19226 1173 0 95 19 0 I d. C. Botanica-Farmacologia-Medicina Dioscorides De materia medica Wellmann, M., Berlin, Weidmann, 1914 Rist. 1958. 0

Dioscorides - De materia medica II

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ

[1]   Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, φίλτατε Ἄρειε, ὄντι πρώτῳ τῶν περὶ ὕλης ‹ἰατρικῆς› ἡμῖν συντεταγμένων, παρεδώκαμεν τὸν περὶ ἀρωμάτων καὶ ἐλαίου καὶ μύρων καὶ δένδρων καὶ τῶν γεννωμένων ἐξ αὐτῶν ὀπῶν τε καὶ δακρύων καὶ καρπῶν λόγον, ἐν δὲ τούτῳ δευτέρῳ ὄντι ἐπελευσόμεθα περί τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρίων, ἔτι δὲ λαχάνων, ὑποτάξαντες αὐτοῖς ὅσα δριμείᾳ τῶν βοτανικῶν κέχρηται δυνάμει διὰ τὸ συγγένειαν ἔχειν αὐτά, ὥσπερ τὰ σκόρδα καὶ τὰ κρόμυα καὶ νᾶπυ, ἵνα μὴ διαζευχθῇ τῶν ὁμογενῶν ἡ δύναμις.

[1]   ἐχῖνος θαλάσσιος εὐστόμαχος, εὐκοίλιος, οὐρητικός, οὗ τὸ ὄστρακον ὠμὸν μείγνυται χρησίμως τοῖς πρὸς τὰς ψώρας ἁρμόζουσι σμήγμασι, κεκαυμένον δὲ καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ καταστέλλει τὰ ὑπερσαρκοῦντα.

[2]   καὶ τοῦ χερσαίου δὲ ἐχίνου τὸ δέρμα καὲν πρὸς ἀλωπεκίας μετὰ πίσσης ὑγρᾶς καταχριόμενον ἁρμόζει. ἡ δὲ σὰρξ σκελετευθεῖσα καὶ πινομένη μετὰ ὀξυμέλιτος βοηθεῖ νεφριτικοῖς καὶ τοῖς ὑπὸ σάρκα ὕδρωψι καὶ σπασμώδεσιν, ἐλεφαντιῶσι, καχέκταις· ξηραίνει δὲ καὶ τοὺς περὶ τὰ σπλάγχνα ῥευματισμούς. καὶ τὸ ἧπαρ δὲ αὐτοῦ ξηρανθὲν ὑπ' ὀστράκου ἡλιοκαύστου καὶ ἀποτεθὲν πρὸς τὰ αὐτὰ ὁμοίως διδόμενον ἁρμόζει.

[3]   ἱππόκαμπος θαλάσσιόν ἐστι ζῷον μικρόν, οὗ καέντος ἀναλημφθεῖσα ἡ τέφρα πίσσῃ ὑγρᾷ ἢ ὀξυγγίῳ ἢ ἀμαρακίνῳ μύρῳ καὶ καταχρισθεῖσα ἀλωπεκίας δασύνει.

[4]   πορφύρα καεῖσα δύναμιν ἔχει ξηραντικήν, σμηκτικὴν ὀδόντων, ὑπερσαρκωμάτων δὲ κατασταλτικήν, ἀνακαθαρτικὴν ἑλκῶν καὶ ἀπουλωτικήν.

   τὰ δὲ αὐτὰ ποιοῦσι καὶ οἱ κήρυκες καέντες, καυστικώτεροι ὄντες, ἐὰν δέ τις ἁλῶν πληρώσας αὐτοὺς ἐν ὠμῇ χύτρᾳ πάλιν καύσῃ, ἁρμόζουσι πρὸς σμῆξιν ὀδόντων καὶ κατακαύματα ἐπιπλασθέντες. ἐᾶν δὲ δεῖ ἀποστρακοῦσθαι τὸ φάρμακον· ἀπουλωθέντος [2] γὰρ τοῦ κατακαύματος αὐτόματον ἀποπίπτει. γίνεται δὲ καὶ ἄσβεστος ἐξ αὐτῶν, ὡς ὑποδείξομεν ἐν τῷ περὶ ἀσβέστου λόγῳ (V 132).

   κιόνια δὲ καλεῖται τὰ ἐπὶ τῶν πορφυρῶν καὶ κηρύκων μέσα, περὶ ἃ ἡ ἕλιξ ἐστὶ τοῦ ὀστράκου. καίεται δὲ ὁμοίως, δύναμιν ἔχοντα καυστικωτέραν τῶν κηρύκων καὶ τῆς πορφύρας διὰ τὸ ἐπιπιέζειν αὐτῶν τὴν φύσιν. αἱ δὲ σάρκες τῶν κηρύκων εὔστομοι καὶ εὐστόμαχοι, κοιλίαν δὲ οὐ μαλάσσουσιν.

[5]    μύακες διαφέρουσιν οἱ Ποντικοί. καέντες δὲ τὸ αὐτὸ δρῶσι τοῖς κήρυξιν· ἰδιαίτερον δὲ πλυθέντες ὡς μόλιβδος χρησιμεύουσιν εἰς τὰ ὀφθαλμικὰ σὺν μέλιτι, ἐκτήκοντες παχύτητας βλεφάρων καὶ σμήχοντες λευκώματα καὶ τὰ ἄλλως ἐπισκοτοῦντα ταῖς κόραις. ἡ δὲ σὰρξ αὐτῶν κυνοδήκτοις ὠφελίμως ἐπιτίθεται.

[6]    τελλῖναι νεαραὶ εὐκοίλιοι, μάλιστα δὲ ὁ ἐξ αὐτῶν ζωμός. ταριχηραὶ δὲ καεῖσαι καὶ τριβεῖσαι λεῖαι καὶ μετὰ κεδρίας ἐπισταζόμεναι τὰς ἐκτιλθείσας ἐκ τῶν βλεφάρων τρίχας οὐκ ἐῶσιν αὖθις φυῆναι.

   καὶ ὁ ἐκ τῶν χημῶν δὲ καὶ ἐκ τῶν ἄλλων κογχαρίων ζωμὸς κινεῖ κοιλίαν ἑψόμενος μετὰ ὀλίγου ὕδατος. λαμβάνεται δὲ μετ' οἴνου.

[7]   πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα καὶ ἐπαλειφόμενα τρίχας ῥεούσας ἵστησι, ποθέντα δὲ σὺν ὄξει σπλῆνα οἰδοῦντα στέλλει, ὑποθυμιαθέντα δὲ ἐγείρει τὰς ὑστερικῶς πνιγομένας καὶ τὰ δεύτερα ἐκβάλλει.

[8]   ὄνυξ ἐστὶ πῶμα κογχυλίου, ὅμοιον τῷ τῆς πορφύρας, εὑρισκόμενον ἐν τῇ Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ ἀρωματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. συλλέγεται δὲ ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀναξηρανθῶσιν αἱ λίμναι. διαφέρει δὲ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός· μέλας δὲ ὁ Βαβυλώνιος καὶ μικρότερος. ἀμφότεροι δὲ εὐώδεις θυμιώμενοι, καστορίζοντες ποσῶς τῇ ὀσμῇ.

   ἐγείρουσι δὲ καὶ οὗτοι ὑποθυμιαθέντες τὰς ὑστερικῶς πνιγομένας καὶ ἐπιλημπτικούς, ποθέντες δὲ κοιλίαν μαλάσσουσιν. αὐτὸ δὲ τὸ κογχύλιον καὲν ποιεῖ ὅσα καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ.

[9]   κοχλίας χερσαῖος εὐστόμαχος, δύσφθαρτος. ἄριστος δὲ ὅ τε ἐν Σαρδῶνι καὶ Λιβύῃ καὶ Ἀστυπαλαίᾳ καὶ Σικελίᾳ καὶ Χίῳ γεννώμενος καὶ ὁ ἐν ταῖς κατὰ Λιγυρίαν Ἄλπεσι καλούμενος πωματίας. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐέκκριτος, ὁ δὲ ποτάμιος βρωμώδης, καὶ ὁ ταῖς ἀκάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἄγριος, ὅν τινες σέσιλον ἢ σεσέλιτα καλοῦσι, ταρακτικὸς κοιλίας καὶ στομάχου, ἐμετοποιός.

[2]    δύναται δὲ πάντων τὰ ὄστρακα κεκαυμένα θερμαίνειν καὶ καίειν, σμήχειν λέπρας, ἀλφούς, ὀδόντας. οὐλὰς δὲ τὰς ἐν ὀφθαλμοῖς καὶ λευκώματα καὶ ἐφήλεις καὶ ἀμβλυωπίας μετὰ τῆς σαρκὸς ὅλοι καέντες καὶ λειανθέντες καὶ ἐγχριόμενοι σὺν μέλιτι ἀποκαθαίρουσιν. ὠμοὶ δὲ σὺν τοῖς κελύφεσι καταπλασθέντες ἐξικμάζουσι τὰ ὑδρωπικὰ οἰδήματα καὶ οὐκ ἀφίστανται, πρὶν ἢ πᾶν ἀνικμασθῆναι τὸ ὑγρόν· καὶ ποδαγρικὰς δὲ φλεγμονὰς πραύνουσι, καὶ σκόλοπας ἕλκουσιν ὁμοίως καταπλασθέντες, καὶ [3] ἔμμηνα ἄγουσι λεῖοι προστιθέμενοι. αἱ δὲ σάρκες αὐτῶν λεῖαι σὺν σμύρνῃ καὶ λιβανωτῷ καταπλασθεῖσαι τραύματα καὶ μάλιστα τὰ κατὰ τὰ νεῦρα κολλῶσι, καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας σὺν ὄξει λειανθέντες ἐπέχουσι. ζῶσα δὲ ἡ σὰρξ καταποθεῖσα, τοῦ Λιβυκοῦ μάλιστα, ἀλγηδόνας στομάχου παύει. μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετ' οἴνου καὶ σμύρνης ὀλίγης ποθεὶς κολικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ καὶ τρίχας ὁ χερσαῖος, ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προισταμένῳ γλοιώδει προσάπτηται τῆς τριχός.

[10]    καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλιαρίων δυεῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἑνὶ καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας τρεῖς βοηθεῖ λυσσοδήκτοις ἐνεργῶς, σὺν δὲ μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χιμέτλας καὶ καρκινώματα παρηγορεῖ. λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν ἑρπετῶν, φαλαγγίων ‹καὶ› σκορπίων πληγαῖς. ἑφθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι φθισικοὺς ὠφελοῦσι καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφθέντες δὲ σὺν ὠκίμῳ καὶ προσαχθέντες σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι, πλὴν ἧττον τούτων ἐνεργοῦσιν.

[11]   σκόρπιος χερσαῖος ὠμὸς λεῖος ἐπιτεθεὶς βοήθημα τῆς ἰδίας πληγῆς γίνεται· βιβρώσκεται δὲ καὶ ὀπτηθεὶς πρὸς τὸ αὐτό.

[12]   τοῦ δὲ θαλασσίου σκορπίου ἡ χολὴ ἁρμόζει πρὸς τὰς ἐν ὀφθαλμοῖς ὑποχύσεις καὶ λευκώματα καὶ ἀμβλυωπίας.

[13]   δράκων θαλάσσιος ἀναπτυχθεὶς καὶ ἐπιτεθεὶς ἴαμά ἐστι πρὸς τὴν ἐκ τῆς ἀκάνθης αὐτοῦ πληγήν.

[14]   σκολοπένδρα θαλασσία ἑψηθεῖσα ἐν ἐλαίῳ καὶ καταχρισθεῖσα ψιλοῖ τρίχας, ψαυσθεῖσα δὲ κνησμὸν ἐργάζεται.

[15]   νάρκη θαλασσία ἐπιτεθεῖσα ἐπὶ χρονίων ἀλγημάτων τῶν περὶ κεφαλὴν πραύνει τὸ σφοδρὸν τοῦ ἀλγήματος, καὶ ἕδραν δὲ ἐκτρεπομένην ἢ προπίπτουσαν στέλλει προστεθεῖσα.

[16]   ἐχίδνης σὰρξ ἑψηθεῖσα καὶ ἐσθιομένη ὀξυδερκεῖς ποιεῖ τὰς ὄψεις καὶ πρὸς τὰ νευρικὰ ἁρμόζει καὶ τὰς αὐξανομένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν ἀποκόπτειν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον ‑ μυθώδης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων ‑ τὸ δὲ λοιπὸν ‹ἀφαιρεθέντων τῶν ἐντοσθιδίων› πλύναντάς τε καὶ τεμαχίσαντας ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἁλῶν ὀλίγων καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους φθεῖρας γεννᾶν, ὅπερ ἐστὶ ψεῦδος· προσιστοροῦσι δὲ ἔνιοι καὶ μακρογήρως γίνεσθαι [2] τοὺς ἐσθίοντας αὐτάς. κατασκευάζονται δὲ καὶ ἅλες ἐξ αὐτῶν πρὸς τὰ αὐτά, πλὴν ὁμοίως οὐκ ἐνεργοῦσι. καθίεται δὲ ἔχιδνα ζῶσα εἰς καινὴν χύτραν καὶ μετ' αὐτῆς ἁλῶν ‹καὶ› ἰσχάδων τετριμμένων ἀνὰ ξέστην ἕνα μετὰ μέλιτος κυάθων ἕξ, ‹καὶ› περιχρίεται πηλῷ τὸ πῶμα τῆς χύτρας καὶ ὀπτᾶται ἐν καμίνῳ, ἄχρις οὗ ἀνθρακωθῶσιν οἱ ἅλες. μετὰ δὲ τοῦτο λειοτριβηθέντες ἀποτίθενται, ἐνίοτε μειγνυμένου πρὸς εὐστομίαν αὐτοῖς ναρδοστάχυος ἢ μαλαβάθρου φύλλου βραχέος.

[17]    γῆρας ὄφεως ἑψηθὲν μετὰ οἴνου βοήθημά ἐστιν ὠταλγίας ἐγχεόμενον καὶ ὀδονταλγίας διακλυζόμενον. μίσγουσι δὲ αὐτὸ καὶ εἰς ὀφθαλμικὰς δυνάμεις, μάλιστα δὲ τὸ τῆς ἔχεως.

[18]   λαγωὸς θαλάσσιος ἔοικε μὲν μικρᾷ τευθίδι, δύναται δὲ λεῖος καταπλασθεὶς καθ' ἑαυτὸν καὶ μετ' ἀκαλήφης ‹θαλασσίας› τρίχας ψιλοῦν.

[19]   τοῦ δὲ χερσαίου λαγωοῦ ὁ ἐγκέφαλος ὀπτὸς βιβρωσκόμενος ὠφελεῖ τρόμους τοὺς κατὰ πάθος γινομένους, καὶ ὀδοντιάσεις ἐπὶ παιδίων παρατριβόμενος καὶ ἐσθιόμενος. ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ καταχρισθεῖσα μετὰ στέατος ἀρκείου ἢ ὄξους ἀλωπεκίας θεραπεύει. ἡ δὲ πιτύα ποθεῖσα μετὰ ἡμέρας τρεῖς μετὰ τὴν ἄφεδρον ἀτόκιον εἶναι ἱστορεῖται· ἐπέχει δὲ καὶ τὴν ἐκ μήτρας ῥύσιν καὶ κοιλίας, ὠφελεῖ δὲ καὶ ἐπιλημπτικούς, καὶ πρὸς τὰ θανάσιμα μετ' ὄξους πινομένη, μάλιστα δὲ πρὸς γάλακτος θρόμβωσιν καὶ ἐχιδνῶν δήγματα. τὸ δὲ αἷμα αὐτοῦ θερμὸν καταχριόμενον ἐφήλιδας καὶ ἀλφοὺς καὶ φακοὺς θεραπεύει.

[20]   τρυγόνος θαλασσίας τὸ κέντρον, ὃ δὴ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πέφυκεν ἀνεστραμμένον ταῖς φολίσιν, ὀδόντα πονοῦντα πραύνει· θρύπτει γὰρ καὶ ἀποβάλλει.

[21]   σηπίας ἑψηθείσης τὸ μέλαν βιβρωσκόμενον δύσπεπτον, κοιλίας μαλακτικόν. τὸ δὲ ἐπ' αὐτῆς ὄστρακον σχηματισθὲν εἰς κολλύρια ἁρμόζει πρὸς παράτριψιν τραχέων βλεφάρων, καὲν δὲ ἐν τῷ ἰδίῳ ὀστράκῳ, ἄχρις οὗ τὸ πλακῶδες αὐτοῦ ἀποστῇ, σμήχει λεῖον ἀλφούς, πίτυρα, ὀδόντας, ἐφήλεις. μείγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ πλυθέν· ποιεῖ δὲ καὶ πρὸς λευκώματα κτηνῶν ἐμφυσώμενον, καὶ πτερύγια τὰ ἐν ὀφθαλμοῖς τήκει σὺν ἁλσὶ λεῖον προσαγόμενον.

[22]   τρίγλα συνεχῶς ἐσθιομένη ἀμβλυωπίας δοκεῖ κατασκευαστικὴ ὑπάρχειν. ὠμὴ δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα θαλασσίου δράκοντος καὶ σκορπίου καὶ ἀράχνης δήγματα ἰᾶται.

[23]   ὄρχις ἱπποποτάμου ξηρανθεὶς καὶ λειανθεὶς πίνεται μετ' οἴνου πρὸς ἑρπετῶν δήγματα.

[24]   καὶ ὁ τοῦ κάστορος ὄρχις ‑ ἔστι δὲ τὸ ζῷον ἀμφίβιον, τὸ πλεῖστον ἐν ὕδασιν ἰχθύσι καὶ καρκίνοις τρεφόμενον ‑ ποιεῖ μὲν [καὶ] πρὸς ἑρπετά, ἔστι δὲ καὶ πταρμικὸς καὶ καθόλου ποικίλην ἔχει τὴν χρῆσιν· ποθεὶς γὰρ μετὰ γλήχωνος δραχμῶν πλῆθος δυεῖν ἔμμηνα κινεῖ καὶ ἔμβρυα καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει καὶ πρὸς ἐμπνευματώσεις, στρόφους, λυγμούς, θανάσιμα φάρμακα, ἰξίαν· ἀνακαλεῖται δὲ καὶ τοὺς ληθαργικοὺς καὶ τοὺς ὁπωσδήποτε καταφερομένους ἐμβρεχόμενος σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ὀσφραινόμενος, καὶ ὑποθυμιώμενος δὲ τὰ αὐτὰ ποιεῖ· ἁρμόζει καὶ τρόμοις καὶ σπασμοῖς καὶ παντὶ τῷ νευρώδει πινόμενός τε καὶ συγχριόμενος, καὶ καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν.

[2]    ἐκλέγου δὲ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς ἀρχῆς ‑ ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἑνὶ ὑμένι εὑρεῖν ‑ καὶ τὸ ἐντὸς ἔχοντας κηροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ, δηκτικόν, εὔτριπτον, διαφρασσόμενόν τε συνεχῶς φυσικοῖς ὑμέσι. δολοῦσι δέ τινες αὐτό, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵματι [καὶ] καστορίῳ ἐγχέοντες εἰς φῦσαν καὶ ξηραίνοντες. μάτην δὲ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδύνατον γάρ ἐστιν ἅψασθαι αὐτῶν, προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, ὂν μελιτῶδες, καὶ οὕτως ξηράναντας ἀποτίθεσθαι.

[25]    γαλῆ κατοικίδιος περιφλευσθεῖσα καὶ δίχα τῶν ἐντὸς σκελετευθεῖσα δι' ἁλὸς καὶ ξηρανθεῖσα ἐν σκιᾷ παντὸς ἑρπετοῦ ἐνεργέστατόν ἐστι βοήθημα ποθεῖσα μετ' οἴνου δραχμῶν δυεῖν πλῆθος, καὶ τοξικοῦ ἀντιφάρμακον ὁμοίως λημφθεῖσα. ἡ δὲ κοιλία αὐτῆς κορίῳ πλησθεῖσα καὶ σκελετευθεῖσα θηριοδήκτοις καὶ ἐπιλημπτικοῖς βοηθεῖ πινομένη. ὅλη δὲ καεῖσα ἐν χύτρᾳ ποδαγρικοὺς ὠφελεῖ τῆς τέφρας καταχριομένης μετ' ὄξους. τὸ δὲ αἷμα αὐτῆς καταχριόμενον χοιράσι βοηθεῖ· ὠφελεῖ δὲ καὶ ἐπιλημπτικούς.

[26]   βάτραχοι ἀντιφάρμακόν εἰσιν ἑρπετῶν πάντων ζωμευθέντες σὺν ἁλσὶ καὶ ἐλαίῳ, τοῦ ζωμοῦ λαμβανομένου· ὁμοίως καὶ πρὸς ‹τὰς› χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ ἐπίπαστοι αἱμορραγίαν στέλλουσι, καὶ ἀλωπεκίας θεραπεύουσι σὺν πίσσῃ ὑγρᾷ καταχριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ αἷμα ἐπισταζόμενον κωλύει τὰς ἐκτιλθείσας ἀπὸ τῶν βλεφάρων τρίχας φύεσθαι· ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδατι καὶ ὄξει καὶ διακλυζόμενοι.

[27]   σίλουρος νεαρὸς βιβρωσκόμενος τρόφιμος καὶ εὐκοίλιος, ταριχηρὸς δὲ ἄτροφος, ἀρτηρίαν δὲ καθαίρει καὶ εὔηχον παρασκευάζει. καταπλασθεῖσα δὲ ἡ σὰρξ τοῦ ταριχηροῦ ‹σιλούρου› σκόλοπας ἀνάγει· καὶ ἡ ἐξ αὐτοῦ δὲ ἅλμη ἁρμόζει ἐν ἀρχῇ δυσεντερικοῖς εἰς ἐγκάθισμα, μετάγουσα τοὺς ῥευματισμοὺς εἰς τὴν ἐπιφάνειαν, καὶ ἐγκλυζομένη δὲ ἰσχιαδικοὺς θεραπεύει.

[28]   σμαρίδος ταριχηρᾶς ἡ κεφαλὴ καεῖσα ‹λεία› ἕλκη στέλλει ὑπερσαρκοῦντα καὶ νομὰς ἵστησι καὶ ἥλους καὶ θύμους ἀναλίσκει, σκορπιοπλήκτοις δὲ καὶ κυνοδήκτοις ἡ σὰρξ ἁρμόζει καθάπερ πᾶς τάριχος.

[29]   καὶ ἡ τῆς μαινίδος κεφαλὴ καεῖσα λεία τὰς ἐν δακτυλίῳ τετυλωμένας ῥαγάδας καταπασθεῖσα ἀφίστησιν. ὁ δὲ γάρος αὐτῆς τὰς ἐν στόματι σηπεδόνας διακλυζόμενος παύει.

[30]   κωβιὸν τὸν πρόσφατον ἐὰν ἐμβαλὼν εἰς ὑείαν κοιλίαν καταρράψῃς καθεψήσῃς τε ἐν ὕδατος ξέσταις ιβ΄ ἄχρι δυεῖν ξεστῶν καὶ διηθήσας καὶ ἐξαιθριάσας ποτίσῃς, κοιλίαν ἀταράχως κάτω ὑπάξεις. καταπλασθεὶς δὲ καὶ τοὺς ὑπὸ κυνῶν δηχθέντας ἢ ἑρπετῶν ὠφελεῖ.

[31]   ὁ δὲ ὠμοτάριχος λεγόμενος σάρξ ἐστι θύννου τεταριχευμένου. βοηθεῖ δὲ λαμβανόμενος τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης πρηστῆρος δηχθεῖσι ‑ δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέροντας καὶ οἶνον ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν ‑ εἴς τε τὰς δριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμως.

[32]   γάρος δὲ πᾶς ὁ ἐκ τῶν ταριχευτικῶν ἰχθύων καὶ κρεῶν καταντλούμενος νομὰς ἐφιστᾷ καὶ κυνόδηκτα ἰᾶται. ἐνίεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ἰσχιαδικῶν, ἐφ' ὧν μὲν ἵνα τὰ εἱλκωμένα ἐπισπάσῃ, ἐφ' ὧν δὲ ἵνα τὰ ἀνέλκωτα ἐρεθίσῃ.

[33]   ζωμὸς δὲ ὁ ἐκ τῶν νεαρῶν ἰχθύων κοιλίας ὑπαγωγός, ποτὲ μὲν καθ' ἑαυτὸν πινόμενος, ποτὲ δὲ μετ' οἴνου. ἰδίως δὲ σκευάζεται πρὸς ταῦτα ὁ ἀπὸ τῶν φυκίδων καὶ σκορπίων καὶ ἰουλίδων καὶ περκίδων καὶ τῶν ἄλλων πετραίων ἁπαλῶν καὶ ἀβρώμων λιτῶς μεθ' ὕδατος ‹καὶ ἁλὸς› καὶ ἐλαίου καὶ ἀνήθου.

[34]   κόρεις οἱ ἀπὸ κλίνης ἐντιθέμενοι βρώμασι κυάμων τὸν ἀριθμὸν ἑπτὰ καὶ καταπινόμενοι πρὸ τῆς ἐπισημασίας ὠφελοῦσι τοὺς τεταρταίζοντας, καὶ ἀσπιδοδήκτους δὲ δίχα τῶν κυάμων καταποθέντες, ὑστερικῶς τε πνιγομένας ἀνακαλοῦνται ὀσφραινόμενοι. σὺν ὄξει δὲ ποθέντες βδέλλας ἐξάγουσι, δυσουρίαν τε παύουσιν ἐντιθέμενοι τῷ οὐρητικῷ πόρῳ λεῖοι.

[35]   ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας ‑ ζῷα ‹δ'› ἐστὶ πολύποδα, σφαιρούμενα κατὰ τὰς ἐπαφὰς τῶν χειρῶν ‑ ποθέντες σὺν οἴνῳ βοηθοῦσι δυσουρίᾳ καὶ ἰκτέρῳ, διαχρισθέντες δὲ μετὰ μέλιτος συναγχικοῖς βοηθοῦσι, καὶ πρὸς ὠταλγίαν δὲ λεῖοι σὺν ῥοδίνῳ θερμανθέντες ἐν κελύφει ῥόας καὶ ἐνσταγέντες ἁρμόζουσιν.

[36]   σίλφης τῆς ἐν τοῖς ἀρτοκοπείοις εὑρισκομένης τὰ ἐντὸς τριβόμενα σὺν ἐλαίῳ ἢ ἑψόμενα καὶ ἐνσταζόμενα ὠταλγίας παύει.

[37]   πνεύμων θαλάσσιος πρόσφατος λεανθεὶς ποδαγριῶντας καὶ χιμετλιῶντας ὠφελεῖ καταπλασσόμενος.

[38]   ὁ δὲ χοίρειος καὶ ἄρνειος [καὶ ἄρκειος] πνεύμων τὰ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπιτιθέμενοι ἀφλέγμαντα τηροῦσιν.

[39]   καὶ ὁ τῆς ἀλώπεκος δὲ πνεύμων ξηρανθεὶς καὶ ποθεὶς ἀσθματικοὺς ὀνίνησι· καὶ τὸ στέαρ δὲ αὐτῆς τακὲν καὶ ἐγχυθὲν ὠτὸς πόνον παύει.

[40]   ἧπαρ ὄνειον ἐσθιόμενον ὀπτὸν ἐπιλημπτικοὺς ὠφελεῖ· νήστεις δὲ λαμβανέτωσαν.

[41]   αἰδοῖον ἄρρενος ἐλάφου σὺν οἴνῳ ποθὲν λεῖον τοῖς ὑπὸ ἐχιδνῶν δηχθεῖσι βοηθεῖ.

[42]   ὄνυχες ὄνων καέντες καὶ ποθέντες ἐπὶ ἡμέρας ἱκανὰς πλῆθος κοχλιαρίων δυεῖν ἱστοροῦνται ἐπιλημπτικοὺς ὠφελεῖν. ἐλαίῳ δὲ φυραθέντες χοιράδας διαφοροῦσιν, ἐπιπασθέντες δὲ χιμέτλας θεραπεύουσιν.

[43]   λειχῆνες ἵππων ‑ εἰσὶ δὲ τύλοι κατὰ περιγραφὴν ἐντετυπωμένοι παρὰ τοῖς γόνασι καὶ παρὰ ταῖς ὁπλαῖς ‑ ποθέντες λεῖοι μετ' ὄξους ἐπιλημψίας ἱστοροῦνται θεραπεύειν.

[44]   οἱ δὲ τῶν αἰγῶν ὄνυχες καέντες ἀλωπεκίας καταχριόμενοι σὺν ὄξει θεραπεύουσιν.

[45]   τοῦ δὲ ἥπατος τῆς αἰγὸς ὀπτωμένου ὁ ἀπορρέων ἰχὼρ ἐγχριόμενος νυκτάλωψιν ἁρμόζει· κἂν τὴν ἀτμίδα δέ τις ἑψομένου αὐτοῦ δέχηται ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς, ὠφελεῖται· ἁρμόζει δὲ καὶ ἐσθιόμενον ὀπτὸν πρὸς τὰ αὐτά. φασὶ δὲ καὶ ἐπιλημπτικοὺς ἐλέγχεσθαι φαγόντας μάλιστα τὸ τράγειον ἧπαρ.

[46]   τὸ δὲ τοῦ κάπρου ἧπαρ νεαρὸν καὶ ξηρὸν λεῖον σὺν οἴνῳ πινόμενον ἑρπετῶν δήγματα ὠφελεῖ.

[47]   κυνὸς δὲ λυσσῶντος ἧπαρ βιβρωσκόμενον ὀπτὸν ὑπὸ τῶν δηχθέντων ὑπ' αὐτοῦ ἀπεριπτώτους ὑδροφόβᾳ τηρεῖν πεπίστευται. χρῶνται δὲ εἰς προφυλακὴν καὶ τῷ κυνόδοντι τοῦ δακόντος ἐνδέοντες εἰς κυστίδα καὶ περιάπτοντες τῷ βραχίονι.

[48]   τὰ δὲ ἀπὸ τῶν κασσυμάτων παλαιὰ δέρματα κεκαυμένα λεῖα καταπασσόμενα πυρίκαυτα καὶ παρατρίμματα καὶ τὰ ἐξ ὑποδημάτων θλίμματα θεραπεύει.

[49]   ἀλεκτορίδες ἀνασχισθεῖσαι καὶ ἐπιτεθεῖσαι ἔνθερμοι τοῖς τῶν ἑρπετῶν δήγμασι βοηθοῦσι· δεῖ δὲ συνεχῶς ταύτας ἀλλάσσειν. καὶ ὁ ἐγκέφαλος δὲ αὐτῶν ἐν ποτήματι θηριοδήκτοις σὺν οἴνῳ δίδοται καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. τοῦ δ' ἄρρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερατῶδες, ἀποδερόμενον δὲ ἐν ταῖς ἑψήσεσι ξηρανθὲν ἁρμόζει στομαχικοῖς λεῖον πινόμενον μετ' οἴνου. ὁ δὲ ζωμὸς τοῦ νόσσακος μάλιστα δίδοται ἐπικράσεως χάριν φαυλοτήτων καὶ ἐπὶ τῶν [2] στόμαχον πυρουμένων λιτῶς σκευασθείς. ὁ δὲ τῶν παλαιῶν ἀλεκτρυόνων δίδοται πρὸς κάθαρσιν κοιλίας· ἐξελόντας δὲ τὰ ἐντὸς δεῖ ἀντεμβάλλειν ἅλας καὶ καταρράψαντας ἕψειν μετὰ ὕδατος ξεστῶν εἴκοσι, κατάγοντας εἰς κοτύλας τρεῖς· δίδοται δὲ πᾶν ἐξαιθριασθέν· ἔνιοι δὲ συνέψουσι κράμβην θαλασσίαν ἢ λινόζωστιν ἢ κνῆκον ἢ πολυπόδιον. ἄγει δὲ πάχος ὠμόν, γλοιῶδες, μέλαν, ἁρμόζον πυρετοῖς χρονίοις ‹καὶ περιοδικοῖς τρόμοις›, ἄσθμασιν, ἀρθριτικοῖς, ἐμπνευματουμένοις στόμαχον.

[50]    ᾠὸν τὸ ἁπαλὸν πολυτροφώτερον τοῦ ῥοφητοῦ, καὶ τοῦ ἁπαλοῦ τὸ σκληρόν. ἡ δὲ λέκιθος αὐτοῦ ἑφθὴ χρησίμη πρὸς ὀφθαλμῶν περιωδυνίας σὺν κρόκῳ καὶ ῥοδίνῳ, πρός τε τὰς περὶ δακτύλιον φλεγμονὰς καὶ κονδυλώματα σὺν μελιλώτῳ. μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα καὶ βρωθεῖσα ἵστησι κοιλίαν, καὶ καθ' ἑαυτὴν δὲ προσενεχθεῖσα.

   τὸ δὲ λευκὸν αὐτοῦ ὠμὸν ‹ὂν› ψύχει, ἐμπλάττει, παρηγορεῖ ἐγχυματισθὲν ἐπὶ ὀφθαλμῶν φλεγμαινόντων, κατακαύματά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι παραχρῆμα ἐπιχρισθέν, πρόσωπά τε ἀνεπίκαυτα τηρεῖ, ἀνακόλλημά τέ ἐστι ῥευματιζομένων σὺν λιβανωτῷ κατὰ τοῦ μετώπου ἐπιτιθέμενον, φλεγμονάς τε ὀφθαλμῶν πραύνει ἐρίῳ ἀναλημφθὲν καὶ ἐπιτεθὲν μιγέντος αὐτῷ ῥοδίνου καὶ οἰνομέλιτος. ὠμὸν δὲ ῥοφηθὲν αἱμορροίδος δήγμασι βοηθεῖ, ἀκροχλιαρὸν δὲ πρὸς κύστεως δηγμοὺς καὶ ἕλκωσιν νεφροῦ καὶ τραχυσμοὺς ἀρτηρίας καὶ αἵματος ἀναγωγὰς καὶ κατάρρους καὶ θώρακος ῥευματισμοὺς ἁρμόζει.

[51]   τέττιγες ὀπτοὶ ἐσθιόμενοι τοῖς περὶ κύστιν ἀλγήμασι βοηθοῦσιν.

[52]   ἀκρίδες ὑποθυμιώμεναι δυσουρίας, μάλιστα τὰς ἐπὶ γυναικῶν, ὠφελοῦσιν. ἡ δὲ λεγομένη ἀκρὶς τρωξαλλὶς ἢ ὄνος ‑ ἄπτερος δέ ἐστι καὶ μεγαλόκωλος ‑ πρόσφατος ξηρανθεῖσα σφόδρα σκορπιοπλήκτους ὠφελεῖ πινομένη σὺν οἴνῳ. χρῶνται δὲ αὐτῇ κατακόρως οἱ κατὰ Λέπτιν Λίβυες.

[53]   φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαιστὶ καλοῦσιν ὀσσίφραγον, ἡ κοιλία κατ' ὀλίγον ποτιζομένη ἐξουρεῖσθαι ποιεῖν ἱστορεῖται.

[54]   κορυδαλλὸς ὀρνύφιόν ἐστι μικρόν, ἔχον κατὰ τῆς κορυφῆς ὑπεροχὴν ὥσπερ ταῶνος. οὗτος βρωθεὶς ὀπτὸς κολικοὺς ὀνίνησιν.

[55]   αἰθυίας ἧπαρ σκελετευθὲν καὶ ποθὲν μεθ' ὑδρομέλιτος κοχλιαρίων πλῆθος δυεῖν ἐκβάλλει δεύτερα.

[56]   χελιδόνος νεοσσοὺς τοὺς ἐκ τῆς πρώτης νεοσσοποιίας αὐξομένης τῆς σελήνης ἀνατεμὼν εὑρήσεις ἐν τῇ γαστρὶ λίθους, ἐξ ὧν δύο λαβών, ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρόν, πρὸ τοῦ ἐπιψαῦσαι τῆς γῆς ἐνδήσας εἰς δέρμα δαμάλεως ἢ ἐλάφου καὶ περιάψας βραχίονι ἢ τραχήλῳ ἐπιλημπτικοὺς ὠφελήσεις· πολλάκις δὲ καὶ παντελῶς ἀποκαταστήσεις. βιβρωσκόμεναι δὲ ὥσπερ αἱ συκαλλίδες ὀξυωπίας εἰσὶ φάρμακον, καὶ ἡ ἀπ' αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ μέλιτος χρισθεῖσα ὀξυδερκίαν ποιεῖ· ἁρμόζει δὲ καὶ ἐπὶ συναγχικῶν διαχριομένη καὶ πρὸς σταφυλῆς καὶ παρισθμίων φλεγμονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοττοὶ συναγχικοὺς ὠφελοῦσι πινόμεναι μεθ' ὕδατος πλῆθος δραχμῆς μιᾶς.

[57]   ἐλέφαντος τὸ ἐκ τοῦ ὀδόντος ῥίνισμα παρωνυχίας καταπλασθὲν θεραπεύει, δύναμιν ἔχον στυπτικήν.

[58]   ἀστράγαλος ὑὸς καείς, ἄχρι ἂν ἐκ μέλανος λευκὸς πάλιν γένηται, καὶ λεῖος ποθεὶς ἐμπνευματώσεις κόλου καὶ στρόφους χρονίους παραιτεῖται.

[59]   ἐλάφου κέρας κεκαυμένον καὶ πεπλυμένον ἁρμόζει πλῆθος πινόμενον κοχλιαρίων δυεῖν αἱμοπτυικοῖς, δυσεντερικοῖς, κοιλιακοῖς, ἰκτερικοῖς, κύστεως ἀλγήμασι μετὰ τραγακάνθης, ῥοικαῖς δὲ γυναιξὶ μετὰ ὑγροῦ τοῦ πρὸς τὸ πάθος ἁρμόζοντος. καίεται δὲ ἐν καμίνῳ καταβληθὲν καὶ κοπὲν εἰς ὠμὴν χύτραν περιπεπλασμένην πηλῷ, ἄχρι ἂν λευκὸν γένηται. πλύνεται δὲ ὡς καδμία. τὸ δὲ τοιοῦτον ἁρμόζει πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη, καὶ ὀδόντας δὲ παρατριβόμενον σμήχει. ὠμὸν δὲ θυμιαθὲν ἑρπετὰ διώκει, ἀποζεσθὲν δὲ μετ' ὄξους καὶ διακλυζόμενον παρηγορεῖ γομφιάσεις.

[60]   κάμπαι αἱ ἐπὶ τῶν λαχάνων γεννώμεναι ἐπιχριόμεναι σὺν ἐλαίῳ ἀδήκτους ὑπὸ τῶν ἰοβόλων φυλάσσειν λέγονται.

[61]    κανθαρίδες εἰς ἀπόθεσιν εὔθετοι αἱ ἀπὸ τοῦ σίτου, ἃς ἐμβαλὼν εἰς ἀκώνητον ἀγγεῖον, καὶ τὸ στόμα περιδήσας ὀθονίῳ ἀραιῷ καθαρῷ, περικατάστρεψον ἀτμῷ ζέοντος ὄξους δριμυτάτου καὶ κράτει, ἕως ἂν πνιγῶσιν, εἶτα διαπείρας λίνῳ ἀποτίθεσο. ἐνεργέστεραι δέ εἰσιν αἱ ποικίλαι, μηλίνας ἐγκαρσίους ζώνας ἔχουσαι ἐν τοῖς πτεροῖς, ἐπιμήκεις τὸ σῶμα, ἁδραί, ἐμπίμελοι ὡς αἱ σίλφαι· ἄτονοι δὲ αἱ μονοχρώματοι. ὡσαύτως δὲ ἀποτίθενται καὶ αἱ βουπρήστεις, εἶδος οὖσαι κανθαρίδων, καὶ αἱ πιτύιναι δὲ κάμπαι· καὶ αὗται ἐπὶ κοσκίνου ἐπαιωρουμένου θερμοσποδιᾷ φωγνύμεναι ἐπὶ βραχὺ ἀποτίθενται.

[2]    δύναμις δὲ αὐτῶν κοινή, σηπτική, θερμαντική, ἑλκωτική, ὅθεν μείγνυται φαρμάκοις τοῖς πρὸς τὰ καρκινώδη, καὶ λέπρας καὶ λειχῆνας ἀγρίους θεραπεύουσιν· ἄγουσι δὲ καὶ ἔμμηνα πεσσοῖς μαλακτικοῖς μιγεῖσαι. ἔνιοι δὲ ἱστόρησαν τὰς κανθαρίδας καὶ ὑδρωπικοῖς βοηθεῖν, μειγνυμένας ἀντιδότοις, ὡς οὔρησιν κινούσας. οἱ δὲ τὰ πτερὰ αὐτῶν καὶ τοὺς πόδας τοῖς πιοῦσιν αὐτὰς ἀντιφάρμακον ἀνέγραψαν.

[62]    σαλαμάνδρα εἶδός ἐστι σαύρας νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι. δύναμιν δὲ ἔχει σηπτικήν, ἑλκωτικήν, θερμαντικήν. μείγνυται δὲ σηπταῖς ‹καὶ ἑλκωτικαῖς δυνάμεσι› καὶ λεπρικαῖς, ὡς ἡ κανθαρίς, καὶ ἀποτίθεται ὁμοίως. ψιλοῖ δὲ καὶ τρίχας συντακεῖσα ἐλαίῳ· φυλάσσεται καὶ ἐν μέλιτι ἐξεντερισθεῖσα τῶν ποδῶν καὶ τῆς κεφαλῆς ἀφαιρεθέντων εἰς τὴν αὐτὴν χρῆσιν.

[63]   ἀράχνη τὸ ζῷον, ὃ ὁλκὸν ἢ λύκον ἔνιοι καλοῦσι, συμμαλαχθεῖσα σπληναρίῳ καὶ ἐμπλασθεῖσα εἰς ὀθόνιον προστεθεῖσά ‹τε› τῷ μετώπῳ ἢ τοῖς κροτάφοις τριταικὰς περιόδους ὑγιάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἷμα ἵστησι καὶ ἀφλέγμαντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν.

   ἔστι δὲ καὶ ἕτερον εἶδος ἀράχνης, κατασκευάζον τὸν ὑμένα λευκόν, πυκνόν, ὃ ἱστορεῖται ἐνδεόμενον εἰς κυστίδα καὶ περιαπτόμενον βραχίονι τεταρταικὰς περιόδους θεραπεύειν· συνεψηθὲν δὲ ῥοδίνῳ ὠταλγίαις βοηθεῖ ἐγχεόμενον.

[64]   σαύρας ἡ κεφαλὴ λεία ἐπιτεθεῖσα σκόλοπας ἀνάγει καὶ πάντα τὰ ἐμπεπηγότα· αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους. τὸ δὲ ἧπαρ αὐτῆς ἐντεθὲν τοῖς τῶν ὀδόντων βρώμασιν ἀπονίαν ποιεῖ. ὅλη δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα σκορπιοπλήκτους κουφίζει.

[65]   σήψ, ἣν ἔνιοι Χαλκιδικὴν σαύραν ἐκάλεσαν, ἐν οἴνῳ ποθεῖσα τοὺς ὑπ' αὐτῆς δηχθέντας ἰᾶται.

[66]   σκίγκος· ὁ μέν τίς ἐστιν Αἰγύπτιος ὁ δὲ Ἰνδικὸς ἄλλος ἐν τῇ Ἐρυθρᾷ ‹θαλάσσῃ› γεννώμενος, ἕτερος δὲ ἐν τῇ Γαιτουλίᾳ τῆς Μαυρουσιάδος εὑρίσκεται. ἔστι δὲ κροκόδειλος χερσαῖος, ἰδιογενής, ταριχευόμενος ἐν καρδάμῳ.

   φασὶ δὲ δύναμιν ἔχειν ποθὲν τὸ περὶ τοὺς νεφροὺς αὐτοῦ μέρος, ὅσον δραχμῆς ‹μιᾶς› πλῆθος μετ' οἴνου, ὁρμητικὴν πρὸς ἀφροδίσια, ἀποπαύεσθαι δὲ τὴν ἐπίτασιν τῆς προθυμίας φακοῦ ἀφεψήματι μετὰ μέλιτος πινομένῳ ἢ θρίδακος σπέρματι μεθ' ὕδατος· μείγνυται δὲ καὶ ἀντιδότοις.

[67]   γῆς ἔντερα λεῖα ἐπιτεθέντα νεύρων διακοπὰς κολλᾷ· λύειν δὲ ‹δεῖ› διὰ τρίτης· ἑψηθέντα δὲ σὺν χηνείῳ στέατι διαθέσεις ὤτων ἐγχυματιζόμενα θεραπεύει. συνεψηθέντα δὲ ἐλαίῳ καὶ ἐγχεόμενα εἰς τὸ ἀντικείμενον οὖς ὀδονταλγίαις βοηθεῖ· ἄγει δὲ καὶ οὖρα λεῖα πινόμενα σὺν γλυκεῖ.

[68]   μυογαλῆ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα ἄκος ἐστὶ τοῦ ἰδίου δήγματος.

[69]   μύας τοὺς κατοικιδίους ἀνασχισθέντας σκορπιοπλήκτοις ὠφελίμως ἐπιτίθεσθαι ὁμολογεῖται, βρωθέντας δὲ ὀπτοὺς ὑπὸ παιδίων ἀναξηραίνειν τὸ ἐν τοῖς στόμασιν αὐτῶν σίελον.

[70]   γάλα κοινῶς μὲν πᾶν εὔχυμον, τρόφιμον, μαλακτικὸν κοιλίας, φυσητικὸν στομάχου καὶ ἐντέρων· ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θερινοῦ, καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλον μαλακτικὸν τῆς κοιλίας. ἔστι δὲ καλὸν γάλα τὸ λευκὸν καὶ ὁμαλὸν τῇ παχύτητι καὶ συστρεφόμενον, ἐπειδὰν ἐπισταγῇ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας στυφούσῃ νομῇ τὸ πλεῖστον χρῆσθαι, σχίνῳ καὶ δρυὶ καὶ θαλλῷ καὶ τερεβινθίνῃ, ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύ τε καὶ γλυκὺ καὶ λιπαρόν, οὐχ οὕτως δὲ εὐστόμαχον. τὸ μέντοι ὄνειον καὶ βόειον καὶ ἵππειον εὐκοιλιώτερα καὶ [2] ταρακτικὰ γίνεται. πᾶν δὲ γάλα κοιλίας καὶ στομάχου ἀνατρεπτικόν, ὅπου ἐστὶ νομὴ σκαμμωνία ἢ ἐλλέβορος ἢ λινόζωστις ἢ κληματίς, ὡς καὶ ἐν τοῖς Οὐεστίνοις ὄρεσιν ὑφ' ἡμῶν ἱστόρηται· αἱ γὰρ αἶγες νεμόμεναι τοῦ λευκοῦ ἐλλεβόρου τὰ φύλλα αὐταί τε ἐμοῦσι κατὰ τὴν πρώτην ἀπόλαυσιν τῆς πόας καὶ τὸ γάλα ἀναλυτικὸν στομάχου καὶ ναυτίας ποιητικὸν κατασκευάζουσιν. ἑψηθὲν δὲ πᾶν γάλα στεγνωτικὸν γίνεται κοιλίας, καὶ μάλιστα τὸ διαπύροις κόχλαξιν ἐξικμασθέν. κοινῶς δὲ δοκεῖ βοηθεῖν ταῖς ἐντὸς ἑλκώσεσι, μάλιστα δὲ βρόγχου, πνεύμονος, ἐντέρων, νεφρῶν, κύστεως, καὶ πρὸς τοὺς τῆς ἐπιφανείας κνησμούς, [3] ἐξανθήματα, κακοχυμίας. δίδοται δὲ νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος ὀλίγου συνανακραθέντος, μειγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθ' ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεως τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ.

   ἔχει δὲ πᾶν γάλα παρεμπεπλεγμένον τὸν ὀρρόν, ὃς σχιζόμενος πρὸς κάθαρσιν εὐτονωτέραν ἁρμόζει, διδόμενος ἐφ' ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς ἐπὶ μελαγχολικῶν, ἐπιλημπτικῶν, λεπριώντων, ἐλεφαντιάσεως, ἐξανθημάτων [4] τῶν περὶ ὅλον τὸ σῶμα. σχίζεται δὲ τὸ γάλα ζεννύμενον ἐν καινῇ χύτρᾳ κεραμεᾷ καὶ κινούμενον κλάδῳ συκίνῳ νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς ἐπιρραίνεται ὀξυμέλιτος κύαθος πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος· οὕτως γὰρ διορίζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζεῖν τὸ γάλα ἐν τῇ ἑψήσει σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας καὶ ξέστην ἀργυροῦν πλήρη ὕδατος ψυχροῦ καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην ‹μίαν› ἄχρι πέντε κοτυλῶν, ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περιπατείτωσαν οἱ πίνοντες.

[5]    ποιεῖ δὲ τὸ πρόσφατον γάλα καὶ πρὸς τοὺς ἀπὸ τῶν θανασίμων φαρμάκων δηγμοὺς καὶ πυρώσεις, ὡς κανθαρίδος ἢ πιτυοκάμπης ἢ βουπρήστεως ἢ σαλαμάνδρας ἢ ὑοσκυάμου ἢ δορυκνίου ἢ ἀκονίτου ἢ ἐφημέρου. πρὸς δὲ τοῦτο μάλιστα τὸ βόειον συμφέρει, ἰδίως ἁρμόζον, διακλύζεται δὲ καὶ πρὸς ἑλκώσεις στόματος καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον διακλυζόμενον οὖλα καὶ ὀδόντας κρατύνει, τοὺς δὲ τῆς κοιλίας μεθ' ἑλκώσεως ῥευματισμοὺς καὶ τεινεσμοὺς προβάτειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγκλύζεται δὲ καὶ καθ' ἑαυτὸ καὶ μετὰ πτισάνης ἢ χόνδρου χυλοῦ, ἱκανῶς πραῦνον τὴν τῶν ἐντέρων δῆξιν· ἐγκλύζεται καὶ μήτρᾳ εἱλκωμένῃ.

[6]    τὸ δὲ τῆς γυναικὸς γάλα γλυκύτατόν ἐστι καὶ τροφιμώτατον. ὠφελεῖ δὲ θηλαζόμενον στομάχου δῆξιν καὶ φθίσιν, ἁρμόζει καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν. μιγὲν δὲ λιβανωτῷ λείῳ ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς, καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν κωνείῳ καὶ κηρωτῇ καταχριόμενον. ἄθετον δὲ πᾶν γάλα σπληνικοῖς, ἡπατικοῖς, τοῖς τὸ νευρῶδες πεπονθόσι, πυρέσσουσι, κεφαλαλγοῦσι, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, εἰ μή ποτε καθάρσεως ἕνεκα προσφέροιτό τις, ὡς ὑποδέδεικται, τὸ σχιστόν. ἱστοροῦσι δέ τινες τὸ τῆς πρωτοτόκου κυνὸς γάλα ψιλοῦν τρίχας καταχρισθέν, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον ‹εἶναι› ποθὲν καὶ τεθνηκότων ἐμβρύων ἐκβόλιον.

[71]    τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος, εὐστόμαχος, εὐανάδοτος, σαρκῶν ποιητικός, κοιλίας μετρίως μαλακτικός, διαφέρων αὑτοῦ αὐτὸς παρὰ τὴν τοῦ γάλακτος φύσιν, ἀφ' οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκθλιβείς, εἶτα ὀπτηθεὶς σταλτικὸς γίνεται κοιλίας· ὠφελεῖ δὲ καὶ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώπια. ὁ δὲ νεοαλὴς ἀτροφώτερος ἐσθιόμενος, πρὸς καθαίρεσιν σαρκῶν ἐπιτήδειος, κακοστόμαχος, λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος κοιλίας σταλτικός, ὁ δὲ ἐξ αὐτοῦ ὀρρὸς κυνῶν τροφιμώτατος.

   ἡ δὲ καλουμένη ἱππάκη τυρός ἐστιν ἵππειος, βρωμώδης καὶ πολύτροφος, ἀναλογῶν τῷ βοείῳ. ἔνιοι δὲ ἱππάκην ἐκάλεσαν τὴν ἵππειον πιτύαν.

[72]   βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος· τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου, ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους.

   ἔχεται δὲ δυνάμεως μαλακτικῆς, ἐλαιώδους, ὅθεν κοιλίαν τε ἐκλύει πλεῖον ποθὲν καὶ πρὸς τὰ θανάσιμα μὴ παρόντος ἐλαίου χρησιμεύει. μιχθὲν δὲ μέλιτι καὶ παρατριβὲν ὀδοντιάσεις ὠφελεῖ καὶ τοὺς τῶν οὔλων ὀδαξισμοὺς ἐπὶ παιδίων καὶ ἄφθας, ἔξωθεν δὲ καταπλασσόμενον εὔτροφον καὶ ἀψυδρακίωτον [2] τηρεῖ τὸ σῶμα· ποιεῖ καὶ πρὸς φλεγμονὰς καὶ σκληρίας ὑστέρας τὸ μὴ δυσῶδες μηδὲ παλαιόν, καὶ πρὸς δυσεντερίας καὶ πρὸς κόλου ἕλκωσιν ἐγκλυζόμενον, πυοποιοῖς τε μείγνυται χρησίμως, καὶ μάλιστα ἐπὶ τῶν κατὰ τὰ νεῦρα καὶ μήνιγγας καὶ κύστεως τράχηλον τραυμάτων· τὸ δὲ αὐτὸ πληροῖ καὶ καθαίρει καὶ σαρκοῖ, καὶ τοὺς ὑπὸ ἀσπίδος δηχθέντας ἐπιτιθέμενον ὠφελεῖ. μείγνυται δὲ καὶ προσοψήμασιν ἀντὶ ἐλαίου τὸ νεαρὸν καὶ ἐν τοῖς πέμμασιν ἀντὶ στέατος.

[3]    συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον τοῦτον· εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον καὶ πωμάσας ἀγγείῳ κεραμεῷ, σωληνοειδεῖ [στενῷ] κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι, ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει καὶ ποίει τὸ αὐτό, ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς, εἶτα ἀπόσυρε πτερῷ καὶ χρῶ. δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνειν καὶ ὑποστύφειν· ἐφίστησι δὲ τὰ ῥεύματα καὶ τὰ ἕλκη ταχέως ἀναπληροῖ ‹καὶ ἀπουλοῖ›.

[73]    ἔρια οἰσυπηρὰ ἄριστα τὰ ἁπαλὰ καὶ τὰ ἀπὸ τοῦ τραχήλου καὶ τῶν μηρῶν, ἁρμόζοντα ἐν ἀρχῇ πρὸς τραύματα, θλάσματα, ἀποσύρματα, πελιώματα, ὀστῶν κατάγματα βρεχόμενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ· δεκτικὰ γάρ ἐστι τῶν ἐμβρεγμάτων καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον· ποιεῖ καὶ πρὸς κεφαλαλγίαν καὶ στομάχου πόνους καὶ παντὸς ἄλλου τόπου σὺν ὄξει καὶ ῥοδίνῳ.

   τὰ δὲ κεκαυμένα ἔρια δύναμιν ἔχει ‹θερμαντικήν,› ἐσχαρωτικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλκῶν. καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν δ' αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες [2] καίουσιν ὡσαύτως. ἄλλοι δὲ διαθέντες ὀβελίσκους ἐπὶ πλατύστομον κεραμεοῦν ἀγγεῖον, διεστῶτας ἀπ' ἀλλήλων, καὶ ἐπιθέντες σχίδακας δᾳδίων ἰσχνὰς καὶ ἐπάνω θέντες τὰ ἔρια διεξασμένα καὶ βεβρεγμένα ἐλαίῳ οὕτως ὥστε μὴ ἀποστάζειν, καὶ πάλιν σχίδακας καὶ ἔρια ἐναλλὰξ ἐπιτιθέντες, κούφως ἐκ τῶν δᾳδίων ὑφάπτουσι, καέντα δὲ αἴρουσι καὶ εἴτε λίπος ἢ πίττα ἐκ τῶν δᾳδίων ὑπορρεῖ συναναιροῦνται καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν κεραμεῷ κρατῆρι ὕδατος ἐπιχεομένου καὶ ταρασσομένου εὐτόνως ταῖς χερσί, καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ ὑγροῦ καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου, καὶ τοῦτο γίνεται, ἄχρις ἂν προσαγόμενον τῇ γλώττῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ.

[74]    οἴσυπος δὲ λέγεται τὸ ἐκ τῶν οἰσυπηρῶν ἐρίων λίπος, ὃν σκευάσεις οὕτως· λαβὼν ἔρια μαλακὰ οἰσυπηρὰ ἔκπλυνον ‹μὴ› ἐστρουθισμένα θερμῷ ὕδατι, ἅμα ἐκθλίβων πᾶσαν τὴν ῥυπαρίαν, ἣν βαλὼν εἰς κρατῆρα πλατύστομον καὶ ἐπιχέας ὕδωρ ἀνάχει ἀρυτῆρι ῥαγδαίως, ἕως ἂν ἀφρίσῃ, ἢ ξύλῳ ἀνατάρασσε εὐτόνως, μέχρις ἂν ὁ πολὺς ἀφρὸς καὶ λιπαρὸς συλλεγῇ· εἶτα κατάρραινε θαλάσσῃ, καὶ ὅταν καταστῇ τὸ ἐπινηχόμενον λίπος, ἀναλάμβανε εἰς ἕτερον κεραμεοῦν ἀγγεῖον, ἐπιχέας τε ὕδωρ εἰς τὸν κρατῆρα πάλιν τάρασσε καὶ κατάρραινε τῇ θαλάσσῃ τὸν ἀφρὸν καὶ ἀναλάμβανε, καὶ τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηκέτι [2] ἀφρὸς ἐφιστῆται δαπανηθέντος τοῦ λίπους. τὸν μέντοι ἀνῃρημένον οἴσυπον τῇ χειρὶ μαλάξας παραχρῆμα ἀναιροῦ, εἴ τινα ἔχει ἀκαθαρσίαν, στραγγίζων τὸ πρῶτον ὕδωρ καὶ ἄλλο ἐπιχέων καὶ κινῶν τῇ χειρί, ἄχρι ἂν οὗ καθαρὸς καὶ λευκὸς φανῇ, οὕτως τε ἀποτίθεσο ἐν ἀγγείῳ κεραμεῷ· ἐν ἡλίῳ δὲ θερινῷ γινέσθω πάντα. ἔνιοι δὲ διηθήσαντες τὸ λίπος πλύνουσιν ἐν ὕδατι ψυχρῷ, ταῖς χερσὶν ἀνατρίβοντες ὡς τὴν κηρωτὴν αἱ [3] γυναῖκες· γίνεται δὲ ὁ τοιοῦτος λευκότερος. οἱ δὲ πλύναντες τὰ ἔρια καὶ ἐκθλίψαντες τὸν ῥύπον ἕψουσι μεθ' ὕδατος ἐν λέβητι πυρὶ κούφῳ, καὶ τὸ ἐφιστάμενον λίπος ἀφαιροῦντες πλύνουσιν ὕδατι, ὥσπερ εἴρηται, καὶ διυλίσαντες εἰς λοπάδιον κεραμεοῦν ἔχον ὕδωρ θερμὸν λινῷ τε ῥάκει περιπωμάσαντες τιθέασιν ἐν ἡλίῳ, μέχρι ἂν αὐτάρκως παχὺς γένηται καὶ λευκός· ἔνιοι δὲ διὰ δύο ἡμερῶν ἀποχέοντες τὸ πρῶτον ὕδωρ ἄλλο ἐπιχέουσιν. ἔστι δὲ βελτίων ὁ ἀστρούθιστος καὶ λεῖος, ὄζων ἐρίων οἰσυπηρῶν, ἀνατριβόμενός τε μεθ' ὕδατος ψυχροῦ ἐν μύακι [καὶ] λευκαινόμενος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκὸς ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι.

[4]    δύναμιν δὲ ἔχει θερμαντικήν, πληρωτικὴν ἑλκῶν, μαλακτικήν, καὶ μάλιστα τῶν περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύρῳ, καὶ ἔμμηνα καὶ ἔμβρυα ἐν ἐρίῳ προστιθέμενος ἄγει, πρός τε τὰ ἐν ὠσὶ καὶ αἰδοίῳ σὺν χηνείῳ στέατι. ποιεῖ δὲ καὶ πρὸς περιβεβρωμένους κανθοὺς καὶ ψωρώδεις καὶ βλέφαρα τετυλωμένα καὶ τριχορροοῦντα. καίεται δὲ ἐπ' ὀστράκου καινοῦ, μέχρι ἂν τεφρωθὲν ἀποβάλῃ τὸ λίπος· συνάγεται δὲ καὶ λιγνὺς ἐξ αὐτοῦ, ὡς ὑπεδείξαμεν (I 68), ἁρμόζουσα πρὸς τὰ ὀφθαλμικά.

[75]    πιτύα λαγωοῦ ἁρμόζει ‹λαμβανομένη› σὺν οἴνῳ ὁλκὴ τριωβόλου πρὸς θηριοδήκτους καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς καὶ πρὸς ῥοικὰς γυναῖκας καὶ πρὸς αἵματος θρόμβωσιν καὶ ἀναγωγὰς τὰς ἐκ θώρακος, προστιθεμένη δὲ μετὰ ‹τὴν› κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου συλλήψει συνεργεῖ, ποθεῖσα δὲ μετὰ τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου, ὑπ' ἐνίων δὲ ἱππάκη [2] καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν. ἐρίφου δὲ καὶ ἀρνὸς καὶ νεβροῦ καὶ δορκάδος καὶ πλατυκέρωτος καὶ δόρκου καὶ ἐλάφου καὶ μόσχου καὶ βουβάλου ὁμοίαν ἔχουσι δύναμιν, ἁρμόζουσαν πρὸς ἀκονίτου πόσιν σὺν οἴνῳ λαμβανόμεναι καὶ πρὸς γάλακτος θρόμβωσιν μετ' ὄξους. ἡ δὲ τοῦ νεβροῦ ἰδίως μετὰ τὰς καθάρσεις προστεθεῖσα ἐπὶ τρεῖς ἡμέρας ἀτόκιόν ἐστιν. ἡ δὲ τῆς φώκης ἔοικε κατὰ τὴν δύναμιν τῷ καστορίῳ, δοκεῖ δὲ ἁρμόζειν μάλιστα ἐπιλημπτικοῖς καὶ ὑστερικαῖς [3] πνιξὶ πινομένη. δοκιμάζεται δέ, εἰ ἔστι φώκης, τὸν τρόπον τοῦτον· λαβὼν πιτύαν ζῴου τινός, μάλιστα δὲ ἀρνός, καὶ ἐπιχέας ὕδωρ ἔασον βραχὺν χρόνον, καὶ μετὰ ταῦτα ἐπίχει τὸ ἀπόβρεγμα κατὰ τῆς πιτύας τῆς φώκης· ἡ γὰρ ἀληθινὴ ἐξυδατοῦται ταχέως, ἡ δὲ μὴ τοιαύτη διαμένει ὁμοία. λαμβάνεται δὲ ἐκ τῆς φώκης πιτύα μηδέπω δυναμένων τῶν σκύμνων νήχεσθαι. κοινῶς δὲ πᾶσα πιτύα πήσσει μὲν τὰ διαλελυμένα, λύει δὲ τὰ συνεστῶτα.

[76]    στέαρ πρὸς μὲν τὰ περὶ μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειον ἢ ὀρνίθειον καὶ δίχα ἁλῶν τεθεραπευμένον, πολέμιον δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ τούτων λαβών τι καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα καινὴν κεραμεᾶν, δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι, εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ· [2] τοῦτο δὲ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ. τινὲς δὲ ἀντὶ τοῦ ἡλίου ὑπὲρ ὕδατος θερμοῦ ἐπερείδονται τὴν λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἔστι δὲ καὶ ἄλλος τρόπος θεραπείας τοιοῦτος· μετὰ τὸ ἐξυμενισθῆναι τὸ στέαρ λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα.

   ὕειον δὲ καὶ ἄρκειον θεραπεύεται οὕτως· λαβὼν τὸ πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ νεφριαῖον, ἔμβαλε εἰς ὕδωρ δαψιλὲς ὄμβριον ὡς ὅτι ψυχρότατον καὶ ἐξυμένισον καὶ τρῖβε ταῖς χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ [3] ἀποψήχων· εἶτα ἑτέρῳ ὕδατι πολλάκις ἀποκλύσας δὸς εἰς χύτραν κεραμεᾶν τὸ διπλάσιον χωροῦσαν, ἐπιχέας τε ὕδωρ, ὡς ὑπερέχειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ. ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ δι' ἠθμοῦ εἰς ὕδωρ, καὶ ἐάσας ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην, ἐπιχέας τε ὕδωρ τῆξον πραέως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχεον εἰς θυίαν νενοτισμένην σπόγγῳ. ὅταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτου χωρὶς ὕδατος, καὶ κατεράσας εἰς θυίαν καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον.

[4]    τράγειον δὲ καὶ προβάτειον, ἔτι δὲ καὶ ἐλάφειον θεραπεύεται οὕτως· λαβών, οἷον προείρηται, στέαρ οἱουτινοσοῦν αὐτῶν καὶ πλύνας ἐξυμενίσας τε, ὡς προείρηται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυίαν μαλάττειν καὶ τρῖβε, κατ' ὀλίγον ὕδωρ ἐπιχέων, ἄχρι ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λάμπη ἐπιπλέῃ λαμπρόν τε γένηται. λοιπὸν ἐμβαλὼν αὐτὸ εἰς κεραμεᾶν χύτραν καὶ προσεπιδοὺς ὕδωρ ὥστε ὑπερέχειν θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει. ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ δευτέρου τῆκε καὶ τὰ [5] αὐτὰ ποίει τοῖς προειρημένοις. τὸ δὲ τρίτον χωρὶς ὕδατος τήξας εἰς νενοτισμένην θυίαν ἀπήθησον καὶ ψυγὲν ἀποτίθεσο, ὡς ἐλέγετο ἐπὶ τοῦ ὑείου.

   καὶ τοῦ βοείου δὲ στέατος ἐξυμενιστέον τὸ νεφριαῖον καὶ θαλάττῃ πελαγίᾳ πλυτέον, εἶτα εἰς ὅλμον ἐμβλητέον καὶ κοπτέον ἐπιμελῶς, ἐπιρραινομένης τῆς θαλάττης. ὅταν δὲ διαλυθῇ ἅπαν, εἰσβλητέον αὐτὸ εἰς χύτραν κεραμεᾶν καὶ θάλασσαν ἐπιχυτέον, ὡς ὑπερέχειν μὴ ἧττον σπιθαμῆς, ἑψητέον τε, ἄχρι [6] τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ· εἶτα πρὸς μίαν μνᾶν τοῦ στέατος Ἀττικὴν κηροῦ Τυρρηνικοῦ ὁλκὰς τέτταρας ἐμβλητέον καὶ διηθητέον, ἀφαιρετέον τε τὴν προσκαθημένην ἐν τῷ πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδα καινὴν ἀποθετέον· εἶτα εἰς ἥλιον καθ' ἡμέραν κομιστέον περιεσκεπασμένον, ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ.

   τὸ δὲ ταύρειον θεραπευτέον οὕτως· λαβὼν καὶ τούτου τὸ πρόσφατον καὶ νεφριαῖον ἔκπλυνον ποταμίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμεᾶν καινήν, ἁλὸς ὀλίγον προσεμπάσας, [7] καὶ τῆκε· εἶτα εἰς ὕδωρ διαυγὲς ἀπηθήσας, ὅταν ἀρχὴν λαμβάνῃ πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων, τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλὼν ἕψε μετ' οἴνου ἴσου εὐώδους. ὡς δ' ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ' ἐχομένῃ ἐάν τι τῆς δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις [8] ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ. τήκεται δὲ καὶ χωρὶς ἁλῶν ἐπ' ἐνίαις διαθέσεσιν, ἐν αἷς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτως σκευασθὲν οὐκ ἄγαν λευκόν. ὡσαύτως δὲ καὶ παρδάλειον σκευαστέον καὶ λεόντειον συάγρειόν τε καὶ καμήλεον καὶ ἵππειον καὶ τὰ ὅμοια.

   ἀρωματιστέον δὲ στέαρ μόσχειον καὶ ταύρειον, ἔτι δὲ ἐλάφειον καὶ μυελὸν τοῦδε τοῦ ζῴου τὸν τρόπον τοῦτον· ἐξυμενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείρηται, σύζεσον οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦσαι ἀφεὶς ἕτερον οἶνον ἀπὸ τοῦ αὐτοῦ γένους ἐπίχεε τῷ πλήθει τοσοῦτον, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀποκογχίσας τε ἐπιμελῶς, πρὸς ἐννέα κοτύλας τοῦ στέατος ἔμβαλε [9] σχοίνου Ἀραβικῆς ὁλκὰς ἑπτά· ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, τοῦ ἄνθους ὁλκὰς τεσσαράκοντα, προσαπόδος δὲ καὶ φοίνικος καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν· μεῖξον δὲ καὶ καρδαμώμου καὶ νάρδου καὶ κασσίας καὶ κιναμώμου ἀνὰ οὐγγίαν μίαν ‑ πάντα δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα ‑ εἶτα ἐπιδοὺς οἶνον εὐώδη ἀπέρεισαι ἐπ' ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ' ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους [10] σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες. πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῷ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ.    ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξασθαι τὴν τῶν ἀρωμάτων δύναμιν οὕτως· λαβὼν αὐτῶν ὅ τι ἂν αἱρῇ ζέσον ἅμα οἴνῳ, συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα· τινὲς δὲ ἑνὶ τούτων ἀρκοῦνται. ὅταν δὲ τὸ τρίτον ἀναζέσῃ, ἀνελόμενος πραέως καὶ δι' ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται.

[11] ἔτι δὲ καὶ οὕτως πρόστυφε τὰ στέατα· κόψας ὅ τι ἂν αὐτῶν θέλῃς ‑ πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος τά τε ἄλλα ἔχον, ἃ πολλάκις εἴρηται ‑ ‹καὶ› ἐμβαλὼν εἰς λοπάδα καινὴν ἐπιχέας τε οἶνον παλαιὸν λευκὸν εὐώδη, ὡς ὑπερέχειν δακτύλους ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ἀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ ‹τοῦ› στέατος μνᾶς δύο καὶ ἐμβαλὼν εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας τέσσαρας καὶ λωτίνου καρποῦ, οὗ τοῖς ξύλοις οἱ αὐλοποιοὶ χρῶνται, κεκομμένου [12] μνᾶς τέσσαρας ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν. ὅταν δὲ τὴν στεατώδη ἀποφορὰν ἀποβάλῃ πᾶσαν, διυλίσας αὐτὸ ψῦχε, καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους μνᾶς τέσσαρας οἴνῳ φύρασον παλαιῷ καὶ ἔασον μίαν νύκτα συμπιεῖν· τῇ δ' ἐχομένῃ εἰς χύτραν κεραμεᾶν τριχουνιαίαν καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάντων τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ.

[13]    τὸ δὲ ὀρνίθειον καὶ χήνειον στέαρ οὕτως ἂν εὐωδιασθείη· λαβὼν οἵουτινος αὐτῶν τεθεραπευμένου κοτύλας τέσσαρας καὶ καθεὶς εἰς ὀστρακίνην χύτραν πρόσμειξον ἐρυσισκήπτρου καὶ ξυλοβαλσάμου, ἔτι δὲ φοίνικος ἐλάτης καὶ καλάμου ὁλοσχερῶς κεκομμένων ἀνὰ δραχμὰς δεκαδύο, ἐπιδούς τε οἴνου Λεσβίου παλαιοῦ κύαθον ἕνα θὲς ἐπ' ἀνθρακιᾶς καὶ σύζεσον τρίς· εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν καὶ νύκτα, τῇ ἐχομένῃ τῆξον αὐτά, καὶ διὰ [14] ῥάκους λινοῦ καὶ καθαροῦ ὕλισον εἰς ἀργυροῦν ἀγγεῖον. ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖον βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γὰρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχὺ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῷ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τὰ ὅμοια.

   σαμψουχίζεται δὲ στέαρ οὕτως· λαβὼν τοῦ καλῶς τεθεραπευμένου ὅσον μνᾶν μίαν ‑ ἔστω δὲ μᾶλλον ταύρειον ‑ καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιχέας δαψιλέστερον οἶνον, εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦσαι.

[15] πρωὶ δὲ εἰς χύτραν κεραμεᾶν ἐμβαλὼν καὶ ὕδωρ ἐπιχέας ἕψε κούφως. ὅταν δὲ τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ τὸ στέαρ, διυλίσας αὐτὸ καὶ ἐάσας μεῖναι ὅλην τὴν νύκτα πεπωμασμένον καλῶς, τῇ ἐπιούσῃ ἀνελόμενος τὸν τροχίσκον καὶ προσαποξύσας τὴν ἐν τῷ πυθμένι ῥυπαρίαν μεῖξον πάλιν σαμψούχου κεκομμένου, ὡς εἴρηται, ἄλλην μνᾶν μίαν ἥμισυ καὶ ὡσαύτως ἀναστρέφου, μαγίδας τε ποιῶν καὶ τὰ ἄλλα τὰ προειρημένα· ἐπὶ πᾶσι δὲ ἑψήσας καὶ διυλίσας ἀφελών τε, εἴ τις πρὸς τῷ πυθμένι ῥυπαρία ὑπάρχοι, ἀπόθου ἐν καταψύχρῳ τόπῳ.

[16]    εἰ δὲ ἀθεράπευτον στέαρ χήνειον ἢ ὀρνίθειον ἢ μόσχειον θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ, μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, εἶτα λίνῳ. διείρας κρέμασον ἐν τόπῳ σκιερῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χάρτῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα ‹δὲ› διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα.

[17]    δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικήν. τὸ μέντοι ταύρειον στύφει ποσῶς καὶ τὸ βόειον καὶ τὸ μόσχειον, καὶ τὸ λεόντειον δὲ ἀναλογεῖ τούτοις· φασὶ δὲ καὶ ἀντιφάρμακον αὐτὸ τοῖς ἐπιβουλεύουσιν εἶναι. τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον ἑρπετὰ διώκει καταχριόμενον· τὸ δὲ αἴγειον στυπτικώτερον, ὅθεν δυσεντερικοῖς δίδοται σὺν ἀλφίτῳ καὶ τυρῷ, καὶ ἑψόμενον ἐγκλύζεται μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς κανθαρίδας πεπωκόσιν [18] ὠφελίμως δίδοται. τὸ δὲ τράγειον, διαλυτικώτερον ὄν, βοηθεῖ ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ [ἀναλογεῖ] τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλὰς ὁμόχρους ποιεῖν, χήνειον δὲ καὶ ὀρνίθειον πρός ‹τε› τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς [19] εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει. τὸ δὲ τῆς ἀλώπεκος στέαρ ‹ποιεῖ› πρὸς ὠταλγίας, τὸ δὲ τῶν ποταμίων ἰχθύων ὀξυδερκὲς ἐγχριόμενον, ἀποτακὲν ἐν ἡλίῳ καὶ μέλιτι μιγέν, τὸ δὲ τῆς ἐχίδνης πρὸς ἀμβλυωπίας, ἔτι δὲ ὑποχύσεις ἐνεργεῖ, μιγὲν κεδρίᾳ καὶ μέλιτι Ἀττικῷ καὶ ἐλαίῳ παλαιῷ ἴσον, ἐκτιλθείσας δὲ τὰς ἐν μασχάλῃ τρίχας πρὸς ταῖς ῥίζαις καταχρισθὲν καθ' ἑαυτὸ πρόσφατον ἐξιτήλους ποιεῖ.

[77]    μυελῶν δὲ κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ καὶ οἱονεὶ σὰρξ εὔθρυπτος ἐν τοῖς ὀστέοις εὑρίσκεται. ἔστι δὲ δύσγνωστος, ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ καὶ ἀποθῆται.

   ἅπαντες δέ εἰσι μαλακτικοί, ἀραιωτικοί, θερμαντικοί, πληρωτικοὶ ἑλκῶν· ὁ δὲ ἐλάφειος περιχρισθεὶς καὶ θηρία διώκει.

[2]    θεραπεύεται δὲ ὁ πρόσφατος μαλαχθεὶς ὡς στέαρ, παραχεομένου ὕδατος, ἐκλεγομένων τῶν ὀστέων, εἶτα δι' ὀθόνης ὑλισθεὶς καὶ ὡσαύτως πλυθείς, ἄχρι ἂν οὗ τὸ ὕδωρ καθαρὸν γένηται· ἔπειτα ἐν διπλώματι τακείς, ὑπαναλημφθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας, καὶ διυλισθεὶς εἰς θυίαν, μετὰ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ, ἀπεξυσμένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δ' ἀθεράπευτον ἀποτίθεσθαι βούλει, ποίει πάντα, ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος ὑπεδείξαμεν (II 76).

[78]    χολὴ πᾶσα ἀποτίθεται τούτῳ τῷ τρόπῳ· λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ὕδωρ ζέον διαλιπὼν χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀνύσειεν· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βῖκον ὑελοῦν ἔχοντα μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀπόθου.

[2]    εἰσὶ δὲ πᾶσαι αἱ χολαὶ δριμεῖαι, θερμαντικαί, τῷ μᾶλλόν τε καὶ ἧττον κατὰ δύναμιν ἀλλήλων διαφέρουσαι. δοκοῦσι δὲ ἐπιτετάσθαι ἥ τε τοῦ θαλασσίου σκορπίου καὶ ἰχθύος τοῦ λεγομένου καλλιωνύμου, χελώνης τε θαλασσίας καὶ ὑαίνης, ἔτι δὲ πέρδικος καὶ ἀετοῦ καὶ ἀλεκτορίδος λευκῆς καὶ αἰγὸς ἀγρίας, ἰδίως ἁρμόζουσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς, ἄργεμά τε καὶ τραχέα βλέφαρα. τῆς δὲ τοῦ προβάτου καὶ τοῦ τράγου καὶ τοῦ συὸς ἔτι δὲ ἄρκου ἐμπρακτικωτάτη ἐστὶν ἡ ταυρεία. πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται, καὶ μᾶλλον ‹ἐπὶ› παιδίων, εἴ τις κροκύδα βάψας προσθείη τῷ δακτυλίῳ.

[3] ἡ δὲ ταυρεία ἰδίως ἐπὶ συναγχικῶν διαχρίεται σὺν μέλιτι, ἀποθεραπεύει τε τὰ ἐν δακτυλίῳ μέχρι οὐλῆς, πυορροοῦντά τε ὦτα καὶ τὰς ἐπ' αὐτῶν ῥήξεις σὺν γάλακτι αἰγείῳ ἢ γυναικείῳ ἐνσταζομένη. πρὸς δὲ συριγμοὺς σὺν πράσου χυλῷ ‹ποιεῖ›, εἴς τε τὰς τραυματικὰς ἐμπλάστρους ἀφλεγμάντους μειγνυμένη καὶ θηριακὰς περιχρίστους· καὶ πρὸς φαγεδαινικὰ ‹δ'› ἕλκη καὶ ὀδύνας αἰδοίου καὶ ὀσχέου σὺν μέλιτι, πρὸς δὲ λέπρας καὶ πίτυρα σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβατεία [4] δὲ πρὸς τὰ αὐτὰ καὶ ἡ ἀρκεία, ἐνδεέστεραι δὲ τυγχάνουσιν. ἐκλειχομένη δὲ ἡ ἀρκεία ἐπιλημπτικοὺς ὠφελεῖ, ἡ δὲ τῆς χελώνης πρὸς συνάγχας καὶ τὰς ἐπὶ τῶν παιδίων νομὰς ἐν στόματι καὶ ἐπιλημπτικοὺς ἐντεθεῖσα ταῖς ῥισίν, αἰγὸς δὲ ἀγρίας ἰδίως νυκτάλωπας θεραπεύει ἐγχρισθεῖσα. καὶ ἡ τοῦ τράγου δὲ τὸ αὐτὸ ποιεῖ, θύμιά τε αἴρει καὶ τὰς ἐπὶ τῶν ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη στέλλει. ἡ δὲ ὑεία πρὸς τὰ ἐν ὠσὶν ἕλκη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται.

[79]    αἷμα χηνὸς καὶ ἐρίφου καὶ νήσσης ἀντιδότοις χρησίμως μείγνυται, φάσσης δὲ καὶ τρυγόνος καὶ περιστερᾶς καὶ πέρδικος πρόσφατον πρὸς ὀφθαλμῶν τρώσεις, καὶ ὑποδρομὰς αἵματος καὶ νυκτάλωπας ἐγχρίεται. ἰδίως δὲ τὸ τῆς περιστερᾶς αἱμορραγίας τὰς ἐκ μηνίγγων ἐπέχει. τὸ δὲ τοῦ τράγου καὶ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ὀπτὸν ἀπὸ τηγάνου λαμβανόμενον δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐφίστησι, μετ' οἴνου δὲ ποθὲν πρὸς ‹τὰ› τοξικὰ ποιεῖ. τὸ δὲ τῶν λαγωῶν θερμὸν καταχριόμενον ἐφηλίδας καὶ φακοὺς θεραπεύει, καὶ τὸ ἀπὸ τῶν κυνῶν δὲ ποθὲν λυσσοδήκτοις καὶ τοξικὸν πεπωκόσιν [2] ἁρμόζει. τὸ δὲ τῆς χερσαίας χελώνης ποθὲν ἐπιλημπτικοῖς ἱστορεῖται ἁρμόζειν, θαλασσίας δὲ χελώνης σὺν οἴνῳ καὶ πιτύᾳ λαγωοῦ καὶ κυμίνῳ πινόμενον ἁρμόζει πρὸς θηριοδήγματα καὶ φρύνου πόσιν. ταύρου δὲ αἷμα διαφορεῖ καὶ μαλάσσει σκληρίας καταπλασσόμενον μετὰ ἀλφίτων. τὸ δὲ τῶν ὀχευτῶν ἵππων σηπταῖς μείγνυται, τὸ δὲ τοῦ χαμαιλέοντος τρίχας ψιλοῦν ἐπὶ τῶν βλεφάρων πεπίστευται, καὶ τὸ τῶν χλωρῶν βατράχων ὁμοίως. γυναικὸς δὲ τὸ ἐπιμήνιον περιαλειφόμενον καὶ ὑπερβαινόμενον ἀσυλλήμπτους δοκεῖ ποιεῖν γυναῖκας, ποδαγρικὰς δὲ ὀδύνας καὶ ἐρυσιπέλατα κουφίζει καταχριόμενον.

[80]    ἀπόπατος βοὸς νομάδος πρόσφατος ἐπιτεθεῖσα φλεγμονὰς τὰς ἐκ τραυμάτων πραύνει· ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐν θερμοσποδιᾷ καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡ τοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ καταπλασθεῖσα χοιράδας καὶ σκληρώματα διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρενος βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν ὑποθυμιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώνωπας θυμιαθέν. αἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν, πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαίρουσι, σὺν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα [2] κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι. ξηραὶ δὲ λεῖαι σὺν λιβανωτῷ προστεθεῖσαι ἐν ἐρίῳ ῥοῦν γυναικεῖον ἐπέχουσι, καὶ τὰς ἄλλας ‹δὲ› αἱμορραγίας σὺν ὄξει στέλλουσι· καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι μετ' ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι, σὺν ὀξυγγίῳ δὲ καταπλασσόμεναι ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετ' ὄξους ἢ οἴνου ἐπιτίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ ἰσχιαδικῶν δὲ ἡ δι' αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον· ἐπὶ τὸ μεταξὺ μέρος τοῦ ‹λιχανοῦ καὶ τοῦ› ἀντίχειρος, συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προυποθεὶς ἔριον ἐλαίῳ βεβρεγμένον, ἐπιτίθει κατὰ μίαν σπύραθον πυρῶν, ἄχρι οὗ ἂν ἡ αἴσθησις διὰ τοῦ βραχίονος ἐπὶ τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ· καλεῖται δὲ [3] τοιαύτη καῦσις Ἀραβική. [ἡ] προβάτων δὲ ἄφοδος σὺν ὄξει καταπλασθεῖσα ἐπινυκτίδας, ἥλους, θύμους, ἀκροχορδόνας ἰᾶται, πυρίκαυτα δὲ κηρωτῇ ῥοδίνῃ ἀναλημφθεῖσα. ὑὸς δὲ ἀγρίου ξηρὰ μεθ' ὕδατος ἢ οἴνου ποθεῖσα αἵματος ἀναγωγὴν ἴσχει καὶ χρόνιον ἄλγημα πλευρᾶς πραύνει, ῥήγματα δὲ καὶ σπάσματα μετ' ὄξους· στρέμματα δὲ θεραπεύει ἀναλημφθεῖσα κηρωτῇ ῥοδίνῃ. ὀνὶς δὲ καὶ ἡ τῶν ἵππων ‹ἄφοδος› αἱμορραγίας ἵστησιν ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ἐξ ἀγέλης ὄνου ποηφάγου ἄφοδος ξηρὰ χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα σκορπιοπλήκτοις [4] σφόδρα βοηθεῖ. περιστερᾶς δὲ θερμαντικωτέρα καὶ καυστικωτέρα χρησίμως ὠμῇ λύσει μειγνυμένη, σὺν ὄξει δὲ χοιράδας διαφορεῖ, ἄνθρακάς τε περιρρήττει σὺν μέλιτι καὶ λινοσπέρμῳ, καὶ ‹σὺν› ἐλαίῳ λεανθεῖσα πυρίκαυτα θεραπεύει. καὶ ἡ τῶν ἀλεκτορίδων δὲ ταὐτὰ ποιεῖ, ἐνδεέστερον μέντοι, πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κόλου ἀλγήματα ἁρμόζει μετ' ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σὺν ὕδατι ποθεῖσα ἐπιλημπτικοῖς ἁρμόζειν πεπίστευται, γυπὸς ‹δὲ› ὑποθυμιαθεῖσα [5] ἔμβρυα ἐκτινάσσειν παραδέδοται. μυῶν ‹δὲ› λεία σὺν ὄξει ἀλωπεκίας καταχριομένη θεραπεύει, σὺν λιβανωτῷ δὲ καὶ οἰνομέλιτι πινομένη λίθους ἐκκρίνει. προστιθέμενα δὲ παιδίοις τὰ μυόχοδα κοιλίαν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν τοῖς ὑπὸ κύνα καύμασι λημφθεῖσα, ξηρὰ πινομένη μεθ' ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀνθρώπων πρόσφατος μὲν καταπλασθεῖσα ἀφλέγμαντα μετὰ τοῦ παρακολλᾶν φυλάττει τὰ τραύματα, ξηρὰ δὲ μετὰ μέλιτος διαχριομένη ἐπὶ συναγχικῶν [6] βοηθεῖν παραδέδοται. ἡ δὲ τοῦ χερσαίου κροκοδείλου ἁρμόζει ἐπὶ τῶν γυναικῶν πρὸς εὔχροιαν καὶ στίλβωσιν τοῦ προσώπου. καλλίστη δέ ἐστιν ἡ λευκοτάτη καὶ εὐθρυβής, κούφη τε ὥσπερ ἄμυλον ταχέως τε χυλουμένη ὑπὸ ὑγροῦ, διατριβεῖσά τε ὕποξυς καὶ ζυμίζουσα τὴν ὀσμήν. δολίζουσι δὲ αὐτὴν ψᾶρας ὀρύζῃ τρέφοντες καὶ τὴν ἄφοδον ὁμοίαν οὖσαν πωλοῦντες· οἱ δὲ ἄμυλον γῇ κιμωλίᾳ φυρῶντες καὶ χροίζοντες ἐπ' ὀλίγον ἀγχούσῃ δι' ἀραιοῦ κοσκίνου εἰς σανίδας ἀπηθοῦσι, καὶ ξηράναντες τὰ σκωλήκια πωλοῦσιν ἀντὶ ταύτης.

[81]    οὖρον ἀνθρώπου τὸ ἴδιον ποθὲν πρὸς [ὑπὸ] ἐχίδνης δήγματα ἁρμόζει καὶ πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας, καὶ πρὸς νύξιν τῶν θαλασσίων ἐχίνων καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κοινὸν ἐπάντλημα κυνοδήκτοις, καὶ πρὸς λέπρας καὶ κνησμοὺς σμῆγμα σὺν νίτρῳ. τὸ δὲ παλαιὸν σμηκτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ ‹μάλιστα› τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς [2] σκώληκας ἑψόμενον ἐν σιδίῳ ῥόας. τὸ δὲ τοῦ ἀφθόρου παιδὸς καταρροφούμενον ὀρθοπνοίαις ἁρμόζει, ἑψηθὲν δὲ ἐν χαλκῷ σὺν μέλιτι οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευάζεται δὲ δι' αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα ἐπὶ τοῦ χρυσίου κόλλα. ἡ δὲ ὑποστάθμη τοῦ οὔρου καταχρισθεῖσα ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προστεθεῖσα ὀδύνην ὑστέρας παρηγορεῖ ‹καὶ› ὑστερικῶς πνιγομένας κουφίζει, βλέφαρά τε ἀποσμήχει καὶ οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σὺν σμύρνῃ λεανθὲν καὶ ἐνσταγὲν ὠταλγίας παρηγορεῖ, καὶ τὸ συάγρειον δὲ τῆς αὐτῆς ἔχεται δυνάμεως, ἰδιαίτερον δὲ τοὺς ἐν κύστει λίθους θρύπτει [3] καὶ ἐκκρίνει πινόμενον. αἰγὸς δὲ ὕδρωπα τὸν ὑπὸ σάρκα πινόμενον μετὰ νάρδου στάχυος καθ' ἑκάστην ἡμέραν σὺν ὕδατι κυάθων πλῆθος δύο ταπεινοῖ, ἄγον οὖρον καὶ τὰ κατὰ τὴν κοιλίαν· ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. τὸ δὲ τῆς λυγγός, ὃ δὴ λυγγούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πεπίστευται· διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἔστι γὰρ τὸ καλούμενον ὑπ' ἐνίων ἤλεκτρον πτερυγοφόρον, ὅπερ ποθὲν σὺν ὕδατι στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει. ὄνου δὲ οὖρον παραδέδοται πινόμενον νεφριτικοὺς ὑγιάζειν.

[82]    μέλι πρωτεύει τὸ Ἀττικὸν καὶ τούτου τὸ Ὑμήττιον καλούμενον, εἶτα τὸ ἀπὸ τῶν Κυκλάδων νήσων καὶ τὸ ἀπὸ τῆς Σικελίας, Ὑβλαῖον καλούμενον. ἔστι δὲ δοκιμώτατον τὸ γλυκύτατον καὶ δριμύ, εὐωδέστερον, ὑπόξανθον, οὐχ ὑγρόν, ὅλκιμον δὲ καὶ εὔτονον, καὶ ἐν τῷ ἑλκυσθῆναι ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον.

   δύναμιν δὲ ἔχει σμηκτικήν, ἀναστομωτικήν, ὑγρῶν προκλητικήν, ὅθεν ἁρμόζει ἕλκεσι ῥυπαροῖς καὶ κόλποις ἐγκλυζόμενον.

[2] ἑψηθὲν δὲ καὶ ἐπιτεθὲν παρακολλᾷ τὰ ἀφεστῶτα σώματα, λειχῆνάς τε θεραπεύει ἑψόμενον μετὰ στυπτηρίας ὑγρᾶς καὶ καταχριόμενον, ἤχους τε τοὺς ἐν ὠσὶ καὶ ἀλγήματα σὺν ἁλσὶ φρυκτοῖς λείοις ἐνσταζόμενον χλιαρόν, καὶ φθεῖρας καὶ κονίδας φθείρει καταχριόμενον, λιποδέρμους τε τοὺς μὴ ἐκ περιτομῆς ἀποκαθίστησι, μαλασσομένης τῆς πόσθης τῷ μέλιτι, μάλιστα ἀπὸ βαλανείου, ἐφ' ἡμέρας τριάκοντα. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καὶ τὰ περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει.

[3] κινεῖ δὲ καὶ οὖρα, καὶ βηξὶν ἁρμόζει καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι, καὶ πρὸς μηκωνίου πόσιν μετὰ ῥοδίνου θερμὸν λαμβανόμενον, καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκλειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν φυσῶδες κοιλίας καὶ βηχὸς ἐρεθιστικόν, ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν, εἶτα τὸ θερινόν· τὸ δὲ χειμερινὸν παχύτερον ὂν χεῖρον καὶ κηρανθέμους ποιοῦν.

[4]    τὸ δὲ ἐν Σαρδονίᾳ μέλι γινόμενον, πικρὸν ‹ὂν› διὰ τὴν τοῦ ἀψινθίου νομήν, ἁρμόζει πρὸς ἐφηλίδας καὶ σπίλους τοὺς ἐν προσώπῳ καταχρισθέν.

   γεννᾶται δὲ ‹καὶ› ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ κατά τινας καιροὺς διά τινα ἀνθῶν ἰδιότητα μέλι, ὃ τοὺς φαγόντας ἐξίστησι μετὰ ἐφιδρώσεως. βοηθοῦνται δὲ πήγανον ἐσθίοντες καὶ τάριχον καὶ οἰνόμελι πίνοντες, καὶ ὁσάκις ἂν ἐξεμέσωσι, τὰ αὐτὰ [5] προσφερόμενοι. ἔστι δὲ δριμὺ καὶ πταρμοὺς κατὰ τὴν ὄσφρησιν κινοῦν, θεραπεῦον ἔφηλιν καταχρισθὲν μετὰ κόστου, μετὰ δὲ ἁλὸς πελιώματα αἴρει.

   καλεῖται δέ τι καὶ σάκχαρον, εἶδος ὂν μέλιτος πεπηγότος ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν καλάμων, ὅμοιον τῇ συστάσει ἁλσὶ καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ οἱ ἅλες. ἔστι δὲ εὐκοίλιον, εὐστόμαχον, διεθὲν ὕδατι καὶ ποθέν, ὠφελοῦν κύστιν κεκακωμένην καὶ νεφρούς· καθαίρει δὲ καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἐγχριόμενον.

[83]    κηρὸς ἄριστός ἐστιν ὁ ὑπόκιρρος καὶ ὑπολίπαρος, εὐώδης δὲ καὶ ποσὴν μελιτώδη ἀποφορὰν ἔχων, ἔτι δὲ καθαρὸς καὶ γένει Κρητικὸς ἢ Ποντικός· ὁ δὲ ἔκλευκος τῇ φύσει καὶ λιπαρὸς δευτερεύει. λευκαντέον δὲ κηρὸν οὕτως· κατακνίσας αὐτοῦ τὸ λευκὸν καὶ καταλίπαρον καθάρας ἔμβαλε εἰς ἀγγεῖον καινόν, καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες ἕψε βραχὺ νίτρον προσεμπάσας. ὅταν δὲ ἀναζέσῃ δὶς ἢ τρίς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυγῆναι, ἀνελοῦ τὸν τροχίσκον καὶ ἀποξύσας, εἴ τις περὶ αὐτὸν ὑπάρχοι ῥυπαρία, ἕψε ἐκ δευτέρου, ἄλλο ὕδωρ [2] θαλάσσιον ἐπιδούς. ἀναζέσαντος δὲ πάλιν τοῦ κηροῦ, ὡς δεδήλωται, ἀναιροῦ τὸ ἀγγεῖον ἀπὸ τοῦ πυρὸς καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προνενοτισμένον ὕδατι ψυχρῷ, κάθες πραέως εἰς τὸν κηρόν, ἀκροθιγῶς ἐμβάπτων πρὸς τὸ ἐλάχιστόν τι αὐτοῦ ἐφέλκεσθαι καὶ καθ' ἑαυτοῦ πήγνυσθαι. ἀνελόμενος δὲ τὸν πρῶτον κυκλίσκον ἀφαιροῦ, καὶ ἐκ δευτέρου κάθες τὸν πυθμένα ψύχων ὕδατι, καὶ τὸ αὐτὸ ποίει, ἕως ἂν ἅπαντα ἀναλάβῃς. λοιπὸν λίνῳ διείρας τὰ κυκλίσκια διεστῶτα ἀπ' ἀλλήλων κρέμασον, ἡμέρας μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά, νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἂν λευκὰ γένηται. εἰ δὲ ἄγαν τις θέλοι λευκὸν ποιῆσαι, τὰ μὲν λοιπὰ ὡσαύτως ἐνεργείτω, [3] ἑψέτω δὲ πλεονάκις. τινὲς δὲ ἀντὶ ‹τῆς› πελαγίας θαλάσσης ἐν ἅλμῃ δριμυτάτῃ ἕψουσι τὸν προειρημένον τρόπον ἅπαξ ἢ δίς, εἶτα ἀναιροῦνται λαγυνίῳ λεπτῷ καὶ περιφερεῖ, λαβὴν ἐν ἑαυτῷ ἔχοντι, εἶτα ‹τὰ› κυκλίσκια ἐπὶ πόας πυκνῆς ἐπιθέντες ἡλιάζουσιν, ἄχρι οὗ ἂν λευκότατα γένηται· παραινοῦσι δὲ ἔαρος ἐπὶ τοῦτο ἔρχεσθαι, ὅτε καὶ ὁ ἥλιος τῇ σφοδρότητι ἀνεῖται καὶ νοτίδα παρέχει, πρὸς τὸ μὴ τήκεσθαι.

   δύναμιν δὲ ἔχει πᾶς κηρὸς θερμαντικήν, μαλακτικήν, πληρωτικήν τε μετρίως. μείγνυται δὲ καὶ ῥοφήμασιν ἐπὶ τῶν δυσεντερικῶν, καταπινόμενος δὲ μεγέθη κεγχριαῖα δέκα οὐκ ἐᾷ τυροῦσθαι ἐπὶ τῶν τιθηνουσῶν τὸ γάλα.

[84]    πρόπολιν δὲ παραλημπτέον τὴν ξανθὴν καὶ εὐώδη καὶ στυρακίζουσαν, μαλακήν τε ἐν τῷ ὑπερξήρῳ καὶ μαστίχης τρόπον ἐφελκομένην. ἔστι δὲ θερμαντικὴ ἄγαν καὶ ἐπισπαστικὴ καὶ σκολόπων ἑλκυστική· ἀρήγει δὲ καὶ βηξὶ παλαιαῖς ὑποθυμιωμένη, αἴρει δὲ καὶ λειχῆνας ἐπιτιθεμένη. εὑρίσκεται δὲ περὶ τοῖς στόμασι τῶν σμηνίων, φύσει κηροειδής.

[85]   πυροὶ πρὸς ὑγιείας χρῆσιν ἄριστοι οἱ πρόσφατοι καὶ τελείως ἡδρηκότες τῇ ‹τε› χρόᾳ μηλίζοντες, εἶτα μετὰ τούτους οἱ τριμηνιαῖοι, λεγόμενοι δὲ ὑπό τινων σητάνιοι. ὠμοὶ δὲ βρωθέντες ἕλμινθας στρογγύλας γεννῶσι, μασηθέντες δὲ καὶ καταπλασθέντες ὠφελοῦσι κυνοδήκτους. ὁ δὲ ἐκ τῆς σεμιδάλεως αὐτῶν ἄρτος γινόμενος εὐτροφώτερός ἐστι τοῦ συγκομιστοῦ, ὁ δ' ἐκ τῶν σητανίων ἀλεύρων κουφότερος καὶ εὐανάδοτος. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον σὺν ὑοσκυάμου χυλῷ καταπλάσσεται πρὸς νεύρων ῥευματισμοὺς καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων, σὺν [2] ὀξυμέλιτι δὲ φακοὺς αἴρει. τὸ δὲ πίτυρον σὺν ὄξει δριμεῖ ἑψηθὲν λέπρας ἀφίστησι καταπλασσόμενον ‹θερμόν›, καὶ πάσης φλεγμονῆς ἐν ἀρχῇ κατάπλασμα σύμφορον, μετὰ δὲ πηγάνου ἀποζέματος ἑψηθὲν μαστοὺς χονδριῶντας παύει καὶ ἐχεοδήκτοις ἁρμόζει καὶ στροφουμένοις. ἡ δ' ἐκ τῶν ἀλεύρων ζύμη, θερμαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ ἐν πέλμασι λεπτύνει καὶ τὰ ἄλλα φύματα καὶ δοθιῆνας σὺν ἁλσὶν ἐκπέσσει καὶ ἀναστομοῖ. τὸ δ' ἐκ τῶν σητανίων πυρῶν ἄλευρον ἰοβόλοις ἁρμόζει καταπλασσόμενον σὺν ὄξει ἢ οἴνῳ, ἑψηθὲν δὲ κόλλης τρόπον καὶ ἐκλειχόμενον αἱμοπτυικοὺς ὠφελεῖ, καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμοὺς σὺν ἡδυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν ποιεῖ· καὶ ἡ ἐξ αὐτῶν ‹δὲ› τῶν πυρῶν γῦρις ἑψηθεῖσα σὺν μελικράτῳ [3] ἢ ὑδρελαίῳ πᾶσαν διαφορεῖ φλεγμονήν. καὶ ὁ ἄρτος σὺν μελικράτῳ ἑφθός τε καὶ ὠμὸς καταπλασσόμενος πᾶσαν φλεγμονὴν παραμυθεῖται, μαλακτικώτατος ὑπάρχων καὶ παρυποψύχων, μιγεὶς πόαις ἢ χυλοῖς τισιν· ὁ δὲ παλαιὸς καὶ ξηρὸς καθ' ἑαυτὸν καὶ μιγείς τισιν ἵστησι κοιλίαν ῥέουσαν, ἅλμῃ δὲ βραχεὶς ὁ πρόσφατος καὶ καταπλασθεὶς παλαιοὺς λειχῆνας ἰᾶται. κόλλα δὲ ἡ γινομένη ἐκ τῆς σεμιδάλεως καὶ γύρεως πρὸς τὴν τῶν βιβλίων κόλλησιν ἁρμόζει ἐπὶ αἱμοπτυικῶν, ὑγροτέρα καὶ χλιαρὰ καταρροφουμένη κοχλιαρίου πλῆθος.

[86]    κριθὴ δὲ ἀρίστη ἡ λευκὴ καὶ καθαρά, ἀτροφωτέρα δὲ πυροῦ· τοῦ μέντοι γινομένου ἐξ αὐτῆς ἀλφίτου ἡ πτισάνη τροφιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν, ποιοῦσα πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ ἑλκώσεις, πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει, τροφιμωτέρα καὶ οὐρητικωτέρα οὖσα· κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθου σπέρματι καὶ ῥοφουμένη. ἔστι δὲ ἡ κριθὴ οὐρητική, σμηκτική, [2] φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδημάτων. διαφορεῖ δὲ τὸ ἐξ αὐτῆς ἄλευρον μετὰ σύκων καὶ μελικράτου ἑψηθὲν οἰδήματα καὶ φλεγμονάς, συμπέσσει δὲ τὰς σκληρίας μετὰ πίσσης καὶ ῥητίνης καὶ περιστερᾶς κόπρου, σὺν μελιλώτῳ δὲ καὶ κωδίαις ‹μήκωνος› ἀνωδυνίαν παρέχει τοῖς πλευρὰν ἀλγοῦσι. καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων μετὰ λινοσπέρμου καὶ τήλεως καὶ πηγάνου, μετὰ πίσσης δὲ ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου χοιράδας ἐκπέττει. σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις κοιλίας ῥεύματα ἵστησι, σὺν κυδωνίῳ δὲ ἢ ὄξει ποδαγρικὰς φλεγμονὰς [3] ὠφελεῖ. ἑψηθὲν δὲ μετ' ὄξους δριμέως, ὃν τρόπον ὠμὴ λύσις, καὶ θερμὸν ἐπιτιθέμενον λέπρας ὑγιάζει. χυλωθὲν δὲ σὺν ὕδατι τὸ ἄλευρον ἑψηθέν τε σὺν πίσσῃ καὶ ἐλαίῳ ἐστὶ πυοποιόν, σὺν ὄξει δὲ χυλωθὲν καὶ ἑψηθὲν μετὰ πίσσης πρὸς τὰ τῶν ἄρθρων ῥεύματα ἁρμόζει. τὸ δὲ ἐξ αὐτῶν ἄλφιτον κοιλίας σταλτικὸν καὶ φλεγμονῶν πραυντικόν.

[87]    ζύθος σκευάζεται ἐκ τῆς κριθῆς. ἔστι δὲ διουρητικὸς καὶ νεφρῶν καὶ νεύρων ἁπτικός, καὶ μάλιστα μηνίγγων κακωτικός, πνευματωτικός τε καὶ γεννητικὸς κακοχυμιῶν καὶ ἐλεφαντιάσεως ποιητικός. εὐεργὴς δὲ καὶ ὁ ἐλέφας γίνεται βρεχόμενος αὐτῷ.

[88]   καὶ τὸ καλούμενον δὲ κοῦρμι, σκευαζόμενον δ' ἐκ τῆς κριθῆς, ᾧ καὶ ἀντὶ οἴνου πόματι πολλάκις χρῶνται, κεφαλαλγές ἐστι καὶ κακόχυμον καὶ τοῦ νευρώδους βλαπτικόν· σκευάζεται δὲ καὶ ἐκ πυρῶν τοιαῦτα πόματα, ὡς ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ καὶ Βρεττανίᾳ.

[89]   ζέα δισσή· ἡ μὲν γὰρ ἁπλῆ ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα μὲν κριθῆς, εὔστομος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη.

[90]    κρίμνον ἁδρότερόν ἐστι τῇ κατεργασίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέας καὶ πυροῦ, ἐξ οὗ ὁ πόλτος γίνεται. ἔστι δὲ ἱκανῶς τρόφιμον καὶ εὐκατέργαστον· σταλτικώτερον δὲ κοιλίας τὸ ἀπὸ τῆς ζέας, μάλιστα προφωχθείσης.

[91]   καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τῆς ζέας, ἀτροφωτέρα δὲ κατὰ ποσὸν ἐκείνης· ἀρτοποιεῖται δὲ καὶ αὕτη, καὶ κρίμνον ἐξ αὐτῆς ὡσαύτως γίνεται.

[92]   ἀθήρα δὲ ἐκ τῆς ἀληλεσμένης εἰς λεπτὸν ζέας σκευάζεται. ἔστι δὲ ῥόφημα ὥσπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόδιον· ποιεῖ δὲ καὶ εἰς [τὰ] καταπλάσματα.

[93]   τράγος τὸ σχῆμα μὲν παραπλησίως χόνδρῳ ἔχει, ἀτροφώτερος δὲ παρὰ πολὺ ζέας διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδες, διὸ καὶ δυσκατέργαστός ἐστι καὶ κοιλίας μαλακτικός.

[94]   βρόμος κάλαμός ἐστι πυροῖς ὅμοιος καὶ τοῖς φύλλοις, γόνασιν ἐνδιειλημμένος, καρπὸν δὲ ἔχει ἐπ' ἄκρῳ ὥσπερ ἀκρίδια δίκωλα, ἐν οἷς τὸ σπέρμα χρησιμεῦον εἰς καταπλάσματα ὡς ἡ κριθή· καὶ πόλτος δὲ ἐξ αὐτοῦ γίνεται σταλτικὸς κοιλίας. ὁ δὲ ἐξ αὐτοῦ χυλὸς ῥοφούμενος βήσσουσιν ἁρμόζει.

[95]   ὄρυζα τῶν σιτηρῶν ἐστιν εἶδος, φυομένη ἐν ἑλώδεσι τόποις καὶ ἐνύγροις. τρόφιμος δέ ἐστι μετρίως καὶ κοιλίας σταλτική.

[96]   ὁ δὲ χόνδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζέας, τροφιμώτερος δὲ ὀρύζης, στεγνωτικώτερος κοιλίας, εὐστομαχώτερος δὲ μᾶλλον· αἴρει δὲ καὶ λέπρας ἑψηθεὶς σὺν ὄξει καὶ καταχρισθείς, καὶ λεπροὺς ὄνυχας ἀφίστησι καὶ αἰγιλώπια ἀρχόμενα θεραπεύει, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτοῦ ἐπὶ τῶν μετὰ ἀλγήματος δυσεντερικῶν εὔθετον.

[97]   κέγχρος ἀτροφωτέρα τῶν λοιπῶν σιτηρῶν. ἀρτοποιηθεῖσα δὲ ἢ ὥσπερ πόλτος σκευασθεῖσα κοιλίαν ἵστησιν, οὖρα δὲ κινεῖ. φωχθεῖσα δὲ καὶ βληθεῖσα εἰς σάκκους πυριωμένη στρόφων καὶ τῶν ἄλλων ἀλγημάτων ἐστὶ βοήθημα.

[98]   καὶ ἡ ἔλυμος δέ, ἥν τινες μελίνην καλοῦσι, τῶν σιτηρῶν ἐστι σπερμάτων, κέγχρῳ ὁμοίων, ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμόζουσα, ἀτροφωτέρα μέντοι τῆς κέγχρου καθέστηκε καὶ ἧσσον στυπτική.

[99]   σήσαμον κακοστόμαχον καὶ δυσωδίας στόματος ποιητικόν, ὁπόταν βιβρωσκόμενον ἐμμείνῃ μεταξὺ τῶν ὀδόντων. καταπλασθὲν δὲ διαφορεῖ τὰς ἐν νεύροις παχύτητας καὶ τὰ ἐν ὠσὶ θλάσματα καὶ φλεγμονὰς καὶ πυρίκαυτα καὶ κόλου ἀλγήματα, καὶ κεράστου δῆγμα θεραπεύει· σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγήματα ἐξ ἐγκαύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ πόα καθεψηθεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ, μάλιστα δὲ φλεγμοναῖς ὀφθαλμῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτοῦ, ᾧ οἱ ἐν Αἰγύπτῳ χρῶνται.

[100]   αἶρα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ σηπεδόνων καὶ γαγγραινῶν μετὰ ῥεφάνου φλοιοῦ καὶ ἁλῶν καταπλασσομένη, καὶ λειχῆνας ἀγρίους καὶ λέπρας σὺν θείῳ ἀπύρω καὶ ὄξει θεραπεύει. σὺν κόπρῳ δὲ περιστερᾶς καὶ λινοσπέρμῳ ἑψομένη ἐν οἴνῳ χοιράδας διαλύει καὶ τὰ δύσπεπτα ῥήττει, ἰσχιαδικούς τε σὺν μελικράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλφίτῳ δ' ἢ σμύρνῃ ἢ κρόκῳ ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήμψεσιν.

[101]   ἄμυλον ὠνόμασται διὰ τὸ χωρὶς μύλου κατασκευάζεσθαι· ἄριστον δέ ἐστι τὸ σκευαζόμενον ἐκ πυροῦ σητανίου, Κρητικὸν δὲ ἢ Αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σητανίου καθαροῦ, βρεχομένου καὶ πλυνομένου ἐν ὕδατι γλυκεῖ καὶ ἀποχεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός. ὅταν δὲ μαλακὸς γένηται, πραέως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν, ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον. ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας ‹πάλιν› τρίβειν· εἶτα ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ, καὶ τὸ λοιπὸν διηθήσαντας βαλεῖν εἰς ὑλιστῆρα, διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ· ἔνικμον γὰρ κἂν ἐπ' ὀλίγον μείνῃ, ὀξίζει.

[2]    ποιεῖ δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ κοιλότητας καὶ φλύκτεις· στέλλει δὲ καὶ αἵματος ἀναγωγὰς πινόμενον καὶ τὰς περὶ ἀρτηρίαν ‹τραχύτητας› πραύνει· μείγνυται δὲ καὶ γάλακτι καὶ προσοψήμασι. σκευάζεται δὲ καὶ ἐκ ζέας βραχείσης καὶ πλυθείσης πρὸς μίαν ἢ δευτέραν ἡμέραν καὶ σταιτὸς τρόπον ἀποθλιβείσης διὰ τῶν χειρῶν καὶ ξηρανθείσης ἐν ὀξυτάτῳ ἡλίῳ, ὡς προείρηται. τὸ δὲ τοιοῦτον ἄθετον πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν, πρὸς δὲ τὰ λοιπὰ εὔθετον.

[102]    καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον, ἣν ἔνιοι βούκερων, οἱ δὲ αἰγόκερας, οἱ δὲ κάρφος, οἱ δὲ λωτόν, οἱ δὲ κέρας αἴγειον ἐκάλεσαν, δύναμιν ἔχει μαλακτικήν. καταπλασσόμενον δὲ λεῖον σὺν μελικράτῳ ἑφθὸν ποιεῖ πρὸς φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκτός, σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθὲν σπλῆνα μειοῖ. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ [2] φλεγμονὴν ἢ μύσιν συνίσταται. σμήχει δὲ καὶ τρίχας καὶ πίτυρα καὶ ἀχῶρας τὸ ἀπόθλιμμα ἑψηθείσης αὐτῆς ἐν ὕδατι, σὺν στέατι δὲ χηνείῳ προστίθεται ἀντὶ πεσσοῦ, μαλάσσον καὶ ἀνευρῦνον τοὺς περὶ τὴν ὑστέραν τόπους. χλωρὰ δὲ μετ' ὄξους ἀτονοῦσι στόμαχον καὶ εἱλκωμένοις ἁρμόζει, τὸ δὲ ἀφέψημα αὐτῆς πρὸς τεινεσμὸν καὶ δυσώδη ὑποχωρήματα δυνεντερικά· τὸ δὲ ἀπ' αὐτῆς ἔλαιον μετὰ μυρσίνης σμήχει τρίχας οὐλάς τε τὰς ἐν αἰδοίοις.

[103]    καὶ τὸ λινόσπερμον τὴν αὐτὴν ἔχει δύναμιν τῇ τήλει, διαφοροῦν καὶ μαλάσσον πᾶσαν φλεγμονὴν ἐντός τε καὶ ἐκτὸς σὺν μέλιτι καὶ ἐλαίῳ καὶ ὕδατι ὠμὸν ἀναλημφθέν. αἴρει δὲ καὶ ἐφήλεις καὶ ἰόνθους καταπλασθὲν σὺν νίτρῳ καὶ σύκῳ, σὺν κονίᾳ δὲ παρωτίδας καὶ σκληρίας διαφορεῖ, ἕρπητάς τε σὺν οἴνῳ ἑψηθὲν καὶ κηρία ἐκκαθαίρει, ὄνυχάς τε λεπροὺς ἀφίστησι σὺν ἴσῳ καρδάμῳ καὶ μέλιτι· ἀνάγει καὶ τὰ ἐκ θώρακος σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ λημφθὲν καὶ βῆχας παρηγορεῖ. παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια μιγὲν μέλιτι καὶ πεπέρει ἀντὶ κοπτῆς πολὺ λαμβανόμενον· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ ἐνίεται πρὸς ἐντέρων καὶ ὑστέρας δηγμοὺς καὶ ἐκκομιδὴν περιττωμάτων, καὶ πρὸς φλεγμονὰς τὰς ἐν μήτρᾳ εἰς ἐγκάθισμα, ὥσπερ τὸ τῆς τήλεως, εὐχρηστεῖ.

[104]   ἐρέβινθος ὁ ἥμερος εὐκοίλιος, οὐρητικός, πνευμάτων γεννητικός, εὐχροίας περιποιητικός, καταμηνίων ἀγωγὸς καὶ ἐμβρύων, καὶ γάλακτος γεννητικός. καταπλάσσεται δὲ μάλιστα ὁ ὀροβίας ἑφθὸς πρὸς ὄρχεων φλεγμονὰς καὶ ἀχῶρας καὶ λειχῆνας καὶ ψώρας καὶ μυρμηκίας καὶ τὰ καρκινώδη ἕλκη καὶ κακοήθη [2] σὺν μέλιτι. καλεῖται δὲ τὸ ἕτερον αὐτῶν εἶδος κριός. ἀμφότεροι δ' εἰσὶ διουρητικώτατοι, διδομένου πρὸς ἴκτερον καὶ ὕδρωπα τοῦ ἀφεψήματος αὐτῶν σὺν λιβανωτίδι, ‑ βλάπτουσι δὲ [καὶ] κύστιν εἱλκωμένην καὶ νεφρούς ‑ πρός τε μυρμηκίας καὶ ἀκροχορδόνας νουμηνίας οὔσης ἔνιοι ἑκάστης ἐξοχῆς ἐρεβίνθῳ ψαύοντες ἄλλῳ καὶ ἄλλῳ εἴς τε ὀθόνιον ἀποδήσαντες αὐτοὺς ῥίπτειν εἰς τοὐπίσω κελεύουσιν, ὡς ἀποπιπτουσῶν τῶν ἀκροχορδόνων.

   γίνεται δὲ καὶ ἄγριος ἐρέβινθος, ὅμοιος τοῖς φύλλοις τῷ ἡμέρῳ, ὀσμῇ δριμύς, τῷ καρπῷ διαφέρων, ποιῶν πρὸς ὅσα καὶ ὁ ἥμερος.

[105]    κύαμος Ἑλληνικὸς πνευματωτικός, φυσώδης, δύσπεπτος, δυσόνειρος, βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, ἑψηθείς τε ἐν ὀξυκράτῳ καὶ σὺν τῷ λέπει ἐσθιόμενος δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐπέχει, καὶ πρὸς ἐμέτους δὲ εὔθετος βρωθείς· γίνεται δὲ ἀφυσότερος τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψησιν ἀποχεομένου. ὁ δὲ χλωρὸς κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ κυάμου καταπλασθὲν καθ' ἑαυτό τε καὶ σὺν ἀλφίτῳ τὰς ἐκ πληγῆς φλεγμονὰς πραύνει καὶ οὐλὰς ὁμοχρόους ποιεῖ καὶ μαστοὺς χονδριῶντας καὶ φλεγμαίνοντας [2] ὠφελεῖ γάλα τε σβεννύει. σὺν μέλιτι δὲ καὶ τηλίνῳ ἀλεύρῳ δοθιῆνας καὶ παρωτίδας καὶ ὑπώπια διαφορεῖ, σὺν ῥόδοις δὲ καὶ λιβάνῳ καὶ τῷ τοῦ ᾠοῦ λευκῷ ὀφθαλμῶν προπτώσεις καὶ σταφυλώματα στέλλει. φυραθὲν δὲ σὺν οἴνῳ συγχύσεις καὶ πληγὰς ὀφθαλμῶν καθίστησιν, εἴς τε ἀνακόλλημα ῥεύματος χωρὶς τοῦ λέπους μασηθεὶς ἐπιτίθεται ἐπὶ τοῦ μετώπου, καὶ διδύμων ‹δὲ› φλεγμονὰς ἑψηθεὶς ἐν οἴνῳ θεραπεύει· καὶ τοῖς ἐφηβαίοις δὲ τῶν παίδων καταπλασσόμενος ἀνήβους ἐπὶ [3] πολὺ τηρεῖ, σμήχει δὲ καὶ ἀλφούς. τὰ δὲ λέπη καταπλασσόμενα τὰς ἐκτιλθείσας τρίχας ἀτρόφους καὶ ἰσχνὰς κατασκευάζει, μετὰ δὲ ἀλφίτου καὶ σχιστῆς καὶ ἐλαίου παλαιοῦ καταπλασθέντα χοιράδας διαφορεῖ, καὶ ἔρια βάπτει τὸ ἀφέψημα αὐτῶν. ἐπιτίθεται δὲ καὶ πρὸς τὰς ἀπὸ βδελλῶν αἱμορραγίας λελεπισμένος εἰς δύο διαιρεθεὶς καθ' ἃ προσπέφυκεν καὶ ἐπέχει προστυπούμενος κατὰ τὸ ἡμιτόμιον.

[106]    ὁ δὲ Αἰγύπτιος κύαμος, ὃν ἔνιοι Ποντικὸν καλοῦσι, πλεῖστος ἐν Αἰγύπτῳ γεννᾶται, καὶ ἐν Ἀσίᾳ δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς λίμναις εὑρίσκεται. ἔχει δὲ φύλλον μέγα ὡς πέτασον, καυλὸν δὲ πηχυαῖον, δακτύλου πάχος, ἄνθος δὲ ῥοδόχρουν, διπλάσιον μήκωνος, ὅπερ ἐξανθῆσαν φέρει σφηκιᾷ παραπλήσιον θυλακίσκον, ἐν ᾧ κύαμος μικρὸν ὑπεραίρων τὸ πῶμα ὡς πομφόλυξ. καλεῖται δὲ κιβώριον ἢ κιβώτιον διὰ τὸ τὴν φυτείαν τούτου γίνεσθαι ἐν ἰκμοβώλῳ ἐντιθεμένου οὕτω τε εἰς τὸ ὕδωρ [2] ἀφιεμένου. ῥίζα δὲ ὕπεστι παχυτέρα καλάμου, βιβρωσκομένη ἑφθή τε καὶ ὠμή, κολοκάσιον καλουμένη. ὁ δὲ κύαμος βιβρώσκεται μὲν καὶ χλωρός, ξηρανθεὶς δὲ γίνεται μέλας καὶ μείζων τοῦ Ἑλληνικοῦ, ἔχων δύναμιν στυπτικὴν καὶ εὐστόμαχον. ἁρμόζει δὲ κοιλιακοῖς καὶ δυσεντερικοῖς τὸ ἐξ αὐτῶν ἄλευρον ἐπιπασσόμενον ἀντὶ ἀλφίτου τῷ ποτῷ, καὶ πολτοποιούμενον ‹δὲ› δίδοται. τὰ δὲ λέπη μᾶλλον ποιεῖ ἑψόμενα ἐν οἰνομέλιτι καὶ ποτιζόμενα πλῆθος κυάθων τριῶν· καὶ πρὸς ὠταλγίαν δὲ ποιεῖ τὸ ἐν μέσῳ χλωρὸν αὐτῶν, πικρὸν δὲ κατὰ τὴν γεῦσιν, λεῖον σὺν ῥοδίνῳ ἐνσταζόμενον.

[107]    φακὸς βιβρωσκόμενος συνεχῶς ἀμβλυωπός, δύσπεπτος, κακοστόμαχος, πνευματωτικὸς στομάχου καὶ ἐντέρων, κοιλίας τε σταλτικὸς σὺν τῷ λέπει ἑψόμενος· διαφέρει δὲ αὐτοῦ ὁ ἑψανὸς καὶ μηδὲν ἀνιεὶς ἐν τῇ βροχῇ μέλαν. δύναμιν δὲ ἔχει στυπτικήν, ὅθεν κοιλίαν ἵστησι προαπολεπισθεὶς καὶ ἑψηθεὶς ἐπιμελῶς, τοῦ πρώτου ἐν τῷ ἀφέψεσθαι ὕδατος ἀποχεομένου· λυτικὸν γὰρ κοιλίας τὸ ἀφέψημα αὐτοῦ. ἔστι δὲ δυσόνειρος, ἄθετος πρὸς [2] τὰ νευρώδη καὶ πνεύμονα καὶ κεφαλήν. βέλτιον δὲ τὸ ἴδιον ἔργον ἀποτελεῖ πρὸς τὰ ῥεύματα τῆς κοιλίας, μιγείσης αὐτῷ σέριδος ἢ κιχορίου ἢ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σεύτλου μέλανος ἢ μύρτων ἢ σιδίων ἢ οὔων ξηρῶν ἢ μεσπίλων ἢ κυδωνίων ἢ ἀπίων ‹ἢ φοινίκων› Θηβαικῶν ἢ κηκίδων ὁλοκλήρων, αἵτινες μετὰ τὴν ἕψησιν ῥίπτονται, ἢ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα· δεῖ δὲ τὸ ὄξος ἐπιμελῶς συγκαθεψεῖν αὐτῷ, εἰ δὲ μή γε, ταράττει τὴν κοιλίαν· καὶ ἀνατροπὴν δὲ στομάχου περιπτισθέντες τριάκοντα φακοὶ καὶ καταποθέντες ὠφελοῦσι. παρηγορεῖ δὲ καὶ ποδάγρας σὺν ἀλφίτῳ ἑφθὸς καταπλασθείς, μετὰ μέλιτος δὲ κόλπους κολλᾷ, ἐσχάρας περιρρήττει, ἕλκη τε ἀνακαθαίρει, σὺν ὄξει δὲ [3] ἑψηθεὶς σκληρώματα καὶ χοιράδας διαχεῖ. σὺν μελιλώτῳ δὲ ἢ κυδωνίῳ ὀφθαλμῶν φλεγμονὰς καὶ δακτυλίου θεραπεύει ῥοδίνου μειγνυμένου, ἐπὶ δὲ τῶν μειζόνων περὶ δακτύλιον φλεγμονῶν καὶ κόλπων μεγάλων σὺν σιδίοις ἢ ῥόδοις ξηροῖς ἡψημένοις μειγνυμένου καὶ μέλιτος, πρὸς νομὰς δὲ γαγγραινικὰς ὁμοίως ἢ καὶ θαλάσσης μειγνυμένης, πρὸς δὲ φλυκταίνας καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ χιμέτλας, ὡς προείρηται, πρὸς δὲ χονδριῶντας μαστοὺς καὶ σπαργήσεις ἑψόμενος ἐν θαλάσσῃ ἁρμόζει καταπλασθείς.

[108]    ὄροβός ἐστι θαμνίσκος στενόφυλλος, λεπτός, ἔχων σπερμάτιον ἐν λοβοῖς, ἐξ οὗ γίνεται τὸ καλούμενον ὀρόβινον ἄλευρον, ὃ καὶ πρὸς τὴν ἰατρικὴν ἁρμόζει χρῆσιν. ἔστι δὲ καρηβαρικός, κοιλίας ταρακτικός, εἰ βρωθείη, αἷμά τε δι' οὔρων ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος.

   σκευάζεται δὲ τὸ ἐξ αὐτοῦ ὀρόβινον οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναφυρῶν, ἐάσας τε ἐφ' ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρι οὗ ἂν περιρραγῇ ὁ φλοιός, εἶτα ἀλέσας καὶ [2] διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου. ἔστι δὲ εὐκοίλιον, οὐρητικόν, εὐχροίας ποιητικόν, πλεονασθὲν δὲ ἐν βρωτῷ ἢ ἐν ποτῷ μετὰ στρόφων αἷμα ἄγει διὰ κοιλίας καὶ κύστεως. καθαίρει δὲ ἕλκη σὺν μέλιτι καὶ φακοὺς καὶ σπίλους καὶ ἐφήλεις καὶ τὸ λοιπὸν σῶμα, νομάς τε ἵστησι [καὶ σκληρώματα] καὶ γαγγραίνας, καὶ σκληρίας τὰς ἐν μαστοῖς μαλάσσει καὶ θηριώδη καὶ ἄνθρακας καὶ κηρία περιρρήττει. φυραθεὶς δὲ σὺν οἴνῳ κυνόδηκτα καὶ ἐχεόδηκτα καὶ ἀνθρωπόδηκτα θεραπεύει καταπλασσόμενος, σὺν ὄξει δὲ δυσουρίας καὶ στρόφους καὶ τεινεσμοὺς παύει· ἁρμόζει δὲ καὶ ἀτρόφοις ὅσον καρύου μέγεθος φρυκτὸν λημφθὲν σὺν μέλιτι. τὸ δὲ ἀφέψημα αὐτοῦ καταντλούμενον χιμέτλας καὶ κνησμοὺς τοὺς ἐν σώματι θεραπεύει.

[109]    θέρμος ὁ ἥμερος γνώριμος, οὗ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ὄξους πινόμενον ἕλμινθας φθείρει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι τὸ αὐτὸ δρῶσι, καὶ τὸ ἀφέψημα ‹δὲ› αὐτῶν τὸ αὐτὸ ποιεῖ μετὰ πηγάνου ποθὲν καὶ πεπέρεως, καὶ σπληνικοὺς ὠφελεῖ, ἐπάντλημά τε γαγγραίνης, θηριωμάτων, ψώρας ἀρχομένης, ἀλφῶν, σπίλων, ἐξανθημάτων, ἀχώρων· τὸ δ' αὐτὸ καὶ καταμηνίων καὶ ἐμβρύων ἐπισπαστικὸν μετὰ σμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα, καὶ φλεγμονὰς πραύνει σὺν ὕδατι καὶ ἀλφίτῳ, σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα.

[2] χοιράδας δὲ μεταβάλλει ἑψηθεὶς ἐν ὄξει καὶ καταπλασθεὶς καὶ ἄνθρακας περιρρήσσει. μεθ' ὕδατος δὲ ὀμβρίου ἑψηθέντες οἱ θέρμοι ἄχρι χυλώσεως πρόσωπον σμήχουσι, μετὰ δὲ χαμαιλέοντος ῥίζης τοῦ μέλανος ἑψηθέντες προβάτων ψώρας ἰῶνται ἐκλελουμένων τῷ ἀφεψήματι χλιαρῷ. ἡ δὲ ῥίζα ἑψηθεῖσα σὺν ὕδατι καὶ ποθεῖσα οὔρησιν κινεῖ. οἱ δὲ ἀπογλυκανθέντες λεῖοι σὺν ὄξει ποθέντες στομάχου ἄσην πραύνουσι καὶ ἀνορεξίαν ἰῶνται.

   γίνεται δὲ καὶ ἄγριος θέρμος, ἐμφερὴς τῷ ἡμέρῳ κατὰ πάντα, μικρότερος δέ, ποιῶν ὅσα καὶ ὁ ἥμερος.

[110]    γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική, σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέψημα αὐτῆς ποδάγρας καὶ χιμέτλης ἐστὶ κατάντλημα, καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ. εἰ δέ τις ἐγγλύψας τὴν ῥίζαν κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ἐπὶ θερμοσποδιᾶς τήξει, ποιεῖ πρὸς τὰς εἱλκωμένας χιμέτλας. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός· ἔστι δὲ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακὰς ἀνωδύνους εὔθετον, βοηθεῖ δὲ καὶ τοῖς θανασίμοις· ποθὲν δὲ παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ ἀτροφωτέρα γίνεται βιβρωσκομένη· τὰς μέντοι ὀρέξεις ἀναλαμβάνει.

[2]   ἡ δὲ ἀγρία γογγύλη φύεται ἐν ἀρούραις, θάμνος πηχυαῖος τὸ ὕψος, πολύκλαδος, ἐξ ἄκρου λεῖος, φύλλα ἔχων λεῖα, ‹ῥίζαν› μεγάλου δακτύλου τὸ πάχος ἢ καὶ μείζονα, καρπὸν δὲ ἐν λοβοῖς καλυκώδεσιν· ἀνοιχθέντων δὲ τῶν περικαρπίων ἔσωθεν ἄλλος κεφαλοειδής ἐστι λοβός, ἐν ᾧ σπερμάτια μέλανα, θλασθέντα δὲ λευκὰ ἔνδοθεν. μείγνυται δὲ σμήγμασι προσώπου καὶ τοῦ ἄλλου χρωτός, ὅσα δι' ἀλεύρων γίνεται θερμίνων ἢ πυρίνων ἢ ἐρεγμίνων ἢ ὀροβίνων.

[111]    βουνιάς· καὶ ταύτης ἡ ῥίζα ἑφθὴ φυσώδης ἐστίν, ἧττον δὲ τρόφιμος. ποιεῖ δὲ τὸ σπέρμα αὐτῆς ἀνενεργῆ τὰ θανάσιμα προπινόμενον, μείγνυται δὲ καὶ ἀντιδότοις. ἁλμεύεται δὲ καὶ ταύτης ἡ ῥίζα.

[112]   ῥαφανὶς καὶ αὐτὴ πνευμάτων γεννητική, εὔστομος, οὐκ εὐστόμαχος, ἐρευκτική. οὐρητικὴ δέ ἐστι καὶ θερμαντική, εὐκοίλιος δέ, εἴ τις αὐτὴν ἐπιλαμβάνει μᾶλλον συνεργοῦσαν τῇ ἀναδόσει, προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν· ἁρμόζει δὲ καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη, ἀκριβοῖ δὲ καὶ τὰς αἰσθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήσσουσι χρονίως καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετ' ὀξυμέλιτος λαμβανόμενος ἐμετικώτερος, ἁρμόζων ὑδρωπικοῖς, καταπλασθεὶς δὲ εὐθετεῖ καὶ σπληνικοῖς· σὺν μέλιτι δὲ [ἔτι] νομὰς ἐφίστησι καὶ ὑπώπια αἴρει καὶ ἐχεοδήκτοις βοηθεῖ ἀλωπεκίας τε δασύνει, φακοὺς ‹δὲ› ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ· βοηθεῖ [2] δὲ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις, ἔμμηνά τε ἄγει. τὸ δὲ σπέρμα αὐτῆς ἐμετικόν, οὐρητικόν, σπληνὸς καθαιρετικὸν πινόμενον μετ' ὄξους, συναγχικοῖς τε βοηθεῖ ἀφεψηθὲν σὺν ὀξυμέλιτι θερμῷ εἰς ἀναγαργάρισμα, καὶ πρὸς κεράστου δῆγμα σὺν οἴνῳ πινόμενον βοηθεῖ, ἐπιπλασθὲν δὲ μετ' ὄξους γαγγραίνας εὐτόνως περιχαράσσει.

   ἡ δὲ ἀγρία ῥαφανίς, ἣν Ῥωμαῖοι ἀρμοράκιον καλοῦσι, φύλλα ἔχει ὅμοια τῇ ἡμέρῳ πρὸς τὰ τῆς λαμψάνης μᾶλλον, ῥίζα δὲ ἰσχνή, μακρά, ὑπόδριμυς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ τὰ φύλλα εἰς βρῶσιν ἑφθά. ἔστι δὲ θερμαντική, οὐρητική, καυματώδης.

[113]    σίσαρον γνώριμον, οὗ ἡ ῥίζα ἑφθὴ [εὔστομος] εὐστόμαχος, οὐρητική, ὀρέξεως προκλητική.

[114]   λάπαθον· τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι, σκληρόν, κατὰ τὰ ἄκρα ἄποξυ, τὸ δέ τι κηπευτόν, οὐκ ἀνόμοιον τῷ πρώτῳ. τρίτον δέ ἐστιν ἄγριον, μικρόν, παρόμοιον ἀρνογλώσσῳ, μαλακόν, ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος αὐτοῦ, ὃ ἔνιοι ὀξαλίδα ‹ἢ ἀναξυρίδα› ἢ λάπαθον ἄγριον καλοῦσιν, οὗ ‹τὰ› φύλλα ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ, καυλὸς δὲ οὐ μέγας, ἄποξυς, καρπὸς δὲ ἐρυθρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων.

[2]    πάντων δὲ τὸ λάχανον μαλάσσει κοιλίαν ἑψηθέν. αὐτὸ δὲ ὠμὸν καταπλασσόμενον μελικηρίδας σὺν ῥοδίνῳ ἢ κρόκῳ διαφορεῖ. τὸ δὲ σπέρμα τοῦ ἀγρίου καὶ τοῦ ὀξυλαπάθου καὶ τῆς ὀξαλίδος πίνεται ὠφελίμως μεθ' ὕδατος ἢ οἴνου πρὸς δυσεντερίαν καὶ κοιλιακὴν διάθεσιν καὶ ἄσην στομάχου καὶ πρὸς σκορπίου πληγήν· καὶ εἰ προπίοι δέ τις, οὐδὲν πείσεται πληγείς. αἱ δὲ ῥίζαι αὐτῶν, ἑφθαί ‹τε› καὶ ὠμαὶ σὺν ὄξει καταπλασθεῖσαι, θεραπεύουσι λέπρας, λειχῆνας, ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ἐν ἡλίῳ νίτρῳ καὶ ὄξει· πραύνει δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον ‹ἢ τῷ [3] λουτρῷ μειγνύμενον›. παρηγοροῦσι δὲ καὶ ὀδονταλγίας ἑψόμεναι ἐν οἴνῳ καὶ διακλυζόμεναι, διαφοροῦσι καὶ χοιράδας καὶ παρωτίδας ἑφθαὶ ἐν οἴνῳ καταπλασθεῖσαι, σπλῆνα δὲ σὺν ὄξει ‹τήκει›. καὶ ἐνδέσματι δέ τινες χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας, περιάπτοντες τῷ τραχήλῳ· ἱστᾶσι καὶ ῥοῦν γυναικεῖον προστεθεῖσαι λεῖαι. ἑψηθεῖσαι δὲ ἐν οἴνῳ καὶ πινόμεναι ἰκτερικοὺς ἀποθεραπεύουσι καὶ λίθους τοὺς ἐν κύστει θρύπτουσιν ἔμμηνά τε ἄγουσι σκορπιοπλήκτοις τε βοηθοῦσιν.

[115]    ἱππολάπαθον λάπαθόν ἐστι μέγα, ἐν ἕλεσι γεννώμενον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τοῖς προειρημένοις.

[116]   λαμψάνη λάχανόν ἐστιν ἄγριον, τροφιμώτερον καὶ εὐστομαχώτερον τοῦ λαπάθου, οὗ τὰ φύλλα καὶ ὁ καυλὸς ἐσθίεται ἑφθά.

[117]   βλίτον λαχανεύεται καὶ τοῦτο. ἔστι δὲ εὐκοίλιον, οὐδεμίαν ἔχον φαρμακώδη δύναμιν.

[118]   μολόχη· ἐδωδιμωτέρα ἡ κηπευτὴ μᾶλλον τῆς χερσαίας, κακοστόμαχος δὲ καὶ εὐκοίλιος, καὶ μᾶλλον οἱ καυλοί, ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος.

   δύναμιν δὲ ἔχει τὰ φύλλα ὠμὰ μασηθέντα καὶ ἐπιπλασθέντα μετ' ὀλίγων ἁλῶν αἰγιλώπια ἀνασκευάζειν· πρὸς μέντοι τὴν ἀπούλωσιν δίχα τῶν ἁλῶν χρηστέον αὐτῇ. ποιεῖ δὲ καὶ πρὸς σφηκῶν καὶ μελισσῶν πληγὰς καταπλασσομένη· κἂν περιχρίσηται δέ τις αὐτοῖς ὠμοῖς λείοις σὺν ἐλαίῳ, ἄπληκτος διαμένει· [2] μετὰ δὲ οὔρου καταπλασθέντα ἀχῶρας καὶ πίτυρα ἰᾶται. ἑφθὰ δὲ λεῖα τὰ φύλλα σὺν ἐλαίῳ ἐπιτιθέμενα πυρίκαυτα καὶ ἐρυσιπέλατα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῆς μαλακτικὸν ἐγκάθισμα ὑστέρας, εἴς τε ἐνέματα πρὸς δηγμοὺς ἐντέρων καὶ μήτρας καὶ δακτυλίου ἁρμόδιον. ὁ δὲ ζωμὸς σὺν ταῖς ῥίζαις βοηθεῖ ἑψόμενος πᾶσι τοῖς θανασίμοις· ἐξερᾶν δὲ δεῖ συνεχῶς πίνοντας. ὠφελεῖ δὲ καὶ φαλαγγιοδήκτους καὶ γάλα κατασπᾷ. ὁ δὲ καρπὸς μιγέντος αὐτῷ λωτοῦ ἀγρίου σπέρματος πινόμενος μετ' οἴνου τὰ περὶ κύστιν ἀλγήματα παύει.

[119]    ἀνδράφαξυς λάχανον γνώριμον· διττόν, τὸ μὲν ἄγριον τὸ δὲ κηπευτόν, λαχανεύεται δὲ ἑφθόν. ἔστι δὲ κοιλίας μαλακτικόν, καταπλασσόμενον δὲ ὠμόν τε καὶ ἑφθὸν φύγεθλα διαφορεῖ. ὁ δὲ καρπὸς αὐτῆς πινόμενος μετὰ μελικράτου ἴκτερον θεραπεύει.

[120]   κράμβη ἥμερος εὐκοίλιος ἀκρόζεστος ἐσθιομένη, ἡ δὲ καθεψηθεῖσα κοιλίαν ἵστησι καὶ μᾶλλον ἡ δίεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα· κακοστόμαχος δὲ καὶ μᾶλλον δριμυτέρα ἡ θερινή, ἡ δὲ ἐν Αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη, καὶ τὰς ἐκ κραιπάλης δὲ καὶ οἴνων κακίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἀπ' αὐτῆς κύημα εὐστομαχώτερον καὶ οὐρητικώτερον, ταριχευθὲν δὲ κακοστόμαχον [2] καὶ κοιλίας ταρακτικόν. ὁ δὲ χυλὸς αὐτῆς ὠμῆς μετὰ ἴριδος καὶ νίτρου καταπινόμενος κοιλίαν μαλάττει, μετ' οἴνου δὲ ποθεὶς ἐχεοδήκτοις βοηθεῖ, σὺν τηλίνῳ δὲ ἀλεύρῳ καὶ ὄξει ποδαγρικοῖς καὶ ἀρθριτικοῖς, ἕλκεσί τε ῥυπαροῖς καὶ παλαιοῖς ἐπιπλαττόμενος ἁρμόζει, ἐγχεόμενός τε καθ' ἑαυτὸν ταῖς ῥισὶ κεφαλὴν καθαίρει· μετὰ δὲ αἰρίνου ἀλεύρου προστεθεὶς καταμήνια ἄγει. τὰ δὲ φύλλα ‹λεῖα› καταπλασσόμενα καθ' ἑαυτὰ ἢ μετὰ ἀλφίτων ποιεῖ πρὸς πᾶσαν φλεγμονὴν καὶ οἰδήματα, καὶ ἐρυσιπέλατα καὶ ἐπινυκτίδας καὶ λέπρας ἰᾶται. μεθ' ἁλῶν δὲ ἄνθρακας περιρρήττει· ἴσχει δὲ καὶ ῥύσιν τῶν ἐν κεφαλῇ [3] τριχῶν. ὠμὰ δὲ ἐσθιόμενα μετ' ὄξους σπληνικοὺς ὠφελεῖ, διαμασώμενα δὲ φωνῆς ἀποκοπὴν καθίστησι τοῦ χυλοῦ καταπινομένου, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς κοιλίαν καὶ ἔμμηνα κινεῖ πινόμενον. τὸ δὲ ἄνθος ἀτόκιον μετὰ τὴν ἀποκύησιν προστεθὲν ἐν πεσσῷ. τὸ δὲ σπέρμα μάλιστα τῆς ἐν Αἰγύπτῳ γεννωμένης πινόμενον ἕλμινθας ἐκτινάσσει· μίσγεται δὲ καὶ εἰς ἀντιδότους θηριακάς, πρόσωπόν τε ἀποκαθαίρει καὶ φακούς. οἱ δὲ καυλοὶ χλωροὶ κατακαέντες σὺν ταῖς ῥίζαις καὶ ἀναλημφθέντες στέατι χοιρείῳ παλαιῷ πλευρᾶς χρόνια ἀλγήματα ἐπιτεθέντες παύουσιν.

[121]    κράμβη ἀγρία φύεται ὡς ἐπὶ τὸ πολὺ ἐν παραθαλασσίοις τόποις καὶ κρημνώδεσιν, ἐοικυῖα τῇ ἡμέρῳ, λευκοτέρα δέ ἐστι καὶ δασυτέρα καὶ πικρά. τὸ δὲ κύημα αὐτῆς ἐν κονίᾳ ἑψηθὲν οὐκ ἄστομον.

   δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα κολλητικὴν τραυμάτων καὶ διαφορητικὴν οἰδημάτων καὶ φλεγμονῶν.

[122]   ἡ δὲ θαλασσία λεγομένη κράμβη ἐξήλλακται τῷ παντὶ τῆς ἡμέρου, ἔχουσα φύλλα μακρὰ τῇ στρογγύλῃ ἀριστολοχείᾳ ὅμοια. ἐκπέφυκε δὲ ἕκαστον αὐτῶν ἀπὸ κλωνίων ὑπερύθρων ἐξ ἑνὸς μόσχου ὥσπερ κισσός· ἔχει δὲ καὶ ὀπὸν λευκόν, οὐ πολύν. ἔστι δὲ τῇ γεύσει ὑφάλμυρος καὶ ποσῶς ἔμπικρος κατὰ τὴν γεῦσιν.

   ὅλη δὲ ἡ πόα λυτικωτάτη κοιλίας ἑφθὴ βρωθεῖσα. συνέψουσι δὲ αὐτῇ ἔνιοι διὰ τὴν δριμύτητα τὰ λιπαρὰ τῶν κρεῶν.

[123]   σεῦτλον διττόν ἐστιν, οὗ τὸ μὲν μέλαν σταλτικώτερον κοιλίας σὺν φακῇ ἑψηθέν, καὶ μᾶλλον ἡ ῥίζα, τὸ δὲ λευκὸν εὐκοίλιον. κακόχυμα δὲ ἀμφότερα διὰ τὸ ἐν αὐτοῖς νιτρῶδες, ὅθεν ὁ χυλὸς αὐτῶν καθαίρει κεφαλὴν ῥινὶ ἐγχεόμενος μετὰ μέλιτος καὶ ὠταλγίας ὠφελεῖ. τὸ δὲ τῶν ῥιζῶν καὶ τῶν φύλλων ἀφέψημα πιτύρων καὶ κονίδων σμηκτικὸν καὶ χιμέτλης πραυντικὸν καταντλούμενον. ὠμοῖς δὲ τοῖς φύλλοις καταπλάσσειν δεῖ ἀλφοὺς προεκνιτρωθέντας καὶ ἀλωπεκίας προκατακνισθείσας καὶ τὰ νεμόμενα ἕλκη. ἑφθὴ δὲ ἐξανθήματα καὶ πυρίκαυτα καὶ ἐρυσιπέλατα ἰᾶται.

[124]   ἀνδράχνη δύναμιν ἔχει στυπτικήν, ‹ψυκτικήν›. καταπλασσομένη δὲ μετ' ἀλφίτου βοηθεῖ κεφαλῆς ἀλγήμασι καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις καὶ στομάχου πυρώσει καὶ ἐρυσιπέλατι καὶ κύστεως ἀλγήματι. βρωθεῖσα δὲ αἱμωδίαν καὶ στομάχου καὶ ἐντέρων πύρωσιν καὶ ῥευματισμὸν πραύνει, νεφρούς τε δακνομένους καὶ κύστιν εὖ διατίθησι [2] καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐκλύει. παραπλησίως δὲ καὶ ὁ χυλὸς αὐτῆς ἐνεργεῖ πινόμενος καὶ ἐν πυρετοῖς ποιῶν, καὶ πρὸς ἕλμεις στρογγύλας καὶ αἵματος πτύσιν καὶ δυσεντερίαν καὶ πρὸς αἱμορροίδα καὶ πρὸς σηπὸς δήγματα. καὶ εἰς τὰ ὀφθαλμικὰ δὲ χρησίμως μείγνυται, ἔγκλυσμά τέ ἐστιν ἐντέρων ῥευματιζομένων καὶ ὀδαξωμένης μήτρας, καὶ πρὸς τὰς ἐξ ἐγκαύσεως κεφαλαλγίας σὺν ῥοδίνῳ ἐλαίῳ ἔμβρεγμα, πρός τε τὰ ἐν κεφαλῇ ἐξανθήματα σὺν οἴνῳ σμῆγμα, πρὸς τραύματα δὲ σφακελίζοντα σὺν ἀλφίτοις καταπλασσόμενος.

[125]    ἀσπάραγος πετραῖος ἢ μυάκανθος, οἱ δὲ ὅρμινον καλοῦσιν, οὗ τὸ καυλίον ἑψηθὲν καὶ βρωθὲν κοιλίαν μαλάσσει καὶ οὖρα κινεῖ. τῶν δὲ ῥιζῶν τὸ ἀφέψημα πινόμενον βοηθεῖ δυσουροῦσιν, ἰκτερικοῖς, ἰσχιαδικοῖς, φαλαγγιοδήκτοις δὲ μετ' οἴνου ἀφηψημένον, καὶ ὀδονταλγοῦσι δὲ κρατουμένου τοῦ ἀφεψήματος ἐπὶ τῷ πονοῦντι ὀδόντι. ποιεῖ δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα πινόμενον. φασὶ δὲ καὶ τοὺς κύνας πιόντας τὸ ἀφέψημα αὐτοῦ θνῄσκειν. ἔνιοι δὲ ἱστορήκασιν ὅτι, ἐάν τις κριοῦ κέρατα συγκόψας κατορύξῃ, φύεται ἀσπάραγος.

[126]   ἀρνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύπλευρον· διττόν ἐστι, τὸ μὲν μικρὸν τὸ δὲ μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενότερα καὶ μικρότερα καὶ λειότερα, καυλὸν γωνιοειδῆ, [καὶ] κεκλιμένον ὡς ἐπὶ τὴν γῆν, ἄνθη ὠχρά, τὸ δὲ σπέρμα ἐπ' ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνιοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς στέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου. γεννᾶται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς καὶ ‹ἐν› ἐνίκμοις τόποις· εὐχρηστότερον δὲ τὸ μέγα.

[2]    δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ξηραντικήν, ὅθεν καταπλασσόμενα πρὸς πάντα τὰ κακοήθη καὶ ἐλεφαντιῶντας καὶ ῥευματικὰ καὶ ἀκάθαρτα ἕλκη ἁρμόζει. ἐπέχει δὲ καὶ αἱμορραγίας, νομάς, ἄνθρακας, ἕρπητας, ἐπινυκτίδας· ἀπουλοῖ καὶ χρόνια ἕλκη καὶ ἀνώμαλα καὶ τὰ χειρώνια ἰᾶται καὶ κόλπους παρακολλᾷ, καὶ κυνόδηκτα καὶ πυρίκαυτα, φλεγμονάς, παρωτίδας, φύγεθλα, χοιράδας καὶ αἰγίλωπας σὺν ἁλσὶν ἐπιπλασσόμενα ὠφελεῖ. ἑφθὸν δὲ τὸ λάχανον μεθ' ἁλῶν καὶ ὄξους λαμβανόμενον δυσεντερικοῖς καὶ κοιλιακοῖς ἁρμόζει· δίδοται δὲ καὶ μετὰ φακῆς ἀντὶ σεύτλου συνεψόμενον, καὶ πρὸς λευκοφλεγματίας μετὰ τὸ ξηροφαγῆσαι μέση δίδοται ἡ πόα ἑφθή· ποιεῖ δὲ καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς διδομένη.

[3] ὁ δὲ χυλὸς τῶν φύλλων τὰς ἐν στόματι νομὰς ἀνακαθαίρει συνεχῶς διακλυζόμενος, σὺν δὲ κιμωλίᾳ ἢ ψιμυθίῳ ἐρυσιπέλατα ἰᾶται, σύριγγάς τε ἐγκλυζόμενος ὠφελεῖ, καὶ πρὸς ὠταλγίας καὶ ὀφθαλμίας ἐνσταζόμενος ὁ χυλὸς καὶ κολλυρίοις μισγόμενος, καὶ πρὸς οὖλα αἱμασσόμενα καὶ πρὸς αἷμα ἀνάγοντας πινόμενος, καὶ πρὸς φθισικοὺς καὶ ἐπὶ δυσεντερικῶν ἐγκλυζόμενος· πίνεται δὲ καὶ πρὸς φθίσιν, καὶ πρὸς ὑστερικὰς [4] πνίγας προστίθεται ἐν ἐρίῳ καὶ ὑστέρᾳ ῥευματιζομένῃ. καὶ ὁ καρπὸς δὲ πινόμενος μετ' οἴνου τοὺς τῆς κοιλίας ῥευματισμοὺς καὶ πτύσεις αἵματος ἐπέχει. ἡ δὲ ῥίζα ἀφεψηθεῖσα καὶ διακλυζομένη ἢ αὐτὴ διαμασωμένη ὀδονταλγίας παύει. πρὸς δὲ τὰ ἐν κύστει ‹ἕλκη› καὶ νεφροῖς δίδοται καὶ τὰ φύλλα καὶ ἡ ῥίζα μετὰ γλυκέος. φασὶ δὲ ῥίζας ἁδρὰς τρεῖς ποθείσας μετ' οἴνου κυάθων τριῶν καὶ ὕδατος ἴσου τριταίῳ βοηθεῖν, τεταρταίῳ δὲ τέσσαρας ῥίζας. ἔνιοι δὲ καὶ ἐνδέσματι χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας διαφορούσαις.

[127]    σίον φύεται ἐν τοῖς ὕδασι. θαμνίον λιπαρόν, ὀρθόν, φύλλα ἔχον ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματίζοντα, ἅπερ ἐσθιόμενα ἑφθά τε καὶ ὠμὰ λίθους θρύπτει καὶ ἐκκρίνει, οὖρά τε κινεῖ καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα, δυσεντερικοῖς τε χρήσιμα βρωθέντα. Κρατεύας δὲ ἱστορεῖται περὶ αὐτοῦ οὕτως· πόα θαμνοειδής, ὀλίγη, ἔχουσα πολλὰ φύλλα περιφερῆ, μείζονα ἡδυόσμου, μέλανα, λεῖα, παρεγγίζοντα εὐζώμῳ.

[128]   σισύμβριον· οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν. ἔνυδρός ἐστι πόα, κατὰ τὰ αὐτὰ τῷ σίῳ γεννωμένη. καρδαμίνην δ' ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ κατὰ τὴν γεῦσιν. φύλλα δὲ ἔχει τὰ μὲν πρῶτα περιφερῆ, αὐξανόμενα δὲ σχίζεται ὡς τὰ τοῦ εὐζώμου. ἔστι δὲ θερμαντικά, διουρητικά· βιβρώσκεται δὲ καὶ ὠμά. ἀποκαθαίρει δὲ καὶ φακοὺς καὶ ἔφηλιν καταπλασθέντα δι' ὅλης τῆς νυκτός, ἕωθεν δὲ ἀποκλυσθέντα.

[129]    κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλασσίοις τόποις, φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, τοῖς τῆς ἀνδράχνης παρεοικόσι, πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις, ἁλμυρίζουσι δὲ πρὸς τὴν γεῦσιν· ἄνθη λευκά, τὸν δὲ καρπὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, στρογγύλον, ὃς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρὸν ἔχει τὸ σπέρμα, ῥίζας δὲ δακτύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας.

   δύναται δὲ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ἡ ῥίζα ἐναφεψηθέντα οἴνῳ καὶ πινόμενα βοηθεῖν δυσουροῦσι καὶ ἰκτερικοῖς· κινεῖ καὶ καταμήνια, καὶ λαχανεύεται ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον. καὶ ταριχεύεται δὲ ἐν ἅλμῃ.

[130]   κορωνόπους πρόμηκές ἐστι βοτάνιον, κατὰ τοῦ ἐδάφους κατεστρωμένον, κατεσχισμένον τὰ φύλλα· λαχανεύεται δὲ καὶ τοῦτο ἑφθόν.

   τούτου ποιεῖ ἡ ῥίζα πρὸς κοιλιακοὺς ἐσθιομένη.

[131]   σόγχου δύο ἐστὶν εἴδη· τὸ μὲν γάρ ἐστιν ἀγριώτερον καὶ ἀκανθωδέστερον τὸ δὲ τρυφερώτερον καὶ ἐδωδιμώτερον· καυλὸς δὲ γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν.

   δύναμις δὲ αὐτῶν ἐστι ψυκτική, μετρίως ὑποστύφουσα, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενα ἁρμόζουσιν· ὁ δὲ χυλὸς καταρροφούμενος δηγμοὺς στομάχου παύει καὶ γάλα κατασπᾷ, προστεθεὶς δὲ ἐν ἐρίῳ δακτυλίου καὶ μήτρας φλεγμοναῖς βοηθεῖ. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.

[132]   σέρις ἀγρία καὶ ἥμερος, ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ κιχόριον καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστομαχωτέρα τῆς κηπευτῆς. καὶ τῆς κηπευτῆς δὲ διττὸν εἶδος· ἡ μὲν γάρ τίς ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος ἡ δὲ στενόφυλλος καὶ ἔμπικρος.

[2]    πᾶσαι δὲ στυπτικαὶ καὶ ψυκτικαὶ καὶ εὐστόμαχοι. ἱστᾶσι δὲ καὶ κοιλίαν ἑφθαὶ μετ' ὄξους λαμβανόμεναι, καὶ μάλιστα αἱ ἄγριαι εὐστομαχώτεραι· βρωθεῖσαι γὰρ ἀτονοῦντα στόμαχον παρηγοροῦσι καὶ καυσούμενον ‹καὶ› καταπλασσόμεναι σὺν ἀλφίτῳ καὶ καθ' ἑαυτάς, καὶ καρδιακοῖς εἰσι κατάπλασμα· χρήσιμοι δὲ καὶ ποδάγραις καὶ ὀφθαλμῶν φλεγμοναῖς βοηθοῦσιν. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει καὶ ἐρυσιπέλασι σὺν ἀλφίτῳ. σὺν ψιμυθίῳ δὲ καὶ ὄξει ὁ χυλὸς αὐτῶν ἐπίχριστος τῶν ψύξεως δεομένων.

[133]    χονδρίλη· τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ, μεγέθει κυαμιαῖα, ἅ τινα προστεθέντα λεῖα μετὰ σμύρνης ἐν ὀθονίῳ μέγεθος ἐλαίας ἔμμηνα ἄγει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ κοπεῖσα εἰς τροχίσκους ἀναπλάσσεται μειγνυμένου μέλιτος, οἵτινες διεθέντες καὶ νίτρῳ μιγέντες ἀλφοὺς ἀποσμήχουσιν· ἀνακολλᾷ δὲ καὶ τρίχας τὸ [2] κόμμι. καὶ ἡ ῥίζα δὲ πρόσφατος ποιεῖ εἰς τὰ αὐτά, βαπτομένης εἰς αὐτὴν βελόνης καὶ προσαγομένης ταῖς θριξίν· ἁρμόζει δὲ καὶ πρὸς ἔχεις σὺν οἴνῳ πινομένη, καὶ κοιλίαν ἵστησιν ὁ χυλὸς αὐτῆς ἑψηθεὶς σὺν οἴνῳ καὶ ποθείς, καὶ καθ' ἑαυτόν.

   ἔστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης, φύλλον δὲ ἔχει περιβεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον, καυλὸν δὲ ὀποῦ μεστόν, ῥίζαν δὲ λεπτήν, ἔπακμον, κούφην, στρογγύλην, ὑπόξανθον, ὀποῦ μεστήν.

   δύναμιν δ' ἔχει ὁ καυλὸς καὶ τὰ φύλλα πεπτικήν. ὁ δὲ ὀπὸς τριχῶν τῶν ἐν βλεφάροις ἀνακολληνικός. φύεται δὲ ἐν γεώδεσι καὶ ἐργασίμοις χωρίοις.

[134]    κολόκυνθα ἐδώδιμος ὠμὴ καταπλασθεῖσα λεία οἰδήματα καὶ ἀποστήματα πραύνει. τὸ δὲ ξύσμα αὐτῆς παιδίοις σειριῶσιν ὠφελίμως κατὰ τοῦ βρέγματος καταπλάσσεται, καὶ πρὸς ὀφθαλμοῦ φλεγμονὰς καὶ ποδαγρικὰς ὁμοίως. ὁ δὲ χυλὸς τῶν ξυσμάτων ὠταλγίας καθ' ἑαυτὸν καὶ μετὰ ῥοδίνου ἐγχυματιζόμενος ὠφελεῖ, καὶ πρὸς καυσουμένην ἐπιφάνειαν ἐγχριόμενος ὠφελεῖ. ὅλης δὲ αὐτῆς ἀποζεσθείσης καὶ ἐκθλιβείσης ὁ χυλὸς πινόμενος, μετὰ μέλιτος βραχέος καὶ νίτρου κοιλίαν λύει κούφως. καὶ εἴ τις κοιλάνας αὐτὴν ὠμὴν ἐγχέας τε οἶνον καὶ ἐξαιθριάσας κεράσας τε δοίη πιεῖν, μαλάσσει κοιλίαν κούφως.

[135]   σίκυς ἥμερος εὐκοίλιος, εὐστόμαχος, ψυκτικός, οὐ φθειρόμενος, κύστει ἁρμόδιος, ἀνακτητικὸς λειποθυμιῶν ὀσφραινόμενος. καὶ τὸ σπέρμα ‹δὲ› αὐτοῦ μετρίως οὐρητικόν, ἁρμόζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα κυνόδηκτα ἰᾶται, σὺν μέλιτι δὲ καὶ ἐπινυκτίδας.

   ἡ δὲ τοῦ πέπονος σὰρξ καὶ αὐτὴ πεπτική, οὐρητικὴ ἐσθιομένη, καταπλασθεῖσα δὲ ὀφθαλμοῦ φλεγμονὰς πραύνει.

[2] τὸ δὲ δέρμα αὐτοῦ σειριῶσι παιδίοις ἐπιτίθεται ἐπὶ τοῦ βρέγματος, καὶ ῥαυματιζομένοις ὀφθαλμοῖς ἀντὶ ἀνακολλήματος κατὰ τοῦ μετώπου. ὁ δὲ χυλὸς σὺν τῷ σπέρματι μιγεὶς ἀλεύρῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ σμῆγμα γίνεται ῥυπτικὸν καὶ προσώπου λαμπρυντικόν. ἡ δὲ ῥίζα ξηρὰ ποθεῖσα σὺν ὑδρομέλιτι δραχμῆς ‹μιᾶς› ὁλκὴ ἐμέτους κινεῖ· εἰ δέ τις πραέως ἀπὸ δείπνου ἐμέσαι θέλοι, ἀρκέσουσιν ὀβολοὶ δύο· ὑγιάζει δὲ καὶ κηρία καταπλασθεῖσα ‹λεία› μετὰ [τοῦ] μέλιτος.

[136]    θρίδαξ ἥμερος εὐστόμαχος, ὑποψύχουσα, ὑπνωτική, κοιλίας μαλακτική, γάλακτος κατασπαστική· ἑψηθεῖσα δὲ γίνεται τροφιμωτέρα, ἄπλυτος δὲ ἐσθιομένη στομαχικοῖς ἁρμόζει. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον τοῖς συνεχῶς ὀνειρώττουσι βοηθεῖ καὶ συνουσίαν ἀποστρέφει. αὐταὶ δὲ συνεχῶς ἐσθιόμεναι [2] ἀμβλυωπίας εἰσὶ ποιητικαί· ταριχεύονται δὲ ἐν ἅλμῃ. ἐκκαυλήσασαι δὲ ἔχουσι παρεμφέρον τι τῇ τοῦ χυλοῦ καὶ ὀποῦ δυνάμει τῇ τῆς ἀγρίας θρίδακος.

   ἡ δὲ ἀγρία θρίδαξ ἔοικε τῇ ἡμέρῳ, καυλωδεστέρα καὶ τοῖς φύλλοις λευκοτέρα καὶ ἰσχνοτέρα καὶ τραχυτέρα ὑπάρχουσα, πικρὰ δὲ πρὸς τὴν γεῦσιν. ὡμοίωται δὲ κατὰ ποσὸν τῇ δυνάμει μήκωνι, ὅθεν καὶ τὸν ὀπὸν αὐτῆς ἔνιοι μίσγουσι τῷ μηκωνίῳ. καθαίρει δὲ μετ' ὀξυκράτου ποθεὶς ὁ ὀπὸς ὀβολῶν δυεῖν ὁλκὴ ὑδατώδη, ἀποκαθαίρει καὶ ἄργεμα καὶ ἀχλῦς, ποιεῖ [3] καὶ πρὸς ἐπικαύσεις ἐγχριόμενος σὺν γυναικείῳ γάλακτι. ἔστι δὲ καθόλου ὑπνωτικὸς καὶ ἀνώδυνος· ἄγει δὲ καὶ ἔμμηνα, ποτίζεται δὲ καὶ πρὸς σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους. τὸ δὲ σπέρμα, ὥσπερ τὸ τῆς ἡμέρου ποθέν, ὀνειρωγμοὺς καὶ συνουσίαν ἀποστρέφει· δύναται δὲ καὶ ὁ χυλὸς πρὸς τὰ αὐτά, ἀσθενέστερον μέντοι. ἀποτίθεται δὲ ὁ ὀπὸς ἐν κεραμέοις ἀγγείοις προηλιαζόμενος ὥσπερ καὶ τὰ λοιπὰ χυλίσματα.

[137]    γιγγίδιον· φύεται μὲν τὸ πλεῖστον ἐν Κιλικίᾳ τε καὶ Συρίᾳ. βοτάνιον σταφυλίνῳ ἐοικὸς ἀγρίῳ, λεπτότερον δὲ καὶ πικρότερον, ῥίζαν ὑπόλευκον, πικρὰν ἔχον. λαχανεύεται δὲ ὠμόν τε καὶ ἑφθόν, καὶ ταριχευθὲν ἐσθίεται. ἔστι δὲ εὐστόμαχον, οὐρητικόν.

[138]   σκάνδιξ· καὶ τοῦτο ἄγριόν ἐστι λάχανον, ὑπόδριμυ καὶ ἔμπικρον, ἐδώδιμον, ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον εὐκοίλιον καὶ εὐστόμαχον, οὐρητικόν. τὸ δὲ ἀφέψημα αὐτοῦ κύστει χρήσιμον καὶ νεφροῖς καὶ ἥπατι πινόμενον.

[139]   καυκαλίς, ἔνιοι δὲ δαῦκον ἄγριον καλοῦσι. καυλίον ἐστὶ σπιθαμιαῖον, ὑπόδασυ, φύλλα ἔχον μαράθῳ ὅμοια, λεπτοσχιδῆ, δασέα, καὶ ἐπ' ἄκρου σκιάδιον λευκόν, εὐῶδες. λαχανεύεται δὲ καὶ τοῦτο ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον· ἔστι δὲ οὐρητικόν.

[140]   εὔζωμον πλεῖον βρωθὲν συνουσίαν παρορμᾷ, καὶ τὸ σπέρμα δ' αὐτοῦ τὸ αὐτὸ ποιεῖ, οὐρητικὸν ὑπάρχον καὶ πεπτικὸν καὶ εὐκοίλιον· χρῶνται δὲ τῷ σπέρματι καὶ εἰς τὰς ἀρτύσεις τῶν ἑψημάτων. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα μένειν χρόνον γάλακτι ἢ ὄξει φυρῶντες καὶ ἀναπλάσσοντες τροχίσκους.

   γίνεται δὲ καὶ ἄγριον εὔζωμον, μάλιστα ‹δὲ› ἐν τῇ κατὰ τὴν ἑσπέραν Ἰβηρίᾳ, οὗ τῷ σπέρματι καὶ ἀντὶ σινήπεως οἱ τῇδε ἄνθρωποι χρῶνται. ἔστι δὲ οὐρητικώτερον καὶ δριμύτερον πολλῷ τοῦ ἡμέρου.

[141]   ὤκιμον βιβρωσκόμενον πολὺ ἀμβλυωπές ἐστιν. ἔστι δὲ κοιλίας μαλακτικόν, πνευμάτων κινητικόν, οὐρητικόν, γάλακτος προκλητικόν, δυσμετάβλητον. καταπλασσόμενον δὲ σὺν ἀλφίτου πάλῃ καὶ ῥοδίνῳ καὶ ὄξει φλεγμοναῖς βοηθεῖ, καὶ δράκοντος θαλασσίου καὶ σκορπίου πληγῇ καθ' ἑαυτό, σὺν οἴνῳ δὲ Χίῳ πρὸς ὀφθαλμῶν ὀδύνας. ὁ δὲ χυλὸς αὐτοῦ ἀποκαθαίρει [2] ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς καὶ τὰ ῥεύματα ξηραίνει. τὸ δὲ σπέρμα ἁρμόζει τοῖς χολὴν μέλαιναν γεννῶσι πινόμενον, δυσουροῦσί τε καὶ πνευματουμένοις· παύει δὲ καὶ πταρμοὺς πλείονας ἐπισπώμενον δι' ὀσφρήσεως, καὶ ἡ πόα δὲ τὸ αὐτὸ ποιεῖ· συμπιέζειν δὲ τοὺς ὀφθαλμοὺς δεῖ ἐπιόντος τοῦ πταρμοῦ. φυλάσσονται δέ τινες αὐτὸ καὶ οὐκ ἐσθίουσι διὰ τὸ μασηθὲν καὶ τεθὲν ἐν ἡλίῳ σκώληκας γεννᾶν. Λίβυες δὲ προσυπειλήφασιν, ὅτι οἱ φαγόντες αὐτὸ καὶ πληγέντες ὑπὸ σκορπίου ἀσώστως διατίθενται.

[142]    ὀροβάγχη· οἱ δὲ κυνομόριον, οἱ δὲ λέοντα, Κύπριοι δὲ θυρσῖτιν καλοῦσι. καυλίον ἐστὶν ὑπέρυθρον, ὡς δισπιθαμιαῖον, ἐνίοτε δὲ καὶ μεῖζον, ἄφυλλον, ὑπολίπαρον, τρυφερόν, ἔνδασυ, ἄνθεσιν ὑπολεύκοις ἢ μηλίζουσι κεχρημένον. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος, κατατιτραμένη πρὸς τὴν τοῦ καυλοῦ ξηρασίαν. δοκεῖ δὲ φυόμενον ἐν ὀσπρίοις τισὶ πνίγειν αὐτά, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκε. λαχανεύεται δὲ καὶ ὠμὸν καὶ ἑφθόν, ἐκ λοπάδος ὡς ἀσπάραγος ἐσθιόμενον, καὶ ὀσπρίοις δὲ συνεμβληθὲν τάχιον αὐτὰ δοκεῖ ἑψεῖν.

[143]   τραγοπώγων, οἱ δὲ κόμην καλοῦσι. καυλὸς βραχύς, φύλλα κρόκῳ ὅμοια, ῥίζα μακρά, γλυκεῖα. ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μεγάλη, καὶ ἐξ ἄκρου πάππος μέγας, ἀφ' οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἔστι δὲ ἡ πόα ἐδώδιμος.

[144]   ὄρνιθος γάλα καυλίον ἐστὶ τρυφερόν, λεπτόν, ὑπόλευκον, ὡς δισπιθαμιαῖον, ἄνω παραφυάδας ἔχον τρεῖς ἢ τέσσαρας ἁπαλάς, ἀφ' ὧν ἄνθη ἔξωθεν μὲν βοτανώδη, ἀνοιχθέντα δὲ γαλακτίζοντα, καὶ μεταξὺ αὐτῶν κεφάλιον ὡς κάχρυ ἐντετμημένον, μετ' ἄρτου ὡς μελάνθιον συνοπτώμενον. ῥίζα δὲ βολβοειδής, ἐσθιομένη ὠμή τε καὶ ἑφθὴ καὶ ὀπτή.

[145]   ὕδνον ῥίζα ἐστὶ περιφερής, ἄφυλλος, ἄκαυλος, ὑπόξανθος, ἔαρος ὀρυττομένη. ἐδώδιμος δέ ἐστιν ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη.

[146]   σμῖλαξ κηπαία, ἧς ὁ καρπὸς λόβια, ὑπ' ἐνίων δὲ ἀσπάραγος καλεῖται. φύλλα ἔχει ὅμοια κισσῷ, μαλακώτερα δέ, καυλοὺς δὲ λεπτοὺς καὶ ἕλικας περιπλεκομένας τοῖς παρακειμένοις θαμνίοις, αὐξανομένας τε ἐφ' ἱκανὸν ὥστε καὶ σκηνοποιεῖσθαι. καρπὸν δὲ φέρει ὅμοιον τήλιδι, μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν ᾧ σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δὲ ὑποπυρρίζοντα. λαχανεύεται δὲ εἰς βρῶσιν ὁ καρπὸς ἑψόμενος σὺν τῷ σπέρματι ὡς ἀσπάραγος, οὐρητικὸς ὢν καὶ δυσόνειρος.

[147]   Μηδικὴ ἔοικε μὲν ἄρτι φυομένη τριφύλλῳ τῇ ἐν χορτοκοπίοις, προάγουσα δὲ στενοφυλλοτέρα γίνεται, καυλοὺς ἀνιεῖσα τριφύλλῳ ὁμοίους, ἐφ' οἷς τὸ σπέρμα προσπέφυκε φακοῦ τὸ μέγεθος, ἐπεστραμμένον ὡς κεράτιον, ὅπερ ξηρανθὲν μείγνυται ἡδύσματος χάριν τοῖς ἀρτυτοῖς ἁλσί, χλωρὸν δὲ καταπλασθὲν ὠφελεῖ τὰ ψύξεως δεόμενα. ὅλῃ δὲ τῇ πόᾳ χρῶνται οἱ κτηνοτρόφοι ἀντὶ ἀγρώστεως.

[148]   ἀφάκη θάμνος ἐστὶν ἐν ἀρούραις φυόμενος, φακοῦ ὑψηλότερος, λεπτόφυλλος, τὰ δὲ ἀπ' αὐτοῦ θυλάκια μείζονα τῶν τοῦ φακοῦ, περιεκτικὰ σπερματίων τριῶν ἢ τεσσάρων μελάνων, μικροτέρων φακοῦ.

   δύναμιν δὲ ἔχει τὰ σπερμάτια στυπτικήν, ὅθεν ἵστησι ῥεῦμα κοιλίας καὶ στομάχου φρυγόμενα καὶ ἑψόμενα ὥσπερ φακός.

[149]   πράσον κεφαλωτὸν φυσῶδες, κακόχυμον, δυσόνειρον, οὐρητικόν, εὐκοίλιον, λεπτυντικόν, ἀμβλυωπίας ποιητικόν, καταμηνίων ἀγωγόν, βλαπτικὸν κύστεως εἱλκωμένης καὶ νεφρῶν, συνεψηθὲν δὲ πτισάνῃ καὶ βρωθὲν ἀνάγει τὰ ἐκ θώρακος. ἡ δὲ κόμη αὐτοῦ ἑψηθεῖσα ἐν θαλάσσῃ καὶ ὄξει εἰς ἐγκάθισμα χρησιμεύει πρὸς μύσιν καὶ σκληρίαν ὑστέρας· ἀπογλυκαίνεται δὲ καὶ ἀφυσότερον γίνεται δυσὶν ὕδασιν ἑψηθὲν καὶ ἀποβραχὲν [2] ἐν ὕδατι ψυχρῷ. τὸ δὲ καρτὸν δριμύτερον, ἔχον τι καὶ στύψεως, ὅθεν αἷμα ὁ χυλὸς αὐτοῦ ἵστησι σὺν ὄξει, καὶ μάλιστα τὸ ἐκ μυκτήρων φερόμενον, μάννης ἢ λιβανωτοῦ μιγέντος, ἀφροδίσιά τε παρορμᾷ, καὶ πρὸς τὰ ἐν θώρακι πάντα σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ ποιεῖ καὶ πρὸς φθίσεις· καθαίρει δὲ καὶ τὴν ἀρτηρίαν βρωθέν. ἐσθιόμενον δὲ συνεχῶς ἀμαυρωτικὸν ὄψεως [3] γίνεται, καὶ κακοστόμαχον δέ ἐστιν. ἀρήγει καὶ θηριοδήκτοις σὺν μελικράτῳ πινόμενος ὁ χυλός, καὶ αὐτὸ δὲ καταπλασσόμενον ὠφελεῖ· βοηθεῖ καὶ ὠταλγίαις ὁ χυλὸς καὶ ἤχοις σὺν ὄξει καὶ λιβανωτῷ ἢ γάλακτι ἢ ῥοδίνῳ ἐνσταγείς. αἴρει δὲ καὶ ἰόνθους τὰ φύλλα σὺν ῥοὶ τῷ ἐπὶ τὰ ὄψα καταπλασθέντα, καὶ ἐπινυκτίδας ἰᾶται, ἐσχάρας τε περιρρήττει σὺν ἁλσὶν ἐπιπλαττόμενα. τοῦ μέντοι σπέρματος δραχμαὶ δύο μετὰ μύρτων ἴσων ποθεῖσαι τὰς χρονίους ἀναγωγὰς τοῦ αἵματος ἐπέχουσιν.

[150]    ἀμπελόπρασον κακοστομαχώτερον ‹μὲν› τοῦ πράσου, θερμαντικώτερον δὲ καὶ οὐρητικώτερον, καταμηνίων ἀγωγόν. θηριοδήκτοις δὲ βιβρωσκόμενον ἁρμόζει.

[151]   κρόμυον· δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξανθὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ καὶ ταριχηροῦ. ἔστι δὲ ἅπαντα δηκτικὰ καὶ πνευματωτικά, ὀρέξεως ἐκκλητικά, λεπτυντικά, διψώδη, ἀσώδη, ἀποκαθαρτικά, εὐκοίλια, ἀναστομωτικὰ ἐκκρίσεων τῶν τε ἄλλων καὶ αἱμορροίδων, ἀντὶ βαλάνου δὲ προστίθεται λεπισθέντα καὶ εἰς ἔλαιον ἐμβληθέντα. ὁ δὲ χυλὸς ἐγχριόμενος σὺν μέλιτι βοηθεῖ ἀμβλυωπίαις, ἀργέμοις, νεφελίοις καὶ ἀρχομένοις ὑποχεῖσθαι καὶ συναγχικοῖς διαχρισθείς· κινεῖ καὶ καταμήνια, ἔγχυτός τε διὰ ῥινὸς καθαρτικὸς κεφαλῆς, κυνοδήκτοις τε κατάπλασμα [2] μεθ' ἁλὸς καὶ πηγάνου καὶ μέλιτος. σὺν ὄξει δὲ ἐν ἡλίῳ καταχρισθεὶς ἀλφοὺς ἰᾶται, μετ' ἴσου δὲ σποδίου ψωροφθαλμίας παύει, καὶ ἰόνθους σὺν ἁλσὶ στέλλει. σὺν ὀρνιθείῳ δὲ στέατι πρὸς ἐκτρίμματα ὑποδημάτων χρήσιμος καὶ πρὸς δυσηκοίαν καὶ συριγμοὺς καὶ πυορροοῦντα ὦτα ὁ χυλὸς καὶ ὕδατος ‹ἐν›απολήμψεις, καὶ πρὸς ἀλωπεκίας παρατριβόμενος· τάχιον γὰρ ἁλκυονίου προκαλεῖται τρίχας· ἔστι δὲ καὶ κεφαλαλγές. πλείονα δὲ βρωθέντα ἐν νόσοις ληθάργους ποιεῖ, ἑψηθέντα δὲ οὐρητικώτερα γίνεται.

[152]    σκόρδου τὸ μέν ‹τί› ἐστιν ἥμερον καὶ κηπευτόν, καὶ τοῦτο ἐν Αἰγύπτῳ μονοκέφαλον καὶ λευκόν. καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἄγλιθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον, ὀφιόσκορδον καλούμενον.

   δύναμιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, ἐκκριτικὴν φυσῶν καὶ κοιλίας ταρακτικήν, ξηραντικὴν στομάχου καὶ δίψης ποιητικήν, [2] ἑλκωτικὴν τῶν ἐν τῇ ἐπιφανείᾳ σωμάτων. βιβρωσκόμενον δὲ ἕλμιν πλατεῖαν ἐξάγει καὶ οὖρα ἄγει, ἐχεοδήκτοις τε καὶ αἱμορροοῦσιν ἁρμόζει, ὡς οὐδὲν ἕτερον, λαμβανομένου οἴνου συνεχῶς ἢ σὺν τῷ οἴνῳ λεανθὲν καὶ ποθέν. καταπλάσσεται δὲ καὶ πρός τε ταὐτὰ καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως, καὶ βιβρωσκόμενον δὲ ὀνίνησι, καὶ πρὸς τοὺς ξενισμοὺς τῶν ὑδάτων ἁρμόζει· λαμπρύνει καὶ ἀρτηρίας καὶ βῆχας χρονίας παρηγορεῖ, ὠμόν τε καὶ ὀπτὸν καὶ ἑφθὸν ἐσθιόμενον, καὶ κτείνει φθεῖρας [3] καὶ κονίδας σὺν ὀριγάνου ἀφεψήματι πινόμενον. καὲν δὲ καὶ φυραθὲν μέλιτι ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται καταχριόμενον, ἐπὶ δὲ τῶν ἀλωπεκιῶν σὺν ναρδίνῳ μύρῳ, σὺν ἁλσὶ δὲ καὶ ἐλαίῳ ἐξανθήματα θεραπεύει· ἀφίστησι δὲ καὶ φακοὺς καὶ λειχῆνας καὶ ἀχῶρας, πίτυρα, ἀλφούς, λέπρας σὺν μέλιτι. μετὰ δᾳδίου δὲ καὶ λιβανωτοῦ καθεψηθὲν τὰς ὀδονταλγίας διακρατούμενον ἐν τῷ στόματι κουφίζει, μυγαλῆς τέ ἐστι κατάπλασμα σὺν συκῆς φύλλοις καὶ κυμίνῳ. τῆς δὲ κόμης τὸ ἀπόζεμα ἐγκάθισμα ἐμμήνων καὶ δευτέρων ἀγωγόν, καὶ ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτά. τὸ δὲ ἐξ αὐτοῦ καὶ τῆς μελαίνης ἐλαίας γινόμενον τρίμμα, καλούμενον δὲ μυττωτόν, βιβρωσκόμενον οὔρησιν κινεῖ καὶ ἀναστομοῖ, χρήσιμον δὲ καὶ ὑδρωπιῶσίν ἐστιν.

[153]    σκορδόπρασον φύεται ὡς πράσον μέγα, μετέχον τῆς τοῦ πράσου καὶ σκόρδου ποιότητος, ὅθεν καὶ τὴν δύναμιν μικτὴν ἔχει, ποιοῦν ὅσα καὶ τὸ πράσον καὶ τὸ σκόρδον, ἀνειμένως μέντοι. λαχανεύεται δὲ εἰς βρῶσιν ὡς τὸ πράσον ἑψόμενον καὶ ἀπογλυκαινόμενον.

[154]   σίνηπι ἢ νᾶπυ· ἐκλέγου τὸ μὴ κατάξηρον καὶ καπυρόν, ἁδρὸν δὲ καὶ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον, γλαυκόν· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον.

   δύναται δὲ θερμαίνειν, λεπτύνειν, ἐπισπᾶσθαι, ἀποφλεγματίζειν διαμασηθέν. μιγεὶς δὲ ὁ χυλὸς αὐτοῦ ὑδρομέλιτι ἢ οἰνομέλιτι πρὸς ἀντιάδας καὶ τὰς χρονίους τραχύτητας τῆς [2] ἀρτηρίας καὶ τυλώδεις ἀναγαργαριζόμενος ἁρμόζει. προσαχθὲν δὲ τοῖς μυκτῆρσι λεῖον πταρμοὺς κινεῖ, καὶ ἐπιλημπτικοὺς καὶ ὑστερικῶς πνιγομένας διεγείρει, καὶ ἐπὶ ληθαργικῶν καταπλάσσεται ξυρηθείσης τῆς κεφαλῆς. μιγὲν δὲ σύκοις καὶ ἐπιτεθὲν ἄχρι φοινίξεως ἁρμόζει πρὸς ἰσχιάδας, σπλῆνας καὶ καθόλου πᾶν χρόνιον ἄλγημα, ὅπου μεταγαγεῖν τι ἐκ βάθους εἰς τὴν ἐπιφάνειαν βουλόμεθα τῷ τῆς ἑτεροπαθείας λόγῳ· θεραπεύει καὶ ἀλωπεκίας καταπλασθέν, πρόσωπόν τε καθαίρει καὶ ὑπώπια [3] αἴρει σὺν μέλιτι ἢ στέατι ἢ κηρωτῇ. σὺν ὄξει δὲ πρὸς λέπρας καὶ λειχῆνας ἀγρίους περιχρίεται· πίνεται δὲ καὶ πρὸς περιόδους ξηρὸν ὡς ἄλφιτα ἐπιπασσόμενον τῷ ποτῷ, ἐπισπαστικαῖς τε ἐμπλάστροις καὶ ψωρικαῖς μείγνυται χρησίμως, δυσηκοίαις τε καὶ ἤχοις λεῖον ἐντιθέμενον τῇ ἀκοῇ μετὰ σύκου ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτοῦ σὺν μέλιτι ἁρμόζει πρός τε ἀμβλυωπίας καὶ τραχέα βλέφαρα ἐγχριόμενος. χυλίζεται δὲ ἔτι χλωρὸν ‹ὂν› τὸ σπέρμα, καὶ τὸ ἀποθλιφθὲν ξηραίνεται ἐν ἡλίῳ.

[155]    κάρδαμον δοκεῖ κάλλιστον εἶναι τὸ ἐν Βαβυλῶνι. παντὸς δὲ τὸ σπέρμα θερμαντικόν, δριμύ, κακοστόμαχον, κοιλίαν ταράσσον καὶ ἕλμινθας ἐκτινάσσον, σπλῆνα μειοῦν, ἔμβρυα φθεῖρον καὶ ἔμμηνα κινοῦν, συνουσίαν παρορμῶν· ἔοικε δὲ [2] σινάπει καὶ εὐζώμῳ, ἀποσμήχει λέπρας, λειχῆνας. σὺν μέλιτι δὲ σπλῆνα ταπεινοῖ καταπλασσόμενον καὶ κηρία ἀποκαθαίρει, καὶ τὰ ἐκ θώρακος ἀνάγει ἐγκαθεψόμενον ῥοφήμασιν, ἑρπετοδήκτων τέ ἐστιν ἀντιφάρμακον πινόμενον· θυμιαθὲν δὲ ἑρπετὰ διώκει, τρίχας τε ῥεούσας ἐπέχει καὶ ἄνθρακας περιρρήττει πυοποιοῦν. σὺν ὄξει δὲ καὶ ἀλφίτοις καταπλασθὲν ἰσχιαδικοὺς ὠφελεῖ, καὶ οἰδήματα καὶ φλεγμονὰς διαφορεῖ, δοθιῆνάς τε ἐκπυοῖ σὺν ἅλμῃ καταπλασθέν. καὶ ἡ πόα δὲ τὰ αὐτὰ ποιεῖ, ἔλασσον μέντοι δύναται.

[156]    θλάσπι βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακτύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις· καυλὸν δὲ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα, καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερμάτιον ἐμφερὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δὲ ὑπόλευκον· ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται.

[2]    τὸ δὲ σπέρμα δριμύ, θερμαντικόν, χολὴν ἄνω τε καὶ κάτω καθαῖρον ποθὲν πλῆθος ὀξυβάφου. ἐγκλύζεται δὲ καὶ πρὸς ἰσχιαδικούς, ἄγει δὲ καὶ αἷμα, ποθὲν δὲ καὶ τὰς ἐντὸς ἀποστάσεις ῥήγνυσι· κινεῖ δὲ καὶ καταμήνια καὶ ἔμβρυα φθείρει.

   ἱστορεῖται δὲ Κρατεύας καὶ ἕτερον θλάσπι, ὅ τινες Περσικὸν σίνηπι καλοῦσι, πλατύφυλλον καὶ μεγαλόρριζον. καὶ τοῦτο δὲ μείγνυται τοῖς πρὸς ἰσχιάδα διακλυσμοῖς.

[157]    δράβη πόα ‹ἐστὶ› πήχεως τὸ ὕψος, ῥάβδους ἔχουσα λεπτάς· παρ' ἑκάτερα δὲ τὰ φύλλα ὥσπερ λεπιδίου, ἁπαλώτερα δὲ καὶ λευκότερα, ἐπ' ἄκρου δὲ σκιάδιον καθάπερ ἀκτῆς, ἔχον ἄνθη λευκά.

   ταύτης ἡ πόα συνέψεται [τῇ] πτισάνῃ, μάλιστα ‹δ'› ἐν Καππαδοκίᾳ. ὁ δὲ καρπὸς αὐτῆς ξηρὸς ἀντὶ πεπέρεως μείγνυται τοῖς προσοψήμασιν.

[158]   ἐρύσιμον· φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δὲ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπ' ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παραπλήσια, πυρώδη κατὰ τὴν γεῦσιν, ποιοῦντα πρὸς θώρακος ῥευματισμόν, ἐμπύους, βῆχας, ἴκτερον, ἰσχιάδα ἐκλειχόμενα σὺν μέλιτι· πίνεται καὶ πρὸς τὰ θανάσιμα φάρμακα. καταπλασσόμενον δὲ μεθ' ὕδατος ἢ μέλιτος ὠφελεῖ καρκινώματα κρυπτά, σκληρίας, παρωτίδας, διδύμων καὶ μαστῶν φλεγμονάς, λεπτύνει τε καθ' ὅλου καὶ θερμαίνει. ἐπιεικέστερον δὲ γίνεται εἰς τὰ ἐκλείγματα, ἀποβραχὲν ὕδατι καὶ φωχθὲν ἢ ἐνδεθὲν εἰς ὀθόνιον καὶ ὀπτηθὲν στέατος περιπλασθέντος.

[159]   πέπερι δένδρον ἱστορεῖται φυόμενον ἐν Ἰνδίᾳ, καρπὸν δὲ ἀνίησι κατ' ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ ‹τὸ› μακρὸν πέπερι, ἔχον τὸ ἐντὸς κέγχρῳ παραπλήσιον, τὸ μέλλον ἔσεσθαι τέλειον πέπερι, ὅπερ κατὰ τοὺς οἰκείους ἀναπλούμενον χρόνους βότρυας ἀνίησι, κόκκους φέροντας οἷον ἐρρυσωμένους, τοὺς δὲ καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐτεθοῦν μάλιστα εἰς τὰ ὀφθαλμικὰ καὶ ἀντιδότους [2] καὶ θηριακὰς δυνάμεις. ἔστι δὲ τὸ μὲν μακρὸν διὰ τὸ ἄωρον ἐπιτηδειότερον εἰς τὰς ἀντιδότους καὶ θηριακὰς ‹δυνάμεις›, τὸ δὲ μέλαν δριμύτερον τοῦ λευκοῦ καὶ εὐστομώτερον καὶ μᾶλλον ἀρωματίζον διὰ τὸ εἶναι ὥριμον, εὐχρηστότερόν τε εἰς τὰς ἀρτύσεις, τὸ δὲ λευκὸν ὀμφακίζον, ἀσθενέστερον τῶν προειρημένων. ἐκλέγου δὲ τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον, κενὸν καὶ κοῦφον, ὃ καλεῖται βρέγμα.

[3]    δύναμιν δὲ ἔχει κοινῶς θερμαντικήν, πεπτικήν, οὐρητικήν, ἐπισπαστικήν, διαφορητικήν, σμηκτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων· ἁρμόζει καὶ ῥίγεσι περιοδικοῖς πινόμενον καὶ συγχριόμενον, καὶ θηριοδήκτοις ἀρήγει, ἄγει καὶ ἔμβρυα. ἀτόκιον δὲ εἶναι δοκεῖ μετὰ συνουσίαν προστιθέμενον, βηξί τε καὶ πᾶσι τοῖς περὶ θώρακα πάθεσιν ἁρμόζει, ἔν τε ἐκλεικτοῖς καὶ ποτήμασι λαμβανόμενον, καὶ συνάγχαις ἁρμόζει διαχριόμενον σὺν μέλιτι, καὶ στρόφους λύει πινόμενον μετὰ δάφνης φύλλων ἁπαλῶν. ἀποφλεγματίζει δὲ σὺν σταφίδι διαμασηθέν, ἀνώδυνόν τέ ἐστι καὶ ὑγιεινόν, καὶ ὄρεξιν κινεῖ καὶ πέψει συνεργεῖ μειγνύ[4]μενον ἐμβάμμασιν. ἀναλημφθὲν δὲ πίσσῃ χοιράδας διαφορεῖ, σμήχει δὲ ἀλφοὺς σὺν νίτρῳ. φώγνυται δὲ ἐν ὀστράκῳ καινῷ ἐπ' ἀνθράκων κινούμενον ὡς φακοί.

   ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, καθάπερ ἔνιοι ὑπέλαβον, ὡς αὐτίκα δηλώσομεν. ἔοικε μέντοι κόστῳ ἡ τοῦ πεπέρεως ῥίζα, θερμαίνουσα τὴν γεῦσιν καὶ ὑγρὰ ἐκκαλουμένη, ταπεινοῖ δὲ σπλῆνα σὺν ὄξει καταπλασσομένη καὶ πινομένη· ἀποφλεγματίζει δὲ μετὰ σταφίδος ἀγρίας μασηθεῖσα.

[160]    ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρωγλοδυτικῇ ‹καὶ› Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, ἕψοντες εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυπέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη· ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ' ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔσηπτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου.

   δύναμιν δὲ ἔχει θερμαντικήν, πεπτικήν, μαλακτικὴν κοιλίας ἐπιεικῶς, εὐστόμαχον· ποιεῖ καὶ πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις, μείγνυται καὶ ἀντιδότοις, καὶ καθ' ὅλου παρέοικέ πως τῇ τοῦ πεπέρεως δυνάμει.

[161]   ὑδροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις, καυλὸν δὲ ἀνίησι γονατώδη, περὶ ὃν μασχάλαι, καὶ φύλλα ἡδυόσμῳ ἐοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει. καρπὸν δ' ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ καὶ βοτρυώδη, δριμὺν καὶ αὐτόν. ῥίζαν δ' ἔχει μικράν, ἄχρηστον.

   δύναται δὲ τὰ φύλλα σὺν τῷ καρπῷ καταπλασσόμενα οἰδήματα καὶ χρονίους σκληρίας διαφορεῖν ὑπώπιά τε ἀποκαθαίρειν. ξηρανθέντα δὲ καὶ κοπέντα μείγνυται ἀντὶ πεπέρεως ἁλσὶ καὶ προσοψήμασι.

[162]   πταρμικὴ θαμνίον ἐστί, κλῶνας ἔχον μικρούς, πολλούς, περιφερεῖς, ὁμοίους ἁβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας, πολλά· ἐπ' ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθιστικὸν πταρμοῦ, ὅθεν καὶ ὠνόμασται.

   δύναμιν δὲ ἔχει καταπλασσόμενα τὰ φύλλα μετὰ τῶν ἀνθῶν ὑπώπια αἴρειν. τὰ δὲ ἄνθη πταρμοὺς ἐνεργέστατα κινεῖ. φύεται δὲ ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις.

[163]   στρούθιον, ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρσιν τῶν ἐρίων, γνώριμόν ἐστιν, οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική, βοηθοῦσα ἡπατικοῖς, βηξίν, ὀρθοπνοίαις, ἰκτέρῳ σὺν μέλιτι κοχλιαρίου πλῆθος λαμβανομένη, κοιλίαν τε ὑπάγει. σὺν δὲ πάνακι καὶ καππάρεως ῥίζῃ λημφθὲν λίθους θρύπτει καὶ ἐξουρεῖν ποιεῖ καὶ σπλῆνα ἐσκιρρωμένον τήκει, προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐνεργῶς, σὺν ἀλφίτῳ δὲ καὶ ὄξει καταπλασθὲν λέπρας αἴρει· διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μείγνυται δὲ καὶ κολλυρίοις ὀξυδερκέσι καὶ μαλάγμασι· κινεῖ δὲ καὶ πταρμούς, καὶ εἰς τὰς ῥῖνας δὲ ἐγχεόμενον λεῖον μετὰ μέλιτος καθαίρει διὰ στόματος.

[164]   κυκλάμινος· φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δὲ κάτωθεν καὶ ἄνωθεν κηλῖσιν ὑπολεύκοις, καυλὸν δὲ τετραδάκτυλον, γυμνόν, ἐφ' οὗ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα, ῥίζαν μέλαιναν, γογγυλίδι παραπλησίαν, ὑπόπλατυν, ἥτις ποθεῖσα μεθ' ὑδρομέλιτος ἄγει φλέγμα καὶ ὕδωρ κάτω, καὶ ἔμμηνα δὲ κινεῖ πινομένη καὶ προστιθεμένη. φασὶ δὲ ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν ἐγκύμων γυνή, ἐξαμβλώσκειν αὐτήν· ἔστι δὲ καὶ ὠκυτόκιον περιαπτομένη. πίνεται δὲ ‹καὶ› πρὸς τὰ θανάσιμα μετ' οἴνου, καὶ μάλιστα πρὸς λαγωὸν θαλάσσιον, καὶ ἑρπετῶν ἐστιν ἀντιφάρμακον καταπλασσομένη, μεθύσκει τε οἴνῳ μειχθεῖσα.

[2] ἀποκαθίστησι δὲ καὶ ἴκτερον τριῶν δραχμῶν πλῆθος ποθεῖσα μετὰ γλυκέος ἢ μελικράτου ὑδαροῦς ‑ κατακλίνειν δὲ δεῖ τὸν πίνοντα ἐν οἴκῳ θερμῷ καὶ πλείοσιν ἱματίοις περιβάλλειν, ὅπως ἱδρώσῃ· ὁ δὲ ἀποκρινόμενος ἱδρὼς χολώδης εὑρίσκεται τῇ χρόᾳ ‑ ἐγχυματίζεταί τε ὁ χυλὸς αὐτῆς μετὰ μέλιτος εἰς τὰς ῥῖνας πρὸς κάθαρσιν κεφαλῆς, καὶ τῷ δακτυλίῳ ἐν ἐρίῳ προστίθεται πρὸς κομιδὴν περιττωμάτων. καταχρισθέντος δὲ αὐτοῦ ἐπ' ὀμφαλοῦ καὶ ὑπογαστρίου καὶ ἰσχίου κοιλίαν μαλάσσει καὶ ἐκτρωσμοὺς ἐργάζεται, καὶ πρὸς τοὺς ὑποκεχυμένους καὶ ἀμβλυωποῦντας ἐγχριόμενος ὁ χυλὸς σὺν μέλιτι ἁρμόζει· μείγνυται καὶ εἰς τὰ φθόρια, ἕδραν τε προπεσοῦσαν σὺν ὄξει καταχριόμενος [ὁ χυλὸς] [3] καθίστησι. χυλίζεται δὲ ἡ ῥίζα κοπτομένη καὶ ἐκθλιβομένη, ἑψομένου τοῦ χυλοῦ ἄχρι μελιτώδους συστάσεως. ῥύπτει δὲ καὶ χρῶτα ἡ ῥίζα καὶ ἐξανθήματα στέλλει, καὶ τραύματα μετ' ὄξους καὶ καθ' ἑαυτὴν καὶ μετὰ μέλιτος ἰᾶται. καταπλασσομένη δὲ καὶ σπλῆνα τήκει, ἀποκαθαίρει δὲ καὶ ἔφηλιν καὶ ἀλωπεκίας, εὐθετεῖ δὲ καὶ πρὸς στρέμματα καὶ ποδάγραν. τὸ δὲ ἀφέψημα αὐτῆς ποιεῖ πρὸς τὰ ἐν τῇ κεφαλῇ ἑλκύδρια καὶ χιμέτλας καταντλούμενον, αὐτή τε δι' ἐλαίου παλαιοῦ ἀναζεσθεῖσα [4] ‹ἀπουλοῖ› καταχριομένου τοῦ ἐλαίου. ἐγκοιλανθεῖσα δὲ πληροῦται τοῦ ἐλαίου καὶ τίθεται ἐπὶ θερμοσποδιᾶς, προσεμβάλλεται δὲ ἐνίοτε καὶ κηροῦ Τυρρηνικοῦ ὀλίγον, ὡς γλοιῶδες γενέσθαι, κατάχρισμα ἄριστον χιμετλιῶσιν. ἀποτίθεται δὲ ἡ ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. ἱστορεῖται δὲ καὶ πρὸς φίλτρα αὐτὴν λαμβάνεσθαι καεῖσαν ἀναπλασθεῖσάν τε εἰς τροχίσκους. φύεται δὲ ἐν συσκίοις τόποις, μάλιστα δὲ ὑπὸ τὰ δένδρα.

[165]    κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ἐοικότα, ἐλάσσονα δέ, καυλοὺς παχεῖς, γονατώδεις, περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς, ἄνθη λευκά, εὐώδη. καρπὸς δὲ ὡς ῥᾶγες σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, δριμὺς ἐν τῇ γεύσει ἠρέμα καὶ γλίσχρος, ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις.

   ταύτης ὁ καρπὸς ὅσον δραχμῆς μιᾶς πλῆθος πινόμενος μετ' οἴνου λευκοῦ κυάθων δυεῖν πλῆθος ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκει δι' οὔρων καὶ κοιλίας δαπανώμενον· πίνεται δὲ καὶ πρὸς ὀρθόπνοιαν, καὶ τὰ ἐκ τοκετῶν καθαίρει ποθείς.

[166]   δρακόντιον· φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ' ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις ‹τόποις› περὶ φραγμοὺς καὶ αἱμασιάς.

   δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ' ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέμενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν [2] καὶ καρκινώματα. ποθέντες δὲ ὅσον τριάκοντα κόκκοι μετ' ὀξυκράτου ἐξαμβλώσκουσι, καὶ τὴν ὀσμὴν δέ φασι κατὰ τὸν μαρασμὸν τῆς ἀνθήσεως τῶν ἄρτι συνειλημμένων ἐμβρύων φθόριον εἶναι. ἡ δὲ ῥίζα θερμαντικὴ οὖσα βοηθεῖ ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασι, βηξί, κατάρρῳ, καὶ τὰ ἐν θώρακι ὑγρὰ εὐανάγωγα ποιεῖ, ἑφθή τε καὶ ὠμὴ μετὰ μέλιτος καὶ καθ' ἑαυτὴν [3] βιβρωσκομένη· ξηρὰ δὲ λεία σὺν μέλιτι ἐκλείχεται. ἔστι δὲ οὐρητική, ὁρμάς τε πρὸς συνουσίας ἐγείρει πινομένη μετ' οἴνου καὶ ἕλκη κακοήθη καὶ φαγεδαινικὰ μετὰ βρυωνίας λευκῆς σὺν μέλιτι λεανθεῖσα ἀνακαθαίρει καὶ ἀπουλοῖ, καὶ κολλύρια δὲ ἐξ αὐτῆς ἀναπλάσσεται πρὸς σύριγγας καὶ ἐμβρύων κομιδήν. φασὶ δὲ ὅτι, καὶ εἰ διατρίψει‹έ› τις τῇ ῥίζῃ τὰς χεῖρας, ἀπὸ ἐχίδνης ἄδηκτος μένει· ἀποκαθαίρει δὲ καὶ ἀλφοὺς σὺν ὄξει καταχρισθεῖσα. τὰ δὲ φύλλα λεῖα ἐπὶ τῶν νεοτρώτων ἀντὶ μότων ἐπιτιθέμενα ἁρμόζει, καὶ πρὸς χιμέτλαν ἑψηθέντα ἐν οἴνῳ καὶ ἐπιτεθέντα, τυρός τε ἐνειλούμενος τοῖς φύλλοις ἄσηπτος διαμένει.

[4] ὁ δὲ χυλὸς τῆς ῥίζης ἁρμόζει πρὸς νεφέλια καὶ λευκώματα καὶ ἀχλῦς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἑφθή τε καὶ ὠμὴ ἐσθιομένη. οἱ δὲ ἐν ταῖς Γυμνητίσι νήσοις, καλουμέναις δὲ Βαλιαρίσιν, ἑφθὴν τὴν ῥίζαν μειγνύντες μέλιτι πολλῷ ἀντὶ πλακούντων ἐν τοῖς συνδείπνοις παρατιθέασιν. ἀποτίθεσθαι δὲ δεῖ τὴν ῥίζαν ἐν πυραμητῷ ὀρύξαντας καὶ πλύναντας καὶ κατατεμόντας ἐνείραντάς τε λίνῳ καὶ ξηράναντας ἐν σκιᾷ.

[167]    ἄρον τὸ καλούμενον παρὰ Σύροις λοῦφα. φύλλα ἀνίησιν ὅμοια τοῖς τοῦ δρακοντίου, μικρότερα δὲ καὶ ἀσπίλωτα, καυλὸν σπιθαμιαῖον, ὑποπόρφυρον, ὑπεροειδῆ, ἐφ' οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἐσθίεται ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν, καὶ καθ' ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται.

   δύναμιν δὲ ἔχει τὸ σπέρμα καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τὴν αὐτὴν τῷ δρακοντίῳ. ποιεῖ δὲ ἡ ῥίζα καταπλασσομένη σὺν βολβίτῳ ἐπὶ ποδαγρικῶν. ἀποτίθεται δὲ ὡς ἡ τοῦ δρακοντίου, καὶ καθ' ὅλου ἐστὶν ἐδώδιμος διὰ τὸ μὴ λίαν δριμύ.

[168]   ἀρίσαρόν ἐστι βοτάνιον μικρόν, ῥίζαν ἔχον ὡς ἐλαίας· ἔστι δὲ δριμυτέρα τοῦ ἄρου, ὅθεν νομὰς ἵστησι καταπλασσομένη, κολλύριά τε πρὸς σύριγγας ἐνεργῆ ἐξ αὐτῆς γίνεται. φθείρει δὲ καὶ αἰδοῖον παντὸς ζῴου ἐντεθεῖσα ἡ ῥίζα.

[169]   ἀσφόδελος· φυτὸν τοῖς πλείστοις γνώριμον, φύλλον ἔχον πράσῳ μεγάλῳ ἐοικός, καυλὸν δὲ λεῖον, ἔχοντα ἐπ' ἄκρου ἄνθος, καλούμενον ἀνθερικόν. ῥίζαι δὲ ὕπεισιν ἐπιμήκεις, στρογγύλαι, βαλάνοις ὅμοιαι, δριμεῖαι τὴν γεῦσιν, καὶ τὴν δύναμιν θερμαντικαί. κινοῦσι δὲ καὶ οὔρησιν καὶ ἔμμηνα ποθεῖσαι, ἰῶνται καὶ πλευρᾶς ἀλγήματα καὶ βῆχας καὶ σπάσματα καὶ ῥήγματα δραχμῆς μιᾶς τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένης.

[2] ποιεῖ δὲ καὶ εὐημεστέρους ὅσον ἀστράγαλος βρωθεῖσα, καὶ ἑρπετοδήκτοις δίδοται ὠφελίμως ὅσον δραχμῶν τριῶν τὸ πλῆθος· ‹καὶ› καταπλάττειν δὲ δεῖ τὰ δήγματα τοῖς τε φύλλοις καὶ τῇ ῥίζῃ καὶ τοῖς ἄνθεσι σὺν οἴνῳ, καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη καὶ μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας, συγκαθεψομένης τρυγὸς οἴνου τῇ ῥίζῃ, πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ' ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ τὸ αὐτὸ ἔγχριστον γίνεται ὀφθαλμοῖς φάρμακον, καὶ πρὸς ὦτα πυορροοῦντα καθ' ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ οἴνῳ καὶ σμύρνῃ χλιανθεὶς ἁρμόζει, ὀδονταλγίας τε καθ' ἑαυτὸν ἐγχυθεὶς ὁ χυλὸς τῷ ἀντικειμένῳ ὠτίῳ πραύνει. [3] καεῖσα δὲ ἡ ῥίζα, τῆς τέφρας ἐπιπλασσομένης, ἀλωπεκίας δασύνει, ἐνεψηθὲν δὲ ἔλαιον κεκοιλωμέναις ταῖς ῥίζαις ἐπὶ πυρὸς εἱλκωμένας χιμέτλας καὶ πυρίκαυτα ὑπαλειφόμενον ὠφελεῖ, καὶ ὠταλγιῶσι βοηθεῖ ἐγχεόμενον εἰς τὸ οὖς, ἀλφόν τε λευκὸν προανατριφθέντα [ἐν] ὀθονίῳ ἐν ἡλίῳ καταχρισθεῖσα ἡ ῥίζα σμήχει. ὁ δὲ καρπὸς καὶ τὰ ἄνθη κατ' ἐξοχὴν σκολοπένδρων καὶ σκορπίων ἀντιφάρμακόν ἐστιν ἐν οἴνῳ ποθέντα· ταράττει δὲ καὶ τὴν κοιλίαν.

[170]    βολβὸς ἐδώδιμος· εὐστόμαχος ὁ πυρρός, ἀπὸ Λιβύης κομιζόμενος, ὁ δὲ πικρὸς καὶ σκιλλώδης εὐστομαχώτερος, πεπτικός. πάντες δὲ δριμεῖς καὶ θερμαντικοί, συνουσίαν παρορμῶντες, τραχύνοντες γλῶσσαν καὶ παρίσθμια, πολύτροφοι καὶ σαρκοποιητικοί, ἐμπνευματοῦντες· ποιοῦσι δὲ καταπλασσόμενοι πρὸς στρέμματα καὶ θλάσματα καὶ σκόλοπας καὶ πρὸς τὰς τῶν ἄρθρων ὀδύνας καὶ ποδάγρας σὺν μέλιτι καὶ καθ' ἑαυτούς, καὶ τὰ ἐπὶ τῶν ὑδρωπικῶν οἰδήματα καὶ κυνόδηκτα [2] ὁμοίως σὺν μέλιτι· ἐπέχουσι δὲ καὶ ἱδρῶτας. σὺν πεπέρει δὲ λείῳ καταπλασθέντες στομάχου ὀδύνας παύουσι, καὶ πίτυρα καὶ ἀχῶρας ἀποσμήχουσι σὺν ὀπτῷ νίτρῳ· καθαίρουσι καὶ ὑπώπια καὶ ἰόνθους καθ' ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ, φακούς τε σὺν ὀξυμέλιτι· πρὸς δὲ ὤτων θλάσματα σὺν ἀλφίτῳ καὶ πρὸς θλάσεις ὀνύχων. ἀφαιροῦσι δὲ καὶ σύκας ὀπτηθέντες ἐν θερμοσποδιᾷ καὶ μετὰ μαινίδων κεφαλῶν κεκαυμένων ἐπιτεθέντες, ‹καέντες δὲ› καὶ μιγέντες ἁλκυονίῳ ἔφηλιν καὶ οὐλὰς μελαίνας ἀποκαθαίρουσιν, ἐν ἡλίῳ καταχριόμενοι. σὺν ὄξει δὲ ἑφθοὶ βιβρωσκόμενοι πρὸς ῥήγματα ποιοῦσι· φυλάσσεσθαι δὲ δεῖ τὸ πλῆθος αὐτῶν ἐν τῇ βρώσει διὰ τὸ ἅπτεσθαι τοῦ νευρώδους.

[171]

   σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρωτικήν· πολύχρηστος δὲ γίνεται ὀπτηθεῖσα. σταιτὶ δὲ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς κλίβανον ἢ ἄνθραξιν ἐγκρύβεται, μέχρι ἂν ὀπτηθῇ ἱκανῶς τὸ περικείμενον σταῖς, οὗ περιαιρεθέντος, εἰ μὴ τακερὰ γέγονεν, ἕτερον σταῖς ἢ πηλὸν περιπλάσαντες τὰ αὐτὰ ποιήσομεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ τὴν δόσιν, πρὸς τὰ ἐντοσθίδια μάλιστα προσφερομένη. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ καὶ καθιεμένῃ εἰς κλίβανον· λαμβάνεται δὲ αὐτῆς [2] τὸ μεσαίτατον τῶν ἔξωθεν περιαιρουμένων. καὶ ἕψεται δὲ ἐντμηθεῖσα, ἀποχεομένου τοῦ πρώτου ὕδατος, ἑτέρου δὲ ἐπιχεομένου, ἄχρι ἂν μὴ πικρὸν ἢ δριμὺ γένηται τὸ ὕδωρ, καὶ ξηραίνεται δὲ ἐν σκιᾷ τμηθεῖσα καὶ διαιρεθεῖσα λιναρίῳ, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους. τῇ μὲν οὖν τμητῇ εἰς οἶνον καὶ ὄξος καὶ ἔλαιον σκιλλητικὸν χρώμεθα, πρὸς δὲ ῥαγάδας τὰς ἐν ποσὶ τὸ ἔνδον τῆς ὠμῆς σὺν ἐλαίῳ ζεσθὲν ἢ σὺν ῥητίνῃ τηχθὲν ἐπιτίθεται, ἐχεοδήκτοις τε κατάπλασμα ἑψηθεῖσα [3] σὺν ὄξει. τῆς δὲ ὀπτῆς πρὸς ἓν μέρος τῆς σκίλλης προσεκλεάναντες ἁλῶν ὀπτῶν μέρη ὀκτὼ δίδομεν κοχλιάριον ἓν ἢ δύο νήστεσι πρὸς μάλαξιν κοιλίας, εἰς ποτήματά τε καὶ ἀρωματικὰς δυνάμεις, καὶ ἐφ' ὧν οὔρησιν κινῆσαι θέλομεν, καὶ ἐπὶ ὑδρωπικῶν καὶ στομαχικῶν, οἷς ἐπιπολάζει τὰ σιτία, καὶ ἐπὶ ἰκτέρου, στροφουμένων, βηττόντων χρονίως, ἀσθματικῶν, ἀναφορικῶν· [4] αὐτάρκης δὲ ὁλκὴ τριωβόλου σὺν μέλιτι ἐκλειχθεῖσα. καὶ συγκαθέψεται δὲ τῷ μέλιτι καὶ βιβρώσκεται πρὸς τὰ αὐτά, μάλιστα πέψει συνεργοῦσα· ἄγει δὲ γλοιῶδες κατὰ κοιλίαν. ἑφθὴ δὲ πρὸς τὰ αὐτὰ ποιεῖ ὁμοίως λαμβανομένη· φυλάσσεσθαι δὲ αὐτῆς δεῖ τὴν δόσιν, ἐφ' ὧν ἕλκωσίς τίς ἐστιν ἐντός· ποιεῖ καὶ πρὸς ἀκροχορδόνας καὶ χιμέτλας ἐγχρισθεῖσα ὀπτή. τὸ δὲ σπέρμα αὐτῆς λεῖον ἀναλημφθὲν ἐν ἰσχάδι ἢ μέλιτι καὶ βρωθὲν μαλάσσει κοιλίαν. ἔστι δὲ καὶ ἀλεξιφάρμακον ὅλη πρὸ τῶν θυρῶν κρεμαμένη.

[172]    παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλλαν ὀνομάζουσι. ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρὰ καὶ πυρώδης τὴν γεῦσιν, φύλλα κρίνῳ ὅμοια, μακρότερα δέ.

   ἔχει δὲ δύναμιν τὴν αὐτὴν τῇ σκίλλῃ καὶ σκευασίαν καὶ δόσιν, ποιοῦσαν ἐπὶ τῶν αὐτῶν παθῶν· ἐπιεικεστέρα μέντοι τῆς σκίλλης ἡ ταύτης δύναμις· ὅθεν καὶ χυλιζομένη μειγνυμένη τε ὀροβίνῳ ἀλεύρῳ καὶ ἀναπλασσομένη εἰς ἀρτίσκους δίδοται σὺν ὑδρομέλιτι σπληνικοῖς καὶ ὑδρωπικοῖς ὠφελίμως.

[173]   κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ θαλλίαν, οἱ δὲ πετραίαν, οἱ δὲ ὁλόφυτον, οἱ δὲ ἰωνίτην, ἔνιοι δὲ ἀείχλωρον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανὲς καλοῦσι· θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα, κυδωνίᾳ ὅμοια, καρπὸν δὲ οἷον ἐλαίας, ὃς ἀνοιχθεὶς λευκὸν προίεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί τι οἷον βάλανος ἐπίμηκες, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς, [2] ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας. φύεται τοὐπίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δὲ ὁ καρπὸς καὶ ὁ καυλὸς εἰς βρῶσιν.

   ταράττει δὲ κοιλίαν, κακοστόμαχός τέ ἐστι καὶ διψώδης, βρωθεῖσα δὲ ἑφθὴ εὐστομαχωτέρα τῆς ὠμῆς. ὁ μὲν οὖν καρπὸς αὐτῆς σπλῆνα ἐκτήκει ὁλκὴ δυεῖν δραχμῶν μετ' οἴνου πινόμενος ἐπὶ ἡμέρας τριάκοντα· ἄγει δὲ καὶ οὖρον καὶ αἱματῶδες διαχώρημα, ἰσχιάδι τε καὶ παραλύσει βοηθεῖ πινόμενος καὶ πρὸς ῥήγματα καὶ σπάσματα, καὶ ἔμμηνα ἄγει καὶ ἀποφλεγματίζει, καὶ ὀδόντος πόνον παύει ὁ καρπὸς σὺν ὄξει ἑψηθεὶς καὶ [3] διακλυζόμενος. τῆς δὲ ῥίζης ὁ φλοιὸς ξηρὸς πρός τε τὰ προειρημένα ἁρμόζει καὶ ἀνακαθαίρει πᾶν χρόνιον καὶ ῥυπαρὸν καὶ τετυλωμένον ἕλκος· καταπλάσσεται δὲ καὶ ἐπὶ τῶν σπληνικῶν σὺν ὠμῇ λύσει, δακνομένη τε τῷ πονοῦντι ὀδόντι βοηθεῖ, ἀλφούς τε λευκοὺς ἀποσμήχει σὺν ὄξει λεία. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα λεανθέντα σκληρίας καὶ χοιράδας διαφορεῖ, σκώληκάς τε τοὺς ἐν ὠσὶν ὁ χυλὸς ἐγχυματισθεὶς κτείνει. ἡ μέντοι Λιβυκὴ κάππαρις, γεννωμένη δὲ κατὰ τοὺς Μαρμαρίδας λεγομένους, ἐμπνευματοῖ ἰσχυρῶς, ἐμετικὴ δὲ τυγχάνει ἡ ἐν Ἀπουλίᾳ· ἡ μέντοι γε ἐκ τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀραβίας δριμυτάτη, φλυκταίνουσα τὸ στόμα καὶ διασήπουσα τὰ οὖλα ἄχρι γυμνώσεως, ὅθεν πρὸς βρῶσίν ἐστιν ἄθετος.

[174]    λεπίδιον, ὃ ἔνιοι γιγγίδιον καλοῦσι, γνώριμον βοτάνιον, ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος. δύναμις δέ ἐστι τῶν φύλλων δριμεῖα, ἑλκωτική, ὅθεν ἰσχιαδικῶν ἐστιν ἐπίπλασμα ἀμυκτικώτατον, λεῖον σὺν ἑλενίου ῥίζῃ ἐπιτιθέμενον πρὸς τέταρτον ὥρας, καὶ ἐπὶ σπληνικῶν ὁμοίως· ἀφίστησι δὲ καὶ λέπρας. ἡ δὲ ῥίζα δοκεῖ ὀδόντων ἀλγήματα παραιτεῖσθαι περιαπτομένη τῷ τραχήλῳ.

[175]   βατράχιον· οἱ δὲ σέλινον ἄγριον καλοῦσι. τούτου πλείονά ἐστιν εἴδη, δύναμις δὲ μία, δριμεῖα καὶ ἄγαν ἑλκωτική. ἔχει δὲ τὸ μὲν αὐτῶν φύλλα ὅμοια κορίῳ, πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά, ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν, καυλὸν δ' οὐ παχύν, ὕψος δὲ ὅσον πήχεως, ῥίζαν μικράν, λευκήν, πικράν, ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου· φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον καὶ μακροκαυλότερον, ἐντομὰς ἔχον πλείους τῶν φύλλων, πλεῖστον ἐν Σαρδονίᾳ γεννώμενον, δριμύτατον, ὃ δὴ καὶ σέλινον ἄγριον καλοῦσι· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τὸ ἄνθος χρυσῷ ὅμοιον· καὶ τέταρτον ἐοικὸς τούτῳ, ἄνθη γαλακτίζον.

[2]   δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ οἱ καυλοὶ καταπλασσόμενοι ἁπαλοὶ ἑλκωτικὴν καὶ ἐσχαρωτικὴν μετὰ πόνου, ὅθεν ὄνυχας λεπροὺς καὶ ψώρας ἀφίστησι καὶ στίγματα ἐξαίρει καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἀλωπεκίας πρὸς ὀλίγον καταπλασθέντα· ἑψόμενα δὲ κατάντλημα χιμετλιώντων ἐστὶ χλιαρόν. ἡ δὲ ῥίζα πταρμὸν κινεῖ ξηρὰ λεία προσφερομένη τοῖς μυκτῆρσι, καὶ ὀδονταλγίας κουφίζει προσαπτομένη· θρύπτει μέντοι αὐτούς.

[176]    ἀνεμώνη, οἱ δὲ ἀργεμώνιον, οἱ δὲ ἠρέμιον καλοῦσι. δισσή, ἡ μὲν ἀγρία ἡ δὲ ἥμερος. καὶ τῆς ἡμέρου ἡ μέν τις φοινίκεα φέρει τὰ ἄνθη ἡ δὲ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ. φύλλα δὲ κοριοειδῆ, λεπτοσχιδέστερα ‹τὰ› πρὸς τῇ γῇ, καυλία χνοώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γόνασι διειλημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα, καὶ τὴν κεφαλὴν ἐπιμηκεστέραν ἔχει, ἄνθος φοινικοῦν, ῥιζία λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα.

[2]    δύναμιν δὲ ἔχουσι δριμεῖαν ἀμφότεραι, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῶν ῥινὶ ἐγχυθεὶς πρὸς κεφαλῆς κάθαρσιν ἁρμόζει· καὶ μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα, ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς ἰᾶται καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποσμᾷ· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν.

[3]    ἔνιοι δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης τὴν λεγομένην ἀργεμώνην καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μήκωσιν ἱστορήσομεν (IV 63), διὰ τὸ τῶν ἀνθῶν ὁμόχρουν, φοινίκεον ὑπάρχον, πλανῶνται τὴν Εὐπατόριον ἀργεμώνην ὀνομάζοντες· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστι καὶ τῆς ῥοιάδος· ὀψιαίτερον δὲ αὕτη καὶ ἡ ἀργεμώνη ἀνθοῦσι, καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκότερον καὶ δριμύν. ἀμφότεραι δὲ μεταξὺ κεφάλιον μήκωνι ἀγρίᾳ παραπλήσιον ἔχουσι, πλὴν τὸ μὲν τῆς ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον. αἱ δὲ ἀνεμῶναι οὔτε ὀπὸν ἀνιᾶσιν οὔτε κωδύαν ἔχουσιν ἀλλ' οἱονεὶ ἀσπαράγου ἄκρον, ἐν ἀρούραις τε τὸ πλεῖον ἐκεῖναι φύονται.

[177]    ἀργεμώνη· ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον, ἐσχισμένον, ἄνθος φοινικοῦν, κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη, ῥίζαν στρογγύλην· ὀπὸν δὲ ἀνίησι κροκίζοντα, δριμύν.

   καθαίρει δὲ ἄργεμα καὶ νεφέλια, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα.

[177]   [ἀργεμώνη ἑτέρα· οἱ δὲ ἀργεμώνην ἄρσενα, οἱ δὲ σαρκοκόλλαν, Ῥωμαῖοι ἀργεμώνιαμ· καὶ αὕτη παρέοικε μὲν ἀγρίᾳ μήκωνι τοῖς φύλλοις.

   δύναμιν δὲ ἔχει αὕτη χλωρὰ τριβομένη λεία καὶ ἐπιτιθεμένη διακοπὰς θεραπεύειν καὶ ὀφθαλμῶν φλεγμονὰς παύειν· ἁρμόζει δὲ καὶ δυσεντερικοῖς σὺν ὕδατι πινομένη, κολλητική τε τραυμάτων καὶ φλεγμονῶν ἐστιν εὔθετος, ὡσαύτως ἐπιτιθεμένη σπασμάτων καὶ τιλμάτων ἐστὶ θεραπευτική· ἁρμόζει καὶ θηριόδηκτος σὺν οἴνῳ πινομένη.]

[178]   ἀναγαλλίς, οἱ δὲ κιχόριον καλοῦσι· διττόν ἐστιν εἶδος αὐτῆς, διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται ἡ δὲ τὸ φοινικοῦν ἄρρην. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς, φυλλάρια ἔχοντα ἐπὶ τετραγώνων καυλῶν μικρά, ὑποστρόγγυλα, πρὸς τὰ τῆς ἑλξίνης, καρπὸν δὲ περιφερῆ.

   εἰσὶ δ' ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων [2] ἐπισπαστικαί, νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς αὐτῶν ἀναγαργαριζόμενος ἀποφλεγματίζει κεφαλὴν καὶ ῥισὶν ἔγχυτός ἐστι καὶ ὀδόντος πόνον παύει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τῷ ἀλγοῦντι ἐγχέῃς· καθαίρει δὲ καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ, ὠφελεῖ καὶ ἐχεοδήκτους μετ' οἴνου πινόμενος καὶ νεφριτικοὺς καὶ ἡπατικοὺς καὶ ὑδρωπιῶντας. φασὶ δ' ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυανοῦν ἄνθος προπτώσεις δακτυλίου στέλλειν, τὴν δὲ τὸ φοινικοῦν ἐρεθίζειν καταπλασθεῖσαν.

[179]    κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατ' εἶδος, τὰς δὲ γενικωτάτας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκὸς ὁ δὲ μέλας ὁ δὲ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ μέλας μέλανα ἢ κροκίζοντα, ὃν δὴ ἔνιοι Διονύσιον καλοῦσιν, ὁ δὲ ἕλιξ ἄκαρπός τέ ἐστι καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα λεπτά, γωνιοειδῆ, εὔρυθμα.

   πᾶς δὲ κισσὸς δριμύς ἐστι, στυπτικός, τοῦ νευρώδους ἁπτικός. ποιεῖ δὲ τὰ μὲν ἄνθη αὐτοῦ τοῖς τρισὶ δακτύλοις λημφθέντα καὶ ποθέντα σὺν οἴνῳ πρὸς δυσεντερίας· δὶς δὲ δεῖ τῆς ἡμέρας πίνειν· καὶ πρὸς πυρίκαυτα δὲ ἁρμόζει σὺν κηρωτῇ λειανθέντα.

[2] τὰ δὲ ἁπαλὰ τῶν φύλλων ἑψόμενα σὺν ὄξει ἢ ὠμὰ λειαινόμενα σπλῆνα ἰᾶται· ῥινεγχυτοῦται δὲ ὁ χυλὸς τῶν φύλλων καὶ τῶν κορύμβων σὺν ἰρίνῳ ἢ μέλιτι ἢ νίτρῳ πρὸς τὰ χρόνια τῆς κεφαλῆς ἀλγήματα καὶ ἐπιβρέχεται σὺν ὄξει καὶ ῥοδίνῳ, ὠταλγίας τε καὶ πυορροοῦντα ὦτα σὺν ἐλαίῳ ἰᾶται. τοῦ δὲ μέλανος κισσοῦ ὁ χυλὸς καὶ οἱ κόρυμβοι ποθέντες ἀγονίαν ποιοῦσι, καὶ ταράσσουσι τὴν διάνοιαν πλεονασθέντες· λεανθέντα δὲ σφαιρία πέντε τῶν κορύμβων καὶ θερμανθέντα σὺν ῥοδίνῳ ἐν σιδίῳ καὶ ἐνσταχθέντα εἰς τὸ ἀντικείμενον οὖς ἐπὶ ὀδονταλγίας τὸ ἄλγημα [3] πραύνει, μελαίνουσι δὲ καὶ τρίχας οἱ κόρυμβοι. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς πᾶν ἕλκος ἑψηθέντα σὺν οἴνῳ, καὶ κατακαύματα ‹καὶ› κακοήθη καὶ ἐφηλίδας θεραπεύει καταπλασθέντα, ὡς προείρηται, ἑφθά. κινοῦσι δὲ καὶ καταμήνια ποθέντες ‹ἢ› ὑποθυμιαθέντες ‹οἱ κόρυμβοι λεῖοι, καὶ ποθέντες› δὲ μετὰ τὴν κάθαρσιν δραχμῆς πλῆθος ἀτόκιόν ἐστι. καὶ ὁ μόσχος δὲ τῶν φύλλων μέλιτι δευθεὶς καὶ προστεθεὶς τῇ μήτρᾳ ἔμμηνα καὶ ἔμβρυα ἄγει, ὁ δὲ χυλὸς ἐνσταζόμενος τὰς ἐν ῥώθωσι δυσωδίας καὶ σηπεδόνας ἐκκαθαίρει. τὸ δὲ δάκρυον αὐτοῦ ψιλοῖ τρίχας καὶ φθεῖρας κτείνει ἐπαλειφόμενον, ὁ δὲ τῶν ῥιζῶν χυλὸς σὺν ὄξει ποθεὶς φαλαγγιοδήκτοις βοηθεῖ.

[180]    χελιδόνιον μέγα· οἱ δὲ ὀθόνναν καλοῦσιν, οἱ δὲ κρίνον. καυλὸν ἔχει πηχυαῖον ἢ καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίων βατραχίῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν, καὶ παρ' ἕκαστον φύλλον ἄνθος ὥσπερ τοῦ λευκοίου· χυλὸς δὲ κροκώδης, δριμύς, δηκτικὸς ποσῶς καὶ ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνωθεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες. καρπὸς δ' ὥσπερ τῆς κερατίτιδος μήκωνος λεπτός, μακρὸς ὡς κῶνος, ἐν ᾧ σπερμάτια μείζονα μήκωνος.

[2]    ταύτης ὁ χυλὸς μιγεὶς μέλιτι καὶ ἑψηθεὶς ἐν χαλκῷ ‹ἀγγείῳ› ἐπ' ἄνθρακος ἁρμόζει πρὸς ὀξυωπίαν· χυλίζεται δὲ καὶ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου θέρους καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάσσεται. ἡ δὲ ῥίζα πινομένη σὺν ἀνήσσῳ καὶ οἴνῳ λευκῷ ἰκτερικοὺς θεραπεύει, καὶ ἕρπητας καταπλασσομένη σὺν οἴνῳ, καὶ ὀδονταλγίας δὲ παύει διαμασωμένη. δοκεῖ δὲ κατωνομάσθαι χελιδόνιον, ἐπειδήπερ ἅμα ταῖς χελιδόσι ‹φαινομέναις› φύεται, ληγούσαις δὲ συμπαρακμάζει. τινὲς δὲ προσιστόρησαν ὅτι, ἐάν τις τυφλωθῇ τῶν τῆς χελιδόνος νεοσσῶν, αἱ μητέρες προσφέρουσαι τὴν πόαν ἰῶνται τὴν πήρωσιν αὐτοῦ.

[181]    χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον καλοῦσι. βοτάνιόν ἐστιν ἐκ μόσχων ἀπηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περιφερεστέροις δὲ μᾶλλον καὶ μικροτέροις καὶ τρυφερωτέροις καὶ ὑπολιπαρωτέροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς συσσεσωρευμένους· τρεῖς δὲ ἢ τέσσαρές εἰσιν αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ παρ' ὕδασι καὶ τέλμασιν.

   ἔχει δὲ τὴν δύναμιν δριμεῖαν, παραπλησίαν ἀνεμώνῃ, ἑλκοῦσαν τὴν ἐπιφάνειαν, καὶ ψώρας καὶ ὄνυχας λεπροὺς ἀφιστᾷ. αἱ δὲ ῥίζαι χυλωθεῖσαι χρήσιμοι εἰς ῥινὸς ἔγχυσιν μετὰ μέλιτος πρὸς κάθαρσιν κεφαλῆς.

[182]   ὀθόννα· οἱ μέν φασι τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι, οἱ δὲ γλαυκίου, οἱ δὲ τῆς κερατίτιδος μήκωνος τῶν ἀνθῶν χυλόν, ἔνιοι δὲ μεῖγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσκυάμου καὶ μήκωνος χυλῶν, οἱ δὲ βοτάνης Τρωγλοδυτικῆς τινος, ἥτις ὀθόννα καλεῖται, εἶναι χυλόν, γεννᾶσθαι δ' αὐτὴν καὶ ἐν τῇ κατ' Αἴγυπτον Ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμφερῆ, πολύτρητα ὥσπερ σητόκοπα, ψαφαρά, ὀλιγόχυλα· ἄνθος δὲ φέρει κρόκινον, πλατύφυλλον, ὅθεν ἔδοξαν ἀνεμώνης αὐτό [2] τινες εἶδος εἶναι. χυλίζεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά, ὅπου δεῖ ἀποκαθαίρειν, δάκνουσα, καὶ πάντα τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποσμήχει. φασὶ δέ τινα καὶ ὑγρασίαν ἀπορρεῖν τῆς βοτάνης, ἣν πλύναντες καὶ χωρίσαντες τῶν λίθων ἀναπλάσσουσι τροχίσκους πρὸς τὰ αὐτά. ἔνιοι δέ φασιν αὐτὴν λίθον εἶναι Αἰγύπτιον ἐν τῇ Θηβαίδι γεννώμενον, χαλκόχρουν, μικρὸν τῷ μεγέθει, δάκνοντα τὴν γεῦσιν μετὰ πυρώσεως καὶ στύψεως.

[183]    μυὸς ὦτα· οἱ δὲ μυὸς ὠτίδα καλοῦσιν. ἀνίησι καυλοὺς ἀπὸ μιᾶς ῥίζης πλείονας ὑπερύθρους, κάτωθεν κοίλους, φύλλα δὲ στενὰ καὶ ἐπιμήκη, ῥάχιν ἐπηρμένην ἔχοντα, μελανίζοντα, ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων, εἰς ὀξὺ ἀπολήγοντα, ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν, ἐφ' ὧν ἀνθύλλια κυανίζοντα, μικρά, ὡς τὰ τῆς ἀναγαλλίδος· ῥίζα δὲ δακτύλου τὸ πάχος, ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθ' ὅλου δ' ἐστὶν ὁμοία ἡ πόα τῷ σκολοπενδρίῳ, λειοτέρα δὲ καὶ ἐλάσσων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγιλώπια ἰᾶται· ἔνιοι δὲ καὶ τὴν ἑλξίνην μυὸς ὠτίδα καλοῦσιν.

[184]   ἰσάτις, ᾗ οἱ βαφεῖς χρῶνται· φύλλον ἔχει ἀρνογλώσσῳ ἐμφερές, λιπαρώτερον δὲ καὶ μελάντερον, καυλὸν δὲ ὑπὲρ πῆχυν.

   δύναται δὲ τὰ φύλλα καταπλασσόμενα πᾶν οἴδημα διαφορεῖν, καὶ φύματα καὶ ἔναιμα τραύματα κολλᾷ καὶ αἱμορραγίας στέλλει καὶ φαγεδαινικὰ ‹ἕλκη› καὶ ἕρπητας καὶ ἐρυσιπέλατα θεραπεύει.

[185]   ἰσάτις ἀγρία, παραπλήσιος οὖσα ᾗ οἱ βαφεῖς χρῶνται, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλούς τε πολλούς, λεπτούς, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα, ἄνθος δὲ μήλινον, λεπτόν.

   δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ὠφελοῦσα καὶ σπληνικοὺς πινομένη καὶ καταπλασσομένη.

[186]   τηλεφώνιον, οἱ δὲ ἀείζῳον ἄγριον, οἱ δὲ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παρ' ἕκαστον ‹γόνυ› τῶν φύλλων ἐκφυομένας, ἀφ' ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων, ἄνθη λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις.

   θεραπεύει δὲ καταπλασσόμενα τὰ φύλλα ἐπὶ ὥρας ἓξ λεύκην· δεῖ δὲ μετὰ ταῦτα ὠμῇ λύσει χρῆσθαι. αἴρει δὲ καὶ ἀλφὸν ἐπιχριόμενα σὺν ὄξει ἐν ἡλίῳ· δεῖ μέντοι μετὰ τὸ ἀποξηρανθῆναι αὐτὰ ἀποψᾶν.