τέθνηκεν Ἀρσάκη βρόχον ἀγχόνης ἁψαμένη ἐπειδὴ τὴν ἡμετέραν σὺν ὑμῖν ἔξοδον ἐπύθετο καὶ τὸν ἐξ ἀνάγκης θάνατον ‹τῷ› αὐθαιρέτῳ προὔλαβεν, οὐκ ἂν διαδράσασα τὴν ἐξ Ὀροονδάτου καὶ βασιλέως τιμωρίαν ἀλλ' ἢ σφαγεῖσα ἢ τῷ λειπομένῳ τοῦ βίου πάντως ἐνασχημονοῦσα.

[3] Ταυτὶ γὰρ φράζει καὶ ἐπιστέλλει διὰ τοῦ νῦν ἥκοντος Εὐφράτης, ὥστε θαρσεῖτε πλέον καὶ θυμὸν ἔχετε ἀγαθὸν αὐτοὶ μὲν οὐδὲν ἠδικηκότες ὡς ἀκριβῶς ἔγνων τὴν δὲ ἀδικήσασαν ἐκποδὼν ἔχοντες." Ταῦτ' ἔλεγεν ὁ Βαγώας ‹ὡς› παραστησόμενος, ἀλλὰ ψελλιζόμενος τὴν Ἑλλάδα φωνὴν καὶ παράσημα τὰ πολλὰ ἐπισύρων.

[4] Ἔλεγε δὲ ἅμα μὲν καὶ αὐτὸς χαίρων, τὸ ἀκόλαστον τῆς Ἀρσάκης καὶ τυραννικὸν ζώσης βαρυνόμενος, ἅμα δὲ τοὺς νέους ἐπιρρωννύς τε καὶ παρηγορούμενος, ἐλπίζων, ὅπερ ἦν, ἐπὶ μέγα παρὰ τῷ Ὀροονδάτῃ καὶ λαμπρῶς εὐδοκιμήσειν εἰ περισώσειεν αὐτῷ νεανίαν τε πᾶσαν τὴν ἄλλην τοῦ σατράπου διακονίαν ἐπισκιάσοντα καὶ κόρην ἀπρόσμαχόν τε τὸ κάλλος καὶ εἰς γυναῖκα μετὰ Ἀρσάκην ἀπελθοῦσαν ἐσομένην.

[5] Ἔχαιρον δὲ καὶ οἱ περὶ τὸν Θεαγένην τῇ ἀκοῇ, θεούς τε καὶ δίκην μεγάλους ἀνακαλοῦντες οὐδὲν ἔτι πείσεσθαι δεινὸν ὑπετίθεντο κἂν εἰ τὰ χαλεπώτατα διαδέχοιτο, τῆς ἐχθίστης κειμένης. Οὕτως ἄρα ἡδύ τισι καὶ τὸ ἀπόλλυσθαι ὅταν συμβαίνῃ τοῖς ἐχθροῖς ἐπαπόλλυσθαι.

[6] Δείλης οὖν ὀψίας ἤδη πρὸς τὸ εὐπνούστερον ἀναχεομένης καὶ πρὸς τὸ βάσιμον τὴν ὁδοιπορίαν ἐπιψυχούσης ἄραντες ἤλαυνον αὐτήν τε τὴν ἑσπέραν καὶ τὴν συνεχῆ νύκτα καὶ τῆς συναπτομένης ἡμέρας τὰ ὄρθρια σπουδὴν ποιούμενοι κατὰ τὰς Θήβας τὸν Ὀροονδάτην εἰ δύναιντο καταλαβεῖν.

[7] Οὐ μὴν προὐχώρει γε αὐτοῖς, ἀλλά τινος τῶν ἀπὸ τῆς στρατιᾶς καθ' ὁδὸν ἐντυχόντος καὶ ὡς ἐξωρμήκοι μὲν τῶν Θηβῶν ὁ σατράπης ἀπαγγείλαντος αὐτὸς δὲ ἀποσταλείη πάντα τινὰ στρατιώτην καὶ ἔνοπλον κἂν εἰ πρὸς φρουραῖς εἴη καταλελειμμένος ἐπισπεῦσαι πρὸς τὴν Συήνην κατεπείξων, ἐμπεπλῆσθαι γὰρ ἅπαντα θορύβου καὶ δέος εἶναι τὴν πόλιν ἡλωκέναι τοῦ μὲν σατράπου καθυστεροῦντος τοῦ δὲ Αἰθιοπικοῦ στρατοῦ θᾶττον ἀκοῆς ἐπιβρίσαντος, ἐκτραπεὶς τῶν Θηβῶν ὁ Βαγώας ἐπὶ τὴν Συήνην ἤλαυνεν.

[16]

[1]    Ἤδη δὲ πλησιάζων Αἰθιοπικῷ περιπίπτει λόχῳ καὶ πλήθει νεολαίας εὐοπλούσης οἳ προαπεστάλησαν μὲν ὀπτῆρές τε ἐσόμενοι καὶ τὸ ἀσφαλὲς τῆς ὁδοιπορίας τῇ παρὰ σφῶν ἀποπείρᾳ πρὸς τὴν ὅλην στρατιὰν βεβαιώσοντες, τότε δὲ ὑπὸ νυκτός τε καὶ τόπων ἀπειρίας, ᾗ πορρωτάτω τῶν φιλίων προσῆκον ἦν φθάνειν ἀποσφαλέντες, κατά τινα τοῦ ποταμοῦ λόχμην ἐγκαταδύντες αὐτοῖς τε ἅμα εἰς φρουρὰν καὶ τοῖς ἐναντίοις εἰς ἐνέδραν ἄυπνοι τὴν λόχμην ἐπετείχιζον.

[2] Ἄρτι δὲ ἡμέρας ὑποφαινούσης τὸν Βαγώαν καὶ τὴν σὺν αὐτῷ ἵππον αἰσθόμενοι παριόντας καὶ τὸ πλῆθος ὡς ὀλίγοι διοπτεύσαντες μικρόν τε παραδραμεῖν ἐνδόντες καὶ ὅτι ἄλλοι μηδένες ἐφέποιντο ἀκριβώσαντες ἀθρόον τοῦ ἕλους μετὰ βοῆς ἐκδύντες μετέθεον.

[3] Ὁ δὲ Βαγώας καὶ τὸ ἄλλο ἱππικὸν ὑπό τε τῆς ἀπροσδοκήτου βοῆς πτοίας ἐμπέπληστο καὶ ἀπὸ τῆς χροιᾶς Αἰθίοπας εἶναι τοὺς φανέντας γνωρίσαντες καὶ τὸ πλῆθος ὡς ἀπρόσμαχον ἰδόντες (χίλιοι γὰρ εἰς τὴν κατασκοπὴν ὡπλισμένοι κούφως ἐστάλησαν) οὐδὲ ἀκριβῶς τὴν θέαν ἀνασχόμενοι πρὸς φυγὴν ὥρμησαν σχολαίτερον τὰ πρῶτα ἢ ὅσον ἠδύναντο καὶ ὥστε μὴ προῦπτον δρασμὸν ἐμφαίνειν ἀπιόντες· οἱ δὲ ἐπεδίωκον, τοὺς ὅσοι Τρωγλοδύται σφῶν (ἦσαν δὲ εἰς διακοσίους) προτέρους ἐπαφέντες.

[4] Τρωγλοδύται δὲ μοῖρα μέν ἐστιν Αἰθιοπική, νομαδική τε καὶ Ἀράβων ὅμορος, δρόμου δὲ ὀξύτητα φύσει τε εὐτυχοῦντες καὶ ἐκ παίδων ἀσκοῦντες, τὴν μὲν βαρεῖαν ὅπλισιν οὐδὲ ἀρχὴν ἐδιδάχθησαν ἀπὸ σφενδόνης δὲ κατὰ τὰς μάχας ἀκροβολιζόμενοι ἢ δρῶσί τι πρὸς ὀξὺ τοὺς ἀνθισταμένους ἢ καθυπερτέρους αἰσθόμενοι διαδιδράσκουσιν· οἱ δὲ ἀπογινώσκουσιν αὐτίκα τὴν ἐπιδίωξιν ἐπτερωμένους τῇ ποδωκείᾳ συνειδότες καὶ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους πετρῶν καταδυομένους.

[5] Οὗτοι δ' οὖν τότε πεζοὶ τοὺς ἱππέας ἔφθανον καί τινας καὶ τραυματίας γενέσθαι σφενδονῶντες ἴσχυσαν· οὐ μὴν ἐδέξαντό γε ἀντεφορμήσαντας ἀλλὰ προτροπάδην εἰς τοὺς ἀπολειφθέντας τῶν φιλίων πολὺ καθυστεροῦντας ἀπεδίδρασκον. Ὃ δὴ καὶ σκοπήσαντες οἱ Πέρσαι καὶ τῆς ὀλιγότητος ὑπεριδόντες τὴν ἀντεφόρμησιν ἐθάρσησαν, ἀποσκευασάμενοί τε εἰς βραχὺ τοὺς ἐγκειμένους τὸν δρασμὸν αὖθις ἐπέσπευδον τοῖς τε μύωψι τοὺς ἵππους ἐρεθίζοντες καὶ δυνάμεως ὅσον ἦν καὶ τάχους ἀνέτοις τοῖς χαλινοῖς ἐφιέντες.

[6] Οἱ μὲν οὖν ἄλλοι διαδιδράσκουσιν ἑλιγμόν τινα τοῦ Νείλου καθάπερ ἄκραν ὑποδραμόντες καὶ τῷ προβόλῳ τῆς ὄχθης τὴν θέαν τῶν ἐναντίων ἀποκρύψαντες· ὁ δὲ Βαγώας ἁλίσκεται προσπταίσαντι τῷ ἵππῳ συγκατενεχθεὶς καὶ θάτερον τοῖν σκελοῖν εἰς τὸ ἀκίνητον πηρωθείς.

[7] Ἁλίσκονται δὲ Θεαγένης καὶ Χαρίκλεια τὸ μέν τι τὸν Βαγώαν ἐγκαταλιπεῖν οὐκ ἐνεγκόντες, ἄνδρα φιλάνθρωπον περὶ αὐτοὺς καὶ ὀφθέντα καὶ ἐλπισθέντα (παρειστήκεισαν γοῦν ἀποβάντες τῶν ἵππων ἴσως ἂν καὶ διαφυγόντες), πλέον δὲ ἑκόντες ὑποκατακλινόμενοι, τοῦ Θεαγένους πρὸς τὴν Χαρίκλειαν τοῦτ' ἐκεῖνο εἶναι τὸ ὄναρ εἰπόντος καὶ τοὺς Αἰθίοπας τούτους ὧν εἰς τὴν γῆν ἀφικέσθαι πεπρωμένον εἶναι ἡμῖν αἰχμαλώτους ἁλόντας· καλὸν οὖν ἐγχειρίζειν ἑαυτοὺς καὶ ἐπιτρέπειν ἀδηλοτέρᾳ τύχῃ τοῦ προδήλου παρὰ Ὀροονδάτῃ κινδύνου.

[17]   Καὶ ἡ Χαρίκλεια συνίει μὲν λοιπὸν ὑπὸ τῶν εἱμαρμένων χειραγωγουμένη καὶ εὔελπις ἦν τῶν βελτιόνων, φιλίους πλέον ἢ πολεμίους τοὺς ἐπιόντας ὑποτιθεμένη, φράζουσα δὲ οὐδὲν τῷ Θεαγένει τῶν νοουμένων ὑπὸ μόνης πείθεσθαι τῆς συμβουλῆς ἐνεδείκνυτο.

[8] Πλησιάσαντες οὖν οἱ Αἰθίοπες καὶ τὸν μὲν Βαγώαν εὐνοῦχον καὶ ἀπόλεμον ἐκ τῶν ὄψεων γνωρίσαντες τοὺς δὲ ἀόπλους μὲν καὶ δεσμώτας κάλλει δὲ καὶ εὐγενείᾳ διαπρέποντας ἠρώτων οἵτινες εἶεν Αἰγύπτιόν τε ἀπὸ σφῶν ἕνα τε καὶ περσίζοντα τὴν φωνὴν εἰς τὴν πεῦσιν καθέντες ὡς ἢ ἀμφοτέρων ἢ θατέρου πάντως συνήσοντας. Οἱ γὰρ ὀπτῆρές τε καὶ σκοποὶ λεγομένων τε καὶ πραττομένων ἀποσταλέντες ὁμογλώσσους τε καὶ ὁμοφώνους τοῖς τε ἐγχωρίοις καὶ πολεμίοις ἐπάγεσθαι ὑπὸ τῆς χρείας ἐδιδάχθησαν.

[9] Ὡς οὖν ὁ Θεαγένης ὑπό τε συνδιαιτήσεως ἤδη μακρᾶς τῆς Αἰγυπτίας καὶ βραχείας τῆς πεύσεως τὰ πρῶτα εἶναι τοῦ σατράπου Περσῶν Βαγώαν ἀπεκρίνατο ἑαυτὸν δὲ καὶ τὴν Χαρίκλειαν Ἕλληνας γένος Πέρσαις μὲν πρότερον αἰχμαλώτους ἀγομένους τὸ παρὸν δὲ Αἰθίοψιν ὑπὸ χρηστοτέρας ἴσως τύχης ἐγχειριζομένους, ἔγνωσαν φείδεσθαι καὶ ζωγρίᾳ λαβόντες ἄγειν· [10] καὶ πρώτην ὥσπερ ἄγραν καὶ μεγίστην βασιλεῖ τῷ σφῶν προσάγειν τὸν μὲν κτῆμα τῶν τοῦ σατράπου τὸ τιμιώτατον (Περσῶν γὰρ βασιλείοις αὐλαῖς ὀφθαλμοὶ καὶ ἀκοαὶ τὸ εὐνούχων γένος οὐ παίδων οὐ συγγενείας τὸ πιστὸν τῆς εὐνοίας μετασπώσης ἀλλὰ ‹ἐκ› μόνου τοῦ πιστεύσαντος ἀναρτώμενον), τοὺς δὲ νέους δῶρον τὸ κάλλιστον διακονίᾳ καὶ αὐλῇ τῇ τοῦ βασιλέως ἐσομένους.

[11] Ἦγον οὖν αὐτίκα τῶν ἵππων ἐπιβιβάσαντες τὸν μὲν ὡς τραυματίαν τοὺς δὲ ὡς ὑπὸ τῶν δεσμῶν εἰς τὸ ἐπισπεῦδον τῆς πορείας ἰσοταχεῖν ἀδυνατοῦντας. Καὶ ἦν ὥσπερ ἐν δράματι προαναφώνησις καὶ προεισόδιον τὸ γινόμενον· ξένοι καὶ δεσμῶται τὴν σφαγὴν ὀλίγῳ πρόσθεν τὴν αὑτῶν ἐν ὀφθαλμοῖς ταλαντεύσαντες οὐκ ἤγοντο πλέον ἢ προεπέμποντο ἐν αἰχμαλώτῳ τύχῃ πρὸς τῶν ὀλίγον ὕστερον ὑπηκόων δορυφορούμενοι. Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν.