18889 1433 0 72 19 0 I d. C. Botanica-Farmacologia-Medicina Dioscorides IV De materia medica Wellmann, M., Berlin, Weidmann, 1:1907; 2:1906; 3:1914 Rist. 1958 0

Dioscorides - De materia medica IV

ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.

[1]   Ἐν τοῖς πρὸ τούτου βιβλίοις τρισί, φίλτατε Ἄρειε, παραδόντες περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων, ἐν τούτῳ τετάρτῳ ὄντι περὶ τῶν λειπομένων βοτανῶν τε καὶ ῥιζῶν διαλεξόμεθα.

[1]   κέστρον τὸ καλούμενον ψυχρότροφον, ἐπειδὴ ἐν τοῖς ψυχροτάτοις εὑρίσκεται τόποις, ὃ Ῥωμαῖοι βεττονίκην ἢ ῥουσμαρίναν καλοῦσι. πόα ἐστὶ καυλὸν ἔχουσα λεπτόν, πήχεως τὸ ὕψος ἢ καὶ μείζονα, τετράγωνον, φύλλα μακρά, μαλακά, ὅμοια δρυΐ, τὴν περιφέρειαν ἐσχισμένα, εὐώδη, μείζονα δὲ τὰ πρὸς τῇ ῥίζῃ· ἐπ' ἄκρῳ δὲ τῷ καυλῷ ἔπεστι τὸ σπέρμα ἐσταχυωμένον ὥσπερ θύμβρας. ταύτης τὰ φύλλα χρὴ συλλεγόμενα [2] ξηραίνειν, ὧν ἐστι καὶ ἡ πλείων χρῆσις. ῥίζαι δὲ ὕπεισι λεπταὶ ὡς ἐλλεβόρου, αἵτινες ἔμετον φλεγματώδη κινοῦσι μεθ' ὑδρομέλιτος πινόμεναι. τῶν δὲ φύλλων δίδοται πρὸς σπάσματα ‹καὶ› ῥήγματα καὶ πρὸς τὰς ἐν ὑστέρᾳ διαθέσεις καὶ πνίγας ὑστερικὰς δραχμῆς μιᾶς ὁλκὴ μεθ' ὑδρομέλιτος ἢ ὕδατος, θηριοδήκτοις δὲ ὁλκαὶ τρεῖς μετ' οἴνου κοτυλῶν δυεῖν. καταπλασσομένη δὲ ἡ πόα ὠφελεῖ τοὺς θηριοδήκτους, καὶ πρὸς τὰ θανάσιμα ὁλκὴ μετ' οἴνου ποθεῖσα ἁρμόζει· ἐὰν δέ τις προπίῃ, οὐδὲν βλαβήσεται λαβὼν θανάσιμον [3] φάρμακον. ἔστι δὲ καὶ οὐρητικὴ κοιλίας τε ὑποβιβαστική· θεραπεύει δὲ καὶ ἐπιλήπτους καὶ μαινομένους μεθ' ὕδατος πινομένη καὶ ἡπατικοὺς, σπληνικούς τε μετ' ὄξους καὶ μέλιτος ὁλκὴ δραχμῆς μιᾶς. ποιεῖ δὲ καὶ πέψιν, ἐάν τις μετὰ τὸ δεῖπνον καταπίνῃ κυάμου μέγεθος μετὰ μέλιτος ἑφθοῦ, ὁμοίως καὶ ὀξυρεγμιῶσι δίδοται, στομαχικοῖς τε διαμασᾶσθαι καὶ καταπίνειν, [4] εἶτ' ἐπιρροφεῖν οἶνον κεκραμένον. δίδοται καὶ αἱμοπτυϊκοῖς ὁλκὴ τριωβόλου μετὰ κράματος κυάθου ἑνὸς γαλακτώδους, ἰσχιαδικοῖς τε μεθ' ὕδατος καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσιν, ὑδρωπικοῖς τε δραχμῶν δυεῖν ‹ὁλκὴ› μεθ' ὑδρομέλιτος πυρέσσουσιν, ἀπυρέτοις δὲ σὺν οἰνομέλιτι, ἰκτεριῶντάς τε καθίστησι καὶ καταμήνια ἄγει ὁλκὴ μία πινομένη μετ' οἴνου. κοιλίαν δὲ δραχμαὶ τέσσαρες ποθεῖσαι καθαίρουσι μεθ' ὑδρομέλιτος κυάθων δέκα· ποιεῖ καὶ πρὸς φθισικούς, ἐμπυϊκοὺς μετὰ μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμεῷ ἀγγείῳ.

[2]

[1]    βρεττανική· πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερα δὲ καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δὲ ἀνίησιν οὐ μέγαν, ῥίζαν λεπτὴν καὶ βραχεῖαν. χυλίζεται δὲ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται.

   δύναμιν δὲ ἔχει στυπτικήν, ἰδίως ἁρμόζουσαν πρὸς τὰς ἐν στόματι καὶ παρισθμίοις νομάς· ποιεῖ δὲ καὶ πρὸς τὰ λοιπά, ὅσα στύψεως χρῄζει.

[3]   Λυσιμάχειος· καυλοὺς ἀνίησι πηχυαίους ἢ καὶ μείζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις, παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πορφυροῦν ἢ χρυσοειδές· φύεται ἐν τόποις ἑλώδεσι καὶ παρὰ τὰ ὕδατα.

   ἁρμόζει δὲ ὁ χυλὸς τῶν φύλλων στυπτικὸς ὢν πρὸς αἵματος ἀναγωγὰς καὶ δυσεντερίας, πόμα καὶ ἔγκλυσμα, ῥοῦν τε γυναικεῖον ἵστησιν ἐν προσθέτῳ, καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας ἐμφρασσομένη ἡ πόα ἁρμόζει· ἔστι δὲ καὶ τραυματικὴ καὶ ἴσχαιμος. θυμιαθεῖσα δὲ δριμύτατον ἔχει τὸν καπνόν, ὥστε καὶ ἑρπετὰ διώκειν καὶ μύας ἀποκτείνειν.

[4]   πολύγονον ἄρρεν· οἱ δὲ καρκίνωθρον, οἱ δὲ τευθαλλίδα, οἱ δὲ κλῆμα, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ πολύκαρπον καλοῦσι. πόα ἐστὶ κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι περιειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἡ ἄγρωστις, φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα ‹δὲ› καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παρ' ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται, ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν.

   δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν. ὁ δὲ χυλὸς πινόμενος ἁρμόζει αἱμοπτυϊκοῖς καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι καὶ [2] χολερικοῖς καὶ στραγγουριῶσιν· ἄγει γὰρ οὖρα ἐνεργῶς. βοηθεῖ καὶ θηριοδήκτοις μετ' οἴνου πινόμενος καὶ πρὸς περιοδικοὺς πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας λαμβανόμενος· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστεθείς, καὶ πρὸς ὠταλγίας καὶ πυορροίας ἐνσταζόμενος ἁρμόζει, συνεψηθεὶς δὲ οἴνῳ καὶ μέλι προσλαβὼν ἄκρως ποιεῖ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς στομάχου ἔγκαυσιν καὶ αἵματος ἀναγωγὴν καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ φλεγμονὰς καὶ οἰδήματα καὶ τραύματα πρόσφατα.

[5]

[1]    πολύγονον θῆλυ· θαμνίον ἐστὶ μονόκλωνον, τρυφερόν, καλαμοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγος, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχὰς πίτυος φυλλαρίοις ἐοικυίας· ῥίζα ἀχρεία. φύεται παρὰ τοῖς ὕδασι.

   δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦσαν τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ, ὅτι μὴ ἀσθενέστερον.

[6]   πολυγόνατον· φύεται ἐν ὄρεσι. θάμνος μείζων πήχεως, φύλλα ἔχων ὅμοια δάφνῃ, πλατύτερα δὲ καὶ λειότερα, γευσαμένῳ ὅμοιόν τι μήλῳ κυδωνίῳ ἢ ῥοᾷ μετὰ στύψεως προσβάλλει· καθ' ἑκάστην δὲ ἔκφυσιν τῶν φύλλων ἄνθη λευκά, τῷ πλήθει ὑπερέχοντα τοῦ ἀριθμοῦ τῶν φύλλων ἀπὸ τῆς ῥίζης ἡνωμένα· ῥίζαν δὲ λευκήν, μαλακήν, μακράν, πολυγόνατον, δασεῖαν, βαρύοσμον, πάχος ἔχουσαν δακτύλου, ποιοῦσαν πρὸς τραύματα καταπλασσομένην· αἴρει δὲ καὶ σπίλους τοὺς ἐν προσώπῳ.

[7]   κληματίς· οἱ δὲ δαφνοειδές, οἱ δὲ μυρσινοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσι. φύεται ἐπὶ γῆς, κλήματα δὲ ἔχει μακρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ.

   ταύτης τὰ φύλλα καὶ οἱ καυλοὶ σὺν οἴνῳ πινόμενα διαρροίας καὶ δυσεντερίας παύει· μετὰ γάλακτος δὲ καὶ ῥοδίνου ἢ κυπρίνου ἐν πεσσῷ προστιθεμένη ὑστέρας πόνους θεραπεύει· παύει δὲ καὶ ὀδόντων πόνους διαμασωμένη, βοηθεῖ καὶ θηριοδήκτοις ἐπιτιθεμένη. ἱστορεῖται δὲ καὶ ἀσπιδοδήκτοις μετ' ὄξους πινομένη βοηθεῖν. φύεται δὲ ἐν χέρσοις.

[8]   Πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες δὲ χιλιοδύναμον καλοῦσι. κλωνία ἔχει λεπτά, τεταρσωμένα, φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυγόνου ἢ τῆς καλαμίνθης· ἐπ' ἄκρων δὲ αὐτῶν ὥσπερ κόρυμβοι, ἐν οἷς τὸ σπέρμα μέλαν, ῥίζα παχεῖα, ὑπόλευκος, ἐμφερὴς στρουθίῳ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.

[2]    ταύτης ἡ ῥίζα πίνεται ἐν οἴνῳ πρὸς θηρία καὶ δυσεντερίαν, δυσουρίαν τε καὶ ἰσχιάδα μεθ' ὕδατος, σπληνικοῖς δὲ ‹δίδοται› μετ' ὄξους ὅσον δραχμῆς μιᾶς ὁλκή· καὶ περιάπτεται ‹δὲ› ἡ ῥίζα πρὸς σκορπίου πληγήν· φασὶ δὲ μὴ τύπτεσθαι τοὺς ἔχοντας αὐτὴν ἢ κἂν πληγῶσι, μηδὲν πάσχειν. παύει δὲ καὶ ὀδονταλγίας διαμασωμένη.

[9]

[1]    σύμφυτον πετραῖον· φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτόφυλλα, κεφάλια δὲ ὡς θύμου. τὸ δ' ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν· ῥίζαν δὲ ἔχει μακράν, ὑπόπυρρον, ὅσον δακτύλου τὸ πάχος.

   τοῦτο ἑψηθὲν σὺν μελικράτῳ καὶ ποθὲν ἀνακαθαίρει τὰ ἐκ πνεύμονος καὶ τοῖς αἷμα ἀνάγουσι καὶ νεφριτικοῖς σὺν ὕδατι [2] δίδοται. σὺν δὲ οἴνῳ ἑψηθὲν πίνεται πρὸς δυσεντερίαν καὶ ῥοῦν γυναικεῖον ἐρυθρόν, σὺν ὀξυμέλιτι δὲ πρὸς σπάσματα καὶ ῥήγματα· καὶ ἄδιψον δέ ἐστι διαμασώμενον, ἁρμόζον καὶ ταῖς περὶ βρόγχον τραχύτησι· κολλᾷ καὶ τὰ νεότρωτα καὶ ἐντεροκήλας ἀποκρατεῖ καταπλασσόμενον, καὶ τὰ κρέα δὲ συμπήττει ἑψόμενον σὺν αὐτοῖς.

[10]

[1]    σύμφυτον ἄλλο, οἱ δὲ πηκτὴν καλοῦσιν· ἀνίησι καυλὸν δασύν, δίπηχυν ἢ καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύπων ἀφ' ἑκάστης μασχάλης· ἄνθη δὲ ἔπεστι μήλινα καὶ καρπὸς [2] περὶ τὸν καυλὸν ὥσπερ φλόμου. ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν, κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα· ῥίζαι δὲ ὕπεισι τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔνδοθεν δὲ λευκαὶ καὶ γλίσχραι, ὧν καὶ ἡ χρῆσις.

   ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥηγματίαις, καταπλάσσονταί τε πρὸς φλεγμονάς, μάλιστα τὰς ἐν δακτυλίῳ ὠφελίμως μετὰ φύλλων ἠριγέροντος· καὶ τὰ νεότρωτα δὲ κολλῶσι καταπλασθεῖσαι καὶ τὰ κρέα συνεψόμεναι κολλῶσιν.

[11]

[1]    ὁλόστεον· πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων· φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια ἢ ἀγρώστει, στυπτικά, ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δὲ δακτύλων τεσσάρων· φύεται ἐν γεωλόφοις.

   δύναται καὶ αὕτη συνεψομένη συνάγειν τὰ κρέα, καὶ πρὸς ῥήγματα δὲ σὺν οἴνῳ ποτίζεται.

[12]   στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στύφει, ὅθεν δυσεντεριῶσι τὸ ἀφέψημα αὐτῶν ἐνίεται· ἐγκλύζεται δὲ καὶ εἰς ὦτα πυορροοῦντα. καταπλασθέντα δὲ τὰ φύλλα ὠφελεῖ σύγχυσιν ὀφθαλμῶν τὴν ἐκ πληγῆς καὶ αἱμορραγίας ἴσχει.

[13]   κλύμενον· καυλὸν ἀνίησι τετράγωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα, ἐοικότα ἴριδι καὶ πολύποδος πλεκτάναις· ἄριστον δὲ τὸ ὀρεινόν. χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ.

   ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὰς πινόμενος καὶ κοιλιακοὺς καὶ ῥοῦν ἐρυθρόν, ψύχων καὶ στύφων· ἐπέχει δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ θυλάκια λεῖα τοῖς νεοτρώτοις ἐπιτιθέμενα μέχρι ἀπουλώσεως ἐνεργεῖ.

[14]   περικλύμενον· οἱ δὲ σπλήνιον, οἱ δὲ καὶ τοῦτο κλύμενον καλοῦσι. θαμνίσκος ἐστὶν ἁπλοῦς, ἔχων ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτόν, ὑπόλευκα, κισσοειδῆ καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφ' ὧν καρπὸς κισσῷ παραπλήσιος, οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρὸς καὶ δυσαπόσπαστος, ῥίζα παχεῖα· φύεται ἐν ἀρούραις καὶ φραγμοῖς, περιελίττεταί τε τοῖς πλησιάζουσι θάμνοις.

[2]    τούτου ὁ καρπὸς πέπειρος συλλεγεὶς καὶ ξηρανθεὶς ἐν σκιᾷ πίνεται μετ' οἴνου δραχμῆς μιᾶς ὁλκὴ ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ σπλῆνα ἐκτήκει καὶ κόπον λύει καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν, οὖρόν τε ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματῶδες· ἔστι δὲ καὶ ὠκυτόκιος. τὴν αὐτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει· ἐπὶ ἡμέρας δὲ τριάκοντα ἑπτὰ ποθέντα ἀγόνους ποιεῖν ἱστορεῖται, συναλειφόμενα δὲ μετ' ἐλαίου ἐπὶ τῶν περιόδων τὰ φρικία παραιτεῖται.

[15]

[1]    τρίβολος· ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε, λεπτότερα δέ, καὶ τὰ κλήματα μακρά, κατὰ γῆς ἐστρωμένα, καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί, σκληραί· φύεται παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ἔστι δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυόμενος, ὑπερέχων τὴν κόμην, τὴν δὲ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν, καυλὸς δὲ ἐξ ἄκρου παχύτερος, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα, σταχυοειδῆ· καρπὸς σκληρὸς ὡς καὶ θἀτέρου.

[2]    ἀμφότεροι δὲ ψύχουσι, στύφουσιν· εἰσὶ δὲ πάσης φλεγμονῆς καταπλάσματα, σὺν μέλιτι δὲ ἄφθας καὶ τὰς ἐν στόματι σηπεδόνας καὶ παρίσθμια καὶ οὖλα θεραπεύουσι. χυλίζονται δὲ καὶ εἰς ὀφθαλμικά· ὁ δὲ καρπὸς αὐτῶν χλωρὸς καὶ λιθιῶντας πινόμενος ὠφελεῖ. τοῦ δὲ χερσαίου ὅσον δραχμὴ μία πινομένη καὶ καταπλασσομένη τοὺς ἐχιοδήκτους ἀποκαθίστησιν, ἁρμόζει καὶ θανασίμοις μετ' οἴνου πινόμενος· κτείνει δὲ καὶ ψύλλους τὸ ἀπόζεμα αὐτοῦ ῥανθέν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρπόν, ὄντα γλυκὺν καὶ τρόφιμον, σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.

[16]

[1]    λειμώνιον· οἱ δὲ νευροειδές. τὰ μὲν φύλλα ἔχει ὅμοια τεύτλῳ, λεπτότερα δὲ καὶ μικρότερα, δέκα ἢ πλείω, καυλὸν δὲ λεπτόν, ὄρθιον ὥσπερ κρίνου, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντος ‹πρὸς› τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν οἴνῳ ποθεὶς ὀξυβάφου πλῆθος δυσεντερικοὺς καὶ κοιλιακοὺς ὠφελεῖν, ῥοῦν τε ἐρυθρὸν ἵστησι. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις.

[17]   λαγώπουν· δύναμιν ἔχει στατικὴν κοιλίας πινόμενον μετ' οἴνου, ἐπὶ δὲ πυρεσσόντων μεθ' ὕδατος· περιάπτεται δὲ καὶ πρὸς φλεγμονὴν βουβώνων. φύεται δὲ ἐν πρασιαῖς.

[18]   μήδιον· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. φύλλα ‹δὲ› σέριδι ὅμοια, καυλὸς τρίπηχυς, ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ, καρπὸς μικρός, ἐοικὼς κνήκῳ, ῥίζα σπιθαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνὴ γευομένῳ, ἥτις ξηρὰ λεία ἐκλειχθεῖσα σὺν μέλιτι ἐφ' ἱκανὰς ἡμέρας ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν ἔμμηνα ἄγει.

[19]   ἐπιμήδιον· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί· φύεται ἐν τόποις ὑδρηλοῖς.

   ταύτης τὰ φύλλα λεῖα μετ' ἐλαίου κατάπλασμα μαστῶν εἰς τὸ μὴ αὔξεσθαι, ἀτόκιός τε ἡ ῥίζα, καὶ τὰ φύλλα λεῖα ποθέντα ἐν οἴνῳ μετὰ τὴν κάθαρσιν δραχμῶν πέντε πλῆθος ἐπὶ ἡμέρας πέντε ἀσυλλήπτους τηρεῖ.

[20]   ξιφίον· οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρίωνα καλοῦσι διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε γὰρ ἴριδι, ἔλαττον ὂν καὶ στενότερον, ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δὲ ἀνίησι πηχυαῖον, ἐφ' οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπ' ἀλλήλων διεστῶτα, καρπὸν δὲ στρογγύλον, ῥίζας δύο, τὴν μίαν τῆς ἑτέρας ἐπικαθημένην, ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή ἐστιν, ἡ δὲ ἄνωθεν ἁδροτέρα· φύεται μάλιστα ἐν ἀρούραις.

[2]

   δύναται δὲ ἡ ἄνωθεν ῥίζα καταπλαττομένη μετ' οἴνου καὶ λιβανωτοῦ ἀκίδας καὶ σκόλοπας ἐπισπᾶσθαι, σὺν ἀλεύρῳ δὲ αἰρίνῳ καὶ ὑδρομέλιτι διαφορεῖν φύγεθλα, ὅθεν καὶ ταῖς τοιαύταις ἐμπλάστροις μείγνυται· ἄγει δὲ καὶ καταμήνια προστεθεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν, τὴν κατωτέραν δὲ ἀγόνους ποιεῖν, ἐντεροκηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν ποτῷ σὺν ὕδατι.

[21]

[1]    σπαργάνιον· φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενότερα δὲ καὶ ἐγκλινέστερα καὶ ἐπιμηκέστερα, ἔπ' ἄκρου δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός. δίδοται δὲ ἡ ῥίζα καὶ ὁ καρπὸς σὺν οἴνῳ θηριοδήκτοις.

[22]   ξυρίς· οἱ δὲ ξιρίδα, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι. τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύτερον δὲ καὶ ἐξ ἄκρου ὀξύ, καυλὸν δὲ ἐκ μέσων τῶν φύλλων πηχυαῖον, ἱκανῶς παχύν, ἐφ' οὗ λοβοὶ τρίγωνοι, καὶ ἐπ' αὐτῶν ἄνθος πορφυροῦν, τὸ δ' ἐν μέσῳ φοινικοῦν· καρπὸς δὲ ἐν θυλακίοις σικύοις ὁμοίοις στρογγύλος, μέλας, δριμύς, ῥίζα δὲ πολυγόνατος, μακρά, πυρρά, ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ [2] κατάγματα. ἀνάγει δὲ καὶ ὀστᾶ καὶ σκόλοπας καὶ πᾶν βέλος ἐπισπᾶται μετὰ ἀπονίας, μιγέντος αὐτῇ χαλκοῦ ἄνθους μέρους τρίτου καὶ κενταυρείου ῥίζης μέρους πέμπτου καὶ μέλιτος ‹τοῦ αὐτάρκους›· θεραπεύει δὲ καὶ οἰδήματα καὶ φλεγμονὰς καταπλασσομένη μετ' ὄξους. πίνεται δὲ καὶ πρὸς σπάσματα, ῥήγματα, ἰσχιάδας, στραγγουρίας, διαρροίας ἡ ῥίζα μετὰ γλυκέος τεθαλασσωμένου. ὁ δὲ καρπὸς οὐρητικώτατος ὅσον τριώβολον ποθεὶς σὺν οἴνῳ, τήκει δὲ καὶ σπλῆνα σὺν ὄξει ποθείς.

[23]

[1]    ἄγχουσα· ἣν ἔνιοι κάλυκα, οἱ δὲ ὀνοκλείαν καλοῦσι. φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μέλανα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένα τῇ γῇ. ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν χρόαν ὕφαιμος ἐν τῷ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας· φύεται ἐν εὐγείοις τόποις.

[2]    ἔστι δὲ ἡ ῥίζα στυπτική, ποιοῦσα πρὸς κατακαύματα καὶ παλαιὰ ἕλκη ἐναφεψομένη κηρῷ καὶ ἐλαίῳ· ἐρυσιπέλατα δὲ σὺν ἀλφίτῳ καταπλασθεῖσα θεραπεύει, καὶ ἀλφοὺς καὶ λέπρας σὺν ὄξει καταπλασσομένη, προστιθεμένη δὲ καὶ ἔμβρυα κατασπᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς δίδοται καὶ ἰκτερικοῖς, νεφριτικοῖς, σπληνικοῖς πυρέσσουσι μετὰ μελικράτου, ‹ἀπυρέτοις δὲ μετ' οἴνου›. τὰ δὲ φύλλα κοιλίαν ἵστησι μετ' οἴνου πινόμενα. χρῶνται δὲ καὶ οἱ μυρεψοὶ τῇ ῥίζῃ πρὸς τὰς στύψεις τῶν μύρων.

[24]

[1]    ἄγχουσα ἑτέρα, ἣν ἔνιοι Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς ἐκάλεσαν. αὕτη διαφέρει τῆς πρώτης τῷ μικρότερα ἔχειν τὰ φύλλα, τραχέα δὲ ὁμοίως, καὶ τὰ κλωνία λεπτά, ἐφ' ὧν ἄνθος πορφυροειδές, ὑποφοινικοῦν, ῥίζας δὲ ἐρυθράς, εὐμήκεις, περὶ τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες· φύεται ἐν ἀμμώδεσι τόποις.

   δύναμις δὲ αὐτῆς καὶ τῶν φύλλων θηριοδήκτοις βοηθεῖν, μάλιστα δὲ ἐχιοδήκτοις ἐσθιόμενα καὶ πινόμενα καὶ περιαπτόμενα· κἂν μασησάμενός τις εἰς τὸ στόμα τοῦ θηρίου ἐναποπτύσῃ, ἀποκτείνει αὐτό.

[25]   ἔστι δὲ καὶ ἄλλη, ἐμφερὴς ταύτῃ, ἐλάττων δέ, καρπὸν ἔχουσα φοινικοῦν· ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει. ἡ δὲ ῥίζα μετὰ ὑσσώπου καὶ καρδάμου ποθεῖσα ὀξυβάφου πλῆθος πλατεῖαν ἕλμιν ἐκτινάσσει.

[26]   λυκαψός· οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ παχύτερα καὶ τραχέα [πλατύτερα], πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δὲ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ αὐτάς, ἄνθη μικρά, πορφυρᾶ· ῥίζα δὲ ἐρυθρά, στυπτική· φύεται ἐν πεδίοις.

   καταπλαττομένη δὲ ἡ ῥίζα μετὰ ἀλφίτου ἐρυσιπέλατα ἰᾶται, λεία δὲ συναλειφομένη μετ' ἐλαίου ἱδρῶτας κινεῖ.

[27]   ἔχιον· οἱ δὲ Δωρίδα, ἔνιοι καὶ ταύτην Ἀλκιβιάδειον καλοῦσι. τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλεπτα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπικείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια ‹ἔχοντα› λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ' ἄκρου τοῦ καυλοῦ, τὰ δ' ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ' οἴνου ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ' οἴνου ἢ ῥοφήματος λημφθεῖσα.

[28]   ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν ἢ Φιλεταίριον. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια, κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβοὺς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότος μελανθίῳ.

   δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν· δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ πεπέρεως. ῥίζα δ' ὕπεστι λεπτή, ἄχρηστος.

[29]   ἄγρωστις· γινώσκεται· κλημάτια γονατώδη, ἕρποντα ἐπὶ γῆς καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γονατώδεις, γλυκείας, φύλλα ὀξέα, σκληρά, πλατέα ὡς καλάμου μικροῦ, τρέφοντα βόας καὶ κτήνη.

   ταύτης ἡ ῥίζα καταπλασσομένη λεία τραύματα κολλᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον ποιεῖ πρὸς στρόφους καὶ δυσουρίας καὶ τὰ περὶ κύστιν ἕλκη καὶ λίθους θρύπτει.

[30]   καλαμάγρωστις· μείζων ἐστὶ κατὰ πάντα τῆς ἀγρώστεως. ἔστι δὲ κτηνῶν βρωθεῖσα ἀναιρετική, καὶ μάλιστα ἡ ἐν Βαβυλῶνι παρὰ ταῖς ὁδοῖς φυομένη.

[31]   ἡ δὲ ἐν τῷ Παρνασσῷ ἄγρωστις γεννωμένη πολυκλαδωτέρα ἐστί· φύλλα δὲ κισσῷ ὅμοια φέρει, ἄνθος λευκὸν καὶ εὐῶδες, καρπὸν μικρόν, οὐκ ἄχρηστον, ῥίζας πέντε ἢ ἕξ, δακτύλου τὸ πάχος, λευκάς, μαλακάς, γλυκείας ἰσχυρῶς, ὧν ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρεως δὲ καὶ λιβανωτοῦ τῷ τρίτῳ φάρμακόν ἐστι πρὸς ὀφθαλμοὺς ἄριστον· ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ποιεῖ πρὸς ἃ καὶ αὐτή· τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς οὐρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης στατικόν.

[32]

   ἡ δὲ ἐν Κιλικίᾳ γεννωμένη, ἣν κίνναν ἐπιχωρίως καλοῦσιν, ὑγρὰ βρωθεῖσα πολλάκις πίμπρησι τοὺς βόας.

[33]   σιδηρῖτις, οἱ δὲ Ἡρακλείαν· πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα. καυλοὺς δὲ ἀνίησι τετραγώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς ὑποστύφοντας, ἐφ' οἷς ἐκ διαστημάτων σφόνδυλοι περιφερεῖς ὥσπερ πρασίου, καὶ ἐν αὐτοῖς σπέρμα μέλαν· φύεται ἐν ὑποπέτροις χωρίοις.

   δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα τραυμάτων κολλητικὴν καὶ ἀφλέγμαντον.

[34]   ἄλλη σιδηρῖτις· κλῶνας ἔχει διπήχεις, λεπτούς, φύλλα δὲ ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτερίδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρωθεν, ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις λεπτάς, μακράς, ἐπ' ἄκρου σφαιροειδῆ κεφαλὴν ἐχούσας τραχεῖαν, ἐν ᾗ σπέρμα ὅμοιον τεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκληρότερον.

   δύναμις δὲ καὶ ταύτης ἐστὶ [καὶ] τῶν φύλλων τραυματική.

[35]   ἔτι καὶ ἑτέρα λέγεται εἶναι σιδηρῖτις, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοίχοις καὶ ἀμπελῶσιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κοριάνδρῳ περὶ καυλίοις σπιθαμιαίοις, λείοις, τρυφεροῖς, ὑπολεύκοις, ἐνερευθέσιν, ἄνθη δὲ φοινικᾶ, μικρά, γευομένῳ πικρά, γλίσχρα.

   καὶ ταύτης ἡ δύναμις ἐπιτιθεμένης κολλητικὴ ἐναίμων καὶ νεοτρώτων.

[36]   καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω, ἀτρακτοειδῆ, καὶ περὶ αὐτοῖς φυλλάρια λεπτά, ἐντομὰς πυκνὰς ἐκ πλαγίων ἔχοντα, προσεμφερῆ κορίῳ, ὑπόπικρα, γλίσχρα, πολύοσμα, οὐκ ἀηδῆ, φαρμακώδη δὲ τὴν ὀσμήν, σκιάδιον ἐπ' ἄκρου περιφερές, ἄνθη λευκά, εἶτα χρυσίζοντα· φύεται ἐν εὐγείοις τόποις.

   καὶ τούτου ἡ κόμη λεία ἐναίμων ἐστὶ κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοϊκαῖς· πίνεται δὲ καὶ πρὸς δυσεντερίαν.

[37]   βάτος, ἣν γινώσκομεν· στύφει, ξηραίνει, τρίχας βάπτει τὸ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν τε ἵστησι πινόμενον καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρηστῆρος δήγματι εὐθετεῖ· κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασωμένων τῶν φύλλων, καὶ ἕρπητας ἐπέχει καὶ ἀχῶρας τοὺς ἐν κεφαλῇ θεραπεύει καὶ ὀφθαλμῶν προπτώσεις καὶ κονδυλώματα καὶ αἱμορροΐδας καταπλασσόμενα τὰ φύλλα, καὶ ἐπὶ στομαχικῶν δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων συστραφεὶς ἐν ἡλίῳ βέλτιον ποιήσει πάντα. τοῦ δὲ καρποῦ αὐτῆς πεπείρου μὲν τελείως ὁ χυλὸς εἰς τὰς στοματικὰς ἁρμόζει, ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσως πέπειρος· καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ κοιλίαν ἐφίστησιν.

[38]   βάτος Ἰδαία· ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἔστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικρὰς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης.

   δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ἐκ περισσοῦ δὲ ταύτης τὸ ἄνθος σὺν μέλιτι λεανθὲν ὀφθαλμῶν φλεγμοναῖς περιχριόμενον βοηθεῖ καὶ ἐρυσιπέλατα σβέννυσι, στομαχικοῖς δὲ μεθ' ὕδατος ἐν ποτῷ δίδοται.

[39]   ἑλξίνη· οἱ δὲ ἀμερσίνην, οἱ δὲ κισσάμπελον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, ἐλάττονα δέ, καὶ κλωνία μακρά, περιπλεκόμενα ὅπου ἂν τύχῃ. φύεται δὲ ἐν φραγμοῖς καὶ ἀμπελῶσι καὶ σίτῳ.

   δύναμιν δὲ ἔχει τῶν φύλλων ὁ χυλὸς πινόμενος λυτικὴν κοιλίας.

[40]   ἐλατίνη· τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνῃ, μικρότερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθαμιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει· φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις.

   δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα σὺν ἀλφίτοις φλεγμαίνοντας καὶ ῥευματιζομένους ὀφθαλμοὺς ὠφελεῖν· ἑψηθεῖσα δὲ καὶ ῥοφουμένη δυσεντερίας ἵστησιν.

[41]   Εὐπατόριος· πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέρουσα μίαν, ὀρθήν, ξυλώδη, λεπτήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δὲ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως μᾶλλον ἐοικότα, καὶ αὐτὰ δὲ ὑπομέλανα, πριονοειδῶς [2] ἐξ ἄκρων ἐντετμημένα· σπέρμα δὲ περιπέφυκεν ἀπὸ μέσου τοῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προσέχεσθαι ξηρανθέν.    ταύτης τὰ φύλλα μετὰ στέατος χοιρείου παλαιοῦ λεῖα ἐπιτεθέντα τὰ δυσαπούλωτα τῶν ἑλκῶν ἰᾶται, τὸ δὲ σπέρμα καὶ ἡ πόα σὺν οἴνῳ πινομένη δυσεντερικοὺς καὶ ἡπατικοὺς καὶ ἑρπετοδήκτους ὠφελεῖ. ἔνιοι ταύτην ἀργεμώνιον ἐκάλεσαν πλανηθέντες· ἑτέρα γάρ ἐστιν, ὡς ὑπεδείξαμεν (II 207).

[42]

[1]    πεντέφυλλον· οἱ δὲ πενταπετές, οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ξυλοπέταλον καλοῦσι. κλῶνας φέρει καρφοειδεῖς, λεπτούς, σπιθαμιαίους, ἐφ' ὧν ὁ καρπός· φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ' ἕκαστον μόσχον, σπανίως δέ που πλείονα, κύκλωθεν ἐσχισμένα πριονοειδῶς, ἄνθος δὲ ὠχρόλευκον. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρ' ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον, ἐπιμήκη, παχυτέραν ἐλλεβόρου μέλανος· ἔστι δὲ πολύχρηστος.

[2]    δύναται δὲ τὸ τῆς ῥίζης ἀφέψημα ἄχρι τρίτου καταβιβασθὲν ὀδονταλγίας παύειν διακρατουμένου τοῦ ἀφεψήματος ἐν στόματι, καὶ σηπεδόνας τὰς ἐν στόματι διακλυζόμενον ἵστησι, καὶ τραχύτητας ἀρτηρίας ἀναγαργαριζόμενον παραιτεῖται, κοιλίᾳ τε ῥεούσῃ καὶ δυσεντερίᾳ βοηθεῖ, ἀρθριτικοῖς τε καὶ ἰσχιαδικοῖς πινόμενον· ἑφθὴ δὲ ἐν ὄξει λεία καταπλασσομένη ἕρπητας ἐπέχει, διαφορεῖ χοιράδας, σκληρίας, οἰδήματα, ἀνευρύσματα, ἀποστήματα, ἐρυσιπέλατα, πτερύγιά ‹τε› τὰ ἐν δακτύλοις καὶ κονδυλώματα καὶ ψώρας ἰᾶται· ὁ δὲ χυλὸς τῆς ῥίζης ἁπαλῆς ποιεῖ πρὸς τὰ ἐν ἥπατι καὶ πνεύμονι πάθη καὶ τὰ θανάσιμα.

[3] τὰ δὲ φύλλα πίνεται μεθ' ὑδρομέλιτος ἢ οἴνου κεκραμένου καὶ πεπέρεως ὀλίγου πρὸς περιόδους, ἐπὶ μὲν τεταρταίων τεσσάρων κλωναρίων φύλλα, ἐπὶ δὲ τριταίων τριῶν, ἐπὶ δὲ ἀμφημερινῶν ἑνός· ἀρήγει δὲ καὶ ἐπιλημψίαις πινόμενα ἐπὶ ἡμέρας τριάκοντα, ἀνὰ φύλλα λ΄, ὑγιάζει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος, τραύματά τε καὶ σύριγγας καὶ πτερύγια καταπλασθέντα μεθ' ἁλὸς καὶ μέλιτος ἰᾶται· βοηθεῖ δὲ καὶ ἐντεροκηλικοῖς καὶ αἱμορραγίαν ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ καὶ πρὸς καθαρμοὺς καὶ ἱερουργίας καὶ ἁγνείας.

[43]

[1]    φοῖνιξ· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενότερα, στάχυν δὲ ἐμφερῆ τῇ αἴρᾳ, κλῶνας δὲ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυς ἑπτὰ ἢ ὀκτώ. φύεται δὲ ἐν ταῖς ἀρούραις καὶ ἐπὶ τῶν στεγῶν τῶν νεοκαταχρίστων.

   δύναμιν δὲ ἔχει πινόμενος ἐν οἴνῳ αὐστηρῷ διάρροιαν καὶ αἱμορραγίαν τὴν ἐκ μήτρας καὶ οὔρων πλείονα φορὰν ἱστάνειν. ἱστοροῦσι δέ τινες καὶ ἴσχαιμον αὐτὸν εἶναι ἐνδεόμενον φοινικῷ ἐρίῳ καὶ περιαπτόμενον.

[44]   Ἰδαία ῥίζα· φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παρ' αὐτὰ δὲ ὡς ἕλικες μακραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος.

   ταύτης ἡ ῥίζα στυπτικὴ σφόδρα, ἁρμόζουσα ἐφ' ὧν στύψεώς ἐστι χρεία· πίνεται δὲ καὶ πρὸς κοιλίας ῥεύματα καὶ ῥοῦν γυναικεῖον αἱμορραγίαν τε πᾶσαν ἵστησιν.

[45]   Ῥοδία ῥίζα· γεννᾶται ἐν Μακεδονίᾳ ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἀποφορὰν ποιοῦσα.

   χρησιμεύει δὲ ἐπὶ τῶν κεφαλαλγούντων σὺν νάρδῳ λιτῇ ἐμβρεχομένη καὶ ἐπιτιθεμένη μετώπῳ καὶ κροτάφοις.

[46]   ἵππουρις· οἱ δὲ ἀναβάσιον, οἱ δὲ ἕφεδρον καλοῦσι. φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δὲ αὐτὰ φύλλα σχοινώδη, λεπτά, πυκνά· αὔξεται δὲ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά.

[2]    στυπτικὴ δὲ ἡ πόα, ὅθεν ὁ χυλὸς αὐτῆς αἱμορραγίας ἵστησι τὰς ἐκ μυκτήρων καὶ δυσεντερίας ὠφελεῖ πινόμενος μετ' οἴνου· κινεῖ δὲ οὖρα. τὰ δὲ φύλλα τραύματα ἔναιμα κολλᾷ λεῖα ἐπιπλαττόμενα, ἡ δὲ ῥίζα καὶ ἡ πόα βήττουσί τε καὶ ὀρθοπνοϊκοῖς καὶ ῥηγματίαις ἀρήγει. ἱστορεῖται δὲ καὶ ἐντέρου διαίρεσιν καὶ κύστεως διακοπὴν καὶ ἐντεροκήλην συνάγειν τὰ φύλλα πινόμενα σὺν ὕδατι.

[47]

[1]    ἔστι δὲ καὶ ἑτέρα ἵππουρις, κόμας βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας ἔχουσα, ἥτις καὶ αὐτὴ λεία σὺν ὄξει τραύματα ἰᾶται.

[48]   κόκκος βαφική· θάμνος ἐστὶ φρυγανώδης, ᾧ πρόσκεινται οἱονεὶ φακοί, οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ Γαλατικὴ καὶ Ἀρμενιακή, ἔπειτα ἡ Ἀσιανὴ καὶ Κιλίκιος, ἐσχάτη δὲ πασῶν ἡ Σπάνη.

   δύναμιν δὲ ἔχει στυπτικήν, ἁρμόζουσαν τραύμασι καὶ νεύρων τρώσεσι λεία μετ' ὄξους καταπλασσομένη. γεννᾶται δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς δρυσὶν ὅμοιόν ‹τι› κοχλίᾳ μικρῷ, ὃ τῷ στομώματι αἱ τῇδε γυναῖκες ἀναλέγουσαι κόκκον καλοῦσιν.

[49]   τράγιον· φύεται μὲν ἐν Κρήτῃ μόνῃ. ἔχει δὲ τὰ μὲν φύλλα σχίνῳ ὅμοια καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν, μικρότερα δὲ πάντα· φέρει δὲ καὶ ὀπὸν κόμμει παραπλήσιον.

   ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον καταπλασσόμενα σὺν οἴνῳ ἐπισπᾶται σκόλοπας καὶ πάντα τὰ ἐμπηγνύμενα, πινόμενα δὲ στραγγουρίας ἰᾶται καὶ λίθους τοὺς ἐν κύστει θρύπτει καὶ καταμήνια ἄγει· λαμβάνεται δὲ ὁλκὴ δραχμῆς μιᾶς. φασὶ δὲ καὶ τὰς ἀγρίας αἶγας τοξευθείσας καὶ νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰς ἀκίδας.

[50]   τράγιον ἄλλο· ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλήσιον ῥαφάνῳ ἀγρίᾳ, ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προσβάλλει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν, ὅθεν καὶ ὠνόμασται τράγιον.

[51]   τράγος· οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον. φύεται παρὰ θαλάττῃ μάλιστα· θαμνίσκος ὑπὲρ γῆς οὐ μέγας, σπιθαμῆς ἢ ‹καὶ› μείζων, φύλλα δὲ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατὰ μέγεθος πυροῦ, ὀξεῖαι ἐπ' ἄκρου, πολλαὶ λίαν, γευσαμένῳ στυπτικαί.

   τούτου ὁ καρπός, ὡς ῥᾶγες δέκα, σὺν οἴνῳ ποθεῖσαι κοιλιακοὺς καὶ ῥοϊκὰς ὠφελοῦσιν. ἔνιοι δὲ κόπτοντες αὐτὸν ἀναπλάττουσι τροχίσκους εἰς ἀπόθεσιν καὶ οὕτως χρῶνται.

[52]   σχοίνου ἑλείας τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄποξυς ἐπ' ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρπος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ, παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη πολλῷ σαρκωδεστέρα καὶ παχυτέρα τοῖν δυεῖν ὁλόσχοινος λεγομένη· ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ' ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς.

[2]    ἀμφοτέρων δὲ ὁ καρπὸς φρυγεὶς καὶ πινόμενος μετὰ κράματος κοιλίαν καὶ ῥοῦν ἐρυθρὸν ἵστησι καὶ οὖρα κινεῖ· ἔστι δὲ κεφαλαλγής. τὰ δὲ πρὸς τῇ ῥίζῃ ἁπαλὰ φύλλα καταπλασσόμενα φαλαγγιοδήκτοις ἁρμόζει. ἡ δὲ Εὐριπικὴ σχοῖνος ὑπνωτικὸν ἔχει τὸν καρπόν· φυλάττεσθαι δὲ δεῖ αὐτοῦ ἐν ταῖς πόσεσι τὸ πλῆθος· καροῖ γὰρ λίαν

[53]

[1]    λειχὴν ὁ ἐπὶ τῶν πετρῶν· βρύον ἐστὶ προσεχόμενον ταῖς ἐνδρόσοις πέτραις. τοῦτο καταπλασθὲν αἱμορραγίαν ἵστησι καὶ φλεγμονὰς παραιτεῖται καὶ λειχῆνας θεραπεύει· ὠφελεῖ καὶ ἰκτερικοὺς μετὰ μέλιτος διαχριομένου στόματος καὶ γλώσσης ‹καὶ› ῥευματισμοὺς παραιτεῖται.

[54]   παρωνυχία· φύεται ἐν πέτραις. θαμνίσκιον ὅμοιον πέπλῳ, τῷ μήκει ἔλαττον, τοῖς δὲ φύλλοις μεῖζον, ὅπερ καταπλασθὲν ὅλον παρωνυχίας καὶ κηρία θεραπεύει.

[55]   χρυσοκόμη· οἱ δὲ χρυσῖτιν. ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ, ῥίζαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ, κυπάρισσον ὑποκυοῦσαν, ἐν τῷ γλυκεῖ ὑπαυστηρόν· φύεται ἐν παλισκίοις ‹τόποις› καὶ πετρώδεσι.

   δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ στυπτικὴν ἡ ῥίζα, ἡπατικοῖς καὶ περιπνευμονικοῖς ἁρμόζουσαν· λαμβάνεται δὲ καὶ σὺν ὑδρομέλιτι ἑφθὴ πρὸς κάθαρσιν ὑστέρας.

[56]   χρυσόγονον· οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια δρυΐ ‑ ὁ δὲ θάμνος ἐστὶ πυκνός ‑ ἄνθος δὲ παραπλήσιον φλόμῳ τῷ στεφανωματικῷ, ῥίζαν δὲ ὁμοίαν γογγυλίδι, ἔνδοθεν ἰσχυρῶς ἐρυθράν, ἔξωθεν δὲ μέλαιναν, ἥτις βοηθεῖ σὺν ὄξει λεανθεῖσα καὶ ἐπιτεθεῖσα μυγαλῆς δήγμασιν.

[57]   ἑλίχρυσον ἢ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, ᾧ καὶ τὰ εἴδωλα στεφανοῦσι. ῥαβδίον ‹ὀρθόν,› λευκόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἁβροτόνου, κόμην κυκλοτερῆ, σκιάδια χρυσοφανῆ, περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται δὲ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις.

   βοηθεῖ δὲ ἡ κόμη σὺν οἴνῳ ποθεῖσα δυσουρίαις καὶ ἑρπετῶν δήγμασι καὶ ἰσχιάσι καὶ ῥήγμασι, καὶ ἔμμηνα ἄγει καὶ θρόμβους αἵματος τοὺς ἐν κύστει ἢ κοιλίᾳ τήκει σὺν ‹οἴνῳ ἢ› οἰνομέλιτι πινομένη· ἴσχει δὲ καὶ κατάρρους ὅσον τριώβολον νήστει δοθὲν πιεῖν ἐν κράματι οἴνου λευκοῦ· συντίθεται δὲ καὶ μετὰ ἱματίων ἄβρωτα τηροῦσα ταῦτα.

[57]   [χρυσάνθεμον ἢ χάλκας· οἱ δὲ χρυσανθεμίδα, οἱ δὲ χαλκῖτιν, οἱ δὲ χάλκανθον, οἱ δὲ χαλκάνθεμον, οἱ δὲ βούφθαλμον, Ῥωμαῖοι κάλθα, Θοῦσκοι γαρουλέου, Ἄφροι χουρζητά. τρυφερά τις πόα, θαμνοειδὴς δέ, λείους ἀναφέρουσα καυλοὺς καὶ φύλλα πολυσχιδῆ, ἄνθη μήλινα, ἰσχυρῶς στίλβοντα καὶ ὀφθαλμοειδῶς κυκλοτερῆ, διὸ καὶ οὕτως ὠνόμασται. φύεται δὲ περὶ τὰς πόλεις· οἱ καυλοὶ δὲ αὐτῆς λαχανεύονται.

   τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς στεατώματα λέγεται διαφορεῖν, ἰκτερικοὺς δὲ καὶ προσκαίρως εὐχροεῖν ποιεῖ ποθεῖσα μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπὸ τῆς μάκτρας ἔξοδον.]

[58]   ἀγήρατον· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἁπλοῦς, ἐμφερὴς μάλιστα ὀριγάνῳ, σκιάδιον ἔχων, ἐφ' οὗ ἄνθος πομφολυγῶδες, χρυσοειδές, ἔλαττον δ' ἑλιχρύσου. ὠνόμασται δὲ ἀγήρατον διὰ τὸ πρὸς τὸ πολὺ τὸ ἄνθος ὁμοειδὲς φυλάττεσθαι.

   δύναμιν δὲ ἔχει τὸ ἀφέψημα αὐτῆς πυριωμένην, καὶ αὐτὴ ἡ πόα ὑποθυμιωμένη οὖρα ἄγειν καὶ τὰ περὶ ὑστέραν μαλάττειν.

[59]   περιστέριον· φύεται ἐν τοῖς ἐφύδροις τόποις, δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. πόα δ' ἐστὶ σπιθαμῆς ἔχουσα τὸ ὕψος ἢ καὶ μεῖζον, πέταλα ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δ' ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται.

   δοκεῖ δὲ τὰ φύλλα σὺν ῥοδίνῳ ἢ στέατι χοιρείῳ νεαρῷ προστιθέμενα ἀνωδυνίαν ὑστέρας ποιεῖν· στέλλει δὲ καὶ ἐρυσιπέλατα σὺν ὄξει καταπλασθεῖσα καὶ σηπεδόνας ἐπέχει καὶ τραύματα κολλᾷ καὶ ἀπουλοῖ τὰ παλαιὰ σὺν μέλιτι.

[60]   ἱερὰ βοτάνη, οἱ δὲ περιστερεῶνα ἐκάλεσαν· ῥάβδους ἀνίησι πηχυαίας ἢ καὶ μείζονας, γωνιοειδεῖς, ‹γονατώδεις,› περὶ ἃς τὰ φύλλα ἐκ διαστημάτων ἐοικότα δρυΐ, πλὴν στενότερα καὶ ἧττον ἐντετμημένα [δὲ] τὰ κύκλῳ, ὑπόγλαυκα, ῥίζαν δὲ ὑπομήκη, λεπτήν.

   ταύτης τὰ φύλλα καὶ ἡ ῥίζα ποτιζόμενα μετ' οἴνου καὶ καταπλασσόμενα ποιεῖ πρὸς ἑρπετ‹ῶν δήγματ›α, πρὸς δὲ ἴκτερον τὰ φύλλα ὅσον δραχμὴ μία μετὰ λιβανωτοῦ τριωβόλου σὺν οἴνου παλαιοῦ θερμοῦ κοτύλῃ μιᾷ νήστει ἐφ' ἡμέρας τέσσαρας πινόμενα, οἰδήματά τε χρόνια καὶ φλεγμονὰς τὰ φύλλα ἐπιπλασθέντα [2] πραΰνει καὶ ῥυπαρὰ ἕλκη καθαίρει. ἀφεψηθεῖσα δὲ ὅλη ἐν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις περιρρήττει, καὶ νομὰς τὰς ἐν στόματι ἀναγαργαριζομένη ἐφίστησι, ῥαινόμενόν τε ἐν συμποσίῳ τὸ ἀπόβρεγμα εὐδιαγωγοτέρους ἱστορεῖται ποιεῖν. δίδοται δὲ τριταΐζουσι πιεῖν τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς σὺν τοῖς περικειμένοις φύλλοις, τεταρταΐζουσι δὲ τὸ τέταρτον. καλεῖται δὲ ἱερὰ βοτάνη διὰ τὸ εὐχρηστεῖν ἐν τοῖς καθαρμοῖς εἰς περιάμματα.

[61]

[1]    ἀστράγαλος· θάμνος μικρὸς ἐπὶ γῆς φυόμενος, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ, ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ' ὕπεστι στρογγύλη ὥσπερ ῥάφανος εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτικάς· φύεται ἐν εὐηνέμοις καὶ συσκίοις καὶ χιονιζομένοις τόποις, πολλὴ δ' ἐν Φενεῷ τῆς Ἀρκαδίας.

   ἵστησι δὲ κοιλίαν ῥευματιζομένην ἐν οἴνῳ ποθεῖσα ἡ ῥίζα, κινεῖ καὶ οὖρα· ποιεῖ καὶ πρὸς παλαιὰ ἕλκη ξηρὰ ἐπιπασσομένη καὶ αἷμα ἴσχει. κόπτεται δὲ δυσχερῶς διὰ τὸ στερεὸν αὐτῆς.

[62]   ὑάκινθος· φύλλα ἔχει ὅμοια βολβῷ, καυλὸν σπιθαμιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν, κόμην ἐπικειμένην κυρτήν, ἄνθους πλήρη πορφυροειδοῦς, ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ, ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ παίδων ἀνήβους τηρεῖν πεπίστευται· ἵστησι δὲ καὶ κοιλίαν καὶ οὖρα ἄγει ποθεῖσα καὶ φαλαγγιοδήκτους ὠφελεῖ. ὁ δὲ καρπὸς στυπτικώτερος ὢν καὶ αὐτὸς κοιλιακοὺς ὠφελεῖ, ἴκτερόν τε ἀποκαθαίρει σὺν οἴνῳ πινόμενος.

[63]   μήκων ῥοιάς· ὠνόμασται διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν· φύεται δὲ ἐν ἀρούραις ἦρος, ὅτε καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα [ὀριγάνῳ ἢ εὐζώμῳ ἢ] κιχορίῳ ἢ θύμῳ, ὑπεσχισμένα, μακρότερα δὲ καὶ τραχύτερα· καυλὸν δὲ ‹ἔχει› σχοινώδη, ὄρθιον, τραχύν, ὡς πήχεως, ἄνθος φοινικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης· κεφαλὴ δὲ προμήκης, ἧττον μέντοι τῆς ἀνεμώνης, καρπὸς πυρρός, ῥίζα ἐπιμήκης, ὑπόλευκος, δακτύλου ἔχουσα μικροῦ πάχος, πικρά.

[2]    ταύτης κεφαλὰς πέντε ἢ ἓξ ἐν οἴνου κυάθοις τρισὶν ἑψήσας, ὥστε εἰς δύο ἀγαγεῖν, πότιζε οὓς ἂν βούλῃ ὑπνῶσαι. τοῦ δὲ σπέρματος ὅσον ὀξύβαφον ποθὲν σὺν μελικράτῳ κοιλίαν ἠπίως μαλάσσει· μείγνυται δὲ καὶ μελιτώμασι καὶ ἰτρίοις πρὸς τὸ αὐτό. τὰ δὲ φύλλα σὺν ταῖς κωδύαις καταπλασθέντα φλεγμονὰς ἰᾶται· καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν προσαντληθὲν ὑπνοποιόν ἐστιν.

[64]

[1]    μήκων· ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν· καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῷ χρῶνται· καλεῖται δὲ θυλακῖτις, ἐπίμηκες ἔχουσα τὸ κεφάλιον καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία, ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν, ἣ δὴ καὶ πιθῖτις ὀνομάζεται, ὑπ' ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ὀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ μικροτέρα καὶ φαρμακωδεστέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη.

[2]    κοινὴ δὲ αὐτῶν δύναμις ψυκτική, ὅθεν τὰ φύλλα καὶ αἱ κωδύαι καθεψηθεῖσαι ἐν ὕδατι καὶ προσαντλούμεναι ὑπνοποιοῦσι· καὶ πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα, καὶ εἰς καταπλάσματα δὲ λεῖαι αἱ κωδύαι μετὰ ἀλφίτου πρὸς φλεγμονὰς καὶ ἐρυσιπέλατα μειγνύμεναι ἁρμόζουσι. δεῖ δὲ κόπτοντας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους καὶ ξηραίνοντας ἀποτίθεσθαι καὶ οὕτως χρῆσθαι. καθ' ἑαυτὰς δὲ ἑψηθεῖσαι αἱ κωδύαι ἐν ὕδατι ἄχρι ἡμίσους, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, μέχρι ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον ἐκλεικτὸν ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμοὺς ἀρτηρίας [3] καὶ κοιλιακὰς διαθέσεις· ἐνεργέστερον δὲ γίνεται μιγέντων αὐτῷ ὑποκιστίδος χυλοῦ καὶ ἀκακίας. τὸ δὲ σπέρμα τῆς μελαίνης μήκωνος λεῖον ποτίζεται σὺν οἴνῳ πρὸς ῥεῦμα κοιλίας καὶ γυναικεῖον ῥοῦν· καταπλάσσεται δὲ ἐπὶ τῶν ἀγρυπνούντων μετὰ ὕδατος ἐπὶ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων λημφθεὶς βραχὺς ὅσον ὄροβος ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς καὶ πεπτικός, βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι· πλείων [4] δὲ ποθεὶς βαπτίζει ‹ὕπνῳ› ληθαργωδῶς καὶ ἀναιρεῖ. ποιεῖ δὲ καὶ κεφαλαλγίαις σὺν ῥοδίνῳ ἐμβρεχόμενος, ὠταλγοῦσι δὲ σὺν ἀμυγδαλίνῳ καὶ κρόκῳ καὶ σμύρνῃ ἐγχεόμενος, ἐπὶ δὲ φλεγμονῆς ὀφθαλμῶν σὺν λεκίθῳ ὠοῦ ὀπτῇ καὶ κρόκῳ, πρὸς ἐρυσιπέλατα δὲ καὶ τραύματα σὺν ὄξει, ποδάγραις τε σὺν γάλακτι γυναικείῳ καὶ κρόκῳ· προστεθεὶς δὲ δακτυλίῳ ἀντὶ βαλανίου ὕπνον ποιεῖ.

[5]    κράτιστος δέ ἐστιν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει, εὐχερῶς διειμένος ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὐδὲ θρομβοειδὴς οὐδὲ συστρεφόμενος ἐν τῷ διΐεσθαι ὡς ὁ κηρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δὲ αὐτὸν γλαύκιον μειγνύντες ἢ κόμμι ἢ θρίδακος ἀγρίας χυλόν· ἔστι δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τὴν ὀσμὴν καὶ τραχύτερος, ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος [6] καὶ διαυγής. ἔνιοι δὲ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ στέαρ μειγνύναι αὐτῷ. φώγνυται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐπ' ὀστράκου καινοῦ, ἕως ἂν μαλακὸς καὶ κιρρότερος φανῇ. Ἐρασίστρατον μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπί τε ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν. Ἀνδρέας δέ φησιν ὅτι, εἰ μὴ ἐδολοῦτο, ἐτυφλοῦντο ἂν οἱ ἐγχριόμενοι ὑπ' αὐτοῦ, Μνησίδημος δὲ μόνην αὐτοῦ εἶναι χρῆσιν τὴν κατὰ ὄσφρησιν εἰς ὕπνον ἁρμόζουσαν, ἄλλως δὲ ἐπιβλαβῆ τυγχάνειν· ἅπερ ἐστὶ ψευδῆ, ὑπὸ τῆς πείρας ἐλεγχόμενα διὰ τὸ ἐπιμαρτυρεῖσθαι τοῖς ἔργοις τὴν ἐνέργειαν τοῦ φαρμάκου.

[7]    οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν συλλέγουσιν· ἔνιοι μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κόπτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυΐᾳ ἀναπλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτο μηκώνιον, ἀδρανέστερον ὂν τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον, ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίου δὲ τὰς κωδύας ἐπ' εὐθείας ἐντέμνειν ἐξ ἐπιπολῆς καὶ ἀναψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ' οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δὲ ἡμέρᾳ οὕτως εὑρίσκεται· δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυΐᾳ ἀναπλάσσειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἀναψᾶσθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν.

[65]

[1]    μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δὲ ἀγρίαν μήκωνα· φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλασσίοις τόποις καὶ τραχέσι.

[2]    δύναμιν δὲ ἔχει ἡ μὲν ῥίζα ἑψηθεῖσα ἄχρι ἡμίσους ἐν ὕδατι καὶ ποθεῖσα ἰσχιάδας καὶ ἡπατικὰς διαθέσεις θεραπεύειν καὶ τοὺς παχέα ἢ ἀραχνιώδη οὐροῦντας ὠφελεῖν· τὸ δὲ σπέρμα πλῆθος ὀξυβάφου ποθὲν σὺν μελικράτῳ κοιλίαν ἐπιεικῶς καθαίρει. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη ἐσχάρας περιρρήττει καταπλασθέντα σὺν ἐλαίῳ, ἐγχρισθέντα δὲ τὰ ἐπὶ κτηνῶν ἄργεμα καὶ νεφέλια ἀποκαθαίρει. ἔνιοι δὲ ἐπλανήθησαν νομίσαντες ἐκ ταύτης τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμφέρειαν.

[66]

[1]

   μήκων ἀφρώδης, ὑπὸ δέ τινων Ἡρακλεία κληθεῖσα, καυλίον ἔχει σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα μικρόν, στρουθίῳ ἐοικὸς καὶ καρπὸν παρ' αὐτῷ λευκόν ‑ καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες ‑ ῥίζαν δὲ λεπτήν, ἐπιπόλαιον. ταύτης ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται.

   καθαίρει δὲ δι' ἐμέτων ὀξυβάφου πλῆθος σὺν μελικράτῳ λαμβανόμενος· ἰδίως δὲ ἡ τοιαύτη κάθαρσις ἐπιλημπτικοῖς ἁρμόζει.

[67]   ὑπήκοον· φύεται μὲν ἐν τῷ σίτῳ καὶ ταῖς ἀρούραις, φύλλον ἔχον πηγάνῳ ὅμοιον, κλῶνας μικρούς.

   δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ τῆς μήκωνος ὀπῷ.

[68]   ὑοσκύαμος, οἱ δὲ ἀδάμαντα καλοῦσι· θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς, φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· παρὰ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκῃ, μεστοὶ σπέρματος ὥσπερ μήκωνος. ἔστι δὲ αὐτοῦ διαφορὰ τρισσή· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα μίλακι ὅμοια, σπέρμα μέλαν καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις, ὁ δέ τις ἄνθη μηλινοειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλώτερα, σπέρμα δὲ ὑπόξανθον [2] ὥσπερ ἐρύσιμον. ἀμφότεροι δὲ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτικοί, δύσχρηστοι. εὔχρηστος δὲ εἰς θεραπείαν ἠπιώτατος ὢν ὁ τρίτος, λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευκὰ ἔχων καὶ τὸ σπέρμα λευκόν· φύεται παρὰ θαλάττῃ καὶ ἐν ἐρειπίοις.

   χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρῆσθαι δεῖ τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείριστον. χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι, ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· [3] χρῆσις δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον. χυλίζεται δὲ αὐτοῦ καὶ τὸ σπέρμα κατ' ἰδίαν κοπτόμενον ξηρὸν ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλιβόμενον· ἔστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς ἀρτίσκους καὶ ἀποτίθεται.

   ἁρμόζει δὲ τὸ πρῶτον χύλισμα καὶ τὸ ἀπὸ ξηροῦ τοῦ σπέρματος εἰς κολλύρια ἀνώδυνα καὶ πρὸς ῥεῦμα δριμὺ καὶ θερμὸν καὶ ὠταλγίας καὶ τὰ περὶ ὑστέραν, σὺν ἀλεύροις δὲ ἢ ἀλφίτοις [4] πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ ποδῶν καὶ τὰς ἄλλας ‹φλεγμονάς›· καὶ τὸ σπέρμα δὲ τὸ αὐτὸ παρέχεται, ποιοῦν καὶ πρὸς βῆχας καὶ κατάρρουν καὶ ῥεῦμα ὀφθαλμῶν καὶ περιωδυνίαν, πρός τε ῥοῦν γυναικεῖον καὶ τὰς ἄλλας αἱμορραγίας ὅσον ὀβολὸς σὺν μήκωνος σπέρματι καὶ μελικράτῳ ποθέν· ἁρμόζει καὶ πρὸς ποδάγρας, ὄρχεις πεφυσημένους, μαστοὺς ἐν τοκετῷ ἐπαιρομένους λεῖον μετ' οἴνου καταπλασσόμενον καὶ εἰς τὰ ἄλλα ἀνώδυνα καταπλάσματα μείγνυται ὠφελίμως. καὶ τὰ ἀναπεπλασμένα φύλλα ‹δὲ› εἰς πάντα τὰ ἀνώδυνα καταπλάσματα εὔχρηστα, μειγνύμενα ἀλφίτοις καὶ καθ' ἑαυτὰ καταπλασσόμενα, τὰ δὲ πρόσφατα φύλλα [5] καταπλασθέντα ἀνωδυνώτατα πρὸς πάντα πόνον· τρία δὲ ἢ τέσσαρα ποθέντα σὺν οἴνῳ ἠπιάλους πυρετοὺς θεραπεύει, ἑψηθέντα δὲ ὡς λάχανα καὶ βρωθέντα τρυβλίου πλῆθος παρακοπὴν ἐργάζεται. φασὶ δὲ ὅτι, ἐὰν ἕλκος ἔχοντά τις ἐν κόλῳ ἐγκλύσῃ, τὸ αὐτὸ ἀπεργάζεται. ἡ δὲ ῥίζα μετ' ὄξους ἑψηθεῖσα ὀδονταλγίας ἐστὶ διάκλυσμα.

[69]

[1]    ψύλλιον· οἱ δὲ κυνοκέφαλον, Σικελοὶ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπ' ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις.

[2]    δύναμιν δὲ ἔχει ψυκτικήν· ὠφελεῖ δὲ καταπλασσόμενον ἀρθρίτιδας, παρωτίδας, φύματα, οἰδήματα, στρέμματα, κεφαλαλγίας μετὰ ῥοδίνου καὶ ὄξους καὶ ὕδατος, ἐντεροκήλας τε τὰς ἐπὶ παίδων καὶ ἐξομφάλους ὑγιάζει καταπλασσόμενον· δεῖ δὲ ὀξυβάφου πλῆθος λεάναντας βρέχειν ἐν ὕδατος δυσὶ κοτύλαις καὶ ὅταν παγῇ τὸ ὕδωρ ἐπιπλάττειν· ψύχει δὲ ἱκανῶς.

[70]

[1]    στρύχνον κηπαῖον· ἐδώδιμόν ἐστι. θαμνίσκος οὐ μέγας, μασχάλας ἔχων πολλάς, φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα, καρπὸς περιφερής, χλωρὸς ἢ μέλας· ἔγκιρρος δὲ γίνεται μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς γεῦσιν.

   δύναμιν δὲ ἔχει ψυκτικήν, ὅθεν τὰ φύλλα καταπλασσόμενα ἁρμόζει πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας μετὰ πάλης ἀλφίτου, καθ' ἑαυτὰ δὲ ἐπιτιθέμενα λεῖα αἰγίλωπας θεραπεύει καὶ κεφαλαλγίας καὶ στομάχῳ καυσουμένῳ βοηθεῖ, παρωτίδας τε [2] διαφορεῖ σὺν ἁλσὶ λεῖα καταπλασσόμενα. καὶ ὁ χυλὸς δὲ αὐτοῦ ποιεῖ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας σὺν ψιμυθίῳ καὶ λιθαργύρῳ καὶ ῥοδίνῳ, πρὸς αἰγιλώπια δὲ σὺν ἄρτῳ· ἁρμόζει καὶ σειριῶσι παιδίοις σὺν ῥοδίνῳ ἐμβρεχόμενος. μείγνυται δὲ καὶ κολλυρίοις ἀντὶ ὕδατος ἢ ᾠοῦ τοῖς πρὸς ῥεύματα δριμέα εἰς τὰς ἐγχρίσεις, ὠφελεῖ καὶ ὠταλγίας ἐνσταγείς· ἴσχει δὲ καὶ ῥοῦν γυναικεῖον ἐν ἐρίῳ προστεθείς.

[71]

[1]    ἔστι δὲ καὶ ἕτερον στρύχνον, ὃ ἰδίως ἁλικάκκαβον καλοῦσι, φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερον μέντοι· οἱ καυλοὶ δὲ αὐτοῦ μετὰ τὸ αὐξηθῆναι χαμαικλινεῖς γίνονται. καρπὸν δ' ἔχει ἐν θυλακίοις περιφερέσιν, ὁμοίοις φύσαις, πυρρόν, περιφερῆ, λεῖον, ὡς ῥᾶγα σταφυλῆς, ᾧ καὶ οἱ στεφανοπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις.

   δύναμιν δὲ ἔχει καὶ χρῆσιν τὴν αὐτὴν τῷ προειρημένῳ κηπευτῷ στρύχνῳ χωρὶς τοῦ βιβρώσκεσθαι. δύναται δὲ ὁ καρπὸς τούτου πινόμενος ἴκτερον ἀποκαθαίρειν οὐρητικὸς ὤν· καὶ χυλίζεται δὲ ἀμφοτέρων ἡ πόα καὶ ξηραίνεται ἐν σκιᾷ εἰς ἀπόθεσιν· ποιεῖ δὲ πρὸς τὰ αὐτά.

[72]   στρύχνον ὑπνωτικόν, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ κακκαλίαν καλοῦσι· θάμνος ἐστὶ κλάδους ἔχων πολλούς, πυκνούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλέᾳ κυδωνίᾳ, ἄνθος ἐρυθρόν, εὐμέγεθες, καρπὸν ἐν λοβοῖς κροκίζοντα, ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον, εὐμεγέθη· φύεται ἐν πετρώδεσι τόποις.

[2]    ταύτης ὁ φλοιὸς τῆς ῥίζης ἐν οἴνῳ ποθεὶς δραχμῆς μιᾶς ὁλκὴ ὑπνωτικὴν ἔχει δύναμιν τοῦ ὀποῦ τῆς μήκωνος ἐπιεικεστέραν, ὁ δὲ καρπὸς οὐρητικός ἐστιν ἄγαν· δίδονται δὲ ὑδρωπικοῖς κόρυμβοι ὡς δώδεκα, πλείονες δὲ ποθέντες ἔκστασιν ἐργάζονται· βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ. μείγνυται καὶ ἀνωδύνοις ὁ φλοιὸς αὐτῆς καὶ τροχίσκοις, ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος ὀδονταλγίαις ἀρήγει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς παραιτεῖται.

[73]

[1]    στρύχνον μανικόν, ὃ ἔνιοι πέρσειον, οἱ δὲ περισσόν, οἱ δὲ ἄνυδρον, οἱ δὲ πεντόδρυον, οἱ δὲ ἔνορυ, οἱ δὲ θρύον, οἱ δὲ ὀρθόγυιον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς ‹αὐτῆς› ῥίζης ὑπερφυεῖς, δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας, κεφαλὴν ἐπικειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δὲ ὥσπερ πλατάνου σφαῖραν, [2] μείζω δὲ καὶ πλατυτέραν, ἄνθος δὲ μέλαν· μετὰ δὲ τοῦτο καρπὸν ἴσχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, ‑ ῥᾶγας ‹δὲ› δέκα ἢ δώδεκα ὁμοίας κισσοῦ κορύμβοις ‑ μαλακὸν ὡσπερεὶ σταφυλήν· ῥίζα δ' ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως· φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανῶσι.

   δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετ' οἴνου δραχμῆς μιᾶς πλῆθος φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς, δύο δὲ δραχμαὶ ποθεῖσαι ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν, τέσσαρες δὲ ποθεῖσαι καὶ ἀναιροῦσιν· ἀντιφάρμακον δ' ἐστὶν αὐτοῦ μελίκρατον πολὺ πινόμενον καὶ ἐξεμούμενον.

[74]

[1]    δορύκνιον, ὃ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως, φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς, ἄνθος λευκόν· ἐπ' ἄκρου δὲ ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα, πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως· φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης.

   δοκεῖ δὲ καὶ τοῦτο ὑπνωτικὸν εἶναι, πλεονασθὲν δὲ ἀναιρεῖν. φασὶ δέ τινες καὶ τὸ σπέρμα αὐτοῦ εἰς φίλτρα λαμβάνεσθαι.

[75]   μανδραγόρας· οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ Κιρκαίαν[, οἱ δὲ Διρκαίαν] καλοῦσιν, ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἔστι δ' αὐτοῦ ὁ μέν τις θῆλυς, ὁ μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυμένα δὲ ἐπὶ γῆς, καὶ παρ' αὐτὰ μῆλα οὔοις ἐμφερῆ, ὠχρά, εὐώδη, ἐν οἷς καρπὸς ὥσπερ ἀπίου· ῥίζαι εὐμεγέθεις, δύο ἢ τρεῖς, ἀντεμπεπλεγμέναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν, [2] ἔνδοθεν δὲ λευκαὶ καὶ παχύφλοιοι· καυλὸν δὲ οὐ φέρει. τοῦ δὲ ἄρρενος καὶ λευκοῦ, ὃν ἔνιοι μώριον ἐκάλεσαν, φύλλα ἐστὶ λευκά, μεγάλα, πλατέα, λεῖα, καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλάσια, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ καὶ ἐσθίουσιν οἱ ποιμένες, ποσῶς δὲ ὑποκαροῦνται· ῥίζα δὲ ὁμοία τῇ πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ οὗτος.

   χυλίζεται δὲ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς κοπεὶς καὶ ὑποτεθεὶς πιεστηρίῳ· δεήσει δὲ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι [3] ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως, ἀνειμένον δὲ γίνεται τὸ ἐξ αὐτῶν χύλισμα· καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης περιαιρεθεὶς καὶ διαβληθεὶς λίνῳ κρέμαται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας ἄχρι τρίτου καὶ διυλίσαντες ἀποτίθενται, χρώμενοι ἐπὶ τῶν ἀγρυπνούντων καὶ περιοδυνώντων κυάθῳ ἑνὶ καὶ ἐφ' ὧν βούλονται ἀναισθησίαν τεμνομένων ἢ καιομένων ποιῆσαι.

   ὁ δὲ ὀπὸς ποθεὶς ὀβολῶν δυεῖν ὁλκῆς πλῆθος σὺν μελικράτῳ ἄγει ἄνω φλέγμα καὶ χολὴν ὡς ἐλλέβορος, πλείων δὲ [4] ποθεὶς ἐξάγει τοῦ ζῆν. μείγνυται καὶ εἰς τὰς ὀφθαλμικὰς καὶ ἀνωδύνους δυνάμεις καὶ πεσσοῖς μαλακτικοῖς· καθ' ἑαυτὸν δὲ ὅσον ἡμιωβόλιον προστεθεὶς ἔμμηνα καὶ ἔμβρυα ἄγει, δακτυλίῳ τε ἀντὶ βαλανίου προστεθεὶς ὕπνον ποιεῖ. μαλάσσειν δὲ καὶ ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ἓξ καὶ εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετ' ἀλφίτου καταπλασσόμενα· διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα, χοιράδας, φύματα, παρατριβόμενά τε ἡσυχῆ ἐπὶ ἡμέρας πέντε ἢ ἓξ στίγματα ἄνευ ἕλκους ἀφανίζει· καὶ ταριχευόμενα δὲ τὰ φύλλα ἀποτίθεται [5] πρὸς τὰς αὐτὰς χρείας. ἡ δὲ ῥίζα λεία σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, πρὸς δὲ ἑρπετῶν πληγὰς σὺν μέλιτι ἢ ἐλαίῳ ‹ποιεῖ›, σὺν ὕδατι δὲ χοιράδας καὶ φύματα διαχεῖ καὶ ἄρθρων πόνους παύει μετ' ἀλφίτων. σκευάζεται δὲ καὶ δίχα ἑψήσεως οἶνος ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης· δεῖ δὲ ἐμβάλλειν μνᾶς τρεῖς εἰς μετρητὴν οἴνου γλυκέος διδόναι τε ἐξ αὐτοῦ κυάθους τρεῖς τοῖς μέλλουσι τέμνεσθαι ἢ καίεσθαι, ὡς προείρηται· οὐ γὰρ ἀντιλαμβάνονται [6] τοῦ ἀλγήματος διὰ τὸ καταφέρεσθαι. τὰ δὲ μῆλα ἐσθιόμενα καὶ ὀσφραινόμενα καρωτικὰ καὶ ὁ ἐξ αὐτῶν χυλός· πλεονασθέντα δὲ καὶ ἀφώνους ποιεῖ. τὸ δὲ σπέρμα τῶν μήλων ποθὲν ὑστέραν καθαίρει, προστεθὲν δὲ μετὰ θείου ἀπύρου ῥοῦν ἵστησιν ἐρυθρόν. ὀπίζεται δὲ περιχαρασσομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι δὲ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός. οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι· ὑποδείκνυσι δὲ τὸ τοιοῦτον ἡ πεῖρα.

[7]    ἱστοροῦσι δέ τινες καὶ ἑτέραν μώριον φυομένην ἐν παλισκίοις καὶ περὶ τὰ ἄντρα, φύλλα ἔχουσαν ὅμοια τῷ λευκῷ μανδραγόρᾳ, μικρότερα δὲ ὡς σπιθαμιαῖα, λευκά, κύκλῳ περὶ τὴν ῥίζαν, οὖσαν ἁπαλὴν καὶ λευκήν, μικρῷ μείζονα σπιθαμῆς, πάχος δακτύλου μεγάλου, ἥν φασι πινομένην ὅσον δραχμὴν μίαν ἢ μετ' ἀλφίτου ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ ἀπομωροῦν· καθεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧπερ ἂν φάγῃ σχήματι αἰσθανόμενος οὐδενὸς ἐπὶ ὥρας τρεῖς ἢ τέσσαρας, ἀφ' οὗ ἂν προσενέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροί, ὅταν τέμνειν ἢ καίειν μέλλωσι· φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ.

[76]

[1]    ἀκόνιτον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ κυνοκτόνον, οἱ δὲ μυοκτόνον· φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ ἢ σικύῳ, μικρότερα δέ, ὑποτραχέα· καυλὸς δὲ σπιθαμῆς, ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλαβαστροειδῶς.

   τούτου τὴν ῥίζαν φασὶ προσαχθεῖσαν σκορπίῳ παραλύειν αὐτόν, διεγείρεσθαι δὲ πάλιν ἐλλεβόρου ‹λευκοῦ› προστεθέντος· μείγνυται δὲ καὶ ὀφθαλμικαῖς ἀνωδύνοις δυνάμεσι, κτείνει δὲ καὶ παρδάλεις καὶ σῦς καὶ λύκους καὶ πᾶν θηρίον κρεαδίοις ἐντιθέμενον καὶ παραβαλλόμενον.

[77]   ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι· γεννᾶται μὲν πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐηστίνοις ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια πλατάνῳ, μᾶλλον δὲ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα, καυλὸν δὲ καθάπερ πτέριδος μόσχον, ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζω· καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς, ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας, αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας ἐντιθέντες κρέασιν ὠμοῖς· βρωθεῖσαι γὰρ ὑπὸ τῶν λύκων ἀναιροῦσιν αὐτούς.

[78]   κώνειον· καυλὸν ἀνίησι γονατώδη ὡς μάραθον, μέγαν, φύλλα δὲ νάρθηκι ἐμφερῆ, στενότερα δὲ καὶ βαρύοσμα· ἐπ' ἄκρῳ δὲ ἀποφύσεις καὶ σκιάδια ἀνθῶν ὑπολεύκων, σπέρμα ἐμφερὲς ἀνήσσῳ, λευκότερον δέ, ῥίζα κοίλη καὶ οὐ βαθεῖα.

   ἔστι δὲ καὶ αὐτὸ τῶν φθαρτικῶν κατὰ ψύξιν ἀναιροῦν· βοηθεῖται δὲ ἀκράτῳ. χυλίζεται δὲ ἄκρα ἡ κόμη πρὸ τοῦ ξηρανθῆναι τὸ σπέρμα καὶ ἐκθλίβεται κοπτομένη συστρέφεταί τε [2] ἐν ἡλίῳ. ἔστι δὲ πολύχρηστον εἰς τὴν ὑγιαστικὴν χρῆσιν ξηρανθέν, μειγνύμενον ἐπιτηδείως τοῖς ἀνωδύνοις κολλυρίοις, τὸ χύλισμα, ἕρπητάς τε καὶ ἐρυσιπέλατα καταπλασθὲν σβέννυσιν. ἡ δὲ πόα καὶ ἡ κόμη λεῖα καταπλασσόμενα ‹ἐπὶ› τῶν διδύμων ὀνειρώττουσι βοηθεῖ· παρίησι δὲ καὶ αἰδοῖα καταπλασθέντα καὶ γάλα σβέννυσι, μαστούς τε ἐν παρθενίᾳ κωλύει αὔξεσθαι καὶ διδύμους ἀτρόφους ποιεῖ ἐπὶ παίδων. ἐνεργέστατον δ' ἐστὶ τὸ Κρητικὸν καὶ Μεγαρικὸν καὶ Ἀττικὸν καὶ τὸ ἐν τῇ Χίῳ καὶ Κιλικίᾳ γεννώμενον.

[79]

[1]    σμῖλαξ· οἱ δὲ σμῖλον, [οἱ δὲ τιθύμαλλον,] Ῥωμαῖοι δὲ τάξον καλοῦσι· δένδρον ἐστὶν ἐλάτῃ παραπλήσιον φύλλοις καὶ μεγέθει, ἐν Ἰταλίᾳ καὶ ἐν Ναρβωνίᾳ τῇ κατὰ τὴν Σπανίαν φυόμενον. τοῦ δ' ἐν Ἰταλίᾳ γεννωμένου τὸν καρπὸν ὀρνύφια ἐσθίοντα πνίγεται, ἄνθρωποι δὲ προσενεγκάμενοι διαρροίαις περιπίπτουσι. τὸ δ' ἐν τῇ Ναρβωνίᾳ τοσαύτης μετέχει δυνάμεως, ὡς καὶ ἐκ τῆς σκιᾶς τοὺς ὑποκαθίσαντας ἢ κοιμηθέντας βλάπτεσθαι, πολλάκις δὲ καὶ θνῄσκειν. ἱστορεῖται δὲ περὶ αὐτῆς χάριν τοῦ προφυλάσσεσθαι.

[80]   ἀπόκυνον, οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκράμβην καλοῦσιν· ἔρνος ἐστὶ ῥάβδους ἔχον μακράς, λυγώδεις, δυσθραύστους, φύλλα κισσῷ ὅμοια, μαλακώτερα δὲ καὶ ὀξύτερα κατ' ἄκρον, βαρύοσμα, ὑπόγλισχρα, ὀποῦ μεστὰ μηλίνου· καρπὸς δὲ ὡς λοβὸς κυάμου, περὶ δακτύλου τὸ μῆκος, θυλακώδης, ἐν ᾧ σπερμάτια μικρά, σκληρά, μέλανα.

   ταύτης τὰ φύλλα σὺν στέατι ἀρτοποιηθέντα καὶ παραβληθέντα κτείνει κύνας, λύκους, ἀλώπεκας καὶ παρδάλεις· παραχρῆμα δὲ παραλύει αὐτῶν τὰ ἴσχια.

[81]   νήριον· οἱ δὲ ῥοδόδενδρον, οἱ δὲ ῥοδοδάφνην καλοῦσι. γνώριμος θάμνος, ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα [καὶ τραχύτερα] τὰ φύλλα ἔχων, τὸ δὲ ἄνθος ῥοδοειδές, καρπὸν ὡς κέρας, ἀνεῳγμένον πλήρη ἐριώδους φύσεως, ὁμοίας τοῖς ἀκανθίνοις πάπποις· ῥίζα δὲ ἄποξυς καὶ μακρά, γευσαμένῳ ἁλμυρά· φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις [καὶ παραποταμίοις].

[2]    δύναμιν δὲ ἔχει τὸ ἄνθος καὶ τὰ φύλλα κυνῶν μὲν καὶ ὄνων καὶ ἡμιόνων καὶ τῶν πλείστων τετραπόδων φθαρτικήν, ἀνθρώπων δὲ σῳστικὴν πινόμενα σὺν οἴνῳ πρὸς θηρίων δήγματα καὶ μᾶλλον εἰ πηγάνου ‹τι› παραμίξειας. τὰ δὲ ἀσθενέστερα τῶν ζῴων, ὡς αἶγες καὶ πρόβατα, κἂν τὸ ἀπόβρεγμα αὐτῶν πίῃ, ἀποθνῄσκει.

[82]

[1]    μυκήτων διαφορὰ δισσή· ἢ γὰρ βρώσιμοί εἰσιν ἢ φθαρτικοί. παρὰ πολλὰς δὲ αἰτίας γίνονται τοιοῦτοι· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παραφύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δὲ καὶ γλινώδη οἱ τοιοῦτοι ἐπίπαγον, κατατεθέντες δὲ μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι· οἱ δὲ μὴ τοιοῦτοι, ζωμοποιοὶ ἡδεῖς. πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι, [2] πνίγοντες ἢ χολέραν ἐπάγοντες. βοηθοῦνται δὲ πάντες ποτιζόμενοι νίτρῳ καὶ ἐλαίῳ ἢ κονίᾳ μετ' ὀξάλμης ἢ θύμβρας ἀποζέματι ἢ ὀριγάνῳ ἢ ὀρνιθείᾳ κόπρῳ μετ' ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῳ. τρόφιμοι δέ εἰσι καὶ δυσδιάλυτοι· ὁλοσχερεῖς δὲ ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς περιττώμασιν ἀποδίδονται.

[83]

[1]    Κολχικόν· οἱ δὲ βολβὸν ἄγριον, οἱ δὲ ἐφήμερον καλοῦσι. λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπαρώτερα ‹δέ›, καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῷ μέλανι, ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ γλυκεῖα καὶ ὀποῦ μεστὴ εὑρίσκεται· ἔχει δὲ ὁ [2] βολβὸς διάφυσιν μέσην, καθ' ἣν τὸ ἄνθος ἀφίησι. γεννᾶται δὲ πλείστη ἐν Κόλχοις καὶ ἐν τῇ Μεσσηνίᾳ.

   βρωθεῖσα δὲ κτείνει κατὰ πνιγμὸν ὁμοίως ‹τοῖς› μύκησιν. ἀνεγράψαμεν δὲ αὐτήν, ἵνα μὴ λάθῃ βρωθεῖσα ἀντὶ βολβοῦ· παραδόξως γάρ ἐστιν ἐπακτικὴ διὰ τὴν ἡδονὴν τοῖς ἀπείροις. βοηθεῖ δὲ τοῖς φαγοῦσιν ὅσα καὶ τοῖς μύκησι, καὶ γάλα δὲ βόειον πινόμενον, ὥσθ' ὅταν παρῇ τοῦτο, μηδενὸς ἄλλου δεῖσθαι βοηθήματος.

[84]

[1]    ἐφήμερον· ἄλλοι δὲ ἶριν ἀγρίαν. τὰ φύλλα καὶ ‹τὸν› καυλὸν ὅμοια ἔχει κρίνῳ, λεπτότερα δέ, ἄνθη λευκά, μικρά, καρπὸν δὲ μαλακόν. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος μία, μακρά, στυπτική, εὐώδης· φύεται ἐν δρυμοῖς καὶ παλισκίοις ‹τόποις›.

   τούτου ἡ μὲν ῥίζα ὀδονταλγίας ἐστὶ φάρμακον διακλυζομένη, τὰ δὲ φύλλα ἐν οἴνῳ ἑψηθέντα καὶ καταπλασθέντα οἰδήματα καὶ φύματα διαφορεῖ μήπω πύον ἔχοντα.

[85]   ἑλξίνη· οἱ δὲ παρθένιον, οἱ δὲ περδίκιον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡρακλείαν, οἱ δὲ ὑγιεινὴν ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον καλοῦσι· φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων.    δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, στυπτικήν, ὅθεν καταπλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κονδυλώματα, κατακαύματα, [2] φύγεθλα ἀρχόμενα καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμυθίῳ ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίνῃ ἀναλημφθεὶς ἢ τραγείῳ στέατι· ὠφελεῖ καὶ βήττοντας χρονίως ὁ χυλὸς καταρροφούμενος ὡς κύαθος, καὶ παρισθμίοις φλεγμαίνουσιν ἀναγαργάρισμα καὶ διάχρισμα ὠφέλιμον καὶ ὠταλγίαις σὺν ῥοδίνῳ ἐγχεόμενος.

[86]

[1]    ἀλσίνη· οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει.

   δύναμιν δὲ ἔχει ψυκτικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν μετ' ἀλφίτου καταπλασσομένη, καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος· καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ.

[87]   φακὸς ὁ ἐπὶ τῶν τελμάτων, εὑρισκόμενος ἐπὶ τῶν στασίμων ὑδάτων, βρύον ὂν ὅμοιον φακῷ, ψῦχον τῇ δυνάμει, πάσαις φλεγμοναῖς καὶ ἐρυσιπέλασι καὶ ποδάγραις ἁρμόζει καταπλασσόμενος καθ' ἑαυτόν τε καὶ σὺν ἀλφίτῳ. παρακολλᾷ δὲ καὶ ἐντεροκήλας τὰς ἐπὶ παίδων.

[88]   ἀείζῳον μέγα· ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλλων, οἱ δὲ βούφθαλμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ ἀμβροσίαν καλοῦσιν. ἀνίησι καυλοὺς πηχυαίους ἢ καὶ μείζονας, πάχος δακτύλου μεγάλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατωτέρω τῶν φύλλων ὑπτιούμενα, τὰ δὲ κατὰ τὴν κεφαλὴν προσεσταλμένα ἐπ' ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ἐν ὀστράκοις· ἔνιοι φυτεύουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων.

[2]    δύναμιν δὲ ἔχει ψυκτικήν, στύφουσαν, ποιοῦσαν πρὸς ἐρυσιπέλατα, ἕρπητας, νομάς, ὀφθαλμῶν φλεγμονάς, πυρίκαυτα, ποδάγρας καταπλασσόμενα τὰ φύλλα καθ' ἑαυτά τε καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς μετὰ ῥοδίνου πρὸς κεφαλαλγίας ἐμβρέχεται καὶ φαλαγγιοδήκτοις ἐν ποτῷ δίδοται καὶ διαρροιζομένοις καὶ δυσεντερικοῖς, στρογγύλας τε ἕλμεις ἐκτινάσσει σὺν οἴνῳ ποθείς· ἵστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχρίεται δὲ ὁ χυλὸς καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ὠφελίμως.

[89]

[1]    ἀείζῳον τὸ μικρόν· φύεται ἐν τοίχοις καὶ πέτραις καὶ θριγκοῖς καὶ τάφοις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων περιφερῶν, λιπαρῶν, μικρῶν, ὀξέων ἐπ' ἄκρου· ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος, ἔχοντα σκιάδιον καὶ ἄνθη χλωρὰ καὶ λεπτά.

   τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.

[90]   δοκεῖ δὲ τρίτον εἶναι εἶδος ἀειζῴου, ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν, οἱ δὲ Τηλέφιον ἐκάλεσαν, Ῥωμαῖοι δὲ ἰλλεκέβραν. ἔχει δὲ αὕτη πλατύτερα τὰ φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα· φύεται ἐν πέτραις.

   δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ἑλκωτικήν, χοιράδων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλασθέν.

[91]   κοτυληδών· οἱ δὲ σκυτάλιον, ἄλλοι δὲ κυμβάλιον. φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖλον, καυλίον δὲ βραχύ, ἐφ' οὗ σπέρμα, ῥίζαν ὡς ἐλαίαν στρογγύλην.

   ταύτης καὶ τῶν φύλλων ὁ χυλὸς μετ' οἴνου περιχριόμενος ἢ ἐγκλυζόμενος φιμοὺς τοὺς ἐν αἰδοίοις χαλᾷ, φλεγμονάς τε καὶ ἐρυσιπέλατα καὶ χιμέτλας καὶ χοιράδας καταπλασσομένη ὠφελεῖ καὶ στόμαχον καυσούμενον. ἐσθιόμενα δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ λίθους θρύπτει καὶ οὖρα κινεῖ καὶ ὑδρωπικοῖς σὺν οἰνομέλιτι δίδοται· χρῶνται δὲ αὐτῇ καὶ εἰς φίλτρα.

[92]   ἔστι δὲ καὶ ἕτερον εἶδος κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα, ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀείζῳον, τῇ γεύσει στύφοντα, καυλίον λεπτὸν καὶ ἐπ' αὐτοῦ ἄνθη καὶ σπερμάτια ὅμοια ὑπερικῷ, ῥίζαν μείζονα.

   ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.

[93]   ἀκαλήφη· οἱ δὲ κνίδην. δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δ' ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα.

   ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθ' ἁλῶν κυνόδηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύγεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτόμενα [2] νεαρὰ τὰ φύλλα. τὸ δὲ σπέρμα ἐπὶ συνουσίαν παρορμᾷ πινόμενον μετὰ γλυκέος καὶ ὑστέραν ἀναστομοῖ· σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευμονίας· ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος· μείγνυται δὲ καὶ σηπταῖς. συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις κοιλίαν μαλάττει, ἐμπνευματώσεις λύει, οὖρα κινεῖ, σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν κινεῖ καταμήνια, ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος στέλλει κιονίδα φλεγμαίνουσαν.

[94]

[1]    γαλήοψις· οἱ δὲ γάληψις, οἱ δὲ γαλεόβδολον καλοῦσιν. ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ, λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρίψει, ἄνθη λεπτά, πορφυρᾶ· φύεται ἐν φραγμοῖς καὶ περὶ τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ.

   δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καυλὸς διαλυτικὴν σκληρωμάτων, καρκινωμάτων, χοιράδων, φυγέθλων, παρωτίδων. δεῖ δὲ δὶς τῆς ἡμέρας μετ' ὄξους καταπλάσσειν χλιαρὸν ποιοῦντας τὸ κατάπλασμα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς καταντλεῖται ὠφελίμως· ποιεῖ καὶ πρὸς νομὰς ‹καὶ› γαγγραίνας καὶ σηπεδόνας μεθ' ἁλὸς καταπλασσόμενα.

[95]   γάλιον· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον· ὠνόμασται ἀπὸ τοῦ γάλα πηγνύειν ἀντὶ πυτίας αὐτό. τὸ δὲ κλωνίον καὶ τὸ φύλλον ἔχει ἐμφερέστατον ἀπαρίνῃ, ὀρθὸν δέ, καὶ ἐπ' ἄκρου ἄνθος μήλινον, λεπτόν, πυκνόν, πολύοσμον· οὗ τὸ ἄνθος πρὸς τὰ πυρίκαυτα καταπλάττεται καὶ αἱμορραγίαις ἁρμόζει· μείγνυται καὶ κηρωτῇ ῥοδίνῃ ἡλιαζόμενον, ἄχρις ἂν λευκὸν γένηται, καὶ ἔστι τὸ τοιοῦτον ἄκοπον. ἡ δὲ ῥίζα πρὸς συνουσίαν παρορμᾷ. φύεται δὲ ἐν ἑλώδεσι τόποις.

[96]   ἠριγέρων· καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον ἡσυχῆ, ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δὲ ἐλάττονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους· ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις.

[2]    δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα σὺν τοῖς ἄνθεσιν, ὅθεν καταπλασσόμενα σὺν οἴνῳ γλυκεῖ ὀλίγῳ καὶ καθ' ἑαυτὰ φλεγμονὰς ὄρχεων καὶ δακτυλίου θεραπεύει, σὺν δὲ μάννῃ τά τε ἄλλα τραύματα καὶ τὰ ἐν νεύροις ἰᾶται. καὶ οἱ πάπποι δὲ καθ' ἑαυτοὺς σὺν ὄξει καταπλασθέντες τὸ αὐτὸ δρῶσι· ποθέντες μέντοι οἱ νεαροὶ πάπποι πνιγμὸν ἐπιφέρουσιν.

[97]

[1]    θαλίητρον· φύλλα παραπλήσια κορίῳ ἔχει, λιπαρώτερα δέ, καυλίον πηγανίου πάχος, ἐφ' οὗ τὰ φύλλα, ἅπερ καταπλασθέντα λεῖα τὰ χρόνια τῶν ἑλκῶν ἀπουλοῖ· φύεται μάλιστα ἐν πεδίοις.

[98]   βρύον θαλάσσιον· φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θαλάττῃ. θριδακῶδες, ἰσχνόν, ἄκαυλον, ἱκανῶς στυπτικόν, ποιοῦν πρὸς φλεγμονὰς καὶ ποδάγρας τὰς ψύξεως δεομένας.

[99]   φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατὺ τὸ δὲ ὑπόμηκες καὶ ὑποφοινικίζον, τὸ δὲ οὖλον, φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ, εὐανθὲς σφόδρα καὶ ἄσηπτον.

   στυπτικὴν δ' ἔχει πάντα τὴν δύναμιν, ποιοῦντα ἐν καταπλάσμασι ποδαγρικοῖς καὶ ταῖς ‹ἄλλαις› φλεγμοναῖς. δεῖ δὲ αὐτοῖς χρῆσθαι ἐνίκμοις πρὸ τοῦ ξηραίνεσθαι. Νίκανδρος (Th. 845) δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔδοξαν ἔνιοι εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίου, ὁμωνύμως δὲ καλουμένου φύκους.

[100]   ποταμογείτων· φύλλον ἐστὶν ὅμοιον τεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος. ψύχει δὲ καὶ στύφει, ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν· ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι.

[101]   στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι χωρὶς ῥίζης καὶ ζῆν. φύλλον δὲ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι καὶ ψυκτικὴν ἔχον δύναμιν, ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον· τραύματά τε ἀφλέγμαντα τηρεῖ καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον ἰᾶται.

[102]   στρατιώτης ὁ χιλιόφυλλος· ἔστι θαμνίσκος μικρός, σπιθαμιαῖος ἢ καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ· εἰσὶ δὲ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι, ἐσχισμέναι, ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα, καὶ τὸ σκιάδιον δέ· πυκνότερον δὲ τοῦτο καὶ ἁδρότερον· ἔχει γὰρ ἐπ' ἄκρου καρφία μικρά, ἐφ' ὧν τὰ σκιάδιά ἐστιν ἀνήθου τρόπον, ἄνθη μικρά, λευκά. φύεται δὲ [μάλιστα] ἐν τόποις ἀργοῖς, ὑποτραχέσι καὶ μάλιστα περὶ τὰς ὁδούς.

   ἔστι δὲ ἡ βοτάνη αὕτη σφόδρα ἀγαθὴ πρὸς αἱμορραγίαν καὶ ἕλκη παλαιὰ καὶ πρόσφατα καὶ σύριγγας.

[103]   φλόμος· τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει διττήν· ἡ μὲν γάρ ‹τίς› ἐστιν αὐτῆς λευκὴ ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια ἡ δὲ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσιά ἐστι κράμβῃ, δασύτερα δὲ πολλῷ καὶ πλατύτερα καὶ λευκά, καυλὸς πήχεως ἢ καὶ μείζων, λευκός, ὑπόδασυς, ἄνθη λευκά, ὕπωχρα, σπέρμα μέλαν· ῥίζα δὲ μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην δὲ καλουμένη, λευκόφυλλος, ὑπομήκης δὲ καὶ στενοτέρα τοῖς [2] φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα. ἡ δὲ μέλαινα ὁμοία ταῖς λευκαῖς κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία, ῥάβδους ὑψηλὰς φέρουσα καὶ δενδρώδεις, φύλλα ἐλελισφάκῳ ὅμοια· ἔχει δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος μήλινον, χρυσοειδές. εἰσὶ δὲ καὶ φλομίδες διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα, καὶ τρίτη φλομίς, ἡ καλουμένη λυχνῖτις, ὑπὸ δέ τινων θρυαλλίς, φυλλάρια τρία ἢ τέσσαρα ἢ καὶ πλείονα ἔχουσα, παχέα, δασέα, λιπαρά, εἰς ἐλλύχνια χρήσιμα.

[3]    τῶν μὲν οὖν πρώτων δύο ἡ ῥίζα στυπτική· ὅθεν διαρροιζομένοις ὅσον ἀστράγαλος σὺν οἴνῳ ὠφελίμως ἐν ποτῷ δίδοται· τὸ δὲ ἀφέψημα αὐτῆς ῥήγμασι καὶ σπάσμασι καὶ θλάσμασι καὶ βηχὶ παλαιᾷ ἀρήγει, ὀδονταλγίαν τε πραΰνει διακλυζόμενον. ἡ δὲ χρυσοειδὴς τὰ ἄνθη τρίχας βάπτει καὶ ὅπου ἂν τεθῇ σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι πρὸς οἰδήματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται, καὶ πρὸς σφακελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ, σὺν δὲ ὄξει τραύματα θεραπεύει καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα πυρικαύτων ἐστὶ κατάπλασμα, τὰ δὲ τῆς θηλείας φύλλα φασὶ μετὰ σύκων ξηρῶν συντιθέμενα ἄσηπτα αὐτὰ διαφυλάσσειν.

[104]

[1]    Αἰθιοπίς· καὶ αὕτη παραπλήσια φύλλα ἔχει φλόμῳ, δασέα δὲ λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχὺν καὶ παχύν, ἐοικότα μελιτταίνῃ ἢ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος ὀρόβου, σύνδυο ἐν ἑνὶ ἀγγείῳ, ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραινόμεναι μέλαιναι καὶ σκληραί, κέρασιν ἐοικυῖαι. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσσηνίαν καὶ τὴν Ἴδην.

   ταύτης ἡ ῥίζα ἑψομένη καὶ πινομένη βοηθεῖ ἰσχιάδι, πλευρίτιδι, αἵματος πτύσει καὶ ἀρτηρίας τραχύτητι· λαμβάνεται δὲ μετὰ μέλιτος ἀντὶ ἐκλεικτοῦ.

[105]   ἄρκτιον, οἱ δὲ ἀρκτοῦρον. φλόμῳ καὶ αὕτη ἔχει τὰ φύλλα ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα, ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν, καρπὸν κυμίνῳ μικρῷ ὅμοιον.

   ταύτης ἡ ῥίζα καὶ ὁ καρπὸς ἀφεψηθέντα ἐν οἴνῳ ὀδονταλγίας διακρατούμενα πραΰνει καὶ πυρικαύτων καὶ χιμέτλης ἐστὶ κατάντλημα· πίνεται δὲ καὶ πρὸς ἰσχιάδα καὶ δυσουρίαν ἐν οἴνῳ.

[106]   ἄρκιον, οἱ δὲ προσωπίδα, οἱ δὲ προσώπιον καλοῦσιν· ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δὲ ἡ πόα, ῥίζα μεγάλη καὶ λευκή, ἥτις βοηθεῖ ποθεῖσα δραχμῆς μιᾶς πλῆθος μετὰ στροβίλων αἱμοπτυικοῖς καὶ ἐμπυικοῖς· παύει καὶ τὰ ἐκ τῶν λυγισμῶν περὶ τὰ ἄρθρα ἀλγήματα καταπλασσομένη λεία· καὶ τὰ φύλλα δὲ ὠφελίμως ἐπὶ τῶν παλαιῶν ἑλκῶν καταπλάττεται.

[107]   πετασῖτις· μόσχος ἐστὶ πήχεως μείζων, δακτύλου μεγάλου πάχος, ἐφ' οὗ φύλλον πετασῶδες, μέγα, προσκείμενον ὥσπερ μύκης, ποιοῦν πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη λεῖον καταπλασσόμενον.

[108]   ἐπιπακτίς, οἱ δὲ ἐλλεβορίνην, θαμνίσκος μικρός, φυλλάρια ἐλάχιστα ἔχων.

   πίνεται δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς τὰ περὶ ἧπαρ νοσήματα.

[109]   καπνὸς ὁ ἐν ταῖς κριθαῖς φυόμενος· βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκότερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν.

   ταύτης ὁ χυλὸς δριμύς, ὀξυδερκής, δακρύου ἀγωγός, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσε. δύναται δὲ καὶ τὰς ἐκ τῶν βλεφάρων ἑλκυσθείσας τρίχας σὺν κόμμει καταχρισθεῖσα μὴ ἐᾶν φύεσθαι. βρωθεῖσα δὲ ἡ πόα χολὴν δι' οὔρων ἄγει.

[110]   λωτὸς ὁ ἐν τοῖς παραδείσοις φυόμενος, ὃν ἔνιοι τρίφυλλον καλοῦσι, χυλισθεὶς καὶ μιγεὶς μέλιτι ἄργεμα καὶ νεφέλια καὶ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρει.

[111]   λωτὸς ἄγριος· φύεται μὲν πλεῖστος ἐν Λιβύῃ, καυλὸν φέρων δίπηχυν ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς, φύλλα ὅμοια λωτῷ τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννωμένῳ, σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶδες ἐν τῇ γεύσει. δύναμιν δὲ ἔχει θερμαντικήν, ἠπίως στυπτικήν, ἀποκαθαρτικὴν σπίλων τῶν ἐπὶ τοῦ προσώπου καὶ ἐφηλίδων σὺν μέλιτι καταχριόμενος, πινόμενος δὲ καθ' ἑαυτὸν λεῖος ἢ καὶ μετὰ μολόχης σπέρματος σὺν οἴνῳ ἢ γλυκεῖ τοῖς περὶ κύστιν ἀλγήμασι βοηθεῖ.

[112]   κύτισος· θάμνος ἐστὶ λευκὸς ὅλος, ῥάβδους ἀνιεὶς πήχεως ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα ὅμοια τήλιδι ἢ λωτῷ τῷ τριφύλλῳ, μικρότερα δὲ καὶ ῥάχιν ἔχοντα μέσην, ἔν τε τῷ διατριβῆναι τοῖς δακτύλοις ὄζοντα ζωμοῦ, ἐν δὲ τῇ γεύσει ὅμοια ἐρεβίνθοις χλωροῖς.

   δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, διαφορητικὴν τῶν ἐν ἀρχῇ οἰδημάτων σὺν ἄρτῳ λεῖα καταπλασθέντα· κινεῖ δὲ καὶ οὔρησιν τὸ ἀφέψημα αὐτῶν πινόμενον. ἔνιοι δὲ φυτεύουσιν αὐτὸν παρὰ τοῖς σμήνεσιν ὡς ἐπαπτικὸν τῶν μελιττῶν.

[113]   λωτὸς ὁ ἐν Αἰγύπτῳ γεννώμενος ἐν τῷ ὕδατι τῶν πεδίων ἐπικλυσθέντων· καυλός ἐστι τῷ τοῦ κυάμου ἐμφερής, ἔχων ἄνθος λευκόν, ἐοικὸς κρίνῳ, ὅ φασι κατὰ τὰς ἀνατολὰς τοῦ ἡλίου ἀναπλοῦσθαι, δύνοντος δὲ μύειν καὶ ὅλην τὴν κωδύαν ἐν τῷ ὕδατι κρύπτεσθαι πάλιν τε πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου ὑπερκύπτειν. ἔοικε δ' ἡ κωδύα μήκωνι μεγίστῃ, ἐν ᾗ καρπὸς ὡς κέγχρος, ὃν ξηράναντες οἱ ἐν Αἰγύπτῳ ἀλοῦσι πρὸς ἀρτοποιίαν· ῥίζα ὁμοία μήλῳ κυδωνίῳ, ἥτις καὶ αὐτὴ ἐσθίεται ἑφθή τε καὶ ὠμή· ἀναλογεῖ δὲ ἑψηθεῖσα τῇ ποιότητι λεκίθῳ ᾠοῦ.

[114]   μυριόφυλλον· καυλίσκος ἐστὶ τρυφερός, μονοφυής, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκιρρος, διάκοιλος, ὡς ἐπίτηδες διερρινημένος· φύεται ἐν ἑλώδεσι χωρίοις.

   τηρεῖ δὲ ἀφλέγμαντα τὰ πρόσφατα τῶν τραυμάτων σὺν ὄξει χλωρόν τε καὶ ξηρὸν καταπλασσόμενον· ποτίζεται δὲ καὶ πρὸς πτώματα σὺν ὕδατι καὶ ἁλσίν.

[115]   μυρρίς, οἱ δὲ μύρραν καλοῦσι· τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ, ῥίζαν δὲ ἔχει ὑπομήκη, ἁπαλήν, περιφερῆ, εὐώδη, ἡδεῖαν βρωθῆναι, ἥτις πινομένη σὺν οἴνῳ φαλαγγιοδήκτοις βοηθεῖ. καθαίρει δὲ ἔμμηνα καὶ λοχεῖα, καθεψηθεῖσα δὲ ἐν ῥοφήμασιν ὠφελίμως φθισικοῖς δίδοται. ἱστοροῦσι δὲ ἔνιοι πινομένην αὐτὴν καθ' ἡμέραν δὶς ἢ τρὶς σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι βοηθεῖν πρὸς τὸ ἄνοσον διαμένειν.

[116]   μύαγρον, οἱ δὲ μελάμπυρον· πόα φρυγανώδης, δίπηχυς, φύλλα ἔχουσα ἐμφερῆ τοῖς τοῦ ἐρυθροδάνου, σπέρμα τήλιδι ἐοικός, λιπαρόν, ᾧ χρῶνται κόπτοντες ὑποπεφωγμένον καὶ περιπλάττοντες ῥάβδοις καὶ ἀντὶ λύχνου χρώμενοι.

   δοκεῖ δὲ τὸ ἐξ αὐτῶν λίπος ὁμαλίζειν καὶ λεαίνειν τὰς τοῦ σώματος τραχύτητας.

[117]   ὀνάγρα, οἱ δὲ ὀνοθήραν, οἱ δὲ ὀνο‹θο›ῦριν· θάμνος ἐστὶ δενδροειδής, εὐμεγέθης, φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα δὲ καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου, ἄνθη ῥοδοειδῆ, μεγάλα, ῥίζαν δὲ μακράν, λευκήν, ἥτις ξηρανθεῖσα οἴνου ὀσμὴν ἀποδίδωσι· φύεται ἐν ὀρεινοῖς τόποις.

   δύναμιν δὲ ἔχει τὸ ἀπόβρεγμα τῆς ῥίζης ὑπὸ τῶν ἀγρίων ζῴων πινόμενον ἡμεροῦν αὐτά· καταπλασθεῖσα δὲ πραΰνει τὰ θηριώδη ἕλκη.

[118]   κρίσσιον· ἁπαλὸν καυλίον ἐστίν, ὡς δίπηχυ, τρίγωνον τὸ κάτωθεν ἀκάνθιά τε ἐκ διαστήματος ἐπ' αὐτῷ μαλακά· τὰ δὲ φύλλα βουγλώσσῳ ἐμφερῆ, δασέα μετρίως καὶ μικρότερα, ὑπόλευκα, ἀκανθώδη τοῖς πέρασι· τὸ δὲ ἀνωτάτω τοῦ καυλοῦ περιφερές, δασύ, καὶ ἐπ' αὐτοῦ κεφάλια ἀκροπόρφυρα, ἐκπαππούμενα.

   ταύτης τὴν ῥίζαν Ἀνδρέας ἀναγράφει ὑπὲρ τὸν ἀλγοῦντα τόπον ἀναδεομένην παύειν κρισσῶν ἀλγήματα.

[119]   ἀστὴρ Ἀττικός, οἱ δὲ βουβώνιον καλοῦσι· ῥαβδίον ξυλῶδες, ἐπ' ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος, κεφάλιον περισχιδές, ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια· τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ὑπομήκη καὶ δασέα.

   [ὠφελεῖ δὲ στόμαχον πυρούμενον, ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἄλλας προπτώσεις ἕδρας· φασὶ δὲ καὶ τὸ πορφυρίζον τοῦ ἄνθους μεθ' ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπιλημψίαις παίδων.] ἁρμόζει δὲ καταπλασσόμενον ὑγρὸν πρὸς βουβώνων φλεγμονήν, ξηρὸν δὲ ἀναιρεθὲν τῇ ἀριστερᾷ χειρὶ ὑπὸ τοῦ ἀλγοῦντος καὶ περιαφθὲν τῷ βουβῶνι ἀπαλλάσσει τῆς ὀδύνης.

[120]   ἰσόπυρον· οἱ δὲ φασήλιον καλοῦσιν ἀπὸ τοῦ ἐοικέναι φασήλῳ τῷ κατ' ἄκρον τὸ πέταλον ἕλικα φέρειν· ἔπεισι δὲ κεφαλαὶ ἐπὶ τοῦ καυλοῦ ἄκρου λεπταί, σπερματίων πλήρεις, παραπλησίων μελανθίῳ τὴν γεῦσιν, τὸ δὲ φύλλον ἀνήσσῳ.

   τούτου τὸ σπέρμα πινόμενον σὺν μελικράτῳ τοῖς περὶ θώρακα καὶ βηχὶ καὶ ἡπατικοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει.

[121]   ἴον· φύλλον ἔχει μικρότερον κισσοῦ καὶ λεπτότερον, μελάντερον δὲ καὶ οὐκ ἀφόμοιον, καυλίον μέσον ἀπὸ τῆς ῥίζης, ἐφ' οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν· φύεται ἐν παλισκίοις καὶ τραχέσι τόποις.

   δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα καταπλασσόμενα καθ' ἑαυτὰ καὶ μετὰ ἀλφίτου· βοηθεῖ δὲ στομάχῳ πυρουμένῳ καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις ἕδρας προπτώσεσι. φασὶ δὲ τὸ πορφυρίζον τοῦ ἄνθους μετὰ ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπιλημψίαις ταῖς ἐπὶ [τῶν] παίδων.

[122]   κακκαλία, οἱ δὲ λεαντικήν· φύλλα φέρει λευκά, εὐμεγέθη· καυλὸς δὲ ἐξ αὐτῶν μέσος, ὀρθός, λευκός, ἄνθος ἔχων ἐοικὸς βρυωνίᾳ· ἐν ὄρεσι φύεται.

   ταύτης ἡ ῥίζα ἐν οἴνῳ βρεχομένη ὡς τραγάκανθα καὶ ἐκλειχομένη ἢ διαμασωμένη καθ' ἑαυτὴν βῆχας καὶ τραχύτητας ἀρτηρίας θεραπεύει· οἱ δὲ μετὰ τὴν ἐξάνθησιν ἐπιφυόμενοι κόκκοι λεῖοι ἀναλημφθέντες σὺν κηρωτῇ καὶ ἐπιχρισθέντες τετανὸν καὶ ἀρρυτίδωτον τηροῦσι τὸ πρόσωπον.

[123]   βούνιον, οἱ δὲ ἄκτιον καλοῦσι· καυλὸν ἀνίησι τετράγωνον, εὐμήκη, πάχος δακτυλιαῖον· φύλλα δὲ ὅμοια σελίνῳ, λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ κορίου, ἄνθος δὲ ὡς ἀνήθου, σπέρμα εὐῶδες, ὑοσκυάμου μικρότερον.

   ἔστι δὲ οὐρητικόν, θερμαντικὸν καὶ δευτέρων ἀγωγόν, σπληνί τε καὶ νεφροῖς καὶ κύστει ἐπιτήδειον. χρῆσις δ' αὐτοῦ ὑγροῦ τε καὶ ξηροῦ καὶ χυλισθέντος σὺν ταῖς ῥίζαις καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις μετὰ μελικράτου.

[124]   ψευδοβούνιον· θάμνος ἐστὶ παλαιστιαῖος, φυόμενος ἐν Κρήτῃ, ἔχων φύλλα βουνίῳ ὅμοια.

   δύναται δὲ ἐξ αὐτοῦ πινόμενα κλωνία ὅσον τέσσαρα σὺν ὕδατι στρόφους καὶ στραγγουρίας καὶ πλευρᾶς ἀλγήματα θεραπεύειν· διαφορεῖ καὶ χοιράδας μετὰ ἁλῶν καὶ οἴνου καταπλασσόμενον χλιαρόν.

[125]   χαμαίκισσος· φύλλα ὅμοια ἔχει πυροῖς, μακρότερα δὲ καὶ λεπτότερα, πολλά, κλωνία σπιθαμιαῖα, περίπλεα φύλλων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ, ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δὲ καὶ πικρὰ πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ῥίζα [λευκή,] λεπτή, ἄχρηστος· φύεται ἐν ἐργασίμοις χωρίοις.

   ἁρμόζει δὲ τὰ φύλλα ἰσχιαδικοῖς ὅσον τριώβολον ἐν ὕδατος κυάθοις τρισὶ πινόμενα ἐπὶ ἡμέρας τεσσαράκοντα ἢ πεντήκοντα· καὶ ἴκτερον δὲ ἀποκαθαίρει ὁμοίως πινόμενα πρὸς ἓξ ἢ ἑπτὰ ἡμέρας.

[126]   χαμαιπεύκη· ποιεῖ πρὸς ὀσφύος ἄλγημα λεία σὺν ὕδατι πινομένη.

[127]   βούγλωσσον· ἔοικε φλόμῳ· φύλλον χαμαιπετὲς τραχύ τε καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ, ὅπερ καθιέμενον εἰς τὸν οἶνον εὐφρόσυνον δοκεῖ εἶναι.

[128]   φύτευμα· φύλλα ὅμοια ἔχει στρουθίῳ, μικρότερα δέ, καρπὸν πολύν, τετρημένον, ῥίζαν μικράν, λεπτήν, ἐπιπόλαιον, ἣν ἀναγράφουσί τινες εὐθετεῖν πρὸς φίλτρον.

[129]   ὑπόγλωσσον· θαμνίσκος ἐστὶ μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ ἔχων τὰ φύλλα ὅμοια, κόμην δὲ ἀκανθώδη καὶ ἐπ' ἄκρου, οἱονεὶ γλωττίδας, παραφύσεις μικρὰς παρὰ τοῖς φύλλοις.

   δοκεῖ δὲ ἡ κόμη περίαμμα εἶναι χρήσιμον κεφαλαλγοῦσι· μείγνυται δὲ καὶ εἰς μαλάγματα.

[130]   ἀντίρρινον, οἱ δὲ ἀνάρρινον, οἱ δὲ καὶ ταύτην λυχνίδα ἀγρίαν ἐκάλεσαν· πόα ἐστὶν ἐμφερὴς ἀναγαλλίδι φύλλοις καὶ καυλίῳ· τὰ δὲ ἄνθη λευκοΐῳ ὅμοια, μικρότερα δὲ καὶ πορφυρᾶ, διὸ καὶ ἀγρία λυχνὶς ἐκλήθη· καρπὸν δὲ φέρει ὅμοιον μόσχου ῥισίν.

   ἱστορεῖται τοῦτο ἀντιπαθὲς εἶναι φαρμάκοις περιαπτόμενον, ἐπίχαρίν τε ποιεῖν ἀλειφόμενον σὺν ἐλαίῳ κρινίνῳ.

[131]   κατανάγκη· ἡ μέν τις ἔχει φύλλα μικρὰ ὡς κορωνόποδος, ῥίζαν λεπτὴν ὡς σχοίνου, κεφαλὰς δὲ ὡς ὀρόβου ἓξ ἢ ἑπτά, ἐν αἷς καρπὸς ὅμοιος ὀρόβῳ· κάμπτεται δὲ ξηραινόμενον εἰς τὴν γῆν καὶ ἰκτίνου ὄνυξιν ὁμοιοῦται νεκροῦ· τὸ δὲ ἕτερον .... μήλου δὲ μέγεθος μικροῦ, ῥίζαν δὲ μικρὰν ὅσον ἐλαίαν, φύλλα σχήματι καὶ χρόᾳ ἐοικότα ἐλαίᾳ, μαλακώτερα δέ, καρπὸν μικρόν, τετρημένον κατὰ πολλὰ μέρη, ὡς ἐρέβινθον, φοινικοῦν.    ἀμφοτέρας ἱστοροῦσί τινες εἰς φίλτρα ἁρμόζειν, χρῆσθαι δὲ αὐταῖς τὰς Θεσσαλὰς γυναῖκας.

[132]   τριπόλιον· φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ἐπικλύζει ἡ θάλασσα καὶ ὑποχωρεῖ· οὔτε δὲ ἐν ξηρῷ οὔτε ἐν θαλάσσῃ. φύλλα δὲ ἔχει ἰσάτει παραπλήσια, παχύτερα δέ, καυλὸν σπιθαμιαῖον, ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα, πρωῒ μὲν λευκόν, κατὰ δὲ μεσημβρίαν πορφυρίζον, ὀψὲ δὲ φοινικοῦν· ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ, ἥτις πινομένη ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος κατὰ κοιλίαν ὕδωρ ἄγει καὶ οὖρα· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.

[133]   κῆμος· διδάκτυλόν ἐστι βοτάνιον, ἔχον φυλλάρια στενά, ἰσχυρά, ὡς τεττάρων δακτύλων ‹ἢ› καὶ τριῶν τὸ μῆκος, δασέα, ἐριωδέστερα τὰ πρὸς τῇ ῥίζῃ καὶ ὑπόλευκα· ἐπ' ἄκρων δὲ τῶν καυλίων κεφάλια ὡς τετρημένα, ἐν οἷς ὁ καρπὸς δυσθεώρητος διὰ τὸν περικεχυμένον χνοῦν, ῥίζα μικρά. φασὶ δ' αὐτὴν εὐχρηστεῖν εἰς φίλτρα.

[134]   ἀδίαντον· οἱ δὲ πολύτριχον· φυλλάρια ἔχει ὅμοια κοριάνδρῳ, ἐπεσχισμένα ἐπ' ἄκρου, τὰ δὲ ῥαβδία, ἐφ' ὧν ἐκπέφυκε, μέλανα ἰσχυρῶς, λεπτά, σπιθαμιαῖα· οὔτε δὲ καυλίον οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος.

   δύναται δὲ τὸ ἀφέψημα τῆς πόας βοηθεῖν πινόμενον ἀσθματικοῖς, ἰκτερικοῖς, σπληνικοῖς, δυσουροῦσι· θρύπτει δὲ καὶ λίθους καὶ κοιλίαν ἵστησι καὶ θηριοδήκτοις βοηθεῖ καὶ στομάχου ῥεύματι σὺν οἴνῳ ποθέν· κινεῖ δὲ καὶ ἔμμηνα καὶ [2] λοχεῖα, ἵστησι καὶ αἵματος ἀναγωγήν. καταπλάττεται δὲ καὶ πρὸς θηριώδη ‹ἕλκη› καὶ ἀλωπεκίας δασύνει, χοιράδας σκορπίζει, ἀποσμᾷ πίτυρα καὶ ἀχῶρας σὺν κονίᾳ. σὺν λαδάνῳ δὲ καὶ μυρσινίνῳ καὶ σουσίνῳ ἢ καὶ ὑσσώπῳ καὶ οἴνῳ τρίχας ῥεούσας παρακρατεῖ, καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ σὺν οἴνῳ καὶ κονίᾳ σμηχόμενον. ποιεῖ δὲ καὶ τοὺς ἀλεκτρυόνας καὶ τοὺς ὄρτυγας μαχίμους εἶναι μειγνύμενον τῇ τροφῇ· φυτεύεται δὲ ἐπ' ὠφελείᾳ προβάτων ἐν ταῖς μάνδραις. φύεται δὲ ἐν παλισκίοις τόποις καὶ τοίχοις ἐνίκμοις καὶ περὶ τὰς κρήνας.

[135]

[1]    τριχομανές, οἱ δὲ καὶ τοῦτο ἀδίαντον καλοῦσι· κατὰ τοὺς αὐτοὺς φύεται τόπους. ὅμοιον πτέριδι, μικρὸν λίαν, στοιχηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ, ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων λεπτῶν καὶ στρυφνῶν, παραστιλβ‹όντ›ων, ὑπομελάνων.

   δοκεῖ δὲ τὰ αὐτὰ δύνασθαι τῷ προειρημένῳ.

[136]   ξάνθιον· οἱ δὲ φάσγανον, οἱ δὲ ἀντιθέσιον, οἱ δὲ χάσκανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην ἐκάλεσαν· φύεται ἐν εὐγείοις τόποις καὶ λίμναις ἀνεξηραμμέναις. καυλὸν δὲ ἔχει πηχυαῖον, λιπαρόν, γωνιοειδῆ καὶ ἀπ' αὐτοῦ μασχάλας πλείονας, ἀνδραφάξει δὲ τὰ φύλλα ἐμφερῆ, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσιον· καρπὸν δὲ στρογγύλον, ὡς ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαῖραν, ἀντιλαμβανόμενον ἱματίων κατὰ τὴν ψαῦσιν.

[2]    δύναται δὲ ὁ καρπός, πρὶν τελείως ξηρανθῆναι, συλλεγεὶς καὶ κοπεὶς ἀποτεθείς τε εἰς κεραμεοῦν ἀγγεῖον τρίχας ξανθὰς ποιεῖν, ἐάν τις ἐπὶ τῆς χρήσεως λαβὼν τρυβλίου πλῆθος ἐξ αὐτοῦ διείς τε ὕδατι χλιαρῷ καὶ προεκνιτρώσας τὴν κεφαλὴν καταπλάσῃ· τινὲς δὲ καὶ μετ' οἴνου κόψαντες αὐτὸ ἀποτίθενται. καταπλάσσεται δὲ καὶ πρὸς οἰδήματα ὁ καρπὸς ἐπιτηδείως.

[137]

[1]    αἰγίλωψ· βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ· ἐπ' ἄκρας δὲ τῆς κεφαλῆς ὁ καρπός, ἔχων δύο ἢ τρία ἔλυτρα, ἐφ' ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασι.

   θεραπεύει δὲ ἡ πόα μετὰ ἀλεύρου καταπλασθεῖσα αἰγιλώπια καὶ σκληρίας διαφορεῖ· ἀποτίθεται δὲ ὁ χυλὸς αὐτῆς πρὸς τὰ αὐτά, μιγεὶς ἀλεύρῳ καὶ ξηρανθείς.

[138]   γλαύξ· κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ κάτωθεν λευκότερα, ‹τὰ› ἄνωθεν δὲ χλωρά· κλωνία δὲ ἐπὶ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ· φύεται παρὰ θάλατταν.

   αὕτη ἑψομένη μετὰ ἀλεύρου κριθίνου καὶ ἁλὸς καὶ ἐλαίου καὶ ῥοφηθεῖσα γάλα σβεννύμενον ἀνακαλεῖται.

[139]   πολύγαλον· καυλίον σπιθαμιαῖον, ἔχον φύλλα φακοειδῆ, ‹τῇ› γεύσει ὑπόστρυφνον. ποθὲν δὲ καὶ τοῦτο γάλα δοκεῖ πλεῖον ποιεῖν.

[140]   ὄσιρις· φρυγάνιον μέλαν, λεπτόν, ῥαβδίον δύσθραυστον, καὶ περὶ αὐτὸ φυλλάρια ὥσπερ λίνου, μέλανα· ‹σπερμάτια δὲ μέλανα› κατ' ἀρχάς, μεταβάλλοντα δὲ ὑπέρυθρα γίνεται.

   ταύτης τὸ ἀφέψημα πινόμενον ἰκτέρῳ βοηθεῖ· ποιεῖται δὲ καὶ σάρα ἐξ αὐτῆς.

[141]   ἐχῖνος· φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα δὲ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνωθεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, μικρόν, στρυφνόν· ὀποῦ δὲ μεστός ἐστιν ὁ καυλός τε καὶ τὰ πέταλα.

   τούτου ὁ καρπὸς δραχμῶν δυεῖν πλῆθος μιγεὶς πρὸς μέλιτος ‹πλῆθος› δραχμῶν τεσσάρων ἐγχριόμενος ῥεύματα ὀφθαλμῶν ἵστησιν. ὁ δὲ χυλὸς ὠτὸς πόνον παύει μετὰ θείου ἀπύρου καὶ νίτρου ἐνσταζόμενος.

[142]   μῖλαξ τραχεῖα· τὰ μὲν φύλλα ἔχει περικλυμένῳ ὅμοια καὶ κλήματα πολλά, λεπτά, ἀκανθώδη ὡς παλίουρος ἢ βάτος, ἑλίσσεταί τε περὶ τὰ δένδρα ἄνω καὶ κάτω νεμομένη· καρπὸν δὲ ἔχει βοτρυοειδῆ, πεπανθέντα ἐρυθρόν, ὑποδάκνοντα ἠρέμα τῇ γεύσει, ῥίζαν σκληράν, παχεῖαν· φύεται ἐν τόποις ἑλώδεσι καὶ τραχέσι.

   ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς θανασίμων ἐστὶν ἀντίδοτα προπινόμενα καὶ ἐπιπινόμενα. παραδέδοται δ' ὅτι, ἄν τις ἀρτιγενεῖ παιδίῳ τρίψας τι τούτων δῷ καταπιεῖν, ὑπ' οὐδενὸς δηλητηρίου φαρμάκου βλαβήσεται· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.

[143]

   μῖλαξ λεία· ὅμοια κιττῷ τὰ φύλλα ἔχει, μαλακώτερα δὲ καὶ λεπτότερα, τὰ δὲ κλήματα ὥσπερ ἡ πρὸ αὐτῆς, ἀκάνθας οὐκ ἔχοντα, λεῖα, ἑλίσσεταί τε περὶ τὰ δένδρα ὥσπερ καὶ ἡ ἑτέρα· καρπὸν δὲ ἔχει ὥσπερ θέρμον, μέλανα, μικρόν, ἐπάνω ἔχοντα ἄνθη πολλά, λευκὰ κατὰ πᾶσαν τὴν κάλυκα, περιφερῆ· καὶ σκηναὶ θέρους δι' αὐτῆς γίνονται· φυλλορροεῖ δὲ τῷ φθινοπώρῳ.

   τούτου ὁ καρπὸς μετὰ δορυκνίου πινόμενος τριώβολον Ἀττικὸν ἑκατέρου ποιεῖν ἐνύπνια πολλὰ καὶ ταραχώδη ὁρᾶν ἱστορεῖται.

[144]   μυρσίνη ἀγρία· οἱ δὲ ὀξυμυρσίνην, οἱ δὲ μυρτάκανθον, οἱ δὲ ἄκαιρον, οἱ δὲ κίνην, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαιμυρσίνην, Βοιωτοὶ δὲ γοργυνθίαν καλοῦσι· τὸ μὲν φύλλον μυρρίνῃ ὅμοιον ἔχει, πλατύτερον δέ, λογχοειδές, ὀξὺ ἐπ' ἄκρου, τὸν δὲ καρπὸν στρογγύλον, [ἐν] μέσῳ τῷ πετάλῳ προσφυῆ, ἐρυθρὸν ἐν τῷ πεπαίνεσθαι, ἔχοντα τὸ ἐντὸς ὀστῶδες· κλωνία λυγοειδῆ, πολλὰ ἐκ τῆς αὐτῆς ῥίζης, δύσθραυστα, ὅσον πήχεως, φύλλων μεστά, ῥίζαν παραπλησίαν ἀγρώστει, γευομένῳ στρυφνήν, ὑπόπικρον· φύεται ἐν τραχέσι καὶ κρημνώδεσι τόποις.

[2]    δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς ἐν οἴνῳ πινόμενα οὖρα κινεῖν, καταμήνια ἄγειν, λίθους τοὺς ἐν κύστει θρύπτειν· θεραπεύει δὲ καὶ ἴκτερον καὶ στραγγουρίαν καὶ κεφαλαλγίαν. καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης σὺν οἴνῳ ποθὲν τὰ αὐτὰ ποιεῖ. καὶ ἀντὶ ἀσπαράγου δὲ οἱ καυλοὶ νεοθαλεῖς λαχανευόμενοι ἐσθίονται· εἰσὶ δὲ ἔμπικροι καὶ διουρητικοί.

[145]

[1]    δάφνη Ἀλεξάνδρεια· οἱ δὲ Ἰδαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ὑπόγλωττον, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον καλοῦσι. φύλλα ἔχει ὀξυμυρσίνῃ ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα, καρπὸν δὲ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας, ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν· φύεται ἐν τόποις ὀρεινοῖς.

   δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη δραχμῶν ἓξ πλῆθος μετὰ οἴνου γλυκέος βοηθεῖν ταῖς δυστοκούσαις καὶ στραγγουριῶσιν· ἄγει δὲ καὶ αἷμα.

[146]   δαφνοειδές· οἱ δὲ εὐπέταλον, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ ‹εὔ›πεπλον καλοῦσι. θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλοὺς καὶ ἱμαντώδεις, πρὸς τῷ ἄνωθεν ἡμίσει φυλλοφόρους ‑ φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς ‑ φύλλα δάφνῃ ἐοικότα, μαλακώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ ‹τὴν› φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις.

   ἄγει δὲ τὸ φύλλον αὐτοῦ ξηρὸν ἢ νεαρὸν ποθὲν κατὰ κοιλίαν φλεγματώδη· κινεῖ καὶ ἐμέτους καὶ ἔμμηνα, καὶ διαμασηθὲν ἀποφλεγματίζει· ἔστι δὲ καὶ πταρμικόν. καθαίρει δὲ καὶ ὁ καρπὸς αὐτοῦ ὅσον κόκκοι δέκα πέντε πινόμενοι.

[147]   χαμαιδάφνη· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν καλοῦσι. ῥάβδους ἀνίησι πηχυαίας, μονοκλώνους, λεπτὰς καὶ λείας· καὶ ταύτης δὲ τὰ φύλλα ὅμοια δάφνῃ, λεπτότερα δὲ πολλῷ καὶ χλωρότερα· καρπὸν δὲ περιφερῆ, ἐρυθρόν, τοῖς φύλλοις ἐπιπεφυκότα.

   ταύτης τὰ φύλλα λεῖα καταπλασθέντα κεφαλαλγίαν καὶ καῦσον στομάχου παραιτεῖται, ποθέντα δὲ μετ' οἴνου στρόφους παύει· ὁ δὲ χυλὸς σὺν οἴνῳ ποτιζόμενος ἄγει καταμήνια καὶ οὖρα, καὶ ἐν πεσσῷ ‹δὲ› προστεθεὶς τὸ αὐτὸ ποιεῖ.

[148]   ἐλλέβορος λευκός· φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου ἢ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δὲ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι· ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομύου, συμπεφυκυῖαι· φύεται ἐν ὀρεινοῖς τόποις.

   ὀρύττειν δὲ δεῖ τὰς ῥίζας περὶ τὸν πυραμητόν· ἄριστος δὲ αὐτοῦ ἐστιν ὁ μετρίως τεταμένος καὶ λευκός, εὔθραυστος, σαρκώδης, οὐκ ἄποξυς δὲ καὶ σχοινώδης, χνοῦν ἀνιεὶς ἐν τῷ θραύεσθαι, ἔχων δὲ καὶ τὴν ἐντεριώνην λεπτήν, πυρῶν τε τὴν γεῦσιν οὐ λίαν οὐδὲ ἀθρόως σίελον ἐπισπώμενος· πνιγώδης γὰρ [2] ὁ τοιοῦτος. πρωτεύει δὲ ὁ Ἀντικυρικός· ὁ δὲ Γαλατικὸς [καὶ Γαλλικὸς] καὶ Καππαδοκικὸς λευκότερος καὶ ἰσχνώδης καὶ πνιγωδέστερος.

   καθαίρει δὲ δι' ἐμέτων ἄγων ποικίλα· μείγνυται δὲ καὶ κολλυρίοις τοῖς δυναμένοις τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρειν, καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει προστιθέμενος, πταρμικούς τε ἐρεθίζει καὶ μύας κτείνει σὺν μέλιτι καὶ ἀλφίτῳ φυραθείς, συγκαθεψόμενός τε κρέασι συντήκει ταῦτα. δίδοται δὲ νήστεσι καθ' ἑαυτὸν καὶ μετὰ σησαμοειδοῦς καὶ θαψίας χυλοῦ καὶ ἄλικος καὶ μελικράτου ἢ πόλτου ἢ φακοῦ ἢ ῥοφήματος· συσσιτοποιεῖται δὲ καὶ ἄρτῳ καὶ ὀπτᾶται.

[3]    ἡ δὲ προσαγωγὴ καὶ ἡ ἐπιδιαίτησις ἐξείργασται παρὰ τοῖς προηγουμένως περὶ τῆς δόσεως αὐτοῦ γράψασι· μάλιστα δὲ συγκατατιθέμεθα Φιλωνίδῃ τῷ Σικελῷ τῷ ἀπὸ Ἔννης· μακρὸν γάρ ἐστιν ἐν ὕλης παραδόσει προηγουμένως θεραπευτικὴν ἐκτίθεσθαι ἀγωγήν. διδόασι δ' ἔνιοι σὺν πολλῷ ῥοφήματι ἢ χυλοῦ πλήθει ἢ καὶ τροφὴν ὀλίγην προδόντες ἐπιδιδόασι τὸν ἐλλέβορον, ἐφ' ὧν μάλιστα ἢ πνιγμὸς ὑποπτεύεται ἢ ἀσθένεια σώματος ὑπόκειται· ἀκίνδυνος γὰρ ἐπὶ τῶν οὕτως λαμβανόντων ἡ κάθαρσις διὰ τὸ μὴ ἀκεραίως τὸ φάρμακον τοῖς σώμασι παρατίθεσθαι· καὶ βάλανοι δὲ ἐξ αὐτοῦ προστεθεῖσαι τῇ ἕδρᾳ μετ' ὄξους ἐμέτους κινοῦσιν.

[149]

[1]    σησαμοειδὲς τὸ μέγα, ὃ ‹οἱ› ἐν Ἀντικύρᾳ ἐλλέβορον καλοῦσι διὰ τὸ μείγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ. ἔοικεν ἡ πόα ἠριγέροντι ἢ πηγάνῳ· φύλλα μακρά, ἄνθος λευκόν, ῥίζα ἰσχνή, ἄπρακτος, σπέρμα ὅμοιον σησάμῳ, πικρὸν ἐν τῇ γεύσει, ὃ καθαίρει ἄνω φλέγμα καὶ χολὴν ὅσον τοῖς τρισὶ δακτύλοις λημφθὲν λεῖον μετὰ ἐλλεβόρου λευκοῦ τριῶν ἡμιωβολίων σὺν μελικράτῳ.

[150]   σίκυς ἄγριος, ὃν φέρομβρόν τινες καλοῦσι, τῷ καρπῷ μόνον διαφέρει τοῦ ἡμέρου, ἐλάσσονα πολλῷ καὶ βαλάνοις ἐπιμήκεσιν ἐοικότα ἔχων, τὰ δὲ φύλλα καὶ τὰ κλήματα τῷ ἡμέρῳ ὅμοια, ῥίζαν λευκήν, μεγάλην. φύεται ἐν οἰκοπέδοις καὶ ἀμμώδεσι τόποις· ὅλος δὲ ὁ θάμνος πικρός.

   ἁρμόζει δὲ ὁ τῶν φύλλων χυλὸς ἐνσταζόμενος ὠταλγίαις. ἡ δὲ ῥίζα καταπλασθεῖσα μετὰ ἀλφίτου πᾶν οἴδημα παλαιὸν διαφορεῖ, μετὰ ῥητίνης δὲ τερεβινθίνης ἐπιτεθεῖσα φύματα ῥήσσει, μετ' ὄξους δὲ ἑψηθεῖσα καὶ καταπλασθεῖσα ποδάγρας ὠφελεῖ· καὶ ἰσχιάδων δέ ἐστιν ἔγκλυσμα καὶ ὀδονταλγίας διάκλυσμα [2] τὸ ἀφέψημα· ξηρὰ δὲ λεία ἀλφούς, λέπρας, λειχῆνας σμήχει καὶ οὐλὰς μελαίνας καὶ σπίλους τοὺς ἐν προσώπῳ ἀποκαθαίρει. καὶ ὁ χυλὸς δὲ τῆς ῥίζης πλῆθος τριῶν ἡμιωβολίων τὸ ἐλάχιστον καὶ ὁ φλοιὸς δὲ ὅσον τέταρτον ὀξυβάφου καθαίρει φλέγμα καὶ χολήν, καὶ μάλιστα ἐπὶ ὑδρωπικῶν δίχα τοῦ τὸν στόμαχον ἀδικεῖν· δεῖ δὲ τῆς ῥίζης λαβόντα ἡμίλιτρον μετὰ δυεῖν ξεστῶν οἴνου, μάλιστα ‹δὲ› ῥητινίτου, λεαίνειν καὶ διδόναι ἐκ τούτου κυάθους τρεῖς ‹νήστεσιν ἐπὶ ἡμέρας τρεῖς›, ἕως ἂν ὁ ὄγκος ἱκανῶς συσταλῇ.

[3]    τὸ δὲ λεγόμενον ἐλατήριον ἐκ τοῦ καρποῦ τῶν σικύων σκευάζεται τὸν τρόπον τοῦτον· τοὺς ἅμα τῷ ἅψασθαι ἀποπηδῶντας σικύους ἐκλεγόμενος ἀποτίθεσο, ἐῶν μίαν νύκτα· τῇ δὲ ὑστεραίᾳ ἐπὶ κρατηρίας κόσκινον μὴ πυκνὸν ἐπίθες καὶ μαχαίριον ὕπτιον ἁρμόσας, τὴν ἀκμὴν ἄνω ἔχον, λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθ' ἕνα τῶν σικύων διαίρει καὶ ἔκθλιβε τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατηρίαν, προσεπεκθλίβων τὸ ἐν αὐτῷ σαρκῶδες, ὃ δὴ καὶ τῷ κοσκίνῳ προσπίπτει, ἵνα καὶ αὐτὸ διεκπίπτῃ, καὶ εἰς παρακειμένην λεκάνην τὰ ἐκθλιβόμενα τῶν [4] σικύων βάλλε· σωρεύσας δὲ ἐπὶ τοῦ κοσκίνου τὰ τεθλιμμένα ὕδατί τε γλυκεῖ περιχέας καὶ ἀποπιέσας, ταῦτα μὲν ῥῖπτε, ταράξας δὲ τὸ ἐν τῇ κρατηρίᾳ ὑγρὸν καὶ περικαλύψας ὀθονίῳ τίθει ἐν ἡλίῳ καὶ ὅταν ὑποστῇ, πᾶν τὸ ἐπινηχόμενον ὕδωρ μετὰ τοῦ ἐπιπάγου ἀπόχει, τὸ αὐτό τε ποίει πολλάκις, ἄχρι οὗ ἂν καταστῇ τὸ ἐφιστάμενον ὕδωρ, ὅπερ ἐκστραγγίσας ἐπιμελῶς, τὴν ὑποστάθμην βαλὼν εἰς θυΐαν, λέαινε καὶ ἀνάπλασσε τροχίσκους. ἔνιοι δὲ πρὸς τὸ ταχέως ἀνικμασθῆναι τὸ ὑγρὸν τέφραν σεσησμένην ἐπὶ γῆς καταστρώσαντες καὶ κοιλάναντες τὸ μέσον, ὀθόνιον τριπλοῦν ἐπιτείναντες, κατ' αὐτοῦ τὸ ἐλατήριον σὺν τῇ ἰκμάδι ἐπιχέουσιν, ἀναξηρανθὲν δὲ ἐν θυΐᾳ λεαίνουσιν, [5] ὡς προείρηται. ἔνιοι δὲ ἀντὶ τοῦ ὕδατος θάλατταν παραχέοντες πλύνουσιν, οἱ δὲ τῇ τελευταίᾳ πλύσει μελίκρατον παραχέουσι.

   δοκεῖ δὲ κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἡσυχῆ ἔνικμον, λεῖον, κοῦφον, πικρότατον τῇ γεύσει καὶ προσαχθὲν λύχνῳ εὐκαές· τὸ μέντοι πρασίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, γέμον βορβόρου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον· ἔνιοι δὲ καὶ τὸν χυλὸν τοῦ σικύου μειγνύουσιν, οἱ δὲ καὶ ἄμυλον πρὸς τὸ μιμήσασθαι αὐτοῦ τὸ λευκὸν καὶ κοῦφον. εἰς μέντοι τὰ καθαρτικὰ τὸ διετὲς ἁρμόδιον ἄχρι δέκα ἐτῶν· ἡ δὲ τελεία δόσις ὀβολὸς εἷς, ἐλαχίστη δὲ ἡμιωβόλιον, παιδίοις δὲ δίχαλκον· πλεῖον [6] γὰρ δοθὲν κινδύνους ἐπιφέρει. κινεῖ δὲ τὴν ἄνω καὶ τὴν κάτω κάθαρσιν, ἄγον φλέγμα καὶ χολήν· ἀρίστη δὲ τοῖς δυσπνοοῦσιν ἡ δι' αὐτοῦ κάθαρσις. εἰ μὲν οὖν θέλοις κατὰ κοιλίαν καθαίρειν, διπλάσιον ἁλῶν παραμείξας καὶ στίβεως, ὅσον χρῶσαι, δι' ὕδατος ὀροβιαῖα καταπότια δίδου, ἐπιρροφείτω δὲ χλιαροῦ ὕδατος κύαθον ἕνα. εἰς δ' ἔμετον δι' ὕδατος ἀνεὶς πτερῷ τοὺς ὑπὸ τὴν γλῶτταν διάχριε τόπους ὡς ὅτι ἐσωτάτω· εἰ δὲ δυσεμὴς εἴη, ἐλαίῳ ἢ ἰρίνῳ μύρῳ διείς, κώλυε δὲ κοιμᾶσθαι.

[7] τοῖς δὲ ὑπερκαθαιρομένοις συνεχῶς προσφέρειν δεῖ οἰνέλαιον· ἐμοῦντες γὰρ ἀποκαθίστανται. μὴ παυομένων δὲ τῶν ἐμέτων, ὕδωρ ψυχρὸν καὶ ἄλφιτον καὶ ὀξύκρατον καὶ ὀπώραν καὶ ὅσα δύναται τὸν στόμαχον πυκνῶσαι προσενεκτέον. κινεῖ δὲ τὸ ἐλατήριον καὶ ἔμμηνα, καὶ ἔμβρυα κτείνει ἐν προσθέτῳ, ἐγχυθέν τε μετὰ γάλακτος εἰς τοὺς ῥώθωνας ἴκτερον καθαίρει καὶ κεφαλαλγίας τὰς χρονίους ἀπαλλάττει, συναγχικοῖς τε διάχρισμα πρακτικὸν μετ' ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταύρου.

[151]

[1]    [τοῦ δὲ ἡμέρου σικύου ἡ ῥίζα λεία ποθεῖσα σὺν ὑδρομέλιτι, ὁλκὴ δραχμῆς μιᾶς, ἐμέτους κινεῖ· εἰ δέ τις μετὰ τὸ δεῖπνον πραέως ἐμέσαι θέλοι, ἀρκοῦσιν ὀβολοὶ δύο.]

[152]   σταφὶς ἀγρία· φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἐπεσχισμένα, καυλία ὀρθά, μέλανα· τὸ δὲ ἄνθος φέρει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρεβίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῷ μέλανι, τὰ δὲ ἔνδον λευκόν, γευσαμένῳ δριμύν.

   τούτου κόκκους δέκα πέντε, ἐάν τις δῷ λεάνας ἐν μελικράτῳ, καθαίρει δι' ἐμέτων πάχη· περιπατείτωσαν δὲ οἱ πεπωκότες. δεῖ μέντοι προσέχειν συνεχῶς μελίκρατον διδόντας διὰ τὸ ἐπιφέρειν τοὺς κατὰ πνιγμὸν κινδύνους καὶ καίειν τὴν φάρυγγα.

[2] ἁρμόζει δὲ τριφθεὶς καθ' ἑαυτὸν καὶ μετὰ σανδαράκης καὶ ἐλαίῳ συγχρισθεὶς πρὸς φθειριάσεις καὶ κνησμοὺς καὶ ψώρας, διαμασηθεὶς δὲ φλέγμα ἄγει πλεῖστον καὶ ὀδονταλγίας ὠφελεῖ ἐν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος, καὶ οὖλα ῥευματιζόμενα ἵστησι καὶ ἄφθας τὰς ἐν στόματι θεραπεύει μετὰ μέλιτος· μείγνυται καὶ τοῖς πυρωτικοῖς μαλάγμασιν.

[153]

[1]    θαψία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν πρῶτον εὑρῆσθαι ἐν Θάψῳ τῇ ὁμωνύμῳ νήσῳ, τὴν δὲ ὅλην φύσιν ἔοικε νάρθηκι, ἰσχνότερος δὲ ὁ καυλός, καὶ τὰ φύλλα μαράθῳ ἐμφερῆ· ἐπ' ἄκρου δὲ σκιάδια καθ' ἑκάστην ἀπόφυσιν ἀνήθῳ ὅμοια, ἐφ' ὧν ἄνθος μήλινον, σπέρμα ὑπόπλατυ, τῷ τοῦ νάρθηκος ἐμφερές, ἔλαττον μέντοι, ῥίζα λευκή, μεγάλη, παχύφλοιος, δριμεῖα, ἥτις ὀπίζεται περιορυχθεῖσα καὶ ἐγκοπτομένη τὸν φλοιὸν ἢ κοιλανθεῖσα θολοειδῶς καὶ πωμαζομένη πρὸς τὸ καθαρὸν μένειν τὸν ὀπόν· τῇ δ' ὑστεραίᾳ δεῖ ἐπιόντας ἀναιρεῖσθαι τὸν [2] ἐπισυρρέοντα. χυλίζεται δὲ κοπεῖσα ἡ ῥίζα καὶ διὰ κυρτίδος [καὶ ὀργάνου] ἐκθλιβεῖσα καὶ ξηρανθεῖσα ἐν ἡλίῳ δι' ὀστρακίνου παχέος ἀγγείου· ἔνιοι δὲ καὶ τὰ φύλλα συναποθλίβουσιν· ἀσθενὴς δὲ ὁ τοιοῦτος. διακρίνεις δὲ τῷ βρωμωδέστερον εἶναι τὸν ἀπὸ τῆς ῥίζης καὶ μένειν ἔνικμον, ξηραίνεσθαι δὲ τὸν ἀπὸ τῶν φύλλων καὶ τερηδονίζεσθαι. ὀπίζοντας δὲ δεῖ μὴ κατ' ἄνεμον ἵστασθαι, μᾶλλον δ' ἀνηνεμίας οὔσης· ἐποιδεῖ γὰρ ἰσχυρῶς τὸ πρόσωπον καὶ φλυκταινοῦται τὰ γυμνὰ μέρη διὰ τὴν δριμύτητα τῆς ἀποφορᾶς. δεῖ οὖν κηρωταῖς ὑγραῖς στυφούσαις προχρίειν τὰ γυμνὰ τῶν μερῶν.

[3]    δύναμιν δ' ἔχει καθαρτικὴν ὅ τε φλοιὸς τῆς ῥίζης καὶ ὁ χυλὸς καὶ ὁ ὀπὸς σὺν μελικράτῳ πινόμενος ἄνω τε καὶ κάτω. δίδοται δὲ τῆς μὲν ῥίζης τετρώβολον μετὰ ἀνήθου σπέρματος δραχμῶν τριῶν, τοῦ δὲ χυλίσματος τριώβολον, τοῦ δὲ ὀποῦ ὀβολὸς εἷς· πλείων γὰρ δοθεὶς κινδυνώδης ὑπάρχει. ἁρμόζει δὲ ἡ δι' αὐτοῦ κάθαρσις ἀσθματικοῖς, πλευρῶν ἀλγήμασι χρονίοις καὶ ἀναγωγαῖς, τοῖς δὲ δυσεμέσιν ἐν σιτίοις ἢ ἑψήμασι δίδοται. κέκτηται δὲ καὶ μετασυγκριτικὴν δύναμιν ὅ τε ὀπὸς καὶ ἡ ῥίζα πάντων μᾶλλον τῶν ἰσοδυναμούντων, ὅπου τι δεῖ ἐκ βάθους ἑλκύσαι [4] ἢ μεταποροποιῆσαι· ὅθεν ἀλωπεκίας καταχριόμενος ὁ χυλὸς ἢ ἡ ῥίζα χλωρὰ προστριβομένη ποιεῖ δασυτέρας, ὑπώπιά τε αἴρει καὶ πελιώματα λεία ἡ ῥίζα ἢ ὁ χυλὸς σὺν λιβανωτῷ καὶ κηρῷ ἴσοις· δεῖ δὲ μὴ πλεῖον δυεῖν ὡρῶν ἐᾶν, μετὰ ταῦτα δὲ πυριᾶν θερμῇ θαλάττῃ. αἴρει δὲ καὶ ἔφηλιν, σὺν μέλιτι δὲ καταχρισθεὶς καὶ λέπρας ἀφίστησι, φύματά τε ῥήττει μετὰ θείου καταχριόμενος ὁ χυλός. χρησίμως δὲ καταχρίεται καὶ ἐπὶ τῶν χρονίας ἐχόντων διαθέσεις περὶ πλευρὸν ἢ πνεύμονα ἢ πόδας ἢ ἄρθρα. χρησιμεύει δὲ καὶ πρὸς ἐπαγώγια ἐπὶ τῶν μὴ ἐκ περιτομῆς λειποδέρμων οἴδημα ἐγείρων, ὅπερ καταντλούμενον καὶ τοῖς λιπαίνουσι μαλαττόμενον τὸ ἐλλιπὲς τῆς πόσθης ἐκπληροῖ.

[154]

[1]

   σπαρτίον· θάμνος ἐστὶ φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους, αἷς τὰς ἀμπέλους δεσμεύουσι· φέρει δὲ λοβοὺς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ, ἄνθος μήλινον ὥσπερ λευκοΐου.

   τούτου ὁ καρπὸς καὶ τὰ ἄνθη ποθέντα σὺν μελικράτῳ ὁλκὴ ὀβολῶν πέντε καθαίρει ἄνω μετ' ἐντάσεως πολλῆς ὥσπερ ὁ ἐλλέβορος ἀκινδύνως, ὁ δὲ καρπὸς κινεῖ ‹καὶ› τὴν κάτω κάθαρσιν· καὶ αὐτῶν δὲ τῶν ῥάβδων ἐν ὕδατι βραχεισῶν, εἶτα κοπεισῶν καὶ χυλισθεισῶν, ἰσχιαδικῶν ἐστι βοήθημα ὁ χυλὸς ὅσον κύαθος εἷς πινόμενος νήστεσιν· ἔνιοι δὲ ἐναποβρέξαντες ἅλμῃ ἢ θαλάττῃ ἐγκλύζουσι τοὺς ἰσχιαδικούς· ἄγει δὲ αἱματῶδες καὶ ξυσματῶδες.

[155]   σίλλυβον· ἄκανθά ἐστι πλατεῖα, φύλλα ἔχουσα χαμαιλέοντι τῷ λευκῷ παραπλήσια, ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ καὶ ἁλσί. τῆς δὲ ῥίζης ὁ ὀπὸς ὅσον ὁλκὴ δραχμῆς μιᾶς ποθεὶς σὺν μελικράτῳ ἐμέτους κινεῖ.

[156]   βολβὸς ὁ καλούμενος ἐμετικὸς ἔχει τὰ φύλλα ἱμαντωδέστερα καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου, ῥίζαν ἐοικυῖαν βολβῷ, περὶ ἣν φλοιὸς μέλας.

   αὕτη ἐσθιομένη καθ' ἑαυτὴν καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐμέτους κινεῖ.

[157]   βάλανος μυρεψική· καρπός ἐστι δένδρου μυρίκῃ ἐοικότος, ὅμοιος τῷ λεγομένῳ Ποντικῷ καρύῳ, οὗ τὸ ἐντὸς θλιβόμενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυτελῆ μύρα ἀντὶ ἐλαίου χρῶνται. γεννᾶται δὲ ἐν Αἰθιοπίᾳ καὶ Αἰγύπτῳ καὶ Ἀραβίᾳ καὶ ἐν τῇ κατὰ Ἰουδαίαν Πέτρᾳ. διαφέρει δὲ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος, ἥτις μετ' ὀξυκράτου ποθεῖσα λεία ὅσον ὁλκὴ δραχμῆς μιᾶς [2] σπλῆνα τήκει· καὶ καταπλάσσεται δὲ ἐπ' αὐτῶν μετὰ αἰρίνου ἀλεύρου καὶ μελικράτου καὶ ἐπὶ ποδαγρικῶν, σὺν ὄξει δὲ ἀποσμᾷ ψώραν, λέπραν, ἀλφούς, οὐλὰς μελαίνας, σὺν οὔρῳ δὲ αἴρει φακούς, ἰόνθους, ἐφήλεις, ἐξανθήματα τὰ ἐν προσώπῳ, ἐμέτους τε κινεῖ καὶ κοιλίαν λύει μετὰ ὑδρομέλιτος. κακοστόμαχος δέ ἐστιν ἱκανῶς, καὶ τὸ ἐξ αὐτῆς δὲ ἔλαιον ποθὲν τὴν κοιλίαν ὑπάγει. στυπτικώτερος δ' ἐστὶν ὁ φλοιὸς αὐτῆς· τὸ δὲ ἐκθλιβείσης αὐτῆς πίεσμα μείγνυται σμήγμασι τοῖς πρὸς τραχύτητας καὶ κνησμοὺς ἁρμόζουσιν.

[158]

[1]    νάρκισσος· ἔνιοι καὶ τοῦτον ὥσπερ τὸ κρίνον λείριον ἐκάλεσαν. τὰ μὲν φύλλα πράσῳ ἔοικε, λεπτὰ δὲ καὶ μικρότερα παρὰ πολύ, καυλὸν κενόν, ἄφυλλον, μείζονα σπιθαμῆς, ἐφ' οὗ ἄνθος λευκόν, ἔσωθεν δὲ κροκῶδες, ἐπ' ἐνίων δὲ πορφυροειδές· ῥίζα δὲ λευκή, στρογγύλη, βολβοειδής, καρπὸς ὡς ἐν ὑμένι, μέλας, προμήκης. φύεται κάλλιστος ἐν ὀρεινοῖς ‹τόποις›, εὐώδης· ὁ δὲ λοιπὸς πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει.

[2]    τούτου ἡ ῥίζα βρωθεῖσα ἑφθὴ καὶ ποθεῖσα ἐμέτους κινεῖ· ἁρμόζει δὲ καὶ πυρικαύτοις σὺν μέλιτι λεία καὶ τὰς περὶ νεῦρα διακοπὰς παρακολλᾷ καταπλασσομένη, στρέμματά τε σφυρῶν καὶ τὰ περὶ ἄρθρα χρόνια ἀλγήματα λεία σὺν μέλιτι καταπλασθεῖσα ὀνίνησι· καθαίρει καὶ ἔφηλιν καὶ ἀλφὸν σὺν κνίδης σπέρματι καὶ ὄξει, σὺν ὀρόβῳ δὲ καὶ μέλιτι τὰς ἀκαθαρσίας τῶν ἑλκῶν ἀποκαθαίρει, καὶ τὰ δύσπεπτα δὲ τῶν ἀποστημάτων ῥήττει· ἀνάγει καὶ σκόλοπας σὺν αἰρίνῳ ἀλεύρῳ καὶ μέλιτι καταπλασσομένη.

[159]

[1]    ἱπποφαές, οἱ δὲ ἱππόφαος, ἐν ᾧ γνάπτουσι τὰ ἱμάτια. φύεται μὲν ἐν παραθαλασσίοις καὶ ἀμμώδεσι τόποις, θάμνος δέ ἐστι φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ μαλακώτερα, καὶ μεταξὺ ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς, ἀπ' ἀλλήλων διεστώσας· ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκείμενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ὀποῦ μεστή, γευσαμένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία.

[2]    ἀποτίθεται δὲ καθ' ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος. καθαίρει δὲ χολῶδες καὶ φλεγματῶδες καὶ ὑδατῶδες κάτω ὀβολός, τοῦ δὲ μετὰ τοῦ ὀρόβου τετρώβολον σὺν μελικράτῳ. καὶ ὁ θάμνος δὲ σὺν ταῖς ῥίζαις ξηραινόμενος κόπτεται καὶ δίδοται λεῖος μετὰ μελικράτου κοτύλης μιᾶς ἡμισείας· γίνεται δὲ καὶ χύλισμα ἐκ τῆς ῥίζης καὶ τῆς πόας ὥσπερ καὶ ἐπὶ τῆς θαψίας· δραχμὴ δὲ μία δίδοται τούτου πρὸς τὰς καθάρσεις.

[160]

[1]    ἱππόφαιστον· φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, ‑ οὔτε δὲ ἄνθος οὔτε καυλὸν φέρει ‑ ῥίζαν παχεῖαν, μαλακήν.

   ταύτης τὰ φύλλα καὶ τὴν κεφαλὴν καὶ τὴν ῥίζαν χυλίσας ξήραινε καὶ δίδου ὁλκὴν τριωβόλου μετὰ μελικράτου, ἐφ' ὧν βούλει ὕδωρ καὶ φλέγμα ἄγειν· ἰδίως δὲ ἡ δι' αὐτοῦ κάθαρσις ὀρθοπνοίαις καὶ ἐπιλημψίαις καὶ τοῖς περὶ νεῦρα πάθεσιν ἁρμόζει.

[161]   κίκι· οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέσελι Κύπριον, οἱ δὲ κρότωνα διὰ τὴν ὡς πρὸς τὸ ζῷον τοῦ σπέρματος ἐμφέρειαν· δένδρον ἐστὶ συκῆς μικρᾶς μέγεθος ἔχον, φύλλα δὲ ὅμοια πλατάνῳ, μείζονα δὲ καὶ λειότερα καὶ μελάντερα, τὰ δὲ στελέχη καὶ τὰς κράδας κοῖλα καλάμου τρόπον, καρπὸν δὲ ἐν βότρυσι τραχέσι, λεπισθέντα ὅμοιον κρότωνι τῷ ζῴῳ, ἐξ οὗ καὶ ἀποθλίβεται τὸ λεγόμενον κίκινον ἔλαιον, ἄβρωτον μέν, ἄλλως δὲ χρήσιμον εἰς λύχνους καὶ ἐμπλάστρους.

[2]    καθαρθέντες δὲ ὅσον τριάκοντα κόκκοι τὸν ἀριθμὸν καὶ ποθέντες λεῖοι ἄγουσι κατὰ κοιλίαν φλέγμα καὶ χολὴν καὶ ὕδωρ· κινοῦσι δὲ καὶ ἔμετον. ἔστι δὲ λίαν ἀηδὴς καὶ ἐργώδης ἡ τοιαύτη κάθαρσις, ἀνατρέπουσα τὸν στόμαχον ἰσχυρῶς. κοπεὶς δὲ καὶ καταπλασθεὶς ἰόνθους καὶ ἐφηλίδας καθαίρει, τὰ δὲ φύλλα τριφθέντα μετὰ πάλης ἀλφίτου ὀφθαλμῶν οἰδήματα καὶ φλεγμονὰς παύει καὶ σπαργῶντας μαστούς, ἐρυσιπέλατά τε σβέννυσι καθ' ἑαυτὰ καὶ μετὰ ὄξους καταπλασσόμενα.

[162]

[1]    ἐλλέβορος μέλας, οἱ δὲ Μελαμπόδιον, οἱ δὲ ἔκτομον, οἱ δὲ πολύρριζον καλοῦσι· Μελαμπόδιον δέ, ἐπειδὴ δοκεῖ Μελάμπους τις αἰπόλος τὰς Προίτου θυγατέρας μανείσας αὐτῷ καθῆραι καὶ θεραπεῦσαι. ἔχει δὲ τὰ φύλλα χλωρά, πλατάνῳ προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχιδέστερα καὶ μελάντερα καὶ ὑποτραχέα· καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντικύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ· ῥίζαι δὲ μέλαιναι, λεπταί, οἱονεὶ ἀπό τινος κεφαλίου κρομυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις· φύεται ἐν τραχέσι καὶ γεωλόφοις [2] καὶ καταξήροις τόποις. καὶ ἔστιν ἄριστος ὁ ἐκ τῶν τοιούτων λαμβανόμενος χωρίων, οἷός ἐστιν ὁ ἐξ Ἀντικύρας· καὶ γὰρ ὁ μέλας κάλλιστος ἐν αὐτῇ γεννᾶται. ἐκλέγου δὲ τὸν εὔτροφον καὶ εὔσαρκον, λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη· τοιοῦτος δ' ἐστὶν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασσῷ καὶ ‹ἐν› Αἰτωλίᾳ φυόμενος, διαφέρει μέντοι ὁ Ἑλικώνιος.

   καθαίρει δὲ τὴν κάτω κοιλίαν ἄγων φλέγμα καὶ χολὴν καθ' ἑαυτὸν ἢ μετὰ σκαμμωνίας καὶ ἁλῶν διδόμενος δραχμῆς μιᾶς ἢ τριωβόλου ὁλκή· συνέψεται δὲ καὶ φακοῖς καὶ ζωμοῖς τοῖς [3] εἰς κάθαρσιν λαμβανομένοις. ὠφελεῖ δὲ ἐπιλημπτικούς, μελαγχολικούς, μαινομένους, ἀρθριτικούς, παραλελυμένους· προστεθεὶς δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει, σύριγγάς τε καθαίρει καθεθεὶς καὶ μετὰ τρίτην ἐξαιρεθείς· ὁμοίως καὶ ἐπὶ δυσκωφούντων καθίεται εἰς τὸ οὖς, ἐώμενος ἐπὶ δύο ἢ τρεῖς ἡμέρας. θεραπεύει δὲ καὶ ψώρας μετὰ λιβανωτοῦ καὶ κηροῦ καὶ ὀροῦ πίττης ἢ κεδρίνου ἐλαίου καταχριόμενος, μετ' ὄξους δὲ ἢ καθ' ἑαυτὸν καταπλασσόμενος ἀλφοὺς καὶ λειχῆνας καὶ λέπρας θεραπεύει. ἑψηθεὶς δὲ ἐν ὄξει ὀδονταλγίας πραΰνει διακλυζόμενος σηπταῖς τε μείγνυται, μετὰ κριθίνου δὲ ἀλεύρου καὶ οἴνου [4] κατάπλασμα γίνεται ὑδρωπικῶν ὠφέλιμον. συμφυτευθεὶς δὲ ἀμπέλοις πρὸς τῇ ῥίζῃ τὸν ἐξ αὐτῶν οἶνον καθαρτικὸν ἐργάζεται· περιρραίνουσι δὲ καὶ οἰκίας αὐτῷ καθάρσιον εἶναι νομίζοντες, ὅθεν καὶ ὀρύσσοντες ἵστανται πρὸς ἕω, εὐχόμενοι Ἀπόλλωνι καὶ Ἀσκληπιῷ, φυλαττόμενοι ‹δὲ› ἀετόν· ἐφίπτασθαι γάρ φασιν οὐκ ἀκινδύνως· δίδωσι γὰρ τὸν θάνατον ὁ ὄρνις, ἄνπερ ἴδῃ τὴν ὀρυγὴν τοῦ ἐλλεβόρου. συντόνως δὲ δεῖ ὀρύττειν διὰ τὸ καρηβαρίαν ἐκ τῆς ἀποφορᾶς γίνεσθαι, ὅθεν εἰς προφυλακὴν οἱ ὀρύττοντες προεσθίουσι σκόρδα καὶ οἶνον πίνουσιν, ἀβλαβέστερον διατιθέμενοι. ἐξεντερίζεται δὲ ὥσπερ ὁ λευκὸς ἐλλέβορος.

[163]

[1]

   σησαμοειδὲς τὸ μικρόν· καυλία ἐστὶ σπιθαμιαῖα, ἔχοντα φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μικρότερα· ἐπ' ἄκρου δὲ τῶν καυλίων κεφάλια ἀνθέων ὑποπορφύρων, ὧν τὸ μέσον λευκόν, ἐν οἷς σπέρμα σησάμῳ ἐοικός, πικρόν, κιρρόν· ῥίζα λεπτή.

   καθαίρει δὲ φλέγμα καὶ χολὴν κάτω ποθὲν λεῖον τὸ σπέρμα ὅσον ὀξυβάφου ἥμισυ σὺν μελικράτῳ· καταπλασθὲν δὲ μεθ' ὕδατος φύματα καὶ οἰδήματα διαφορεῖ. φύεται δὲ ἐν τραχέσι χωρίοις.

[164]   τιθυμάλλου εἴδη ἑπτά, ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ τινων κομήτης ἢ ἀμυγδαλίτης ἢ κωβιὸς ὀνομάζεται· ὁ δέ τις θῆλυς ἢ μυρσινίτης, ὃν καὶ καρυΐτην καλοῦσιν· ὁ δὲ παράλιος, ὃν ἔνιοι τιθυμαλλίδα ἐκάλεσαν· ὁ δέ τις ἡλιοσκόπιος, ὁ δὲ κυπαρισσίας, ὁ δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος.

   τοῦ δὴ χαρακίου καλουμένου εἰσὶ καυλοὶ μὲν ὑπὲρ πῆχυν, ἐνερευθεῖς, ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί, φύλλα δὲ περὶ ταῖς ῥάβδοις ὅμοια ἐλαίᾳ, μακρότερα δὲ καὶ στενότερα, ῥίζα ἁδρὰ καὶ ξυλώδης· ἐπ' ἄκρων δὲ τῶν καυλῶν κόμη σχοινοειδῶν ῥαβδίων, καὶ ἐπ' αὐτῶν ὑπόκοιλα, ὅμοια πυελίσιν, ἐν οἷς ὁ καρπός. φύεται δὲ ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις.

[2]    δύναμιν δὲ ἔχει ὁ ὀπὸς καθαρτικὴν τῆς κάτω κοιλίας, ἄγων φλέγμα καὶ χολήν, ὀβολῶν δυεῖν πλῆθος λαμβανόμενος μετ' ὀξυκράτου, σὺν μελικράτῳ δὲ καὶ ἔμετον κινεῖ. ὀπίζεται δὲ περὶ τὸν τρυγητὸν συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν· ἐγκεκλίσθαι δὲ αὐτὰς δεῖ εἰς ἀγγεῖον. ἔνιοι δὲ ὀρόβινον ἄλευρον μειγνύντες συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη, τινὲς δὲ εἰς τὰ ξηραινόμενα σῦκα ἀποστάζουσι σταλαγμοὺς τρεῖς ἢ τέσσαρας καὶ ξηράναντες ἀποτίθενται· καθ' ἑαυτὸν δὲ τριβόμενος [3] ἐν θυΐᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατ' ἄνεμον ἵστασθαι οὐδὲ τὰς χεῖρας προσάγειν τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετ' οἴνου, μάλιστα δὲ πρόσωπον καὶ ὄσχεον καὶ τράχηλον. τραχύνει δὲ καὶ τὴν φάρυγγα, ὅθεν δεῖ τὰ καταπότια περιπλάττειν κηρῷ ἢ μέλιτι ἑφθῷ καὶ οὕτως διδόναι· ἰσχάδες μέντοι δύο ἢ τρεῖς λαμβανόμεναι αὐτάρκεις εἰσὶ πρὸς κάθαρσιν. ψιλοῖ δὲ καὶ τρίχας ὁ ὀπὸς πρόσφατος ἐπιχρισθεὶς μετ' ἐλαίου ἐν ἡλίῳ, καὶ τὰς ἐπιγινομένας δὲ ξανθὰς καὶ λεπτὰς ποιεῖ· [4] καὶ τέλος ἐκφέρει πάσας. ἐντίθεται δὲ καὶ τοῖς βρώμασι τῶν ὀδόντων κουφίζων τὰ ἀλγήματα· κηρῷ δὲ δεῖ τοὺς ὀδόντας περιφράττειν, ἵνα μὴ παραρρυεὶς κακώσῃ τὴν ‹φάρυγγα ἢ τὴν› γλῶσσαν. αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους καὶ λειχῆνας ἐπιχριόμενος· ἁρμόζει καὶ πρὸς πτερύγια καὶ ἄνθρακας, φαγεδαίνας, γαγγραίνας, σύριγγας. καὶ ὁ καρπὸς δὲ φθινοπώρῳ συλλεγεὶς καὶ ξηρανθεὶς ἐν ἡλίῳ κοπείς τε κούφως καὶ ἀποβρασθεὶς καθαρὸς ἀποτίθεται· καὶ τὰ φύλλα ὁμοίως ξηρά. ποιεῖ δὲ ὁ καρπὸς καὶ τὰ φύλλα τὰ αὐτὰ τῷ ὀπῷ πλῆθος ἡμίσους ὀξυβάφου ποτιζόμενα· ἔνιοι δὲ καὶ ταριχεύουσιν αὐτά, [5] μειγνύντες τῷ διὰ τοῦ γάλακτος λεπιδίῳ καὶ τυρῷ κοπτῷ. καὶ ἡ ῥίζα δὲ ἐπιπασθεῖσα δραχμὴ μία ὑδρομέλιτι καὶ ποθεῖσα ἄγει κατὰ κοιλίαν· ἑψηθεῖσα δὲ σὺν ὄξει καὶ διακλυζομένη γομφαλγίαις βοηθεῖ.

   ὁ δὲ θῆλυς, ὃν ἔνιοι μυρσινίτην ἢ καρυΐτην ἐκάλεσαν, προσεμφερὴς δαφνοειδεῖ, λευκὸς τὴν φύσιν, καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ, μείζω δὲ καὶ στερεά, ἐπ' ἄκρου ὀξέα καὶ ἀκανθώδη· κλήματα δὲ ἀπὸ τῆς ῥίζης ὡς σπιθαμιαῖα ἀφίησι, τὸν δὲ καρπὸν φέρει παρ' ἐνιαυτὸν καρύῳ ὅμοιον, ἡσυχῆ δάκνοντα τὴν γλῶτταν· ἐν τραχέσι χωρίοις καὶ οὗτος φύεται.

[6]    δύναμιν δὲ ἔχει ὁ ὀπὸς καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα ὁμοίαν τῷ πρὸ αὐτοῦ· ἐμετικώτερος μέντοι ἐκεῖνος τούτου ἐστίν.

   ὁ δὲ παράλιος λεγόμενος τιθύμαλλος, ὃν ἔνιοι τιθυμαλλίδα ἢ μήκωνα ἐκάλεσαν· φύεται μὲν ἐν παραθαλαττίοις τόποις· κλῶνας δὲ ἔχει σπιθαμιαίους, ὀρθούς, ὑπερύθρους, πέντε ἢ ἓξ ἀπὸ τῆς ‹αὐτῆς› ῥίζης, περὶ οὓς τὰ φύλλα στοιχηδὸν μικρά, ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ· κεφαλὴν δὲ ἐπ' ἄκρῳ πυκνήν, περιφερῆ, ἐν ᾗ ὁ καρπὸς ὡς ὄροβος, ποικίλος, ἄνθη [7] λευκά. ὅλος δὲ ὁ θάμνος καὶ ἡ ῥίζα ὀποῦ λευκοῦ πολλοῦ μεστή· καὶ τούτου δὲ χρῆσις καὶ ἀπόθεσις ὁμοία ἐστὶ τοῖς προειρημένοις.

   ὁ δὲ ἡλιοσκόπιος λεγόμενος ἀνδράχνῃ ὅμοια φύλλα ἔχει, λεπτότερα δὲ καὶ περιφερέστερα, κλῶνας δὲ ἀφίησιν ἀπὸ τῆς ῥίζης σπιθαμιαίους, τέσσαρας ἢ πέντε, λεπτούς, ἐρυθρούς, ὀποῦ λευκοῦ πολλοῦ μεστούς· κεφαλὴ δὲ ἀνηθοειδὴς καὶ ὁ καρπὸς δὲ ὥσπερ ἐν φύλλοις· συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει, ὅθεν καὶ ὠνόμασται ἡλιοσκόπιος· ἐν ἐρειπίοις [8] μάλιστα καὶ περὶ τὰς πόλεις φύεται. συλλέγεται δὲ ὁ ὀπὸς καὶ ὁ καρπὸς ὥσπερ καὶ τῶν ἄλλων, δύναμιν ἔχων τὴν αὐτήν, ἀλλ' οὐχ οὕτως ἐπιτεταμένην.

   ὁ δὲ κυπαρισσίας καυλὸν μὲν ἀνίησι σπιθαμιαῖον ἢ καὶ μείζονα, ὑπέρυθρον, ἐξ οὗ βεβλάστηκε τὰ φύλλα τοῖς τῆς πίτυος ὅμοια, τρυφερώτερα μέντοι καὶ λεπτότερα, καὶ καθόλου ἔοικε πίτυϊ ἀρτιφυεῖ, ὅθεν καὶ ὠνόμασται. πεπλήρωται δὲ καὶ οὗτος ὀποῦ λευκοῦ. δύναμιν δὲ ἔχει ὁμοίαν τοῖς πρὸ αὐτοῦ.

[9]    ὁ δὲ ἐν ταῖς πέτραις φυόμενος, δενδροειδὴς δὲ καλούμενος, ἀμφιλαφὴς ἄνωθεν καὶ πολύκομος, ὀποῦ μεστός, ὑπέρυθρος τοὺς κλάδους, περὶ οὓς τὰ φύλλα μυρσίνῃ λεπτῇ προσεοικότα· καρπὸς δὲ ὅμοιος τῷ τοῦ χαρακίου. παραπλησίως δὲ καὶ οὗτος ἀποτίθεται καὶ ἐνεργεῖ ὁμοίως τοῖς προειρημένοις.

   ὁ δὲ πλατύφυλλος φλόμῳ ἔοικεν, οὗ καὶ αὐτοῦ ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ τὰ φύλλα ἄγει ὑδατώδη κατὰ κοιλίαν· ἀποκτείνει δὲ καὶ τοὺς ἰχθύας κοπεὶς καὶ διεθεὶς τῷ ὕδατι· καὶ οἱ προγεγραμμένοι δὲ τὸ αὐτὸ δρῶσιν.

[165]

[1]    πιτύουσα· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παράλιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν. εἴδει ‹οὐ› δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλλου, ὅθεν καὶ εἶδος αὐτοῦ καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ὀξέσι καὶ λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος, ἄνθη μικρά, ὡσεὶ πορφυρᾶ· καρπὸν δὲ πλατὺν ὡς φακόν, ῥίζαν λευκήν, παχεῖαν, ὀποῦ μεστήν· εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης ὁ θάμνος.

   καθαίρει δὲ κάτω ἡ μὲν ῥίζα, δυεῖν δραχμῶν ὁλκή, σὺν μελικράτῳ, τοῦ δὲ καρποῦ δραχμὴ μία, τοῦ δὲ ὀποῦ ὅσον κοχλιάριον ἓν ἐν καταποτίῳ, ὡς εἴρηται, ἀλεύρῳ ἀναλημφθέν, τῶν δὲ φύλλων ὁλκαὶ τρεῖς.

[166]   λαθυρίς· καταριθμοῦνταί τινες καὶ ταύτην ἐν τοῖς τιθυμάλλοις. καυλὸν δὲ ἀνίησι πήχεως τὸ ὕψος, κενόν, πάχος δακτύλου, ἐπ' ἄκρου δὲ αὐτοῦ μασχάλαι· φύλλα δὲ τὰ μὲν ἐπὶ τοῦ καυλοῦ ἐπιμήκη, ὅμοια τοῖς τῆς ἀμυγδαλῆς, πλατύτερα δὲ καὶ λειότερα, τὰ δὲ ἐπ' ἄκρων τῶν κλωνίων μικρότερα ὥσπερ [2] τῆς ἐπιμήκους ἀριστολοχείας ἢ κισσοῦ. καρπὸν δὲ ἔχει ἐπ' ἄκρων τῶν κλάδων τρίχωρον, περιφερῆ, ὥσπερ κάππαριν, ἐν ᾧ τρία σπερμάτια διειργόμενα ἐλύτροις ἀπ' ἀλλήλων, περιφερῆ, μείζονα ὀρόβων, λεπισθέντα δὲ λευκὰ καὶ γλυκέα ἐν τῇ γεύσει· ῥίζα λεπτή, ἄχρηστος. ὅλος δὲ ὁ θάμνος ὀποῦ μεστὸς ὥσπερ τιθύμαλλος.

   δύναμιν δὲ ἔχει καθαρτικὴν κοιλίας τὰ σπέρματα ὅσον ἑπτὰ ἢ ὀκτὼ τὸν ἀριθμὸν λαμβανόμενα ἐν καταποτίῳ ἢ ἐσθιόμενα καὶ πινόμενα ὕδατος ἐπιρροφουμένου ψυχροῦ· ἄγει δὲ φλέγμα, χολήν, ὕδωρ. καὶ ὁ ὀπὸς δὲ ἀναλημφθεὶς ὥσπερ ὁ τοῦ τιθυμάλλου τὸ αὐτὸ ποιεῖ· συνέψεται δὲ καὶ ὄρνιθι ἢ λαχάνοις τὰ φύλλα πρὸς τὴν αὐτὴν ἐνέργειαν.

[167]

[1]    πέπλος· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. θαμνίσκος ἐστὶν ὀποῦ λευκοῦ μεστός, ἔχων φύλλον μικρόν, ὅμοιον πηγάνῳ, πλατύτερον δέ· ἡ δὲ σύμπασα κόμη ὡς σπιθαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ γῆς, καὶ ὑπὸ τοῖς φύλλοις καρπὸς μικρός, στρογγύλος, ἥττων τῆς λευκῆς μήκωνος. πολύκαρπος δὲ ἡ πόα, ῥίζαν ἔχουσα μίαν ἄχρηστον, ἀφ' ἧς ὅλος ὁ θάμνος πέφυκε. γεννᾶται δὲ ἐν κήποις καὶ ἀμπελῶσι. συνάγεται δὲ ἐν πυραμητῷ ξηραινόμενος ἐν σκιᾷ καὶ συνεχῶς στρεφόμενος· κοπεὶς δὲ ὁ καρπὸς καὶ ἀποβραχεὶς ἀποτίθεται.

   ἄγει δὲ φλέγμα καὶ χολὴν ὀξυβάφου πλῆθος μετὰ ὑδρομέλιτος κοτύλης πινόμενος· καὶ προσοψήμασι δὲ μειγνύμενος ταράσσει κοιλίαν. ταριχεύεται δὲ εἰς ἁλμαίας.

[168]   πεπλίς· οἱ δὲ ἀνδράχνην ἀγρίαν, Ἱπποκράτης (VII 184 L.) δὲ πέπλιον καλεῖ· φύεται μάλιστα ἐν παραθαλασσίοις τόποις θάμνος ἀμφιλαφής, ὀποῦ μεστὸς λευκοῦ, φύλλα ἔχων ὅμοια τῇ κηπαίᾳ ἀνδράχνῃ, περιφερῆ δὲ καὶ ἐκ τῶν κάτωθεν ἐνερευθῆ· καὶ ὁ καρπὸς δὲ στρογγύλος, ὑποκάτω τῶν φύλλων ὥσπερ τοῦ πέπλου, πυρώδης τῇ γεύσει, ῥίζα λεπτή, μία, ἄχρηστος. συλλέγεται δὲ καὶ ἀποτίθεται καὶ δίδοται ὥσπερ ὁ πέπλος καὶ ταριχεύεται.

   δύναμιν δὲ ἔχει τὴν αὐτήν.

[169]   χαμαισύκη, οἱ δὲ συκῆν· κλῶνας ἀνίησι τετραδακτύλους, ἐπὶ γῆς ἐρριμμένους περιφερῶς, ὀποῦ μεστούς, φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά, πρὸς τῇ γῇ· καρπὸς δὲ ὑπὸ τοῖς φύλλοις στρογγύλος, ὡς πέπλου· οὔτε δὲ ἄνθος οὔτε καυλὸν ἔχει, ῥίζαν δὲ λεπτήν, ἄχρηστον.

   δύναμιν δὲ ἔχουσιν οἱ κλῶνες, λεανθέντες σὺν οἴνῳ, τὰς περὶ μήτραν ὀδύνας παύειν ἀντὶ πεσσοῦ προστεθέντες, καταπλασσόμενοι δὲ οἰδήματα καὶ ἀκροχορδόνας καὶ μυρμηκίας αἴρουσιν, ἑφθοὶ δὲ ἐσθιόμενοι κοιλίαν ἐκλύουσι. καὶ ὁ ἐξ αὐτῶν δὲ ὀπὸς τὰ αὐτὰ δρᾷ, καὶ καταχριόμενος σκορπιοπλήκτοις βοηθεῖ. ἁρμόζει δὲ καὶ πρὸς ἀμβλυωπίας καὶ ἀχλῦς καὶ ἀρχομένας ὑποχύσεις, οὐλάς, νεφέλια σὺν μέλιτι ἐγχριόμενος. φύεται ἐν πετρώδεσι καὶ αὐχμηροῖς τόποις.

[170]   σκαμμωνία· κλῶνας ἀνίησι πολλοὺς ἀπὸ μιᾶς ῥίζης, τριπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι δασύτητος, καὶ τὰ φύλλα δὲ δασέα, ὅμοια ἑλξίνῃ ἢ κισσῷ, μαλακώτερα μέντοι καὶ τριγωνοειδῆ, ἄνθη λευκά, περιφερῆ, κοῖλα ὡς κάλαθοι, βαρύοσμα· ῥίζα δὲ εὐμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δὲ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκρομβιζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ εἰς αὐτὴν ὁ ὀπὸς καὶ οὕτως ἀναλαμβάνεται εἰς [2] μύακας. ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες ὁλμοειδῶς ‹καὶ› καρύας φύλλα ὑποθέντες καταχέουσι τὸν ὀπὸν καὶ οὕτως ξηρανθέντα ἀναιροῦνται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος, ἀραιός, ταυροκολλώδης τὴν χρόαν, σήραγγας ἔχων λεπτάς, σπογγώδης· τοιοῦτος δ' ἐστὶν ὁ ἐκ Μυσίας τῆς κατὰ τὴν Ἀσίαν κομιζόμενος. μὴ προσέχειν δὲ ‹δεῖ› μόνῳ τῷ λευκαίνεσθαι αὐτὸν κατὰ τὴν τῆς γλώσσης θίξιν ‑ τοῦτο γὰρ γίνεται καὶ παραμιγέντος αὐτῷ ὀποῦ τιθυμάλλου ‑ μᾶλλον δὲ τοῖς προειρημένοις καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶσσαν, ὅπερ γίνεται τιθυμάλλου μιγέντος.

[3] ὁ δὲ Συριακὸς καὶ ὁ ἐν Ἰουδαίᾳ γεννώμενος χείριστοι, βαρεῖς, πυκνοί, δολούμενοι τιθυμάλλῳ καὶ ἀλεύρῳ μεμειγμένοις αὐτοῖς.

   δύναμιν δὲ ἔχει ὁ ὀπὸς λημφθεὶς σὺν μελικράτῳ ἢ ὕδατι δραχμῆς μιᾶς πλῆθος ἢ τριώβολον καθαίρειν κάτω φλέγμα καὶ χολήν. εἰς δὲ τὸ λῦσαι τὴν κοιλίαν ἀρκέσουσιν ὀβολοὶ δύο μετὰ σησάμου ἤ τινος ἄλλου σπέρματος λαμβανόμενοι· δίδοται καὶ πρὸς ἐνεργεστέραν κάθαρσιν τοῦ μὲν ὀποῦ τετρώβολον, ἐλλεβόρου δὲ μέλανος ὀβολοὶ δύο, ‹ἀλόης δὲ› καὶ ἁλὸς δραχμῆς μιᾶς [4] ‹πλῆθος›. σκευάζονται δὲ καὶ ἅλες καθαρτικοὶ πρὸς κυάθους ἓξ τῶν ἁλῶν ὁλκῶν εἴκοσι τῆς σκαμμωνίας τοῦ ὀποῦ μειγνυμένων· λαμβάνεται δὲ πρὸς δύναμιν τὸ μὲν τέλειον τρία κοχλιάρια, μέσον δὲ δύο, τὸ δὲ ἐλάχιστον ἕν. καθαίρει δὲ καὶ τῆς ῥίζης δραχμὴ μία ἢ δραχμαὶ δύο σὺν οἷς εἴρηται, ἔνιοι δὲ ἀφέψοντες αὐτὴν πίνουσι. συνεψηθεῖσα δὲ ὄξει καὶ λεανθεῖσα μετ' ἀλεύρου κριθίνου ἰσχιαδικῶν ἐστι κατάπλασμα. ὁ δὲ ὀπὸς προστιθέμενος ἐν ἐρίῳ τῇ μήτρᾳ ἔμβρυα φθείρει, διαφορεῖ δὲ καὶ φύματα σὺν μέλιτι ἢ ἐλαίῳ ἐπιχριόμενος· ἑψηθεὶς δὲ σὺν ὄξει καὶ καταχρισθεὶς λέπρας ἐξάγει, κεφαλαλγίας τε χρονίας ἐστὶν ἐπίβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ.

[171]

[1]    χαμελαία· οἱ δὲ πυρὸς ἄχνην ἢ ἄκνηστον ἢ κόκκον Κνίδιον· κλῶνας μὲν ἔχει σπιθαμιαίους, ὁ δὲ θάμνος φρυγανώδης, φύλλα ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ [πικρά,] πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα.

   ταύτης τὰ φύλλα ‹κάτω› καθαίρει φλέγμα καὶ χολήν, μάλιστα δὲ ἐν καταποτίῳ λαμβανόμενα, μειγνυμένου διπλασίονος ἀψινθίου πρὸς ἓν μέρος τῆς χαμελαίας· ἀναλαμβανέσθω δὲ ὕδατι ἢ μέλιτι εἰς καταπότια. ἔστι δὲ ἄτηκτα· διαχωρεῖται γὰρ ὅσα λαμβάνεται. ἀναλαμβανόμενα δὲ λεῖα τὰ φύλλα μετὰ μέλιτος ἀνακαθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ ἠσχαρωμένα.

[172]   θυμελαία ἢ χαμελαία· οἱ δὲ πυρὸς ἄχνην ἢ κνῆστρον ἢ κνέωρον καλοῦσιν· ἐκ ταύτης ὁ Κνίδιος κόκκος, καρπὸς ὢν αὐτῆς, συλλέγεται, ὃν Εὐβοεῖς μὲν ἀπόλινον καλοῦσιν, οἱ δὲ λίνον διὰ τὸ εἶναι τῷ σπαρτῷ λίνῳ τὸν θάμνον τῇ φύσει παρόμοιον. ῥάβδους δὲ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη, ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων, μικρός, στρογγυλώτερος, ἐν [2] ἀρχῇ μὲν χλωρός, αὖθις δὲ ἐρυθρός. τὸ δὲ περικάρπιον σκληρὸν καὶ μέλαν, τὸ δ' ἐντὸς λευκόν, ὅπερ καθαίρει κάτω ὕδωρ καὶ χολὴν καὶ φλέγμα ὅσον εἴκοσι κόκκων τὸ ἐντὸς ποθέν· καίει δὲ τὴν φάρυγγα, διὸ μετὰ ἀλεύρου ἢ μετὰ ἀλφίτου δοτέον ἢ ἐν ῥαγὶ σταφυλῆς ἢ μέλιτι ἑφθῷ περιειλημμένον καταπιεῖν, συγχρίειν δὲ καὶ τοὺς δυσίδρους ἐλαίῳ μετὰ νίτρου καὶ ὄξους. τὰ δὲ φύλλα, ἅπερ ἰδίως κνέωρον καλεῖται, συλλέγειν δεῖ περὶ τὸν πυραμητὸν καὶ ἀποτίθεσθαι ξηράναντας ἐν σκιᾷ· διδόντας δὲ δεῖ κόπτειν καὶ ἀφαιρεῖν τὰς ἐν αὐτοῖς ἶνας.

[3]    καθαίρει δὲ ἐπιπαττόμενον ὅσον ὀξυβάφου πλῆθος μετὰ κράματος, ἄγον ὑδατῶδες· μετριωτέραν δὲ ποιεῖται τὴν κάθαρσιν μειχθὲν ἑφθῇ φακῇ ἢ λαχάνοις τριπτοῖς. ἀποτίθεται δὲ λεῖα ἀναλημφθέντα ὄμφακος χυλῷ εἰς ἀρτίσκους. ἔστι δὲ κακοστόμαχος· προστεθεὶς δὲ ἔμβρυα κτείνει. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. πλανῶνται δὲ οἱ νομίζοντες τὸν Κνίδιον κόκκον τῆς χαμελαίας εἶναι τὸν καρπόν, ἀπατώμενοι διὰ τὸ τῶν φύλλων ὁμοειδές.

[173]

[1]    ἀκτῆ· δισσή· ἡ μὲν γάρ τίς ἐστι δενδρώδης, κλάδους καλαμοειδεῖς ἔχουσα, στρογγύλους, ὑπολεύκους, εὐμήκεις· τὰ δὲ φύλλα τρία ἢ τέσσαρα ἐκ διαστημάτων περὶ τὴν ῥάβδον, καρύᾳ βασιλικῇ ὅμοια, βαρύοσμα δὲ καὶ μικρότερα, ἐπ' ἄκρων δὲ τῶν κλάδων σκιάδια περιφερῆ, ἔχοντα ἄνθη λευκά, καρπὸν δὲ ἐοικότα τερεβίνθῳ, ἐν τῷ μέλανι ὑποπόρφυρον, βοτρυώδη, πολύχυλον, οἰνώδη.

[2]    τὸ δ' ἕτερον αὐτῆς χαμαιάκτη καλεῖται, ὑφ' ὧν δὲ ἕλειος ἀκτῆ· ἐλάττων δὲ καὶ βοτανωδεστέρα, καυλὸν ἔχουσα τετράγωνον, πολυγόνατον· τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ τεταρσωμένα, ὅμοια ἀμυγδαλῇ, κεχαραγμένα δὲ κύκλῳ καὶ μακρότερα, βαρύοσμα· σκιάδιον δὲ ἐπ' ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς καὶ ἄνθος καὶ καρπός· ῥίζα δ' ὕπεστι μακρά, δακτύλου τὸ πάχος.

   δύναμις δὲ ἡ αὐτὴ ἀμφοτέρων καὶ χρῆσις, ψυκτική, ὑδραγωγός, κακοστόμαχος μέντοι. ἑψόμενα δὲ τὰ φύλλα ὡς λάχανα καθαίρει φλέγμα καὶ χολήν, καὶ οἱ καυλοὶ δὲ ἁπαλοὶ ἐν λοπάδι [3] λημφθέντες τὰ αὐτὰ ποιοῦσι. καὶ ἡ ῥίζα δὲ αὐτῆς ἑψηθεῖσα σὺν οἴνῳ καὶ διδομένη παρὰ τὴν δίαιταν ὑδρωπικοὺς ὠφελεῖ, βοηθεῖ δὲ καὶ ἐχιδνοδήκτοις ὁμοίως πινομένη· ἀφεψηθεῖσα δὲ μεθ' ὕδατος εἰς ἐγκάθισμα ὑστέραν μαλάσσει καὶ ἀναστομοῖ καὶ διορθοῦται τὰς περὶ αὐτὴν διαθέσεις. καὶ ὁ καρπὸς δὲ σὺν οἴνῳ ποθεὶς τὰ αὐτὰ ποιεῖ, μελαίνει δὲ καὶ τρίχας ἐγχριόμενος. τὰ δὲ φύλλα πρόσφατα καὶ ἁπαλὰ φλεγμονὰς πραΰνει σὺν ἀλφίτῳ καὶ κατακαύμασιν ἁρμόζει καὶ κυνοδήκτοις καταπλασσόμενα· κολλᾷ δὲ ‹καὶ› ὑποφοράς, καὶ ποδαγρικοῖς βοηθεῖ μετὰ στέατος ταυρείου ἢ τραγείου καταπλασσόμενα.

[174]

[1]    πυκνόκομον· φύλλα ἔχει ὅμοια εὐζώμῳ, τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα, καυλὸν τετράγωνον, ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές, καρπὸν δὲ ὡς πράσου, ῥίζαν μέλαιναν, στρογγύλην, ὠχράν, ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν· φύεται ἐν πετρώδεσι τόποις.

   δύναμιν δ' ἔχει ὁ μὲν καρπὸς ποθεὶς ὅσον δραχμὴ μία ταραχώδη καὶ πολλὰ ἐνύπνια ποιεῖν, οἰδήματά τε διαφορεῖ ἐπιπλαττόμενος σὺν ἀλφίτῳ καὶ ἀκίδας καὶ σκόλοπας ἐξάγει· καὶ τὰ φύλλα δὲ καταπλαττόμενα φύματα καὶ δοθιῆνας διαφορεῖ. ἡ δὲ ῥίζα αὐτῆς λυτικὴ κοιλίας καὶ κινητικὴ χολῆς· δίδου δὲ δραχμὰς δύο ἐν μελικράτῳ.

[175]   ἄπιος· οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ ῥάφανον ἀγρίαν, οἱ δὲ λινόζωστιν καλοῦσι. κλωνία δύο ἢ τρία ἀπὸ γῆς σχοινώδη, λεπτά, ἐρυθρά, μικρὸν ὑπὲρ τῆς γῆς αἴροντα· φύλλα πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα ‹δέ›, χλωρά· καρπὸς μικρός, ῥίζα ἀσφοδέλῳ παραπλησία, στρογγυλωτέρα δὲ καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆμα, μεστὴ ὀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκή.

   ταύτης τὸ μὲν ἄνωθεν μέρος τῆς ῥίζης λημφθὲν δι' ἐμέτων ἄγει χολὴν καὶ φλέγμα, τὸ δὲ πρὸς τῇ ῥίζῃ κάτω καθαίρει, ὅλη δὲ λημφθεῖσα ἀμφοτέρας τὰς καθάρσεις κινεῖ. ὀπίσαι δὲ βουληθεὶς κόπτε τὰς ῥίζας καὶ βαλὼν εἰς κρατηρίαν ὕδατος συντάραττε καὶ τὸν ἐφιστάμενον ὀπὸν πτερῷ ἀναλέγων ξήραινε· τούτου τρία ἡμιωβόλια ποθέντα ἄνω καὶ κάτω καθαίρει.

[176]   κολόκυνθα ἀγρία· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολοκυνθίδα καλοῦσι. κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περιφερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον.

   δύναμιν δὲ ἔχει ἡ μὲν ἐντεριώνη τοῦ καρποῦ καθαρτικὴν τετρωβόλου πλῆθος μετὰ ὑδρομέλιτος ‹ἀνα›λαμβανομένη νίτρῳ [2] καὶ σμύρνῃ καὶ μέλιτι ἑφθῷ εἰς καταπότια. αὗται δὲ αἱ σφαῖραι ξηραὶ λεῖαι ὠφελίμως μείγνυνται κλυσμοῖς ἐπὶ ἰσχιαδικῶν καὶ παραλυτικῶν καὶ κωλικῶν, ἄγουσαι φλέγμα καὶ χολὴν καὶ ξύσμα, ἔσθ' ὅτε δὲ καὶ αἱματῶδες, ἔμβρυά τε φθείρουσι προστιθέμεναι, ὀδονταλγίας τε διάκλυσμα, ἐάν τις ἐκκαθάρας αὐτὴν καὶ περιπλάσας πηλῷ ἐναποζέσας τε ὄξος δῷ διακλύζεσθαι· εἰ δέ τις ἐναφεψήσας μελίκρατον ἢ καὶ γλυκὺ καὶ ἐξαιθριάσας δώσει πιεῖν, καθαίρει πάχος καὶ ξύσμα· ἔστι δὲ κακοστόμαχος λίαν. προστίθεται δὲ καὶ βαλάνια ἐξ αὐτῆς πρὸς ἐκκομιδὴν τῶν περιττωμάτων· καὶ χλωρᾶς δὲ αὐτῆς ὁ χυλὸς ἐπὶ ἰσχιαδικῶν ἀνατριβόμενος ἁρμόζει.

[177]

[1]    ἐπίθυμον· ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἔστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας.

   καθαίρει δὲ πινόμενον κάτω φλέγμα καὶ χολὴν μέλαιναν, ἰδίως ἁρμόζον ἐπὶ μελαγχολικῶν καὶ ἐμπνευματουμένων ὀξυβάφου πλῆθος πρὸς ὁλκὴν δραχμῶν τεσσάρων σὺν μέλιτι καὶ ἁλσὶ καὶ ὀλίγῳ ὄξει. γεννᾶται δὲ πλεῖστον ἐν Παμφυλίᾳ καὶ Καππαδοκίᾳ.

[178]

   ἄλυπον· φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτόκαρφος καὶ λεπτόφυλλος, ἄνθος μαλακόν, κοῦφον· ῥίζα ὡς τεύτλου, μεστὴ ὀποῦ δριμέος, σπέρμα ὡς ἐπιθύμου. γεννᾶται δὲ ἐν τόποις παραθαλασσίοις, μάλιστα τοῖς τῆς Λιβύης τόποις καὶ ἐν ἄλλοις δὲ χωρίοις πλεῖστον.

   καθαίρει δὲ τὸ σπέρμα μέλαιναν χολὴν κάτω λαμβανόμενον

τὸ ἴσον πλῆθος τῷ ἐπιθύμῳ μεθ' ἁλῶν καὶ ὄξους· τὰ δὲ ἔντερα ἐλαφρῶς ἑλκοῖ.

[179]   ἔμπετρον· οἱ δὲ φακοειδές. ἐν ὀρεινοῖς καὶ παραλίοις πέτραις φύεται, ἁλυκὸν ‹ὂν› ἐν τῇ γεύσει, τὸ δὲ προσγειότερον πικρότερον. διδόμενον δὲ ἐν ζωμῷ ἢ ὑδρομέλιτι καθαίρει φλέγμα καὶ χολὴν καὶ ὑδατώδη.

[180]   κληματίς· κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλλον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς μῖλαξ.

   ταύτης ὁ καρπὸς λεῖος μεθ' ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς ἄγει κάτω φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα λέπρας ἀφίστησι· καὶ ταριχεύεται δὲ μετὰ λεπιδίου εἰς βρῶσιν.

[181]   ἄμπελος ἀγρία· κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα, φλοιορραγοῦντα, φύλλα δὲ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μικρότερα, ἄνθος ὡς τρίχας, βρυῶδες, καρπὸν δὲ βοτρυδίοις μικροῖς ὅμοιον, πεπαινόμενον ἐρυθρόν· περιφερὲς δέ ἐστι τὸ σχῆμα τῶν κόκκων.

   ταύτης ἡ ῥίζα ἀποζεσθεῖσα ἐν ὕδατι καὶ μετ' οἴνου πινομένη τεθαλασσωμένου κυάθων δύο ὑδατῶδες καθαίρει· δίδοται δὲ ὑδρωπικοῖς. οἱ δὲ βότρυες ἐφήλεις ἀποκαθαίρουσι καὶ πάντα σπίλον· ταριχεύονται δὲ καὶ ταύτης οἱ ἀκρεμόνες ἀρτιφυεῖς εἰς βρῶσιν.

[182]   ἄμπελος λευκή· οἱ δὲ βρυωνίαν, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ χελιδόνιον, οἱ δὲ ‹μάδον ἢ› μήλωθρον ἢ ψίλωθρον ἢ ἀρχέζωστιν ἢ ἄγρωστιν ἢ κέδρωστιν καλοῦσι. ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια τῇ ἡμέρῳ ἀμπέλῳ, δασύτερα δὲ πάντα· καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐλλαμβανομένη ταῖς ἕλιξι· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες.

[2]    δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς ‹καὶ ὁ καυλὸς› καὶ ἡ ῥίζα δριμεῖαν, ὅθεν ἐπὶ τῶν Χειρωνείων καὶ γαγγραινικῶν καὶ φαγεδαινικῶν καὶ σαπροκνήμων ἑλκῶν μεθ' ἁλὸς καταπλασσόμενα ποιεῖ. ἡ δὲ ῥίζα ῥύπτει χρῶτα καὶ τετανοῖ καὶ ἔφηλιν ἀποκαθαίρει, ἰόνθους, φακούς, οὐλὰς μελαίνας σὺν ὀρόβῳ καὶ τήλει· καθεψηθεῖσα δὲ μετ' ἐλαίου, μέχρι τακερωθῇ, πρὸς τὰ αὐτὰ ἁρμόζει. αἴρει δὲ καὶ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν οἴνῳ καταπλασσομένη, διαφορεῖ καὶ φλεγμονὰς καὶ ῥήττει ἀποστήματα, ἀνάγει καὶ ὀστᾶ λεία καταπλασσομένη [3] σηπταῖς τε μείγνυται ἐπιτηδείως. πίνεται δὲ καὶ πρὸς ἐπιλημψίας ὁλκὴ μία καθ' ἡμέραν πρὸς ἐνιαυτόν, ὠφελεῖ καὶ ἀποπλήκτους καὶ σκοτωματικοὺς ὁμοίως λαμβανομένη. δυεῖν δὲ δραχμῶν ὁλκὴ ποθεῖσα ἐχιοδήκτοις βοηθεῖ καὶ ἔμβρυα φθείρει· ὑποταράττει δὲ ἐνίοτε τὴν διάνοιαν· καὶ προστεθεῖσα δὲ ὑστέρᾳ ἔμβρυα καὶ δεύτερα ἐπισπᾶται. κινεῖ καὶ οὖρα πινομένη, καὶ ἔκλειγμα δὲ δι' αὐτῆς μετὰ μέλιτος τοῖς πνιγομένοις καὶ δυσπνοοῦσι καὶ βήσσουσι πλευράν τε ἀλγοῦσι καὶ ῥήγμασι, σπάσμασι δίδοται, καὶ σπλῆνας τήκει τριωβόλου [4] ὁλκὴ ποθεῖσα σὺν ὄξει ἐπὶ ἡμέρας τριάκοντα· καὶ καταπλάσσεται δὲ μετὰ σύκου πρὸς τὰ αὐτὰ χρησίμως. ἀφέψεται δὲ καὶ εἰς ἐγκάθισμα, καθαρτικὸν ὑστέρας ὂν καὶ ἐκβόλιον. χυλίζεται δὲ ἡ ῥίζα αὐτῆς ἔαρος· πίνεται δὲ ὁ χυλὸς σὺν μελικράτῳ πρὸς τὰ αὐτά, ἄγων φλέγμα. ὁ δὲ καρπὸς ποιεῖ πρὸς ψώρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος· κατασπᾷ δὲ καὶ γάλα ὁ καρπὸς αὐτῆς χυλισθεὶς καὶ μετὰ πυρῶν ἡψημένων ῥοφηθείς.

[183]

[1]    ἄμπελος μέλαινα, ἣν ἰδίως βρυωνίαν ὀνομάζουσί τινες, οἱ δὲ Χειρώνιον ἄμπελον· φύλλα ἐστὶ κισσῷ ὅμοια, μᾶλλον δὲ πρὸς τὰ τῆς μίλακος, καὶ οἱ καυλοὶ ‹δέ›· μείζονα δὲ ταῦτα. ἐλλαμβάνεται δὲ καὶ αὕτη τῶν δένδρων ταῖς ἕλιξι· καρπὸς δὲ βοτρυώδης, χλωρὸς κατ' ἀρχήν, πεπανθεὶς δὲ μέλας γίνεται· ῥίζα μέλαινα ἔξωθεν, ἔνδοδεν δὲ πυξοειδής.

[2]    καὶ ταύτης οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοί, καταμηνίων κινητικοί, τηκτικοὶ σπλημνός, ἐπιλημπτικοῖς τε καὶ παραλυτικοῖς καὶ σκοτωματικοῖς ἁρμόζουσιν. ἡ δὲ ῥίζα δύναμιν ὁμοίαν τῇ λευκῇ κέκτηται, πρὸς τὰ αὐτὰ ἁρμόζουσαν, ἧττον μέντοι ἐνεργεῖ. ποιεῖ δὲ καὶ πρὸς τοὺς τῶν ὑποζυγίων λόφους, ἐπειδὰν ἑλκωθῶσι, τὰ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς στρέμματα ὁμοίως ἐπιτίθεται.

[184]

[1]    πτέρις, ἣν ἔνιοι βλῆχρον, οἱ δὲ πολύρριζον καλοῦσι φύλλα ἐστὶν ἄκαυλα καὶ ἀνανθῆ καὶ ἄκαρπα ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὡς πτέρυξ, ὑποδυσώδη· ῥίζαν δὲ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη, ἐκφύσεις ἔχουσαν πολλάς, ὑποστύφουσαν ἐν τῇ γεύσει. φύεται δὲ ἐν ὀρεινοῖς καὶ ἐν πετρώδεσι τόποις.

   ταύτης ἡ ῥίζα ἕλμιν πλατεῖαν ἐκτινάσσει δραχμῶν τεσσάρων ὁλκὴ μετὰ μελικράτου λαμβανομένη· βέλτιον δέ, εἰ μετὰ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ὀβολῶν δυεῖν δοίη τις· δεῖ δὲ προσκορδοφαγεῖν τοὺς λαμβάνοντας.

[185]   θηλυπτερίς· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι. τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δὲ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δ' ὕπεισι πλάγιαι, μακραί, πλείους ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δ' ἐρυθραί.

   καὶ αὗται δὲ σὺν μέλιτι ἐν ἐκλεικτῷ πλατεῖαν ἕλμιν ἐξάγουσι, σὺν οἴνῳ δὲ πινόμεναι δραχμῶν τριῶν πλῆθος στρογγύλην ἐκτινάσσουσιν ἕλμιν· γυναιξὶ δὲ δοθεῖσαι ἀσυλλημψίαν ποιοῦσι, κἂν ἔγκυος δὲ λάβῃ, ἐκτιτρώσκει. ξηραὶ δὲ καὶ ἐπὶ τῶν δυσαλθῶν καὶ καθύγρων ἑλκῶν ἐπιπάσσονται, λόφους τε ὑποζυγίων ἰῶνται. τὰ δὲ φύλλα αὐτῆς ἀρτίβλαστα λαχανευθέντα ἑφθὰ καὶ βρωθέντα κοιλίαν μαλάσσει.

[186]   πολυπόδιον· φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν τοῖς γερανδρύοις πρέμνοις ἐπὶ τῶν βρύων, σπιθαμῆς ἔχον ὕψος, ὅμοιον πτέριδι, ὑπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως γε λεπτοσχιδῶς. ῥίζα δ' ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ πολύπους ἔχουσα, πάχος μικροῦ δακτύλου, ξυσθεῖσα δὲ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς, δύναμιν ἔχουσα καθαρτικήν. δίδοται δὲ συγκαθεψομένη ὄρνιθι ἢ ἰχθύσιν ἢ τεύτλῳ ἢ μολόχῃ. ξηρὰ δὲ ἐπιπασσομένη μελικράτῳ ἄγει φλέγμα καὶ χολήν. ποιεῖ καὶ πρὸς στρέμματα ἡ ῥίζα λεία καταπλασθεῖσα καὶ πρὸς ῥαγάδας τὰς ἐν μεσοδακτύλοις.

[187]   δρυοπτερίς· φύεται κατὰ τὰ βρυώδη μέρη τῶν παλαιῶν δρυῶν, ὁμοία πτέριδι, ἐλάττων δὲ πολλῷ καὶ τῇ σχίσει ‹λεπτή›· ῥίζας δ' ἔχει κατ' ἐπιπλοκὴν δασείας, στρυφνὰς κατὰ τὴν γεῦσιν ἐν τῷ γλυκεῖ.

   τοῦτο ἐπιπασθὲν λεῖον σὺν ταῖς ῥίζαις τρίχας ψιλοῖ· δεῖ δὲ ἀποψᾶν τὸ πρῶτον μετὰ τὸ ἰκμάσαι τὸν χρῶτα καὶ νεαρὸν ἐπιπάττειν.

[188]   κνῆκος· φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, ἀκανθώδη, καυλοὺς διπήχεις, ἐφ' ὧν κεφάλια κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον. τούτου τῷ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα.

   τὸ δὲ σπέρμα κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι [2] ἢ ζωμῷ ὄρνιθος κοιλίαν καθαίρει· κακοστόμαχον δέ ἐστι. γίνεται δὲ καὶ κοπτάρια κοιλίας μαλακτικὰ δι' αὐτοῦ πτισθέντος καὶ μιγέντος ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσσῳ καὶ μέλιτι ἑφθῷ· δεῖ δὲ πρὸ δείπνου λαμβάνειν εἰς τέσσαρα διελόντας ὡς βασιλικοῦ καρύου μέγεθος δύο ἢ τρία. σκευάζειν δὲ δεῖ τὸν τρόπον τοῦτον· κνήκου λευκοῦ ξέστην ἕνα, Θασίων πεφωγμένων καὶ λελεπισμένων κυάθους τρεῖς, ἀνήσσου δραχμὴν μίαν, ἀφρονίτρου δραχμὴν μίαν, ‹μέλιτος τὸ ἀρκοῦν,› ἰσχάδων τῆς σαρκὸς ἀριθμῷ τριάκοντα. πήττει δὲ καὶ γάλα ὁ χυλὸς τοῦ σπέρματος καὶ λυτικώτερον ποιεῖ.

[189]

[1]    λινόζωστις· οἱ δὲ παρθένιον, οἱ δὲ Ἑρμοῦ βοτάνιον καλοῦσιν. ἔχει τὸ φύλλον ὅμοιον ὠκίμῳ πρὸς τὸ τῆς ἑλξίνης, ἔλαττον δέ, κλωνία διγόνατα, μασχάλας πολλάς, πυκνὰς ἔχοντα· τὸν δὲ καρπὸν ἡ μὲν θήλεια βοτρυοειδῆ καὶ πολὺν ἡ δὲ ἄρρην πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον, ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος δὲ ὁ θαμνίσκος σπιθαμιαῖος ἢ καὶ μείζων.

[2]    κινοῦσι δ' ἀμφότεραι κοιλίαν λαχανευόμεναι καὶ ἐσθιόμεναι· καθεψόμεναι δὲ ἐν ὕδατι πινομένου τοῦ ὕδατος ἄγουσι χολὴν καὶ ὑδατῶδες. δοκεῖ δὲ τὰ μὲν τῆς θηλείας φύλλα λεῖα πινόμενα καὶ προστιθέμενα μετὰ τὴν κάθαρσιν τοῖς αἰδοίοις σύλλημψιν θήλεως ποιεῖσθαι, τὰ δὲ τῆς ἄρρενος ὁμοίως ἐπιτηδευθέντα ἀρρενογόνα γίνεσθαι.

[189]   [κυνέα ἢ κυνοκράμβη· οἱ δὲ λινόζωστις ἀγρία ἄρρην Ἄφροι ἁρμάς, οἱ δὲ ἀσουμέσλαβον. καυλὸν ἀνίησι δισπιθαμιαῖον, τρυφερόν, ὑπόλευκον, φύλλα ἐμφερῆ λινοζώστει ἢ κισσῷ, ὑπόλευκα ἐκ διαστημάτων, τὸν δὲ καρπὸν πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον προσκείμενον. δύναμιν δὲ ἔχει ὅ τε καυλὸς καὶ τὰ φύλλα πινόμενα κοιλίας κινητικὴν λαχανευόμενα, καθεψομένων τε τὸ ὕδωρ ἄγει χολὴν καὶ ὑδατώδη.]

[190]   ἡλιοτρόπιον τὸ μέγα, ὃ ἔνιοι σκορπίουρον ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος ἐκάλεσαν, ἡλιοτρόπιον δὲ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει· ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύτερα δὲ καὶ μελάντερα, κλωνία ἀπὸ τῆς ῥίζης τρία ἢ τέσσαρα καὶ ἐκ τούτων μασχάλας πλείους· ἐπ' ἄκρων δὲ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται δὲ ἐν τραχέσι τόποις.

[3]    τούτου ὅσον δέσμη ἀφεψηθεῖσα μεθ' ὕδατος καὶ ποθεῖσα ἄγει φλέγμα καὶ χολὴν κατὰ κοιλίαν. ἁρμόζει δὲ καὶ σκορπιοπλήκτοις μετ' οἴνου πινομένη καὶ καταπλασσομένη· ἔνιοι δὲ τὴν ῥίζαν τοῖς σκορπιοπλήκτοις περιάπτουσι πρὸς ἀπονίαν. φασὶ δὲ πρὸ μιᾶς ὥρας τῆς λήμψεως τοῦ καρποῦ τέσσαρας κόκκους μετ' οἴνου ποθέντας τεταρταίους ἀπαλλάσσειν, τριταίους δὲ τρεῖς. καταπλασσόμενος δὲ ὁ καρπὸς μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμια καὶ ἐπινυκτίδας ξηραίνει, τὰ δὲ φύλλα ποδάγραις καὶ στρέμμασι καὶ σειριῶσι παιδίοις ἐπιπλάττεται ὠφελίμως· κινεῖ δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα λεῖα προστεθέντα.

[191]

[1]    ἡλιοτρόπιον τὸ μικρόν· φύεται ἐν ‹τόποις› τελματώδεσι καὶ παρὰ λίμναις, ἔχον φύλλα παραπλήσια τῷ προειρημένῳ, στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀποκρεμάμενον ὡς ἀκροχορδόνας.

   δύναται δὲ ἡ πόα μετὰ τοῦ καρποῦ πινομένη σὺν νίτρῳ καὶ ὑσσώπῳ καὶ καρδάμῳ καὶ ὕδατι ἕλμινθα πλατεῖαν καὶ στρογγύλην ἐκτινάσσειν· αἴρει δὲ καὶ ἀκροχορδόνας σὺν ἁλσὶ καταπλασσομένη.

[192]

   σκορπιοειδές· βοτάνιον φύλλα ἔχον ὀλίγα καὶ σπέρματα οὐραῖς σκορπίου ἐμφερῆ. βοηθεῖ δὲ καταπλασσόμενα σκορπιοπλήκτοις.