**

Dionysius Halicarnassensis - Antiquitates Romanae XIX

4159 209 1 10 2 0 I a. C. Storiografia Dionysius XIX Antiquitates Romanae Jacoby, K., Leipzig, Teubner, 1:1885; 2:1888; 3:1891; 4:1905 Rist. 1967, Stuttgart, Teubner. 21

[1]

Ὅτι Κρότων πόλις ἐν Ἰταλίᾳ ἐστὶ καὶ Σύβαρις ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ οὕτως κληθεῖσα.

[2]   Ὅτε Λακεδαιμόνιοι Μεσήνην ἐπολέμουν καὶ χῆρος ἀνδρῶν ἡ πόλις ἦν, δεομέναις ταῖς γυναιξὶ καὶ μάλιστα ταῖς ἐν ἀκμῇ παρθένοις μὴ περιιδεῖν τὰς μὲν ἀγάμους, τὰς δὲ ἀτέκνους γινομένας ἐπέμποντό τινες ἀεὶ νέοι παραλλὰξ ἀπὸ τοῦ στρατοπέδου τῆς μίξεως τῶν γυναικῶν ἕνεκα καὶ συνῄεσαν, αἷς ἐπιτύχοιεν· ἐκ τούτων γίνονται τῶν ἀδιακρίτων ἐπιμιξιῶν παῖδες, οὓς ἀνδρωθέντας οἱ Λακεδαιμόνιοι προεπηλάκιζον τά τε ἄλλα [3] καὶ Παρθενίας προσηγόρευον. Στάσεως δὲ γενομένης ἡττηθέντες οἱ παρθενίαι ἀναχωροῦσιν ἑκόντες ἐκ τῆς πόλεως καὶ πέμψαντες εἰς Δελφοὺς χρησμὸν ἔλαβον πλεῖν εἰς Ἰταλίαν, ἐξευρόντας δὲ χωρίον τῆς Ἰαπυγίας Σατύριον καὶ ποταμὸν Τάραντα, ἔνθ' ‹ἂν› ἴδωσι τράγον τῇ θαλάττῃ τέγγοντα τὸ γένειον, ἐκεῖ [4] τοὺς βίους ἱδρύσασθαι. πλεύσαντες δὲ τόν τε ποταμὸν ἐξεῦρον καὶ κατά τινος ἐρινεοῦ πλησίον τῆς θαλάττης πεφυκότος ἄμπελον ἐθεάσαντο κατακεχυμένην, ἐξ ἧς τῶν ἐπιτράγων τις καθειμένος ἥπτετο τῆς θαλάττης. τοῦτον ὑπολαβόντες εἶναι τὸν τράγον, ὃν προεῖπεν αὐτοῖς ὁ θεὸς ὄψεσθαι τέγγοντα τὸ γένειον τῇ θαλάττῃ, αὐτοῦ μένοντες ἐπολέμουν Ἰάπυγας, καὶ ἱδρύονται τὴν ἐπώνυμον τοῦ ποταμοῦ Τάραντος πόλιν. Ambr.

[2]

[1]    Ἀρτιμήδης ὁ Χαλκιδεὺς λόγιον εἶχεν, ἔνθ' ἂν εὕρῃ τὸν ἄρρενα ὑπὸ τῆς θηλείας ὀπυιόμενον, αὐτόθι μένειν καὶ μηκέτι προσωτέρω πλεῖν· πλεύσας δὲ περὶ τὸ Παλλάντιον τῆς Ἰταλίας καὶ ἰδὼν ἄμπελον ...... ἄρρενα δὲ τὸν ἐρινεόν, ὀχείαν δὲ τὴν πρόσφυσιν, τέλος ἔχειν τὸν χρησμὸν ὑπέλαβε· καὶ τοὺς κατέχοντας τὸν τόπον βαρβάρους ἐκβαλὼν οἰκεῖ.

[2] Ῥήγιον ὁ τόπος καλεῖται, εἴθ' ὅτι σκόπελος ἦν ἀπορρώξ, εἴθ' ὅτι κατὰ τοῦτον ἡ γῆ τὸν τόπον ἐρράγη καὶ διέστησεν ἀπὸ τῆς Ἰταλίας τὴν ἀντικρὺ Σικελίαν, εἴτε ἀπ' ἀνδρὸς δυνάστου ταύτην ἔχοντος τὴν προσηγορίαν. Ambr.

[3]

[1]    Λευκίππῳ τῷ Λακεδαιμονίῳ πυνθανομένῳ, ὅπου πεπρωμένον αὐτῷ εἴη κατοικεῖν καὶ τοῖς περὶ αὐτόν, ἔχρησεν ὁ θεὸς πλεῖν μὲν εἰς Ἰταλίαν, γῆν δὲ οἰκίζειν, εἰς ἣν ἂν καταχθέντες ἡμέραν καὶ νύκτα μείνωσι· καταχθέντος δὲ τοῦ στόλου περὶ Καλλίπολιν ἐπίνειόν τι τῶν Ταραντίνων ἀγασθεὶς τοῦ χωρίου τὴν φύσιν ὁ Λεύκιππος πείθει Ταραντίνους συγχωρῆσαί σφισιν ἡμέραν αὐτόθι καὶ νύκτα ἐναυλίσασθαι.

[2] ὡς δὲ πλείους ἡμέραι διῆλθον, ἀξιούντων αὐτοὺς ἀπιέναι τῶν Ταραντίνων οὐ προσεῖχεν αὐτοῖς τὸν νοῦν ὁ Λεύκιππος, παρ' ἐκείνων εἰληφέναι λέγων τὴν γῆν καθ' ὁμολογίας εἰς ἡμέραν καὶ νύκτα· ἕως ‹δ'› ἂν ᾖ τούτων θάτερον, οὐ μεθήσεσθαι τῆς γῆς. μαθόντες δὴ παρακεκρουσμένους ἑαυτοὺς οἱ Ταραντῖνοι συγχωροῦσιν αὐτοῖς μένειν. Ambr.

[4]

[1]    Ἄκραν τῆς Ἰταλίας Ζεφύριον οἱ Λοκροὶ κατοικήσαντες Ζεφύριοι ὠνομάσθησαν.

  Μένειν αὐτὸν ἐγνώκεσαν ἐφ' ᾧ ἦν τόπῳ καὶ τὸν ἐκεῖθεν ῥέοντα πόλεμον ἀνέχειν.  Εἰς ὕλας καὶ φάραγγας καὶ τραχῶνας ὀρεινοὺς διεσκεδάσθησαν.

[2]    Ταραντῖνός τις ἀνὴρ Αἰνησίας καὶ περὶ πάσας τὰς ἡδονὰς ἀσελγὴς ἀπὸ τῆς ἀκολάστου καὶ κακῶς δημοσιευθείσης ἐν παισὶν ὥρας ἐπεκαλεῖτο Θάις.

   Τὸ πλῆθος ἀνδρολογήσαντες ἀπῄεσαν.

   Οἱ σπερμολογώτατοι τῶν κατὰ τὴν πόλιν καὶ ἀναγωγότατοι. Ambr.

[5]

[1]    Ὅτι Ποστόμιος πρέσβυς ἐστάλη πρὸς Ταραντίνους· καί τινα αὐτοῦ διεξιόντος λόγον οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλ' εἴ τι μὴ κατὰ τὸν ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπ' αὐτοῦ λέγοιτο παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο καὶ βαρβάρους ἀπεκάλουν καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου.

[2] ἀπιόντων δ' αὐτῶν εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραντίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνοφλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη, μεστὸς ὢν ἔτι τῆς χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις, ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον ὀφθῆναι, τὴν οὐδὲ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασε.

[3]    Γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν· Δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν. ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων ‹τὸν› γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων [4] καὶ τὴν ὕβριν ἐπαινούντων· Γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε· πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθ' ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν [5] ἐσθῆτα ταύτην αἵματι ἐκπλυνεῖτε. ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως. Vrsin.

[6]

[1]    Ἄρτι δ' Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρέσβεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως [2] ἡλίου· καὶ τοῦτ' ἐποίησαν ἐφ' ἡμέρας συχνάς. Ἦν δ' ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, ‑ τοῦτο γὰρ ἅπαντες ὡμολόγουν ‑ ἀλλ' ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ' αὐτοὺς στρατιᾶς. ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τ' ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ' αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ' ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον [3] τοῦ Τάραντος κείμενα. τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλ' ἐπιψηφίζειν τὸν πόλεμον ἤδη. καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων· καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ [ζήτει ἐν τῷ περὶ στρατηγημάτων]. Vrsin.

[7]

[1]    ... φύσιν ἔχουσι τοῖς μὲν διασῶσαι τὰ ἑαυτῶν ἀγαθὰ βουλομένοις οἱ περὶ τὸν αὐτὸν ἀναστρεφόμενοι τόπον οἰωνοὶ σχολαιοτέρᾳ τῇ πτήσει πρὸς ἀγαθοῦ εἶναι συμβόλου, τοῖς δὲ τῶν ἀλλοτρίων ἐφιεμένοις οἱ τὴν ἐπίτομον καὶ ταχεῖαν ὁρμὴν ἔχοντες εἰς τὰ πρόσω· οὗτοι μὲν γὰρ πορισταί τε καὶ θηρευταὶ τῶν οὐχ ὑπαρχόντων εἰσίν, ἐκεῖνοι δὲ ἐπίσκοποι καὶ φύλακες τῶν παρόντων. Ambr.

[2]    Ἅπασαν τὴν πολεμίαν διεξῄει ἀρούρας τε ἀκμαῖον ἤδη τὸ σιτικὸν θέρος ἐχούσας πυρὶ διδοὺς καὶ δένδρα καρποφόρα κείρων.

   Παραπλήσιόν τι πάσχουσιν αἱ δημοκρατούμεναι πόλεις τοῖς πελάγεσιν· ἐκεῖνά τε γὰρ ὑπὸ τῶν ἀνέμων ταράττεται φύσιν ἔχοντα ἠρεμεῖν, αὗταί τε ὑπὸ τῶν δημαγωγῶν κυκῶνται μηδὲν ἐν ἑαυταῖς ἔχουσαι κακόν. Ambr.

[8]

[1]    Τῶν Ταραντίνων βουλομένων ἐκ τῆς Ἠπείρου Πύρρον μετακαλεῖν ἐπὶ τὸν κατὰ Ῥωμαίων πόλεμον καὶ τοὺς κωλύοντας ἐξελαυνόντων Μέτων τις καὶ αὐτὸς Ταραντῖνος, ἵνα τύχοι προσοχῆς καὶ διδάξειεν αὐτούς, ὅσα μετὰ τῆς βασιλικῆς ἐξουσίας εἰς πόλιν ἐλευθέραν καὶ τρυφῶσαν εἰσελεύσεται, συγκαθημένου τοῦ πλήθους παρῆν εἰς τὸ θέατρον ἐστεφανωμένος ὥσπερ ἐκ συμποσίου, παιδίσκην περιειληφὼς αὐλητρίδα κωμαστικὰ μέλη προσαυλοῦσαν.

[2]    Διαλυθείσης δὲ τῆς ἁπάντων σπουδῆς εἰς γέλωτα, καὶ τῶν μὲν ᾄδειν αὐτὸν κελευόντων, τῶν δὲ ὀρχεῖσθαι περιβλέψας κύκλῳ καὶ τῇ χειρὶ διασημήνας ἡσυχίαν αὐτῷ παρασχεῖν, ἐπειδὴ κατέστειλε τὸν θόρυβον· Ἄνδρες, ἔφη, πολῖται, τούτων, ὧν ἐμὲ ποιοῦντα ὁρᾶτε νῦν, οὐδὲν ὑμῖν ἐξέσται ποιεῖν, ἐὰν βασιλέα [3] καὶ φρουρὰν εἰς τὴν πόλιν εἰσελθεῖν ἐάσητε. ὡς δὲ κινουμένους καὶ προσέχοντας εἶδε πολλοὺς καὶ κελεύοντας λέγειν, σώζων ἔτι τὸ προσποίημα τῆς κραιπάλης τὰ συμβησόμενα αὐτοῖς ἠριθμεῖτο κακά· ἔτι δὲ αὐτοῦ λέγοντος οἱ τῶν κακῶν αἴτιοι συλλαβόντες αὐτὸν κατὰ κεφαλῆς ἐξωθοῦσιν ἐκ τοῦ θεάτρου. Ambr.

[9]

[1]    Βασιλεὺς Ἠπειρωτῶν Πύρρος, βασιλέως Αἰακίδου, Ποπλίῳ Οὐαλερίῳ τῷ Ῥωμαίων ὑπάτῳ χαίρειν. πεπύσθαι μὲν εἰκός σε παρ' ἑτέρων, ὅτι πάρειμι μετὰ τῆς δυνάμεως Ταραντίνοις τε καὶ τοῖς ἄλλοις Ἰταλιώταις ἐπικαλεσαμένοις βοηθήσων· καὶ μηδὲ ταῦτα ἀγνοεῖν, τίνων τε ἀνδρῶν ἀπόγονός εἰμι καὶ τίνας αὐτὸς ἀποδέδειγμαι πράξεις καὶ πόσην δύναμιν [2] ἐπάγομαι καὶ ὡς τὰ πολέμια ἀγαθήν. οἰόμενος δή σε τούτων ἕκαστον ἐπιλογιζόμενον μὴ περιμένειν, ἕως ἔργῳ καὶ πείρᾳ μάθῃς τὴν κατὰ τοὺς ἀγῶνας ἡμῶν ἀρετήν, ἀλλ' ἀποστάντα τῶν ὅπλων χωρεῖν ἐπὶ τοὺς λόγους, συμβουλεύω τε σοι, περὶ ὧν ὁ Ῥωμαίων δῆμος διαφέρεται πρὸς Ταραντίνους ἢ Λευκανοὺς ἢ Σαυνίτας ἐμοὶ τὴν διάγνωσιν ἐπιτρέπειν ‑ διαιτήσω γὰρ ἀπὸ παντὸς τοῦ δικαίου τὰ διάφορα ‑ καὶ παρέξω τοὺς ἐμαυτοῦ φίλους ἁπάσας τὰς βλάβας ἀποτίνοντας, [3] ἃς ἂν αὐτῶν ἐγὼ καταγνῶ. Ὀρθῶς δὲ ποιήσετε καὶ ὑμεῖς βεβαιωτὰς παρασχόντες ὑπὲρ ὧν ἂν ἐκείνων τινὲς ἐπικαλῶσιν, ὅτι τὰ κριθέντα ὑπ' ἐμοῦ φυλάξετε κύρια. ταῦτα ποιοῦσι μὲν ὑμῖν εἰρήνην ἐπαγγέλλομαι παρέξειν καὶ φίλος ἔσεσθαι καὶ ἐφ' οὓς [4] ἄν με παρακαλῆτε πολέμους προθύμως βοηθήσειν, μὴ ποιοῦσι δ' οὐκ ἂν ἐπιτρέψαιμι χώραν συμμάχων ἀνδρῶν ἐξερημοῦν καὶ πόλεις Ἑλληνίδας ἀναρπάζειν καὶ σώματα ἐλεύθερα λαφυροπωλεῖν, ἀλλὰ κωλύσω τοῖς ὅπλοις, ἵνα παύσησθε ἤδη ποτὲ ἄγοντες καὶ φέροντες ὅλην Ἰταλίαν καὶ πᾶσιν ἀνθρώποις ὡς δούλοις ἐντρυφῶντες. ἐκδέξομαι δὲ τὰς σὰς ἀποκρίσεις μέχρι δεκάτης ἡμέρας· περαιτέρω γὰρ οὐκ ἂν ἔτι δυναίμην. Ambr.

[10]

[1]    Πρὸς ταῦτα ὁ Ῥωμαίων ὕπατος ἀντιγράφει τήν τε αὐθάδειαν τοῦ ἀνδρὸς ἐπιρραπίζων καὶ τὸ φρόνημα τῆς Ῥωμαίων πόλεως ἐνδεικνύμενος· Πόπλιος Οὐαλέριος Λαβίνιος, στρατηγὸς ὕπατος Ῥωμαίων, [2] βασιλεῖ Πύρρῳ χαίρειν. ἀνδρὸς ἔργον εἶναί μοι δοκεῖ σώφρονος ἀπειλητικὰς πέμπειν ἐπιστολὰς πρὸς τοὺς ὑπηκόους· ὧν δ' οὔτε τὴν δύναμιν ἐξήτακεν οὔτε τὰς ἀρετὰς ἐπέγνωκε, τούτων ὡς φαύλων καὶ μηδενὸς ἀξίων καταφρονεῖν, ἀνοήτου μοι φαίνεται τρόπου τεκμήριον εἶναι καὶ τὸ διάφορον οὐκ ἐπισταμένου.

[3] ἡμεῖς δὲ οὐ τοῖς λόγοις τιμωρεῖσθαι τοὺς ἐχθροὺς εἰώθαμεν, ἀλλὰ τοῖς ἔργοις, καὶ οὔτε δικαστὴν ποιούμεθά σε περὶ ὧν Ταραντίνοις ἢ Σαυνίταις ἢ τοῖς ἄλλοις πολεμίοις ἐγκαλοῦμεν οὔτ' ἐγγυητὴν λαμβάνομεν ἐκτίσματος οὐδενός, ἀλλὰ τοῖς ἡμῶν αὐτῶν ὅπλοις τὸν ἀγῶνα κρινοῦμεν καὶ τὰς τιμωρίας, ὡς ἂν αὐτοὶ θέλωμεν, ἀναπράξομεν. ταῦτα δὴ προειδὼς ἀνταγωνιστὴν ἡμῖν παρασκεύαζε σαυτόν, ἀλλὰ [4] μὴ δικαστήν. Καὶ περὶ ὧν ἡμᾶς αὐτὸς ἀδικεῖς οὕστινας ἐγγυητὰς ἐκτισμάτων παρέξεις σκόπει· μὴ Ταραντίνους ἀναδέχου μηδὲ τοὺς πολεμίους τὰ δίκαια ὑφέξειν. εἰ δ' ἐκ παντὸς τρόπου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς διέγνωκας, ἴσθι σοι ταὐτὸ συμβησόμενον, ὃ πᾶσι συμβαίνειν ἀνάγκη τοῖς μάχεσθαι βουλομένοις, [5] πρὶν ἐξετάσαι πρὸς οὓς ποιήσονται τὴν μάχην. ταῦτα ἐνθυμούμενος, εἴ τινος δέῃ τῶν ἡμετέρων, ἀποθέμενος τὰς ἀπειλὰς καὶ τὸ βασιλικὸν αὔχημα καταβαλὼν ἴθι πρὸς τὴν βουλὴν καὶ δίδασκε καὶ πεῖθε τοὺς συνέδρους, ὡς οὐδενὸς ἀτυχήσων οὔτε τῶν δικαίων οὔτε τῶν εὐγνωμόνων. Ambr.

[11]

[1]    Λαβίνιος ὁ Ῥωμαίων ὕπατος κατάσκοπον τοῦ Πύρρου συλλαβὼν καθοπλίσας τὴν στρατιὰν πᾶσαν καὶ εἰς τάξιν καταστήσας, ὡς ἐπέδειξε τῷ κατασκόπῳ, φράζειν ἐκέλευσε πρὸς τὸν ἀποστείλαντα πᾶσαν τὴν ἀλήθειαν, καὶ πρὸς οἷς ἐθεάσατο λέγειν, ὅτι Λαβίνιος ὁ Ῥωμαίων ὕπατος αὐτὸν παρακαλεῖ μὴ λάθρα πέμπειν ἑτέρους ἔτι τοὺς κατασκεψομένους, ἀλλ' αὐτὸν ἐλθόντα φανερῶς ἰδεῖν τε καὶ μαθεῖν τὴν Ῥωμαίων δύναμιν. Ambr.

[12]   Ἀνήρ τις Ὀβλάκος ὄνομα, Οὐλσίνιος ἐπίκλησιν, τοῦ Φερεντανῶν ἔθνους ἡγεμών, ὁρῶν τὸν Πύρρον οὐ μίαν ἔχοντα στάσιν, ἀλλὰ πᾶσι τοῖς μαχομένοις ὀξέως ἐπιφαινόμενον, προσεῖχεν ἐκείνῳ μόνῳ τὸν νοῦν, καὶ ὅποι παριππεύοι τὸν ἴδιον ἀντιπαρῆγεν [2] ἵππον· καί τις ἰδὼν αὐτὸν τῶν μετὰ τοῦ βασιλέως, Λεοννᾶτος Λεοφάντου Μακεδών, ὑποπτεύει τε καὶ δείξας τῷ Πύρρῳ λέγει· τοῦτον τὸν ἄνδρα φυλάττου, βασιλεῦ· πολεμιστὴς γὰρ ἄκρος καὶ οὐκ ἐφ' ἑνὸς ἑστηκὼς τόπου μάχεται, σὲ δὲ παρατηρεῖ καὶ τέτακεν ἐπὶ [3] σοὶ τὸν νοῦν. Τοῦ δὲ βασιλέως λέγοντος· τί δ' ἄν με δράσειεν εἷς ὢν τοσούτους ἔχοντα περὶ ἐμαυτόν; καί τι καὶ νεανιευομένου περὶ τῆς ἑαυτοῦ ῥώμης, ὡς εἰ καὶ συνέλθοι πρὸς ἕνα μόνος οὐκ ἄπεισιν ὀπίσω χαίρων, λαβὼν ὃν ἀνέμενε καιρὸν ὁ Φερεντανὸς Ὀβλάκος ἐλαύνει σὺν τοῖς περὶ αὐτὸν εἰς μέσην τὴν βασιλικὴν ἴλην· διακόψας δὲ τὸ στίφος τῶν πέριξ ἱππέων ἐπ' αὐτὸν ἐφέρετο τὸν βασιλέα, διαλαβὼν ἀμφοτέραις [4] ταῖς χερσὶ τὸ δόρυ· κατὰ τὸν αὐτὸν δὲ χρόνον ὁ μὲν Λεοννᾶτος, ὁ προειπὼν τῷ Πύρρῳ φυλάττεσθαι τὸν ἄνδρα, μικρὸν ἐκνεύσας εἰς τὰ πλάγια τὸν ἵππον αὐτοῦ παίει τῷ ξυστῷ διὰ τῆς λαγόνος, ὁ δὲ Φερεντανὸς ἤδη καταφερόμενος τὸν τοῦ βασιλέως διὰ τοῦ στήθους ἐλαύνει, καὶ συγκαταπίπτουσι τοῖς ἵπποις [5] ἀμφότεροι. Τὸν μὲν οὖν βασιλέα τῶν σωματοφυλάκων ὁ πιστότατος ἐπὶ τὸν ἴδιον ἵππον ἀναβιβάσας ἐξελαύνει, τὸν δὲ Ὀβλάκον μέχρι πολλοῦ διαγωνισάμενον, ἔπειτα ὑπὸ πλήθους τῶν τραυμάτων καταπονηθέντα, τῶν ἑταίρων τινὲς ἀράμενοι μεγάλου περὶ [6] τὸν νεκρὸν ἀγῶνος γενομένου διακομίζουσιν. ἐκ τότε δὲ ὁ βασιλεύς, ἵνα μὴ διάσημος εἴη τοῖς πολεμίοις, τὴν μὲν ἰδίαν χλαμύδα, ἣν ἐν ταῖς μάχαις εἰώθει φορεῖν, ἁλουργῆ τε οὖσαν καὶ χρυσόπαστον, καὶ τὸν ὁπλισμὸν πολυτελέστερον ὄντα τῶν ἄλλων τῆς τε ὕλης ἕνεκα καὶ τῆς τέχνης, τὸν πιστότατον τῶν ἑταίρων καὶ κατὰ τοὺς ἀγῶνας ἀνδρειότατον Μεγακλῆν ἐκέλευσεν ἐνδῦναι, τὴν δὲ φαιὰν ἐκείνου χλαμύδα καὶ τὸν θώρακα καὶ τὴν ἐπὶ τῇ κεφαλῇ καυσίαν αὐτὸς ἔλαβεν· ὅπερ αἴτιον αὐτῷ τῆς σωτηρίας ἔδοξε γενέσθαι. Ambr.

[13]

[1]    Ὅτι Πύρρου τοῦ Ἠπειρωτῶν βασιλέως ἐπὶ τὴν Ῥώμην στρατιὰν ἐξαγαγόντος ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτ' ἀντιδιαλλαξάμενον ἑτέρων σωμάτων εἴτ' ἀργύριον κατ' ἄνδρα ὁρίσαντα, καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσε, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνιαυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον, τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων [2] ὄντας, πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν. Οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες, ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαὶ καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπ' ἐκείνῳ τὴν προαίρεσιν ἐποίουν, εἴτ' ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους.

[3] Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς·

   Σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατ' ἐμοῦ πόλεμον [4] ἔχητε χρῆσθαι. ἀλλ' εἰ τὰ κράτιστα βουλεύεσθε πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπεισάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς συμμάχους ἀπολάβετε τοὺς ἰδίους προῖκα παρ' ἐμοῦ πολίτας τε καὶ συμμάχους ἅπαντας· ἄλλως δ' οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν προέσθαι. Vrsin.

[14]

[1]    Ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν, ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών· Ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι κἀν τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων δ' ἄπορον καὶ καθ' ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν.

[2] τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν· καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ' ἀνάθημα καὶ κατασκεύασμα [3] λαμπρότατον. μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ' ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί' οὐκ ἐλάττω ......... καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε. ἐμοὶ δ' ἀντὶ τούτων μήτ' ἄδικον μήτ' αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ' ἐξ ὧν αὐτὸς κρείττων [4] ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι. καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς ‹οὐκ› ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτ' εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν. καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ.

[5] πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς †εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν [6] ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις. γενομένης δὲ τῆς εἰρήνης ἴθι μετ' ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν· ἐὰν δὴ συνενέγκωμεν ταῦτ' εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρ' ἀλλήλων ἀποισόμεθα. Vrsin.

[15]

[1]    Παυσαμένου δ' αὐτοῦ μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπε· Περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς ἢ κατὰ τὰς κοινὰς πράξεις ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπ' ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρ' ἑτέρων· οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῆ καὶ φαῦλον οἰκίδιον καὶ οὔτ' ἀπὸ δανεισμάτων οὔτ' ἀπ' ἀνδραπόδων ὁ βίος· φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρ' [2] ἑτέρων. Περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν δι' ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτ' ἀκούσας τινὸς εἴτ' αὐτὸς εἰκάζων. ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδ' ἔστιν, οὐδ' ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτ' ἐν τοῖς [3] κοινοῖς πράγμασιν οὔτ' ἐν τοῖς ἰδίοις. τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ; πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφ' οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν; ὃς ἄρχω τε τὰς μεγίστας ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερός εἰμι τῶν μέγιστα δυναμένων καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, [4] ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς. οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλ' αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα, ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας· ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἐπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι [5] τῶν τιμῶν, ἀλλήλοις ἴσους. ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτ' ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρησα τῆς τύχης, ὅτι οὐχ ὑμῖν ‹ὅμοιον ἐμὲ› ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός; ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστ' ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι [6] καὶ ταμιευομένῳ παρέχειν, τὰ δ' ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον.

[7] ὥστ' οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην ἂν τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν· τῶν δ' ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτ' εὐπορίαν ἔδωκεν. Vrsin.

[16]

[1]    Νὴ Δί', ἀλλ' οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδ' ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι ὁ θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδ' ἄλλα πολλά· ἃ ‹δ'› ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφ' ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα [τὰ] κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δ' ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶν [2] χρημάτων αἰτεῖς πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἐφ' ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς ἢ ἀφ' ὧν αὐτὸς ἐκτησάμην καλῶς [3] πρότερον; παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα δ', ‹ἐπεὶ› ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς ‹καὶ› Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ τετρακόσια τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα.

[4] ἔπειτ' ἐκείνων τῶν δορικτήτων ἐξόν μοι λαβεῖν ὁπόσ' ‹ἂν› ἐβουλόμην οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτῳ συχνοί, δι' οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεὰς καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα; ἐκείνῃ μέν γε τῇ κτήσει καὶ τὸ μεθ' ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς καὶ δικαίως προσῆν· ταύτης δὲ καὶ τοῦτ' ἄπεστι. δανείσματα γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρ' ἑτέρων, βαρύνοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ κοσμήσῃ τις, φιλανθρωπίας [5] καλῶν καὶ δωρεὰς ἢ χάριτας. φέρε, ἐὰν δὴ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθ' ἅπασι Ῥωμαίοις γένηται φανερόν, ἔπειθ' οἱ τὴν ἀνυπεύθυνον ἔχοντες ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς δωροδοκίας, ἁπάντων παρόντων ταῦτα προφερόμενοι. Vrsin. et 308, 11-16 Ambr.

[17]

[1]    Ἐπέμψαμέν σε, ὦ Φαβρίκιε, πρεσβευτὴν σὺν ἑτέροις δυσὶν ὑπατικοῖς ἀνδράσι πρὸς βασιλέα Πύρρον ὑπὲρ αἰχμαλώτων λύσεως διαλεξόμενον· ἥκεις ἀπὸ τῆς πρεσβείας τοὺς μὲν αἰχμαλώτους οὐκ ἄγων οὐδὲ ἄλλο τῇ πόλει φέρων ἀγαθὸν οὐθέν, αὐτὸς δὲ βασιλικὰς δωρεὰς εἰληφὼς μόνος τῶν συναποσταλέντων σοι πρέσβεων, καὶ ἣν ὁ δῆμος ἀπεψηφίσατο ποιήσασθαι ‹εἰρήνην, ταύτην ποιήσας› μόνος, ἐπ' οὐθενὶ [2] τῆς πόλεως ἀγαθῷ· πόθεν γάρ; ἀλλ' ἵνα προδῷς αὐτὴν τῷ βασιλεῖ, καὶ διὰ σοῦ μὲν ἐκεῖνος ἅπασαν Ἰταλίαν ὑφ' αὑτῷ ποιήσηται, δι' ἐκείνου δὲ σὺ τῆς πατρίδος ἀφέλῃ τὴν ἐλευθερίαν. τοῦτο γάρ ἐστιν, ὃ διώκουσιν ἅπαντες οἱ μὴ τὴν ἀληθινήν, ἀλλὰ τὴν προσποιητὸν ἐπιτηδεύσαντες ἀρετήν, ὅταν εἰς ὄγκον [3] καὶ μέγεθος πραγμάτων προέλθωσιν. εἰ δὲ δὴ μὴ τὸ πρεσβύτερον ἔχων ἀξίωμα, μηδὲ παρὰ τῶν πολεμίων τῆς πατρίδος, μηδ' ἐπὶ προδοσίᾳ καὶ τυραννίδι τῶν σεαυτοῦ πολιτῶν ἐδωροδόκεις, ἀλλ' ἰδιώτης ὢν καὶ παρ' ἀνδρὸς συμμάχου καὶ ἐπ' οὐδενὶ κακῷ τῆς πόλεως, ἆρ' οὐ δι' ἐκεῖνα τῆς μεγάλης ἄξιος εἶ ζημίας, ὅτι διαφθείρεις μὲν τοὺς νέους πλούτου καὶ τρυφῆς καὶ πολυτελείας βασιλικῆς ζῆλον εἰς τοὺς βίους εἰσάγων, οἷς πολλῆς δεῖ σωφροσύνης, εἰ μέλλει σωθήσεσθαι [4] τὰ κοινά· καταισχύνεις δὲ τοὺς σεαυτοῦ προγόνους, ὧν οὐθεὶς ἐξέβη τοὺς πατρίους ἐθισμοὺς οὐδ' ἠλλάξατο πλοῦτον αἰσχρὸν ἀντὶ πενίας καλῆς, ἀλλ' ἅπαντες ἐπ' αὐτῆς ἔμειναν τῆς μικρᾶς οὐσίας, ἣν σὺ [5] παραλαβὼν ἐλάττονα ἢ κατὰ σεαυτὸν ἡγήσω· διαφθείρεις δὲ τὴν ἐκ τῶν προτέρων ἐπιτηδευμάτων γενομένην σοι δόξαν, ὡς ἐγκρατὴς καὶ σώφρων καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας κρείττων; ἔπειτα χαιρήσεις κακὸς ἐξ ἀγαθοῦ γενόμενος, ὅτ' ἔδει σε, καὶ εἰ πρότερον πονηρὸς ἦσθα, πεπαῦσθαι; ἢ τῶν καλῶν τινος ἔτι μεθέξεις τῶν ὀφειλομένων τοῖς ἀγαθοῖς, ἀλλ' οὐκ ἄπει μάλιστα μὲν ἐκ τῆς πόλεως, εἰ δὲ μή γ' ἐκ τῆς ἀγορᾶς; Ambr.

[18]

[1]    Ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν; τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ [2] καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, δι' ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ; λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς.

[3] ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον; ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός; ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν; καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον [4] κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν; πῶς δ' ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος; ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθ' ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, ἦ που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθ' ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλ' οὐκ ἐν [5] ἀρετῇ; αὐτῶν δὲ τούτων, ἵνα συγχωρήσῃ τις αὐτὰ πολλῆς εἶναι σπουδῆς ἄξια, τίς γένοιτ' ἂν ἱλαρὰ χρῆσις οὐκ ἔχουσα τὸ βέβαιον; ἐφ' ὑμῖν γάρ ἐστι τοῖς παρέχουσι τὰς ἡδονὰς ταύτας, ὅταν αὐτοὶ θέλητε, πάλιν αὐτὰς ἀφαιρεῖσθαι. ἐῶ γὰρ λέγειν τοὺς φθόνους, τὰς διαβολάς, τὸ μηδένα χρόνον ἄνευ κινδύνου καὶ φόβου ζῆν, τἆλλα πολλά, ὅσα φέρει χαλεπὰ καὶ οὐκ ἄξια γενναίου φρονήματος ὁ παρὰ τοῖς βασιλεῦσι βίος.

[6] μὴ τοσαύτη μανία κατάσχοι Φαβρίκιον, ὥστε τὴν περιβόητον καταλιπόντα Ῥώμην τὸν ἐν Ἠπείρῳ προελέσθαι βίον, καὶ ἐξὸν ἡγεμόνος ἡγεῖσθαι πόλεως ὑφ' ἑνὸς ἀνδρὸς ἄρχεσθαι μηθὲν ἴσον τοῖς ἄλλοις φρονοῦντος καὶ τὰ πρὸς ἡδονὴν ἀκούειν παρὰ πάντων ἐθισθέντος.

[7] ἀλλάξαι μέν γε τὸ φρόνημα καὶ ταπεινὸν ἐμαυτὸν ποιῆσαι βουλόμενος, ἵνα μηδὲν ὑποπτεύῃς ἐξ ἐμοῦ κακόν, οὐκ ἂν δυναίμην· διαμένων δὲ τοιοῦτος, οἷον ἡ φύσις καὶ τὰ ἔθη πεποίηκέ με, βαρὺς φανήσομαί σοι καὶ περισπᾶν δόξω τὴν ἡγεμονίαν εἰς ἐμαυτόν. τὸ δ' ὅλον ἔχω σοι παραινεῖν, μὴ ὅτι Φαβρίκιον, ἀλλὰ μηδ' ἄλλον μηδένα δέχεσθαι τῇ βασιλείᾳ μήτε κρείττονα μήτε ἴσον σεαυτῷ, μηδὲ ὅλως ἄνδρα ἐν ἐλευθέροις ἤθεσι τραφέντα καὶ φρόνημα μεῖζον ἢ κατ' ἰδιώτην [8] ἔχοντα. οὔτε γὰρ ἀσφαλὴς βασιλεῖ σύνοικος ἀνὴρ μεγαλόφρων οὔτε ἡδύς. ἀλλὰ περὶ μὲν τῶν ἰδίων συμφερόντων, ἅ σοι πρακτέον ἐστίν, αὐτὸς διαγνώσῃ, περὶ δὲ τῶν αἰχμαλώτων ἐπιεικές τι βουλευσάμενος ἄφες· ἡμᾶς ἀπιέναι.

   Ὡς δὲ ἐπαύσατο λέγων, ἀγασθεὶς αὐτοῦ τὴν εὐγένειαν τῆς ψυχῆς ὁ βασιλεὺς τῆς δεξιᾶς λαμβάνεται καί φησιν· Οὐκέτι θαυμάζειν ἐπέρχεταί μοι, διὰ τί περιβόητος ἡ πόλις ὑμῶν ἐστι καὶ τοσοῦτον ἡγεμονίας περιβέβληται μέγεθος, τοιούτων ἀνδρῶν οὖσα τροφός· καὶ μάλιστα μὲν οὖν ἐβουλόμην ἂν ἐξ ἀρχῆς μηδεμίαν συμβῆναί μοι πρὸς ὑμᾶς διαφοράν, ἐπεὶ δὲ συνέβη, καὶ θεῶν τις ἐβούλετο πειραθέντας ἡμᾶς τῆς ἀλλήλων δυνάμεως καὶ ἀρετῆς τότε συναγαγεῖν, ἕτοιμός εἰμι διαλύεσθαι, καὶ ἵνα πρῶτος ἄρξω τῶν φιλανθρώπων, ἐφ' ἃ παρακαλεῖτέ με, χαρίζομαι τῇ πόλει τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων. Ambr.

   Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν. Steph. Byz. s. v. Ὠκέανος.