17288 1117 0 132 9 0 I d. C. Botanica-Farmacologia-Medicina Dioscorides V De materia medica Wellmann, M., Berlin, Weidmann, 1:1907; 2:1906; 3:1914 Rist. 1958. 0

Dioscorides - De materia medica V

ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ

ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ

[1]   Ἀποδόντες ἐν τοῖς προγραφεῖσι τέτταρσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων, καὶ τῶν ἐξ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στεάτων καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχάνων, καὶ τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ σπερμάτων λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας διαλεξόμεθα περὶ οἴνων καὶ τῶν καλουμένων μεταλλικῶν, ἀρξάμενοι ἀπὸ τῆς περὶ ἀμπέλου παραδόσεως.

[1]   ἀμπέλου οἰνοφόρου τὰ φύλλα καὶ αἱ ἕλικες λεῖα καταπλασσόμενα κεφαλαλγίας πραύνουσι, καὶ φλεγμονὴν στομάχου καὶ καῦσον σὺν ἀλφίτῳ καὶ καθ' ἑαυτὰ ἐπιτιθέμενα τὰ φύλλα, στυπτικὰ καὶ ψυκτικὰ ὄντα· καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς ποθεὶς ὠφελεῖ δυσεντερικοὺς καὶ αἱμοπτοικοὺς καὶ στομαχικοὺς καὶ κισσώσας, καὶ ἀποβραχεῖσαι δὲ αἱ ἕλικες ἐν ὕδατι [2] καὶ ποθεῖσαι τὰ αὐτὰ ποιοῦσι. τὸ δὲ δάκρυον αὐτῆς, ὅμοιον ὂν κόμμει, περιπηγνύμενον τοῖς στελέχεσι, λίθους ἐκτινάσσει πινόμενον σὺν οἴνῳ· ἰᾶται δὲ καὶ λειχῆνας λέπρας ψώρας καταχριόμενον· δεῖ δὲ προεκνιτροῦν τὸν τόπον. σὺν ἐλαίῳ δὲ ἐπιχριόμενον συνεχῶς ψιλοῖ τρίχας, καὶ μάλιστα τὸ ἀπὸ τοῦ χλωροῦ κοιομένου κλήματος ἀφιδρούμενον, ὃ καὶ μυρμηκίας ἐπιχριόμενον ἐκβάλλει. ἡ δὲ ἐκ τῶν κλημάτων καὶ στεμφύλων τέφρα τὰ περὶ δακτύλιον ἀφαιρεθέντα κονδυλώματα καὶ θύμια σὺν ὄξει καταπλασθεῖσα θεραπεύει καὶ στρέμματα, καὶ ἐχεοδήκτοις βοηθεῖ καὶ σπληνὸς φλεγμονῇ σὺν ῥοδίνῳ καὶ πηγάνῳ καὶ ὄξει καταπλασσομένη.

[2]

[1]    ἄμπελος ἀγρία διττή· ἡ μὲν γάρ τις αὐτῆς οὐ περκάζει τὴν σταφυλήν, ἄχρι δ' ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην, ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραξ οὖσα καὶ μέλαινα καὶ στυπτική.

   δύναμιν δὲ ἔχει ταύτης τὰ φύλλα καὶ αἱ ἕλικες καὶ οἱ καυλοὶ ὁμοίαν τῇ ἡμέρῳ.

[3]   σταφυλή· ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει τὴν κοιλίαν καὶ ἐμπευματοῖ ‹τὸν› στόμαχον, ἡ δ' ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπ' ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ὀρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δ' ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δ' ἐκ [2] τοῦ ἑψήματος καὶ γλυκέος κακοστομαχώτεραι. συντίθενται δὲ καὶ μετ' ὀμβρίου ὕδατος προσταφιδωθεῖσαι· γίνονται δὲ αἱ τοιαῦται ἐπ' ὀλίγον οἰνώδεις, ἄδιψοι δὲ καὶ καυσώδεσι πυρετοῖς χρονίοις χρήσιμοι. τὸ δὲ στέμφυλον αὐτῶν ἀποτεθὲν καταπλάττεται μεθ' ἁλῶν ‹λεῖον› πρὸς φλεγμονὰς καὶ σκληρίαν καὶ σπάργησιν μαστῶν. τὸ δὲ ἀφέψημα τῶν στεμφύλων δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, καὶ εἰς ἐγκαθίσματα καὶ προσκλύσματα λαμβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά, εὐστόμαχα, φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου ἐπιπασσόμενα λεῖα ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις.

[3]    τῆς δὲ ἀσταφίδος στυπτικωτέρα ἐστὶν ἡ λευκή. ὠφελεῖ δὲ ἡ σὰρξ αὐτῶν ἐσθιομένη ἀρτηρίαν καὶ βῆχα, καὶ νεφροὺς καὶ κύστιν καὶ δυσεντερίαν σὺν τοῖς γιγάρτοις ἐσθιομένη καθ' ἑαυτήν, μιγεῖσά τε ἀλεύρῳ κεγχρίνῳ καὶ ᾠῷ καὶ τηγανισθεῖσα μετὰ μέλιτος καὶ λαμβανομένη, εἴς τε ἀποφλεγματισμοὺς καθ' ἑαυτὴν καὶ σὺν πεπέρει μασωμένη εὐθετεῖ, διδύμων τε φλεγμονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς ‹τῶν› γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη, πρός τε ποδάγραν ἁρμόζει μετὰ ὀποπάνακος καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.

[4]

[1]    οἰνάνθη καλεῖται ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπ' ὀθονίῳ ἐν σκιᾷ· καλλίστη δὲ γίνεται ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ.

   δύναμις δὲ αὐτῆς στυπτική, ὅθεν πινομένη εὐστόμαχος καὶ οὐρητική, κοιλίαν ἐφιστᾶσα καὶ αἵματος πτύσιν ξηρὰ καταπλασθεῖσα, καὶ πρὸς ἀσώδη καὶ ἀποξύνοντα στόμαχον ποιεῖ.

[2] ἔστι δὲ καὶ κεφαλαλγίας ἔμβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ, χλωρά τε καὶ ξηρὰ κατάπλασμα ἐναίμων ἀφλέγμαντον καὶ ἀρχομένων αἰγιλώπων καὶ τῶν ἐν στόματι οὔλων, καὶ νομῶν τῶν ἐν αἰδοίοις σὺν μέλιτι καὶ κρόκῳ καὶ ῥοδίνῳ καὶ σμύρνῃ λεανθεῖσα, εἴς τε πεσσοὺς μείγνυται πρὸς ἐπίσχεσιν αἵματος, καὶ πρὸς ῥεύματα ὀφθαλμῶν καὶ καυσούμενον στόμαχον καταπλάσσεται σὺν πάλῃ ἀλφίτου καὶ οἴνῳ. καεῖσα δὲ ἐπ' ὀστράκου ἐπὶ διαπύροις ἄνθραξι ποιεῖ πρὸς τὰ ὀφθαλμικά, παρωνυχίας τε καὶ πτερύγια καὶ οὖλα ἀφεστῶτα καὶ αἱμασσόμενα σὺν μέλιτι θεραπεύει.

[5]

[1]    ὀμφάκιον· ἔστι μὲν χυλὸς ὄμφακος ψιθίας σταφυλῆς μήπω περκαζούσης ἢ Ἀμινναίας. δεῖ δὲ πρὸ κυνὸς ἐκθλίβοντας τὸν χυλὸν ἡλιάζειν ἐν χαλκώματι ἐρυθρῷ ἐσκεπασμένῳ ὀθονίῳ, μέχρι οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μίσγοντας τῷ ὑγρῷ, νύκτωρ δὲ αἴρειν αὐτὸ ἀπὸ τοῦ ὑπαιθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν.

[2]    ἁρμόζει δὲ πρὸς παρίσθμια καὶ σταφυλήν, ἄφθας, οὖλα πλαδαρά, ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ, πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ῥοικῶν· ἔστι δὲ καὶ ὀξυδερκές, καὶ τραχύτησιν ὀφθαλμῶν ἁρμόζον καὶ περιβρώσεσι κανθῶν. πίνεται δὲ καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν καὶ ὀλίγῳ· καίει γὰρ ἱκανῶς.

[6]

[1]    οἶνοι· οἱ μὲν παλαιοὶ βλαπτικοὶ νεύρων καὶ τῶν λοιπῶν αἰσθητηρίων, πρὸς δὲ γεῦσιν ἡδίονες, ὅθεν ἐπὶ τῶν ἀσθενές τι μέρος ἐχόντων παραιτητέοι, ἐπὶ μέντοι τῆς ἐν ὑγιείᾳ χρήσεως ὀλίγος τε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς. ὁ δὲ νέος ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇ τε ὑγιείας καὶ ἀσθενείας χρήσει.

[2]    ἔτι ὁ μὲν λευκὸς λεπτός τε καὶ εὐανάδοτος καὶ εὐστόμαχος ὑπάρχει· ὁ δὲ μέλας παχὺς καὶ δύσπεπτος, μέθης καὶ σαρκῶν γεννητικός· ὁ δὲ κιρρός, μέσος ὤν, μέσην ἔχει καὶ τὴν πρὸς ἑκάτερον τούτων δύναμιν. αἱρετώτερος μέντοι ἔν τε ὑγιείᾳ καὶ ἀσθενείᾳ ὁ λευκός.

   ἔτι καὶ παρὰ τὴν ποιότητα διαφέρουσιν· ὁ μὲν γὰρ γλυκὺς οἶνος ἁδρομερής τέ ἐστι καὶ δυσδιάπνευστος, στομάχου πνευματωτικός, κοιλίας τε καὶ ἐντέρων ταρακτικὸς ὥσπερ καὶ τὸ γλεῦκος, ἧττον δὲ μεθύσκει, κύστει δὲ καὶ νεφροῖς εὔθετος.

[3] ὁ δὲ αὐστηρὸς οὐρητικώτερος, κεφαλαλγίας τε καὶ μέθης ποιητικός. ὁ δὲ στρυφνὸς εὐθετώτατος πρὸς ἀνάδοσιν σιτίων, κοιλίας τε στατικὸς καὶ τῶν ἄλλων ῥευματισμῶν. ὁ δὲ ἁπαλὸς ἧττον ἅπτεται τοῦ νευρώδους, ἧττον δ' ἐστὶν οὐρητικός. ὁ δὲ τεθαλασσωμένος κακοστόμαχος, διψοποιός, νεύρων κακωτικός, εὐκοίλιος, ἀνεπιτήδειος τοῖς ἐξ ἀσθενείας ‹ἀναλαμβάνουσι χρονίας›.

[4]    ὁ δὲ ἐκ τῆς θειλοπεδευθείσης σταφυλῆς ἢ ἐπὶ τῶν κλημάτων ὀπτηθείσης καὶ τριβομένης γινόμενος γλυκύς, καλούμενος δὲ Κρητικὸς ἢ πρότροπος ἢ Πράμνειος, ἢ καθεψομένου τοῦ γλεύκους σίραιος ἢ ἕψημα καλούμενος· ὁ μὲν μέλας, καλούμενος δὲ μελαμψίθιος, παχύς ἐστι καὶ πολύτροφος, ὁ δὲ λευκὸς λεπτότερος, ὁ δὲ μέσος μέσην ἔχει καὶ τὴν δύναμιν. στυπτικὸς δὲ πᾶς ἐστι, σφυγμῶν ἀνακλητικός, ποιῶν πρὸς πάντα τὰ θανάσιμα, ὅσα κατὰ ἕλκωσιν ἀναιρεῖ, πινόμενος σὺν ἐλαίῳ καὶ ἐξεμούμενος, καὶ πρὸς μηκώνιον δὲ καὶ φαρικὸν καὶ τοξικὸν καὶ κώνειον καὶ γάλα θρομβωθέν, καὶ πρὸς κύστιν καὶ [5] νεφροὺς ὀδαξουμένους καὶ εἱλκωμένους. εἰσὶ δὲ πνευματικώτατοι καὶ κακοστόμαχοι· ἰδίως δὲ ἐπὶ τῶν τὴν κοιλίαν ῥευματιζομένων ἁρμόζει ὁ μελαμψίθιος, ὁ δὲ λευκὸς μαλακτικώτερος κοιλίας τῶν λοιπῶν μᾶλλον. ὁ δὲ τὴν γύψον ἔχων κακωτικὸς τοῦ νευρώδους, καρηβαρικός, πυρώδης, κύστει ἄθετος, πρὸς δὲ τὰ θανάσιμα τῶν ἄλλων εὐθετώτερος. οἱ δὲ πίτταν ἢ ῥητίνην πιτυίνην ἔχοντες θερμαντικοὶ καὶ πεπτικοί, ἄθετοι δὲ τοῖς ἐμετικοῖς. οἱ δὲ καλούμενοι ἀπαράχυτοι, ἔχοντες δὲ ἕψημα μεμειγμένον, κεφαλῆς εἰσι πληκτικοὶ καὶ πυρωτικοί, μέθης γεννητικοί, φυσώδεις, δυσδιάπνευστοι, κακοστόμαχοι.

[6]    ὁ μὲν οὖν δοκῶν πρωτεύειν τῶν ἐν Ἰταλίᾳ οἴνων, Φαλερῖνος δὲ καλούμενος, παλαιωθεὶς ἄγαν εὔπεπτος, σφυγμῶν ἀνακλητικός, κοιλίας στεγνωτικὸς καὶ εὐστόμαχος, κύστει ἄθετος καὶ ἀμβλυωπός, πρὸς δὲ πολυποσίαν ἀνάρμοστος. ὁ δ' Ἀλβανὸς ἁδρομερέστερος τοῦ Φαλερίνου, ἔγγλυκυς, ἐμπνευματῶν στόμαχον, κοιλίαν τε μαλάττων, πέψει τε οὐχ ὁμοίως συνεργῶν, τοῦ δὲ νευρώδους ἧττον κακωτικός· παλαιωθεὶς δὲ καὶ οὗτος [7] αὐστηρὸς γίνεται. ὁ δὲ Καίκουβος, γλυκὺς ὤν, ἁδρομερέστερός ἐστι τοῦ Ἀλβανοῦ, σαρκῶν τε καὶ εὐχροίας γεννητικός, πέψει δὲ ἄθετος· ὁ δὲ Συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστιν, ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι, κεφαλῆς τε ἧττον ἅπτεται, λεπτομερὴς ὤν· παλαιωθεὶς δὲ εὐστομαχώτερος καὶ ἡδίων γίνεται. ὁ δὲ Ἀδριανὸς καὶ ὁ Μαμερτῖνος, γεννώμενος δὲ ἐν Σικελίᾳ, κατ' ἴσον εἰσὶν ἁδρομερεῖς, μετρίως στύφοντες, καὶ τάχιον παλαιοῦνται, ἧττον δὲ τοῦ νευρώδους [8] ἅπτονται διὰ τὸ ἐν αὐτοῖς λεῖον. ὁ δὲ Πραιτυτιανός, καὶ αὐτὸς ἐκ τῶν κατ' Ἀδρίαν κομιζόμενος τόπων, εὐώδης καὶ λειότερός ἐστιν, ὅθεν λανθάνει ‹μὲν› πολὺς πινόμενος, φυλάττει δὲ ἐφ' ἱκανὸν τὴν μέθην. καὶ ὁ Ἰστρικὸς δὲ λεγόμενος ἔοικε τῷ Πραιτυτιανῷ, οὐρητικώτερος ὑπάρχων. ὁ μέντοι Χῖος, ‹Ἀριούσιος δὲ καλούμενος›, ἁπαλώτερος τῶν προειρημένων, εὔποτος, τρόφιμος, ἧττον μεθύσκων, ῥεύματος σταλτικός, [9] χρήσιμος εἰς τὰ ὀφθαλμικά. ὁ δὲ Λέσβιος εὐανάδοτος, κουφότερός ‹τε› τοῦ Χίου καὶ εὐκοίλιος. τὴν αὐτὴν δὲ τούτῳ κέκτηται δύναμιν ὁ κατὰ Ἔφεσον γεννώμενος, καλούμενος δὲ Φυγελίτης. ὁ δὲ ἐκ τῆς Ἀσίας Μεσωγίτης ἐκ τοῦ Τμώλου κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ Κῷος καὶ Κλαζομένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτοι καὶ πνευματώδεις, κοιλίας τε ταρακτικοί, καὶ νεύρων δέ εἰσι βλαπτικοί.

[10]    κοινὴ δύναμις οἴνου. κοινῶς δὲ πᾶς ἀμιγὴς οἶνος καὶ ἀκέραιος, αὐστηρὸς δὲ τὴν φύσιν, θερμαντικός, εὐανάδοτος, εὐστόμαχος, ὀρεκτικός, θρεπτικός, ὑπνοποιός, ῥωστικός, εὐχροίας παρασκευαστικός. ἱκανῶς δὲ ποθεὶς βοηθεῖ τοῖς κώνειον ἢ κόριον ἢ ἰξίαν ἢ φαρικὸν ἢ μηκώνιον ἢ λιθάργυρον ἢ σμίλακα ἢ ἀκόνιτον ἢ μύκητας εἰληφόσι, πρός τε ἑρπετῶν δηγμοὺς καὶ πληγὰς πάντων, ὅσα πλήξαντα ἢ δακόντα κατὰ ψῦξιν ἀναιρεῖ ἢ ἀνατρέπει τὸν στόμαχον· ποιεῖ καὶ πρὸς ἐμπνευμάτωσιν χρόνιον καὶ δῆξιν ὑποχονδρίου καὶ πλατυσμὸν καὶ ἀνάλυσιν στομάχου ἢ ἐντέρων καὶ κοιλίας ῥευματισμόν, καὶ ἀφιδροῦσι καὶ διαφορουμένοις ἁρμόζουσι, μάλιστα δὲ οἱ λευκοὶ [11] καὶ παλαιοὶ καὶ εὐώδεις. οἱ μέντοι παλαιοὶ καὶ γλυκεῖς πρὸς τὰ περὶ κύστιν καὶ νεφροὺς ἐπιτηδειότεροι, πρός τε τραύματα καὶ φλεγμονὰς σὺν ἐρίοις οἰσυπηροῖς ἐπιτιθέμενοι, ‹καὶ› καταντλοῦνται δὲ ὠφελίμως πρὸς τὰ θηριώδη καὶ φαγεδαινικὰ καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασσοι, αὐστηροὶ καὶ λευκοί· διαφέρουσι δὲ τούτων οἱ Ἰταλικοί, ὡς ὁ Φαλερῖνος Συρεντῖνος Καίκουβος Σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς Καμπανίας καὶ ὁ Πραιτυτιανὸς ‹ὁ› ἀπὸ τοῦ Ἀδρία καὶ ‹ὁ› Σικελιωτικὸς ὁ Μαμερτῖνος καλούμενος, Ἑλληνικῶν δὲ ‹ὁ› Χῖος Λέσβιος Φυγελίτης ὁ ἐν Ἐφέσῳ γεννώμενος.

[12] οἱ δὲ παχεῖς καὶ μέλανες κακοστόμαχοι, φυσώδεις, σαρκὸς μέντοι γεννητικοί. οἱ μέντοι λεπτοὶ καὶ αὐστηροὶ εὐστόμαχοι, ἧττον δὲ σαρκοποιοί, οὐρητικώτεροι δὲ καὶ κεφαλαλγεῖς οἱ σφόδρα παλαιοὶ καὶ λευκοί [καὶ λεπτοί]· ἅπτονται δὲ τοῦ νευρώδους πλεονασθέντες· οἱ μέσοι δὲ τὴν ἡλικίαν ἄριστοι πρὸς πόσιν ὡς οἱ ἀπὸ ἑπτὰ ἐτῶν. ἡ δὲ ποσότης παρά ‹τε› τὴν ἡλικίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ ἔθη καὶ ποιότητα τοῦ οἴνου ὁριζέσθω· καὶ τὸ μὴ διψῆν δὲ ἄριστόν [13] ἐστι παράγγελμα καὶ τὸ μετρίως βραχῆναι τὴν τροφήν. μέθη δὲ πᾶσα, καὶ μάλιστα ἡ συνεχής, ἐπιβλαβής· τά τε γὰρ νεῦρα πολιορκούμενα καθ' ἑκάστην ἡμέραν ἐνδίδωσι, καὶ παθῶν ὀξέων ἀρχὰς ἐμποιεῖ ἡ καθημερινὴ πολυποσία· μετρίως δὲ οἰνοῦσθαι διά τινων ἡμερῶν, καὶ μάλιστα ἀπὸ ὑδροποσίας, ὠφέλιμον· μετασυγκρίνει γάρ πως, τάς τε αἰσθητὰς ἀνακαθαῖρον ἐκκρίσεις καὶ ἀδήλως ποροποιοῦν. δεῖ μέντοι καὶ μετὰ τὴν οἴνωσιν ὕδωρ πίνειν· ἀποθεραπείας γάρ τινα τῇ συγκρίσει τρόπον ἐπάγει.

[14]    ὀμφακίτης. ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται ἰδίως ἐν Λέσβῳ, θειλοπεδευομένης μήπω κατὰ πάντα πεπείρου τῆς σταφυλῆς οὔσης, ἔτι δὲ ὀξιζούσης, ἐπὶ ἡμέρας γ΄ ἢ δ΄, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες, καὶ μετὰ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμεοῖς ὁ οἶνος.

   στυπτικὴν δὲ ἔχει τὴν δύναμιν καὶ εὐστόμαχον, ἁρμόζουσαν τοῖς δυσπεπτοῦσι καὶ ἐκλελυμένοις τὸν στόμαχον καὶ κισσώδεσι καὶ εἰλεώδεσι· δοκεῖ δὲ καὶ λοιμικαῖς διαθέσεσι βοηθεῖν [15] καταρροφούμενος. χρῄζουσι δὲ οἱ τοιοῦτοι οἶνοι ἐτῶν πλειόνων· ἄλλως γὰρ οὔκ εἰσι πότιμοι.

   δευτερίας. ὁ δὲ καλούμενος δευτερίας, ὃν ἔνιοι πότιμον καλοῦσι, σκευάζεται τὸν τρόπον τοῦτον· εἰς τὰ στέμφυλα, ὧν ἐξέθλιψας οἴνου μετρητὰς τριάκοντα, βάλε ὕδατος μετρητὰς γ΄, καὶ μείξας καὶ πατήσας ἔκθλιψον καὶ ἀφέψησον εἰς τὸ τρίτον. χοεῖ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρητῶν μεῖξον ἁλὸς ξέστας β΄, καὶ μετὰ τὸν χειμῶνα διάχει εἰς κεράμια. χρῶ [16] δὲ αὐτῷ μετ' ἐνιαυτόν· ταχέως γὰρ ἐξίτηλος γίνεται. ἁρμόζει δὲ ἐφ' ὧν διστάζομεν οἶνον διδόναι, ἀναγκαζόμενοι δι' ἐπιθυμίαν τοῦ νοσοῦντος, καὶ ἐπὶ τῶν ἐκ νόσου ἀναλαμβανόντων χρονίας.

   ἀδύναμος. γίνεται δὲ καὶ ‹ὁ› ἀδύναμος λεγόμενος, τὴν αὐτὴν ἔχων τῷ δευτερίᾳ δύναμιν. δεῖ δὲ ἴσον μέτρον ὕδατος τῷ τοῦ γλεύκους μείξαντας ἑψῆσαι πραέως πυρὶ μαλακῷ, ἄχρι ἂν ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν [17] εἰς ἀγγεῖον πεπισσωμένον. ἔνιοι δὲ θαλάττης πελαγίας καὶ ὕδατος ὀμβρίου καὶ μέλιτος καὶ γλεύκους ἴσα μείξαντες καὶ καταγγίσαντες ἡλιάζουσιν ἐπὶ ἡμέρας τεσσαράκοντα· χρῶνται δ' αὐτῷ πρὸς τὰ αὐτὰ μετ' ἐνιαυτόν.

   ἀγριοσταφυλίτης· ὁ δὲ ἐκ τῆς ἀγρίας σταφυλῆς μέλας στυπτικὸς ὑπάρχων, ἁρμόζει κοιλίᾳ ῥευματιζομένῃ καὶ στομάχῳ, καὶ πρὸς τὰ ἄλλα, ὅσα στύψεως καὶ συστολῆς χρῄζει.

[7]

[1]    ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς τοῖς ἀσθενῆ ‹τὸν› στόμαχον ἔχουσιν· ὑπομαλάττει γὰρ τὴν κοιλίαν, οὖρα κινεῖ, στόμαχον ἀποκαθαίρει, ἁρμόζει καὶ ἀρθριτικοῖς καὶ νεφριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσι· χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις· εὐώδης [2] γάρ ἐστι καὶ θρεπτικός. διαφέρει δὲ τοῦ οἰνομέλιτος, ὅτι ἐκεῖνο μὲν ἐξ αὐστηροῦ οἴνου καὶ παλαιοῦ καὶ ὀλίγου μέλιτος σκευάζεται, ὁ δὲ μελιτίτης πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους λαμβάνει μέλιτος χοῦν ἕνα καὶ ἁλὸς κύαθον ἔνα. σκευάζειν δὲ δεῖ ἐν μεγάλῳ ἀγγείῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζεῖν, παραπάσσοντας τοῦ προειρημένου ἁλὸς κατ' ὀλίγον, ἄχρι ἂν ἐκζέσῃ· παυσαμένου δὲ καταγγίζειν εἰς κεράμια.

[8]

[1]    οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ οἴνου καὶ αὐστηροῦ καὶ μέλιτος καλοῦ γινόμενον· ἧττον γὰρ πνευματοῖ καὶ ταχέως παρίσταται τὸ τοιοῦτον. ἔστι δὲ τὸ μὲν παλαιὸν θρεπτικόν, τὸ δὲ μέσον εὐκοίλιον, οὐρητικόν· βλάπτει δὲ ἐπὶ τροφῇ λημφθέν, πινόμενον δὲ ἐν ἀρχῇ πλήσμιον, μετὰ ταῦτα δὲ κινεῖ ὄρεξιν.

[2]    σκευάζεται δὲ ὡς τὸ πολὺ πρὸς δύο μετρητὰς οἴνου ἑνὸς μετρητοῦ μέλιτος μειγνυμένου. οἱ δ' ἵνα τάχιον αὐτὸ παραστήσωσι, συναφέψουσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγίζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ζέοντος ξέστας ἓξ πρὸς ξέστην ἕνα μέλιτος μειγνύντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσι· μένει δὲ γλυκύ.

[9]

[1]    μελίκρατον δὲ τὴν αὐτὴν τῷ οἰνομέλιτι δύναμιν κέκτηται. χρώμεθα δὲ τῷ μὴ ἀφηψημένῳ ἐφ' ὧν κοιλίαν μαλάξαι βουλόμεθα ἢ ἔμετον κινῆσαι, ὡς ἐπὶ τῶν θανάσιμον πεπωκότων, διδόντες αὐτὸ μετ' ἐλαίου, τῷ δὲ ἀφηψημένῳ ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησσόντων καὶ περιπνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπόθετον, ὃ ἰδίως ἔνιοι ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ οἴνῳ, ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι, ὅθεν ἐπὶ τῶν φλεγμαινόντων [2] τι μέρος ἐστὶν εὔθετον μᾶλλον τοῦ δευτερία. τὸ δὲ παλαιότερον ἀδόκιμον ‹μὲν› ἐπὶ φλεγμαινόντων καὶ στεγνῶν, ἐπὶ δὲ τῶν ‹τὸν› στόμαχον πεπονθότων ἢ ‹ῥευματιζομένων ἢ› ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευάζεται δὲ πρὸς μέλιτος ἓν μέρος δύο ὕδατος ὀμβρίου παλαιοῦ μειγνυμένων καὶ ἡλιαζομένων. οἱ δὲ πηγαῖον μείξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ ἀπόμελι τὸ ἐκπλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον ὑδρόμελι καὶ ἀποτιθέμενον· δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν, οἱ δὲ καὶ τοῦτο ἕψουσιν. ἔστι δὲ ἄθετον ἐπὶ νοσούντων διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου.

[10]

[1]    ὕδωρ τὴν μὲν καθόλου ἐπίκρισιν δυσχερῆ ἔχει διά ‹τε› τὰς τῶν τόπων ἰδιότητας καὶ ἰδιοσυγκρισίας καὶ τοὺς ἀέρας καὶ ἄλλα οὐκ ὀλίγα, ὡς δὲ ἐπὶ τὸ πολὺ ἄριστόν ἐστι τὸ καθαρὸν καὶ γλυκύ, ἀμέτοχον δὲ ἡσδηποτοῦν ποιότητος, κἂν τοῖς ὑποχονδρίοις μηδὲ ἐλάχιστον χρόνον ἐπιμένον, ἔτι δὲ ἀλύπως εὐοδοῦν καὶ μὴ πνευματοῦν μηδὲ διαφθειρόμενον.

[11]   θαλάττιον ὕδωρ δριμύ, θερμαντικόν, κακοστόμαχον, κοιλίας ταρακτικόν, ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον ἐπισπᾶται καὶ διαφορεῖ, ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ χιμέτλοις πρὸ τοῦ ἑλκωθῆναι, ὠμηλύσεσί τε ἐπιτηδείως μείγνυται, καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον, καὶ πρὸς κενώματα ἐνιέμενον χλιερόν, καὶ πρὸς στρόφους θερμόν, ψώρας τε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ [2] μαστῶν σπαργώντων κατάντλημα· διαφορεῖ καὶ πελιώματα πυριώμενον, καὶ πρὸς τὰ τῶν θηρίων δήγματα, ὅσα τρόμους καὶ ψυγμοὺς ἐπιφέρει, μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων· καὶ εἰ προσεμβαίνοι τις εἰς θερμὸν αὐτό, ὠφελεῖ καὶ τὰς χρονίας καχεξίας τοῦ σώματος καὶ τῶν νεύρων τὸ δι' αὐτοῦ λουτρόν, ὑπατμιζόμενον δὲ θερμὸν ὑδρωπικοὺς [3] καὶ κεφαλαλγίας καὶ δυσηκοίας παραιτεῖται. ἀποτεθεῖσα δὲ ἡ ἀκέραιος θάλασσα καὶ ἀμιγὴς ποτίμου ὕδατος ἄβρωμος γίνεται· οἱ δὲ προέψουσιν αὐτὴν καὶ οὕτως ἀποτίθενται. δίδοται δὲ καὶ πρὸς κάθαρσιν καθ' ἑαυτὴν ἢ μετ' ὀξυκράτου ἢ οἴνου ἢ ὀξυμέλιτος, καὶ μετὰ τὸ καθαρθῆναι ἐπιδιδόασι ζωμὸν ὄρνιθος ἢ ἰχθύων πρὸς τὸ κατακεράσαι τὴν ἐκ τῆς δήξεως δριμύτητα.

[12]

[1]    θαλασσόμελι δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης ἴσων διυλισθέντων καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ δύο μέρη θαλάσσης ἀφηψημένης καὶ ἓν μέλιτος μείξαντες καταγγίζουσι· μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης.

[13]   ὄξος ψύχει καὶ στύφει, εὐστόμαχόν τέ ἐστι καὶ εὐόρεκτον, στατικόν τε αἱμορραγίας πάσης πινόμενόν τε καὶ ἐγκαθιζόμενον, καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει, ἔναιμόν τέ ἐστι καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέραν καὶ ἕδραν προπεπτωκυῖαν καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορροοῦντα· ποιεῖ καὶ πρὸς νομάς, ἐρυσιπέλατα, ἕρπητας, λέπρας, λειχῆνας, πτερύγια σύν τινι τῶν ἐπιτηδείων μειγνύμενον, φαγεδαινικά τε ἕλκη [2] συνεχῶς ἐπαντλούμενον καὶ νομὰς ἵστησιν· ὠφελεῖ καὶ ποδαγρικοὺς καταντλούμενον θερμὸν μετὰ θείου, ὑπώπιά τε αἴρει σὺν μέλιτι καταχριόμενον, πρός τε τὰς ἐγκαύσεις τῆς κεφαλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ, ὑδρωπικούς τε καὶ δυσηκοίας ὑπατμισθὲν θερμὸν ὠφελεῖ καὶ ἤχους καὶ συριγμούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας, στέλλει καὶ φύγεθλα χλιερὸν καταντλούμενον ἢ διὰ σπόγγων ἐπιτιθέμενον, καὶ κνησμοὺς παρηγορεῖ, πρός τε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν, ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν [3] ἰοβόλων. ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πινόμενον θερμὸν καὶ ἐξεμούμενον, μάλιστα πρὸς μηκωνίου καὶ ἀκονίτου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ, πρός τε μύκητας καὶ ἰξίαν καὶ σμίλακα σὺν ἁλσί, βδέλλας τε καταποθείσας καταρροφούμενον ἀποβάλλει, καὶ βῆχα χρόνιον πραύνει, τὴν δὲ πρόσφατον ἐρεθίζει· ἁρμόζει καὶ πρὸς ὀρθόπνοιαν θερμὸν καταρροφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον ‹καὶ› τὰ ἐν βρόγχῳ ῥεύματα καὶ συναγχικοῖς ἁρμόζει καὶ πρὸς κιονίδα κεχαλασμένην, καὶ πρὸς ὀδόντων πόνον θερμὸν ‹διακρατούμενον καὶ› διακλυζόμενον.

[14]

[1]    ὀξύμελι σκευάζεται οὕτω· λαβὼν ὄξους κοτύλας πέντε καὶ ἁλὸς θαλασσίου μνᾶν μίαν, μέλιτος μνᾶς δέκα, ὕδατος κοτύλας δέκα, μείξας ἕψησον, ἄχρις οὗ ἂν δεκάκις ἀναβράσῃ, καὶ ψύξας κατάγγισον.

   δοκεῖ δὲ λαμβανόμενον πάχος ἄγειν, ὠφελοῦν ἰσχιαδικοὺς καὶ ἀρθριτικοὺς καὶ ἐπιλημπτικούς· ἀρήγει δὲ καὶ τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης σηπὸς δηχθεῖσι καὶ τοῖς μηκώνιον ἢ ἰξίαν πιοῦσιν, ἀναγαργάρισμά τέ ‹ἐστι› συναγχικοῖς ὠφέλιμον.

[15]   ὀξάλμη ὠφελεῖ καταντλουμένη νομάς, σηπεδόνας, κυνόδηκτα καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμορραγίας, εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη, ‹καὶ ἐγκαθιζομένη› καὶ ἕδραν προπεπτωκυῖαν, ἐγκλύζεταί τε ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν· δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταρροφουμένη δὲ καὶ ἀναγαργαριζομένη βδέλλας κενοῖ· σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας.

[16]   θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων, κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες, καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευματουμένων· ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω· θύμου λείου ὀξύβαφον, ἁλῶν ἴσον, ἀλφίτου, ‹πηγάνου›, γλήχωνος, ἑκάστου ὀλίγον, βαλὼν εἰς ἄγγος ἐπίχει ὕδατος κοτύλας Ϛ΄, ὄξους ἡμικοτύλιον, περιθείς τε ὀθόνιον ἐξαιθρίαζε.

[17]   τὸ δὲ σκιλλητικὸν ὄξος σκευάζεται τὸν τρόπον τοῦτον· καθάρας λευκὴν σκίλλαν καὶ κατατεμὼν καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τοὺς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ὄξους καλοῦ ιβ΄ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἑξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος [2] ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο. ἔνιοι δὲ μνᾶν ‹μίαν› πρὸς ὄξους ξέστας ε΄ μίσγουσιν· οἱ δὲ αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας Ϛ΄· γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον.

   εὐθετεῖ δὲ διακλυζόμενον ‹μὲν› πρὸς οὖλα μυδῶντα, στέλλον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ τὰς περὶ τὸ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὐτάς, καταρροφούμενον δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν [3] ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ. παραλαμβάνεται δὲ καὶ πρὸς στομαχικοὺς καὶ δυσπεπτοῦντας καὶ ἐπιλημπτικούς, σκοτοδινιῶντας, μελαγχολικούς, ἀπηλιθιωμένους, ἔτι δὲ καὶ πρὸς ὑστερικὰς πνίγας καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας· ἀναλαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ εὔχρουν κατασκευάζει. ἔστι δὲ καὶ ὀξυδερκές, καὶ πρὸς δυσηκοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηταί τις· καὶ καθόλου δὲ πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθ' ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραύξων ἄχρι κυάθου· τινὲς δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον.

[18]

[1]    ὁ δὲ ἀπὸ τῆς σκίλλης οἶνος γίνεται οὕτω· κατατεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς.

[2] ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλῃ ἐπιτέμνοντα αὐτὴν γογγυλοειδῶς [τρόπον] καὶ τὴν ὁλκὴν διπλασιάσαντα· δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μ΄ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευάζεται ὁ προειρημένος οἶνος· λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν Ἰταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετεράσας ἀπόθου.

[3]    εὐθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθορὰς τροφῆς καὶ τοὺς ἀπεμοῦντας ταύτην, ἐφ' ὧν τε πάχος ἔγκειται στομάχῳ ἢ κοιλίᾳ, σπληνικοῖς, ἰκτερικοῖς, καχέκταις, ὑδρωπικοῖς, δυσουροῦσι, στροφουμένοις, πνευματουμένοις, παραλυτικοῖς, σκοτωματικοῖς, ῥίγεσι χρονίοις, σπάσμασι, καταμηνίων τε ἀγωγός· ἥκιστα δὲ νεῦρα λυπεῖ. ἀμείνων δὲ ὁ παλαιότερος· φυλάσσεσθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος.

[19]

[1]    οἱ δὲ διὰ θαλάττης οἶνοι ποικίλως σκευάζονται· οἱ μὲν γὰρ εὐθέως μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν μειγνύουσι θάλασσαν, οἱ δὲ προθειλοπεδεύουσι καὶ οὕτω πατοῦσι μειγνύντες θάλασσαν, οἱ δὲ σταφιδώσαντες τὴν σταφυλὴν βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης καὶ οὕτω πατοῦντες ἐκθλίβουσι· [2] γίνεται δὲ ὁ τοιοῦτος γλυκύς. οἱ μέντοι γε πρὸς τὴν πόσιν αὐστηρότεροι σκευαζόμενοι ποιοῦσι καὶ πρὸς πυρετῶν ἀνασκευήν, εἰ μή γε παρεῖεν Ἀμινναῖοι, καὶ πρὸς κοιλίας ὑπαγωγήν, καὶ ἐμπύοις ‹καὶ› σκληροκοιλίοις καὶ ὅσοι ὑπὸ τῶν Ἀμινναίων ψαύονται κεφαλῆς· κακοστόμαχοι μέντοι καὶ οὗτοι καὶ πνευμάτων γεννητικοί.

[3]    οὐκ ἄχρηστον δὲ ὑπογράψαι νομίζομεν πρὸς τὸ πλήρη τὴν ἱστορίαν τοῖς φιλιατροῦσι γενέσθαι καὶ τὴν τῶν ποικιλωτέρων οἴνων σκευασίαν, οὐχ ὅτι πολλή ἐστιν ἢ ἀναγκαία ἡ χρῆσις αὐτῶν ἀλλ' ἵνα κατὰ μηδὲν αὐτῶν ἐλλείπειν δοκῶμεν. εἰσὶ δὲ αὐτῶν ἔνιοι ἧττον περίεργοι καὶ πίπτοντες εἰς τὴν χρῆσιν, ὡς οἱ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων, ἔτι καὶ μύρτων σκευαζόμενοι.

[20]

[1]    ὁ μὲν οὖν κυδωνίτης, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδα, εἰς μετρητὴν γλεύκους χάλασον μνᾶς ιβ΄ πρὸς ἡμέρας λ΄, εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ ἄλλως· δεῖ ἐκθλίψαντας μετὰ τὸ κόψαι τὰ κυδώνια τοῦ χυλοῦ μεῖξαι τοῖς ιβ΄ ξέσταις ξέστην ἕνα μέλιτος καὶ ἀποτίθεσθαι. ἔστι δὲ στυπτικός, εὐστόμαχος, δυσεντερίαις ἁρμόζων, ἡπατικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.

[21]   καὶ μηλόμελι δέ, ὃ καὶ κυδωνόμελι ὀνομάζεται, σκευάζεται μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ ἐμβληθέντων εἰς μέλι ὡς ὅτι πλεῖστον, ὥστε ἐνεσφηνῶσθαι. γίνεται δὲ προσηνὲς μετ' ἐνιαυτόν, οἰνομέλιτι ἐοικός, ἁρμόζον πρὸς ἃ καὶ ἡ πρὸ αὐτοῦ σκευασία.

[22]   ὑδρόμηλον δὲ σκευάζεται μειγνυμένου τοῦ ἐκ τῶν κυδωνίων μήλων μέλιτος μετρητοῦ ἑνὸς πρὸς δύο μετρητὰς ἀφηψημένου ὕδατος καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή.

[23]   ὀμφακόμελι δὲ σκευάζεται τὸν τρόπον τοῦτον· λαβὼν ὄμφακας μήπω περκαζούσας ἡλίαζε ἐπὶ ἡμέρας τρεῖς, καὶ μετὰ ταῦτα ἐκθλίψας βάλε πρὸς τρία μέρη τοῦ χυλοῦ μέλιτος καλλίστου ἀπηφρισμένου μέρος ἕν, καὶ ἡλίαζε καταγγίσας εἰς κεράμους.

   δύναμιν δὲ ἔχει σταλτικήν, ψυκτικήν, ὅθεν ἁρμόζει στομαχικοῖς, κοιλιακοῖς. ἡ χρῆσις δὲ αὐτοῦ μετ' ἐνιαυτόν.

[24]   ἀπίτης σκευάζεται ὁμοίως ὥσπερ καὶ ὁ κυδωνίτης, μὴ λίαν δὲ ἔστωσαν οἱ ἄπιοι πέπειροι. καὶ ὁ τῶν κερατίων δὲ καὶ ὁ τῶν μεσπίλων καὶ οὔων ὁμοίως σκευάζεται. πάντες δέ εἰσι στυπτικοί, στρυφνοί, εὐστόμαχοι, ῥεύματα ἔνδον ἐπέχοντες.

[25]

   οἰνάνθινος ‹δὲ› σκευάζεται οὕτως· λαβὼν τῆς ἀγρίας ἀμπέλου τὸ ἄνθος βρυούσης ξηρὸν μνᾶς δύο κάθες εἰς μετρητὴν γλεύκους πρὸς ἡμέρας λ΄, εἶτα διυλίσας ἀπόθου.

   ποιεῖ δὲ πρὸς ἀτονίαν στομάχου, ἀνορεξίαν, κοιλιακούς, δυσεντερικούς.

[26]   ῥοίτης δὲ οἶνος σκευάζεται οὕτως· ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου, ἢ ἑψήσας εἰς ‹τὸ› τρίτον οὕτως ἀποτίθεσο.

   ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. ἔστι δ' εὐστόμαχος καὶ στεγνωτικὸς κοιλίας καὶ οὐρητικός.

[27]   ῥοδίτης δὲ οὕτω σκευάζεται· ῥόδων ξηρῶν ἐπετείων κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου· μετὰ δὲ τρεῖς μῆνας διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο.

[2]    χρήσιμος δὲ ἀπυρέτοις πρὸς στομάχου πόνον καὶ πέψεις ἐπιπινόμενος, πρός τε καθύγρους κοιλίας καὶ δυσεντερίας.

   σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μειγνυμένων, ὃ καλεῖται ῥοδόμελι, ἁρμόζον πρὸς τὰς ἐν ἀρτηρίᾳ τραχύτητας.

[28]

[1]

   μυρτίτην δὲ δεῖ σκευάζοντα μύρτα μέλανα παρακμάζοντα λαβόντα κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν δι' ὀργάνου καὶ καταγγίζειν· οἱ δὲ καὶ ἀφέψουσιν εἰς τὸ τρίτον. ἔνιοι δὲ καὶ προθειλοπεδεύουσιν ἐν ἡλίῳ καὶ ξηράναντες μίσγουσι τῇ χοίνικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου ‹αὐστηροῦ› παλαιοῦ τὸ αὐτό, οὕτω τε ἐκθλίβουσι καὶ ἀποτίθενται.

   ἱκανῶς δέ ἐστι στυπτικὸς καὶ εὐστόμαχος, ῥευματιζομένῳ τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμος, πρός τε τὰς ἐντὸς ἑλκώσεις καὶ ῥοῦν· μελαίνει δὲ καὶ τρίχας ‹τὰς› ἐν κεφαλῇ.

[29]   μυρσινίτης δὲ σκευάζεται οὕτω· δεῖ λαβόντας τῶν μελαίνων μυρσινῶν τοὺς ἀκρεμόνας καὶ τὰ φύλλα σὺν τοῖς μύρτοις κόπτειν καὶ βάλλειν εἰς τοὺς τρεῖς τοῦ γλεύκους χοεῖς, τῆς μυρσίνης κεκομμένης μνᾶς δέκα καὶ ἕψειν, ἄχρι οὗ ἂν δύο χοεῖς ἀπολειφθῶσι, καὶ διυλίσαντας ἀποτίθεσθαι.

   ποιεῖ δὲ οὗτος πρός τε ἀχῶρας καὶ πίτυρα, ἐξανθήματα, οὖλα, παρίσθμια, ὦτα πυορροοῦντα· στέλλει καὶ ἱδρῶτας.

[30]   καὶ ὁ σχίνινος δὲ ἐοικότως τῷ μυρσινίτῃ σκευάζεται, καὶ ὁ τερμίνθινος ὁμοίως· ἔγκαρποι γὰρ καὶ τούτων οἱ ἀκρεμόνες λαμβάνονται.

   καὶ παραπλησίας εἰσὶ δυνάμεως, στυπτικοὶ καὶ εὐστόμαχοι, ῥεύμασί τε ἁρμόζοντες στομάχου, ἐντέρων, κύστεως ‹καὶ› αἱμορραγίαις. κατουλοῦσι δὲ καὶ τὰ ῥευματικὰ πάντα ἕλκη ἐπαντλούμενοι, τούς τε περὶ ὑστέραν καὶ ἕδραν ῥευματισμοὺς στέλλουσιν ἐγκαθιζόμενοι.

[31]   φοινικίτης· λαβὼν φοίνικας τοὺς χυδαίους πεπείρους βάλε εἰς πιθάκνην τετρημένην πρὸς τῷ πυθμένι καὶ ἐνεσφηκωμένην καλάμῳ πεπισσωμένῳ· τὸ δὲ τρῆμα λίνῳ βεβύσθω· ἐπίχει δὲ ταῖς δέκα χοίνιξιν ὕδατος χοεῖς γ΄, εἰ δὲ μὴ λίαν αὐτὸ γλυκὺ θέλοις εἶναι, πέντε χοεῖς ἐπίχει· ἔα δὲ ἐπὶ ἡμέρας δέκα.

[2] τῇ δὲ ἑνδεκάτῃ ἀφαιρῶν τὸ ἐπὶ τοῦ καλάμου ὀθόνιον ἀποδέχου οἶνον γλυκὺν καὶ παχὺν καὶ ἀποτίθεσο.

   ἔστι δὲ ἡδὺς μέν, κεφαλαλγὴς δέ, ποιῶν πρὸς ῥεύματα διὰ τὸ στύφειν, ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει. ἔνιοι δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέχονται, καὶ τοῦτο τρίτον ποιοῦσι καὶ τέταρτον καὶ πέμπτον, ὅ τε λοιπὸν ὀξίζει.

[32]

[1]    καὶ ὁ τροχίτης δέ, ὃν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ ἴσον μέτρον βάλλουσιν· ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι καλούμεναι ἢ Φοινίκιαι ‑ μέλαιναι δέ εἰσι ‑ καὶ ἀποβρέχονται, ὡς προείρηται· μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν, καὶ ἐκ δευτέρου τε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων [2] ἀποβρέγματος τὸ αὐτὸ μέτρον. ὁμοίως δὲ ἐκ διαστημάτων ἐκλαμβάνεται τὸ τέταρτον καὶ πέμπτον ἀπόβρεγμα ὀξίζον, ᾧ ἀντὶ τοῦ ὄξους χρῶνται.

   λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος, ἀποστρέφων ὄρεξιν, εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ καὶ ἔμμηνα καὶ γάλα ‹μὲν› δαψιλὲς ποιεῖ, αἷμα δὲ φαῦλον κατασκευάζει, καὶ ἐλεφαντιάσεως ποιητικός ἐστιν ὡς καὶ τὸ ζῦθος.

[3] ἔνιοι δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις ξέστας ἐμβάλλουσι δέκα, οἱ δὲ ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι διανοούμενοι. οἱ δὲ καὶ θύμον καὶ μάραθον προυποτιθέασι τῷ πυθμένι, εἶτα τὰς ἰσχάδας, καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν, ἄχρις οὗ πληρώσωσι τὸ ἀγγεῖον.

[33]   σκευάζεται καὶ ὁ ἐκ τῶν συκομόρων ὡσαύτως. ὄξος δὲ γίνεται δριμὺ διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυλάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος.

[34]

[1]    ὁ δὲ ῥητινίτης κατὰ τὰ ἔθνη σκευάζεται ‹ποικίλως›· πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπεπάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη πευκίνῃ ‹ῥητίνῃ›. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ κεραμίῳ μείγνυται ἡμικοτύλιον· καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι· παλαιωθέντες δὲ γίνονται ἡδεῖς.

[2]    κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πεπτικοὶ μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς γυναιξί, τοῖς τε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.

[35]

[1]    στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύκει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων· ποιεῖ δὲ τὰ αὐτὰ ‹τῷ› ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς πινόμενος.

[36]   ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γὰρ τὰ ἀπόκενα.

[2]    ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες· ὁ μέντοι δάφνινος θερμαντικώτερος.

   γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος· δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρίδων μεῖξαι, ἡλιάσαι τε ἐφ' ἡμέρας μ΄, μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν. γίνεται καὶ ‹ὁ› ἐκ τῶν ἀρκευθίδων τοῦ καρποῦ ὁμοίως τῷ κεδρίτῃ, τὰ αὐτὰ ποιῶν.

[37]

[1]    κεδρίτης δὲ γίνεται οὕτω· κεδρίαν πλύναντες ὕδατι γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἑνί, καὶ οὕτως πληροῦσι γλεύκους.

   θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός, βηχὶ παλαιᾷ ἁρμόζων δίχα πυρετῶν καὶ πόνοις θώρακος ‹καὶ› πλευρῶν, στρόφοις, ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις, ἐμπυικοῖς, ὑδρωπικοῖς, ὑστερικαῖς· ποιεῖ καὶ πρὸς ἕλμεις καὶ πρὸς ῥίγη, βοηθεῖ καὶ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει, ὠταλγίας τε ἐνσταζόμενος ἰᾶται.

[38]   οἶνος πισσίτης σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους· δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφ' ἱκανόν, μέχρι ἂν λευκανθῇ, καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς ὀκτὼ χοεῦσι μίσγειν οὐγγίας β΄ πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν.

[2]    ἔστι δὲ θερμαντικός, πεπτικός, σμηκτικός, ἀνακαθαρτικός, εὔθετος τοῖς περὶ θώρακα, κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν ἐν βάθει· ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, πνευματώσεις, ἄσθματα, καὶ πρὸς στρέμματα δὲ μᾶλλον τοῦ ὄξους μετ' οἰσυπηρῶν ἐρίων.

[39]

[1]    ἀψινθίτης δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς μη΄ ξέσταις [τῷ Ἰταλικῷ κεραμίῳ] ‹γλεύκους› μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον ‹καὶ› ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ [2] ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο. οἱ δὲ ἀψινθίου τρεῖς οὐγγίας, ἔνιοι δὲ τέσσαρας, καὶ νάρδου Συριακῆς, κιναμώμου, κασσίας, καλάμου, σχοίνου ἄνθους, ἐλάτης φοινικίνης ἀνὰ οὐγγίας β΄ καθιᾶσιν εἰς μετρητὴν γλεύκους ἐν ὅλμῳ κόψαντες καὶ σφηκώσαντες ἐῶσι δίμηνον· εἶτα διυλίσαντες καὶ καταγγίσαντες ἀποτίθενται. οἱ δὲ εἰς γλεύκους μετρητὴν νάρδου Κελτικῆς δραχμὰς ιδ΄ καὶ ἀψινθίου δραχμὰς μ΄ καθιᾶσιν, ἐν ὀθονίῳ δήσαντες, καὶ μεθ' ἡμέρας μ΄ μεταγγίζουσιν.

[3] οἱ δὲ εἰς κ΄ ξέστας τοῦ γλεύκους λίτραν μίαν ἀψινθίου ἐμβάλλουσι καὶ πιτυίνης ῥητίνης ξηρᾶς οὐγγίας β΄· μετὰ δὲ ἡμέρας δέκα διυλίσαντες ἀποτίθενται.

   ἔστι δὲ εὐστόμαχος, οὐρητικός, ἡπατικοῖς νεφριτικοῖς ἰκτερικοῖς χρήσιμος, καὶ βραδυπεπτοῦσιν ἀνορέκτοις κακουμένοις στόμαχον, καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον καὶ ἐμπνευματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα, πρός τε ἰξίας πόσιν πλεῖστος ποθεὶς καὶ ἐξεμούμενος ἁρμόζει.

[40]

[1]    ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ Κιλικίου ὑσσώπου κάλλιστός ἐστι, σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ· δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένων τῶν φύλλων προσδιδόναι, ἐνειλοῦντας εἰς ὀθόνιον ἀραιόν· συγκαθίενται δὲ λιθάρια, ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μετάγγιζε δὲ μεθ' ἡμέρας μ΄ διυλίζων.

[2]    ἁρμόζει δὲ πρὸς τὰ ἐν θώρακι καὶ πλευρῷ καὶ πνεύμονι πάθη καὶ βῆχας παλαιὰς καὶ ἄσθματα. ἔστι δὲ καὶ οὐρητικός, καὶ στροφουμένοις ἁρμόζει, πρός τε ῥίγη τὰ ἐν ταῖς περιόδοις· κινεῖ δὲ καὶ ἔμμηνα.

[41]

[1]    καὶ ὁ χαμαιδρυίτης ὁμοίως τῷ ὑσσωπίτῃ σκευάζεται, θερμαντικὸς ὢν καὶ διαλυτικός, ἁρμόζων σπασμοῖς, ἰκτέροις, ὑστερῶν πνευματώσεσι, βραδυπεψίαις, ὕδρωπι ἀρχομένῳ. ἀμείνων δὲ παλαιούμενος γίνεται.

[42]   σκευάζεται καὶ ‹ὁ› στοιχαδίτης ὁμοίως. δεῖ δὲ τοῖς Ϛ΄ χοεῦσι μνᾶν μίαν στοιχάδος προσδιδόναι. διαλύει δὲ πάχη καὶ πνευματώσεις καὶ πόνους πλευρᾶς καὶ νεύρων καὶ καταψύξεις· δίδοται καὶ ἐπιλημπτικοῖς ὠφελίμως μετὰ πυρέθρου καὶ σαγαπηνοῦ.

[43]   γίνεται καὶ ὄξος διὰ στοιχάδος πρὸς τὰ προειρημένα, ἐναποβρεχομένης ὄξει τῆς πόας, ὡς προείρηται. ποιεῖ δὲ πρὸς τὰ αὐτά.

[44]   γίνεται δὲ καὶ ἐκ κέστρου τοῦ ψυχροτρόφου οἶνος. δεῖ δὲ λαμβάνειν τὴν πόαν σπέρματος πλήρη πεπείρου σὺν τοῖς κλάδοις καὶ μνᾶν μίαν βάλλειν εἰς οἴνου χοεῖς β΄, ἐᾶν τε ἑπτὰ μῆνας καὶ οὕτω μεταγγίζειν.

   ποιεῖ δὲ πρὸς πολλὰ τῶν ἐντός, πρὸς ἅπερ καὶ ὁ θάμνος αὐτῆς. καὶ καθόλου πάντες οἱ σκευαστοὶ οἶνοι ἀναλαμβάνουσι τὴν δύναμιν τῶν μειγμάτων, διὸ τοῖς τὰς ἐκείνων ἐπιγινώσκουσι φύσεις εὐχερὲς καὶ τὰς τῶν οἴνων δυνάμεις συμβάλλειν· τοῖς ἀπυρέτοις μέντοι ἐστὶν ἡ τῶν οἴνων χρῆσις, καὶ ὄξος δὲ ἐξ αὐτοῦ γίνεται πρὸς τὰ ἐοικότα πάθη χρησιμεῦον.

[45]   τραγοριγανίτης· τραγοριγάνου δ΄ εἰς γλεύκους ξέστας δ΄ ἐν ὀθονίῳ χάλα πρὸς μῆνας τρεῖς καὶ μετάγγιζε· ἁρμόζει στρόφοις, σπάσμασι, ῥήγμασι, πόνοις πλευροῦ, πνευμάτων διαδρομαῖς, δυσπεψίαις.

[46]   οἶνος διὰ βουνίου· βουνίου δραχμὰς β΄ κόψας κάθες εἰς κοτύλας δ΄ γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει. ἁρμόζει δὲ στομαχικοῖς, κεκοπωμένοις δι' ὁπλομαχίαν ἢ ἱππασίαν πολλήν.

[47]   δικταμνίτης· δικτάμνου δ΄ εἰς κοτύλας γλεύκους η΄ ἀπόβρεχε ὁμοίως. ποεῖ δὲ ἀσωμένοις στόμαχον, ἄγει καὶ ἔμμηνα καὶ λόχια.

[48]   ὁ διὰ πρασίου· πρασίου τοῦ ἀκμαίου φύλλων κόψας χοίνικας β΄ κάθες εἰς μετρητὴν γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει· ἁρμόζει τοῖς περὶ θώρακα καὶ πρὸς ὅσα ‹καὶ› τὸ πράσιον.

[49]   θυμίτης· θύμου κεκομμένου καὶ σεσησμένου ρ΄ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους κεράμιον.

   ἁρμόζει πρὸς δυσπεψίας, ἀνορεξίας, δυσενεργείας νεύρων, πόνους ὑποχονδρίων, φρίκας χειμερινὰς καὶ πρὸς ἰοβόλα τὰ ψύχοντα καὶ πήττοντα.

[50]   θυμβρίτης ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ποιεῖ, πρὸς ἃ καὶ ὁ θυμίτης.

[51]   οἶνος ὀριγανίτης δι' ὀριγάνου Ἡρακλεωτικῆς σκευάζεται ὁμοίως τῷ θυμίτῃ, ποιῶν πρὸς τὰ αὐτά.

[52]   οἶνος καλαμινθίτης, γληχωνίτης, ἀβροτονίτης ὁμοίως σκευάζονται τῷ διὰ θύμου, ποιοῦσι δὲ στομαχικοῖς καὶ ἀνορεκτοῦσι καὶ πρὸς ἴκτερον· οὐρητικοὶ γάρ εἰσιν.

[53]   οἶνος κονυζίτης ὁμοίως σκευάζεται· ἔστι δὲ πάντων μᾶλλον θηριακός.

[54]   οἶνος ἀρωματίτης οὕτως σκευάζεται· φοίνικος, ἀσπαλάθου, καλάμου, νάρδου Κελτικῆς, ἑκάστου χοίνικα λειώσας φύρασον γλυκεῖ, καὶ ποιήσας εὐμεγέθεις μάζας βάλε εἰς γλεύκους αὐστηροῦ ξέστας εἴκοσι καὶ ἔασον ἡμέρας μ΄, σφηκώσας τὸ ἀγγεῖον, εἶτα διυλίσας ἀποτίθεσο. ἢ καλάμου ὁλκὰς Ϛ΄, φοῦ δραχμὰς ἑπτά, κόστου δραχμὰς β΄, νάρδου Συριακῆς δραχμὰς Ϛ΄, κασσίας δραχμὰς η΄, κρόκου δραχμὰς δ΄, ἀμώμου δραχμὰς ε΄, ἀσάρου δραχμὰς δ΄, λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς πετρητὴν γλεύκους, καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε.

[2] ποιεῖ δὲ πρὸς πόνους θώρακος, πλευροῦ, πνεύμονος, δυσουρίαις, ῥίγεσιν, ἐμμήνοις ἐπισχεθεῖσι καὶ τοῖς διὰ κρυμῶν ὁδεύουσιν ‹ἁρμόζει› πινόμενος καὶ πρὸς τοὺς πάχος γεννῶντας· περιποιεῖ δὲ καὶ εὔχροιαν, ὑπνωτικός τέ ἐστι καὶ ἀνώδυνος, τοῖς περὶ κύστιν καὶ νεφροὺς ἁρμόζων πάθεσιν.

[55]

[1]    σκευάζεται δὲ οἶνος πρὸς κατάρρους, βῆχας, ὠμότητας, ἐμπνευματώσεις, πλάδον στομάχου· σμύρνης β΄, πεπέρεως λευκοῦ α΄, ἴρεως Ϛ΄, ἀνήθου γ΄, ὁλόκοπα ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς ξέστας ἓξ οἴνου. μετὰ δὲ τὴν τρίτην διυλίσας ἀποτίθεσο εἰς λάγυνον καὶ πότιζε μετὰ περίπατον, διδοὺς ἄκρατον, κύαθον ἕνα.

[56]   ὁ δὲ νεκταρίτης σκευάζεται ἐκ τοῦ Ἑλενίου, ὃ ἔνιοι Μηδικήν, οἱ δὲ σύμφυτον, οἱ δὲ Ἰδαῖον φλόμον, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον καλοῦσιν· Ἑλενίου ῥίζης ξηρᾶς ν΄ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς χοεῖς ἓξ γλεύκους, καὶ μετὰ τρεῖς μῆνας ἀπόχει. ποιεῖ δὲ πρὸς στόμαχον, θώρακα· ἄγει δὲ καὶ οὖρα.

[57]   ὁ δὲ διὰ Συριακῆς νάρδου καὶ Κελτικῆς καὶ μαλαβάθρου σκευάζεται οὕτως· ἑκάστου τούτων ἡμιμναῖον λαβὼν εἰς δίχουν γλεύκους κάθες, καὶ μετὰ μῆνας δύο διύλιζε· δίδου δὲ κύαθον ἕνα πρὸς τρεῖς ὕδατος νεφριτικοῖς, ἰκτερικοῖς, ἡπατικοῖς, δυσουροῦσιν, ἀχροοῦσι, στομαχικοῖς. οἱ δὲ ἀκόρου β΄, Κελτικῆς νάρδου γ΄ ἐν κεραμίῳ γλεύκους σκευάζουσιν.

[58]   ἀσαρίτης· ἀσάρου γ΄ κάθες εἰς γλεύκους κοτύλας δώδεκα ὁμοίως. ἔστι δὲ οὐρητικός, ὑδρωπικοῖς ἁρμόζων, ἰκτερικοῖς, ἡπατικοῖς, ἰσχιαδικοῖς.

[59]   ὁ διὰ τῆς ἀγρίας νάρδου· ἀγρίας νάρδου τῆς ῥίζης προσφάτου λείας σεσησμένης κάθες η΄ εἰς χοῦν γλεύκους ὁμοίως ‹πρὸς› μῆνας δύο· χρήσιμος ἡπατικοῖς, δυσουροῦσι, στομαχικοῖς, πνευματουμένοις.

[60]   δαυκίτης· δαύκου τῆς ῥίζης ὁλοκόπου δραχμὰς ξ΄ εἰς γλεύκους κεράμιον κάθες ὁμοίως καὶ μετάγγιζε. ποιεῖ δὲ πρὸς πόνους θώρακος, ὑποχονδρίων, ὑστέρας· ἄγει ἔμμηνα, ἐρυγὰς κινεῖ καὶ οὖρα· ἁρμόζει βηχί, σπάσμασι, ῥήγμασιν.

[61]   ἐλελισφακίτης ὁμοίως· ἐλελισφάκου ο΄ εἰς γλεύκους ἀμφορέα, ὅ ἐστι κεράμιον, κάθες. ποιεῖ δὲ πρὸς νεφρῶν πόνους καὶ κύστεως ‹καὶ› πλευρῶν, αἵματος ἀναγωγάς, βηχί, ῥήγμασι, σπάσμασι, θλάσμασιν, ἐμμήνοις ἐστεγνωμένοις.

[62]   πανακίτης· πάνακος ι΄ εἰς χοέα γλεύκους καθεὶς ὁμοίως μετάγγιζε. ποιεῖ σπάσμασι, ῥήγμασι, θλάσμασιν, ὀρθοπνοίαις, λεπτυντικὸς πάχους σπληνός. ποιεῖ δὲ καὶ πρὸς στρόφους, ἰσχιάδας, βραδυπεψίας, καταμήνια ἄγει καὶ ἔμβρυα, ὑδρωπικοῖς τε καὶ θηριοδήκτοις ἁρμόζει.

[63]   ἀκορίτης δὲ καὶ ὁ ἀπὸ γλυκυρρίζης σκευάζεται ὁμοίως· δεῖ γὰρ ἑκάστου π΄ εἰς χοεῖς Ϛ΄ πρὸς μῆνας γ΄ ἀποβρέχοντας μεταγγίζειν. ποιοῦσι δὲ πρὸς πλευρὰν καὶ θώρακα, κινοῦντες καὶ οὔρησιν.

[64]   σελινίτης· σελίνου σπέρματος ὡρίμου νέου σεσησμένου ο΄ ἐνδήσας εἰς ὀθόνιον βάλε εἰς κεράμιον γλεύκους ὁμοίως. ποιεῖ δὲ ὄρεξιν, καὶ στομαχικοῖς δὲ ἁρμόζει καὶ δυσουροῦσιν· ἔστι δὲ καὶ εὔπνους.

[65]   καὶ μαραθίτης δὲ καὶ ἀνήθινος καὶ πετροσελινίτης ὁμοίως σκευάζονται, πρὸς τὰ αὐτὰ ποιοῦντες.

[66]   σκευάζεται καὶ δι' ἁλὸς ἄνθους ‹οἶνος›, καθαρτικώτερος τοῦ διὰ θαλάττης. κακοῖ δὲ φάρυγγα, νεφρούς, κύστιν, στόμαχον, ὅθεν οὔτε πρὸς ὑγίειαν οὔτε πάθεσι χρήσιμος ὁ τοιοῦτος.

[67]   γίνεται δὲ καὶ φθόριος ἐμβρύων οἶνος· φυτευομέναις γὰρ ταῖς ἀμπέλοις συμφυτεύεται ἐλλέβορος ἢ σίκυος ἄγριος ἢ σκαμμωνία, ὧν ἀναλαμβάνει ἡ σταφυλὴ τὴν δύναμιν· καὶ ὁ ἐξ αὐτῆς οἶνος γίνεται φθόριος. δίδοται δὲ προεμημεκυίαις νήστεσι κυάθου πλῆθος κεκραμένος.

[68]   θυμελαίτης· τῶν κλωνίσκων σὺν τοῖς φύλλοις καὶ τῷ καρπῷ λ΄ βάλε εἰς γλεύκους χοεῖς τρεῖς καὶ σκεύαζε ἕψων κούφως, ἄχρι ἂν δύο ἀπολειφθῶσι χοεῖς, καὶ διυλίσας ἀποτίθεσο. καθαίρει ὑδατώδη καὶ σπλῆνας τήκει.

[69]   χαμελαίτης· ἐπειδὰν ἀνθῇ ὁ θάμνος, μετὰ τῶν φύλλων κόψας καὶ σήσας βάλε ιβ΄ εἰς γλεύκους χοῦν, καὶ μετὰ μῆνας δύο μετάγγιζε. ποιεῖ δὲ ὑδεριῶσιν, ἡπατικοῖς, κεκοπωμένοις καὶ ταῖς ἐκ τοκετοῦ δυσκαθάρτοις.

[70]   χαμαιπιτύινος ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει, διουρητικὸς ὤν.

[71]   μανδραγορίτης· τοῦ φλοιοῦ τῆς ῥίζης κατατεμὼν ἔνειρον εἰς λίνον ἡμιμναῖον καὶ κάθες εἰς μετρητὴν γλεύκους πρὸς μῆνας τρεῖς, εἶτα μετάγγιζε. ἡ μέση πόσις ἡμικοτύλιον· πίνεται δὲ γλυκέος προσδιδομένου τὸ διπλάσιον. φασὶ δὲ κοιμίζειν καὶ καροῦν ὅλον τρίκλινον κοτύλην αὐτοῦ καταμειχθεῖσαν χοεῖ· μετὰ ξέστου δὲ οἴνου κύαθος εἷς ποθεὶς ἀναιρεῖ. ἔστι δὲ ἡ σύμμετρος χρῆσις ἀνώδυνος, ῥευμάτων παχυντική· καὶ ὀσφραινόμενος ‹δὲ› καὶ ἐγκλυζόμενος τὸ αὐτὸ ποιεῖ.

[72]   ἐλλεβορίτης· εἰς χοέα γλεύκους τεθαλασσωμένου μέλανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ· μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν ιε΄ ἢ ιδ΄ ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ' ἡμέρας τινὰς διυλίσας χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ' ὕδατος ἐκ [2] βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου. ἢ ἐλλεβόρου δραχμὰς εἴκοσι, σχοίνου ιβ΄, στάχυος Συριακοῦ ιγ΄ σεσησμένας ἐν ὀθονίῳ δήσας κάθες εἰς κοτύλας ιδ΄ Κῴου οἴνου ἐπὶ ἡμέρας τεσσαράκοντα· εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας β΄, ἐλλεβόρου λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπηθήσας χρῶ. ἢ ἐλλεβόρου ιβ΄, ἀφρονίτρου δραχμὰς τέσσαρας, γλεύκους κοτύλας ιβ΄ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθήσας [3] χρῶ μετὰ μῆνας ἕξ· τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. ἢ ἐκ τεθειλοπεδευμένης σταφυλῆς λαβὲ γλεύκους μετρητὴν καὶ βάλε γύψου εἰς τὸν οἶνον κ΄, καὶ ἔασον ἡμέρας δύο, καὶ κάθες ἔνδεσμον μέλανος ἐλλεβόρου λ΄, σχοίνου λ΄, καλάμου λ΄, ἀρκευθίδων ἡμιχοίνικον καὶ τέταρτον, σμύρνης δὲ καὶ κρόκου ἀνὰ α΄, ἐνειλήσας ὀθονίῳ κρέμασον πρὸς ἡμέρας μ΄, εἶτα διύλιζε καὶ δίδου κυάθους τρεῖς ἢ δύο κεράσας. καθαίρει ἐκ τοκετῶν καὶ ἐκ τρωσμῶν· φθείρει δὲ καὶ ἔμβρυα, καὶ πρὸς τὰς ὑστερικὰς πνίγας ποιεῖ.

[73]

[1]    σκαμμωνίτης· σκαμμωνίας τῆς ῥίζης ιε΄ ὀρωρυγμένης ἐν πυραμητῷ ἐμβάλλονται εἰς γλεύκους χοέα λεῖαι ἐν ὀθονίῳ ἐπὶ ἡμέρας τριάκοντα. καθαίρει δὲ κοιλίαν, ἄγων χολὴν καὶ φλέγμα.

[74]   καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη δὲ βοτρυῖτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δὲ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης. ἐχομένη δ' ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, διαφύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ· τοιαῦται δέ εἰσιν αἱ ἐκ τῶν παλαιῶν μετάλλων ὀρυσσόμεναι. ἔστι δέ τις καὶ πλακωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δὲ ἢ ὀστρακώδει κεχρημένη ἐπιφανείᾳ· φαύλη δὲ ἡ λευκή.

[2]    χρησιμεύει δὲ πρὸς μὲν τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῖτις καὶ ἡ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα, καὶ πρὸς ταὐτὰ χρησιμεύει ἡ Κυπρία· ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπανίας κομιζομένη ἄθετος. δύναμιν δὲ ἔχει στυπτικήν, κοιλωμάτων πληρωτικήν, καθαρτικὴν ῥυπαριῶν. παρεμπλάσσει δὲ καὶ ξηραίνει καὶ ἐξιποῖ, καὶ στέλλει τὰ ἐκσαρκώματα, καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἀπουλοῖ.

[3]    γεννᾶται δὲ ἡ καδμεία ἐκ τοῦ χαλκοῦ καμινευομένου, προσιζανούσης τῆς λιγνύος τοῖς τοίχοις τῶν καμίνων καὶ τῇ κορυφῇ· εἰσὶ δ' αὐτ‹οῦ κεραῖ›αι σιδηραῖ, παμμεγέθεις, ἀκεστίδες ὑπὸ τῶν μεταλλουργῶν καλούμεναι, κατὰ κορυφὴν συνηγμέναι πρὸς τὸ κατέχεσθαι καὶ ἐφιζάνειν τὰ ἀναφερόμενα σώματα ἀπὸ τοῦ χαλκοῦ, ἅπερ ἀεὶ καὶ μᾶλλον προσιζάνοντα ἐπισωματοῦται, καί ποτε μὲν ἓν εἶδος αὐτῆς, ποτὲ δὲ δύο ἢ πάντα ἀποτελεῖται.

[4] μεταλλουργεῖται δὲ ἐκ τοῦ ὑπερκειμένου Σολέων ὄρους, τοῦ λεγομένου λίθου πυρίτου καιομένου· ἐν δὲ τῷ αὐτῷ ὄρει εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως, μελαντηρίας, κυάνου, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. τινὲς δὲ καὶ ἐν μετάλλοις λιθίνοις φασὶν εὑρίσκεσθαι καδμείαν, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὡσπερεὶ καὶ ὁ ἐν τῇ Κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐνδεικνύμενος, ἐπιγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς εἶναι τῆς καδμείας καὶ διαμασηθέντας μὴ ἐπιεικεῖς εἶναι τῇ [5] γεύσει· ἀγανακτεῖν δὲ τοὺς ὀδόντας, εἰ λίθος εἴη, ἐν τῇ μασήσει, εἰ δὲ καδμεία εἴη, ἀνέχεσθαι τῆς διαβρώσεως, συνεικούσης αὐτῆς. ἔτι διακρίνεται καὶ τῷ τὴν μὲν καδμείαν λειοτριβηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐπιζεῖν, τὸν δὲ λίθον μὴ πάσχειν τοῦτο· καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον τετριμμένον πυρὶ ἀποπηδᾶν καὶ τὸν ἐξ αὐτοῦ καπνὸν ὁμοειδῆ τῷ πυρὶ ὑπάρχειν, τὴν δὲ καδμείαν μένειν τε καὶ ἀναδιδόναι αἰθάλην μηλίζουσαν καὶ χαλκοφανῆ ὡσπερεὶ ζώνην τινὰ ποικίλην.

[6] ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται, ἡ δὲ καδμεία κατ' οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφ' ἱκανὰς ἐγκαύσῃ ὥρας. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα καὶ κατὰ δύναμιν ἥττων.

   καυστέον δὲ τὴν προειρημένην καδμείαν ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδήρου σκωρία, εἶτα ἐν οἴνῳ σβεννύντας Ἀμινναίῳ, τὴν δὲ εἰς τὰ [7] ψωρικὰ ὄξει. τινὲς δὲ τὴν οὕτω καεῖσαν λεάναντες μετ' οἴνου κατοπτῶσι πάλιν ἐν ὠμῇ κύθρᾳ, μέχρι κισσηρώδης τὴν θρύψιν γένηται, πάλιν τε δι' οἴνου λειοτριβήσαντες τρίτον καίουσι, μέχρι τελείως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ, καὶ ἀντὶ σποδίου χρῶνται αὐτῇ.

   πλύνεται δὲ ἐν θυίᾳ τριβομένη σὺν ὕδατι ἀποχεομένου τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα ἀποτίθεται.

[75]

[1]    πομφόλυξ σποδίου εἰδικῶς διαφέρει· γενικὴν γὰρ οὐκ ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι, κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα.

[2]    γίνεται δὲ ἡ λευκὴ πομφόλυξ, ὅταν ἐν τῇ κατεργασίᾳ καὶ τελειώσει τοῦ χαλκοῦ πυκνότερον οἱ ἀπὸ τῶν χαλκουργείων συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλόμενοι· ἡ γὰρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα, πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίας τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγουμένως [3] ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς. ποιεῖται δὲ οὕτως· ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατ' αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ [4] ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου. συνῆπται δὲ τούτῳ τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵ τε φῦσαι καὶ ὁ φυσητὴς ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦνται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημένην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς χώνης τόπων, ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, [5] ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ. ἐκθυμιωμένης δὲ αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματοποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ' ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις ‹ἐκ› τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις [6] ἀφομοιοῦται. τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τόπους, καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει τοῦ οἴκου, ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. τινὲς δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν.

[7]    ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔν τε ὄξει φυραθεῖσαν ἀποφορὰν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει· κἂν ἐπ' ἄνθρακος διαπύρου ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τοιούτων εὑρίσκεται.

[8]    πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδήσας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος ἢ ξηρὰν ἢ ὕδατι πεφυραμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον, καὶ ἔγκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕτως γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται, τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ. εἶτα ἐάσας καταστῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶν τε καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ· λοιπὸν τὸ μὲν [9] ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο. τινὲς δὲ ξηράναντες ‹αὐτήν›, ἐφ' ὅσον ἐνδέχεται, ‹καὶ› ταῖς χερσὶ λεάναντες μεθ' ὕδατος καὶ μελιτώδη τὴν σύστασιν ποιήσαντες διηθοῦσι δι' ὀθονίου, περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι μέλλοντι ἀγγείῳ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον· πρὸς ‹δὲ› τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέουσι τῷ ὀθονίῳ καὶ [10] ἀναταράσσουσι τὴν σποδόν. εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ' ἐγκαθήμενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι, καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρὰ καὶ ἀμέτοχος ἄμμου [11] γένηται ἡ σποδός. ἄλλοι δὲ ὡς ἔστιν ὁλομερὴς εἰς ὕδωρ κατ' ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην, οἰόμενοι ἄμμον μὲν καὶ τὰ λιθώδη τῷ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου καταρρυήσεσθαι, τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρηθήσεσθαι διὰ τὴν κουφότητα· λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς ‹τὴν› καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης.

[12]    δύναμιν δὲ ἔχει ἡ πομφόλυξ στυπτικὴν καὶ ψυκτικὴν καὶ ἀναπληρωτικήν, καθαρτικήν ‹τε› καὶ προσπλαστικὴν καὶ ποσῶς ξηραντικήν· ἔστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀναδεύσας ὕδατι ‹καὶ› ποιήσας τροχίσκους θὲς ἐπ' ὄστρακον καινόν ‑ ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν ‑ καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ [13] γένωνται. γνωστέον δὲ ὅτι καὶ ἐκ τοῦ χρυσοῦ καὶ ἀργύρου, ἔτι δὲ μολύβδου γίνεται σποδός· καὶ ἔστι μετὰ τὴν Κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη.

   ἐπειδὴ δὲ καὶ τὰ ἀντίσποδα ἱκανῶς εὐχρηστεῖ ὑστερούσης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑποδεῖξαι, [14] τίνα τε ὑπάρχει καὶ ὃν τρόπον παραλημφθείη. λαβὼν τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμεικὴν ‹ὀπτᾶν›· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς [15] δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ. ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε· ἔστω δὲ τῆς ἀγρίας ἐλαίας, εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξωστεισμένα ἢ κηκίδα ἢ ῥάκη λινᾶ ἢ ἄωρα συκάμινα λευκὰ προεξηραμμένα ἐν ἡλίῳ ἢ [βοτάνην] σχῖνον ἢ τέρμινθον ἢ οἰνάνθην ἢ βάτου τὰ ἁπαλὰ φύλλα ἢ πύξου κόμας ἢ τὴν λεγομένην [16] ψευδοκύπερον σὺν τῷ ἄνθει. τινὲς δὲ κλάδους συκῆς προεξηραμμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν· ἄλλοι δὲ ταυρείαν κόλλαν, οἱ δὲ ἔρια οἰσυπηρὰ τραχέα πίσσῃ ἢ μέλιτι δεύσαντες ὁμοίως καίουσιν.

[76]

[1]    ὁ δὲ κεκαυμένος χαλκός ἐστι καλὸς ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται. σκευάζεται δ' ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ κύθρᾳ, ὑποπασσομένου θείου μετὰ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου ἐναλλάξ· πωμασθεῖσα δὲ ἡ κύθρα καὶ περιπλασθεῖσα πηλῷ κεραμεικῷ δίδοται εἰς κάμινον, ἄχρι ἂν οὗ τελείως ὀπτηθῇ.

[2] οἱ δὲ ἀντὶ τοῦ θείου στυπτηρίαν παρεμπάσσουσιν· ἔνιοι δὲ δίχα τοῦ θείου καὶ τῶν ἁλῶν συνθέντες ἐν χύτρᾳ καίουσιν ἐφ' ἱκανὰς ἡμέρας. οἱ δὲ τῷ θείῳ μόνῳ χρῶνται, ἀπασβολοῦνται μέντοι. ἄλλοι δὲ χρίοντες τοὺς ἥλους σχιστῇ στυπτηρίᾳ μετὰ θείου καὶ ὄξους καίουσιν ἐν ὠμῇ χύτρᾳ. ἄλλοι δὲ ἐν χαλκῇ χύτρᾳ ὄξει καταρραίνοντες αὐτοὺς οὕτως ὀπτῶσι· μετὰ δὲ τὸ καῆναι πάλιν τὸ αὐτὸ ποιοῦσιν ἐπὶ τρίς, ἔπειτα ἀποτίθενται. πρωτεύει δὲ ὁ ἐν Μέμφιδι καιόμενος, ἔπειτα ὁ ἐν Κύπρῳ.

[3]    δύναται δὲ στύφειν, ξηραίνειν, λεπτύνειν, καταστέλλειν, ἐπισπᾶσθαι, ἀνακαθαίρειν ἕλκη καὶ ἀπουλοῦν, σμήχειν τὰ ἐν ὀφθαλμοῖς, τήκειν τὰ ὑπερσαρκοῦντα, νομὰς ἰστάνειν· κινεῖ δὲ καὶ ἐμέτους μετὰ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλειχθεὶς σὺν μέλιτι ἢ διακλυζόμενος. πλύνεται δὲ ὡς ἡ καδμεία τετράκις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος, ἄχρι μηδεμία ἐφίστηται λάμπη. καὶ ἡ σκωρία δὲ αὐτοῦ ὡσαύτως πλυνομένη τὴν αὐτὴν ἔχει δύναμιν, ἀσθενεστέραν μέντοι.

[77]

[1]    χαλκοῦ δὲ ἄνθος, ὅ τινες τῶν παλαιῶν ἥλων ψῆγμα ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλβον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται· ἀπελέγχεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι.

[2]    γίνεται δὲ οὕτως· ὅταν ἐν ταῖς μεταλλικαῖς χώναις τακεὶς ὁ χαλκὸς εἰς τὰς δεξαμενὰς καταρρυῇ διὰ [τῶν ἠθμῶν] τῶν διηκόντων σωλήνων, διακαθαίροντες τὴν ἀκαθαρσίαν οἱ πρὸς τούτοις ὄντες ὕδωρ ἐπιχέουσιν ἀκραιφνέστατον αὐτῷ, ψύξαι προαιρούμενοι· ὑπὸ τῆς οὖν αἰφνιδίου πυκνώσεως καὶ συναγωγῆς ὡσπερεὶ ἐκπτύεται καὶ ἐπανθεῖ τὸ προειρημένον.

[3]    στύφει δὲ καὶ τοῦτο καὶ καταστέλλει τὰς ὑπεροχὰς καὶ σμήχει τὰ ταῖς κόραις ἐπισκοτοῦντα, δάκνον ἱκανῶς. ἔστι δὲ καὶ πάχους ἀγωγὸν τετρωβόλου πλῆθος διδόμενον· ἐκτήκει δὲ καὶ τὰ ἐν μυκτῆρσι σαρκώματα καὶ ‹ἐν› δακτυλίῳ, καὶ ἐξανθήματα σὺν οἴνῳ στέλλει, καὶ πρὸς δυσκωφίας χρονίους τὸ λευκὸν ἐμφυσᾶται διὰ σίφωνος λεῖον· στέλλει δὲ καὶ κιονίδας καὶ παρίσθμια λεῖον σὺν μέλιτι προσαπτόμενον.

[78]

[1]    λεπὶς δὲ ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων παχεῖα, καλουμένη δὲ ἡλῖτις, καλή· φαύλη δὲ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν, ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην.

   δύναμιν δὲ ἔχει στυπτικήν, σταλτικήν, λεπτυντικήν, σηπτικήν, νομῶν ἐφεκτικήν, ἀπουλωτικήν· πινομένη δὲ μετὰ μελικράτου [2] ὕδωρ ἄγει. τινὲς δὲ φυρῶντες αὐτὴν μετὰ ἀλεύρου ἐν καταποτίῳ διδόασι. μείγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι, ξηραίνουσα ‹τὰ› ῥεύματα καὶ βλέφαρα τραχέα ἀποτήκουσα.

[3]

   πλύνεται δὲ οὕτως· καθάρας τῆς ξηρᾶς λεπίδος ἡμιμναῖον βάλε εἰς θυίαν μεθ' ὕδατος διαυγοῦς, καὶ συναναταράξας τῇ χειρὶ ἐπιμελῶς, ἄχρι ἂν ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφεστῶτα, ἀποχέας τε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον ἕνα, πλατείᾳ τε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυίᾳ οἱονεὶ [4] ἀποψώχων. ὅταν δὲ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ μικρὸν ὕδωρ προσεπίχει ἄχρι κυάθων ἓξ τρίβων συντόνως, ἀναλαβών τε τὴν λεπίδα τῇ χειρὶ ὡς πρὸς τὸ πλευρὸν τῆς θυίας τρῖβε εὐτόνως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρυὲν εἰς πυξίδα ἐρυθροῦ χαλκοῦ· τοῦτο γάρ ἐστι τὸ ὥσπερ ἄνθος τῆς λεπίδος καὶ εὔτονον τῇ δυνάμει καὶ εὐθετοῦν εἰς τὰ ὀφθαλμικά, [5] τὸ δὲ λοιπὸν ἄτονον. καὶ τὸ καταλειφθὲν δὲ ὁμοίως πλύνων ἀναιροῦ, ἄχρι ἂν μηδεμίαν γλισχρότητα ἀποκρίνῃ, τὸ δὲ λοιπὸν δεῖ σκεπάσαντα ὀθονίῳ ἐᾶσαι ἀκίνητον ἐπὶ δύο ἡμέρας, εἶτα ἀποχέαντα τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράναντα ἀποτίθεσθαι εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύνουσιν ὡς τὴν καδμείαν καὶ ἀποτίθενται.

   λεπίδος δὲ στομώματος δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ χαλκοῦ λεπίδι, καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία, ἐν μέντοι τῷ τὴν κοιλίαν καθαίρειν λείπεται τῆς τοῦ χαλκοῦ.

[79]

[1]    ἰὸν δὲ τὸν ξυστὸν οὕτως σκευαστέον· εἰς πιθάκνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν ἀγγεῖον· καλὸν μέν, εἰ καμαροειδὲς ‹εἴη›, εἰ δὲ μή γε, ἰσόπεδον· ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον· διὰ δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς τὸ ‹αὐτὸ› ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων [2] ἡμερῶν ἀπόξυε. ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα, ὀξίζοντα ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας ὡσαύτως ἀναστρέφου. ἔνεστι δὲ καὶ ἐκ ῥινημάτων ποιῆσαι ἢ λεπίδων, αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται, ἐάν τις αὐτὰ ἐπιρραίνων ὄξει ἀνακινῇ τρὶς ἢ τετράκις ‹τῆς› ἡμέρας, ἄχρι ἂν παντελῶς ἰωθῇ.

[3]    γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν δὲ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δὲ ἐκ τοῦ σπηλαίου δαψιλῆ μὲν ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δὲ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμεῖχθαι λιθώδεσι.

[4]    δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγομένοις, μᾶλλον δὲ τούτοις· τινὲς μὲν γὰρ κισήρει, οἱ δὲ μαρμάρῳ, ἄλλοι δὲ χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίσηριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος· συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ [5] πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ. οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὲς ἀπελέγχεται τῷ πυρί· εἰ γάρ τις ἐμπάσας τὸν οὕτως δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ ὄστρακον, τούτων τὸ ἕτερον ἐπὶ θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ κατερυθραίνεται τὸ χαλκανθὲς διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χρόαν.

[6]    τοῦ δὲ λεγομένου σκώληκος ἰοῦ δισσὸν εἶδος ὑπάρχει· ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως· εἰς θυίαν Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πεποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ τρῖβε, ἕως οὗ γλοιωθῇ, εἶτα ἔμβαλε στυπτηρίας στρογγύλης δ΄ καὶ ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὡς ὅτι λευκοτάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου τὸ ἴσον· εἶτα λέαινε ἐν ἡλίῳ ‹ἐν› τοῖς ὑπὸ κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει ῥυσώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας [7] τοῖς Ῥοδιακοῖς ὁμοίους ἀποτίθεσο. ἐνεργὴς δὲ καὶ εὔχρους γίνεται ἄγαν, ἐὰν ὄξους μὲν λάβῃ μέρος ἕν, οὔρου δὲ παιδίου μέρη δύο, τὰ δ' ἄλλα ὡς προείρηται. τινὲς δὲ ἀποτετευγμένῳ ‹τῷ› ξυστῷ κόμι μείξαντες ἀναπλάσσουσι ‹καὶ πωλοῦσιν›, ὃν παραιτητέον ὡς φαῦλον. ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰὸς διὰ θυίας καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δὲ [8] οὔρου παιδίου, ᾧ τὸ χρυσίον κολλῶσιν. ἀναλογοῦσι δὲ κοινῶς οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ, μᾶλλον δὲ ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δὲ ὅτι προέχει μὲν αὐτῶν ὁ ὀρυκτὸς σκώληξ· ἐχόμενος δ' ἐστὶν ὁ ξυστός, εἶτα ὁ σκευαστός· δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ τῶν χρυσοχόων ἀνάλογος τῷ ξυστῷ.

[9]    δύναται δὲ πᾶς ἰὸς στύφειν, θερμαίνειν, ἀποσμᾶν τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λεπτύνειν, δάκρυον ἄγειν, νομὰς ἴσχειν, τραύματα ἀφλέγμαντα τηρεῖν, ‹τὰ παλαιὰ› ἀπουλοῦν ἕλκη σὺν ἐλαίῳ καὶ κηρῷ. σὺν μέλιτι δὲ ἑψηθέντες τύλους καὶ τὰ ῥυπαρὰ [10] τῶν ἑλκῶν ἀνακαθαίρουσιν. ἀμμωνιακῷ δὲ ἀναλημφθέντες εἰς κολλούρια σύριγγας καὶ τύλους ἐκτήκουσι, χρήσιμοι δὲ καὶ πρὸς ἐπουλίδας καὶ τὰς τῶν οὔλων ἐξοχάς. ἱκανῶς δὲ καὶ βλέφαρα λεπτύνουσι σὺν μέλιτι ἐγχριόμενοι· δεῖ δὲ πυριᾶν μετὰ τὴν ἔγχρισιν σπόγγῳ ἐξ ὕδατος θερμοῦ· ἀναλημφθέντες δὲ ῥητίνῃ τερεβινθίνῃ σὺν χαλκάνθῳ ἢ νίτρῳ λέπρας ἐξάγουσι.

[11]    καυστέον δὲ ὃν ἂν θέλῃς ἰὸν οὕτως· θλάσας αὐτὸν εἰς ὁλοσχερέστερα μέρη καὶ τηγάνῳ κεραμεῷ ἐπιθεὶς ἀπέρεισαι ἐπ' ἀνθράκων διαπύρων, κίνει τε, ἕως ἂν μεταβάλῃ καὶ ὑποσποδίσῃ τῇ χρόᾳ· λοιπὸν δὲ ψύξας ἀποτίθεσο καὶ χρῶ. τινὲς δὲ ἐν ὠμῇ χύτρᾳ αὐτὸν καίουσιν ὡς προείρηται, οὐκ εἰς τὸ αὐτὸ δὲ πάντοτε καιόμενος μεταβάλλει χρῶμα.

[80]

[1]    ἰὸς ‹δὲ› σιδήρου στύφει, ῥοῦν τε γυναικεῖον προστεθεὶς ἴσχει, πινόμενός τε ἀσυλλημψίαν ποιεῖ. ἐπιχριόμενος δὲ σὺν ὄξει ἐρυσιπέλατα καὶ ἐξανθήματα ἐνεργῶς ἰᾶται, πρός τε παρωνυχίας καὶ πτερύγια καὶ τραχέα βλέφαρα εὔχρηστος καὶ κονδυλώματα, καὶ οὖλα κρατύνει, ποδαγρικούς τε ὠφελεῖ περιχριόμενος [2] καὶ ἀλωπεκίας δασύνει. σίδηρος δὲ πεπυρωμένος ἐνσβεσθεὶς ὕδατι ἢ οἴνῳ καὶ πινόμενος ἁρμόζει κοιλιακοῖς, δυσεντερικοῖς, σπληνικοῖς, χολεριῶσι, στομάχῳ ἀναλελυμένῳ. ἡ δὲ σκωρία τοῦ σιδήρου δύναται ὅσα καὶ ὁ ἰὸς τοῦ σιδήρου, ἐπ' ἔλαττον δέ· βοηθεῖ καὶ ἀκονίτῳ ποθεῖσα μετ' ὀξυμέλιτος.

[81]

[1]    σκευάζεται καὶ ὁ πεπλυμένος μόλυβδος τὸν τρόπον τοῦτον· βαλὼν εἰς μολυβῆν θυίαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ, ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες, εἶτα διήθει αὐτὸ δι' ὀθονίου προσεπιχέων τὸ ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλισθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρι οὗ ἄν σοι δόξῃ αὐτάρκως ἔχειν· εἶτα ἐάσας ὑποστῆναι τὸν πεπλυμένον ‹μόλυβδον›, ἀποχέας τε τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι ἂν μηκέτι ἐφίστηται μελανία, εἶτα ἀναπλάσας τροχίσκους ἀποτίθεσο.

[2] οἱ δὲ καθαρὸν μόλυβδον ῥινήσαντες τρίβουσιν ἐν λιθίνῃ θυίᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθ' ὕδατος, ὑπὸ χεῖρα ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑποστῆναι ‹καὶ› ἀποχέαντες ἀναπλάσσουσιν εὐθέως· τὸ γὰρ ἐφ' ἱκανὸν τριβόμενον γίνεται ψιμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βελτίονα εἶναι τὸν οὕτως πλυνόμενον μόλυβδον.

[3]    δύναται δὲ στύφειν, ψύχειν, παρεμπλάττειν, μαλάττειν πληροῦν τὰ κοιλώματα, στέλλειν τὰ ἐν τοῖς ὀφθαλμοῖς ῥεύματα καὶ τὰ ὑπερσαρκοῦντα τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἴσχαιμος, καὶ ‹ποιεῖ› πρὸς τὰ ἐν δακτυλίῳ ἕλκη, κονδυλώματα, αἱμορροίδας μετὰ ῥοδίνου καὶ τὰ δυσκατούλωτα, καὶ καθόλου ποιεῖ, ὅσα καὶ ἡ σποδὸς δίχα τοῦ ἐσχαροῦν. ὁ δὲ ἀκέραιος μόλυβδος παρατριβόμενος βοηθεῖ σκορπίου θαλασσίου καὶ δράκοντος πληγῇ.

[4]    καίεται δὲ ὁ μόλυβδος οὕτως· λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι λεπτότατα ἐπίθες ἐπὶ καινὴν λοπάδα, καὶ ἐπιπάσας θεῖον πάλιν ἕτερα ἐπίθες πέταλα καὶ θεῖον ἐπίπασσε καὶ πάλιν ἕτερα, καὶ τὸ αὐτὸ ποίει, ἄχρι οὗ πληρώσῃς τὴν λοπάδα, εἶτα ὑπόκαιε· ἀναφθέντος δὲ τοῦ μολύβδου κίνει σιδήρῳ, ἄχρι ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐντρέχῃ μολυβδῶδες, καὶ ἀναιροῦ, σκεπάσας τοὺς ῥώθωνας· βλαβερὰ γὰρ ἡ ἀποφορά.

[5] ἢ ῥινήματα μολύβδου βαλὼν μετὰ θείου εἰς λοπάδα οὕτως καῖε· οἱ δὲ εἰς κύθραν ὠμὴν βαλόντες τὰ πέταλα, ὡς εἴρηται, ἐν καμίνῳ ἐντιθέασιν ἢ ἐπὶ ἐσχάρας, περιπλάσαντες τὸ πῶμα καὶ ὀλίγην δόντες ἀναπνοήν. οἱ δὲ ψιμύθιον παρεπιπάττουσιν [6] ἀντὶ τοῦ θείου ἢ κριθάς. οἱ δὲ ἀκεραίους τὰς λεπίδας ἐπιθέντες ὀξεῖ πυρὶ χρῶνται καὶ κινοῦσιν ἐπιτεταμένως σιδήρῳ, ἄχρι ἂν ἐκτεφρωθῇ· ἔστι δὲ δυσχερὴς ἡ τοιαύτη καῦσις· καὶ ἐπὶ πλεῖον δὲ καεὶς λιθαργύρου λαμβάνει ‹τὸ› χρῶμα. ἡμῖν μέντοι ἀρέσκει ἡ πρώτη καῦσις· δεῖ δὲ πλύνειν αὐτὸν ὡς τὴν καδμείαν καὶ ἀποτίθεσθαι.

   δύναμιν δὲ ἔχει, ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονωτέραν δὲ μᾶλλον.

[82]

[1]    σκωρία δὲ μολύβδου ἐστὶν ἀρίστη ἡ ψιμυθιοφανής, πυκνὴ δὲ καὶ δύσθραυστος, μηδὲν ἔχουσα μολυβδῶδες, μηλινοειδὴς δὲ τῷ χρώματι καὶ ὑαλίζουσα.

   δύναται δὲ τὰ αὐτὰ τῷ κεκαυμένῳ μολύβδῳ, στύφουσα μᾶλλον.

   πλύνεται δ' ἐν θυίᾳ ἐπιχεομένου ὕδατος καὶ ἀποχεομένου τοῦ ἐφισταμένου μηλίνου χρώματος. πολλάκις δὲ τοῦτο γίνεται, ἄχρι οὗ ἂν ἀναλωθῇ ἡ σκωρία, τό τε λοιπὸν ἐάσαντες ὑποστῆναι αὐτὴν ἀποχέομεν τὸ ὕδωρ καὶ οὕτως ἀναπλάσσομεν.

[83]   καὶ ὁ μολυβδοειδὴς δὲ λίθος ἀνάλογον ἔχει τὴν δύναμιν τῇ σκωρίᾳ· πλύνεται δὲ ὁμοίως.

[84]   στίβι δὲ κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον, ἐν τῇ θραύσει πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρόν, εὐχερῶς τε θλώμενον. τοῦτο ἔνιοι πλατυόφθαλμον, οἱ δὲ λάρβασον ἐκάλεσαν.

[2]    δύναμιν δὲ ἔχει παρεμπλαστικήν, στυπτικήν, ψυκτικήν, σταλτικὴν τῶν ὑπερσαρκούντων, ἀπουλωτικὴν ἑλκῶν καὶ καθαρτικὴν ῥυπαριῶν καὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. ἐπέχει δὲ καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας, καὶ καθόλου δὲ ἐμφερής ἐστιν ἡ δύναμις αὐτοῦ τῷ κεκαυμένῳ μολύβδῳ. ἰδίως δὲ κατακαύματα οὐκ ἐᾷ ἐσχαροῦσθαι σὺν στέατι νεαρῷ καταχρισθὲν καὶ ἀπουλοῖ τὰ ἐσχαρωθέντα κηροῦ καὶ ὀλίγου ψιμυθίου μιγέντων.

[3]    ὀπτᾶται δὲ στέατι περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄνθρακας, ἄχρι ἂν ἀνθρακωθῇ τὸ στέαρ· ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενοτόκου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δὲ ἐπ' ἀνθράκων ἐπιτεθὲν καὶ ἐμφυσηθὲν ἄχρι πυρώσεως· ἐὰν γὰρ ἐπὶ πλεῖον καῇ, μολυβδοῦται. πλύνεται δὲ ὡς ἡ καδμεία καὶ ὁ χαλκὸς ‹κεκαυμένος›· ἔνιοι δὲ ὁμοίως τῇ τοῦ μολύβδου πλύνουσι σκωρίᾳ.

[85]

[1]    μολύβδαινα δέ ἐστιν ἀρίστη ἡ λιθαργυροφανής, ξανθή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσά τε ‹ἐν› ἐλαίῳ ἡπατοειδὴς τῷ χρώματι· ἡ δὲ ἀερίζουσα ἢ μολυβδόχρους φαύλη. γεννᾶται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ τις καὶ ὀρυκτὴ κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωριοειδὴς μηδὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα.

[2]    δύναμιν δὲ ἔχει ὁμοίαν λιθαργύρῳ καὶ σκωρίᾳ μολύβδου, πλύσιν τε καὶ καῦσιν τὴν αὐτήν. μείγνυται δὲ ἐπιτηδειότερον αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις ‹ἐμπλάστροις› χρησίμως, οὖσα σαρκωτικὴ καὶ ἀπουλωτική, ταῖς μέντοι σμηκτικαῖς οὐχ ἁρμόζει δυνάμεσιν.

[86]

[1]    ἡ δὲ τοῦ ἀργύρου σκωρία καλεῖται ἕλκυσμα.

   τὴν δ' αὐτὴν ἔχει τῇ μολυβδαίνῃ δύναμιν, ὅθεν ἐμπλάστροις ‹τε› φαιαῖς μείγνυται καὶ ἀπουλωτικαῖς, στυπτικὴ οὖσα καὶ ἐμπλαστική.

[87]

   λιθάργυρος· ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος καλουμένης ἄμμου γεννᾶται, χωνευομένης ἄχρι τῆς τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου ἡ δὲ ἐκ μολύβδου. διαφέρει δὲ ἡ Ἀττική, δευτερεύει δὲ ἡ Σπάνη, μεθ' ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ· πλείστη γὰρ ἐν τοῖς τόποις ‹τούτοις› γεννᾶται μολυβῶν ἐλασμάτων [2] ἐκφλογουμένων. καλεῖται δὲ ἡ μὲν ξανθὴ καὶ στίλβουσα χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελιὰ ἀργυρῖτις, ἡ δὲ ἐκ τοῦ ἀργύρου σκαλαυθρῖτις.

   δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικήν, ψυκτικήν, παρεμπλαστικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ἐκσαρκούντων καὶ ἀπουλωτικήν.

[3]    καύσεις δὲ αὐτὴν οὕτως· κατακόψας εἰς καρύων μεγέθη ‹καὶ› ἐπιθεὶς ἐπ' ἄνθρακας, ἐκριπίσας τε ἄχρι πυρώσεως καὶ περιμάξας τὴν περικειμένην ἀκαθαρσίαν ἀποτίθεσο. ἔνιοι δὲ ὄξει ἢ οἴνῳ σβεννύντες αὐτὴν ἐπὶ τρὶς πάλιν καίουσι, καὶ ταῦτα ποιοῦντες ἀποτίθενται. πλύνεται δὲ ὡς ἡ καδμεία.

[4]    λευκαίνεται δὲ οὕτως· λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή γε, τῆς ἄλλης θραῦσον εἰς μεγέθη κυάμων ὅσον χοίνικα Ἀττικήν, βαλών τε εἰς καινὴν χύτραν ἐπίχει ὕδωρ, προσεμβάλλων πυρῶν λευκῶν χοίνικα. καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ ἀραιῷ κριθῶν δράκα ‹δήσας› ἀπὸ τοῦ ὠτὸς τῆς κύθρας κρέμασον, [5] ἕψε τε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί. εἶτα κατεράσας πάντα εἰς κρατῆρα πλατύστομον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε βιαίως ταῖς χερσὶ προστρίβων ἅμα, εἶτα ἀνελόμενός τε αὐτὴν καὶ ξηράνας τρῖβε ἐν θυίᾳ Θηβαικῇ ἐπιχέων θερμὸν ὕδωρ, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε δι' ὅλης τῆς ἡμέρας· εἰς ἑσπέραν δὲ ἐπιχέας ὕδωρ θερμὸν ἔασον, καὶ πρωὶ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπήθει [6] τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐπὶ ἡμέρας ἑπτά. εἶτα μείξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν ε΄, θερμόν τε παραχέων λέαινε τρὶς τῆς ἡμέρας, ἀπηθῶν καὶ μειγνὺς ὕδωρ. ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ, καὶ ξηράνας ‹ἐν› ὀξυτάτῳ [7] ἡλίῳ προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. ἢ λαβὼν τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον ἁλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπιχέας τε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δείλης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας τριάκοντα· μὴ κινουμένη γὰρ ἀποστρακοῦται.

[8] μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην, ἐν Θηβαικῇ θυίᾳ τὴν λιθάργυρον λέαινε, καὶ βαλὼν αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον ἐπιχέας τε ὕδωρ κίνει ταῖς χερσὶν ἐπιμελῶς, ἀποχέων τὸ πρῶτον καὶ ἕτερον ἐπιχέων, ἄχρι οὗ ἂν μηδεμίαν ἔμφασιν τῆς ἁλυκότητος ἔχῃ· εἶτα ἀποχέας τὸ λευκὸν τῆς λιθαργύρου εἰς ἄλλο ἀγγεῖον ἀνάπλασσε τροχίσκους καὶ ἀπόθου εἰς μολυβῆν [9] πυξίδα. οἱ δὲ καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάργυρον καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι, ἄχρι οὗ ἂν τακερωθῇ τὸ σπλάγχνον, εἶτα ἐξελόντες καὶ μετὰ ἴσων ἁλῶν τρίψαντες πλύνουσιν, ὡς προείρηται. ἔνιοι δὲ ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτο τρίβουσιν ἐν ἡλίῳ [10] μεθ' ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρι ἂν λευκὴ γένηται. ἢ καὶ οὕτως· λαβὼν τῆς λιθαργύρου ὅσον ἂν θέλῃς καὶ ‹ἐν›εἰλήσας ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούς τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε· ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τό τε ἔριον μελανθῆ, ἐξελὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε, [11] καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμων τε τὸ ἴσον πλῆθος. καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς δραχμὰς π΄ Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ λίτραν μίαν καὶ λέαινε· διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευκοτάτου διειμένου μεθ' ὕδατος ὁλκὰς μζ΄ καὶ πάλιν τρῖβε, ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτως τε κατεράσας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας δαψιλὲς ὕδωρ ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι [12] ἄφες καὶ ἀπήθησον. ἐναλλὰξ δὲ τὰ προειρημένα ποίει, ἕως καθαρὸν ἄγαν τὸ ἀπορρέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος ἀμέτοχον γένηται. ἐπὶ πᾶσιν δὲ κατεράσας αὐτὴν εἰς λοπάδα κεραμεᾶν καινήν, ἀπηθημένου παντὸς πράως τοῦ ὑγροῦ, θὲς ἐν ἡλίῳ ἐπὶ ἡμέρας τεσσαράκοντα ὑπὸ κύνα καὶ ξηράνας χρῶ.

   δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐλὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.

[88]

[1]    ψιμύθιον δὲ γίνεται οὕτως· εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυβδίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ κεραμίου, προυποκειμένου καλαμίνου ῥίπου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὄξος· ὡς δ' ἂν καταρρυεῖσα διαπέσῃ, τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ.

[2] εἶτα ἀλεστέον ἐν χειρομυλίῳ ἢ λεαντέον ἄλλως καὶ σηστέον, καὶ μετὰ ταῦτα τὸ λοιπὸν τοῦ στερεμνίου λεπτοποιητέον καὶ σηστέον, ἐναλλάξ τε τὰ αὐτὰ καὶ τρίτον καὶ τέταρτον ποιητέον. ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραλημπτέον δυνάμεις, δευτερεύει δὲ τὸ ἐχόμενον καὶ [3] κατὰ τάξιν τὰ λοιπά. τινὲς δὲ κατὰ μέσον τὸ ἀγγεῖον κατερείσαντες ‹ξύλον›, τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύειν τοῦ ὄξους, τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες καὶ περιχρίσαντες ἐῶσι καὶ δι‹ὰ ι΄› ἡμερῶν ἀφαιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται· ὅταν δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦσιν ὁμοίως τοῖς προειρημένοις. εἰ δὲ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως [4] ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ. θέρους μέντοι ἐργαστέον τὰ προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται. σκευάζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλανείων τιθεμένων ἢ καμίνων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας.

[5]    ὀπτητέον δὲ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπ' ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δὲ τῇ χρόᾳ ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται [6] καὶ ἀνελόμενος χρῶ. τὸ δὲ οὕτως σκευασθὲν σάνδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως ‹τῇ› καδμείᾳ.

   δύναμιν δὲ ἔχει ψυκτικήν, ἐμπλαστικήν, μαλακτικήν, πληρωτικήν, λεπτυντικήν, ἔτι δὲ πράως κατασταλτικὴν ὑπεροχῶν καὶ κατουλωτικήν, μειγνύμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλάστροις καὶ τροχίσκοις· ἔστι δὲ καὶ τῶν ἀναιρετικῶν.

[89]

[1]    χρυσοκόλλα δὲ διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατακόρως πρασίζουσα· δευτερεύει δὲ ἡ Μακεδονιακή, εἶτα ἡ Κυπρία, καὶ ταύτης τὴν καθαρὰν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων ἔμπλεων ἀποδοκιμαστέον.

[2]    πλυτέον δὲ τὴν προειρημένην οὕτως· κόψας αὐτὴν ἔμβαλε εἰς θυίαν καὶ ἐπιχέας ὕδωρ τρῖβε πλατείᾳ τῇ χειρὶ πρὸς τὴν ἴγδιν εὐτόνως· εἶτα ἐάσας ἀποκαταστῆναι ἀπήθησον, καὶ ἕτερον ἐπιδοὺς ὕδωρ πάλιν τρῖβε. ταῦτα δὲ ποίει ἐναλλάξ, ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται, λοιπὸν ξηράνας ἐν ἡλίῳ [3] ἀποτίθεσο καὶ χρῶ. ἐὰν δὲ καῦσαι θέλῃς, καῖε τὸν τρόπον τοῦτον· λεάνας αὐτῆς τὸ αὔταρκες δὸς εἰς τήγανον καὶ θεὶς ἐπ' ἀνθράκων τὰ ἄλλα ποίει, ὡς εἴρηται ἐπὶ τῶν πρὸ αὐτοῦ.

   δύναμιν δὲ ἔχει ἡ χρυσοκόλλα σμηκτικὴν οὐλῶν, κατασταλτικὴν σαρκωμάτων καὶ ἀνακαθαρτικήν, στυπτικήν τε καὶ θερμαντικήν, σηπτικὴν πράως μετὰ τοῦ ἐπὶ ποσὸν δάκνειν· ἔστι δὲ καὶ τῶν ἔμετον κινούντων καὶ ἀναιρεῖν δυναμένων.

[90]

[1]    Ἀρμένιον· προκριτέον τὸ λεῖον καὶ τὴν χροιὰν κυάνεον ὁμαλόν τε ἄγαν καὶ ἄλιθον, εὐθρυβές, ἰσοπαχὲς τῇ χρυσοκόλλῃ, ‹τὰ αὐτὰ ποιοῦν τῇ χρυσοκόλλῃ›, περὶ τὴν εὐτονίαν μόνον λειπόμενον αὐτῆς.

   ἔστι δὲ καὶ τριχῶν τῶν ἐν βλεφάροις αὐξητικόν.

[91]   κύανος γεννᾶται μὲν ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ἄμμου, εὑρισκομένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραλημπτέον δὲ τὴν σφόδρα κατακορῆ, καυστέον δὲ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν.

   δύναμιν δὲ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ ἐσχαρωτικὴν καὶ ἑλκωματικήν.

[92]   τοῦ δὲ λεγομένου Ἰνδικοῦ τὸ μὲν αὐτομάτως γίνεται, οἱονεὶ ἔκβρασμα ὂν τῶν Ἰνδικῶν καλάμων· τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας, ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον τὸ κυανοειδές τε καὶ ἔγχυλον, λεῖον.

   ἔστι δὲ τῶν ψυχόντων ἐλαφρῶς καὶ ῥυσούντων φλεγμονὰς καὶ οἰδήματα· ἀνακαθαίρει δὲ καὶ καταστέλλει ἕλκη.

[93]   ὦχραν δὲ λημπτέον τὴν κουφοτάτην καὶ μηλίνην δι' ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον, Ἀττικὴν δὲ τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν.

   δύναμιν δὲ ἔχει στυπτικήν, σηπτικήν, διασκεδαστικὴν φλεγμονῶν καὶ φυμάτων, καταστέλλει τε τὰ ὑπερσαρκοῦντα, καὶ τὰ κοῖλα πληροῖ σὺν κηρωτῇ καὶ πώρους θρύπτει.

[94]   κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλουμένῳ μινίῳ πλανώμενοι· τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμειγμένου τῇ ἀργυρίτιδι ψάμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῇ χώνῃ μεταβάλλει εἰς εὐανθέστατον καὶ φλογωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀποφορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν οἱ ‹ἐπιχώριοι› τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μὲν μὴ σπᾶν [2] δὲ τὸν ἀέρα. χρῶνται δὲ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων κοσμήσεις. τὸ δὲ κιννάβαρι κομίζεται μὲν ἀπὸ τῆς Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτον, ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραμμαῖς ποικιλίαν. ἔστι δὲ καὶ βαθύχρουν, ὅθεν ἐνόμισάν τινες αὐτὸ αἷμα εἶναι δρακόντιον.

[3]    δύναμιν δὲ ἔχει τὸ κιννάβαρι τὴν αὐτὴν τῷ αἱματίτῃ, ἁρμόζον εἰς τὰ ὀφθαλμικά, πλὴν ἐπιτεταμένως· μᾶλλον γὰρ στύφει, ὅθεν ἐστὶ καὶ ἴσχαιμον, καὶ πυρίκαυτα καὶ ἐξανθήματα ἀναλημφθὲν κηρωτῇ θεραπεύει.

[95]

[1]    καὶ ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγομένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαρι, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ' ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη [2] ἀποψηχθεῖσα ὑδράργυρος γίνεται. εὑρίσκεται δὲ καὶ ἐν τῷ μεταλλεύεσθαι τὸν ἄργυρον πρὸς ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα. ἔνιοι δὲ ἱστοροῦσι καὶ καθ' ἑαυτὴν ἐν τοῖς μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν ὑελοῖς ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις· τὴν γὰρ ἄλλην πᾶσαν ὕλην διεσθίει καὶ ἀπορρεῖ.

[3]    δύναμιν δὲ ἔχει φθαρτικὴν ποθεῖσα, τῷ βάρει διαβιβρώσκουσα τὰ ἐντός. βοηθεῖται δὲ γάλακτι πολλῷ πινομένῳ καὶ ἐξεμουμένῳ, ἢ οἴνῳ σὺν ἀψινθίῳ ἢ σελίνου ἢ ὁρμίνου σπέρματι, ἢ ὀριγάνῳ ἢ ὑσσώπῳ σὺν οἴνῳ.

[96]

[1]    μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένη τε φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκεν.

[2]    δύναμιν δὲ ἔχει ‹στυπτικήν›, ἀναξηραντικήν, ἐμπλαστικήν, διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μείγνυται καὶ τροχίσκοις ξηραίνουσι καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ λαμβανομένη καὶ ἐγκλυζομένη· δίδοται καὶ ἡπατικοῖς.

[3]    ἡ δὲ τεκτονικὴ ‹μίλτος› ἥττων ἐστὶ κατὰ πάντα τῆς Σινωπικῆς, ἀρίστη δὲ ἡ Αἰγυπτιακὴ καὶ Καρχηδονική, ἄλιθος, εὐθρυβής· γεννᾶται καὶ ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ τῆς ὤχρας καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον.

[97]

[1]    ἡ δὲ Λημνία λεγομένη γῆ ἐστιν ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφερομένη καὶ μειγνυμένη αἵματι αἰγείῳ, ἣν οἱ ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγιζόμενοι εἰκόνι αἰγὸς σφραγῖδα καλοῦσιν.

[2]    δύναμιν δὲ ἔχει ἀντίδοτον θανασίμων ἐξόχως πινομένη σὺν οἴνῳ, καὶ προλημφθεῖσα ‹δὲ› ἐξεμεῖσθαι ἀναγκάζει τὰ δηλητήρια. ἁρμόζει δὲ καὶ πρὸς τὰς τῶν θανασίμων ἰοβόλων πληγὰς καὶ δήξεις· μείγνυται δὲ καὶ ἀντιδότοις. χρῶνται δέ τινες καὶ εἰς τελετὰς αὐτῇ.

[98]

[1]    χαλκανθὲς τῷ μὲν γένει ἓν καὶ τὸ αὐτὸ ὑπάρχει· ὑγρὸν γάρ ἐστι πεπηγός. εἰδικὰς δὲ ἔχει διαφορὰς τρεῖς· τὸ μὲν γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων. τὸ δ' ἀφθόνως ὑετιζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, [2] ὃ δὴ καὶ πηκτὸν ἰδίως ὀνομάζεται. τὸ δὲ τρίτον καλεῖται μὲν ἑφθόν, σκευάζεται δὲ ἐν Σπανίᾳ. σκευὴν δὲ ἔχει τοιαύτην, ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον· ὕδατι διέντες αὐτὸ ἕψουσιν, εἰς τὰς δεξαμενάς τε κατεράσαντες ἐῶσι· τοῦτο δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον [3] κυβοειδῆ σχήματα βοτρυδὸν ἀλλήλοις προσεχόμενα. ἄριστον δ' αὐτοῦ τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυγές, οἷόν ἐστι τὸ σταλακτόν, ὑπ' ἄλλων δέ τινων λογχωτὸν καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν, τὸ δὲ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν ‹χρῆσιν› ἀσθενέστατον ἡ πεῖρα δεικνύει.

[4]    δύναται δὲ στύφειν, θερμαίνειν, ἐσχαροῦν, ἕλμεις πλατείας ἀναιρεῖν δραχμῆς μιᾶς βάρος καταπινόμενον ἢ μετὰ μέλιτος ἐκλειχόμενον, ἐμέτους τε κινεῖ, καὶ μύκητας λαβοῦσι βοηθεῖ ποθὲν ἐν ὕδατι, κεφαλήν τε καθαίρει ἀνεθὲν ὕδατι καὶ δι' ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.

[99]

[1]    χαλκῖτιν προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις τε καὶ ἀποστιλβούσας ἔχουσαν.

   δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἐσχαρωτικήν, τῶν περὶ κανθοὺς καὶ ὄμματα ἀποκαθαρτικήν· ἔστι δὲ τῶν μετρίως [2] στυφόντων. ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα, ἕρπητας καὶ αἱμορραγίας τὰς ἐξ ὑστέρας καὶ μυκτήρων σὺν πράσου χυλῷ. ξηρὰ δὲ πρός τε ἐπουλίδας καὶ νομὰς καὶ παρίσθμια, κεκαυμένη δὲ πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον χρησιμεύει λεία σὺν μέλιτι, τετυλωμένα βλέφαρα καὶ τραχέα ἀποτήκουσα, σύριγγάς τε αἴρει ἐν κολλουρίου σχήματι ἐντιθεμένη.

[3]    σκευάζεται δὲ ἐξ αὐτῆς τὸ καλούμενον ψωρικόν, διπλασίονος χαλκίτεως πρὸς ἁπλοῦν καδμείας μειγνυμένου καὶ σὺν ὄξει λεαινομένου· δεῖ δὲ ἐν κεραμεῷ ἀγγείῳ κατορύσσειν ἐν κοπρίᾳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας τεσσαράκοντα. γίνεται δὲ δριμύτερον, δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. ἔνιοι δὲ ἴσα μείξαντες οἴνῳ λεαίνουσι καὶ τὰ αὐτὰ ποιοῦσι. καυστέον δὲ αὐτὴν ἐν ὀστράκῳ καινῷ ἐπιθέντας καὶ διαπύροις ἄνθραξιν [4] ἀπερεισαμένους. μέτρον δ' ἔστω τῆς καύσεως ἐπὶ μὲν τῶν πολυύγρων τὸ ἀπομφολύγωτον καὶ καλῶς ξηρὰν γενέσθαι, ἐπὶ δὲ τῶν λοιπῶν ἡ ἐπὶ τὸ εὐανθέστερον μεταβολή· ὅταν γὰρ μιλτώδης γένηται τὴν χρόαν κατὰ βάθος, ἀναιρετέον αὐτήν, τήν τε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον. ὀπτᾶται δὲ ἐπ' ἀνθράκων ἐκφυσωμένων μέχρι τοῦ ὕπωχρον αὐτὴν γενέσθαι, ἢ ἐπ' ὀστράκου καὶ διαπύρων ἀνθράκων στρεφομένη πυκνῶς, ἕως ἂν πυρωθῇ καὶ μεταβάλῃ τὴν χρόαν.

[100]

[1]    μίσυ παραλημπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς.

   δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τῆς τοῦ ψωρικοῦ κατασκευῆς, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρον. τὸ δὲ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα διαφέρει ἐμπρακτότερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ λείπεται τοῦ προειρημένου.

[101]   μελαντηρία ἡ μέν τις τῶν ὀρυγμάτων τοῖς στομίοις, ἀφ' ὧν ἂν μεταλλευθῇ χαλκός, ἐπιπήσσεται ἁλμυρίδος τρόπον, ἡ δὲ ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων, ἥτις καὶ γεώδης ἐστίν· εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πολλοῖς τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους, λεία, ὁμαλή, καθαρά, ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως.

   δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυι.

[102]   τὸ δὲ σῶρι ἔνιοι ὑπέλαβον εἶναι μελαντηρίαν πλανώμενοι· ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον, βρωμωδέστερον δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αἰγύπτῳ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Λιβύῃ καὶ Σπανίᾳ καὶ Κύπρῳ. προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις τε πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ [2] ἀνατρεπτικὸν στομάχου. τὸ δὲ λαμπυρίζον ἐν τῷ θραυσθῆναι ἐμφερῶς τῷ μίσυι ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι.

   δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς ὑποσάλους ‹δὲ› ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετ' οἴνου ἐγκλυζόμενον, ἰόνθους τε σβέννυσι μεθ' ὕδατος καταχρισθέν· [3] μείγνυται καὶ εἰς τριχῶν μελάσματα. κοινῷ δὲ τρόπῳ ἐπί τε τούτων σχεδὸν καὶ τῶν ἄλλων πάντων δυναμικώτερα τὰ ἀκατάκαυτα τῶν κεκαυμένων ἡγητέον, πλὴν ἁλῶν καὶ τρυγὸς καὶ νίτρου καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν δύναμιν· ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καιόμενα.

[103]

[1]    τοῦ δὲ διφρυγοῦς τρία οἰητέον εἴδη· τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται. πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ ‹σπηλαίου› τινὸς τῶν ἐκεῖ, εἶτα ἀνενεχθὲν ξηραίνεται ἐν ἡλίῳ καὶ μετὰ ταῦτα φρυγάνοις κύκλῳ περιτιθεμένοις καίεται· ὅθεν καὶ διφρυγὲς ἐκλήθη διὰ τὸ ὑπὸ τοῦ ἡλίου καὶ τῶν φρυγάνων ξηραίνεσθαί τε καὶ φρύγεσθαι.

[2] τὸ δὲ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τις καὶ τρὺξ ὑπάρχει· μετὰ γὰρ τὴν τοῦ ψυχροῦ ὕδατος περίχυσιν, ὡς ἀνώτερον ἔφαμεν περὶ ἄνθους χαλκοῦ διαλεγόμενοι, ‹καὶ› μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκείμενον τῷ πυθμένι αὐτῆς, τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται οὕτως· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον· ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται, [3] ἀνελόμενοι ἀποτίθενται. τινὲς δέ φασιν ἐκ μόνης τῆς τὸν χαλκὸν λίθου ἀποτελούσης [ὕλης] γεννᾶσθαι τὸ προειρημένον, ὅταν ὀπτηθεῖσα ἐν ταῖς λεγομέναις ἅλωσιν ἄνω μετενεχθῇ εἰς τοὺς βόθρους καὶ ἐνταῦθα καίηται· τόν τε γὰρ κύκλῳ τῶν βόθρων τόπον ἐπιλαμβάνειν καὶ μετὰ τὴν ἀναίρεσιν τῶν λίθων οὐδὲν ἧσσον εὑρίσκεσθαι. προκριτέον δ' αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον, ἰίζον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσσαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν καίοντες ἀντὶ διφρυγοῦς πιπράσκουσι.

[4]    δύναμιν δὲ ἔχει στυπτικήν τε καὶ ἀναξηραντικὴν ἐπιτεταμένως, ἀνακαθαρτικήν τε καὶ σμηκτικὴν καὶ κατασταλτικὴν ὑπερσαρκώσεως, ἀπουλωτικὴν κακοήθων καὶ ἑρπυστικῶν ‹ἑλκῶν›· διαφορεῖ καὶ ἀποστήματα ἀναλημφθὲν τερεβινθίνῃ ἢ κηρωτῇ.

[104]

[1]    ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σανδαράκῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάς τε πλάκας λεπιζομένας ἔχον καὶ ὡς ἂν ἐπικειμένας ἀλλήλαις, ἔτι δὲ ἀμιγεῖς ἑτέρας φύσεως. τοιοῦτο δ' ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἔστι δ' αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, ‹ὠχροειδὲς› τῇ χρόᾳ, σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον· δευτερεύει δὲ τὸ τοιοῦτον.

[2] ὀπτᾶται δὲ οὕτως· ἐπ' ὀστράκου καινοῦ ἐπερεισάμενος αὐτὸ θὲς ἐπὶ διαπύρους ἄνθρακας καὶ στρέφε συνεχῶς· ὡς δ' ἂν πυρωθῇ καὶ μεταβάλῃ, ψύξας καὶ λεάνας ἀποτίθεσο.

   δύναμιν δὲ ἔχει σηπτικήν τε καὶ ἐσχαρωτικὴν μετὰ πυρώσεως καὶ βιαίου δήξεως. ἔστι δὲ καὶ τῶν στελλόντων· ψιλοῖ δὲ καὶ τὰς τρίχας.

[105]

[1]    σανδαράκην δὲ προκριτέον τὴν κατακορῆ, πυρράν, [εὔθλαστον], εὐλέαντόν τε καὶ καθαράν, κινναβαρίζουσαν τὴν χρόαν, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν.

   δύναμιν δὲ ἔχει καὶ ὄπτησιν τὴν αὐτὴν τῷ ἀρσενικῷ. θεραπεύει δὲ καὶ ἀλωπεκίας ἀναλημφθεῖσα ῥητίνῃ, καὶ λεπροὺς ὄνυχας σὺν πίσσῃ ἀφίστησι, καὶ πρὸς φθειριάσεις σὺν ἐλαίῳ [2] ποιεῖ, φύματά τε σὺν στέατι διαφορεῖ. ἁρμόζει δὲ καὶ πρὸς τὰ ἐν ῥισὶ καὶ στόματι ἕλκη καὶ τὰ λοιπά, καὶ πρὸς ἐξανθήματα σὺν ῥοδίνῳ καὶ πρὸς κονδυλώματα· δίδοται καὶ ἐμπυικοῖς σὺν οἰνομέλιτι, καὶ ὑποθυμιᾶται σὺν ῥητίνῃ καὶ πρὸς παλαιὰν βῆχα διὰ σίφωνος ἑλκομένου τοῦ ἀτμοῦ τῷ στόματι, φωνήν τε ἀποκαθαίρει ἐκλειχομένη μετὰ μέλιτος, καὶ ἀσθματικοῖς σὺν ῥητίνῃ καταπότιον δίδοται.

[106]

[1]    στυπτηρίας δὲ σχεδὸν πᾶν εἶδος ἐπὶ τῶν αὐτῶν ἐν τῇ Αἰγύπτῳ μετάλλων εὑρίσκεται· γεννᾶται δὲ καὶ ἐν ἄλλοις τόποις, ‹ὡς› ἐν Μήλῳ, ἐν Μακεδονίᾳ, ἐν Λιπάραις, Σαρδόνι, Ἱεραπόλει τῆς Φρυγίας, Λιβύῃ, Ἀρμενίᾳ, καὶ ἐν ἄλλοις ‹δὲ› τόποις πλείοσιν ὥσπερ ἡ μίλτος.

   ἔστι δ' αὐτῆς εἴδη πλεῖστα, πρὸς δὲ ἰατρικὴν χρῆσιν λαμβάνεται [2] ἡ σχιστή τε καὶ ἡ στρογγύλη καὶ ἡ ὑγρά. ἀρίστη δὲ ὑπάρχει ἡ σχιστή, καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ βαρύοζος, στύφουσά τε εὐτόνως καὶ ἄλιθος, ἔτι δὲ οὐ πεπιεσμένη βωληδὸν ἢ σχιδακηδόν, ἀλλὰ διεξασμένη κατὰ μονάδας πολιαῖς θριξὶν ἐμφερεῖς, οἵα ἐστὶν ἡ λεγομένη τριχῖτις, γεννωμένη δὲ ἐν Αἰγύπτῳ. εὑρίσκεται δὲ λίθος ἐμφερὴς αὐτῇ ἄγαν, ὃν διακριτέον τῷ τῆς γεύσεως κριτηρίῳ, μὴ στύφοντα. τῆς δὲ στρογγύλης ἡ μὲν χειροποίητος ἀδόκιμος ὑπάρχει, [3] γνωρίζεται δὲ ἐκ τοῦ σχήματος. παραλημπτέα δὲ ἂν εἴη ἡ φυσικῶς στρογγύλη καὶ πομφολυγώδης, ὑπόλευκός τε καὶ στύφουσα ἐρρωμένως, ἔτι δὲ ἐπὶ ποσόν ‹τι› ὠχρότητος ἅμα καὶ λιπαρίας ἔχουσα· πρὸς δὲ τούτοις ἄλιθός τε καὶ εὐθρυβὴς καὶ γένει Μηλία ἢ Αἰγυπτία. τῆς δὲ ὑγρᾶς τὴν μάλιστα διαφανῆ προκριτέον καὶ γαλακτώδη, ὁμαλήν τε καὶ διόλου χυλώδη, ἔτι δὲ ἄλιθον καὶ πυρῶδες ἀπονέουσαν.

[4]    δύναμιν δὲ ἔχουσι θερμαντικήν, στυπτικήν, τῶν ἐπισκοτούντων ταῖς κόραις ἀποκαθαρτικήν, τήκουσι δὲ καὶ τὰς ἐπὶ τῶν βλεφάρων σάρκας καὶ τὰ ἄλλα ὑπερσαρκώματα. ἐνεργεστέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον· καίονται δὲ καὶ ὀπτῶνται ὡς χαλκῖτις. ἴσχουσι δὲ καὶ σηπεδόνας καὶ αἱμορραγίας, οὖλά ‹τε› πλαδῶντα στέλλουσι, καὶ ὀδόντας σειομένους [5] κρατύνουσι σὺν ὄξει ἢ μέλιτι. ἄφθας δὲ ὠφελοῦσι σὺν μέλιτι καὶ ἐξανθήματα , ‹καὶ› ῥεύματα ‹τὰ› ἐν ὠσὶ σὺν πολυγόνου χυλῷ. λέπραις δὲ ἁρμόζουσι σὺν κράμβης χυλῷ ἢ σὺν μέλιτι ἑψηθεῖσαι καὶ κνησμοῖς, ὄνυξί τε λεπροῖς καὶ πτερυγίοις καὶ χιμέτλαις σὺν ὕδατι καταιονούμεναι· σὺν τρυγὶ δὲ ὄξους καταχριόμεναι ‹καὶ› μετὰ κηκίδος ἴσης κεκαυμένης πρὸς φαγεδαινικά.

[6] πρὸς δὲ νομὰς σὺν ἁλσὶ διπλοῖς, πιτυριάσεσι δὲ σὺν ὀρρῷ πίσσης καταχριόμεναι, κονίδων τε καὶ φθειρῶν καὶ πυρικαύτων σὺν ὕδατι καταχριόμεναι ‹βοήθημα›, οἰδήμασί τε καὶ μασχαλῶν καὶ βουβώνων δυσωδίαις κατάχριστοι. πρὸς δὲ ἔμμηνα καὶ πρὸς ἀσυλλημψίαν συνεργεῖ πρὸ τῆς συνόδου παρατεθεῖσα τῷ στόματι τῆς ὑστέρας καὶ ἔμβρυα ἐκτινάσσει· ἐπουλίσι τε καὶ σταφυλαῖς καὶ παρισθμίοις ἐπιτήδειοι καὶ στόματι, καὶ πρὸς ὦτα καὶ αἰδοῖα σὺν μέλιτι ἐπίχριστοι.

[107]

[1]    θεῖον δὲ ἄριστον ἡγητέον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον, τοῦ δὲ πεπυρωμένου τὸ χλωρόν τε καὶ εὐλιπές. γεννᾶται δὲ πλεῖστον ἐν Μήλῳ καὶ Λιπάραις.

   θερμαίνει δὲ τὸ προειρημένον καὶ διαφορεῖ καὶ πεπαίνει ταχέως, βῆχάς τε καὶ ἐμπύους καὶ ἀσθματικοὺς ὠφελεῖ ἐν ᾠῷ λαμβανόμενον καὶ ὑποθυμιώμενον. πρὸς δὲ τούτοις ἔμβρυα [2] κατασπᾷ ὑποθυμιαθέν, καὶ λέπρας, ἔτι δὲ λειχῆνας καὶ ὄνυχας λεπροὺς αἴρει τερεβινθίνῃ μιγὲν ῥητίνῃ. σὺν ὄξει δὲ καταχριόμενον ποιεῖ μὲν καὶ πρὸς λέπρας, αἴρει δὲ καὶ ἀλφούς. ἰᾶται δὲ καὶ σκορπίων πληγὰς μιγὲν ῥητίνῃ, σὺν ὄξει δὲ ‹καταχριόμενον› θαλαττίου δράκοντος καὶ σκορπίου πληγὴν παραιτεῖται· παύει καὶ τοὺς καθ' ὅλον τὸ σῶμα κνησμοὺς σὺν νίτρῳ [3] σμηχόμενον. ἀποκαθαίρει δὲ καὶ ἴκτερον κοχλιαρίου πλῆθος ἐπιπασσομένου τῷ ποτῷ ἢ μετὰ ᾠοῦ ῥοφητοῦ λαμβανόμενον· καὶ πρὸς κόρυζαν δὲ καὶ πρὸς κατάρρουν ποιεῖ, καὶ ἱδρῶτας στέλλει καταπασσόμενον, καὶ ποδαγρικοὺς σὺν νίτρῳ καὶ ὕδατι καταχρισθὲν ὠφελεῖ, καὶ δυσηκοίαν ὑποθυμιώμενον διὰ σίφωνος. θεραπεύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον, αἱμορραγίας τε ἴσχει, θλάσεις τε ὤτων σὺν οἴνῳ καὶ σμύρνῃ καταχριόμενον ἰᾶται.

[108]

[1]    κίσηριν δὲ προκριτέον τὴν κούφην ἄγαν καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν.

   καυστέον δὲ οὕτως· λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς διαπύροις ἔγκρυψον ἄνθραξιν· ὡς δ' ἂν ἐκπυρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει καὶ πάλιν πυρώσας σβέσον· τὸ δὲ τρίτον δι' ἑαυτῆς ἔασον ψυγῆναι καὶ ἀπόθου καὶ χρῶ.

[2]    δύναμιν δὲ ἔχει στυπτικήν ‹τε› καὶ σμηκτικὴν οὔλων καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις μετὰ τοῦ θερμαίνειν, πληρωτικήν τε ἑλκῶν καὶ κατουλωτικήν, ἔτι δὲ καὶ κατασταλτικὴν ὑπεροχῶν καὶ σμηκτικὴν ὀδόντων λεία καὶ σώματος εἰς ψίλωσιν τριχῶν. Θεόφραστος (h. pl. IX 17, 3) δὲ ἱστορεῖ, ἐὰν εἰς ζέοντα οἴνου πίθον καθῇ τις κίσηριν, παύεσθαι παραχρῆμα τὴν ζέσιν.

[109]

[1]    τῶν δὲ ἁλῶν ἐνεργέστατον μέν ἐστι τὸ ὀρυκτόν. τούτου δὲ κοινῶς μὲν τὸ ‹λευκὸν καὶ› ἄλιθον καὶ διαφανές, πυκνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει· ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. τοῦ δὲ θαλασσίου τὸ πυκνὸν παραλημπτέον καὶ λευκὸν καὶ ὁμαλόν. κάλλιστον δὲ ἐν Κύπρῳ καὶ Σαλαμῖνι τῆς Κύπρου γίνεται καὶ ἐν Μεγάροις, εἶτα ἐν Σικελίᾳ καὶ Λιβύῃ, καὶ ἐν τοῖς προειρημένοις τὰ λιμναῖα προκριτέον· εὐτονώτατον δέ ἐστιν αὐτοῦ τὸ Φρύγιον, καλούμενον δὲ Τατταῖον.

[2]    δύναμιν δὲ ἔχουσι κοινῶς οἱ προειρημένοι ἅλες ὄντες πολύχρηστοι στυπτικήν τε καὶ σμηκτικὴν καὶ ἀποκαθαρτικὴν καὶ διαχυτικήν, ἔτι δὲ κατασταλτικὴν καὶ ἐσχαρωτικήν, τῷ μᾶλλον καὶ ἧττον διαφέροντες. εἰσὶ δὲ καὶ σηπεδόνων ἐφεκτικοὶ καὶ σμήξεσι ψωρικαῖς μείγνυνται· στέλλουσι καὶ τὰς ἐν ὀφθαλμοῖς ὑπεροχὰς καὶ πτερύγια τήκουσι, καὶ τὰς ἄλλας δὲ ὑπερσαρκώσεις, κλυσμοῖς τε εὔθετοι καὶ κόπου λυτήριοι σὺν ἐλαίῳ συγχριόμενοι καὶ πρὸς τὰ οἰδήματα τῶν ὑδρωπικῶν, πυρία τε ἡ [3] δι' αὐτῶν ἐν σακκίοις πραυντικὴ ἀλγημάτων. καὶ κνησμοὺς δὲ παύουσι μετ' ἐλαίου καὶ ὄξους συγχριόμενοι παρὰ πυρί, ἄχρι ἂν ἱδρώσωσιν· ὁμοίως καὶ λέπρας καὶ λειχῆνας καὶ ψώρας συναγχικούς τε κουφίζουσι σὺν μέλιτι καὶ ὄξει καὶ ἐλαίῳ διαχριόμενοι. πρὸς δὲ παρίσθμια καὶ κιονίδας σὺν μέλιτι καὶ ἄφθας καὶ οὔλων πλάδον, καὶ πρὸς φαγεδαίνας σὺν ἀλφίτῳ [4] κεκαυμένοι καταπλάσσονται. πρὸς δὲ σκορπίων πληγὰς σὺν λινοσπέρμῳ, πρὸς δὲ ἔχεων δήγματα σὺν ὀριγάνῳ καὶ μέλιτι καὶ ὑσσώπῳ, πρὸς δὲ κεράστου μετὰ πίσσης ἢ κεδρίας ἢ μέλιτος, πρὸς δὲ σκολοπένδρης σὺν ὄξει καὶ μέλιτι καὶ πρὸς σφηκῶν πληγὰς καὶ τενθρηδόνων· πρὸς δὲ ψυδράκια τὰ ἐν κεφαλῇ [5] καὶ θύμους τε καὶ φύματα στέατι μοσχείῳ ἀναλημφθέντες. σὺν σταφίδι δὲ ἢ στέατι βοείῳ ἢ μέλιτι δοθιῆνας διαφοροῦσι καὶ ὄρχεων οἰδήματα, σὺν ὀριγάνῳ ‹δὲ› καὶ ζύμῃ θᾶττον ‹δοθιῆνας› πεπαίνουσι, καὶ κροκοδειλοδήκτοις δὲ βοηθοῦσιν ἐνδεθέντες εἰς ὀθόνιον λεῖοι καὶ βαφέντες ἐν ὄξει στυφομένων τῶν μερῶν τοῖς ἐνδέσμοις, θηριοδήκτοις τε βοηθοῦσι, καὶ πρὸς ὑπώπια προσώπου σὺν μέλιτι, καὶ πρὸς ὀποῦ μήκωνος πόσιν καὶ πρὸς μύκητας [6] ἐν ὀξυμέλιτι πινόμενοι. πρὸς στρέμματα δὲ σὺν ἀλεύρῳ καὶ μέλιτι, πρὸς δὲ πυρίκαυτα σὺν ἐλαίῳ ἐπιτεθέντες οὐκ ἐῶσι φλυκταινοῦσθαι, ποδαγρικοῖς τε ὁμοίως ἐπιτίθενται, πρὸς ὠταλγίας τε σὺν ὄξει, ἐρυσιπέλατά τε καὶ ἕρπητας ἴσχουσι μετ' ὄξους καταπλασθέντες ἢ καταχρισθέντες σὺν ὑσσώπῳ.

   καυστέον δὲ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς πωμάσαντας, ἵνα μὴ ἐξάλλωνται, ἀνθρακιᾷ τε [7] ἐγκρύψαντας ἄχρις ἐκπυρώσεως. τινὲς δὲ τοὺς ὀρυκτοὺς σταιτὶ περιπλάσαντες ἀνθράκων ὑποτεθέντων ἐῶσιν, ἄχρι ἂν τὸ σταῖς κατακαῇ. ἔνεστι δὲ καὶ τοὺς κοινοὺς ἅλας τὸν τρόπον τοῦτον καίειν· ἀποκλύσας αὐτοὺς ἅπαξ ὕδατι καὶ ἐάσας ξηρανθῆναι ἔμβαλε εἰς χύτραν καὶ πωμάσας ὑπόκαιε κινῶν, ἕως ἂν μηκέτι ἐξάλλωνται.

[110]

[1]    ἁλὸς ἄχνη ἐπίψημά ἐστιν ἁλὸς ἀφρῶδες, εὑρισκόμενον ἐπὶ τῶν πετριδίων, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς ἁλσίν.

[111]   ἅλμη τὴν αὐτὴν ἔχει τοῖς ἁλσὶν ἐνέργειαν στυπτικήν, σμηκτικήν, λεπτυντικήν, δυσεντερικοῖς τέ ἐστι τοῖς καὶ νομὴν ἔχουσιν ἔγκλυσμα καὶ ἰσχιάδων χρονίων, πρός τε τὰς καταντλήσεις ἁρμόζει, ἐφ' ὧν θάλαττά ἐστι χρησίμη.

[112]   ἄνθος δὲ ἁλὸς καταρρεῖ μὲν ‹ἐν› τῷ Νείλῳ ποταμῷ, ἐφίσταται δὲ λίμναις τισί. παραλημπτέον δὲ τὸ κροκίζον τῇ χρόᾳ, ὑποδυσῶδες ὥσπερ γάρος, ἐνίοτε δὲ καὶ δυσωδέστερον μᾶλλον, καὶ τῇ γεύσει δηκτικώτατον καὶ ὑπολίπαρον· τὸ δὲ ἔμμιλτον ἢ θρόμβους ἔχον φαῦλον ἡγητέον· ἔτι τὸ ἀκέραιον ἐλαίῳ συνανίεται μόνῳ, τὸ δὲ δεδολωμένον ἐκ μέρους καὶ ὕδατι.

[2]    ποιεῖ δὲ πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη καὶ νομὰς τὰς ἐν αἰδοίοις, ὦτά τε πυορροοῦντα καὶ ἀμβλυωπίας, οὐλάς ‹τε› καὶ λευκώματα· μείγνυται καὶ ἐμπλάστροις καὶ μύροις εἰς χρῶσιν, ὡς καὶ τῷ ῥοδίνῳ. ἔστι δὲ καὶ ἱδρώτων κινητικὸν καὶ κοιλίας ταρακτικὸν σὺν οἴνῳ καὶ ὕδατι λημφθέν, κακοστόμαχον δέ· μείγνυται καὶ ἀκόποις καὶ σμήγμασι πρὸς τριχῶν λεπτυσμόν, καὶ καθόλου ἐστὶ δριμύ, πυρωτικὸν ὥσπερ οἱ ἅλες.

[113]

[1]    νίτρον δὲ προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον, οἱονεὶ σπογγῶδες· τοιοῦτον δέ ἐστι τὸ ἐκ τῶν Βρυγῶν.

   ἀφρὸς δὲ νίτρου ἄριστος ‹μὲν› εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτός τε καὶ ἐμπόρφυρος καὶ ἀφρώδης, ἔτι δὲ δηκτικός, οἷός ἐστιν ὁ ἐκ Φιλαδελφίας κομιζόμενος τῆς ἐν Λυδίᾳ· δευτερεύει δὲ ὁ Αἰγύπτιος, γεννᾶται δὲ καὶ ἐν Μαγνησίᾳ τῆς Καρίας.

[2]    δύναμιν δὲ ἔχει καὶ καῦσιν οὗτός τε καὶ τὸ νίτρον ἁλσὶν ἐμφερῆ· ἐκ περισσοῦ δὲ τὸ νίτρον καὶ στρόφους παύει λεανθὲν μετὰ κυμίνου καὶ ποθὲν μετὰ ὑδρομέλιτος ἢ μετὰ ἑψήματος ἤ τινος τῶν διαφορεῖν δυναμένων πνεύματα, οἷον πηγάνου ἢ ἀνήθου. ἔστι δὲ καὶ περιοδικῶν σύγχρισμα πρὸ τῆς ὑπόπτου προσβολῆς· μείγνυται καὶ διαφορητικαῖς καὶ ἐπισπαστικαῖς καὶ λεπρικαῖς [3] ἐμπλάστροις. σὺν ὕδατι δὲ ἢ οἴνῳ ἐγχεόμενον ἐμπνευματώσεις τε καὶ ἤχους ὤτων ἰᾶται καὶ πυορροίας· καθαίρει δὲ καὶ ῥύπον σὺν ὄξει ἐγχεόμενον, κυνοδήκτους τε ἰᾶται σὺν στέατι ὀνείῳ ἢ ὑείῳ· ἀναστομοῖ δὲ καὶ δοθιῆνας ἀναλημφθὲν τερμινθίνῃ ῥητίνῃ. μετὰ σύκων δὲ ὑδρωπικῶν ἐστι κατάπλασμα, σὺν μέλιτι δὲ ἐγχριόμενον ὀξυδερκές, καὶ πρὸς μύκητας σὺν ὀξυκράτῳ ποθὲν ἁρμόζει, πρὸς δὲ βουπρήστεις σὺν ὕδατι, πρὸς [4] ταύρειον δὲ αἷμα σὺν σιλφίῳ· ἀτροφοῦσί τε χρήσιμον κατάπλασμα, παρακμάζουσί τε ὀπισθοτονικοῖς πάθεσι σὺν κηρωτῇ καὶ στρέμμασι· μείγνυται καὶ ἄρτῳ ὠφελίμως ἐπὶ τῶν τὴν γλῶτταν παραλελυμένων.

   ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπ' ἄνθρακας πεπυρωμένους ἀπερεισάμενοι, προυποκειμένου καινοῦ ὀστράκου, ἕως ἂν ἐκπυρωθῇ.

[114]

[1]    τρύγα δὲ παραλημπτέον μάλιστα μὲν τὴν ἀπὸ οἴνου παλαιοῦ Ἰταλικοῦ, εἰ δὲ μή γε, καὶ ἀπὸ ἄλλου ὁμοίου· ἡ δὲ ἀπὸ ὄξους ἐπιτέταται τῇ δυνάμει.

   καυστέον δὲ ὡς ἀλκυόνιον προεξηραμμένην ἐπιμελῶς. τινὲς δὲ ἐπ' ὄστρακον καινὸν θέντες καίουσι πυρὶ δαψιλεῖ, ἕως ἂν ἐκπυρωθῇ κατὰ βάθος. ἄλλοι δὲ εἰς ἄνθρακας πεπυρωμένους [2] ἐγκρύψαντες βῶλον ὁμοίως ποιοῦσι. σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ χρώματος καὶ τὸ προσενεχθεῖσαν τῇ γλώσσῃ οἱονεὶ φλέγειν αὐτήν. ὡσαύτως δὲ καὶ ἡ ἀπὸ ὄξους καίεται.

   δύναμιν δὲ ἔχει καυστικὴν σφόδρα καὶ σμηκτικήν, κατασταλτικήν τε καὶ στυπτικὴν καὶ σηπτικὴν ἄγαν καὶ ξηραντικήν. χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ· ταχὺ γὰρ διαπνεῖται, ὅθεν οὐδὲ ἀσκέπαστον οὐδὲ χωρὶς ἄγγους αὐτὴν ἀποθετέον.

[3] πλύνεται δὲ αὕτη ὡς ‹ἡ› πομφόλυξ. ἡ δὲ ἄκαυστος στέλλει οἰδήματα καθ' ἑαυτὴν καὶ μετὰ μυρσίνης, καὶ κοιλίαν καὶ στόμαχον ῥευματιζόμενον καταπλασθεῖσα στέλλει, καὶ ῥοῦν γυναικεῖον κατὰ ἤτρου καὶ αἰδοίου καταπλασσομένη πραύνει, καὶ φύγεθλα ἀνέλκωτα διαφορεῖ καὶ φύματα, μαστούς τε σπαργῶντας σβέννυσιν. ἡ δὲ κεκαυμένη λεπροὺς ἀφίστησιν ὄνυχας σὺν ῥητίνῃ, καὶ μετὰ σχινίνου ἐλαίου συγχρισθεῖσα νύκτα ὅλην ξανθὰς ποιεῖ τὰς τρίχας. πλυθεῖσα δὲ μείγνυται εἰς τὰ ὀφθαλμικὰ ὡς ἡ σποδός· σμήχει δὲ οὐλὰς καὶ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς ἡ τοιαύτη.

[115]

[1]    ἄσβεστος δὲ γίνεται μὲν οὕτως· τῶν θαλαττίων κηρύκων τὰ ὄστρακα λαβὼν πυρὶ ἔγκρυψον ἢ εἰς κλίβανον διάπυρον καθεὶς ἄφες ἐννυκτερεῦσαι. τῇ δὲ ἐχομένῃ, ἐὰν μὲν λευκότατα γένηται, ἀνελοῦ· εἰ δὲ μή, πάλιν καῖε, ἄχρις ἂν ἱκανῶς λευκανθῇ. εἶτα ἀποβάψας αὐτὰ εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας αὐτὰ ῥάκεσιν ἐπιμελῶς ἔασον ἐνταῦθα νύκτα μίαν. πρωὶ δὲ ἀνελόμενος ἀπειληφυῖαν τὸ παντελὲς τῆς κατεργασίας ἀποτίθεσο.

[2]    σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καὶ τῆς χυδαίας μαρμάρου, ἥτις καὶ προκρίνεται τῶν ἄλλων ἀσβέστων.

   δύναμιν δὲ ἔχει πᾶσα κοινῶς ἄσβεστος πυρωτικήν, δηκτικήν, καυστικήν, ἐσχαρωτικήν. μειγνυμένη δέ τισιν ἑτέροις ὡς στέατι ἢ ἐλαίῳ γίνεται πεπτική, μαλακτική, διασκεδαστική, κατουλωτική. ἐνεργεστέραν δὲ καὶ ταύτης ἡγητέον τὴν πρόσφατον καὶ ἄβροχον.

[116]

[1]    γύψος δύναμιν ἔχει στυπτικήν, ἐμπλαστικήν, αἱμορραγίας τε καὶ ἱδρώτων ἐφεκτικήν. ποθεῖσα δὲ κτείνει τῷ κατὰ πνιγμὸν τρόπῳ.

[117]   τέφρα κληματίνη δύναμιν ἔχει καυστικήν. σὺν ὀξυγγίῳ δὲ ἢ ἐλαίῳ καταπλασθεῖσα θλάσματά ‹τε› πλευρῶν καὶ ἄρθρων λυγίσματα καὶ συστροφὰς νεύρων ὠφελεῖ, σὺν νίτρῳ δὲ καὶ ὄξει σαρκώσεις ὀσχέου στέλλει. καταπλασθεῖσα δὲ σὺν ὄξει ἑρπετόδηκτα καὶ κυνόδηκτα ἰᾶται, ἐσχαρωτικαῖς τε μείγνυται· καὶ πίνεται δὲ ἐξ αὐτῆς ἡ κονία πρὸς πτώματα καὶ μύκητας σὺν ἁλσὶ καὶ ὄξει.

[118]   τοῦ δὲ ἀλκυονίου πέντε γνωστέον εἴδη ὑπάρχειν· τὸ μὲν γὰρ πυκνόν τέ ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠιόνων εὑρίσκεται. τὸ δὲ ἑξῆς κατὰ μὲν τὸ σχῆμα πτερυγίῳ ὀφθαλμικῷ ἢ σπόγγῳ ἔοικε, κοῦφον δέ ἐστι καὶ πολύκενον καὶ [2] φυκώδη ἀποφορὰν ἔχον. τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῷ τύπῳ, καὶ τῇ χρόᾳ ἐμπόρφυρον, ὅ τινες Μιλήσιον καλοῦσι. τὸ τέταρτον δὲ ἐρίοις οἰσυπηροῖς ὅμοιον, πολύκενον, κοῦφον. τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ τὸ σχῆμα μύκητι, ἄνοσμον δέ ἐστι καὶ τραχὺ ἔνδοθεν, κισήρει κατά τι ἐοικός, ἔξωθεν δὲ λεῖον, δριμύ, ‹ὃ› πλεῖστον ἐν τῇ Προποντίδι κατὰ τὴν καλουμένην Βέσβικον νῆσον γεννᾶται, ὃ ἐπιχωρίως ἁλὸς ἄχνην καλοῦσι.

[3]    τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς σμήγματα παραλαμβάνεται γυναικῶν, καὶ πρὸς φακούς, λειχῆνάς τε καὶ λέπρας καὶ ἀλφοὺς καὶ μελανίας καὶ σπίλους τοὺς ἐπὶ τοῦ προσώπου καὶ τοῦ λοιποῦ σώματος. τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας. καὲν δὲ καὶ καταχρισθὲν σὺν οἴνῳ ἀλωπεκίας [4] θεραπεύει. τὸ δὲ ὕστατον ὀδόντας λευκαίνειν δύναται· παραλαμβάνεται δὲ καὶ εἰς ἄλλα σμήχματα καὶ ψίλωθρα μισγόμενον ἁλσί.

   καῦσαι δὲ βουλόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος αὐτῆς, ἀνελόμενος ἀπόθου καὶ χρῶ. πλύνεται δὲ ὡς ἡ καδμεία.

[119]

[1]    ὁ δὲ προσαγορευόμενος ἀδάρκης γίνεται μὲν ἐν Γαλατίᾳ, ἔστι δὲ ὥσπερ ἐπίπαγός τις ὑφαλμυρίζων, καθ' ὑγρῶν καὶ τελματωδῶν τόπων ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπηγνύμενος καλαμίοις καὶ χορταρίοις. ἔοικε δὲ τὴν χρόαν ἄνθει Ἀσσίου λίθου, τῷ δὲ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ πολυκένῳ, καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον.

   εὐθετεῖ δὲ πρὸς ἐκδορὰν λεπρῶν καὶ ἐφηλίδων καὶ λειχήνων καὶ φακῶν καὶ τῶν ὁμοίων. καθόλου δέ ἐστι δριμύ, μετασυγκριτικόν, ὠφελοῦν καὶ ἰσχιάδας.

[120]   τῶν δὲ σπόγγων τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτάτους τράγους ὠνόμασαν, τοὺς δὲ θήλεις οἳ ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν ‹τῷ› ἀλκυονίῳ.

   δύναται δὲ ὁ καινός τε καὶ ἀλιπὴς τραυματικός τε εἶναι καὶ οἰδήματα στέλλειν καὶ τὰ νεότρωτα κολλᾶν σὺν ὕδατι ἢ ὀξυκράτῳ, σὺν μέλιτι δὲ ἑφθῷ ‹καὶ› παλαιοὺς κόλπους παρακολλᾶν· [2] ὁ δὲ παλαιὸς ἄχρηστος. διαστέλλουσι δὲ καὶ μεμυκότα ἕλκη καὶ τύλους ἐσκελετευμένοι ‹ἐντιθέμενοι› λίνῳ, καὶ αὐτοὶ ξηροὶ παρεντιθέμενοι ὥσπερ μοτά. τὰ δὲ ῥευματικὰ ὑπόνομα καὶ χρόνια ἕλκη ἐξικμάζουσιν ἐπιτιθέμενοι ἄνικμοι καὶ κενοί, ἐπέχουσι δὲ καὶ αἱμορραγίας σὺν ὄξει. οἱ δὲ κεκαυμένοι ‹εὔθετοι› πρὸς ξηροφθαλμίας καὶ ὅπου δεῖ σμῆξαι ἢ στῦψαί τι· βέλτιον δὲ ποιοῦσι πλυθέντες εἰς τὰ ὀφθαλμικά. σὺν δὲ πίσσῃ καέντες πρὸς αἱμορραγίαν ἁρμόζουσι.

[3]    λευκαίνονται δὲ αὐτῶν οἱ ἁπαλώτατοι ἐν τοῖς καύμασι βρεχόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ ἡλιαζόμενοι· ἐπιβλεπέτω δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω, κάτω δὲ ἡ ἀποτομή. εἰ δὲ εἴη αἰθρία, καὶ ὑπὸ τὴν σελήνην τίθενται, βρεχόμενοι τῇ ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ· γίνονται δὲ λευκότατοι ‹οἱ τοιοῦτοι›.

[121]

[1]    τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δέ, ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ τῆς ἁλὸς ἁπτόμενον τοῦ περικεχυμένου ἡμῖν ἀέρος. εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας [2] ἀκρωτηρίῳ ‹τῷ› καλουμένῳ Παχύνῳ. ἄριστον δέ ἐστι τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς Συρικῷ ἢ σάνδυκι κατακορεῖ, εὐθρυβές τε ὡς ἐν ἑαυτῷ καὶ ὁμαλὸν δι' ὅλης τῆς συγκρίσεως, ἔτι δὲ ὀσμὴν βρυώδη καὶ φυκίοις ἐμφερῆ ἔχον, πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων. τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χρόᾳ ψωρόν, σεσηραγγωμένον τε καὶ χαῦνον φαῦλον οἰητέον εἶναι.

[3]    στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς. καταστέλλει δὲ τὰ ὑπερέχοντα καὶ οὐλὰς σμήχει τὰς ἐν ὀφθαλμοῖς· πληροῖ δὲ καὶ κοιλώματα καὶ κατουλοῖ, πρός τε αἵματος ἀναγωγὰς ἱκανῶς ἐνεργεῖ, καὶ δυσουροῦσιν ἁρμόζει, καὶ σπλῆνα τήκει σὺν ὕδατι πινόμενον.

[122]

[1]    καὶ τὸ καλούμενον δὲ ἀντιπαθὲς κουράλιον οἰητέον ὑπάρχειν, εἰδικὴν ἔχον διαφοράν. ἔστι δὲ τῇ μὲν χρόᾳ μέλαν, δενδρίζον δὲ καὶ αὐτὸ καὶ ὀζῶδες μᾶλλον.

   δύναμιν δὲ ἔχει τὴν ἴσην τῷ προειρημένῳ.

[123]   λίθος Φρύγιος, ᾧ ἐν Φρυγίᾳ οἱ βαφεῖς χρῶνται, ὅθεν καὶ ὠνόμασται, γεννᾶται ἐν Καππαδοκίᾳ. ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς ἡ καδμεία.

[2]    καίεται δὲ οὕτως· βρέξας αὐτὸν ὡς ὅτι καλλίστῳ οἴνῳ διαπύροις ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ μεταβάλῃ τὴν χρόαν κιρρότερος γενόμενος, ἐξελὼν ‹αὐτὸν› σβέσον τῷ αὐτῷ οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει· καῖε δ' αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ.

[3]    δύναμιν δὲ ἔχει ὠμός τε καὶ κεκαυμένος στυπτικὴν ἐνεργῶς, ἔτι δὲ ἀνακαθαρτικὴν καὶ ἐσχαρωτικήν, κατακαυμάτων τε ἰατικὴν σὺν κηρωτῇ ‹καὶ› σηπτικὴν ποσῶς. πλύνεται δὲ ὡς ἡ καδμεία.

[124]

[1]    Ἄσσιον δὲ λίθον παραλημπτέον τὸν κισηροειδῆ τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δὲ εὐθρυβῆ καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους. τὸ δὲ ἄνθος αὐτοῦ ἐστιν ἡ ἐφιζάνουσα ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει λεπτή, τῇ δὲ χρόᾳ τὸ μέν τι λευκόν ἐστι, τὸ δέ τι ἔοικε κισήρει, ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς.

[2]    δύναμιν δὲ ἔχει ἑκάτερον σηπτικὴν ἡσυχῆ καὶ διαφορητικὴν φυμάτων τερεβινθίνῃ ἀναλαμβανόμενον ῥητίνῃ ἢ πίσσῃ. εὐτονώτερον δὲ τὸ ἄνθος ἡγητέον· ἐκ περισσοῦ δὲ τοῦτο ξηραινόμενον τὰ παλαιὰ καὶ δυσκατούλωτα ἕλκη ἰᾶται, καταστέλλει δὲ τὰ ὑπερσαρκοῦντα καὶ μύκησιν ὅμοια καὶ θηριώδη. πληροῖ δὲ καὶ τὰ κοῖλα τῶν ἑλκῶν καὶ ἀνακαθαίρει σὺν μέλιτι, καὶ τὰ [3] νεμόμενα δὲ ἵστησι μιγὲν κηρωτῇ. ‹ποιεῖ› καὶ ποδαγρικοῖς ἐν καταπλάσμασι μετ' ἐρεγμοῦ, καὶ σπληνικοῖς μετ' ὄξους καὶ ἀσβέστου, ἐκλειχόμενόν τε [τὸ ἄνθος] μετὰ μέλιτος φθισικοὺς ὠφελεῖ. κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον ‹τὸ ἄνθος› ἀντὶ νίτρου ἐν βαλανείῳ. ἐὰν δέ τις πλῦναι θέλῃ τὰ προειρημένα, πλυνέτω ὡς τὴν καδμείαν.

[125]

[1]    πυρίτης λίθος εἶδός ἐστι λίθου, ἀφ' οὗ ὁ χαλκὸς μεταλλεύεται. λημπτέον μέντοι τὸν χαλκοειδῆ, εὐχερῶς τε σπινθῆρας ἀφιέντα. καυστέον δὲ τῷ τρόπῳ τούτῳ· μέλιτι δεύσας αὐτὸν ἔνθες εἰς ἀνθρακιὰν μαλακὴν καὶ ῥίπιζε συνεχῶς, ἕως ἂν τὴν χρόαν κιρρὸς γένηται. ἔνιοι δὲ εἰς πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἀποτίθενται ἱκανῶς βεβρεγμένον τῷ [2] μέλιτι τὸν λίθον· ὅταν δὲ μέλλῃ τρέπεσθαι ἐπὶ τὸ κιρρότερον, ἀναιροῦνται, καὶ ἀποφυσήσαντες τὴν σποδὸν πάλιν καίουσι διάβροχον, ἕως ἂν ψαθυρώτατος γένηται ὁμαλῶς· πολλάκις γὰρ μόνον ἐπικαίεται τὴν ἐπιφάνειαν. οὕτω δὲ ἀποκαύσαντες καὶ ξηράναντες ἀποτίθενται. ἐὰν δὲ πεπλυμένου χρεία ὑπάρχῃ, πλυτέον ὡς τὴν καδμείαν.

[3]    δύναμιν δὲ ἔχει κεκαυμένος τε καὶ ὠμὸς θερμαντικήν τε καὶ σμηκτικὴν καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, διαφορητικήν τε καὶ πεπαντικὴν σκληρωμάτων ἀναλημφθεὶς ῥητίνῃ· καταστέλλει δὲ καὶ τὰ ὑπερσαρκοῦντα μετὰ ποσῆς θερμασίας καὶ στύψεως. καλοῦσι δὲ ἔνιοι τὸν οὕτω καέντα διφρυγές.

[126]

[1]    αἱματίτης δὲ λίθος ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν ἑαυτῷ, σκληρὸς δὲ καὶ κατακορὴς ὁμαλῶς, ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων.

   δύναμιν δὲ ἔχει στυπτικὴν ‹καὶ› θερμαντικὴν πορῶς καὶ λεπτυντικὴν καὶ σμηκτικὴν οὐλῶν τῶν ἐν ὀφθαλμοῖς καὶ τραχωμάτων σὺν μέλιτι, σὺν δὲ γάλακτι γυναικείῳ πρὸς ὀφθαλμίας [2] καὶ ῥήξεις καὶ ὑφαίμους ὀφθαλμούς. πίνεται δὲ σὺν οἴνῳ πρὸς δυσουρίας καὶ ῥοικάς, καὶ πρὸς αἵματος πτύσιν σὺν χυλῷ ῥόας· γίνεται δὲ καὶ κολλούρια καὶ ἀκόνια ἐξ αὐτοῦ πρὸς τὰ ἐν ὀφθαλμοῖς πάθη ἐπιτήδεια.

   καίεται δὲ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ τοῦ οἴνου περιῃρημένου· μέτρον δὲ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως [3] κοῦφον καὶ πεπομφολυγωμένον. δολοῦσι δέ τινες τὸν προειρημένον οὕτω· λαβόντες βῶλον σχιστοῦ λίθου πυκνόν τε καὶ στρογγύλον ‑ τοιαῦται δέ εἰσιν αὐτοῦ αἱ λεγόμεναι ῥίζαι ‑ εἰς κεραμεᾶν γάστραν σποδιὰν ἔχουσαν θερμὴν ἐγκρύπτουσιν, εἶτα διαλιπόντες μικρὸν ἀναιροῦνται καὶ ἐπ' ἀκόνης τρίβουσι δοκιμάζοντες, [4] εἰ τὴν αἱματίτου χρόαν ἀπείληφε. κἂν μὲν οὕτως ἔχῃ, ἀποτίθενται, εἰ δὲ μή, πάλιν ἐγκρύπτουσι, συνεχῶς ἐφορῶντες καὶ δοκιμάζοντες· ἀφεθεὶς γὰρ ἐπὶ πολὺ ἐν τῇ σποδιᾷ μεταβάλλει τῷ χρώματι, ἔπειτα καὶ διαχεῖται. ἀπελέγχεται δὲ ὁ κεκακοτεχνημένος πρῶτον μὲν ταῖς διαφύσεσιν· ὁ μὲν γὰρ ἐπ' εὐθείας εἰς κτηδόνας ἀποκλᾶται ὁ δὲ αἱματίτης οὐχ οὕτως [5] ἔχει· ‹εἶτα› καὶ ἀπὸ τῆς χρόας· ὁ μὲν γὰρ εὐανθὲς ἀνίησιν ὁ δὲ αἱματίτης βαθύτερον καὶ τῷ κινναβάρει ἐοικός.

   εὑρίσκεται δὲ ἐν τῇ Σινωπικῇ μίλτῳ, καὶ ἐκ τῆς μαγνήτιδος δὲ πέτρας καιομένης ἐφ' ἱκανὸν κατασκευάζεται, αἱματίτης δὲ αὐτοφυὴς ἐν Αἰγύπτῳ μεταλλεύεται.

[127]

[1]    σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ καθ' ἑσπέραν Ἰβηρίᾳ, ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὐθρυβής τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί.

[2]    δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ εἰσφέρεται, τῇ εὐτονίᾳ μόνον λειπόμενος αὐτοῦ. πληροῖ δὲ καὶ κοιλώματα γυναικείῳ διεθεὶς γάλακτι, καὶ πρὸς ῥήξεις καὶ προπτώσεις ‹ὀφθαλμῶν›, ἔτι δὲ τραχύτητας βλεφάρων καὶ σταφυλώματα λίαν ἐνεργεῖ.

[128]

[1]    τοῦ δὲ γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ· μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης καὶ κοῦφος ἄγαν.

   δύναμιν δὲ ἔχει μαλακτικὴν καὶ διαφορητικήν· ἔστι δὲ καὶ ἐπιλημπτικῶν ἔλεγχος ὑποθυμιαθείς, καὶ ὑστερικὰς ἀνακαλεῖται.

[2] διώκει δὲ καὶ ἑρπετὰ θυμιαθείς, καὶ ποδαγρικαῖς μείγνυται δυνάμεσι. γεννᾶται δὲ ἐν Λυκίᾳ εὑρισκόμενος κατά τινος ποταμοῦ ἔκρυσιν εἰς τὴν θάλασσαν ἐκχεομένου· καλεῖται δὲ ὁ τόπος Γάγαι.

[129]

[1]    ὁ δὲ λεγόμενος Θρᾳκίας γεννᾶται μὲν κατὰ Σιντίαν ἐν ποταμῷ τῷ λεγομένῳ Πόντῳ. δύναται δὲ τὰ αὐτὰ τῷ γαγάτῃ. ἱστορεῖται δὲ ἐκκαίεσθαι μὲν αὐτὸν ὕδατι, σβέννυσθαι δὲ ὑπ' ἐλαίου, ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται

[130]   τοῦ δὲ μαγνήτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων, πυκνός τε καὶ οὐκ ἄγαν βαρύς.

   δύναμιν δὲ ἔχει πάχους ἀγωγὸν διδόμενος μετὰ μελικράτου τριωβόλου βάρος. ἔνιοι δὲ τοῦτον καίοντες ἀντὶ ‹τοῦ› αἱματίτου πιπράσκουσιν.

[131]   ὁ δὲ Ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντι ἀσπίλῳ.

   οὗτος λεῖος καταπλασθεὶς αἱμορροίδας ἀποξηραίνει, καεὶς δὲ ὀδόντων σμῆγμα γίνεται.

[132]   ὁ δὲ γαλακτίτης ὠνόμασται ἀπὸ τοῦ γαλακτῶδες ἀνιέναι· ἔστι μέντοι ἄλλως ἔντεφρος τὴν χρόαν, γλυκύς τε πρὸς τὴν γεῦσιν.

   ἁρμόζει δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ ἕλκη ἐγχριόμενος. δεῖ δὲ τρίψαντας αὐτὸν ἐν ὕδατι ἀποτίθεσθαι ἐν πυξίδι μολυβδίνῃ διὰ τὸ περὶ αὐτὸν κολλῶδες.

[133]   ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ, διαφέρων ἐν τῷ γλυκύτατον ἀνιέναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης.

[134]   λίθος μόροχθος, ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοποιοὶ πρὸς λεύκανσιν τῶν ὀθονίων χρῶνται, μαλακῷ καὶ εὐανέτῳ ὄντι.

   δοκεῖ δὲ παρεμπλάσσειν, ἁρμόζων ἐπὶ αἱμοπτυικῶν καὶ κοιλιακῶν καὶ κύστεως ἀλγημάτων σὺν ὕδατι πινόμενος, καὶ ῥοικαῖς ὁμοίως καὶ ἐν προσθέτῳ, εἴς τε τὰ μαλακὰ ὀφθαλμικὰ μείγνυται· πληροῖ γὰρ κοιλώματα καὶ ῥεύματα ἵστησι. σὺν δὲ κηρωτῇ ἀναλημφθεὶς τὰ τρυφερὰ τῶν ἑλκῶν ἀπουλοῖ.

[135]   λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ ἀναλημφθεὶς κεκαυμένος ῥητίνῃ ἢ πίσσῃ διαφορεῖ σκληρίας, στομάχου δὲ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ· στέλλει δὲ καὶ οὖλα.

[136]   λίθος ὁ καλούμενος θυίτης γεννᾶται μὲν ἐν τῇ Αἰθιοπίᾳ, ἔστι δὲ ὑπόχλωρος, ἰασπίζων, ἐν δὲ τῷ ἀνίεσθαι γαλακτώδης φαινόμενος, ἀναδάκνων σφοδρῶς.

   δύναμιν δὲ ἔχει ἀποκαθαρτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων.

[137]   ὁ δὲ Ἰουδαικὸς λίθος γεννᾶται μὲν ἐν τῇ Ἰουδαίᾳ, τῷ σχήματι βαλανοειδής, λευκός, εὔρυθμος ἱκανῶς, ἔχων γραμμὰς παραλλήλους ὡς ἀπὸ τόρνου, ἀνιέμενος δέ ἐστιν ἄποιος ἐν τῇ γεύσει.

   δύναται δὲ ἐρεβινθιαῖον μέγεθος διεθὲν ὡς κολλούριον ἐπ' ἀκόνης σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ καὶ ποθὲν δυσουρίαις βοηθεῖν καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν.

[138]   λίθος ἀμίαντος γεννᾶται μὲν ἐν Κύπρῳ, στυπτηρίᾳ σχιστῇ ἐοικώς, ὃν ἐργαζόμενοι ‹οἱ τῇδε ἄνθρωποι› ὑφάσματα ποιοῦσιν ἐξ αὐτοῦ, ὄντος ἱμαντώδους, πρὸς θέαν. ἐμβληθεὶς δὲ εἰς πῦρ φλογοῦται μέν, λαμπρότερος δὲ ἐξέρχεται μὴ κατακαιόμενος.

[139]

   λίθος σάπφειρος δοκεῖ ὠφελεῖν σκορπιοπλήκτους πινόμενος· πίνεται δὲ καὶ πρὸς τὰς ἐντὸς ἑλκώσεις, καὶ τὰς ἐν ὀφθαλμοῖς ‹δὲ› ὑπεροχὰς καὶ σταφυλώματα καὶ φλυκταίνας στέλλει, καὶ τὰς ῥήξεις τῶν ὑμένων συνάγει.

[140]   λίθος Μεμφίτης εὑρίσκεται ἐν Αἰγύπτῳ κατὰ Μέμφιν, ἔχων ψήφων μέγεθος, λιπαρὸς καὶ ποικίλος.

   οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι ἢ καίεσθαι τόπων ἀκίνδυνον ἀναισθησίαν ἐπιφέρειν.

[141]   λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι αὐτὸν νυκτὸς ἐν τῇ τῆς σελήνης παραυξήσει, γεννᾶται ἐν Ἀραβίᾳ, λευκός, διαυγής, κοῦφος.

   τοῦτον ἀποξύοντες διδόασι πόμα ἐπιλημπτικοῖς, καὶ ἀντὶ φυλακτηρίου δὲ περιάμματι αὐτῷ αἱ γυναῖκες χρῶνται. δοκεῖ δὲ καὶ δένδρεσι προστεθεὶς καρπογόνος εἶναι.

[142]   λίθος ἴασπις· ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλοειδής, ἐοικὼς φλέγματι, ὁ δὲ ἀερίζων, ὁ δὲ καπνίας ὡσπερεὶ κεκαπνισμένος, ὁ δέ τις [καὶ] διαφύσεις ἔχων διαλεύκους ‹καὶ› ἀποστιλβούσας, ἄστριος καλούμενος, ὁ δέ τις τερεβινθίζων λέγεται, καλλαίνῳ χρώματι προσεοικώς.

   δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτόκια μηρῷ περιαπτόμενα.

[143]   λίθος ὀφίτης· ὁ μέν τίς ἐστι στιβαρός, μέλας, ὁ δὲ σποδοειδὴς τὴν χρόαν καὶ κατεστιγμένος, ὁ δέ τις γραμμὰς ἔχων λευκάς.    πάντες δὲ εὐχρηστοῦσι περιαπτόμενοι ἐπὶ ἐχεοδήκτων καὶ ἐπὶ κεφαλαλγούντων. ὁ δὲ τὰς γραμμὰς ἔχων ἰδίως ἱστορεῖται ληθάργῳ καὶ κεφαλαλγίαις βοηθεῖν.

[144]   λίθοι οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν.

[145]   ἡ δὲ λιθοκόλλα, μεῖγμα οὖσα μαρμάρου ἢ λίθου Παρίου καὶ ταυροκόλλης, δύναται διὰ μηλωτίδος πεπυρωμένης τρίχας ἀνακολλᾶν τὰς ἐν ὀφθαλμοῖς.

[146]   λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, εὔσχιστος καὶ πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες. ἴσχει δὲ καὶ καταμήνια πινόμενος σὺν οἴνῳ δραχμῆς μιᾶς πλῆθος, δυεῖν δὲ βάρος ἐὰν πίνῃ τις ἐπὶ ἡμέρας δ΄ μετὰ τὴν ἄφεδρον, ἀσυλλημψίαν ποιεῖ. σὺν μέλιτι δὲ ἐπιτιθέμενος μαστοὺς φλεγμαίνοντας παρηγορεῖ καὶ νομὰς ἵστησιν.

[147]   σμύρις λίθος ἐστίν, ᾗ τὰς ψήφους οἱ λιθογλύφοι σμήχουσι, χρησίμη εἰς σηπτὰς καὶ καυστικάς, καὶ πρὸς οὔλων πλαδώντων καὶ ὀδόντων σμῆξιν.

[148]   ἄμμος ἡ παρὰ τοῖς αἰγιαλοῖς πυρωθεῖσα ὑπὸ τοῦ ἡλίου ἐξικμάζει τὰ ὑδερώδη σώματα περιχωννύμενα δίχα κεφαλῆς· φώγνυται δὲ καὶ εἰς τὰς ξηρὰς πυρίας ἀντὶ κέγχρου ἢ ἁλῶν.

[149]   ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου ἐπιχρισθὲν ἀλωπεκίας τριχοῖ καὶ μαστοὺς παρθένων κωλύει αὔξεσθαι. ποθὲν δὲ μετ' ὄξους σπλῆνα τήκει καὶ ἐπιλημπτικοὺς ὠφελεῖ.

[150]   λίθος γεώδης στύφει, ξηραίνει, ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις τῶν ὀφθαλμῶν. καταχρισθεὶς δὲ μεθ' ὕδατος μαστῶν καὶ ὄρχεων παύει φλεγμονάς.

[151]   γῆ δὲ πᾶσα ἡ πίπτουσα εἰς ἰατρικὴν χρῆσιν τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει ψύχουσαν καὶ παρεμπλάσσουσαν, κατ' εἶδος δὲ διαφέρει ‹ἄλλη› ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης.

[152]   τῆς μὲν οὖν Ἐρετριάδος γῆς ἡ μέν τίς ἐστι λευκὴ ἐπιτεταμένως ἡ δὲ σποδοειδής· ἀρίστη δὲ ὑπάρχει ἡ τῇ χρόᾳ σποδίζουσα καὶ μαλακὴ ἄγαν, πρός τε χαλκώματα ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἀποφερομένη.

   πλύνεται δὲ ὡς ψιμύθιον, ἢ οὕτως· λεάνας αὐτῆς ὅσον ἂν θέλῃς κατ' ἰδίαν τε καὶ σὺν ὕδατι ἔασον καταστῆναι. εἶτα τὸ μὲν ὑγρὸν ἀπήθησον, τὴν δὲ γῆν ἐν ἡλίῳ ξηράνας πάλιν τρῖβε ἐπὶ ἡμέραν, ἐπιδοὺς ὕδωρ, ἑσπέρας δὲ ἐάσας ὑποστῆναι, περὶ τὸν ὄρθρον ἀπήθησον καὶ λεάνας ἐν ἡλίῳ ἀνάπλασσε [2] τροχίσκους, εἰ δυνατὸν εἴη. ἐὰν δὲ ὠπτημένης χρεία ὑπάρχῃ, λαβὼν ἐρεβινθιαῖα μεγέθη τῆς γῆς δὸς εἰς ἀγγεῖον κεραμεοῦν κατατετρημένον, πωμάσας τε τὸ στόμα ἐπιμελῶς ἔνθες εἰς διαπύρους ἄνθρακας καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ σποδῷ αἰθαλώδει μᾶλλον ἐμφερὴς γένηται τὴν χρόαν, ἀνελόμενος ἀπόθου.

   δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν, κούφως μαλακτικήν, κοιλωμάτων πληρωτικήν, ἐναίμων κολλητικήν.

[153]

[1]    τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν καὶ ἐν τῷ θιγεῖν τῇ γλώσσῃ κρατουμένην ἐχεκόλλως, ἔτι δὲ εὔχυτον καὶ μαλακὴν καὶ εὐθρυβῆ, οἵα ἐστίν, ἥν τινες κολλούριον καλοῦσιν. ἔστι δὲ αὐτῆς δύο εἴδη· τό τε προειρημένον καὶ ὁ καλούμενος ἀστήρ, πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη.

[2]    δύναμιν δὲ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ ‹τῇ› Ἐρετριάδι. ἵστησι καὶ αἵματος ἀναγωγήν, καὶ ῥοικαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ, καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριομένη σὺν ὕδατι καὶ ῥοδίνῳ στέλλει καὶ ἱδρῶτας, καὶ θηριοδήκτοις καὶ θανασίμοις ἀρήγει πινομένη σὺν οἴνῳ.

[154]

[1]    εὑρίσκεται δέ τις ἐν τῇ Σαμίᾳ γῇ λίθος, ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν· διαφέρει δὲ ὁ λευκὸς καὶ στιβαρός.

   δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ὠφελῶν στομαχικοὺς ἐν ποτῷ ἀμβλεῖς τε τοῖς αἰσθητηρίοις· ποιεῖ καὶ πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη σὺν γάλακτι. δοκεῖ δὲ καὶ ὠκυτόκιος εἶναι καὶ φυλακτήριος τῶν συνειληφυιῶν περιαπτόμενος.

[155]   καὶ τῆς Χίας δὲ τὴν λευκὴν καὶ ὑπότεφρον παραλημπτέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ. πλακώδης δέ ἐστι καὶ λεπτή, τοῖς τε σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα.

   δύναμιν δὲ τὴν αὐτὴν ἔχει τῇ Σαμίᾳ. τετανὸν δὲ καὶ στίλβον, ἔτι δὲ εὔχρουν τὸ πρόσωπον καὶ ὅλον τὸ σῶμα ἀποτελεῖ, σμήχει δὲ ἀντὶ νίτρου ἐν βαλανείῳ.

[2]    τὰ δὲ αὐτὰ καὶ ἡ Σελινουσία γῆ ποιεῖ. ἀρίστη δέ ἐστιν ἡ ἄγαν λευκὴ καὶ στίλβουσα, εὐθρυβής τε καὶ ταχέως χυλουμένη, ἐπειδὰν ὑγρὸν λάβῃ.

[156]

[1]    τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκὴ ἡ δὲ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη, πρός τε τὴν ἁφὴν κατάψυχρος, ἣν ἀρίστην ἡγητέον.

   ἑκάτεραι δὲ διαφοροῦσιν ὄξει διειμέναι παρωτίδας καὶ τὰ ἄλλα φύματα, πρός τε τὰ πυρίκαυτα ποιοῦσιν ἐπιχριόμεναι παραχρῆμα, ὥστε ἀφλυκταίνωτα διατηρεῖν τὰ πεπονθότα μέρη.

[2] καταστέλλουσι δὲ καὶ διδύμων σκληρίας καὶ φλεγμονὰς τὰς περὶ ὅλον τὸ σῶμα, ἔτι δὲ ἐρυσιπέλασιν ἐνίστανται. καθόλου δὲ πολύχρηστοί εἰσιν αἱ γνήσιοι, ἐὰν μὴ νόθοι παραλαμβάνωνται.

[157]

[1]    ἡ δὲ λεγομένη πνιγῖτις γῆ τῇ μὲν χρόᾳ ἔοικέ πως τῇ Ἐρετριάδι, ἔστι δὲ ἁδρόβωλος ‹καὶ› ψυκτικὴ πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς, τῇ δὲ γλώσσῃ μάλιστα κολλᾶται ὡς ἐκκρέμασθαι.

   δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ Κιμωλίᾳ, βραχὺ τῆς εὐτονίας ὑστεροῦσα. ταύτην ἀντὶ ‹τῆς› Ἐρετριάδος τινὲς πιπράσκουσιν.

[158]   ὄστρακα δὲ τὰ ἐξ ἰπνῶν τὰ λίαν κάτοπτα ἐσχαρωτικά, ὅθεν ἐπιχριόμενα σὺν ὄξει κνησμοὺς καὶ ἐξανθήματα ἰᾶται καὶ ποδαγρικοὺς ὠφελεῖ, ἀναλημφθέντα δὲ κηρωτῇ χοιράδας διαφορεῖ.

   καὶ ἡ ἐκ τῶν καμίνων δὲ κάτοπτος γῆ πυρρὰ τὴν αὐτὴν ἔχει δύναμιν τοῖς ὀστράκοις.

[159]   ἡ δὲ Μηλία τὴν μὲν χρόαν καὶ αὐτή ἐστιν ἐμφερὴς Ἐρετριάδι γῇ τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύλοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχομένῃ κισήρει· τῇ δὲ δυνάμει στυπτηριώδης ἐστίν, ἀνειμένως δὲ μᾶλλον, ὃ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει· ἀναξηραίνει δὲ καὶ τὴν γλῶσσαν πραέως.

[2]    δύναται δὲ καθαρὸν καὶ εὔχρουν ἀποτελεῖν τὸ σῶμα, λεπτύνειν τε τὰς τρίχας, καὶ ἀλφοὺς καὶ λέπρας σμήχειν. χρησίμη δὲ καὶ ζωγράφοις εἰς πλείονα παραμονὴν χρωμάτων, καὶ χλωραῖς δυνάμεσι συνεργεῖ.

   καὶ ταύτης δὲ καὶ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλεκτέον καὶ πρόσφατον, μαλακήν τε καὶ εὐθρυβῆ καὶ εὔλυτον, ὅταν ὑγροῦ θίγῃ.

[160]

[1]    τῆς δὲ ἀμπελίτιδος γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γεννωμένης δὲ ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον καὶ πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδη τε καὶ στίλβουσαν ποσῶς, ἔτι δὲ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἔλαιον. τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον.

[2]    δύναμιν δὲ ἔχει διαλυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.

[161]

[1]    ἀσβόλη, ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑελουργείων· διαφέρει γὰρ αὕτη.

   δύναμιν δὲ ἔχει σηπτικήν, στυπτικήν. ἀπουλοῖ δὲ καὶ κατακαύματα σὺν ῥοδίνῃ κηρωτῇ.

[162]   μέλαν, ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγομένης ἐκ δᾳδίων· μείγνυνται δὲ πρὸς οὐγγίαν α΄ τοῦ κόμμεως οὐγγίαι γ΄ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ τῆς ῥητίνης λιγνύος καὶ ἐκ τῆς προειρημένης ζωγραφικῆς ἀσβόλης· δεῖ δὲ τῆς μὲν ἀσβόλης μνᾶν μίαν λαμβάνειν, κόμμεως δὲ λίτραν μίαν ἡμίσειαν, ταυροκόλλης οὐγγίαν μίαν ἡμίσειαν, χαλκάνθου οὐγγίαν μίαν ἡμίσειαν.

[2]    ἁρμόζει δὲ εἴς τε σηπτὰς καὶ πυρίκαυτα καταχριόμενον μεθ' ὕδατος παχὺ καὶ ἐώμενον ἄχρις ἀπουλώσεως· καταπίπτει γὰρ αὐτόματον ὑγιασθέντων τῶν ἑλκῶν.

   καὶ δὴ σχεδὸν ἐφ' ὅσον ἱκανὸν ἐδόξαμεν, φίλτατε Ἄρειε, ἅμα καὶ μήκους τῆς συντάξεως καὶ πλήθους ὕλης τε καὶ βοηθημάτων ταμιεύσασθαι, ἅλις ἔχει.