17877 1331 0 62 11 0 I d. C. Botanica-Farmacologia-Medicina Dioscorides De materia medica Wellmann, M., Berlin, Weidmann, 1914 Rist. 1958. 0

Dioscorides - De materia medica III

ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ

ΛΟΓΟΣ ΤΡΙΤΟΣ

[1]   Ἐν μὲν τοῖς πρὸ τούτου βιβλίοις, φίλτατε Ἄρειε, παρεδώκαμεν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἀπ' αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν· ἐν δὲ τούτῳ τρίτῳ ὑπάρχοντι περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων συμφύλων τε καὶ φαρμακωδῶν ἐπελευσόμεθα.

   ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἔστι δὲ αὐτοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμφυές· γεύσει δὲ ἀμφότερα ὅμοια, κατ' ἀρχὰς μὲν γλυκάζοντα, εἶτα [2] ἐξ ἀναδόσεως ἔμπικρα. γεννᾶται δὲ ἐν τῇ Ἀγαρίᾳ τῆς Σαρματικῆς· λέγουσι δὲ οἱ μὲν φυτοῦ ῥίζαν εἶναι, τινὲς δὲ ἐν φηγίνοις δένδρεσι κατὰ σῆψιν γίνεσθαι, καθάπερ καὶ οἱ μύκητες ἐπιφύονται. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν κέδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει.

[3]    ἔστι δὲ στυπτικόν, θερμαντικόν, ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας, ῥήγματά τε καὶ πτώματα, ὀβολῶν δυεῖν πλῆθος μετὰ οἰνομέλιτος διδόμενον ἀπυρέτοις, πυρέσσουσι δὲ ἐν μελικράτῳ· καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς καὶ ἰκτεριώδεσι καὶ ὑστερικαῖς πνιξὶ καὶ κακοχροίαις ὡς δραχμὴ μία διδόμενον, φθισικοῖς δὲ μετὰ γλυκέος, σπληνικοῖς δὲ μετ' ὀξυμέλιτος, στομαχικοῖς δὲ ὡς ἔστι διαμασώμενον καὶ καταπινόμενον μηδενὸς ὑγροῦ ἐπιρροφουμένου, ὁμοίως δὲ καὶ [4] ὀξυρεγμιῶσιν. ἵστησι δὲ καὶ αἵματος ἀναγωγὰς ὁλκὴ τριωβόλου μεθ' ὕδατος λαμβανόμενον· ποιεῖ καὶ πρὸς ἰσχίων καὶ ἄρθρων ἀλγήματα καὶ ἐπιλημψίας μετ' ὀξυμέλιτος λαμβανομένου τοῦ ἴσου πλήθους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ταῖς ἐμπνευματουμέναις ὑστέραν γυναιξὶν ὠφελίμως τὸ ἴσον δίδοται. λύει δὲ καὶ ῥῖγος πρὸ τῆς ἐπισημασίας διδόμενον, καθαίρει δὲ καὶ κοιλίαν [5] δραχμὴ μία ἢ δύο μετὰ μελικράτου πινόμενον. ἔστι δὲ καὶ θανασίμων ἀντίδοτος μετὰ κράματος δραχμῆς μιᾶς ὁλκὴ λαμβανόμενον, καὶ πρὸς ἑρπετῶν δὲ πληγὰς καὶ δήγματα ὁλκὴ τριωβόλου μετ' οἴνου πινόμενον βοηθεῖ· καὶ καθόλου πρὸς τὰ ἐντὸς πάντα πάθη ἁρμόζει πρὸς δύναμιν καὶ ἡλικίαν διδόμενον, οἷς μὲν μεθ' ὕδατος, οἷς δὲ μετ' οἴνου ἢ ὀξυμέλιτος ἢ μελικράτου.

[2]

[1]    ῥᾶ· οἱ δὲ ῥῆον καλοῦσι. γεννᾶται ἐν τοῖς ὑπὲρ Βόσπορον τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπόκουφος. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετ' ἀνειμένης στύψεως διαμασηθέν τε ἔνωχρον καὶ χροκίζον ποσῶς τῷ χρώματι.

[2]    ποιεῖ δὲ πινόμενον πρὸς ἐμπνευματώσεις στομάχου, ἀτονίαν, ἄλγημα παντοῖον, σπάσματα, ῥήγματα, σπληνικούς, ἡπατικούς, νεφριτικούς, στροφουμένους καὶ τὰ περὶ κύστιν καὶ θώρακα καὶ ὑποχονδρίων ἐντάσεις καὶ τὰ περὶ ὑστέραν πάθη, ἰσχιάδας, αἵματος πτύσεις, ἄσθματα, λυγμούς, δυσεντερίας, κοιλιακὰς [3] διαθέσεις, περιόδους, θηρίων δήγματα. δώσεις δὲ ὁμοίως τῷ ἀγαρικῷ πρὸς ἕκαστον πάθος, τῇ αὐτῇ ὁλκῇ καὶ ὑγροῖς χρώμενος. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας μετ' ὄξους καταχρισθὲν καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτη δύναμις αὐτοῦ στυπτικὴ μετὰ ποσῆς θερμασίας.

[3]

[1]    γεντιανή· δοκεῖ μὲν ὑπὸ πρώτου εὑρῆσθαι Γέντιδος, τοῦ Ἰλλυριῶν βασιλέως, ἀφ' οὗ καὶ τὴν προσωνυμίαν ἔσχηκεν· ἧς φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δ' ἐν μέσῳ τῷ καυλῷ καὶ μάλιστα τὰ κατ' ἄκρον ἐπεσχισμένα μικρῶς. καυλὸς δὲ κενός, λεῖος, πάχος δακτύλου, τὸ δὲ ὕψος δίπηχυς, γόνασι διειλημμένος, ἐκ διαστημάτων μειζόνων περικείμενος τὰ φύλλα· καρπὸν δὲ ἔχει ἐν κάλυξι πλατύν, κοῦφον, ἀχυρώδη, πρὸς τὸν τοῦ σφονδυλίου, ῥίζαν μακράν, ὁμοίαν ἀριστολοχείᾳ ‹τῇ μακρᾷ›, παχεῖαν, πικράν. γεννᾶται δὲ ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ συσκίοις τόποις καὶ ἐνύδροις.

[2]

   δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν, στυπτικήν· βοηθεῖ δὲ θηριοδήκτοις ποτιζομένη δραχμῶν δυεῖν πλῆθος μετὰ πεπέρεως καὶ πηγάνου καὶ οἴνου, τοῦ δὲ χυλίσματος ὅσον δραχμὴ μία, καὶ πρὸς ὀδύνας πλευρῶν, πτώματα, στρέμματα, ῥήγματα· εὐθετεῖ καὶ ἡπατικοῖς, στομαχικοῖς πινομένη μεθ' ὕδατος. ἐκβάλλει δὲ ἔμβρυα ἡ ῥίζα ὡς κολλύριον προστιθεμένη· ἔστι δὲ τραυματικὴ ἐπιτιθεμένη ὡς τὸ λύκιον ὑπονόμων τε ἑλκῶν ἴαμα, καὶ μάλιστα τὸ χύλισμα, καὶ ὀφθαλμῶν ἐπίχρισμα φλεγμαινόντων. μείγνυται δὲ καὶ εἰς τὰ δριμέα τῶν κολλυρίων τὸ χύλισμα ἀντὶ μηκωνίου· ἔστι δὲ καὶ ἀλφῶν σμηκτικὸν ἡ ῥίζα.

[3]    χυλίζεται δὲ θλασθεῖσα καὶ βραχεῖσα ἐν ὕδατι ἐπὶ ἡμέρας πέντε, εἶτα ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἄχρις ἂν ὑπερέχωσιν αἱ ῥίζαι, καὶ μετὰ τὸ ψυγῆναι τὸ ὕδωρ διηθεῖται δι' ὀθονίου καὶ ἕψεται, ἄχρι οὗ ἂν γένηται μελιτῶδες τῇ συστάσει, καὶ ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ.

[4]

[1]    ἀριστολοχεία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἔστι δὲ ἡ μέν τις στρογγύλη, θήλεια καλουμένη· φύλλα δὲ ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτητος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης, τὰ δὲ κλήματα ἐπιμήκη, ἄνθη λευκά, οἱονεὶ πιλίσκους, τὸ δ' ἐν [2] αὐτοῖς ἐρυθρόν, δυσῶδες. ἡ δὲ μακρὰ ἀριστολοχεία ἄρρην καλεῖται καὶ δακτυλῖτις, ἔχουσα φύλλα ἐπιμηκέστερα τῆς στρογγύλης καὶ τὰ κλωνία λεπτά, ὡς σπιθαμῆς τὸ μέγεθος, ἄνθος πορφυροῦν, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνεται. ῥίζα δὲ τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι ὁμοία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων· ἀμφότεραι δὲ τὰ πολλὰ πυξοειδεῖς ἔνδοθεν, πικραὶ [3] τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι δέ τις καὶ τρίτη, μακρά, ἥτις καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑποστρογγύλοις ἀειζῴου ‹τοῦ› μικροῦ ἐοικόσι περίπλεα, ἄνθη ἐοικότα πηγάνῳ, ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τὰς τῶν μύρων στύψεις.

[4]    ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη, πρὸς δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρὰ δραχμῆς μιᾶς ὁλκὴ πινομένη μετ' οἴνου καὶ καταπλασσομένη καὶ τὰ ἐν μήτρᾳ συνιστάμενα πάντα λοχεῖα καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ [5] αὐτὰ δρᾷ. ἡ δὲ στρογγύλη ποιεῖ μὲν πρὸς ἃ καὶ ἡ προειρημένη, ἐκ περισσοῦ δὲ βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασι, σπάσμασιν, ἀλγήμασι πλευρᾶς ποθεῖσα μεθ' ὕδατος. ἀνάγει δὲ σκόλοπας, ἀκίδας ‹καὶ› λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησι καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ περικαθαίρει ἕλκη καὶ τὰ κοῖλα πληροῖ σὺν ἴριδι καὶ μέλιτι· σμήχει δὲ καὶ οὖλα καὶ ὀδόντας. δοκεῖ δὲ καὶ ἡ κληματῖτις πρὸς τὰ αὐτὰ ποιεῖν, ἐλαττοῦται μέντοι τῇ δυνάμει τῶν προειρημένων.

[5]

[1]    γλυκύρριζα· οἱ δὲ Ποντικὴν ῥίζαν, οἱ δὲ γεντιανήν, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, ‹οἱ δὲ σύμφυτον› καλοῦσι· γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἔστι δὲ θαμνίσκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρὰ καὶ κολλώδη ἁψαμένῳ· τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μικρούς· ῥίζαι μακραί, πυξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον.

[2]    ποιεῖ δὲ τὸ χύλισμα πρὸς τραχύτητας ἀρτηρίας· δεῖ δὲ ὑποτιθέντας τῇ γλώσσῃ ἀποχυλίζειν. ἁρμόζει δὲ καὶ πρὸς καῦσον στομάχου καὶ πρὸς τὰ ἐν θώρακι καὶ ἥπατι ψωριάσεις τε κύστεως καὶ νεφρίτιδας πινόμενον μετὰ γλυκέος ἄδιψόν τέ ἐστιν ἀποχυλιζόμενον καὶ τραυματικὸν περιχριόμενον καὶ στοματικὸν διαμασώμενον· καὶ τὸ ἀφέψημα δὲ τῶν ῥιζῶν προσφάτων πρὸς τὰ αὐτὰ ἁρμόζει. ἡ δὲ ῥίζα ξηρὰ λειοτριβηθεῖσα πτερυγίοις κατάπαστος ἐπιτήδειός ἐστιν.

[6]

[1]    κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην, ‹οἱ δὲ γεντιανὴν› καλοῦσι. φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρὰ ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δὲ ἔχει ὡς λάπαθον, δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφ' ὧν κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῷ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δὲ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, [2] ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός. φιλεῖ δὲ λιπαρὰν γῆν, εὐήλιον, δρυμοὺς καὶ γεώλοφα· πλεονάζει δὲ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λύκαιον καὶ Κυλλήνην.

   ἁρμόζει δὲ ἡ ῥίζα ῥήγμασι, σπάσμασι, πλευριτικοῖς, δυσπνοίᾳ, βηχὶ παλαιᾷ, αἱμοπτυϊκοῖς, ἀπυρέτοις μὲν μετ' οἴνου, πυρέσσουσι δὲ μεθ' ὕδατος δραχμῶν δυεῖν πλῆθος τῆς ῥίζης διδόμενον καὶ πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα.

[3] ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα εἰς σχῆμα κολλυρίου ξυσθεῖσα καὶ προστεθεῖσα τῇ ὑστέρᾳ· ὁ δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ καὶ τραυματική, ὑγρὰ μὲν κοπεῖσα, ξηρὰ δὲ προβραχεῖσα καὶ οὕτως κοπεῖσα· συνάγει γὰρ καὶ κολλᾷ, καὶ τὰ ἑψόμενα δὲ κρέα συνάγει, ἐάν τις αὐτὴν κόψας συνεψήσῃ. οἱ δὲ ἐν Λυκίᾳ χυλίζοντες χρῶνται αὐτῷ ἀντὶ λυκίου.

[7]

[1]    κενταύρειον τὸ λεπτὸν ἢ μικρόν, ὅ τινες λιμνήσιον καλοῦσιν, ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. ἡ πόα ὑπερικῷ καὶ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπιθαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη, ὥσπερ πηγάνου, καρπὸς πυροῖς ὅμοιος, ῥίζα μικρά, ἄχρηστος, γευομένῳ δὲ ἐμποιεῖ πικρίαν.

[2]    αὕτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη τραυμάτων ἐστὶ κολλητικὴ καὶ ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική· ἀφεψηθεῖσα δὲ καὶ πινομένη ἄγει κατὰ κοιλίαν χολώδη καὶ παχέα, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ ἰσχιαδικῶν ἁρμόδιον, ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικὰ εὔχρηστος, ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σὺν μέλιτι, καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων· ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ νεῦρα πάθεσιν ἰδίως.

[3]    χυλίζεται δὲ συλλεγομένη ἡ πόα ἐγκύμων σπέρματος καὶ ἀποβρεχομένη ἡμέρας πέντε, εἶτα ἕψεται, ἄχρι ἂν ὑπερέχῃ τὸ ὕδωρ· εἶτα ψυγὲν ὑλίζεται δι' ὀθονίου ῥιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν ἐγκύμονα αὐτὴν κόψαντες ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀκώνιστον ἀγγεῖον ἐν ἡλίῳ συστρέφουσι, κινοῦντες ἀεὶ ξύλῳ καὶ τὸ περιπηγνύμενον ἀποξύοντες καὶ τῷ ὑγρῷ μίσγοντες σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς· ἡ γὰρ δρόσος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν.

[4] ὅσα μὲν οὖν ἐκ ξηρῶν τῶν ῥιζῶν ἢ βοτανῶν χυλίζεται, ἑψόμενα σκευάζεται ὡς ἡ γεντιανή· ὅσα δ' ἐκ φλοιῶν ὑγρῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἐκθλιβομένων, ἐν ἡλίῳ συστρέφεται, ὡς προείρηται. οὕτως καὶ ἡ θαψία καὶ μανδραγόρας καὶ ὀμφάκιον καὶ τὰ ὅμοια τούτοις χυλίζεται· λύκιον μέντοι καὶ ἀψίνθιον καὶ ὑποκιστὶς καὶ τὰ ὅμοια τούτοις ἑψόμενα συστρέφεται, ὅνπερ τρόπον προείρηται.

[8]

[1]    χαμαιλέων λευκός, ὃν ἔνιοι ἰξίαν καλοῦσι διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης αὐτῷ αἱ γυναῖκες χρῶνται. ἔχει φύλλα ὅμοια σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα μέντοι καὶ ὀξύτερα καὶ ἰσχυρότερα τοῦ μέλανος· καυλὸν δ' οὐκ ἔχει, ἀλλὰ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ, ἄνθη δὲ πορφυροειδῆ, ὥσπερ τρίχας ἐκπαππουμένας, καρπὸν δὲ κνήκῳ παραπλήσιον, ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν, λευκὴν διὰ βάθους, ὑπαρωματίζουσαν, [2] βαρύοσμον, γλυκεῖαν, ἥτις ποθεῖσα ἄγει ἕλμιν πλατεῖαν. ὅσον δὲ ὀξυβάφου πλῆθος λαμβάνεται ἐν οἴνῳ αὐστηρῷ μετὰ ὀριγάνου ἀποζέματος· καὶ ὑδρωπικοῖς δὲ ἐπιτηδείως δίδοται ὁλκὴ σὺν οἴνῳ ποθεῖσα ‑ ἰσχναίνει γὰρ αὐτούς ‑ καὶ πρὸς δυσουρίαν τὸ ἀφέψημα αὐτῆς πίνεται. ἔστι δὲ καὶ θηριακὴ σὺν οἴνῳ ποθεῖσα, ἀποκτείνει καὶ κύνας καὶ ὗς καὶ μύας σὺν ἀλφίτῳ πεφυραμένη καὶ ὑδρελαίῳ διεθεῖσα.

[9]

[1]    ὁ δὲ μέλας, ὃν ἔνιοι οὐλοφόνον ἢ ἰξίαν ἢ κυνό‹ζολον ἢ κυνό›μαζον ἢ ὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφ' οὗ σκιάδιον καὶ ἄνθη ἀκανθώδη, λεπτά, ὑακινθοειδῆ, ποικίλα. ῥίζα δὲ παχεῖα, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα· δὲ ὑπόξανθος, διαμασηθεῖσα δηκτική. φύεται δ' ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις.

[2]    δύναται δὲ ἡ ῥίζα λεία, μιγέντος αὐτῇ χαλκάνθου ὀλίγου καὶ κεδρίνου ἐλαίου καὶ ὀξυγγίου, ψώρας ἐξάγειν· σμήχει δὲ καὶ λειχῆνας θεῖον καὶ ἄσφαλτον προσλαβοῦσα καὶ συνεψηθεῖσα ὄξει καὶ καταχρισθεῖσα· καὶ διακλυζόμενον δὲ τὸ ἀφέψημα αὐτῆς ὀδονταλγίας παύει, μετ' ἴσου δὲ πεπέρεως καὶ κηροῦ περιπλαττομένη τοῖς ἀλγοῦσιν ὀδοῦσι βοηθεῖ· καὶ πυριῶνται δὲ δι' αὐτῆς οἱ ὀδόντες καθεψηθείσης σὺν ὄξει καὶ καταντληθείσης, προσαγομένη δὲ διὰ γραφείου θερμὴ τῷ ἀλγοῦντι [3] ὀδόντι θρύπτει αὐτόν. ἔφηλιν δὲ ἀποκαθαίρει καὶ ἀλφοὺς μετὰ θείου· μείγνυται δὲ καὶ σηπταῖς δυνάμεσι καὶ τὰ φαγεδαινικὰ ἕλκη καὶ τὰ τεθηριωμένα καταπλασθεῖσα ἀνασκευάζουσα θεραπεύει.

   ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων· εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ ταῦτα ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ἐρυθρὰ παρὰ τὰς τῶν τόπων διαφοράς.

[10]

[1]    κροκοδείλεον· ὅμοιόν ἐστι τῷ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ἐλαφράν, ὑπόπαχυν, ὀσμὴν δριμεῖαν, ὁμοίαν καρδάμῳ.

   ἰσχύει δὲ ἡ ῥίζα ζεσθεῖσα ἐν ὕδατι καὶ πινομένη ἄγειν πολὺ αἷμα διὰ ῥωθώνων· δίδοται δὲ καὶ σπληνικοῖς ἐνεργῶς ὠφελοῦσα.

[11]   δίψακος· τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθ' ἕκαστον γόνυ, προμήκη, ἀκανθώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπ' ἄκρου δὲ τοῦ καυλοῦ καθ' ἑκάστην ἀπόφυσιν κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηρανθεῖσα δὲ λευκὴ φαίνεται· ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.

[2]    ἡ δὲ ῥίζα ταύτης ἐν οἴνῳ ἀφεψηθεῖσα καὶ κοπεῖσα, ὡς πάχος κηρωτῆς λαβεῖν, τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σύριγγας ἐντιθεμένη θεραπεύει· ἀποτίθεσθαι δὲ δεῖ τὸ φάρμακον εἰς χαλκῆν πυξίδα. φασὶ δὲ καὶ μυρμηκιῶν αὐτὸ καὶ ἀκροχορδόνων ἴαμα εἶναι. οἱ δ' ἐν τῇ κεφαλῇ σκώληκες εἰς κυστίδα ἐνδεόμενοι καὶ περιαπτόμενοι τραχήλῳ ἢ βραχίονι ἱστοροῦνται τεταρταϊκοὺς ἀποθεραπεύειν.

[12]

[1]    ἄκανθα λευκή· φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις, φύλλα ἔχουσα χαμαιλέοντι ἐμφερῆ λευκῷ, στενότερα δὲ καὶ λευκότερα, ὑποδασέα καὶ ἀκανθώδη, καυλὸν ὑπὲρ δύο πήχεις, δακτύλου τοῦ μεγάλου ἢ καὶ μεῖζον πάχος, ὑπόλευκον, κενόν· ἐπ' ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάσσων καὶ ὑπομήκης, ἄνθη πορφυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ.

[2]    ταύτης ἡ ῥίζα πινομένη ποιεῖ πρὸς αἱμοπτυϊκούς, στομαχικούς, κοιλιακοὺς οὖρά τε κινεῖ καταπλάσσεταί τε πρὸς οἰδήματα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς πρὸς ὀδονταλγίας ποιεῖ διακλυζόμενον, τὸ δὲ σπέρμα πινόμενον παιδίοις σπωμένοις βοηθεῖ καὶ ἑρπετοδήκτοις. φασὶ δ' ὅτι περίαπτον ἐξ αὐτοῦ θηρία διώκει.

[13]

[1]    ἄκανθα Ἀραβική· ἐοικυίας φύσεως δοκεῖ τῇ λευκῇ ἀκάνθῃ εἶναι στύφουσα, καὶ πρὸς ῥοῦν γυναικεῖον καὶ πρὸς ἀναγωγὴν αἵματος καὶ πρὸς τοὺς ἄλλους ῥευματισμοὺς ἡ ῥίζα παραπλησίως εὐθετεῖ.

[14]   σκόλυμος· φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δὲ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφ' οὗ κεφαλὴ ἀκανθώδης· ῥίζα δὲ ὕπεστι μέλαινα, παχεῖα, ἧς καὶ ἡ δύναμις.

   ποιεῖ δὲ πρὸς τοὺς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη· ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος.

[15]   ποτίρριον· οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ ‑ ὅλος δὲ ὁ θάμνος περίκειται πολὺν χνοῦν ἐριώδη· ἔστι δὲ ἀκανθώδης ‑ ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δ' ἐν ἀμμώδεσι [2] καὶ γεωλόφοις χωρίοις. ῥίζαι δὲ ὕπεισι πήχεων δύο ἢ τριῶν ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον.

   κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπὰς καὶ τραύματα κολλῶσι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ταῖς περὶ νεῦρα διαθέσεσι πινόμενον ἁρμόζει.

[16]

[1]    ἀκάνθιον· ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ· ἐπ' ἄκρῳ δὲ ἔχει ἀκανθώδεις ἐξοχάς, καθ' ἃς ἀραχνοειδής ἐστι χνοῦς, οὗ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί φασι.

   ταύτης ἡ ῥίζα καὶ τὰ φύλλα ὀπισθοτόνῳ βοηθεῖ πινόμενα.

[17]   ἄκανθος· οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρίδακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν οἱονεὶ κιτταρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα [2] ὑπόμηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή. ῥίζαι δ' ὕπεισι γλίσχραι, μυξώδεις, ἔμπυρροι, μακραί, αἵτινες πυρικαύστοις καὶ στρέμμασιν ἁρμόζουσι καταπλασσόμεναι· πινόμεναι δὲ οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι φθισικοῖς τε καὶ σπάσμασιν ὠφέλιμοι καὶ ῥήγμασι.

   γίνεται δὲ καὶ ἀγρία ἄκανθος, ὁμοία σκολύμῳ, ἀκανθώδης, βραχυτέρα τῆς ἐν παραδείσοις καὶ ἡμέρου. δύναται δὲ καὶ ἡ ταύτης ῥίζα, ὅσα καὶ ἡ πρὸ αὐτῆς.

[18]

[1]    ἀνωνίς· οἱ δὲ ὀνωνίδα καλοῦσι. κλῶνες σπιθαμιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχοντες πολλάς, κεφάλια περιφερῆ, φυλλάρια λεπτά, μικρά, πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, εὐώδη· ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἔστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, ῥίζαν δὲ θερμαντικήν, λευκήν, ἧς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ οὖρα ἄγει καὶ λίθους θρύπτει, ἐσχάρας περιρρήσσει. ἀφεψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη πόνον ὀδόντων πραΰνει.

[19]   λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα, οἱ δὲ φύλλον, οἱ δὲ λάδανον ‹καλοῦσι›. ῥίζαν ἔχει ὁμοίαν κυπέρῳ, πικρὰν ἰσχυρῶς, ἥτις διαμασηθεῖσα ὀδονταλγίας πραΰνει· τοῦ δὲ ἀποζέματος αὐτῆς σὺν οἴνῳ κύαθοι τρεῖς ποθέντες βοηθοῦσι πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς, ῥήγμασι, σπωμένοις· καὶ τὸ χύλισμα δὲ τῆς ῥίζης τὰ αὐτὰ ποιεῖ πινόμενον.

[20]   τραγάκανθα· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφ' ἧς κλάδοι ταπεινοί, ἰσχυροί, χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπ' αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἔστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρὰ καὶ ὑπόγλυκυς.

[2]    δύναμιν δ' ἔχει ὁμοίαν κόμμει παρεμπλαστικήν· χρῆσις δ' αὐτῆς εἰς τὰ ὀφθαλμικὰ καὶ πρὸς βῆχας καὶ πρὸς τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ φωνῆς ἀποκοπὰς καὶ κατασταγμοὺς ἐν ἐκλεικτῷ σὺν μέλιτι ἀποχυλίζεταί τε ὑποτεθεῖσα τῇ γλώσσῃ· καὶ πίνεται δὲ ἀποβραχεῖσα ἐν γλυκεῖ δραχμῆς μιᾶς πλῆθος πρὸς νεφρῶν ὀδύνην καὶ κύστεως δῆξιν, μιγέντος αὐτῇ κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου ἢ στυπτηρίας σχιστῆς ὀλίγης.

[21]

[1]    ἠρύγγη· οἱ δὲ κάρυον, οἱ δὲ ἠρύγγιον καλοῦσι. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα· ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρωματίζοντα τῇ γεύσει, αὐξόμενα δὲ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφ' ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται.

[2] ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις.

   δύναμιν δὲ ἔχει θερμαντικήν· πινομένη δὲ ἄγει οὖρα καὶ ἔμμηνα καὶ στρόφους καὶ ἐμπνευματώσεις λύει, ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανασίμοις ἁρμόζει σὺν οἴνῳ· πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι δραχμῆς μιᾶς τὸ πλῆθος. ἱστορεῖται δ' ὅτι περιαπτομένη διαφορεῖ φύματα καὶ καταπλασσομένη.

[22]

[1]    ἀλόη· φύλλον ἔχει σκίλλῃ παραπλήσιον, λιπαρόν, ὑπόπλατυ, παχὺ ἐν τῷ περιφερεῖ, εἰς τοὐπίσω κλώμενον· παρ' ἑκάτερα δὲ τὰ φύλλα ἔχει ἐκ πλαγίων ἀκάνθια ἀραιῶς ἐξέχοντα, κολοβά. καυλὸν δὲ ἀνίησιν ἀνθερικῷ ὅμοιον, ἄνθος δὲ λευκὸν καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοσμος δὲ ὅλη καὶ ἀπογευομένῳ πικροτάτη. ἔστι δὲ μονόρριζος ὥσπερ πάσσαλον ἔχουσα τὴν ῥίζαν. γίνεται δὲ ἐν τῇ Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ ὄπισμα [2] κομίζεται· φύεται δὲ καὶ ἐν Ἀραβίᾳ καὶ Ἀσίᾳ καί τισι παραθαλασσίοις τόποις καὶ νήσοις ὡς ἐν Ἄνδρῳ, οὐκ εὔχρηστος εἰς ὀπισμόν, πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτήδειος λεία καταπλασσομένη. δισσὸν δέ ἐστι τοῦ χυλίσματος τὸ εἶδος· τὸ μέν τι ψαμμῶδες, ὅπερ ὑποστάθμη τῆς καθαρωτάτης ἔοικεν εἶναι, τὸ δέ ἐστιν ἡπατίζον. ἐκλέγου δὲ τὴν λιπαρὰν καὶ ἄλιθον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον καὶ ἡπατίζουσαν, ῥᾳδίως ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαιναν [3] καὶ δυσκάτακτον ἀπεκλέγου. δολίζουσι δ' αὐτὴν κόμμει, ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψήγματος θλιβόμενον ὑπὸ τῶν δακτύλων· ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσι.

   δύναμιν δ' ἔχει στυπτικήν, ξηραντικήν, [ὑπνωτικήν] πυκνωτικὴν τῶν σωμάτων κοιλίας τε λυτικὴν καὶ στομάχου ἀποκαθαρτικὴν κοχλιαρίων δυεῖν πλῆθος μεθ' ὕδατος ψυχροῦ ἢ γαλακτώδους πινομένη αἵματός τε ἀναγωγὰς ἐπέχει καὶ ἴκτερον ἀποκαθαίρει μεθ' ὕδατος τριωβόλου ἢ δραχμῆς μιᾶς ὁλκὴ ἐν [4] ποτῷ· καὶ μετὰ ῥητίνης δὲ καταπινόμενον ἢ ὕδατος ἢ μέλιτος ἑφθοῦ ἀναλημφθὲν κοιλίαν λύει, δραχμῶν δὲ τριῶν πλῆθος τελείως καθαίρει, μιγὲν δὲ τοῖς ἄλλοις καθαρτικοῖς ἧσσον αὐτὰ κακοστόμαχα ποιεῖ. ξηρὸν δὲ ἐπιπασθὲν τραύματα κολλᾷ καὶ ἀπουλοῖ ἕλκη καὶ καταστέλλει, αἰδοῖα δὲ εἱλκωμένα ἰδίως θεραπεύει καὶ ἐπαγώγια τὰ χειρισθέντα παρακολλᾷ. θεραπεύει δὲ καὶ κονδυλώματα καὶ ῥαγάδας κιρνάμενον σὺν γλυκεῖ οἴνῳ αἱμορραγίας τε ἵστησι τὰς ἐξ αἱμορροΐδων καὶ πτερύγια ἀπουλοῖ· [5] αἴρει καὶ πελιώματα καὶ ὑπώπια σὺν μέλιτι ψωροφθαλμίας τε καὶ κανθῶν κνησμοὺς παρηγορεῖ καὶ κεφαλαλγίαν μετ' ὄξους καὶ ῥοδίνου μετώπου καὶ κροτάφων χριομένων· ἐπέχει καὶ ῥεούσας τρίχας σὺν οἴνῳ καὶ πρὸς παρίσθμια δὲ καὶ οὖλα καὶ πάντα τὰ ἐν στόματι ἁρμόζει σὺν μέλιτι ἢ οἴνῳ. φώγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστράκου, μεταβαλλόμενον μύστρῳ, μέχρι ἂν ὁμαλῶς πυρωθῇ· πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου, λαμβανομένου δὲ τοῦ λιπαρωτάτου καὶ λείου.

[23]

[1]    ἀψίνθιον· γνώριμος ἡ πόα. ἔστι δὲ αὐτοῦ βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεννώμενον ἐν ὄρει τῷ καλουμένῳ Ταύρῳ.

   δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἀποκαθαρτικὴν τῶν ἐνηρεικότων στομάχῳ καὶ κοιλίᾳ χολωδῶν. ἔστι δὲ καὶ οὐρητικὸν καὶ ἀκραίπαλον προπινόμενον, καὶ πρὸς ἐμπνευματώσεις δὲ ἁρμόζει καὶ κοιλίας καὶ στομάχου ἀλγήματα πινόμενον μετὰ σεσέλεως ἢ νάρδου Κελτικῆς, καὶ ἀνορεξίας καὶ ἰκτερικοὺς θεραπεύει τὸ ἀπόβρεγμα αὐτοῦ ἢ τὸ ἀφέψημα καθ' [2] ἑκάστην ἡμέραν λαμβανόμενον εἰς πλῆθος κυάθων τριῶν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενόν τε καὶ προστιθέμενον μετὰ μέλιτος πρός τε τοὺς ὑπὸ μυκήτων πνιγομένους ἁρμόζει σὺν ὄξει πινόμενον, σὺν οἴνῳ δὲ πρὸς ἰξίαν καὶ κώνειον καὶ μυγαλῆς δήγματα καὶ δράκοντα θαλάσσιον συναγχικοῖς τε διάχρισμα σὺν μέλιτι καὶ νίτρῳ καὶ πρὸς ἐπινυκτίδας σὺν ὕδατι, πρὸς δὲ ὑπώπια σὺν μέλιτι καὶ ἀμβλυωπίας καὶ πρὸς τὰ ἰχωρορροοῦντα ὦτα ὁμοίως· καὶ ὁ ὑπατμισμὸς δὲ αὐτοῦ τοῦ ἀφεψήματος πρὸς ὠταλγίαν ἀφεψόμενόν τε σὺν γλυκεῖ κατάπλασμα ὀφθαλμῶν περιοδυνώντων [3] ἐστί. καταπλάσσεται δὲ καὶ πρὸς ὑποχόνδρια καὶ ἧπαρ καὶ στόμαχον ἐπάνω χρονίως πάσχοντα συνεκλειούμενον κηρωτῇ Κυπρίνῃ, πρὸς δὲ στόμαχον ῥοδίνῃ· ἁρμόζει δὲ καὶ σπληνικοῖς καὶ ὑδρωπικοῖς μιγέντων αὐτῷ σύκων καὶ νίτρου καὶ αἰρίνου ἀλεύρου.

   σκευάζεται δὲ καὶ οἶνος ὁ λεγόμενος ἀψινθίτης δι' αὐτοῦ, μάλιστα περὶ τὴν Προποντίδα καὶ Θρᾴκην, ᾧ πρὸς τὰ προειρημένα χρῶνται ἐν ἀπυρεξίᾳ· καὶ ἄλλως δὲ προπίνουσι θέρους [4] ὑγιείας ποιητικὸν εἶναι νομίζοντες. δοκεῖ δὲ καὶ παραπαττόμενον εἰς τὰς κιβωτοὺς ἄβρωτα φυλάττειν τὰ ἐσθήματα ἀλειφόμενόν τε μετ' ἐλαίου κώνωπας κωλύειν ἅπτεσθαι τοῦ σώματος· τὸ δὲ μέλαν τῷ ἀποβρέγματι αὐτοῦ βραχὲν ἄβρωτα μυσὶ τηρεῖ τὰ γράμματα. ἔοικε δὲ καὶ τὰ τοῦ χυλίσματος ἔργα τὰ αὐτά, πλὴν εἰς τὰς πόσεις οὐ δοκιμάζομεν αὐτό, κακοστόμαχον καὶ κεφαλαλγὲς ὄν. δολοῦται δὲ τὸ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μειγνυμένῃ.

[5]    καλοῦσί τινες καὶ τὸ σέριφον ἀψίνθιον θαλάσσιον, ὅπερ πλεῖστον ἐν τῷ κατὰ Καππαδοκίαν Ταύρῳ γεννᾶται καὶ ἐν Ταφοσίρει τῆς Αἰγύπτου, ᾧ οἱ Ἰσιακοὶ ἀντὶ θαλλοῦ χρῶνται. ἔστι δὲ πόα λεπτόκαρφος, ἐοικυῖα ἀβροτόνῳ μικρῷ, περιπληθὴς σπέρματος, ὑπόπικρος, κακοστόμαχος, βαρύοσμος, στύφουσα μετὰ ποσῆς θερμασίας, ἥτις ἑψηθεῖσα καθ' ἑαυτὴν καὶ μετὰ ὀρύζης καὶ λημφθεῖσα μετὰ μέλιτος ἀσκαρίδας καὶ ἕλμινθας [6] στρογγύλας κτείνει, ὑπεξάγουσα κοιλίαν κούφως. δύναται δὲ καὶ σὺν ῥοφήματι φακῆς καθεψηθεῖσα τὰ αὐτὰ ποιεῖν· λιπαίνει δὲ μάλιστα ἐν Καππαδοκίᾳ τὰ πρόβατα νεμόμενα.

   ἔστι δὲ τρίτον εἶδος ἀψινθίου, γεννώμενον ἐν τῇ κατὰ τὰς Ἄλπεις Γαλατίᾳ πλεῖστον, ὃ ἐπιχωρίως Σαντονικὸν καλοῦσιν, ἐπωνύμως τῇ γεννώσῃ αὐτὸ Σαντονίδι χώρᾳ, ἐοικὸς ἀψινθίῳ, οὐ μὴν οὕτως γε ἔνσπερμον, ὑπόπικρον δὲ καὶ δυνάμενον τὰ αὐτὰ τῷ σερίφῳ.

[24]

[1]    ἁβρότονον· οἱ δὲ Ἡράκλειον, οἱ δὲ γλυκὺν ἀγκῶνα καλοῦσιν. ἔστιν αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλωνία πλήρης, ἄνθος δὲ ἐπ' ἄκρον κορυμβοειδὲς ἔχων, χρυσοειδές, τῆς θερείας γινόμενον, εὐῶδες μετὰ ποσοῦ βάρους, πικρὸν τὴν γεῦσιν· δοκεῖ δὲ τὸ Σικελιωτικὸν εἶναι τοιοῦτο. τὸ δ' ἕτερον, ‹ὃ› ἄρρεν καλεῖται, κληματῶδες, λεπτόκαρπον ὡς ἀψίνθιον.

[2] πλεῖστον δὲ γίνεται ἐν Καππαδοκίᾳ καὶ Γαλατίᾳ τῇ κατὰ τὴν Ἀσίαν καὶ Ἱεραπόλει τῇ κατὰ τὴν Συρίαν.

   τούτων ὁ καρπὸς ἀπεζεσμένος μεθ' ὕδατος καὶ ὠμοτριβὴς πινόμενος βοηθεῖ ὀρθοπνοίᾳ, ῥήγμασι, σπάσμασιν, ἰσχιάσι, δυσουρίαις, ἐμμήνων ἐπισχέσει· καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντίδοτος ποθὲν σὺν οἴνῳ σύγχρισμά τε ῥιγούντων μετ' ἐλαίου [3] ἐστί. διώκει δὲ καὶ ἑρπετὰ στιβαδευόμενον καὶ θυμιώμενον· καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας, ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων. βοηθεῖ δὲ καὶ ὀφθαλμῶν φλεγμοναῖς σὺν ἑφθῷ ‹μήλῳ› κυδωνίῳ ἢ μετὰ ἄρτου καταπλασθέν, διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μείγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν.

[25]

[1]    ὕσσωπος· πόα γνώριμος, δισσή· ἡ μὲν γάρ τίς ἐστιν ὀρεινὴ ἡ δὲ κηπευτή· ἀρίστη δὲ ἡ ἐν Κιλικίᾳ γεννωμένη.

   δύναμιν δὲ ἔχει θερμαντικήν· ἀφεψηθεῖσα δὲ μετὰ σύκων καὶ ὕδατος καὶ μέλιτος καὶ πηγάνου καὶ πινομένη ἀρήγει περιπνευμονικοῖς, ἀσθματικοῖς, βηχὶ χρονίᾳ, κατάρρῳ, ὀρθοπνοίᾳ· κτείνει δὲ καὶ ἕλμεις, σὺν μέλιτι δὲ ἐκλειχθεῖσα τὸ αὐτὸ ποιεῖ. ἄγει δὲ καὶ πάχος κατὰ κοιλίαν τὸ ἀφέψημα αὐτῆς σὺν ὀξυμέλιτι [2] πινόμενον· ‹καὶ› βιβρώσκεται δὲ μετὰ χλωρῶν σύκων λείων πρὸς ὑπαγωγὴν κοιλίας, σφοδρότερον δὲ καθαίρει μιγέντος αὐτῷ καρδάμου ἢ ἴριδος ἢ ἐρυσίμου· περιποιεῖ δὲ καὶ εὔχροιαν. καταπλάσσεται δὲ μετὰ σύκου καὶ νίτρου πρὸς σπλῆνα καὶ ὕδρωπα, σὺν οἴνῳ δὲ πρὸς φλεγμονάς· διαφορεῖ δὲ καὶ ὑπώπια σὺν ὕδατι ζεστῷ καταπλασθεῖσα. συνάγχης δὲ ἀναγαργάρισμα μετὰ σύκων ἀφεψήματος ἄριστον, ὀδόντος τε πόνον πραΰνει σὺν ὄξει ἑψηθεῖσα καὶ διακλυζομένη· λύει δὲ καὶ τὰς περὶ ὦτα ἐμπνευματώσεις ὑπατμισθεῖσα.

[26]

[1]    στοιχάς· γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νήσοις κατ' ἀντικρὺς Μασσαλίας, καλουμέναις Στοιχάσιν, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχεν· πόα δέ ἐστι λεπτόκαρπος, ὁμοίαν ἔχουσα θύμῳ κόμην, μακροφυλλοτέρα μέντοι καὶ δριμεῖα τῇ γεύσει, ὑπόπικρος ποσῶς.

   ποιεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πρὸς τὰ ἐν θώρακι καθὼς ὁ ὕσσωπος· μείγνυται δὲ καὶ ἀντιδότοις χρησίμως.

[27]   ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσι. φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδιον δὲ οὐ τροχοειδές, ἀλλ' ὥσπερ διῃρημένον καὶ ἐπ' ἄκρων τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν.

   ἐστὶ δὲ θερμαντική, ὅθεν τὸ ἀφέψημα αὐτῆς σὺν οἴνῳ ποθὲν ἁρμόζει θηριοδήκτοις, σὺν γλυκεῖ δὲ καὶ κονίᾳ τοῖς κώνειον ἢ μηκώνιον, σὺν ὀξυμέλιτι δὲ τοῖς γύψον ἢ ἐφήμερον πεπωκόσι, πρὸς δὲ τὰ σπάσματα καὶ ῥήγματα καὶ ὕδρωπας μετὰ συκίου βιβρωσκομένη. ξηρὰ δὲ ποθεῖσα ὀξυβάφου πλῆθος σὺν μελικράτῳ μέλανα κατὰ κοιλίαν ἄγει, ἔμμηνά τε κινεῖ [2] καὶ βῆχας θεραπεύει σὺν μέλιτι ἐκλειχομένη· καὶ κνησμοὺς δὲ καὶ ψώραν καὶ ἴκτερον τὸ ἀφέψημα αὐτῆς ἐν λουτρῷ ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτῆς χλωρᾶς οὔσης παρίσθμια καὶ κιονίδας καὶ ἄφθας θεραπεύει καὶ ‹αἷμα› διὰ ῥινῶν ἄγει σὺν ἐλαίῳ ἰρίνῳ ἐγχυματιζόμενος· σὺν γάλακτι δὲ καὶ ὠταλγίας παρηγορεῖ ἐμετικόν τε φάρμακον δι' αὐτῆς σκευάζεται καὶ κρομύων καὶ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα, πάντων ἐν χαλκῷ Κυπρίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡλιασθέντων ἐπὶ ἡμέρας τεσσαράκοντα· ὑποστρωννυμένη δὲ ἡ πόα ἑρπετὰ διώκει.

[28]

[1]    ἡ δὲ ὀνῖτις καλουμένη λευκοτέρα τοῖς φύλλοις ἐστὶ καὶ μᾶλλον ἐοικυῖα ὑσσώπῳ, καὶ τὸ σπέρμα ὥσπερ κορύμβους συνεχεῖς ἐπικειμένους ἔχει.

   δύναται δὲ τὰ αὐτὰ τῇ Ἡρακλεωτικῇ, οὐχ οὕτως μέντοι δραστικὴ καθέστηκεν.

[29]   ἡ δὲ ἀγριορίγανος, ἣν πάνακες ἢ Ἡρακλείαν ἢ κονίλην καλοῦσιν, ὧν ἐστι καὶ Νίκανδρος ὁ Κολοφώνιος (Th. 626 sq.)· ἔχει τὰ μὲν φύλλα ὀριγάνῳ ὅμοια, ῥαβδία δὲ σπιθαμιαῖα, λεπτά, ἐφ' ὧν σκιάδια ὅμοια ἀνήθῳ· ἄνθη δὲ λευκά, ῥίζα λεπτή, ἄχρηστος.

   ἰδίως δὲ βοηθεῖ θηριοδήκτοις τὰ φύλλα καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα.

[30]   τραγορίγανος· θαμνίσκος ἐστὶν ἑρπύλλῳ ἀγρίῳ ἐοικὼς τὰ φύλλα καὶ τὰ κλωνία· ἤδη μέντοι εὑρίσκεταί τις κατὰ τόπους εὐερνεστέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ πράσιον ἔνιοι καλοῦσιν. ἀρίστη δὲ ἡ Κιλίκιος καὶ ἡ ἐν Κῷ καὶ ἡ ἐν Χίῳ καὶ Σμύρνῃ καὶ Κρήτῃ.

   θερμαντικαὶ δὲ πᾶσαι καὶ οὐρητικαὶ καὶ εὐκοίλιοι πινομένου [2] τοῦ ἀφεψήματος· ὑποβιβάζουσι γὰρ τὰ χολώδη· εὔθετοι καὶ σπληνικοῖς ποτιζόμεναι μετ' ὄξους καὶ τοῖς ἰξίαν πεπωκόσι μετ' οἴνου· καὶ ἔμμηνα δὲ ἄγουσι, βηξί τε καὶ περιπνευμονίαις σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδοται. ἔστι δὲ τὸ πότημα ἐπιεικές, ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδοται καὶ ἐφ' ὧν ἄλυσις καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων παρακολουθεῖ. διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετ' ἀλφίτων.

[31]

[1]    γλήχων· πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δὲ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μεθ' ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμοὺς στομάχου μετ' ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετ' οἴνου πινομένη, λειποθυμοῦντάς [2] τε ἀνακτᾶται σὺν ὄξει ταῖς ῥισὶ προσαγομένη. κρατύνει δὲ καὶ οὖλα ξηρὰ λεία κεκαυμένη, ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ, καθ' ἑαυτὴν δὲ ποδαγρικοῖς ἁρμόζει ἄχρι φοινίξεως τῆς ἐπιφανείας, σὺν κηρωτῇ δὲ ἰόνθους σβέννυσιν· ὠφελεῖ δὲ καὶ σπληνικοὺς μεθ' ἁλὸς καταπλασσομένη. τὸ δὲ ἀφέψημα αὐτῆς κνησμοὺς λουόμενον παύει καὶ εἰς ἐγκάθισμα πρὸς ἐμπνευματώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει. καλοῦσι δέ τινες αὐτὴν βλήχωνα, ἐπειδὴ κατὰ τὴν ἄνθησιν τὰ γευσάμενα τῶν ποιμνίων βληχῆς ὑποπίμπλαται.

[32]

[1]    δίκταμνον, ὃ καλοῦσί τινες γλήχωνα ἀγρίαν, οἱ δὲ βαίτιον. πόα ἐστὶ Κρητική, δριμεῖα λίαν, ὁμοία γλήχωνι, μείζω δὲ καὶ γναφαλοειδῆ τὰ φύλλα ἔχει καὶ ἐριώδη τινὰ ἐπίφυσιν· οὔτε δὲ ἄνθος οὔτε καρπὸν φέρει.

   ποιεῖ δ' ἅπαντα, ὅσα καὶ ἡ ἥμερος γλήχων, ἐνεργεστέρα δὲ πολλῷ· οὐ μόνον γὰρ πινομένη ἀλλὰ καὶ προστιθεμένη καὶ ὑποθυμιωμένη τὰ τεθνηκότα ἔμβρυα ἐκτινάσσει. φασὶ δὲ καὶ τὰς αἶγας ἐν Κρήτῃ, ἐπειδὰν τοξευθῶσι, νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰ τοξεύματα.

[2]    τὸ δὲ ψευδοδίκταμνον καλούμενον φύεται ‹μὲν› ἐν πολλοῖς τόποις, ἐμφερὲς δὲ τῷ πρὸ αὐτοῦ, ἔλαττον δὲ καὶ ἧττον δριμύ. ποιεῖ δὲ τὰ αὐτὰ τῷ δικτάμνῳ, οὐχ ὁμοίως ἐνεργοῦν.

   φέρεται δὲ καὶ ἀπὸ Κρήτης ἕτερον εἶδος δικτάμνου, φύλλοις ἐοικὸς σισυμβρίου, κλωσὶ δὲ μεῖζον, ἐφ' ὧν ἄνθος ὀριγάνῳ ἀγρίῳ ἐοικός, μέλαν, μαλακόν· ὀσμὴ δὲ τῶν φύλλων μεταξὺ σισυμβρίου καὶ ἐλελισφάκου, ἡδίστη.

   ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ πρὸ αὐτῆς, ἧσσον πληκτικὴ ὑπάρχουσα· μείγνυται δὲ καὶ ἐμπλάστροις θηριακαῖς.

[33]

[1]    ἐλελίσφακον· οἱ δὲ ἐλαφοβόσκον, οἱ δὲ σφάγνον. θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέστερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνάτριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, ἔμβρωμα· καρπὸν δὲ ἐπ' ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δὲ ἐν τραχέσι χωρίοις.

[2]    δύναμιν δὲ ἔχει τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων οὖρα ἄγειν πινόμενον καὶ ἔμμηνα καὶ ἔμβρυα κατασπᾶν καὶ τρυγόνος πληγαῖς ἀρήγειν· μελαίνει δὲ καὶ τρίχας καὶ τραυματικὴ καὶ ἴσχαιμος καὶ ἀποκαθαρτικὴ τῶν θηριωδῶν ἑλκῶν ἐστι. παύει δὲ σὺν οἴνῳ τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων αὐτῆς προσκλυζόμενον κνησμοὺς τοὺς περὶ τὰ αἰδοῖα.

[34]

[1]    ἡδύοσμον, οἱ δὲ μίνθην· γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν· ὅθεν αἷμα ἵστησι πινόμενος ὁ χυλὸς αὐτοῦ μετ' ὄξους καὶ ἕλμινθας κτείνει στρογγύλας, ἀφροδίσιά τε ἐρεθίζει καὶ λυγμοὺς καὶ ἐμέτους καὶ χολέραν παύει δύο ἢ τρία κλωνία σὺν ῥοᾶς ὀξείας χυλῷ ποθέντα· διαφορεῖ δὲ καὶ ἀποστήματα μετ' ἀλφίτου καταπλασθὲν καὶ κεφαλαλγίαν παρηγορεῖ ἐπιτεθὲν τῷ μετώπῳ μαστῶν τε περίτασιν [2] καὶ σπάργησιν πραΰνει. σὺν ἁλσὶ δὲ τοῖς κυνοδήκτοις κατάπλασμα, ὠταλγίαις τε ὁ χυλὸς σὺν μελικράτῳ ἁρμόζει. γυναιξὶ δὲ πρὸ τοῦ πλησιάζειν προστιθέμενον ἀσυλλημψίαν ἐργάζεται γλῶσσάν τε τραχεῖαν παρατριβόμενον λεαίνει καὶ γάλα ἀτύρωτον φυλάσσει, ἐναποκλυσθέντων αὐτῷ κλωναρίων, καὶ καθόλου ἐστὶν εὐστόμαχον καὶ ἀρτυματῶδες.

   γίνεται δὲ καὶ ἄγριον ἡδύοσμον, δασύτερον τοῖς φύλλοις καὶ βραχεῖ μεῖζον σισυμβρίου, τὴν ὀσμὴν βρωμωδέστερον καὶ ἧττον εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετον.

[35]

[1]    καλαμίνθη· ἡ μέν τις ὀρεινοτέρα ἐστίν, ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ, ὑπόλευκα, κλωνία δὲ καὶ κάρφη γεγωνιωμένα, ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε, μείζων δέ, ὅθεν ἀγρίαν τινὲς αὐτὴν γλήχωνα ὀνομάζουσι, διότι καὶ τῇ ὀσμῇ παρέοικε· ταύτην Ῥωμαῖοι νεπέταν καλοῦσιν. ἡ δὲ τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ, ἐπιμηκεστέρα τοῖς φύλλοις, καυλῷ καὶ κλάδῳ [2] μείζων τῶν προειρημένων καὶ ἧττον ἐνεργής. πασῶν δὲ τὰ φύλλα γευομένῳ πυρωτικὰ ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δ' ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις.

   πινομένη δὲ καὶ καταπλασσομένη ἀρήγει ἑρπετοδήκτοις· ἄγει δὲ καὶ οὖρα τὸ ἀφέψημα πινόμενον· βοηθεῖ δὲ καὶ ῥήγμασι καὶ σπάσμασι καὶ ὀρθοπνοίᾳ καὶ στρόφοις καὶ χολέρᾳ καὶ ῥίγει, καὶ πρὸς τὰ θανάσιμα προπινομένη ποιεῖ σὺν οἴνῳ καὶ ἴκτερον ἀποκαθαίρει ἕλμινθάς τε κτείνει καὶ ἀσκαρίδας σὺν ἁλσὶ καὶ μέλιτι πινομένη ἑφθή τε καὶ ὠμὴ τετριμμένη, ὠφελεῖ [3] καὶ ἐλεφαντιῶντας βρωθεῖσα ἐπιπινομένου ὀρροῦ γάλακτος. φθείρει δὲ καὶ ἔμβρυα καὶ ἔμμηνα ἄγει τὰ φύλλα λεῖα ἐν προσθέτῳ, θυμιαθέντα δὲ ἑρπετὰ διώκει καὶ ὑποστρωννύμενα. λευκαίνει δὲ καὶ μελαίνας οὐλὰς ἑψηθεῖσα ἐν οἴνῳ καὶ καταπλασθεῖσα, καθαίρει καὶ ὑπώπια ἰσχιαδικοῖς τε ἐπιτίθεται εἰς μετασύγκρισιν, ἐπικαίουσα τὴν ἐπιφάνειαν, καὶ σκώληκας τοὺς ἐν ὠσὶ κτείνει ὁ χυλὸς ἐνσταζόμενος.

[36]

[1]    θύμος· γινώσκεται ὑπὸ πάντων. θαμνίσκιον φρυγανοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περιειλημμένον, ἔχον ἐπ' ἄκρου κεφάλια ἄνθους ‹περίπλεα›, πορφυρίζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις.

   δύναμιν δὲ ἔχει πινόμενον μετὰ ἁλῶν καὶ ὄξους ἄγειν [2] φλεγματῶδες κατὰ κοιλίαν. τὸ δὲ ἀφέψημα αὐτοῦ μετὰ μέλιτος ὀρθοπνοϊκοῖς καὶ ἀσθματικοῖς βοηθεῖ ἕλμινθάς τε ἐξάγει καὶ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· ἔστι δὲ καὶ οὐρητικόν, μιγὲν δὲ μέλιτι καὶ ἐκλειχθὲν εὐανάγωγα τὰ ἐκ θώρακος ποιεῖ. διαφορεῖ δὲ οἰδήματα πρόσφατα καταπλασθὲν μετ' ὄξους καὶ αἵματος θρόμβους διαλύει καὶ θύμους καὶ ἀκροχορδόνας αἴρει, καὶ ἰσχιαδικοῖς μετ' οἴνου καὶ ἀλφίτου ἐπιτεθὲν ἁρμόζει, ἀμβλυωποῦντάς τε ὠφελεῖ ἐσθιόμενον ἐν τροφῇ. εὔχρηστον δὲ καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἀντὶ ἀρτύματος.

[37]

[1]    θύμβρα· καὶ αὐτὴ γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον.    δύναται δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος. γίνεται δὲ καὶ σπαρτὴ θύμβρα, κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα.

[38]   ἕρπυλλος· ὁ μέν τίς ἐστι κηπευτός, σαμψουχίζων τῇ ὀσμῇ, καὶ στεφανωματικός· ὠνόμασται δὲ ἀπὸ τοῦ ἕρπειν τε καὶ ὅ τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς, ῥιζοβολεῖν. ἔχει δὲ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ, πλὴν λευκότερα· ἀπὸ δὲ αἱμασιῶν καθιέμενος εὐαυξέστερος γίνεται. ὁ δέ τίς ἐστιν ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται, οὐχ ἕρπων, ἀλλ' ὀρθός, κλωνία ἀνιεὶς λεπτά, φρυγανώδη, φύλλων περίπλεα ὁμοίων πηγάνῳ, ὑπόστενα δέ ἐστι καὶ ἐπιμηκέστερα καὶ σκληρότερα ‹ταῦτα›, [2] ἄνθη γευομένῳ δριμέα, ὀσμὴ ἡδεῖα, ῥίζα ἄχρηστος. φύεται ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων καὶ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν ἐπιτηδειότερος· ἔμμηνά τε γὰρ ἄγει καὶ οὖρα κινεῖ πινόμενος· ὠφελεῖ ‹καὶ› στρόφους, σπάσματα, ῥήγματα, ἥπατος φλεγμονὰς καὶ πρὸς ἑρπετὰ πινόμενός τε καὶ καταπλασσόμενος, κεφαλῆς τε ὀδύνην παραμυθεῖται ἑψηθεὶς σὺν ὄξει καὶ καταβραχεὶς μιγέντος αὐτῷ ῥοδίνου· μάλιστα δὲ ἐπὶ ληθάργου καὶ φρενίτιδος ἁρμόζει. παύει δὲ καὶ ἔμετον αἵματος δραχμῶν τεσσάρων πλῆθος μετ' ὄξους ποθείς.

[39]

[1]    σάμψουχον· κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, δευτερεύει δὲ τούτου τὸ Αἰγύπτιον· καλεῖται δὲ ὑπὸ Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δέ ἐστι πολύκλωνος, ἕρπουσα ἐπὶ γῆς, φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα εὐώδης καὶ θερμαντική, πλεκομένη καὶ εἰς στεφάνους.

   ἁρμόζει δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐπὶ ἀρχομένων [2] ὑδρωπικῶν καὶ δυσουρούντων καὶ στροφουμένων. ξηρὰ δὲ τὰ φύλλα ἐπιπλασθέντα μετὰ μέλιτος αἴρει ὑπώπια καὶ ἔμμηνα ἄγει ἐν προσθέτῳ· πρὸς δὲ σκορπίου πληγὴν μετὰ ἁλῶν καὶ ὄξους καταπλάσσεται, πρὸς δὲ στρέμματα μετὰ κηρωτῆς ἀναλημφθέντα ἐπιτίθεται καὶ πρὸς οἰδήματα ὁμοίως ἀναλημφθέντα κηρωτῇ καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται μετὰ πάλης ἀλφίτου· μείγνυται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι πρὸς τὸ θερμαίνειν.

[40]

[1]    μελίλωτος· κράτιστος ὁ ἐν Ἀττικῇ καὶ Κυζίκῳ καὶ Χαλκηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης· φύεται δὲ καὶ ἐν Καμπανίᾳ περὶ Νῶλαν τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐωδίαν.

   δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικὴν πάσης φλεγμονῆς, μάλιστα δὲ τῆς περὶ ὀφθαλμοὺς καὶ μήτραν καὶ δακτύλιον καὶ διδύμους μετὰ γλυκέος ἑψηθεὶς καὶ καταπλασθείς, ἐνίοτε δὲ καὶ ᾠοῦ λεκίθου ὀπτῆς παραμιγείσης ἢ τηλίνου ἀλεύρου ἢ [2] λινοσπέρμου ἢ γύρεως ἢ κωδυῶν ἢ σέρεως· θεραπεύει καὶ μελικηρίδας προσφάτους καθ' ἑαυτὸν ἐν ὕδατι καὶ ἀχῶρας σὺν γῇ Χίᾳ καὶ οἴνῳ ἢ κηκίδι καταχριόμενος ἄλγημά τε στομάχου μετ' οἴνου ἑφθός ‹τε› καὶ ὠμὸς σύν τινι τῶν προειρημένων καὶ ὠταλγίας παύει σὺν γλυκεῖ ὠμὸς χυλισθεὶς καὶ ἐνσταζόμενος καὶ κεφαλαλγίας πραΰνει ἐμβρεχόμενος μετ' ὄξους καὶ ῥοδίνου.

[41]

[1]    σισύμβριον· οἱ δὲ ἕρπυλλον ἄγρι‹ον μέγ›αν καλοῦσιν· ἐν χέρσοις φύεται, ἐοικὸς ἡδυόσμῳ, πλατυφυλλότερον δὲ καὶ εὐωδέστερον, στεφανωματικόν.

   δύναμιν δὲ ἔχει θερμαντικήν· ἁρμόζει δὲ πρὸς στραγγουρίας καὶ λιθιάσεις σὺν οἴνῳ πινόμενον τὸ σπέρμα καὶ στρόφους καὶ λυγμοὺς παύει. τὰ δὲ φύλλα καταπλάσσεται πρὸς κεφαλαλγίαν ἐπὶ τῶν κροτάφων καὶ τοῦ μετώπου πρός τε σφηκῶν πληγὰς καὶ μελισσῶν· ἵστησι δὲ καὶ ἐμέτους ποθέν.

[42]   μᾶρον ἢ ὑσόβρυον· πόα γνώριμος, φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ καὶ τὸ ἄνθος εὐωδέστερον.

   ἔχει δὲ δύναμιν ὁμοίαν σισυμβρίῳ, ὑποστῦφον καὶ θερμαῖνον ἠρέμα, ὅθεν νομάς τε ἵστησι καταπλασσόμενον καὶ εἰς τὰ θερμαντικὰ τῶν συγχρισμάτων μείγνυται. γεννᾶται δὲ κατὰ Μαγνησίαν καὶ Τράλλεις πλεῖστον.

[43]   ἄκινος ἢ ἄκονος· πόα ἐστὶ λεπτόκαρφος, στεφανωματική, παραπλήσιος ὠκίμῳ, δασυτέρα δὲ καὶ εὐώδης· παρ' ἐνίοις δὲ καὶ κηπεύεται.

   ἵστησι δὲ κοιλίαν καὶ ἔμμηνα πινομένη φύγεθλά τε καὶ ἐρυσιπέλατα καταπλασσομένη θεραπεύει.

[44]   βάκχαρις· βοτάνη ἐστὶν εὐώδης, στεφανωματική, ἧς τὰ φύλλα τραχέα, μέγεθος ἔχοντα μεταξὺ ἴου καὶ φλόμου· καυλὸς δὲ γωνιώδης, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων παραφυάδας, ἄνθη δὲ ἐμπόρφυρα, ὑπόλευκα, εὐώδη, ῥίζαι δὲ ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα.

   ταύτης ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι βοηθεῖ σπάσμασι, πτώμασι, ῥήγμασι, δυσπνοίαις, βηχὶ χρονίᾳ, δυσουρίᾳ· ἄγει δὲ καὶ [2] ἔμμηνα καὶ θηριοδήκτοις χρησίμως σὺν οἴνῳ δίδοται. προστεθεῖσα δὲ μία τῶν ῥιζῶν ἁπαλῶν ἕλκει ἔμβρυα, ταῖς τε λοχοῖς εἰς ἐγκάθισμα τὸ ἀφέψημα αὐτῆς ἁρμόζει καὶ εἰς διαπάσματα χρησιμεύει ἱκανὴν ἔχουσα τὴν εὐωδίαν. τὰ δὲ φύλλα στυπτικὰ ὄντα καταπλασσόμενα ὠφελεῖ κεφαλαλγίαν καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ αἰγίλωπα ἀρχόμενον καὶ μαστοὺς ἐκ τοκετῶν φλεγμαίνοντας καὶ ἐρυσιπέλατα· ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή.

[45]

[1]    πήγανον· τὸ ὄρειον καὶ ἄγριον τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν, τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον.

   ἀμφότερα δὲ θερμαντικά, καυστικά, ἑλκωτικά, οὐρητικά, ἐμμήνων ἀγωγὰ ἐσθιόμενά τε καὶ πινόμενα κοιλίαν ἵστησι καὶ τῶν φθαρτικῶν φαρμάκων ἐστὶν ἀντίδοτος ὅσον ὀξύβαφον τοῦ σπέρματος ποθέντος μετ' οἴνου· καὶ προβρωθέντα δὲ τὰ φύλλα καθ' ἑαυτὰ καὶ μετὰ καρύων βασιλικῶν καὶ σύκων ξηρῶν ἄπρακτα καθίστησι τὰ θανάσιμα καὶ πρὸς ἑρπετὰ ἁρμόζει ὁμοίως λαμβανόμενα [2] γονήν τε σβέννυσιν ἐσθιόμενον καὶ πινόμενον. ἑψηθὲν δὲ σὺν ἀνήθῳ ξηρῷ καὶ ποθὲν στρόφους παύει· ποιεῖ δὲ καὶ πρὸς πλευρᾶς πόνον καὶ θώρακος, δύσπνοιαν, βῆχας, περιπνευμονίαν, ἀλγήματα ἰσχίων, ἄρθρων, ῥίγη περιοδικὰ πινόμενον ὡς προείρηται· καὶ πρὸς ἐμπνευματώσεις δὲ κόλου καὶ ὑστέρας καὶ ἀπευθυσμένου σὺν ἐλαίῳ ἑψηθὲν καὶ ἐνεθὲν πνίγας τε ὑστερικὰς λεῖον μετὰ μέλιτος κατὰ τοῦ αἰδοίου ἄχρι [3] δακτυλίου ἐπιτεθὲν παραιτεῖται. ἀποζεσθὲν δὲ σὺν ἐλαίῳ καὶ ποθὲν ἕλμινθας ἐκτινάσσει· καταπλάσσεται δὲ καὶ πρὸς ἄρθρων ἀλγήματα σὺν μέλιτι, σὺν δὲ σύκῳ πρὸς ὕδρωπας ὑποσαρκιδίους· καὶ πινόμενον δὲ βοηθεῖ τούτοις καθεψηθὲν ἐν οἴνῳ ἄχρις ἡμίσους. ἔστι δὲ καὶ ὀξυωπὲς ἐσθιόμενον ὠμὸν καὶ ταριχευτὸν καὶ τὰς ἐν ὀφθαλμοῖς περιωδυνίας σὺν ἀλφίτοις καταπλασθὲν πραΰνει, σὺν ῥοδίνῳ δὲ καὶ ὄξει κεφαλαλγοῦσι βοηθεῖ καὶ αἱμορραγίας τὰς ἐκ μυκτήρων λεῖον ἐντεθὲν ἵστησι. τὰς δὲ τῶν διδύμων φλεγμονὰς σὺν δάφνης φύλλοις καταπλασθὲν [4] ὠφελεῖ καὶ τὰ ἐξανθήματα σὺν μυρσίνῃ κηρωτῇ· σὺν νίτρῳ δὲ καὶ πεπέρει σμώμενον λευκὸν ἀλφὸν ἰᾶται, καταπλασθὲν δὲ μετὰ τῶν αὐτῶν θύμους καὶ μυρμηκίας αἴρει, ὠφελεῖ καὶ λειχῆνας σὺν μέλιτι καὶ στυπτηρίᾳ ἐπιτιθέμενον. ὁ δὲ χυλὸς ποιεῖ πρὸς ὠταλγίαν ἐν σιδίῳ θερμαινόμενος καὶ ἐγχεόμενος καὶ ἀμβλυωπίαις βοηθεῖ μετὰ μαράθου χυλοῦ καὶ μέλιτος ἐγχριόμενος ἐρυσιπέλατά τε καὶ ἕρπητας καὶ ἀχῶρας σὺν ὄξει καὶ ψιμυθίῳ καὶ ῥοδίνῳ καταχριόμενος, ἰᾶταί τε τὰς ἀπὸ σκόρδων καὶ κρομύων ὀσμὰς καὶ δριμύτητας παύει ἐπιμασηθέν.

[5]    τὸ δὲ ἄγριον πολὺ βρωθὲν κτείνει· ὑπὸ δὲ τὴν ἄνθησιν εἰς τὰς ἁλμεύσεις συλλεγόμενον φοινίσσει καὶ φυσᾷ τὸν χρῶτα σὺν κνησμῷ καὶ φλεγμονῇ σφοδρᾷ· δεῖ δὲ προαλειψαμένους τὸ πρόσωπον καὶ τὰς χεῖρας οὕτως συλλέγειν. φασὶ δὲ τὸν χυλὸν ἐπιρρανθέντα ὄρνιθι ἀπερύκειν τοὺς αἰλούρους. τὸ δ' ἐν Μακεδονίᾳ φυόμενον παρὰ τὸν Ἁλιάκμονα ποταμὸν ἀναιρεῖν φασι βρωθέν· ὀρεινὸς δὲ ὁ τόπος ὑπάρχει καὶ ἐχιδνῶν πλήρης. τὸ δὲ σπέρμα αὐτοῦ πινόμενον πρὸς τὰ ἐντὸς ποιεῖ καὶ ἀντιδότοις μείγνυται χρησίμως.

[46]

[1]    καλοῦσί τινες πήγανον ἄγριον καὶ τὸ ἐν Καππαδοκίᾳ καὶ ἐν τῇ κατ' Ἀσίαν Γαλατίᾳ λεγόμενον μῶλυ. ἔστι δὲ θάμνος ἀπὸ μιᾶς ῥίζης πολλὰς ἀναφέρων ῥάβδους, ἔχων φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου καὶ τρυφερώτερα, βαρύοσμα, ἄνθος λευκὸν ἐπ' ἄκρου τε κεφάλια ὀλίγῳ μείζονα τοῦ ἡμέρου πηγάνου, ἐκ τριῶν μάλιστα μερῶν συγκείμενα, ἐν οἷς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν ἱκανῶς πρὸς τὴν γεῦσιν, οὗ καὶ ἡ χρῆσις.

[2]    φθινοπώρῳ δὲ ἐκπεπαίνεται τὸ σπέρμα, ἁρμόζον πρὸς ἀμβλυωπίας μετὰ μέλιτος λεαινόμενον καὶ οἴνου καὶ χολῆς ἀλεκτορίδων καὶ κρόκου καὶ μαράθου χυλοῦ. καλοῦσι δέ τινες αὐτὸ ἁρμαλά, Σύροι δὲ βήσσασαν, Καππάδοκες δὲ μῶλυ, ἐπειδὴ κατὰ ποσὸν σῴζει τὴν πρὸς τὸ μῶλυ ἐμφέρειαν, τῇ ῥίζῃ μέλαν καὶ τῷ ἄνθει λευκὸν ὑπάρχον. φύεται δὲ ἐν γεωλόφοις καὶ εὐγείοις χωρίοις.

[47]

[1]    μῶλυ· τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὅμοια, πλατύτερα δέ, ἐπὶ γῆν ‹κλώμενα›, ἄνθη ‹δὲ› λευκοΐοις παραπλήσια, γαλακτόχροα, ἥσσονα δὲ πρὸς τὰ τοῦ ἴου, καυλὸν δὲ λεπτόν, πήχεων τεσσάρων· ἐπ' ἄκρου δὲ ἔπεστιν ὡσεὶ σκορδοειδές τι· ῥίζα δὲ μικρά, βολβοειδής.

   αὕτη σφόδρα ἀγαθὴ πρὸς ὑστέρας ἀναστομώσεις τετριμμένη καὶ μετ' αἰρίνου ἀλεύρου προστιθεμένη ἐν πεσσῷ.

[48]   πάνακες Ἡράκλειον, ἐξ οὗ ὁ ὀποπάναξ συλλέγεται, πλεῖστον γεννᾶται ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα, πρὸς τὰ τῆς συκῆς, ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς· καυλὸν δὲ ὥσπερ νάρθηκος, ὑψηλότατον, ἔχοντα χνοῦν λεπτόν, λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότατα· σκιάδιον δ' ἐπ' ἄκρου ὡς ἀνήθου, ἄνθος δὲ μήλινον, σπέρμα εὐῶδες καὶ πυρωτικόν, ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόσμους, παχὺν ἐχούσας [2] τὸν φλοιόν, ὑπόπικρον ἐν τῇ γεύσει. φύεται δὲ καὶ ἐν Κυρήνῃ τῆς Λιβύης καὶ ἐν Μακεδονίᾳ.

   ὀπίζεται δὲ ἡ ῥίζα ἐπιτεμνομένη ἀρτιβλάστων ὄντων τῶν καυλῶν· ἀνίησι δὲ λευκὸν ὀπόν, ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφάνειαν κροκίζει. δέχονται δὲ τὸ ἀπορρέον εἰς φύλλα προϋποτιθέντες εἰς κεκοιλωμένον ἔδαφος, ἀναιροῦνται δὲ ξηρανθέντα· ὀπίζουσι δὲ καὶ τὸν καυλὸν ἐπιτέμνοντες κατὰ τὸν πυραμητὸν [3] καὶ ὁμοίως δεχόμενοι τὸ ἀπορρέον. εἰσὶ δὲ τῶν ῥιζῶν βελτίους αἱ λευκαὶ καὶ ξηραί, τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι· καρπὸς δ' εὔθετος ὁ ἐκ μέσου τοῦ νάρθηκος· ὁ γὰρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. τοῦ δὲ ὀποῦ διαφέρει ὁ πικρότερος τῇ γεύσει, ἔνδοθεν μὲν λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, ταχέως δὲ διειμένος, βαρύοσμος· ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός· δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ. δοκιμάζεται δὲ ὕδατι διατριβόμενος τοῖς δακτύλοις· ὁ γὰρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται.

[4]

   δύναμις δ' αὐτοῦ ἐστι θερμαντική, λεπτυντική, μαλακτική, ὅθεν ἁρμόζει πρὸς ῥίγη καὶ περιόδους, σπάσματα, ῥήγματα, πλευρᾶς ἀλγήματα, βῆχας, στρόφους, στραγγουρίας, ψώρας τὰς ἐν κύστει σὺν μελικράτῳ ἢ οἴνῳ ποτιζόμενος ἔμμηνά τε ἄγει καὶ ἔμβρυα φθείρει καὶ ἐμπνευματώσεις τὰς ἐν ὑστέρᾳ καὶ σκληρίας διαφορεῖ σὺν μέλιτι ἀνεθείς. ἔστι δὲ καὶ σύγχρισμα ἰσχιάδος· μείγνυται δὲ καὶ ἀκόποις καὶ κεφαλαλγικαῖς δυνάμεσι, περιρρήττει καὶ ἄνθρακας, ἁρμόζει καὶ ποδαγρικοῖς μετὰ σταφίδος [5] ἡμέρου καταπλασσόμενος. παραιτεῖται δὲ καὶ τὰ τῶν ὀδόντων ἀλγήματα ἐντιθέμενος τοῖς βρώμασιν ὀφθαλμῶν τέ ἐστιν ὀξυδερκὲς ἔγχριστον, μιγεὶς δὲ πίσσῃ ἔμπλαστρός ἐστι πρὸς τοὺς λυσσοδήκτους ἀρίστη. καὶ ἡ ῥίζα δὲ ξυσθεῖσα καὶ προστεθεῖσα μήτρᾳ ἄγει ἔμβρυα, πρός τε ἕλκη παλαιὰ ποιεῖ καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῖ λεία καταπλασσομένη καὶ σὺν μέλιτι δὲ ἐγχριομένη. ὁ δὲ καρπὸς αὐτοῦ σὺν ἀψινθίῳ ληφθεὶς ἔμμηνα ἄγει, σὺν ἀριστολοχείᾳ δὲ πρὸς τὰ ἰοβόλα ἁρμόζει καὶ πρὸς τὰς ὑστερικὰς πνίγας σὺν οἴνῳ ποτιζόμενος.

[49]

[1]    πάνακες Ἀσκληπί‹ει›ον· ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν, πηχυαῖον, γόνασι διειλημμένον, περὶ ὃν τὰ φύλλα ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, εὐώδη, καὶ ἐπ' ἄκρου σκιάδιον, ἐφ' οὗ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· ῥίζα δὲ μικρά, λεπτή.

   δύναμιν δὲ ἔχει εὔθετον τὸ ἄνθος καὶ ὁ καρπὸς πρὸς ἕλκη καὶ φύματα καὶ φαγέδαιναν λεῖα σὺν μέλιτι ἐπιτιθέμενα, καὶ πρὸς ἑρπετὰ πινόμενα σὺν οἴνῳ καὶ συναλειφόμενα ἐλαίῳ. καλοῦσί τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον, οἱ δὲ κονίλην, περὶ ἧς εἴρηται ἐν τοῖς περὶ ὀριγάνου (III 29).

[50]   πάνακες Χειρώνιον· φύεται μάλιστα ἐν τῷ Πηλίῳ ὄρει. φύλλα δὲ ἔχει ἀμαράκῳ ἐμφερῆ, ἄνθη χρυσοειδῆ, ῥίζαν λεπτὴν καὶ οὐ βαθεῖαν, γευομένῳ δὲ δριμεῖαν.

   δύναμιν δὲ ἔχει ἡ ῥίζα πρὸς ἑρπετὰ πινομένη· καὶ ἡ κόμη δὲ ἐπιπλασσομένη πρὸς τὰ αὐτὰ ποιεῖ.

[51]   λιγυστικόν· φύεται μὲν πλεῖστον ἐν Λιγυρίᾳ, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχηκεν, ἐν τῷ καλουμένῳ Ἀπεννίνῳ· ὄρος δέ ἐστιν ὁμοροῦν ταῖς Ἄλπεσι. πάνακες δὲ αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως, ἐπεὶ ἡ ῥίζα [καὶ ὁ καυλὸς] ἔοικε τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος καὶ ἡ δύναμις ὁμοία καθέστηκε. φύεται δὲ ἐν τοῖς ὑψηλοτάτοις καὶ τραχυτέροις καὶ συσκίοις ὄρεσι, μάλιστα [2] δὲ παρὰ τοῖς ῥύαξι. καυλίον δὲ φέρει λεπτόν, ὅμοιον ἀνήθῳ, γεγονατωμένον, περὶ ὃ τὰ φύλλα ἐοικότα τοῖς τοῦ μελιλώτου, τρυφερώτερα δὲ καὶ εὐώδη, ἰσχνότερα δὲ τὰ πρὸς ἄκρῳ τῷ καυλῷ καὶ μᾶλλον ἐπεσχισμένα· ἐπ' ἄκρου δὲ σκιάδιον, ἐφ' οὗ καὶ τὸ σπέρμα μέλαν, ναστόν, ὑπόμηκες, πρὸς τὸ τοῦ μαράθου, γευσαμένῳ δὲ δριμὺ καὶ ἀρωματίζον, ῥίζα λευκή, ὁμοία τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος, εὐώδης.

   δύναμις δὲ τοῦ σπέρματος καὶ τῆς ῥίζης θερμαντική, πεπτική, ἁρμόζουσα πρὸς τὰ ἐντὸς ἀλγήματα καὶ οἰδήματα καὶ ἐμπνευματώσεις καὶ μάλιστα τὰς περὶ στόμαχον καὶ θηρίων [3] πληγάς. ἄγει δὲ καὶ οὖρα καὶ ἔμμηνα πινομένη· καὶ ἡ ῥίζα δὲ προστιθεμένη τὸ αὐτὸ ποιεῖ. μείγνυται δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα χρησίμως ταῖς ὀξυπόροις καὶ πεπτικαῖς δυνάμεσιν· ἱκανῶς δέ ἐστιν εὔστομον, ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶνται οἱ ἐπιχώριοι, μίσγοντες τοῖς προσοψήμασι. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ, ὃ διακρίνεις τῇ γεύσει· πικρὸν γάρ ἐστιν. ἔνιοι δὲ καὶ μαράθου ἢ σεσέλεως σπέρμα μίσγοντες δολοῦσιν.

[52]

[1]    σταφυλῖνος ἄγριος· οἱ δὲ κέρας καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια γιγγιδίῳ, πλατύτερα δὲ καὶ ὑπόπικρα, καυλὸν δὲ ὄρθιον, τραχύν, σκιάδιον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφ' οὗ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι πορφυροειδὲς οἱονεὶ κροκύδιον· ῥίζα δὲ δακτύλου πάχος, σπιθαμιαία, εὐώδης, ἐδωδίμη ἑφθή.

[2]    τούτου ὁ καρπὸς ποθεὶς ἢ καὶ προστεθεὶς ἔμμηνα κινεῖ, ἁρμόζει καὶ δυσουροῦσι καὶ ὑδρωπικοῖς καὶ πλευριτικοῖς ἐν ποτήματι καὶ πρὸς θηρίων δὲ δήγματα καὶ πληγάς· τοὺς δὲ προλαβόντας φασὶ μὴ ἀδικεῖσθαι ὑπὸ τῶν ἑρπετῶν· συνεργεῖ δὲ καὶ συλλήψει. ἡ δὲ ῥίζα καὶ αὐτὴ οὐρητικὴ οὖσα συνουσίαν τε παρορμᾷ καὶ ἔμβρυα ἐκβάλλει προστιθεμένη. τὰ δὲ φύλλα λεῖα μετὰ μέλιτος ἐπιτιθέμενα τὰ φαγεδαινικὰ ἕλκη ἀνακαθαίρει.

   ὁ δὲ κηπευτὸς σταφυλῖνος ἐδωδιμώτερος ὢν ἁρμόζει πρὸς τὰ αὐτά, καταδεέστερον ἐνεργῶν.

[53]

[1]    σέσελι· τὸ μὲν Μασσαλιωτικὸν φύλλα ἔχει μαράθῳ ἐοικότα, παχύτερα δὲ καὶ τὸν καυλὸν εὐερνέστερον ἔχει, σκιάδιον δὲ ἀνήθῳ ὅμοιον, ἐφ' οὗ ὁ καρπὸς ὑπομήκης, γεγωνιωμένος, δριμύς, βιβρωσκόμενος ἡδέως, ῥίζα μακρά, εὐώδης.

   δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα θερμαντικήν. πινόμενα δὲ στραγγουρίαν ἰᾶται καὶ ὀρθόπνοιαν· ὠφελεῖ δὲ καὶ ὑστερικὰς πνίγας καὶ ἐπιλημπτικούς, ἔμμηνά τε ἄγει καὶ ἔμβρυα καὶ πρὸς τὰ ἐντὸς πάντα ποιεῖ καὶ βῆχας ἰᾶται παλαιάς, πινόμενός τε μετὰ οἴνου ὁ καρπὸς πεπτικός ἐστι καὶ στρόφων λυτικὸς ἠπιάλοις τε χρήσιμος καὶ πρὸς τοὺς ἐν ὁδοῖς κρυμοὺς σὺν πεπέρει καὶ οἴνῳ πίνεται· δίδοται δὲ καὶ αἰξὶ καὶ τοῖς λοιποῖς κτήνεσι ποτὸν πρὸς εὐτοκίαν.

[2]    τὸ δὲ Αἰθιοπικὸν λεγόμενον σέσελι φύλλα μὲν ἔχει ὡς κισσοῦ, ἐλάσσονα δὲ καὶ ἐπιμήκη πρὸς τὰ τοῦ περικλυμένου· θάμνος δὲ μέγας κλήμασιν ὡς διπήχεσιν, ἐφ' οὗ κλάδοι σπιθαμιαῖοι, κεφάλια δὲ ὡς ἀνήθου, σπέρμα δὲ μέλαν, πυκνὸν ὡς πυρός, δριμύτερον δὲ καὶ εὐωδέστερον τοῦ Μασσαλιωτικοῦ, ἡδὺ ἰσχυρῶς· δύναται δὲ τὰ αὐτά.

[3]    τὸ δὲ ἐν Πελοποννήσῳ γινόμενον φύλλα ἔχει κωνείῳ παραπλήσια, τραχύτερα δὲ καὶ παχύτερα, καυλὸν μείζονα τοῦ Μασσαλιωτικοῦ, ναρθηκοειδῆ, ἐπ' ἄκρου δὲ σκιάδιον πλατύ· ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ σαρκωδέστερος καὶ εὐωδέστερος. δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται δὲ ἐν τραχέσι τόποις καὶ ἐφύδροις καὶ γεωλόφοις· γεννᾶται δὲ καὶ ἐν τῇ Ἴδῃ.

[54]

[1]    τόρδιλον· ἔνιοι δὲ καὶ τοῦτο σέσελι Κρητικὸν καλοῦσι. φύεται ἐν τῷ κατὰ Κιλικίαν Ἀμανῷ. ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπιδισκίοις, ὑπόδριμυ, ἀρωματίζον, πινόμενον πρὸς δυσουρίαν καὶ ἐμμήνων ἀγωγήν. ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἔτι χλωροῦ ὄντος ὅσον τριώβολον ποθεὶς σὺν γλυκεῖ ἡμέρας δέκα νεφριτικοὺς ὑγιάζει. ἡ δὲ ῥίζα πρακτική, ἀνάγουσα καὶ τὰ ἐκ θώρακος ἐκλειχομένη μετὰ μέλιτος.

[55]   σίνων· σπερμάτιόν ἐστιν ἐν Συρίᾳ γεννώμενον, παρεοικὸς σελίνῳ, ἐπίμηκες, μέλαν, πυρωτικόν, πινόμενον πρὸς σπλῆνας καὶ δυσουρίας καὶ ἐμμήνων ἐποχήν. χρῶνται δὲ αὐτῷ οἱ ἐπιχώριοι ἀρτύματι μετὰ κολοκύνθης ἑφθῆς σὺν ὄξει λαμβάνοντες.

[56]

   ἄνησσον· τὴν μὲν καθόλου δύναμιν ἔχει θερμαντικήν, ξηραντικήν, εὔπνουν, ἀνώδυνον, διαφορητικήν, οὐρητικήν, ἱδρωτικήν, διαλυτικήν, ἄδιψον πινόμενον. ἁρμόζει δὲ πρός τε τὰ ἰοβόλα τῶν ζῴων καὶ πρὸς ἐμπνευματώσεις, κοιλίαν τε ἵστησι καὶ λευκὸν ῥοῦν καὶ γάλα κατασπᾷ καὶ συνουσίαν παρορμᾷ. ὑποθυμιώμενον δὲ ταῖς ῥισὶ κεφαλαλγίαν παύει· καὶ τὰς ῥήξεις δὲ τῶν ὤτων σὺν ῥοδίνῳ λεῖον ἐνσταζόμενον ἰᾶται. ἔστι δὲ αὐτοῦ κρεῖσσον τὸ νέον καὶ ἁδρὸν καὶ μὴ πιτυρῶδες, εὔτονον τῇ ὀσμῇ. πρωτεύει δὲ τὸ Κρητικόν, ἕπεται δὲ τὸ Αἰγύπτιον.

[57]   καρώ· σπερμάτιόν ἐστι γνώριμον, οὐρητικόν, εὔστομον, θερμαντικόν, εὐστόμαχον, πεπτικόν, μειγνύμενον ταῖς ἀντιδότοις καὶ ὀξυπόροις χρησίμως, ἀναλογοῦν ἀνήσσῳ. ἡ δὲ ῥίζα ἑφθὴ ἐδώδιμος ὥσπερ σταφυλῖνος.

[58]   ἀνήθου ξηροῦ τῆς κόμης καὶ τοῦ καρποῦ τὸ ἀφέψημα πινόμενον γάλα κατασπᾷ, στρόφους τε καὶ ἐμπνευματώσεις παύει, κοιλίαν τε καὶ τοὺς ἐπιπολαίους ἐμέτους ἵστησιν, οὖρά τε κινεῖ καὶ λυγμοὺς παρηγορεῖ, ἀμβλύνει τε τὰς ὄψεις καὶ γονὴν σβέννυσι συνεχῶς πινόμενον. χρήσιμον δὲ τὸ ἀφέψημα αὐτοῦ καὶ γυναιξὶν ὑστερικαῖς εἰς ἐγκάθισμα· τὸ δὲ σπέρμα καὲν καὶ καταπλασθὲν κονδυλώματα αἴρει.

[59]   κύμινον τὸ ἥμερον· εὐστόμαχον, καὶ τούτου μᾶλλον τὸ Αἰθιοπικόν, ὅπερ Ἱπποκράτης (V 490 L) βασιλικὸν ἐκάλεσεν. δευτερεύει δὲ τὸ Αἰγύπτιον, εἶτα τὸ λοιπόν. φύεται δὲ ἐν Γαλατίᾳ καὶ Σπανίᾳ καὶ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πλείστοις τόποις.

   δύναμιν δὲ ἔχει θερμαντικήν, ξηραντικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς στρόφους καὶ ἐμπνευματώσεις ἐγκλυζόμενον ἑφθὸν [2] σὺν ἐλαίῳ καὶ καταπλασσόμενον σὺν ὠμῇ λύσει. δίδοται δὲ καὶ ὀρθοπνοϊκοῖς σὺν ὀξυκράτῳ, θηριοδήκτοις δὲ σὺν οἴνῳ, διδύμων τε φλεγμοναῖς ἀρήγει σὺν σταφίδι καὶ ἀλεύρῳ ἐρεγμίνῳ ἢ κηρωτῇ ἐπιτεθέν· ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας σὺν ὄξει λεῖον προσενεχθέν· τρέπει δὲ καὶ χρῶτα ἐπὶ τὸ ὠχρότερον πινόμενόν τε καὶ ἐγχριόμενον.

[60]

[1]    κύμινον ἄγριον· φύεται μὲν πλεῖστον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλίον σπιθαμιαῖον, λεπτὸν ἔχον, φυλλάρια τέσσαρα ἢ πέντε λεπτά, οἱονεὶ πεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδιον· κεφάλια δὲ ἐπ' ἄκρου πέντε ἢ ἓξ στρογγύλα, μαλακὰ ἔχει, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δὲ δριμύτερος τοῦ ἡμέρου· φύεται ἐν γεωλόφοις.

[2]    πίνεται δὲ τὸ σπέρμα πρὸς στρόφους καὶ ἐμπνευματώσεις σὺν ὕδατι, σὺν ὄξει δὲ λυγμοὺς παύει, πρὸς δὲ τὰ ἰοβόλα καὶ πλάδον στομάχου σὺν οἴνῳ· αἴρει δὲ καὶ ὑπώπια ‹δια›μασηθὲν καὶ καταπλασθὲν σὺν μέλιτι καὶ σταφίδι, φλεγμονάς τε διδύμων ἰᾶται μετὰ τῶν αὐτῶν καταπλασσόμενον.

[61]

[1]    ἔστι δὲ καὶ ἕτερον γένος ἀγρίου κυμίνου, ἐμφερὲς τῷ ἡμέρῳ· ἐξ ἑκάστου δὲ ἄνθους ἀφίησι κεράτια μετέωρα, ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ.

   τοῦτο πινόμενον πρὸς ἑρπετοδήκτους ἄριστον ἀλέξημα· βοηθεῖ καὶ στραγγουριῶσι καὶ λιθιῶσι καὶ αἵματος θρόμβους οὐροῦσιν· ἐπιπινέτωσαν δὲ σελίνου σπέρμα.

[62]   ἄμι· ἔνιοι καὶ τοῦτο Αἰθιοπικόν, οἱ δὲ βασιλικὸν κύμινον καλοῦσιν, ἔνιοι δὲ ἑτέρας φύσεως τὸ Αἰθιοπικὸν κύμινον ἔλεξαν εἶναι καὶ ἑτέρας τὸ ἄμι. γνώριμον δὲ τὸ σπερμάτιον, μικρότερον πολλῷ τοῦ κυμίνου, ὀριγανίζον τῇ γεύσει. ἐκλέγου δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες.

   δύναμιν ἔχει καὶ τοῦτο θερμαντικήν, πυρωτικήν, ξηραντικήν, ποιοῦσαν πρὸς στρόφους, δυσουρίας, θηριοδήκτους πινόμενον [2] σὺν οἴνῳ. ἄγει δὲ καὶ ἔμμηνα· μείγνυται καὶ τοῖς διὰ κανθαρίδος ἐκδορίοις πρὸς τὸ ἀντιπάσχειν ταῖς ἐπιγινομέναις δυσουρίαις, καὶ ὑπώπια καταπλασθὲν σὺν μέλιτι αἴρει· τρέπει δὲ καὶ χρόαν πινόμενον καὶ συγχριόμενον ἐπὶ τὸ χλωρότερον· μετὰ δὲ σταφίδος ἢ ῥητίνης ὑποθυμιώμενον ὑστέραν ἀποκαθαίρει.

[63]

[1]

   κόριον· ψυκτικὴν ἔχει δύναμιν, ὅθεν καταπλασσόμενον μετὰ ἄρτου ἢ ἀλφίτου ἐρυσιπέλατα καὶ ἕρπητας ἰᾶται, σὺν μέλιτι δὲ καὶ σταφίδι ἐπινυκτίδας καὶ διδύμων φλεγμονὰς καὶ ἄνθρακας θεραπεύει, μετὰ ἐρεγμοῦ δὲ χοιράδας καὶ φύματα διαλύει. τὸ δὲ σπέρμα ὀλίγον μὲν μετὰ γλυκέος ποθὲν ἕλμινθας ἐκβάλλει καὶ σπέρματός ἐστι γεννητικόν, πλεῖον δὲ λημφθὲν κινεῖ τὴν διάνοιαν ἐπικινδύνως, ὅθεν δεῖ φυλάσσεσθαι τὴν πλείονα καὶ συνεχῆ πόσιν αὐτοῦ. ὁ δὲ χυλὸς σὺν ψιμυθίῳ ἢ λιθαργύρῳ καὶ ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ τὰς κατὰ τὴν ἐπιφάνειαν φλεγμονὰς τὰς πυρώδεις.

[64]   σέλινον κηπαῖον· ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κόριον καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς μετ' ἄρτου ἢ πάλης ἀλφίτου καταπλασσόμενον καὶ καῦσον στομάχου παρηγορεῖ μαστούς τε χονδριῶντας ἀνίησι, κινεῖ τε οὖρα ὠμόν τε καὶ ἑφθὸν βρωθέν· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ καὶ τῶν ῥιζῶν πινόμενον ἀντιπάσχει θανασίμοις φαρμάκοις καὶ ἐμέτους κινεῖ κοιλίαν τε [2] ἐπέχει. τὸ δὲ σπέρμα ἐστὶν οὐρητικώτερον, βοηθοῦν καὶ θηριοδήκτοις καὶ τοῖς λιθάργυρον πεπωκόσι πνευμάτων τέ ἐστι διαλυτικόν· μείγνυται δὲ καὶ ἀνωδύνοις καὶ θηριακαῖς καὶ βηχικαῖς χρησίμως.    καὶ τὸ ἑλεοσέλινον δὲ τὸ γεννώμενον ἐν τοῖς ἐφύδροις τόποις, μεῖζον ὂν τοῦ ἡμέρου σελίνου, τὰ αὐτὰ δύναται, ὅσαπερ καὶ τὸ κηπευτόν.

[65]

[1]    ὀρεοσέλινον· καυλός ἐστι σπιθαμιαῖος ἐκ ῥίζης λεπτῆς, περὶ δὲ αὐτὸν κλωνάρια καὶ κεφάλια κωνείῳ παρεμφερῆ, λεπτότερα δὲ ἱκανῶς, ἐφ' ὧν ὁ καρπὸς ἐπιμήκης, δριμύς, εὐώδης, ἐοικὼς κυμίνῳ. φύεται δὲ ἐν πέτραις καὶ ὀρεινοῖς τόποις.

   δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα οὐρητικὴν ποθέντα ἐν οἴνῳ· ἄγει δὲ καὶ ἔμμηνα· μείγνυται δὲ καὶ ἀντιδότοις καὶ ταῖς θερμαντικαῖς δυνάμεσιν. οὐ δεῖ δὲ πλανᾶσθαι νομίζοντας τὸ ὀρεοσέλινον ἐν πέτραις φυόμενον πετροσέλινον.

[66]   πετροσέλινον· φύεται ἐν Μακεδονίᾳ ἐν ἀποκρήμνοις τόποις. σπέρμα δὲ ἐοικὸς ἄμει, εὐωδέστερον δὲ καὶ δριμύτερον καὶ ἀρωματίζον, οὐρητικόν, ἐμμήνων ἀγωγόν, ἁρμόζον καὶ πρὸς στομάχου καὶ κόλου ἐμπνευματώσεις καὶ στρόφους, πρός τε πλευρᾶς πόνους καὶ νεφρῶν καὶ κύστεως ἐν ποτῷ λαμβανόμενον· μείγνυται δὲ καὶ οὐρητικαῖς καὶ ἀντιδότοις.

[67]   ἱπποσέλινον· οἱ δὲ ἀγρίολον, οἱ δὲ ἀγριοσέλινον, οἱ δὲ σμύρνιον καλοῦσι, Ῥωμαῖοι δὲ ὀλέσαθρον, ἑτέρου τοῦ κυρίως λεγομένου σμυρνίου ὑπάρχοντος, ὡς αὐτίκα ἱστορήσομεν. ἔστι δὲ μεῖζον καὶ λευκότερον τοῦ κηπευτοῦ σελίνου, καυλὸς δὲ κοῖλος, ὑψηλός, τρυφερός, οἱονεὶ γραμμὰς ἔχων, φύλλα πλατύτερα, ὑποφοινισσόμενα, ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἄνθους, κατὰ κορύμβους πρὶν ἐξανθῆσαι συνεστῶσα· σπέρμα δὲ μέλαν, ἐπίμηκες, ναστόν, δριμύ, ἀρωματίζον, ῥίζα λευκή, [2] εὐώδης, εὔστομος, οὐ παχεῖα. φύεται ἐν συσκίοις ‹τόποις› καὶ παρ' ἕλεσι. λαχανεύεται δὲ ὥσπερ τὸ σέλινον· καὶ ἡ ῥίζα δὲ ἑφθή τε καὶ ὠμὴ ἐσθίεται τά τε φύλλα καὶ οἱ καυλοὶ ἑφθά, καθ' ἑαυτά τε καὶ μετὰ ἰχθύων σκευάζεται· καὶ ὠμὰ δὲ ταριχεύεται εἰς ἁλμαίας.

   δύναμιν δὲ ἔχει ὁ καρπὸς πινόμενος ἐν οἰνομέλιτι ἐμμήνων ἀγωγόν, θερμαίνει τε τοὺς ῥιγοῦντας πινόμενος καὶ συγχριόμενος στραγγουρίαις τε βοηθεῖ· καὶ ἡ ῥίζα δὲ τὰ αὐτὰ ποιεῖ.

[68]

[1]    σμύρνιον, ὅπερ ἐν Κιλικίᾳ πετροσέλινον καλοῦσι, γεννώμενον πλεῖστον ἐν τῷ λεγομένῳ Ἀμανῷ ὄρει. καὶ τοῦτο καυλὸν μὲν ἔχει ὅμοιον σελίνῳ, παραφυάδας ἔχοντα πολλάς, φύλλα δὲ πλατύτερα ‑ τὰ δὲ πρὸς τὴν γῆν καὶ ὑποπερικλᾶται ‑ ὑπολίπαρα καὶ ῥωμαλέα καὶ εὐώδη σὺν δριμύτητι, φαρμακώδη τε καὶ ὑπομηλίζοντα τῇ χρόᾳ· σκιάδιον δὲ ἐπὶ τῷ καυλῷ ἀνηθοειδές, σπέρμα στρογγύλον, ὅμοιον τῷ τῆς κράμβης, μέλαν, δριμὺ γευομένῳ, ‹ὄζον› σμύρνης, ἓν ἀνθ' ἑνὸς ποιοῦν· ἡ δὲ ῥίζα δριμεῖα, εὐώδης, ἁπαλή, πολύχυλος, δάκνουσα τὴν φάρυγγα, φλοιὸν ἔχουσα ἔξωθεν μὲν μέλανα, ἔνδοθεν δὲ χλωρὸν ἢ ὑπόλευκον. φύεται δὲ ἐν πετρώδεσι τόποις καὶ γεωλόφοις.

[2]    δύναμιν δὲ ἔχει ἡ ῥίζα καὶ ἡ πόα καὶ ὁ καρπὸς θερμαντικήν· λαχανεύεται δὲ καὶ εἰς τὰς ἁλμαίας τὰ φύλλα κοιλίαν τε ἵστησιν. ἡ δὲ ῥίζα πινομένη ἁρμόζει ἑρπετοδήκτοις· πραΰνει δὲ καὶ βῆχας καὶ ὀρθοπνοίας καὶ δυσουρίας ἰᾶται· καταπλασσομένη δὲ τὰ πρόσφατα οἰδήματα καὶ φλεγμονὰς καὶ σκληρίας διαφορεῖ τραύματά τε ἄχρι ἀπουλώσεως ἄγει, ξυσθεῖσα δὲ καὶ προστεθεῖσα ἐξαμβλώσκει. καὶ τὸ σπέρμα δὲ αὐτοῦ πρὸς νεφροὺς καὶ σπλῆνα καὶ κύστιν ἁρμόζει· ἄγει δὲ καὶ δεύτερα καὶ ἔμμηνα, πρός τε ἰσχιάδας μετ' οἴνου πινόμενον ἁρμόζει καὶ στομάχου ἐμπνευματώσεις πραΰνει. ἔστι δὲ καὶ ἱδρωτοποιόν, ἐρευκτικόν, πινόμενον ἰδίως πρὸς ὕδρωπας καὶ περιόδους.

[69]

[1]    ἐλαφοβόσκον· καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδια ἐχούσας ὅμοια ἀνήθῳ, ἄνθη ὑπομήλινα, καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές· ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος, πάχος δακτύλου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν.

   ταύτην φασὶ τὴν πόαν νεμηθείσας τὰς ἐλάφους ἀντέχειν τοῖς τῶν ἑρπετῶν δήγμασιν· ὅθεν καὶ τὸ σπέρμα δίδοται τοῖς ἑρπετοδήκτοις σὺν οἴνῳ.

[70]   μάραθον· τούτου ἐσθιομένη ἡ πόα δύναται γάλα κατασπᾶν, καὶ τὸ σπέρμα δὲ πινόμενον ἢ συνεψόμενον πτισάνῃ. τὸ δὲ ἀφέψημα τῆς κόμης ποθὲν νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν ‹πάθεσιν› ἁρμόζει διουρητικὸν ὑπάρχον, ἑρπετοδήκτοις δὲ δίδοται σὺν οἴνῳ καὶ καταμήνια ἄγει, ἐν πυρετοῖς τε ναυσίαν καὶ καῦσον στομάχου παραιτεῖται μετὰ ψυχροῦ ὕδατος πινόμενον. αἱ δὲ ῥίζαι λεῖαι σὺν μέλιτι καταπλασθεῖσαι κυνοδήκτους [2] θεραπεύουσιν. ὁ δὲ χυλὸς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων ἐν ἡλίῳ ξηρανθεὶς εἰς τὰ ὀφθαλμικά, ὅσα πρὸς ὀξυδερκίαν, σκευάζεται χρησίμως· χυλίζεται δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα χλωρὸν ἔτι ‹ὂν› σὺν τοῖς φύλλοις καὶ τοῖς ἀκρεμόσι καὶ ἡ ῥίζα κατὰ τὴν πρώτην ἐκβλάστησιν. ἐν δὲ τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ καὶ ὀπὸν ἀνίησιν ὅμοιον κόμμει, ἀποθεριζόντων ἐν τῇ ἀνθήσει μέσον τὸν καυλὸν τῶν ἐπιχωρίων καὶ πυρὶ παρατιθέντων, ἵνα ὑπὸ τῆς θερμασίας οἷον ἀφιδρῶσαν ἐξιπώσῃ τὸ κόμμι· ἔστι δὲ ἐνεργέστερον τοῦ χυλοῦ πρὸς τὰ ὀφθαλμικὰ τοῦτο.

[71]

[1]    ἱππομάραθον· μάραθόν ἐστιν ἄγριον μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυϊ ὅμοιον, ῥίζα δὲ ὕπεστιν εὐώδης, ἥτις πινομένη στραγγουρίαν ἰᾶται ‹καὶ› ἔμμηνα ἄγει προστιθεμένη. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα κοιλίαν ἵστησι πινόμενα, θηριοδήκτοις τε βοηθεῖ καὶ λίθους θρύπτει καὶ ἴκτερον ἀποκαθαίρει. τῶν δὲ φύλλων τὸ ἀφέψημα πινόμενον γάλα ἄγει καὶ τὰς ἐκ τοκετῶν γυναῖκας ἀποκαθαίρει.

   καλεῖται καὶ ἕτερον ἱππομάραθον, φύλλα ἔχον μικρά, στενά, προμήκη, καρπὸν δὲ στρογγύλον πρὸς τὸν τοῦ κορίου, δριμύν, εὐώδη, θερμαντικόν. ἀναλογεῖ δὲ αὐτοῦ ἡ δύναμις τῷ προειρημένῳ, ἀσθενέστερον ἐνεργοῦσα.

[72]   δαῦκος· ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπιθαμιαῖον, σκιάδιον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τούτοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ μῆκος σπιθαμῆς. γεννᾶται δὲ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δριμὺς [2] καὶ πυρώδης γευομένῳ· διαφέρει δὲ ὁ Κρητικός. τὸ δὲ τρίτον εἶδος κορίῳ τὰ φύλλα ἔοικε καὶ τὰ ἄνθη λευκά· κεφαλὴν δὲ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ, σκιάδιον δὲ σταφυλίνῳ ἐοικός, σπέρματος ἐπιμήκους πλῆρες ὡς κυμίνου, δριμέος.

   πάντων δέ ἐστι τὸ σπέρμα θερμαντικόν· πινόμενον ‹δὲ› ἐμμήνων καὶ ἐμβρύων καὶ οὔρων ἀγωγὸν καὶ στρόφων ἀπαλλακτικὸν βηχῶν τε χρονίων πραϋντικόν· ἀρήγει δὲ καὶ φαλαγγιοδήκτοις σὺν οἴνῳ ποθέν, διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθέν. ἡ δὲ χρῆσις τῶν μὲν ἄλλων τοῦ σπέρματος, τοῦ δὲ Κρητικοῦ καὶ τῆς ῥίζης, ἥτις μάλιστα πρὸς θηρία πίνεται μετ' οἴνου.

[73]

[1]    πύρεθρος· πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκος ἄγριος ἢ μάραθον· σκιάδιον δὲ ὡς ἀνήθου τροχοειδές· ῥίζα δὲ δακτύλου μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη, φλέγματος ἐπισπαστική· διὸ καὶ ὀδονταλγίαις βοηθεῖ μετ' ὄξους ἑψηθεῖσα καὶ διακλυζομένη· ἄγει δὲ καὶ φλέγμα διαμασηθεῖσα, συγχριομένη δὲ μετ' ἐλαίου ἱδρῶτας κινεῖ, ποιοῦσα πρὸς τὰ χρόνια ῥίγη· καὶ πρὸς ἐψυγμένα δὲ ἢ παρειμένα μέρη τοῦ σώματος ἄκρως ἁρμόζει.

[74]   λιβανωτίς· δισσή· ἡ μέν τις κάρπιμος, ὑπ' ἐνίων δὲ ζέα ἢ καμψάνεμα καλουμένη, ἧς ὁ καρπὸς κάχρυ καλεῖται. φύλλα δὲ ἔχει μαράθῳ ὅμοια, πλατύτερα δὲ καὶ παχύτερα, τροχοειδῶς ἐπὶ γῆς ἐστρωμένα, εὐώδη· καυλὸν δὲ ὅσον πήχεως ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπ' ἄκρῳ σκιάδια, ἐφ' ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς σφονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμασᾶσθαι ἐπικαίων [2] τὴν γεῦσιν· ῥίζα δὲ λευκή, εὐμεγέθης, ὄζουσα λιβάνου. ἡ δὲ ἑτέρα κατὰ πάντα ἐοικυῖα τῇ πρὸ αὐτῆς σπέρμα φέρει πλατύ, μέλαν ὡς σφονδύλιον, εὐῶδες, οὐ πυρωτικόν, ῥίζαν ἐκ μὲν τῶν ἐκτὸς μέλαιναν, θραυσθεῖσαν δὲ λευκήν. ἡ δὲ λεγομένη ἄκαρπος, κατὰ πάντα ὁμοία οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα· φύεται δὲ ἐν πετρώδεσι καὶ τραχέσι τόποις.

   πασῶν δὲ κοινῶς ἡ πόα καταπλασθεῖσα λεία αἱμορροΐδας στέλλει, φλεγμονάς τε τὰς κατὰ δακτύλιον πραΰνει καὶ κονδυλώματα καὶ χοιράδας καὶ τὰ δύσπεπτα τῶν ἀποστημάτων συμπέσσει.

[3] αἱ δὲ ῥίζαι ξηραὶ σὺν μέλιτι ἕλκη ἀνακαθαίρουσι καὶ στρόφους ἰῶνται καὶ θηριοδήκτοις ἁρμόζουσι σὺν οἴνῳ πινόμεναι, ἔμμηνά τε ἄγουσι καὶ οὖρα· διαφοροῦσι δὲ καὶ οἰδήματα παλαιὰ καταπλασσόμεναι. ὁ δὲ χυλὸς τῆς ῥίζης καὶ τῆς πόας ὀξυδερκὴς μειγνύμενος μέλιτι καὶ ἐγχριόμενος. ὁ δὲ καρπὸς πινόμενος τὰ αὐτὰ ποιεῖ, βοηθεῖ καὶ ἐπιλημψίαις καὶ ταῖς ἐν θώρακι παλαιαῖς διαθέσεσιν, ἰκτερικοῖς τε μετὰ πεπέρεως καὶ οἴνου διδόμενος. ἔστι δὲ καὶ ἱδρωτικὸς σὺν ἐλαίῳ ἀλειφόμενος, ἁρμόζει καὶ σπάσμασι καὶ ῥήγμασι, ποδάγραις τε καταπλασσόμενος λεῖος σὺν αἰρίνῳ ἀλεύρῳ καὶ ὄξει, ἀλφούς τε σμήχει [4] μειγνύμενος ὄξει δριμυτάτῳ. τῷ δὲ σπέρματι εἰς τὰ ποτήματα χρῆσθαι δεῖ τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας. Θεόφραστος δὲ ἱστορεῖ (h. pl. IX 11, 11) μετὰ τῆς ἐρείκης λιβανωτίδα θρίδακι ἀγρίᾳ τῇ πικρᾷ ὅμοια φύλλα ἔχουσαν, ῥίζαν δὲ βραχεῖαν φύεσθαι, καθαίρειν δὲ ἄνω καὶ κάτω τὴν ῥίζαν ποθεῖσαν, λευκότερα μέντοι καὶ τραχύτερα τὰ φύλλα τῶν τῆς θρίδακος. τὸ μέντοι κάχρυ δύναμιν ἔχει θερμαντικήν, ἀναξηραντικὴν σφόδρα· ὅθεν ἁρμόζει σμήγμασι μειγνύμενον πρὸς ῥευματιζομένους ὀφθαλμοὺς ἐπὶ τῆς κεφαλῆς ἐμπλασσόμενον καὶ ἀποσμώμενον μετὰ ἡμέρας τρεῖς.

[75]

[1]    λιβανωτίς, ἣν Ῥωμαῖοι ῥουσμαρῖνον καλοῦσιν, ᾗ καὶ οἱ στεφανοπλόκοι χρῶνται· ῥάβδοι εἰσὶ λεπταί, περὶ ἃς τὰ φύλλα λεπτά, πυκνά, ἐπιμήκη [καὶ], ἰσχνά, ἔνδοθεν λευκά, ἐκ δὲ τῶν ἐκτὸς χλωρά, βαρύοσμα.

   δύναμιν δὲ ἔχει θερμαντικήν, ἰκτέρου ἰατικήν, ἐάν τις αὐτὴν ἑψήσας ἐν ὕδατι δῷ πρὸ τῶν γυμνασίων πιεῖν, εἶτα γυμνάζων λούῃ καὶ οἴνῳ ποτίζῃ· μείγνυται δὲ καὶ ἀκόποις καὶ τῷ γλευκίνῳ χρίσματι.

[76]   σφονδύλιον· φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πανάκους, καυλοὺς δὲ πηχυαίους ἢ καὶ μείζονας, ἐοικότας μαράθῳ, σπέρμα δὲ ἐπ' ἄκρῳ ὅμοιον σεσέλει, διπλοῦν, πλατύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βαρύοσμον, ἄνθη λευκά, ῥίζαν λευκήν, ὁμοίαν ῥαφάνῳ· φύεται δὲ ἐν ἑλώδεσι καὶ ἐφύδροις χωρίοις.

   ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐκκρίνει κατὰ κοιλίαν φλεγματῶδες· [2] ἰᾶται δὲ πινόμενος ἡπατικούς, ἰκτερικούς, ὀρθοπνοϊκούς, ἐπιλημπτικούς, ὑστερικὴν πνίγα, ὑποθυμιώμενος δὲ ἀνακαλεῖται τοὺς καταφερομένους, σὺν ἐλαίῳ δὲ ἐμβρεχομένης τῆς κεφαλῆς ἁρμόζει φρενιτικοῖς, ληθαργικοῖς, κεφαλαλγίαις· ἐπέχει δὲ καὶ ἕρπητας σὺν πηγάνῳ καταπλασθείς. δίδοται δὲ καὶ ἡ ῥίζα ἰκτεριώδεσι καὶ ἡπατικοῖς, περιξυσθεῖσα δὲ καὶ ἐντεθεῖσα περιτήκει τύλους τοὺς ἐν ταῖς σύριγξι. τοῦ δὲ ἄνθους χλωροῦ ὁ χυλὸς πρὸς εἱλκωμένα ὦτα καὶ πυορροοῦντα ἁρμόζει. ἀποτίθεται δὲ ἡλιαζόμενος ὡς τὰ λοιπὰ χυλίσματα.

[77]

[1]    νάρθηκος χλωροῦ ἡ ἐντεριώνη πινομένη αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς ὠφελεῖ καὶ ἐχιοδήκτοις δίδοται σὺν οἴνῳ καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας ἐπέχει λεία ἐντεθεῖσα. τὸ δὲ σπέρμα στροφουμένους πινόμενον ὠφελεῖ καὶ ἱδρῶτας κινεῖ συγχριόμενον μετ' ἐλαίου· οἱ δὲ καυλοὶ βρωθέντες κεφαλαλγεῖς εἰσι. ταριχεύεται δὲ καὶ εἰς τὰς ἁλμεύσεις.

[78]   πευκέδανον· καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον· κόμην δὲ ἔχει περὶ τὴν ῥίζαν ἱκανὴν καὶ πυκνήν, ἄνθος μήλινον, ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται δὲ ἐν ὄρεσι συσκίοις.

   ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαιρίῳ, καὶ τὸ ἀπορρέον εὐθέως ἐν σκιᾷ τίθεται· ὑπὸ γὰρ τοῦ ἡλίου ἀνίεται. ἐν δὲ τῷ συλλέγεσθαι κεφαλαλγίαν ποιεῖ καὶ σκοτώματα, ἐὰν μή τις προδιαχρίσῃ ἑαυτοῦ τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προκαταβρέξῃ· ἄχρηστος δὲ γίνεται ὀπισθεῖσα ἡ [2] ῥίζα. ὀπίζονται δὲ καὶ οἱ καυλοί, καὶ χυλίζεται ἡ ῥίζα ὡς μανδραγόρας, ἧττον δὲ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλὸς καὶ τάχιον ἐκπνεῖ. ἐνίοτε δὲ εὑρίσκεται προπεπηγὸς δάκρυον, ὅμοιον λιβανωτῷ, τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις προσπεπλασμένον. τοῦ δὲ ὀποῦ διαφέρει ὁ ἐν Σαρδονίᾳ καὶ Σαμοθρᾴκῃ γεννώμενος, βαρύοσμος, ἔγκιρρος, θερμαίνων τὴν γεῦσιν.

   ἁρμόζει δὲ σὺν ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ληθαργικοῖς, φρενιτικοῖς, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, κεφαλαλγοῦσι χρονίως, παραλυτικοῖς, ἰσχιαδικοῖς, σπωμένοις καὶ καθόλου τοῖς [3] περὶ νεῦρα πάθεσι συγχριόμενος μετ' ἐλαίου καὶ ὄξους. ἔστι δὲ καὶ ὀσφραντὸς πνιγὸς ὑστερικῆς καὶ τῶν καταφερομένων ἀνακλητικός. διώκει δὲ θηρία θυμιώμενος· ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίας ἐνσταζόμενος σὺν ῥοδίνῳ καὶ πρὸς μυλαλγίας ἐντιθέμενος βρώμασι· ποιεῖ δὲ καὶ πρὸς βῆχας μετ' ᾠοῦ λαμβανόμενος, δυσπνοίαις τε καὶ στρόφοις καὶ πνευματικαῖς διαθέσεσιν ἁρμόζει, κοιλίαν τε ἠπίως μαλάσσει καὶ σπλῆνα τήκει καὶ δυστοκίαις ἐξόχως ἀρήγει, πρός τε πόνους καὶ διατάσεις κύστεως [4] καὶ νεφρῶν πινόμενος ποιεῖ· ἀναστομοῖ δὲ καὶ ὑστέραν. χρησίμη δὲ καὶ ἡ ῥίζα πρὸς τὰ αὐτὰ ἔλασσον ἐνεργοῦσα· πίνεται δὲ αὐτῆς τὸ ἀφέψημα· καθαίρει δὲ λεία ξηρὰ τὰ ῥυπαρὰ ἕλκη καὶ λεπίδας ἀπ' ὀστέων ἀφίστησι καὶ ἀπουλοῖ τὰ παλαιά· μείγνυται δὲ καὶ κηρώμασι καὶ μαλάγμασι θερμαντικοῖς. ἐκλέγου δὲ τὴν πρόσφατον, ἄβρωτον, στερεάν, πλήρη ὀσμῆς. λύεται δὲ ὁ ὀπὸς εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἀνήθῳ ἢ ἄρτῳ θερμῷ.

[79]

[1]    μελάνθιον· θαμνίσκος ἐστὶ λεπτόκαρφος, δισπίθαμος ἢ καὶ μείζων, φύλλα ἔχων μικρὰ ὥσπερ ἠριγέροντος, λεπτότερα δὲ πολλῷ καὶ κεφάλιον [ἔχων] ἐπ' ἄκρου· λεπτόν, μικρόν, ὡς μήκωνος, ἐπίμηκες, ἔχον κατὰ τὰ ἐντὸς διαφράγματα, ἐν οἷς [καὶ] τὸ σπέρμα μέλαν, δριμύ, εὐῶδες, καταπασσόμενον εἰς ἄρτους.

   ἁρμόζει δὲ κεφαλαλγοῦσι καταπλασσομένου τοῦ μετώπου καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι ἐγχεόμενον ‹λεῖον› εἰς τὰς ῥῖνας [2] μετὰ ἰρίνου. αἴρει δὲ καὶ φακοὺς καὶ λέπρας καὶ οἰδήματα παλαιὰ καὶ σκληρίας σὺν ὄξει καταπλασθὲν καὶ ἥλους προπεριχαραχθέντας ἐκτινάσσει σὺν οὔρῳ παλαιῷ ἐπιτεθέν, ὠφελεῖ καὶ ὀδονταλγίας μετὰ δᾳδίου καὶ ὄξους ἑψηθὲν καὶ διακλυζόμενον, ἐκτινάσσει δὲ καὶ ἕλμινθας στρογγύλας καταπλασθέντος τοῦ ὀμφαλοῦ μεθ' ὕδατος. λεανθὲν δὲ καὶ ἐν ἀποδέσμῳ δεθὲν καὶ ὀσφραινόμενον τοὺς καταρροϊζομένους ὠφελεῖ, πινόμενον δὲ πλείονας ἡμέρας ἔμμηνα καὶ οὖρα καὶ γάλα ἄγει, παύει καὶ δύσπνοιαν μετὰ νίτρου ποθέν, βοηθεῖ καὶ φαλαγγιοδήκτοις ὅσον δραχμὴ μία μεθ' ὕδατος ποθεῖσα. διώκει δὲ καὶ ἑρπετὰ θυμιώμενον· φασὶ δὲ καὶ ἀναιρεῖν αὐτό, ἐάν τις πλεῖον αὐτὸ πίῃ.

[80]

[1]    σίλφιον· γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Μηδίαν τόποις καὶ Λιβύην, οὗ ὁ καυλὸς μάσπετον καλεῖται, ἐμφερὴς νάρθηκι· φύλλα δὲ ἔχει σελίνῳ ὅμοια, σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις.

   ῥίζα δὲ θερμαντική, ‹φυσώδης, ἐρευκτική, ἀναξηραντική,› δύσπεπτος, κύστεως κακωτική. ἰᾶται δὲ χοιράδας καὶ φύματα ἀναλημφθεῖσα κηρωτῇ [ἢ] καὶ ὑπώπια σὺν ἐλαίῳ καταπλασθεῖσα, σὺν ἰρίνῃ δὲ κηρωτῇ ἢ κυπρίνῃ ἰσχιαδικοῖς ἁρμόζει, τάς τε περὶ δακτύλιον ἐξοχὰς αἴρει ἐν σιδίῳ σὺν ὄξει ἑψηθεῖσα καὶ καταπλασθεῖσα, θανασίμων τέ ἐστιν ἀντιφάρμακον πινομένη, εὔστομός τέ ἐστι μειγνυμένη καὶ εἰς βάμματα καὶ ἅλας.

[2]    συλλέγεται δὲ ὁ ὀπὸς ἐγχαρασσομένης τῆς ῥίζης καὶ τοῦ καυλοῦ. διαφέρει δὲ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνίζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, μὴ πρασίζων μηδὲ ἀπηνὴς πρὸς τὴν γεῦσιν εὐχερῶς τε διειμένος ἐπὶ τὸ λευκὸν χρῶμα. ὁ μέντοι Κυρηναϊκός, κἂν ἐπ' ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδα κινεῖ καθ' ὅλον τὸ σῶμα τῇ τε ὀσμῇ ἐστι προσηνέστατος, ὥστε γευσαμένῳ μηδὲ τὸ στόμα πνεῖν, εἰ μὴ ἐπ' ὀλίγον. ὁ δὲ Μηδικὸς καὶ ὁ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμωδεστέραν [3] ἔχουσι τὴν ὀσμήν. δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ ξηρανθῆναι σαγαπηνοῦ μειγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου, ὅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν καυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δέ ἐστιν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶτα ὁ καυλός.

   ἔστι δὲ φυσώδης καὶ δριμύς, ἀλωπεκίας θεραπεύων σὺν οἴνῳ καὶ πεπέρει καὶ ὄξει καταχριόμενος, ὀξυδερκίας τε ποιητικὸς καὶ ἀρχομένης ὑποχύσεως διασκεδαστικὸς σὺν μέλιτι ἐγχριόμενος, πρὸς ὀδονταλγίας τε ἐντίθεται εἰς τὰ βρώματα καὶ [4] περιτίθεται σὺν λιβανωτῷ ἐγχρισθεὶς εἰς ὀθόνιον· καὶ διακλύζεται δὲ σὺν ὑσσώπῳ καὶ σύκοις ἀφεψημένοις ἐν ὀξυκράτῳ· καὶ ἐπὶ λυσσοδήκτων δὲ ὠφελεῖ ἐπιτιθέμενος τοῖς τραύμασι καὶ ἐπὶ τῶν ἰοβόλων ζῴων πάντων καὶ τῶν φαρμακωδῶν τοξευμάτων ἐγχριόμενος καὶ πινόμενος, ἐπὶ δὲ σκορπιοπλήκτων ἐλαίῳ διεθεὶς περιαλείφεται καὶ ἐπὶ γαγγραινουμένων προκατασχασθέντων ἐνίεται, πρός τε ἄνθρακας μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ' ἑαυτόν, ἥλους τε καὶ τύλους αἴρει προπεριχαραχθέντας συμμαλαχθεὶς κηρωτῇ ἢ σύκων ξηρῶν τῷ ἐντός. θεραπεύει καὶ λειχῆνας προσφάτους σὺν ὄξει, σαρκώματα δὲ καὶ πώλυπας μετὰ χαλκάνθου ἢ ἰοῦ διαχριόμενος ἐπὶ ἡμέρας [5] τινάς· ἐπισπῶ δὲ τὰς ἐξοχὰς σαρκολαβίδι. ἀρήγει δὲ καὶ βρόγχου χρονίαις τραχύτησι, φωνήν τε αἰφνιδίως δασυνθεῖσαν ὕδατι διεθεὶς καὶ ἐπιρροφηθεὶς αὐτίκα ἀποκαθαίρει, κιονίδας τε στέλλει σὺν μέλιτι διαχριόμενος, συναγχικοῖς τε ἀναγαργάρισμα μετὰ μελικράτου ὠφέλιμον, εὐχρουστέρους τε ποιεῖ λαμβανόμενος ἐν διαίτῃ, βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος, πλευριτικοῖς δὲ ἐν ῥοφήματι, ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ πηγάνῳ καὶ οἴνῳ ποθείς, τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν κηρῷ περιπλάσας δίδου καταπίνειν, βδέλλας τε τὰς προσισχομένας τῇ καταπόσει ἀναγαργαριζόμενος μετ' ὄξους ἀποβάλλει, καὶ τοῖς γάλα τεθρομβωμένον ἔνδον ποιοῦσι καὶ ἐπιλημπτικοῖς [6] μετ' ὀξυμέλιτος λημφθεὶς βοηθεῖ. ποθεὶς δὲ σὺν πεπέρει καὶ σμύρνῃ καταμήνια ἄγει, κοιλιακούς τε ἐν ῥαγὶ σταφυλῆς λαμβανόμενος ὠφελεῖ· μετὰ δὲ κονίας ποθεὶς ὠφελεῖ τὰ αἰφνίδια σπάσματα καὶ ῥήγματα· διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ. τὸ δὲ ὀπόφυλλον αὐτοῦ τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δὲ ἔλασσον· ἐσθίεται δὲ μετ' ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν, μάλιστα δὲ ἀποκοπεῖσιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου.

   λέγεται δὲ καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ, ῥίζα παρομοία σιλφίῳ, ἧττον δὲ παχεῖα ‹καὶ› δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.

[81]

[1]    σαγαπηνόν· ὀπός ἐστι πόας ναρθηκοειδοῦς, γεννωμένης ἐν Μηδίᾳ. διαφέρει δὲ αὐτοῦ τὸ διαυγές, ἔξωθεν μὲν κιρρόν, ἐκ δὲ τῶν ἐντὸς λευκόν, ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβάνης, δριμὺ ἐν τῇ γεύσει.

   ποιεῖ δὲ πρὸς θώρακος καὶ πλευρᾶς πόνον, ῥήγματα, σπάσματα, βῆχας χρονίους, πάχη ‹τε› τὰ ἐν πνεύμονι ἀνακαθαίρει. δίδοται δὲ καὶ ἐπιλημπτικοῖς, ὀπισθοτονικοῖς, σπληνικοῖς, παραλυτικοῖς, κατεψυγμένοις, περιοδικοῖς πυρετοῖς ἐν ποτήματι· [2] καὶ ἐν συγχρίσματι δὲ ὠφελίμως προσάγεται. ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα φθείρει μεθ' ὑδρομέλιτος πινόμενον, ἀρήγει καὶ θηριοδήκτοις μετ' οἴνου λαμβανόμενον, διεγείρει καὶ ὑστερικῶς πνιγομένας μετ' ὄξους ὀσφραινόμενον, οὐλάς τε ἀποσμήχει τὰς ἐν ὀφθαλμοῖς καὶ ἀμβλυωπίας καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ ὑποχύματα. διαλύεται δὲ ὥσπερ ὁ ὀπὸς πηγάνῳ καὶ ὕδατι ἢ πικροῖς ἀμυγδάλοις ἢ μέλιτι ἢ ἄρτῳ θερμῷ.

[82]

[1]    εὐφόρβιον· δένδρον ἐστὶ ναρθηκοειδὲς Λιβυκόν, γεννώμενον ἐν τῇ κατὰ Μαυρουσιάδα Αὐτολολίᾳ, ὀποῦ μεστὸν δριμυτάτου, ὃν δεδοικότες οἱ τῇδε ἄνθρωποι συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως· κοιλίας γοῦν προβατείας πεπλυμένας περιδήσαντες τῷ δένδρῳ μακρόθεν ἀκοντίοις διαιροῦσι τὸν καυλόν· εὐθέως δὲ ὡς ἔκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὀπὸς εἰς τὰς κοιλίας, καὶ ἀπορραίνεται δὲ εἰς τὴν γῆν ἐξακοντιζόμενος.

[2] ἔστι δὲ δύο γένη τοῦ ὀποῦ· τὸ μέν τι διαυγὲς ὡς σαρκοκόλλα, κατὰ μέγεθος ὀρόβων, τὸ δέ τι ἐν ταῖς κοιλίαις ξυσματῶδες καὶ συνεστός. δολοῦται δὲ καὶ σαρκοκόλλῃ καὶ κόμμει μειγνυμένοις· ἐκλέγου δὲ τὸν διαυγῆ καὶ δριμύν. δυσδοκίμαστος δέ ἐστι τῇ γεύσει λαμβανόμενος διὰ τὸ ἅπαξ δηχθείσης τῆς γλώσσης ἐπιμένειν τὴν πύρωσιν ἐφ' ἱκανὸν χρόνον, ὥστε πᾶν τὸ προσαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατὰ Ἰόβαν (F. H. G. III 473), τὸν βασιλέα τῆς Λιβύης, ἐπεγνώσθη.

[3]    δύναμιν δὲ ἔχει ὁ ὀπὸς διαφορητικὴν ὑποχυμάτων ἐγχριόμενος· πυροῖ μέντοι δι' ὅλης τῆς ἡμέρας, ὅθεν μέλιτι μείγνυται καὶ κολλυρίοις κατ' ἀναλογίαν τῆς δριμύτητος· ἁρμόζει καὶ ἰσχίων ἀλγήμασι μιγεὶς ἀρωματικῷ ποτήματι καὶ πινόμενος· ἀφίστησι δὲ καὶ λεπίδας αὐθημερόν· δεῖ μέντοι χρωμένους ἀσφαλίζεσθαι τὴν περικειμένην τοῖς ὀστοῖς σάρκα μοτοῖς ἢ κηρωτῇ. ἱστοροῦσι δέ τινες μηδὲν παρακολουθεῖν δυσχερὲς τοῖς ἑρπετοδήκτοις, ἐάν τις ἐγκόψας αὐτῶν ἄχρι ὀστέου τὸ δέρμα τῆς κεφαλῆς ἐνθῇ τὸν ὀπὸν λεῖον καὶ ῥάψῃ τὸ τραῦμα.

[83]

[1]    χαλβάνη· ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἔστι δὲ αὐτῆς ἀρίστη ἡ λιβανοειδής, χονδρώδης, καθαρά, λιπαρά, ἄξυλος, ἔχουσα δέ τι τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμειγμένον, ὀσμῇ βαρεῖα, οὔτ' ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολοῦσι δὲ αὐτὴν μειγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν.

   δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ πυρωτικήν, ἐπισπαστικήν, διαφορητικήν· προστιθεμένη δὲ καὶ ὑποθυμιωμένη ἔμμηνα καὶ ἔμβρυα ἄγει, φακούς τε αἴρει μετ' ὄξους καὶ νίτρου ἐπιπλασθεῖσα· καὶ πίνεται δὲ πρὸς παλαιὰν βῆχα, δύσπνοιαν, ἄσθματα, [2] ῥήγματα, σπάσματα. ἀντιπάσχει δὲ καὶ τοξικῷ σὺν οἴνῳ καὶ σμύρνῃ ποθεῖσα, ἐκβάλλει δὲ καὶ τὰ τεθνηκότα ἔμβρυα ὁμοίως λημφθεῖσα, ἐπιτίθεται δὲ καὶ πρὸς ὀδύνην πλευρᾶς καὶ δοθιῆνας, ἐπιλημπτικούς τε καὶ ὑστερικὰς καὶ σκοτωματικοὺς ὀσφραινομένη διεγείρει, θηρία τε διώκει θυμιωμένη τούς τε συγχριομένους ἀδήκτους τηρεῖ. σὺν σφονδυλίῳ δὲ καὶ ἐλαίῳ παρατεθεῖσα τὰ ἑρπετὰ κτείνει, ὀδόντος τε πόνον περιπλασθεῖσα καὶ ἐντεθεῖσα εἰς τὸ βρῶμα παύει· δοκεῖ δὲ καὶ δυσουρίαν ποιεῖν.

[3] λύεται δὲ εἰς μὲν τὰ ποτήματα πικροῖς ἀμυγδάλοις καὶ ὕδατι ἢ πηγάνῳ ἢ μελικράτῳ ἢ ἄρτῳ θερμῷ, ἄλλως δὲ μηκωνίῳ, χαλκῷ κεκαυμένῳ, χολῇ ὑγρᾷ.

   καθαίρειν δὲ αὐτὴν βουλόμενος κάθες εἰς ζεστὸν ὕδωρ· τακείσης γὰρ αὐτῆς ἐπιπλεύσει τὸ ῥυπαρόν, ὅπερ χωρίσεις οὕτως· εἰς ὀθόνιον καθαρὸν ἀραιὸν ἐνδήσας ἀποκρέμασον εἰς χαλκῆν πυξίδα ἢ εἰς ὀστράκινον ἀγγεῖον, ὥστε μὴ ἅπτεσθαι τοῦ πυθμένος τοῦ ἄγγους τὸν ἔνδεσμον, καὶ πωμάσας εἰς ἀναβραστὸν ὕδωρ κάθες· οὕτως γὰρ τὸ μὲν νόστιμον εἰς τὸ ἄγγος ἀποτακήσεται ὡς δι' ἠθμοῦ, τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μενεῖ.

[84]

[1]    ἀμμωνιακόν· καὶ τοῦτο ὀπός ἐστι νάρθηκος γεννωμένου ἐν τῇ κατὰ Κυρήνην Λιβύῃ· καλεῖται δὲ αὐτοῦ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγασυλλίς. ἐγκριτέον δὲ αὐτοῦ τὸ εὔχρουν καὶ ἄλιθον καὶ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις ‹καὶ› καθαρὸν καὶ πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα, τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα· γεννᾶται δὲ ἐν Λιβύῃ τῇ κατ' Ἄμμωνα, χυλὸς δένδρου ναρθηκοειδοῦς ὤν.

[2]    δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἐπισπαστικήν, διαλυτικὴν σκληρωμάτων τε καὶ φυμάτων, κοιλίαν τε ὑπάγει ποθὲν καὶ ἔμβρυα κατασπᾷ ‹καὶ› σπλῆνα τήκει μετ' ὄξους δραχμὴ μία ποθεῖσα καὶ ἄρθρων καὶ ἰσχίων ἀλγήματα παραιτεῖται. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ ὀρθοπνοϊκοῖς καὶ ἐπιλημπτικοῖς, καὶ τοῖς ὑγρὰ ἐν θώρακι ἔχουσιν ἐκλειχόμενον μετὰ μέλιτος ἢ μετὰ πτισάνης ῥοφούμενον· ἄγει δὲ καὶ οὖρα αἱματώδη.

[3] σμήχει δὲ τὰ ἐν ὀφθαλμοῖς λευκώματα καὶ τραχύτητας βλεφάρων τήκει· λυθὲν δὲ ὄξει καὶ ἐπιτεθὲν παύει τὰς περὶ σπλῆνα καὶ ἧπαρ σκληρίας· λύει καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους μετὰ μέλιτος καταπλασσόμενον ἢ καὶ πίσσῃ μιγέν· ποιεῖ δὲ καὶ πρὸς κόπους καὶ ἰσχιάδας συγχριόμενον, μιγὲν ὄξει καὶ νίτρῳ καὶ κυπρίνῳ ἐλαίῳ ἀντὶ ἀκόπου.

[85]

[1]    σαρκοκόλλα· ἔστι δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει.

   δύναμιν δὲ ἔχει κολλητικὴν τραυμάτων καὶ ἐφεκτικὴν τῶν ἐν ὀφθαλμοῖς ῥευμάτων· μείγνυται δὲ καὶ ἐμπλάστροις. δολοῦται δὲ κόμμεως αὐτῇ μειγνυμένου.

[86]   γλαύκιον· χυλός ἐστι βοτάνης κατὰ Ἱεράπολιν τῆς Συρίας γεννωμένης. ἔοικε δὲ αὐτῆς τὰ φύλλα τοῖς τῆς κερατίτιδος μήκωνος, λιπαρώτερα δὲ καὶ χαμαίζηλα, βαρύοσμα, πικρὰ ἐν τῇ γεύσει· χυλὸν δὲ ἔχει πολὺν κροκίζοντα. ταύτης τὰ φύλλα βαλόντες οἱ ἐπιχώριοι εἰς χύτραν θερμαίνουσιν ἐν κλιβάνοις ἡμιψυγέσιν ἄχρι μαρασμοῦ, εἶτα ἐκκόψαντες ἐκθλίβουσι τὸν χυλόν.

   ἔστι δὲ αὐτοῦ ἡ χρῆσις πρὸς τὰ ὀφθαλμικὰ ἐν ἀρχῇ ψυκτικοῦ ὄντος.

[87]   κόλλα, ἣν ἔνιοι ξυλοκόλλαν καλοῦσιν ἢ ταυροκόλλαν· καλλίστη ἐστὶν ἡ Ῥοδία ἐκ τῶν βοείων βυρσῶν κατασκευαζομένη. ἔστι δὲ λευκὴ καὶ διαυγὴς ἡ τοιαύτη, ἡ δὲ μέλαινα ἥττων.

   δύναμιν δὲ ἔχει λυθεῖσα ὄξει λειχῆνας καὶ λέπρας τὰς ἐπιπολαίους ἀφιστάνειν, πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι μεθ' ὕδατος θερμοῦ ἀνεθεῖσα καὶ καταχριομένη. ἔστι δὲ καὶ τραυματικὴ διεθεῖσα μέλιτι καὶ ὄξει.

[88]   ἡ δὲ ἰχθυοκόλλα λεγομένη κοιλία ἐστὶν ἰχθύος κητῴου. διαφέρει δὲ ἡ ἐν Πόντῳ γεννωμένη, οὖσα λευκή, ὑπόπαχυς, οὐ ψωρώδης, τάχιστα τηκομένη.

   εὐθετεῖ δὲ εἴς τε τὰς κεφαλικὰς ἐμπλάστρους καὶ εἰς τὰς λεπρικὰς δυνάμεις καὶ εἰς τετάνωθρα τῶν προσώπων.

[89]   ἰξός· ἔστι καλὸς ὁ λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. συνάγεται δὲ ἔκ τινος καρποῦ περιφεροῦς, γεννωμένου ἐν ἰξίᾳ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δὲ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἕψεται ἐν ὕδατι· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν.

[2]    δύναται δὲ διαφορεῖν, μαλάσσειν, ἐπισπᾶσθαι, συμπέσσειν φύματα, παρωτίδας καὶ τὰς ἄλλας ἀποστάσεις μιγεὶς ῥητίνῃ καὶ κηρῷ ἴσοις, ἐπινυκτίδας τε ἐν σπληνίῳ ἰᾶται. σὺν λιβανωτῷ δὲ ἕλκη παλαιὰ καὶ κακοήθεις ἀποστάσεις μαλάσσει καὶ σπλῆνα τήκει σὺν ἀσβέστῳ καὶ λίθῳ γαγάτῃ ἢ ἀσσίῳ ἑψηθεὶς καὶ ἐπιτεθείς· ἕλκει δὲ καὶ ὄνυχας σὺν ἀρσενικῷ ἢ σανδαράκῃ ἐπιπλασθείς, μιγεὶς δὲ ἀσβέστῳ καὶ τρυγὶ ἐπιτείνει τὴν δύναμιν αὐτῶν.

[90]

[1]    ἀπαρίνη· οἱ δὲ ἀμπελόκαρπον, οἱ δὲ ὀμφαλόκαρπον καλοῦσιν, οἱ δὲ φιλάνθρωπον. κλῶνες πολλοί, μακροί, τετράγωνοι, τραχεῖς· φύλλα δὲ ἐκ διαστήματος περικείμενα κυκλοτερῶς ὥσπερ τὰ τοῦ ἐρυθροδάνου, ἄνθη λευκά, σπέρμα σκληρόν, στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δ' αὐτῇ καὶ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος πρὸς ἔκλημψιν τῶν ἐν αὐτῷ τριχῶν.

   ταύτης τὸ σπέρμα καὶ οἱ καυλοὶ καὶ τὰ φύλλα χυλισθέντα φαλαγγιοδήκτοις καὶ ἐχιοδήκτοις βοηθεῖ μετ' οἴνου πινόμενα, καὶ ὠταλγίας ἰᾶται ὁ χυλὸς ἐγχυματιζόμενος. ἡ δὲ πόα ἀναλημφθεῖσα ὀξυγγίῳ διαφορεῖ χοιράδας.

[91]   ἄλυσσον· φρυγάνιόν ἐστιν ὑπότραχυ, μονόκαυλον, φύλλα ἔχον στρογγύλα, παρ' οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια διπλᾶ, ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις.

   ταύτης τὸ ἀφέψημα ποθὲν λυγμοὺς τοὺς δίχα πυρετοῦ λύει· καὶ κρατηθὲν δὲ ἢ ὀφθὲν τὸ αὐτὸ δρᾷ. σὺν μέλιτι δὲ λεῖον φακοὺς καὶ ἔφηλιν ἀποκαθαίρει. δοκεῖ δὲ καὶ λύσσαν κυνὸς ἰᾶσθαι συγκοπὲν ἐδέσματι καὶ δοθέν· καὶ κρεμάμενον δὲ ἐν οἰκίᾳ ὑγιεινὸν λέγεται εἶναι ἀνθρώποις καὶ ζῴοις. περιαφθὲν δὲ φοινικῷ ῥάκει θρεμμάτων νόσους παύει.

[92]   ἀσκληπιάς· κλωνία ἀνίησι μακρά, ἐφ' ὧν τὰ φύλλα [μακρά] κισσῷ ὅμοια, ῥίζας πολλάς, λεπτάς, εὐώδεις, ἄνθος βαρύοσμον, σπέρμα ὡς πελεκίνου· φύεται ἐν ὄρεσι.

   βοηθοῦσι δὲ αἱ ῥίζαι σὺν οἴνῳ πινόμεναι στροφουμένοις καὶ θηριοδήκτοις καὶ τὰ φύλλα ‹δὲ› καταπλασσόμενα· ἁρμόζει καὶ πρὸς τὰ ἐν μαστοῖς καὶ μήτρᾳ κακοήθη.

[93]   ἀτρακτυλίς· οἱ δὲ κνῆκον ἄγριον καλοῦσιν. ἄκανθά ἐστιν ἐοικυῖα κνήκῳ, μικρότερα δὲ πολλῷ φύλλα ἔχουσα ἐπ' ἄκρῳ τῷ ῥαβδίῳ· τὸ δὲ πλεῖον γυμνόν, ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπ' ἄκρου ἀκανθώδη, ἄνθος ὠχρόν· ῥίζα δὲ λεπτή, ἄχρηστος.

   ταύτης τὰ φύλλα καὶ ἡ κόμη καὶ ὁ καρπὸς λεῖα ποθέντα σὺν πεπέρει καὶ οἴνῳ σκορπιοπλήκτους ὠφελεῖ. ἱστοροῦσι δὲ ἔνιοι τοὺς πληχθέντας, ἄχρι μὲν ἂν κρατῶσι τὴν πόαν, ἀνωδύνους μένειν, ἀποτιθεμένους δὲ ἀλγεῖν.

[94]   πολύκνημον· θαμνίον ἐστὶ φρυγανῶδες, ἔχον φύλλα ὀριγάνῳ ἐμφερῆ, τὸν δὲ καυλὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδιον, μικρὰ δὲ ἐπ' ἄκρῳ κορύμβια δριμύ τι μετ' εὐωδίας ἀποπνέοντα.

   ποιεῖ δὲ καταπλασσόμενον χλωρὸν ἢ ξηρὸν μεθ' ὕδατος πρὸς τραύματα κολλῶν· δεῖ δὲ πεμπταῖον λύειν· πίνεται καὶ πρὸς στραγγουρίας καὶ ῥήγματα σὺν οἴνῳ.

[95]   κλινοπόδιον· οἱ δὲ κλεόνικον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Ζωπύριον καλοῦσι. θαμνίον ἐστὶ καὶ τοῦτο φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παραπλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ πρασίῳ.

   πίνεται δὲ ἡ πόα καὶ τὸ ἀφέψημα αὐτῆς πρὸς θηρίων δήγματα καὶ σπάσματα καὶ ῥήγματα καὶ στραγγουρίας· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα, καὶ ἀκροχορδόνας ἀποβάλλει ἐφ' ἱκανὰς ἡμέρας πινόμενον, κοιλίαν τε ἵστησιν ἐπὶ τρίτον ἑψόμενον καὶ πινόμενον ἀπυρέτοις ἐν οἴνῳ, πυρέττουσι δὲ δι' ὕδατος.

[96]   λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδάλιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ λεύκηθρον καλοῦσι. καυλὸν ἀνίησιν ὅσον σπιθαμῆς, ἔχοντα μασχάλας πλείστας, ἐφ' ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις· ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα δὲ ὅμοια κράμβῃ, ῥίζα μέλαινα ὥσπερ γογγύλης, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς· φύεται ἐν ἀρούραις καὶ ἐν τῷ σίτῳ.

   ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη βοηθεῖ ἑρπετοδήκτοις, ταχέως ἀπόνους ποιοῦσα· μίσγεται δὲ καὶ εἰς τοὺς ἰσχιαδικοὺς κλυσμούς.

[97]   Τεύκριον· πόα ῥαβδοειδής, παρεοικυῖα χαμαίδρυϊ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Κιλικίᾳ τῇ κατὰ τὴν Σελεντίδα καὶ Κητίδα καλουμένην.

   δύναμιν δὲ ἔχει χλωρὰ μετ' ὀξυκράτου ποθεῖσα ἢ ξηρὰ ἀποζεσθεῖσα καὶ πινομένη σπλῆνα τήκειν ἰσχυρῶς. καταπλάσσεται δὲ μετὰ σύκου καὶ ὄξους ἐπὶ σπληνικῶν, ἐπὶ θηριοδήκτων δὲ μετ' ὄξους μόνου δίχα τοῦ σύκου.

[98]   χαμαίρωψ ἢ χαμαίδρυς ἢ λινόδρυς· οἱ δὲ καὶ ταύτην Τεύκριον καλοῦσι διὰ τὸ σῴζειν ἐμφέρειαν ποσὴν πρὸς Τεύκριον· φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. ἔστι δὲ θαμνίσκος σπιθαμιαῖος φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια, πικρά, ἄνθος ὑποπόρφυρον, μικρόν· συλλέγειν δὲ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ.

   δύναμιν δὲ ἔχει χλωρά τε ‹καὶ ξηρὰ› ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ποτιζομένη βοηθεῖν σπάσμασι, βηχί, σπληνὶ ἐσκιρρωμένῳ, [2] δυσουροῦσιν, ὑδρωπικοῖς ἐν ἀρχαῖς· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα σπλῆνά ‹τε› τήκει σὺν ὄξει ποθεῖσα· πρὸς δὲ τὰ θηρία σὺν οἴνῳ πινομένη καὶ καταπλασσομένη ποιεῖ. λεία δὲ δύναται καὶ εἰς καταπότια ἀναπλάσσεσθαι πρὸς τὰ εἰρημένα, καθαίρει καὶ ἕλκη παλαιὰ σὺν μέλιτι· αἴρει δὲ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς σὺν ἐλαίῳ λεία ἐγχριομένη· καὶ ἀλειφομένη δέ ἐστι θερμαντική.

[99]

[1]

   λευκάς· ἡ ὀρεινὴ πλατυφυλλοτέρα τῆς ἡμέρου ἐστὶ καὶ ‹δριμυτέρα,› δριμύτερον καὶ πικρότερον ἔχουσα τὸν καρπὸν καὶ ἀστομώτερον· δραστικωτέρα μέντοι τυγχάνει τῆς ἡμέρου.

   ἐπιπλασσόμεναι δὲ καὶ πινόμεναι ἀμφότεραι ἁρμόζουσι μετ' οἴνου ἐπὶ τῶν ἰοβόλων καὶ μάλιστα τῶν θαλασσίων.

[100]   λυχνὶς στεφανωματική· ἄνθος ἐστὶ παρόμοιον λευκοΐῳ, ἐμπόρφυρον, πλεκόμενον εἰς τὰ στεφάνια, ἧς τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλήκτοις.

[101]   λυχνὶς ἀγρία· ὁμοία τῇ ἡμέρῳ κατὰ πάντα· τὸ δὲ σπέρμα αὐτῆς δραχμῶν δυεῖν πλῆθος ποθὲν ἄγει κατὰ κοιλίαν. φασὶ δὲ καὶ τοὺς σκορπίους ναρκώδεις καὶ ἀπράκτους γίνεσθαι παρατεθείσης αὐτοῖς τῆς πόας.

[102]   κρίνον, οὗ τὸ ἄνθος στεφανωματικόν ἐστι, καλούμενον ὑπ' ἐνίων λείριον, ἀφ' οὗ καὶ τὸ χρίσμα κατασκευάζεται, ὅ τινες λείρινον, οἱ δὲ σούσινον καλοῦσι, μαλακτικὸν ὂν νεύρων καὶ ἰδίως τῶν περὶ μήτραν σκληριῶν.

   τῆς πόας τὰ φύλλα δύναμιν ἔχει καταπλασσόμενα ἑρπετοδήκτοις βοηθεῖν· ποιεῖ καὶ πρὸς κατακαύματα ζεσθέντα, ταριχευθέντα [2] δὲ ἐν ὄξει τραυματικὰ γίνεται. ὁ δὲ χυλὸς αὐτῶν μιγεὶς ὄξει καὶ μέλιτι ἑψηθείς τε ἐν χαλκώματι ὑγρὸν γίνεται φάρμακον πρὸς παλαιὰ ἕλκη καὶ πρόσφατα τραύματα. ἡ δὲ ῥίζα ἑψηθεῖσα ‹λεία› σὺν ῥοδίνῳ πυρίκαυτα ἰᾶται καὶ ὑστέραν μαλάσσει καὶ ἔμμηνα ἄγει καὶ ἕλκη κατουλοῖ· σὺν μέλιτι δὲ λεανθεῖσα νεύρων διακοπὰς καὶ στρέμματα ἰᾶται καὶ ἀλφοὺς ἀποκαθαίρει καὶ λέπρας καὶ πίτυρα καὶ ἀχῶρας σμήχει, τό τε πρόσωπον [3] καθαίρει καὶ ἀρρυτίδωτον ποιεῖ σμηχομένη· σὺν ὄξει δὲ λεία ἢ σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ ὄρχεων φλεγμονὰς παραιτεῖται. τὸ δὲ σπέρμα ἑρπετῶν ‹δηγμάτων› πότημα ἀντιφάρμακον, ἐρυσιπελάτων τε κατάπλασμα σὺν οἴνῳ λεανθέντα τό τε σπέρμα καὶ τὰ φύλλα. φασὶ δέ τινες καὶ πορφυρᾶ ἄνθη κρίνων γίνεσθαι· ἐνεργέστατα δὲ γεννᾶται ἐν τῇ Συρίᾳ καὶ ἐν Πισιδίᾳ τῆς Παμφυλίας πρὸς τὴν τοῦ χρίσματος κατασκευήν.

[103]

[1]    βαλλωτή· οἱ δὲ μελαμπράσιον καλοῦσι. καυλοὺς ἀνίησι τετραγώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείονας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα καὶ μέλανα καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, παραπλήσια μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ τοῦτό τινες μελισσόφυλλον ἐκάλεσαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς.

   ταύτης τὰ φύλλα καταπλασσόμενα μεθ' ἁλῶν ποιεῖ πρὸς τὰ κυνόδηκτα· μαρανθέντα δὲ ἐν θερμοσποδιᾷ κονδυλώματα στέλλει, ῥυπαρά τε ἕλκη σὺν μέλιτι ἀνακαθαίρει.

[104]   μελισσόφυλλον, ὃ ἔνιοι μελίτταιναν καλοῦσι διὰ τὸ ἥδεσθαι τῇ πόᾳ τὰς μελίσσας. ἔοικε ταύτης τὰ φύλλα καὶ τὰ καυλία τῇ προειρημένῃ βαλλωτῇ, μείζονα δὲ ταῦτα καὶ λεπτότερα, οὐχ οὕτω δασέα, ὄζοντα δὲ κιτρομήλων.

   ἁρμόζει δὲ τὰ φύλλα ποτιζόμενα σὺν οἴνῳ καὶ καταπλασσόμενα πρός τε σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους καὶ κυνοδήκτους· [2] καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον πρὸς τὰ αὐτὰ ποιεῖ, εἴς τε τὰ ἐγκαθίσματα πρὸς ἐμμήνων ἀγωγὴν εὐθετεῖ, ὀδονταλγίας τε διάκλυσμα, ἔγκλυσμά τε δυσεντερίας· βοηθεῖ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις μετὰ νίτρου τὰ φύλλα πινόμενα καὶ στροφουμένοις, καὶ ἔκλειγμα ὀρθοπνοϊκοῖς. καταπλασσόμενα δὲ σὺν ἁλσὶ διαφορεῖ χοιράδας καὶ ἕλκη ἀνακαθαίρει, τά τε ἐπὶ τῶν ἀρθριτικῶν ἀλγήματα παραιτεῖται καταπλασθέντα.

[105]

[1]    πράσιον, οἱ δὲ φιλοφαρές· θάμνος ἐστὶν ἀπὸ μιᾶς ῥίζης πολύκλαδος, ὑπόδασυς, λευκός, τετράγωνος τοῖς ῥαβδίοις· φύλλον δὲ τῷ μεγάλῳ δακτύλῳ ἴσον, ὑποστρόγγυλον, δασύ, ἔρρυσον, πικρὸν τῇ γεύσει· ἐκ διαστημάτων δὲ ἐπὶ τῶν καυλῶν τὸ σπέρμα καὶ τὰ ἄνθη, οἱονεὶ σφόνδυλοι, τραχέα· φύεται περὶ τὰ οἰκόπεδα καὶ ἐρείπια.

   τούτου τὰ φύλλα ξηρὰ σὺν τῷ σπέρματι ἀφεψόμενα ἐν ὕδατι ἢ χυλιζόμενα χλωρὰ δίδοται μετὰ μέλιτος φθισικοῖς, ἀσθματικοῖς, βήσσουσιν· ἀνάγει καὶ πάχος ἐκ θώρακος ἴριδος ξηρᾶς [2] μιγείσης· δίδοται καὶ ταῖς μὴ καθαιρομέναις γυναιξὶ πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ δυστοκούσαις καὶ θηριοδήκτοις καὶ τοῖς θανάσιμον πεπωκόσι· κύστει μέντοι καὶ νεφροῖς ἄθετον. τὰ δὲ φύλλα καταπλασσόμενα σὺν μέλιτι ῥυπαρὰ ἕλκη ἀνακαθαίρει, πτερύγιά τε καὶ νομὰς ἀφίστησι καὶ ὀδύνην πλευρῶν παραιτεῖται· καὶ τὸ ἐξ αὐτοῦ δὲ κατασκευαζόμενον χύλισμα ἐκθλιβομένων τῶν φύλλων καὶ συστρεφομένων ἐν ἡλίῳ πρὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ ὀξυδερκὲς σὺν μέλιτι ἐγχριόμενον καὶ ἴκτερον ἀποκαθαίρει διὰ τῶν ῥινῶν, ὠταλγίαις τε ἁρμόζει ἐγχυματιζόμενον καθ' ἑαυτὸ καὶ μετὰ ῥοδίνου.

[106]

[1]    στάχυς· θάμνος ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ πλεῖστα φυλλάρια ἔχων ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.

   δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ὅθεν τὸ ἀπόζεμα τῶν φύλλων ἔμμηνα καὶ δεύτερα ἄγει πινόμενον.

[107]   φυλλῖτις· φύλλα ἀνίησιν ὅμοια λαπάθῳ, ἐπιμηκέστερα δὲ καὶ εὐθαλέστερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ σκώληκας ἔχοντα λεπτούς, ἐπηρτημένους· φύεται ἐν παλισκίοις καὶ παραδείσοις, γευσαμένῳ στρυφνή· οὔτε δὲ ἄνθος οὔτε καυλὸν οὔτε καρπὸν φέρει.

   ταύτης τὰ φύλλα μετ' οἴνου πινόμενα πρὸς ἑρπετοδήκτους ποιεῖ. ἐπὶ τετραπόδων δὲ διὰ στόματος ἐγχυματισθεῖσα βοηθεῖ· πίνεται καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν.

[108]   φαλάγγιον· οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην λευκάκανθον καλοῦσι. κλῶνές εἰσι δύο ἢ τρεῖς ἢ πλείονες, διέχοντες ἀπ' ἀλλήλων, ἄνθη λευκά, παραπλήσια κρίνῳ, ἐντομὰς πολλὰς ἔχοντα· σπέρμα δὲ πλατύ, μέλαν, ὥσπερ φακοῦ ἥμισυ, ἰσχνότερον μέντοι πολλῷ, ῥιζίον μικρόν, λεπτόν, χλωρὸν ἅμα τῷ ἑλκυσθῆναι ἐκ τῆς γῆς· ὕστερον γὰρ συνέλκεται· φύεται ἐν γεωλόφοις.

   ταύτης τὰ φύλλα καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος πινόμενα μετ' οἴνου βοηθεῖ σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις· λύει δὲ καὶ στρόφους.

[109]   τρίφυλλον· οἱ δὲ μινυανθές, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ κνήκιον, οἱ δὲ ὀξύφυλλον καλοῦσι. θάμνος ἐστὶ πήχεως ἢ μείζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας ‹πολλὰς› ἐχούσας, ἐφ' ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθ' ἑκάστην βλάστησιν· ὀσμὴ δὲ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δὲ ἀσφάλτου· ἄνθος δὲ ἀνίησι πορφυροῦν, σπέρμα δὲ ὑπόπλατυ, ὑπόδασυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά.

[2]    βοηθεῖ δὲ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα ἐν ὕδατι πλευριτικοῖς, δυσουροῦσιν, ἐπιλημπτικοῖς, ἀρχομένοις ὑδρωπιᾶν, ὑστερικαῖς· ἄγει δὲ καὶ καταμήνια. δεῖ δὲ διδόναι τοῦ μὲν σπέρματος δραχμὰς τρεῖς, τῶν δὲ φύλλων δραχμὰς τέσσαρας· ἀρήγει δὲ καὶ θηριοδήκτοις σὺν ὀξυμέλιτι τὰ φύλλα πινόμενα. ἱστόρησαν δέ τινες ὅτι ὅλου τοῦ θάμνου καὶ τῆς ῥίζης τὸ ἀφέψημα καὶ τῶν φύλλων καταντλούμενον ἐπὶ τῶν ἑρπετοδήκτων παραιτεῖται τοὺς πόνους. ἐὰν δὲ θεραπευθείς τις τῷ ὕδατι [ἐὰν] ἕτερον ἕλκος ἔχων καταντληθῇ, τὰ αὐτὰ πάσχει τοῖς δηχθεῖσι. ποτίζουσι δέ τινες ἐπὶ μὲν τριταίου τρία φύλλα ἢ τρία σπερμάτια ἐν οἴνῳ, ἐπὶ δὲ τεταρταίου τέσσαρα, ὡς λύοντα τὰς περιόδους· μείγνυται δὲ αὐτῆς ἡ ῥίζα καὶ ἀντιδότοις.

[110]

[1]    πόλιον· τὸ μέν ἐστιν ὀρεινόν, ὃ καὶ τεύθριον καλεῖται, οὗ καὶ ἡ χρῆσις. θαμνίον δέ ἐστι λευκόν, λεπτόφυλλον, σπιθαμιαῖον, καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐπ' ἄκρου κορυμβοειδές, μικρόν, ὡς πολιὰν τρίχα, βαρύοσμον μετὰ ποσῆς εὐωδίας. τὸ δὲ ἕτερον θαμνωδέστερον, οὐχ οὕτως εὔτονον τῇ ὀσμῇ καὶ ἀδρανέστερον κατὰ δύναμιν.

   δύναται δὲ αὐτῶν τὸ ἀπόζεμα πινόμενον ἀρήγειν θηριοδήκτοις, ὑδρωπικοῖς, ἰκτεριώδεσι, σπληνικοῖς δὲ σὺν ὄξει. ἔστι δὲ κεφαλαλγὲς καὶ κακοστόμαχον· ἄγει δὲ καὶ κοιλίαν καὶ ἔμμηνα. ὑποστρωννύμενον δὲ καὶ θυμιώμενον θηρία διώκει, καταπλασσόμενον δὲ τραύματα κολλᾷ.

[111]   σκόρδιον· φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περιφέρειαν, ποσῶς τῇ ὀσμῇ σκορδίζοντα, στυπτικὰ δὲ καὶ ἔμπικρα κατὰ τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, ἐφ' ὧν ἄνθος ὑπέρυθρον.

   δύναμιν δὲ ἔχει ἡ πόα θερμαντικήν, διουρητικὴν ποτιζομένη χλωρὰ λεία· καὶ ξηρὰ δὲ ἀφεψομένη σὺν οἴνῳ πρὸς ἑρπετῶν δήγματα καὶ θανάσιμα, πρός τε δηγμοὺς στομάχου καὶ δυσεντερίαν καὶ δυσουρίαν δραχμῶν δυεῖν ὁλκὴ σὺν ὑδρομέλιτι· [2] καθαίρει καὶ πάχος πυῶδες ἐκ θώρακος, ποιεῖ καὶ πρὸς παλαιὰν βῆχα καὶ ῥήγματα καὶ σπάσματα σὺν καρδάμῳ καὶ μέλιτι καὶ ῥητίνῃ ξηρᾷ μιγεῖσα ἐν ἐκλεικτῷ, καὶ ὑποχόνδριον χρονίως φλεγμαῖνον ἀναλημφθεῖσα κηρωτῇ παρηγορεῖ. ποιεῖ δὲ καὶ πρὸς ποδάγραν μετ' ὄξους δριμέος περιχριομένη ἢ μεθ' ὕδατος καταπλασσομένη· προστεθεῖσα δὲ ἔμμηνα κινεῖ· καὶ τραύματα κολλᾷ ‹καὶ› ἕλκη παλαιὰ ἀνακαθαίρει καὶ ἀπουλοῖ σὺν μέλιτι· ξηρὰ δὲ ὑπερσαρκώματα στέλλει. πίνεται δὲ καὶ τὸ ἐξ αὐτῆς χύλισμα πρὸς τὰ εἰρημένα πάθη· ἐνεργέστατον δέ ἐστι τὸ Ποντικὸν καὶ τὸ Κρητικόν.

[112]

[1]    βήχιον· οἱ δὲ πίθιον, οἱ δὲ πήχιον, οἱ δὲ πετρώνιον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς ‹αὐτῆς› ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω ἔκλευκα, ἐκ δὲ τῶν πρὸς τὰ ἄνω χλωρά, γωνίας πλείους ἔχοντα, καυλὸν σπιθαμιαῖον, ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δ' ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον, ὅθεν τινὲς ὑπέλαβον ἄκαυλον καὶ ἀνανθῆ ὑπάρχειν τὴν πόαν· ῥίζα λεπτή, ἄχρηστος· φύεται περὶ λιβάδας καὶ ἐνύδρους τόπους.

[2]    ταύτης τὰ φύλλα λεῖα σὺν μέλιτι καταπλασσόμενα ἐρυσιπέλατα καὶ πᾶσαν φλεγμονὴν ἰᾶται· ὑποθυμιώμενα δὲ ξηρὰ εἰς ὑποκαπνισμὸν τοὺς ὑπὸ ξηρᾶς βηχὸς καὶ ὀρθοπνοίας ἐνοχλουμένους θεραπεύει, ὅταν χανόντες τὸν καπνὸν δέξωνται τῷ στόματι καὶ καταπίωσι· ῥήσσει δὲ καὶ τὰ ἐν θώρακι ἀποστήματα. τὸ δ' αὐτὸ ποιεῖ καὶ ἡ ῥίζα ὑποθυμιωμένη καὶ ἔμβρυον τεθνηκὸς ἐκβάλλει ἐν ὑδρομέλιτι ἑφθὴ πινομένη.

[113]

[1]    ἀρτεμισία· φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλασσίοις τόποις. πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζω δὲ καὶ λιπαρώτερα ‹τὰ› φύλλα ἔχουσα. καὶ ἡ μέν τίς ἐστιν αὐτῆς εὐερνής, πλατύτερα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτοτέρα, ἄνθη μικρά, λεπτά, λευκά, βαρύοσμα· θέρους δὲ ἀνθεῖ. ἔνιοι δὲ τὸ ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον, ἁπλοῦν τῷ καυλῷ, σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κιρροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς.

[2]    ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσιν· ἀποζεννύμεναι δὲ ἁρμόζουσιν εἰς ἐγκαθίσματα πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ ἐμβρύων καὶ μύσιν καὶ φλεγμονὴν τῆς ὑστέρας καὶ θρύψιν λίθων καὶ ἐποχὴν οὔρων. ἡ δὲ πόα καταπλασθεῖσα κατὰ τοῦ ἤτρου πολλὴ ἔμμηνα κινεῖ. ὁ δὲ ἐξ αὐτῆς χυλὸς συλλεανθεὶς σμύρνῃ καὶ προστεθεὶς ἄγει ‹τὰ› ἀπὸ μήτρας, ὅσα καὶ τὸ ἐγκάθισμα· καὶ ποτίζεται δὲ ἡ κόμη πρὸς ἀγωγὴν τῶν αὐτῶν πλῆθος δραχμῶν τριῶν.

[114]

[1]    ἀμβροσία, ἣν ἔνιοι βότρυν, οἱ δὲ ἀρτεμισίαν καλοῦσι. θαμνίσκος ἐστὶ πολύκλαδος, ὡς τρισπίθαμος τὸ ὕψος, φύλλα ἔχων περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ μικρὰ ὡς πηγάνου, τὰ δὲ ῥαβδία περίπλεα σπερματίων ἐοικότων βοτρυδίοις μηδέπω ἀνθοῦσι, τῇ ὀσμῇ οἰνώδης. ἡ δὲ ῥίζα λεπτή, δισπίθαμος. καταπλέκεται δὲ ἐν Καππαδοκίᾳ τοῖς στεφάνοις.

   δύναμιν δὲ ἔχει στύφουσαν σταλτικήν ‹τε› τῶν ἐπιφερομένων καὶ ἀποκρουστικὴν καταπλασσομένη.

[115]   βότρυς· πόα ἐστὶν ὅλη μηλίνη, θαμνοειδής, διακεχυμένη, πολλὰς ἔχουσα μασχάλας· τὸ δὲ σπέρμα ὅλοις τοῖς κλωνίοις περιπέφυκε, φύλλα κιχορίῳ ἐμφερῆ καὶ τὸ σύμπαν εὐῶδες ἱκανῶς· διὸ καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα περὶ χαράδρας καὶ χειμάρρους.

   δύναμιν δὲ ἔχει σὺν οἴνῳ πινομένη ὀρθοπνοίας παρηγορητικήν· καὶ τοῦτο δὲ Καππάδοκες ἀμβροσίαν καλοῦσι, τινὲς δὲ ἀρτεμισίαν.

[116]   γεράνιον· τὸ μὲν φύλλον ὅμοιον ἀνεμώνῃ, ἐσχισμένον, μακρότερον ‹δέ·› ῥίζαν δὲ ἔχει στρογγύλην, γλυκεῖαν, ἐσθιομένην, ἥτις ποθεῖσα σὺν οἴνῳ ὅσον δραχμῆς μιᾶς πλῆθος ὑστέρας ἐμπνευματώσεις λύει.

   καλεῖται δὲ ὑπ' ἐνίων καὶ ἕτερον γεράνιον, ἔχον καυλία λεπτά, χνοώδη, δισπίθαμα, φύλλα μολόχῃ ἐμφερῆ καὶ ἐπ' ἄκρων τῶν μασχαλῶν ἐξοχάς τινας ἀνανενευκυΐας, ὡς γεράνων κεφαλὰς σὺν τοῖς ῥάμφεσιν ἢ κυνῶν ὀδόντας. χρῆσις δ' αὐτοῦ ἐν ἰατρικῇ οὐδεμία.

[117]   γναφαλλίου, οὗ τοῖς φύλλοις ἀντὶ γναφάλλου χρῶνται, λευκοῖς οὖσι καὶ μαλακοῖς, ποιεῖ σὺν οἴνῳ αὐστηρῷ ποτιζόμενα τὰ φύλλα πρὸς δυσεντερίαν.

[118]   τύφη· φύλλον ἀνίησι κυπερίδι ὅμοιον, καυλὸν δὲ λεῖον, ὁμαλόν, ἐπ' ἄκρῳ περικείμενον ἄνθος πυκνόν, ἐκπαππούμενον, ὃ καλοῦσιν ἔνιοι ἀνθήλην.

   ταύτης τὸ ἄνθος ἀναλημφθὲν στέατι παλαιῷ ὑείῳ πεπλυμένῳ κατακαύματα θεραπεύει. φύεται δὲ ἐν ἕλεσι καὶ ὑδροστασίμοις τόποις.

[119]   κιρκαία· οἱ δὲ διρκαίαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μέλανα, μικρά, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας λευκάς, εὐώδεις, θερμαντικάς· μάλιστα ἐν πετρώδεσι φύεται τόποις καὶ [εὐπνοίοις] εὐηλίοις.

   ταύτης ἡ ῥίζα, ὅσον μνᾶς τέταρτον θλασθεῖσα καὶ βραχεῖσα ἡμέραν καὶ νύκτα, ἐν οἴνου γλυκέος κοτύλαις ἓξ ποθεῖσα ἡμέρας τρεῖς ὑστέραν ἀποκαθαίρει· ὁ δὲ καρπὸς γάλα κατασπᾷ ἐν ῥοφήματι λαμβανόμενος.

[120]   οἰνάνθη· τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος, ἄνθη δὲ λευκά, καυλὸν παχύν, σπιθαμιαῖον· καρπὸν δὲ ὥσπερ ἀνδραφάξυος, ῥίζαν μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας· φύεται ἐν πέτραις.

   ταύτης ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ τὰ φύλλα ποτίζεται

πρὸς δευτέρων ἐκβολὴν σὺν οἰνομέλιτι, ἡ δὲ ῥίζα πρὸς στραγγουρίας σὺν οἴνῳ.

[121]   κόνυζα· ἡ μέν τις μικρὰ καλεῖται εὐωδεστέρα οὖσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος· ἀμφότεραι δὲ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, ἔστι δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων δύο πήχεων ἔχει, ἡ δὲ ἐλάττων ποδός, ἄνθος ψαφαρόν, μήλινον, ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι.

[2]    δύναται δὲ ὁ θάμνος σὺν τοῖς φύλλοις ὑποστρωννύμενος καὶ θυμιώμενος θηρία διώκειν καὶ κώνωπας ἀπελαύνειν· κτείνει δὲ καὶ ψύλλους. καταπλάσσεται δὲ τὰ φύλλα ὠφελίμως ἐπὶ ἑρπετοδήκτων καὶ φυμάτων καὶ τραυμάτων· καὶ σὺν οἴνῳ δὲ πίνεται τὸ ἄνθος καὶ τὰ φύλλα πρὸς καταμηνίων ἀγωγὴν καὶ ἐκβολὴν ἐμβρύων καὶ στραγγουρίαν καὶ στρόφους καὶ ἴκτερον, μετ' ὄξους δὲ ἐπιλημπτικοὺς πινόμενα ὠφελεῖ· καὶ τὸ ἀφέψημα [3] δὲ αὐτῶν ἐν ἐγκαθίσματι τὰ ἐν μήτρᾳ θεραπεύει. ὁ δὲ χυλὸς προστεθεὶς ἐκτρωσμοὺς ποιεῖ· ποιεῖ δὲ καὶ πρὸς ῥίγη συγχριομένη ἡ πόα μετ' ἐλαίου. ἡ δὲ λεπτὴ καὶ κεφαλαλγίας καταπλασσομένη ἰᾶται.

   γίνεται δὲ καὶ τρίτον εἶδος κονύζης, καυλῷ παχύτερον καὶ μαλακώτερον, τοῖς δὲ φύλλοις μεῖζον τῆς λεπτῆς, ἔλασσον δὲ τῆς μείζονος, οὐ λιπαρόν, βαρυοσμότερον δὲ πολλῷ καὶ ἀηδέστερον καὶ ἀπρακτότερον. φύεται δὲ ἐν ἐφύδροις τόποις.

[122]

[1]    ἡμεροκαλλές, οἱ δὲ ἡμεροκατάλλακτον· φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δὲ ὥσπερ πράσα· ἄνθη δὲ ἐπ' αὐτῷ τρία ἢ τέσσαρα, τὴν σχίσιν τῷ κρίνῳ ἐοικότα, ὅταν ἄρξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, εὐμεγέθη, ἥτις λεία ποθεῖσα καὶ σὺν μέλιτι ἐν ἐρίῳ προστεθεῖσα πεσσός ἐστιν ὑδραγωγὸς καὶ αἱμαγωγός. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα φλεγμονὰς μαστῶν τὰς ἐκ τοκετῶν καὶ ὀφθαλμῶν πραΰνει· καταπλάσσεται δὲ ἡ ῥίζα ὠφελίμως καὶ τὰ φύλλα ἐπὶ τῶν πυρικαύτων.

[123]   λευκόϊον γνώριμον. ἔστι δ' αὐτοῦ διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ λευκὸν ἢ μήλινον ἢ πορφυροῦν εὑρίσκεται. εὔχρηστον δὲ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν τὸ μήλινον, οὗ τὰ ἄνθη ξηρὰ ἀποζεσθέντα εἰς ἐγκαθίσματα ποιεῖ πρὸς τὰς περὶ ὑστέραν φλεγμονὰς καὶ ἀγωγὰς ἐμμήνων· ἀναλημφθέντα δὲ κηρωτῇ ῥαγάδας τὰς ἐν δακτυλίῳ θεραπεύει, σὺν μέλιτι δὲ ἄφθας. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος ἢ προστεθεὶς σὺν μέλιτι ἔμμηνα καὶ ἔμβρυα ἄγει. αἱ δὲ ῥίζαι καταπλασθεῖσαι σὺν ὄξει στέλλουσι σπλῆνα καὶ ποδαγρικοὺς ὠφελοῦσιν.

[124]

   κραταιόγονον· φύλλα ἔχει ὅμοια τοῖς τοῦ πυροῦ ‑ πλείονες δὲ ἀπὸ μιᾶς ῥίζης φύονται βλαστοὶ γονατώδεις ‑ καρπὸν δὲ ὅμοιον κέγχρῳ. φύεται δὲ ἐν συσκίοις καὶ φραγμώδεσιν ὡς ἐπὶ πολὺ τόποις, ἰσχυρῶς δριμύ.

   ἱστορεῖται δὲ ὑπό τινων ἡ πόσις τοῦ καρποῦ γυναῖκα ἀρσενοτόκον ποιεῖν, ἐάν τις μετὰ τὴν κάθαρσιν τῶν καταμηνίων πρὸ τοῦ πλησιάσαι νῆστις πίνῃ τρὶς τῆς ἡμέρας ὁλκὴν τριωβόλου μετὰ ὕδατος κυάθων δύο ἐπὶ ἡμέρας τεσσαράκοντα· ὡσαύτως δὲ καὶ ὁ ἀνὴρ πινέτω τὰς ἴσας ἡμέρας καὶ πλησιαζέτω.

[125]   φύλλον· φύεται ἐν πέτραις· τὸ μὲν θηλυγόνον λεγόμενον ὥσπερ βρύον, ἔχον χλωρότερον ἐλαίας τὸ φύλλον, καυλὸν δὲ λεπτόν, βραχύν, ῥίζαν λεπτήν, ἄνθος λευκόν, καρπὸν μικρὸν ὥσπερ μήκωνος. τὸ δὲ ἀρρενογόνον τὰ μὲν ἄλλα ὅμοιον τῷ προειρημένῳ, καρπῷ δὲ διαφέρει· ἔχει γὰρ ὅμοιόν ‹τι› ἄρτι ἐξηνθηκυΐᾳ ἐλαίᾳ, βοτρυῶδες.

   λέγεται δὲ τὸ ἀρρενογόνον ποθὲν ἀρσενοτοκεῖν, τὸ δὲ θηλυγόνον θηλυτοκεῖν. ἱστορεῖ περὶ τούτων Κρατεύας· ἐμοὶ δὲ δοκεῖ τὰ τοιαῦτα μέχρις ἱστορίας ἐρεῖν.

[126]   ὄρχις· οἱ δὲ κυνὸς ὄρχιν καλοῦσι. φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μαλακῇ ὅμοια, στενότερα δὲ καὶ μακρότερα, καυλὸν σπιθαμῆς τὸ μῆκος, ἐφ' ᾧ ἄνθη πορφυροειδῆ, ῥίζαν βολβοειδῆ, ἐπιμήκη, διπλῆν, στενήν, ὡς ἐλαίαν, τὴν μὲν ἄνω, τὴν δὲ κατωτέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν. ἐσθίεται δὲ ἡ ῥίζα ὡς βολβὸς ἑφθή.

[2]    καὶ περὶ ταύτης δὲ ἱστορεῖται τὴν μὲν μείζονα ῥίζαν ὑπ' ἀνδρῶν ἐσθιομένην ἀρρενογονεῖν, τὴν δὲ ἐλάττονα ὑπὸ γυναικῶν θηλυγονεῖν. προσιστορεῖται δ' ὅτι καὶ τὰς ἐν Θεσσαλίᾳ γυναῖκας τὸν μὲν ἁπαλὸν ‹βλαστὸν› μετὰ αἰγείου γάλακτος ποτίζειν ὡς ἀφροδίσια συνιστάντα, τὸν δὲ ξηρὸν πρὸς ἐπίσχεσιν καὶ ἔκλυσιν τῶν ἀφροδισίων, ἀναλύεσθαί τε τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου ἐπιπινομένου. φύεται δὲ ἐν λιθώδεσι καὶ ἀμμώδεσι τόποις.

[127]

[1]    ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι καλοῦσιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης. φύλλα ἔχει ἐοικότα πράσῳ, ἐπιμήκη, πλατύτερα δὲ καὶ λιπαρά, καυλὸν σπιθαμῆς, ἄνθη δὲ ὑποπόρφυρα. ῥίζα δὲ ὕπεστιν ὀρχιδίοις ὁμοία, ἥτις δύναμιν ἔχει καταπλασσομένη οἰδημάτων διασκεδαστικὴν καὶ ἑλκῶν ἀνακαθαρτικὴν καὶ ἕρπητος ἐφεκτικήν· ἀνασκευάζει δὲ καὶ σύριγγας καὶ τὰ φλεγμαίνοντα παρηγορεῖ καταπλασσομένη. ξηρὰ δὲ νομὰς ἵστησι καὶ σηπεδόνας καὶ τὰ ἐν στόματι κακοήθη ἰᾶται· ἵστησι δὲ καὶ κοιλίαν ἐν οἴνῳ ποθεῖσα. ἱστορεῖται δὲ καὶ περὶ ταύτης, ὅσα καὶ περὶ τῆς τοῦ κυνὸς ὄρχεως.

[128]   σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολὺ φύλλα τρία φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ, καυλὸν δὲ ψιλόν, μαλακόν, ὡς πήχεως, ἄνθος κρινοειδές, λευκόν, ῥίζαν δὲ βολβοειδῆ, ὅσον μῆλον, πυρράν, τὰ δὲ ἐντὸς λευκὴν ὥσπερ ᾠόν, γευομένῳ γλυκεῖαν καὶ εὔστομον.

   ταύτην δεῖ πίνειν ἐν οἴνῳ μέλανι αὐστηρῷ πρὸς ὀπισθότονον καὶ συνουσίαν φασὶ παρορμᾶν.

[2]    λέγεται δὲ καὶ ἐρυθραϊκὸν σατύριον, ἔχον σπέρμα λινοσπέρμῳ ἐμφερές, μεῖζον δὲ καὶ στίλβον καὶ λεῖον καὶ ῥωμαλέον, ὅπερ ἱστορεῖται καὶ αὐτὸ συνουσίας ἐγείρειν ὥσπερ ὁ σκίγκος. ἔστι δὲ τῆς ῥίζης αὐτοῦ ὁ μὲν φλοιὸς ὕπισχνος καὶ πυρρός, τὸ δὲ ἔνδοθεν λευκόν, γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς τόποις. ἱστορεῖται δὲ ὅτι καὶ εἰς τὴν χεῖρα λημφθεῖσα ἡ ῥίζα ἐρεθίζει πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεῖσα μᾶλλον.

[129]

[1]    ὅρμινον· πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις, καυλὸς δὲ τετράγωνος, ἡμιπηχυαῖος, περὶ ὃν ἐξοχαὶ ὅμοιαι λοβοῖς, ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γὰρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται ‹καὶ› φαιόν, ἐπὶ δὲ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν, οὗπερ καὶ ἡ χρῆσις.

   δοκεῖ δὲ καὶ τοῦτο σὺν οἴνῳ πινόμενον συνουσίαν παρορμᾶν. ἀποκαθαίρει δὲ σὺν μέλιτι ἄργεμα, λευκώματα, καταπλασθὲν δὲ μεθ' ὕδατος οἰδήματα διαφορεῖ καὶ σκόλοπας ἐπισπᾶται· καὶ ἡ πόα δὲ καταπλασθεῖσα τὰ αὐτὰ ποιεῖ. τὸ δὲ ἄγριον ἰσχυροτέραν ἔχει δύναμιν, ὅθεν μείγνυται καὶ συγχρίσμασι, μάλιστα δὲ τῷ γλευκίνῳ.

[130]   ἡδύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελεκῖνος· θάμνος ἐστὶ φυλλάρια ἔχων ἐρεβίνθῳ ὅμοια, λοβοὺς δὲ κερατίοις ἐοικότας, ἐν οἷς τὸ σπέρμα πυρρόν, ὅμοιον πελέκει ἀμφιστόμῳ, ὅθεν καὶ ὠνόμασται, πικρὸν γευσαμένῳ, εὐστόμαχον ποθέν· μείγνυται δὲ καὶ ἀντιδότοις. σὺν μέλιτι δὲ προστεθὲν πρὸ τῆς μείξεως ἀτόκιον εἶναι δοκεῖ. φύεται δὲ ἐν κριθαῖς καὶ πυροῖς.

[131]   ὄνοσμα· οἱ δὲ ὀσμάδα, οἱ δὲ φλονῖτιν, οἱ δὲ ὄνωνιν καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια τοῖς τῆς ἀγχούσης, προμήκη, μαλακά, ὡς τετραδάκτυλα τὸ μῆκος, τὸ δὲ πλάτος δακτύλου, ἐπὶ γῆς κατεστρωμένα ἐμφερέστατα τοῖς τῆς ἀγχούσης. ἔστι δὲ ἄκαυλος καὶ ἄκαρπος καὶ ἀνανθής· ῥιζίον δὲ ὑπόμηκες ὕπεστιν, ἀσθενές, λεπτόν, ἐνερευθὲς ἡσυχῆ. φύεται ἐν τραχέσι τόποις.

   τούτου τὰ φύλλα ἐν οἴνῳ ποθέντα ἔμβρυα ἄγει· φασὶ δὲ ὅτι κἂν ἔγκυος ὑπερβῇ τὴν πόαν, ἐκτιτρώσκει.

[132]   νυμφαία· φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα δὲ ἔχει ὅμοια κιβωρίῳ, μικρότερα δὲ καὶ ἐπιμηκέστερα, ποσῶς ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζης, ἄνθος δὲ λευκόν, ὅμοιον κρίνῳ, ἔχον κροκῶδες τὸ μέσον· ὅταν δὲ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον τῇ περιφερείᾳ γίνεται ἢ μήκωνος κεφαλῇ, μέλαν, ἐν ᾧ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς λεῖος, οὐ παχύς, μέλας, ὅμοιος τῷ τοῦ κιβωρίου, ῥίζα μέλαινα, τραχεῖα, ῥοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ.

[2]    ξηρὰ δὲ ποθεῖσα κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελεῖ σὺν οἴνῳ καὶ σπλῆνα τήκει· καταπλάσσεται δὲ πρὸς στομάχου καὶ κύστεως ἀλγήματα ἡ ῥίζα καὶ ἀλφοὺς σμήχει σὺν ὕδατι, ἀλωπεκίας τε σὺν πίσσῃ ἐπιτεθεῖσα ἰᾶται. πίνεται δὲ ἡ ῥίζα καὶ πρὸς ὀνειρωγμούς· πραΰνει τε γὰρ τούτους ἀτονίαν τε ἐργάζεται αἰδοίου πρὸς ὀλίγας ἡμέρας, εἴ τις ἐνδελεχῶς πίνοι· ταὐτὰ δὲ ποιεῖ [3] καὶ τὸ σπέρμα ποθέν. δοκεῖ δὲ ὠνομάσθαι ἀπὸ νυμφῶν διὰ τὸ ἔνυδρον αὐτὴν φιλεῖν τόπον· εὑρίσκεται δὲ πολλὴ ἐν Ἤλιδι ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ.

   γίνεται καὶ ἄλλη νυμφαία, φύλλα ἔχουσα ὅμοια τῇ προειρημένῃ, ῥίζαν μέντοι λευκὴν καὶ τραχεῖαν, ἄνθος μήλινον, στίλβον, ὅμοιον ῥόδῳ. ποιεῖ δὲ ἡ ῥίζα καὶ τὸ σπέρμα πρὸς ῥοῦν γυναικεῖον ἐν οἴνῳ μέλανι πινόμενα. φύεται δὲ ἐν τοῖς περὶ Θεσσαλίαν τόποις κατὰ τὸν Πηνειὸν ποταμόν.

[133]

[1]    ἀνδρόσακες· γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραλίοις τόποις. πόα δ' ἐστὶ λευκή, λεπτόκαρφος, πικρά, ἄφυλλος, θυλάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα περιεκτικὸν σπέρματος.

   δύναμιν δὲ ἔχει ποθεῖσα σὺν οἴνῳ δραχμῶν δυεῖν πλῆθος οὖρα πολλὰ ἐπὶ ὑδρωπικῶν ἄγειν· καὶ τὸ ἀφέψημα δὲ τῆς πόας καὶ ὁ καρπὸς πινόμενος τὸ αὐτὸ ποιεῖ· καταπλάσσεται δὲ καὶ ἐπὶ ποδαγρικῶν ὠφελίμως.

[134]   ἄσπληνος· οἱ δὲ σκολοπένδριον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ σπλήνιον, οἱ δὲ πτέρυγα καλοῦσι. φύλλα ἔχει σκολοπένδρῳ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζης, φυόμενα ἐν πέτραις καὶ τοίχοις τοῖς ἀπὸ τῶν κοχλάκων παλισκίοις, ἄκαυλα, ἀνανθῆ, ἄκαρπα, ἐντετμημένα ὡς τὰ τοῦ πολυποδίου, κάτωθεν ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά.

[2]    δύναμιν δὲ ἔχει τὰ φύλλα ἀποζεσθέντα σὺν ὄξει καὶ πινόμενα ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκειν· δεῖ δὲ καὶ καταπλάσσειν τὸν σπλῆνα τοῖς φύλλοις λείοις σὺν οἴνῳ· βοηθεῖ καὶ στραγγουρίᾳ καὶ λυγμῷ καὶ ἰκτέρῳ καὶ λίθους τοὺς ἐν κύστει θρύπτει. δοκεῖ δὲ ἀτόκιον εἶναι καθ' ἑαυτὴν καὶ μετὰ ἡμιόνου ὁπλῆς περιαπτομένη· ἀσελήνου δὲ νυκτὸς ‹ἢ› ἡμέρας οὔσης φασὶ δεῖν αὐτὴν ὀρύσσειν εἰς ἀτόκιον.

[135]

[1]    ἡμιονῖτις, οἱ δὲ σπλήνιον· φύλλον ἀνίησιν ὅμοιον δρακοντίῳ, μηνοειδές, ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. φύεται δὲ ἐν πετρώδεσι τόποις. γευσαμένῳ δὲ ἡ πόα στυπτική, σὺν ὄξει δὲ ποθεῖσα τήκει σπλῆνα.

[136]   ἀνθυλλίς· δισσή. ἡ μὲν γάρ τις φακῷ παραπλήσια φύλλα ἔχει καὶ κλωνία σπιθαμῆς ‹τὸ› ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάμμοις τόποις καὶ εὐηλίοις, γευομένῳ ὕφαλμος. ἡ δ' ἑτέρα χαμαιπίτυϊ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασύτερα μέντοι καὶ βραχύτερα· τὸ δ' ἄνθος πορφυροῦν, βαρύοσμον ἰσχυρῶς, ῥίζα ὥσπερ κιχορίου.

[2]    δύναται δὲ ἰσχυρῶς δυσουροῦσι καὶ νεφριτικοῖς βοηθεῖν πινομένη πλῆθος δραχμῶν τεσσάρων. ἐκμαλάσσουσι δὲ φλεγμονὰς τὰς ἐν ὑστέρᾳ λεῖαι σὺν ῥοδίνῳ καὶ γάλακτι προστιθέμεναι· ἰῶνται δὲ καὶ τραύματα. ἡ δὲ τῇ χαμαιπίτυϊ ὁμοία μετὰ τῶν ἄλλων καὶ ἐπιλημπτικῶν βοήθημα σὺν ὀξυμέλιτι πινομένη.

[137]

[1]

   ἀνθεμίς· οἱ δὲ λευκάνθεμον, οἱ δὲ ἠράνθεμον, ἐπεὶ ἔαρος ἀνθεῖ, οἱ δὲ χαμαίμηλον διὰ τὴν πρὸς τὰ μῆλα ὁμοιότητα τῆς ὀσμῆς, οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν καλοῦσι. ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· κλῶνες σπιθαμιαῖοι, θαμνοειδεῖς, μασχάλας ἔχοντες πολλάς, φυλλάρια μικρά, λεπτά, κεφάλια περιφερῆ, ἔνδοθεν μὲν λευκὸν καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα, ἔξωθεν δὲ περίκειται κυκλοτερῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ ‹φυλλάρια› κατὰ μέγεθος πηγάνου. φύεται δὲ ἐν τόποις τραχέσι καὶ παρὰ τὰς ὁδούς, συλλέγεται δὲ ἔαρος.

[2]    δύναμιν δὲ ἔχουσιν αἱ ῥίζαι καὶ τὰ ἄνθη καὶ ἡ βοτάνη θερμαντικήν, λεπτυντικήν· πινόμεναι δὲ καὶ ἐγκαθιζόμεναι ἄγουσι καταμήνια καὶ ἔμβρυα καὶ λίθους καὶ οὖρα· ποτίζονται δὲ καὶ πρὸς ἐμπνευματώσεις καὶ εἰλεούς, καὶ ἴκτερον δὲ ἀποκαθαίρουσι καὶ ἡπατικοὺς ἰῶνται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν εἰς πυρίας λαμβάνεται τὰς πρὸς κύστιν. πρακτικώτερον δὲ τοῖς λιθιῶσι τὸ πορφυρανθές, ὅπερ τοῖς ὅλοις ἐστὶ μεῖζον, ἰδίως ἠράνθεμον καλούμενον· τὸ λευκάνθεμον δὲ καλούμενον οὐρητικώτερον καὶ τὸ χρυσάνθεμον. θεραπεύουσι δὲ καὶ αἰγιλώπια καταπλασσόμεναι, διαμασώμεναι δὲ καὶ ἄφθας ἰῶνται.

[3] χρῶνται δέ τινες καὶ συναλείμματι μετ' ἐλαίου λειοτριβοῦντες αὐτὴν πρὸς ἀνασκευὴν τῶν περιοδικῶν πυρετῶν. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα καὶ τὰ ἄνθη, ἕκαστον αὐτῶν κόπτοντας ἰδίᾳ καὶ ἀναλαμβάνοντας ‹εἰς› τροχίσκους, τὴν δὲ ῥίζαν ξηραίνοντας· χρείας δὲ ἐπιγενομένης διδόναι ὁτὲ μὲν τοῦ ἄνθους τὸ διπλάσιον, ἓν δὲ τῆς βοτάνης ἢ τῆς ῥίζης, ὁτὲ δὲ τοὐναντίον τοῦ ἄνθους μέρος ‹ἕν›, τῆς δὲ βοτάνης δύο ἐναλλὰξ διπλασιάζοντας παρ' ἡμέραν· πίνειν δὲ δεῖ ἐν οἰνομέλιτι κεκραμένῳ.

[138]

[1]

   παρθένιον· οἱ δὲ ἀμάρακον, οἱ δὲ λευκάνθεμον καὶ τοῦτο καλοῦσι. φύλλα ἔχει κορίῳ ὅμοια, ἄνθη δὲ κύκλῳ λευκά, τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον.

   δύναται δὲ ξηρὰ σὺν ὀξυμέλιτι ἢ σὺν ἁλσὶ ποθεῖσα ὡς τὸ ἐπίθυμον φλέγμα καὶ χολὴν ἄγειν κάτω καὶ τοὺς ἀσθματικοὺς ὠφελεῖ καὶ μελαγχολικούς. ἡ δὲ πόα χωρὶς τοῦ ἄνθους ὠφελίμως ἐπὶ λιθιώντων καὶ ἀσθματικῶν ποτίζεται, τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα ὑστέρας ἐσκληρυσμένης καὶ φλεγμαινούσης. καταπλάσσεται δὲ καὶ πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς σὺν τοῖς ἄνθεσιν.

[139]   βούφθαλμον, οἱ δὲ κάχλαν καλοῦσι. καυλὸν ἀναφέρει τρυφερόν, φύλλα δὲ μαράθῳ ὅμοια, ἄνθη μήλινα, μείζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ ὠνόμασται. φύεται περὶ τὰς πόλεις.

   ταύτης τὰ ἄνθη λεῖα σὺν κηρωτῇ οἰδήματα καὶ σκληρίας διαχεῖ. φασὶ δὲ ὅτι ἐν βαλανείῳ μετὰ τὸ ἐξελθεῖν τῆς μάκτρας πινόμενον εὔχροιαν περιποιεῖ πρὸς χρόνον τινὰ τοῖς ἰκτεριῶσιν.

[140]   γλυκυσίδη· οἱ δὲ πεντόροβον, οἱ δὲ Ἰδαίους δακτύλους, τὴν δὲ ῥίζαν παιωνίαν καλοῦσιν, ἄλλοι δὲ ἀγλαοφώτιδα. καυλὸς φύεται δισπίθαμος, παραφυάδας ἔχων πολλάς· φύλλα δὲ ‹ἔχει› ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια, ἡ δὲ θήλεια ἐπέσχισται τὰ φύλλα ὥσπερ σμύρνιον· λοβοὺς δέ τινας ἀνίησιν ἐπ' ἄκρου τοῦ καυλοῦ ἀμυγδάλοις ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι πολλοί, μικροί, ἐμφερεῖς τοῖς τῆς [2] ῥοᾶς, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι, πέντε ἢ ἕξ. ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα, λευκή· ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσ‹ιν› αἱ ῥίζαι ἑπτὰ ἢ ὀκτὼ ὥσπερ ἀσφόδελος.

   δίδοται δὲ ἡ ῥίζα γυναιξὶν ἐκ τοκετοῦ μὴ καθαιρομέναις καὶ καταμήνια ἄγει μέγεθος ἀμυγδάλου πινομένη, καὶ ταῖς κατὰ γαστέρα ὀδύναις βοηθεῖ ποθεῖσα ἐν οἴνῳ καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσι· καθεψηθεῖσα δὲ ἐν οἴνῳ καὶ πινομένη [3] κοιλίαν ἵστησι. τοῦ δὲ καρποῦ δέκα ἢ δώδεκα κόκκοι πυρροὶ ποθέντες ἐν οἴνῳ μέλανι αὐστηρῷ ῥοῦν τὸν ἐρυθρὸν ἱστᾶσι, στομαχικοῖς τε καὶ δακνομένοις ἐσθιόμενοι βοηθοῦσι, καὶ ὑπὸ τῶν παιδίων πινόμενοι καὶ ἐσθιόμενοι ἀρχὰς λιθιάσεως παραιτοῦνται· οἱ δὲ μέλανες καὶ πρὸς τοὺς ὑπὸ τῶν ἐφιαλτῶν πνιγ‹ομέ›νους καὶ πρὸς τὰς ὑστερικὰς πνίγας καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ ἢ οἴνῳ, ὅσον δέκα πέντε κόκκοι πινόμενοι, ποιοῦσιν.

[141]

[1]    λιθόσπερμον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ ἐξώνυχον, οἱ δὲ Διὸς πυρόν, οἱ δὲ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχὺν καλοῦσι. φύλλα ἔχει ὅμοια ἐλαίας, μακρότερα δὲ καὶ πλατύτερα καὶ μαλακώτερα καὶ τὰ περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα, κλωνία δὲ ὀρθά, λεπτά, πάχος ὀξυσχοίνου, στερεά, ξυλώδη, ἐπὶ δὲ τῶν ἄκρων αὐτῶν δίχηλος ἔκφυσις καυλοειδής, ἔχουσα φύλλα μικρά, παρ' οἷς σπέρμα λιθῶδες, στρογγύλον, λευκόν, ὀρόβῳ μικρῷ ἴσον· φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς.

   δύναμιν δὲ ἔχει τὸ σπέρμα μετ' οἴνου λευκοῦ πινόμενον λίθους θρύπτειν καὶ οὖρα ἄγειν.

[142]   φαληρίς· καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρήστων πολλά, διπάλαιστα, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζέας, ἰσχνότερα μέντοι καὶ γλυκέα τῇ γεύσει· καὶ τὰ φύλλα δὲ ὅμοια τοῖς τῆς ζέας, σπέρμα δὲ ἔπεστι μέγεθος κέγχρου, λευκόν, ὑπόμηκες.

   δύναμιν δὲ ἔχει ἡ πόα κοπτομένη καὶ χυλιζομένη δι' ὕδατος ἢ οἴνου πρὸς τὰ τῆς κύστεως ἀλγήματα πινομένη ποιεῖν· καὶ τοῦ σπέρματος δὲ μεθ' ὕδατος κοχλιαρίου πλῆθος πινόμενον πρὸς τὰ αὐτὰ ποιεῖ.

[143]   ἐρυθρόδανον ἢ ἐρευθέδανον, ἔνιοι δὲ τεύθριον καλοῦσι. ῥίζα ἐστὶν ἐρυθρά, βαφική· ἡ μέν τις ἀγρία, ἡ δὲ σπαρτή, ὡς ἐν Ῥαβέννῃ τῆς Ἰταλίας μεταξὺ ἑλῶν ὠφελίμως σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δὲ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης κατὰ πάντα, μείζονες δὲ καὶ ῥωμαλεώτεροι, ἔχοντες ἐκ διαστημάτων τὰ φύλλα καθ' ἕκαστον γόνυ ὥσπερ ἀστέρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τὰ πρῶτα χλωρόν, [2] εἶτα ἐρυθρόν, πεπαινόμενον δὲ μέλανα· ῥίζα λεπτή, μακρά, ἐρυθρά, διουρητική, ὅθεν ἰκτερικοῖς μετὰ μελικράτου πινομένη βοηθεῖ ἰσχιαδικοῖς τε καὶ παραλελυμένοις· ἄγει δὲ καὶ οὖρα πολλὰ καὶ παχέα, ἔσθ' ὅτε δὲ καὶ αἷμα· λούειν μέντοι δεῖ καθ' ἡμέραν τοὺς πίνοντας· θηριοδήκτοις τε βοηθεῖ ὁ καυλὸς μετὰ τῶν φύλλων ποθείς· ὁ δὲ καρπὸς μετ' ὀξυμέλιτος πινόμενος σπλῆνα τήκει. προστεθεῖσα δὲ ἡ ῥίζα ἄγει ἔμμηνα καὶ ἔμβρυα, θεραπεύει δὲ καὶ ἀλφοὺς λευκοὺς μετ' ὄξους καταχριομένη.

[144]

[1]    λογχῖτις· φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύτερα δὲ καὶ ὑπέρυθρα, πλεῖστα πρὸς τῇ ῥίζῃ, περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφ' οὗ ἄνθη ὅμοια πιλίσκοις, τῷ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, μέλανα, λευκὸν δέ τι ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῷ κάτω χείλει ὥσπερ γλωσσάριον· τὸ σπέρμα δὲ ὅμοιον λόγχῃ, τρίγωνον, ἐν περικαρπίοις, ὅθεν καὶ τῆς ἐπωνυμίας ἠξιώθη, ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἀνίκμοις τόποις.

   ταύτης ἡ ῥίζα διουρητικὴ πινομένη σὺν οἴνῳ.

[145]   λογχῖτις ἑτέρα τραχεῖα· φύλλα ἀνίησιν ὅμοια σκολοπενδρίῳ, τραχύτερα δὲ καὶ μείζονα καὶ μᾶλλον ἐσχισμένα.

   δύναμιν δὲ ἔχει τὰ φύλλα τραυματικήν, ἀφλέγμαντον· τήκει δὲ καὶ σπλῆνα μετ' ὄξους πινομένη.

[146]   ἀλθαία, ἣν ἔνιοι ἐβίσκον καλοῦσι, μολόχης ἐστὶν ἀγρίας εἶδος· ἔχει δὲ φύλλα περιφερῆ ὥσπερ κυκλάμινος, ἔγχνοα, ἄνθος ῥοδοειδές, καυλὸν δὲ πηχυαῖον, ῥίζαν δὲ γλίσχραν, λευκὴν ἔνδοθεν. ὠνόμασται δὲ ἀλθαία διὰ τὸ πολυαλθὲς καὶ πολύχρηστον αὐτῆς· ἑψηθεῖσα γὰρ ἐν μελικράτῳ ἢ οἴνῳ ἢ καθ' ἑαυτὴν κοπεῖσα ποιεῖ πρὸς τραύματα, παρωτίδας, χοιράδας, ἀποστήματα, μαστοὺς φλεγμαίνοντας, ‹φλεγμονὰς› δακτυλίου, θλάσματα, ἐμφυσήματα, συντάσεις νεύρων· διαφορεῖ γὰρ καὶ [2] ἐκπέσσει καὶ ῥήγνυσι καὶ ἀπουλοῖ. συμμαλαχθεῖσα δὲ ἑφθή, ὡς εἴρηται, στέατι ὑείῳ ἢ χηνείῳ καὶ τερεβινθίνῃ πρὸς ὑστέρας φλεγμονὰς καὶ μύσεις ἐν προσθέματι ποιεῖ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς τὰ αὐτὰ ποιεῖ, ἄγον καὶ τὰ καλούμενα λοχεῖα. τὸ δὲ τῆς ῥίζης ἀφέψημα πινόμενον σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, λιθιῶντας, [ὠμότητας] ἰσχιαδικούς, δυσεντερικούς, τρομώδεις, ῥηγματίας, καὶ πόνους ὀδόντων πραΰνει σὺν ὄξει ἀφεψηθεῖσα [3] καὶ διακλυζομένη. ὁ δὲ καρπὸς χλωρός τε καὶ ξηρὸς λεῖος καταχρισθεὶς σὺν ὄξει ἐν ἡλίῳ σμηκτικός ἐστιν ἀλφῶν, μετ' ὀξελαίου δὲ σύγχρισμα προφυλακτικὸν ἰοβόλων· ποιεῖ δὲ καὶ πρὸς δυσεντερίαν, αἵματος ἀναγωγήν, διάρροιαν. τὸ δὲ ἀφέψημα τοῦ σπέρματος πινόμενον καὶ πρὸς μελισσῶν καὶ τῶν λεπτῶν θηρίων πληγὰς πάντων ἐν ὀξυκράτῳ ποθὲν ἢ ἐν οἴνῳ· καὶ τὰ φύλλα δὲ μετ' ἐλαίου ὀλίγου καταπλάσσεται ἐπὶ τῶν δηγμάτων καὶ ἐπὶ πυρικαύτων. πήγνυσι δὲ ἡ ῥίζα καὶ ὕδωρ μιγεῖσα λεία καὶ συνεξαιθριασθεῖσα.

[147]

[1]    ἀλκαία· καὶ αὕτη εἶδός ἐστιν ἀγρίας μολόχης, ἔχουσα φύλλα ἐπεσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης, καυλοὺς τρεῖς ἢ τέσσαρας, φλοιὸν ἔχοντας καννάβει παραπλήσιον, ἄνθος μικρόν, ἐμφερὲς ῥόδῳ, ῥίζας λευκάς, πλαγίας, πέντε ἢ ἕξ, ὅσον πήχεως, αἵτινες ἐν οἴνῳ ἢ ὕδατι πινόμεναι δυσεντερίαν καὶ ῥήγματα ἰῶνται.

[148]   κάνναβις· φυτὸν εὔχρηστον τῷ βίῳ πρὸς τὰς τῶν εὐτονωτάτων σχοινίων πλοκάς. φύλλα δὲ φέρει παραπλήσια τῇ μελίᾳ, δυσώδη, καυλοὺς μακρούς, κενούς, καρπὸν στρογγύλον, ἐσθιόμενον, ὃς πλείων βρωθεὶς σβέννυσι γονήν· χλωρὸς δὲ χυλισθεὶς ἁρμόζει πρὸς τὰς τῶν ὤτων ἀλγηδόνας ἐνσταζόμενος.

[149]

   ἡ δὲ ἀγρία κάνναβις ῥαβδία φέρει ὅμοια τοῖς τῆς πτελέας, μελάντερα δὲ καὶ μικρότερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρῳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέρυθρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ.

   δύναται δὲ ἡ ῥίζα καταπλασθεῖσα ἑφθὴ φλεγμονὰς παρηγορεῖν καὶ πώρους διαχεῖν· καὶ ὁ ἀπ' αὐτῆς δὲ φλοιὸς εὐθετεῖ εἰς πλοκὴν σχοινίων.

[150]   ἀνάγυρος· οἱ δὲ ἀνάγυριν, οἱ δὲ ἄκοπον καλοῦσι. θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοσμος ἰσχυρῶς· ἄνθος κράμβῃ ἐοικός, καρπὸς ἐν κερατίοις μακροῖς, τὸ σχῆμα νεφρῶν, ποικίλος, στερεός· σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν.

[2]    ταύτης τὰ φύλλα ἁπαλὰ καταπλασσόμενα λεῖα οἰδήματα στέλλει· ποτίζεται δὲ δραχμῆς μιᾶς πλῆθος ἐν γλυκεῖ πρὸς ἆσθμα καὶ ἐκβολὴν χορίου καὶ ἐμβρύου καὶ ἐμμήνων, πρὸς δὲ φαλαγγίων πληγὰς σὺν οἴνῳ. ἔστι δὲ καὶ περίαπτον δυστοκούσαις· δεῖ μέντοι μετὰ τὸ τεκεῖν εὐθέως ἀφελόντα ῥίπτειν τὸ περίαμμα. τῆς δὲ ῥίζης ὁ φλοιὸς διαφορεῖ καὶ ἐκπέσσει· ὁ δὲ καρπὸς ἐσθιόμενος ἔμετον συντόνως κινεῖ.

[151]

[1]    κηπαία· ἐμφερής ἐστιν ἀνδράχνῃ, μελάντερα δὲ ἔχει τὰ φύλλα, ῥίζαν λεπτήν. βοηθεῖ δὲ τὰ φύλλα πινόμενα σὺν οἴνῳ στραγγουριῶσι καὶ ψωριῶσι τὴν κύστιν· μάλιστα δὲ ποιεῖ ‹ἡ ῥίζα ἐν γλυκεῖ› μετὰ ἀφεψήματος ῥιζῶν ἀσπαράγου τοῦ μυακάνθου καλουμένου πινομένη.

[152]   ἄλισμα· οἱ δὲ δαμασώνιον καλοῦσιν, οἱ δὲ λύρον. φύλλα μὲν ἔχει ἀρνογλώσσῳ ὅμοια, στενότερα δὲ καὶ ἐπὶ γῆν κλώμενα· καυλὸς δὲ λεπτός, ἁπλοῦς, ὑπὲρ πῆχυν, ἔχων κεφάλιον θυρσοειδές, ἄνθη [λευκά] λεπτά, ὕπωχρα, ῥίζαι ὡς μέλανος ἑλλεβόρου λεπταί, εὐώδεις, δριμεῖαι, ὑπολίπαροι. ὑδρηλὰ φιλεῖ χωρία.

[2]    ἁρμόζει δὲ ἡ ῥίζα πινομένη σὺν οἴνῳ δραχμῆς μιᾶς ἢ δυεῖν ὁλκὴ πρὸς λαγωὸν θαλάσσιον καὶ φρῦνον καὶ ὄπιον· παύει καὶ στρόφους καὶ δυσεντερίαν καθ' ἑαυτὴν καὶ σὺν ἴσῳ δαύκῳ πινομένη, ἁρμόζει καὶ σπάσμασι καὶ πρὸς τὰ ὑστερικὰ πάθη. ἡ δὲ πόα ἵστησι κοιλίαν καὶ ἔμμηνα κινεῖ καὶ οἰδήματα καταπλασθεῖσα πραΰνει.

[153]

[1]    ὀνοβρυχίς· τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρῷ μακρότερα, καυλὸν σπιθαμιαῖον, ἄνθος φοινικοῦν, ῥίζαν μικράν· φύεται δὲ ἐν καθύγροις καὶ ἀργοῖς τόποις.

   δύναμιν δὲ ἔχει ἡ πόα ἐπιπλασθεῖσα λεία διαχεῖν φύματα· μετ' οἴνου δὲ πινομένη στραγγουρίαν θεραπεύει, σὺν ἐλαίῳ δὲ ἀλειφομένη ἱδρῶτας κινεῖ.

[154]   ὑπερικόν· οἱ δὲ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνῃ πιτυΐνῃ. φύλλα ἔχει πηγάνῳ ὅμοια· θάμνος φρυγανοειδής, σπιθαμιαῖος, ὑπέρυθρος, ἄνθος ‹ἔχων› λευκοΐῳ ὅμοιον, λοβὸν δὲ ὑπόδασυν, προμήκη ἐν τῷ περιφερεῖ, μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν ῥητίνης ὄζον. φύεται δὲ ἐν ἐργασίμοις καὶ τραχέσι χωρίοις.

[2]    δύναμιν δὲ ἔχει διουρητικὴν καὶ ἐμμήνων ἀγωγὸν προστιθέμενον, τεταρταϊκούς τε ἀπαλλάσσει μετ' οἴνου πινόμενον. θεραπεύει δὲ καὶ ἰσχιάδας ἐπὶ ἡμέρας τεσσαράκοντα τὸ σπέρμα πινόμενον, τὰ δὲ φύλλα σὺν τῷ σπέρματι καταπλασθέντα ἰᾶται κατακαύματα.

[155]

[1]    ἄσκυρον· οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει, καρπὸν ὅμοιον ὑπερικῷ, ὄζοντα ῥητίνης καὶ ἐν τῷ παρατριβῆναι οἱονεὶ αἱμάσσοντα τοὺς δακτύλους, ὡς διὰ τοῦτο ἀνδρόσαιμον καλεῖσθαι.

   ποιεῖ δὲ καὶ ὁ τούτου καρπὸς πρὸς ἰσχιάδας πινόμενος μεθ' ὑδρομέλιτος κοτυλῶν δυεῖν· ἄγει δὲ χολώδη καὶ κόπρια πολλά· συνεχῶς δὲ δεῖ διδόναι, ἄχρι ἂν ὑγιασθῶσι. ποιεῖ καὶ πρὸς πυρίκαυτα ἐπιπλασθεῖσα.

[156]   ἀνδρόσαιμον· οἱ δὲ Διονυσιάδα, οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα πηγάνου, ἃ τριφθέντα οἰνώδη χυλὸν ἀνίησι, μασχάλας τε ἔχει πλείονας ἐπ' ἄκρῳ τεταρσωμένας, περὶ ἃς [2] ἀνθύλλια μικρά, μήλινα· καρπὸς ἐν κάλυκι ὅμοιος τῷ τῆς μελαίνης μήκωνος, οἱονεὶ κατάγραφος· ἀνατριφθεῖσα δὲ ἡ κόμη ῥητινώδη ὀσμὴν προσδίδωσι.

   καὶ τούτου ὁ καρπὸς λεῖος δραχμῶν δυεῖν ὁλκὴ ποθεὶς ἄγει χολώδη καὶ κόπρια. θεραπεύει δὲ μάλιστα ἰσχιάδας· δεῖ δὲ μετὰ τὴν κάθαρσιν ὕδατος ἐπιρροφεῖν ‹ὀλίγον›· καὶ πυρίκαυτα δὲ ἡ πόα καταπλασθεῖσα θεραπεύει καὶ αἷμα ἐπέχει.

[157]

[1]    κόρις· οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι. φύλλον ἔχει παραπλήσιον τῷ τῆς ἐρείκης, μικρότερον δὲ καὶ λιπαρώτερον καὶ ἐρυθρόν· θάμνος δὲ σπιθαμιαῖος, εὔστομος, δριμύς, εὐώδης.

   τούτου ὁ καρπὸς πινόμενος οὖρα καὶ καταμήνια ἄγει· βοηθεῖ καὶ φαλαγγιοδήκτοις καὶ ἰσχιαδικοῖς καὶ ὀπισθοτονικοῖς σὺν οἴνῳ πινόμενος, πρὸς δὲ ῥίγη σὺν πεπέρει· ἐπὶ δὲ ὀπισθοτονικῶν καὶ σύγχρισμα σὺν ἐλαίῳ ἁρμόδιον.

[158]   χαμαίπιτυς, ἣν ἔνιοι ἐν Πόντῳ ὁλόκυρον καλοῦσιν, ἐν δὲ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δὲ ἰωνιάν. πόα ἕρπουσα ἐπὶ γῆς, ὑπόκυρτος· φύλλα δὲ ἔχει ὅμοια ἀειζῴῳ ‹τῷ› μικρῷ, λεπτότερα δὲ καὶ λιπαρώτερα καὶ δασέα, πυκνὰ περὶ τοὺς κλάδους, ὀσμὴν ἔχοντα πίτυος, ἄνθη δὲ λεπτά, μήλινα, ῥίζαν δὲ ὡς κιχόριον.

   ταύτης τὰ φύλλα πινόμενα μετ' οἴνου ἐπὶ ἡμέρας ἑπτὰ ἴκτερον θεραπεύει, ἐπὶ δὲ ἡμέρας τεσσαράκοντα ἰσχιάδα ἰᾶται μεθ' ὑδρομέλιτος πινόμενα. δίδοται δὲ καὶ ἡπατικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς, ἰδίως ἁρμόζοντα καὶ στροφουμένοις.

[2] χρῶνται δὲ αὐτῇ καὶ οἱ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ ὡς ἀντιδότῳ, καὶ πρὸς ἀκόνιτον ποτίζοντες τὸ ἀφέψημα· καὶ καταπλάσσεται δὲ πρὸς τὰ προειρημένα μετὰ ἀλφίτων δεδευμένων τῷ ἀφεψήματι τῆς πόας. λεανθεῖσα δὲ σὺν σύκοις καὶ ἀντὶ καταποτίου διδομένη μαλάσσει κοιλίαν, μετὰ λεπίδος δὲ καὶ ῥητίνης ἀναλημφθεῖσα καθαίρει. ἄγει δὲ καὶ τὰ ἀπὸ ὑστέρας προστεθεῖσα σὺν μέλιτι, διαφορεῖ καὶ σκληρίας μαστῶν καὶ τραύματα κολλᾷ καὶ ἕρπητας ἐπέχει μετὰ μέλιτος καταπλασσομένη.

[3]

   ἔστι δὲ καὶ ἑτέρα χαμαίπιτυς, κλάδους ἔχουσα πηχυαίους, ἀγκυροειδεῖς, λεπτοκάρφους, κόμην δὲ ἐοικυῖαν τῇ πρὸ αὐτῆς καὶ ἄνθος, σπέρμα δὲ μέλαν· ὄζει δὲ καὶ αὕτη πίτυος. καὶ τρίτη τίς ἐστιν ἄρρην καλουμένη· ἔστι δὲ βοτάνιον ἔχον φυλλάρια λεπτά, λευκά, δασέα, καυλὸν δὲ τραχύν, λευκόν, ἀνθύλλια μήλινα, σπερμάτια δὲ παρὰ τὰς μασχάλας· ὄζει δὲ καὶ τοῦτο πίτυος.

   δύναμιν δὲ ἔχουσι καὶ αὗται ὁμοίαν τῇ προειρημένῃ, οὐ μὴν οὕτως πρακτικήν.