Dionysius Halicarnassensis - Antiquitates Romanae XI

18287 677 3 30 26 0 I a. C. Storiografia Dionysius XI Antiquitates Romanae Jacoby, K., Leipzig, Teubner, 1:1885; 2:1888; 3:1891; 4:1905 Rist. 1967, Stuttgart, Teubner. 34

ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΡΩΜΑΙΚΗΣ ΑΡΧΑΙΟΛΟΓΙΑΣ ΛΟΓΟΣ ΕΝΔΕΚΑΤΟΣ.

[1]   Ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα ‹στάδιον› Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου καταλύουσι Ῥωμαῖοι τὴν τῶν δέκα ἀρχὴν ἔτη τρία τῶν κοινῶν ἐπιμεληθεῖσαν. ὃν δὲ τρόπον ἐπεχείρησαν ἐρριζωμένην ἤδη τὴν δυναστείαν ἐξελεῖν, καὶ τίνων ἀνδρῶν ἡγησαμένων τῆς ἐλευθερίας, καὶ διὰ ποίας αἰτίας καὶ προφάσεις, ἐξ ἀρχῆς ἀναλαβὼν πειράσομαι διελθεῖν ἀναγκαίας ὑπολαμβάνων εἶναι καὶ καλὰς τὰς τοιαύτας μαθήσεις ἅπασι μὲν ὡς εἰπεῖν ἀνθρώποις, μάλιστα δ' ὅσοι περὶ τὴν φιλόσοφον θεωρίαν καὶ περὶ τὰς πολιτικὰς διατρίβουσι πράξεις.

[2] τοῖς τε γὰρ πολλοῖς οὐκ ἀπαρκεῖ τοῦτο μόνον ἐκ τῆς ἱστορίας παραλαβεῖν, ὅτι τὸν Περσικὸν πόλεμον ‑ ἵν' ἐπὶ τούτου ποιήσωμαι τὸν λόγον ‑ ἐνίκησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι δυσὶ ναυμαχίαις καὶ πεζομαχίᾳ μιᾷ καταγωνισάμενοι τὸν βάρβαρον τριακοσίας ἄγοντα μυριάδας αὐτοὶ σὺν τοῖς συμμάχοις οὐ πλείους ὄντες ἕνδεκα μυριάδων, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς αἱ πράξεις ἐγένοντο, βούλονται παρὰ τῆς ἱστορίας μαθεῖν, καὶ τὰς αἰτίας ἀκοῦσαι, δι' ἃς τὰ θαυμαστὰ καὶ παράδοξα ἔργα ἐπετέλεσαν, καὶ τίνες ἦσαν οἱ τῶν στρατοπέδων ἡγεμόνες τῶν τε βαρβαρικῶν καὶ τῶν Ἑλληνικῶν ἱστορῆσαι, καὶ μηδενὸς ὡς εἰπεῖν ἀνήκοοι γενέσθαι [3] τῶν συντελεσθέντων περὶ τοὺς ἀγῶνας. ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα. οὐδέ γ' ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλ' εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, δι' ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς [4] πράγμασι, διδαχθῆναι. τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλ' ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν, τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει· χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου.

[5] ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν. διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας, [6] ὅσα δὴ καὶ λόγου τυχεῖν ἄξια ἡγοῦμαι. ποιήσομαι δὲ τὸν περὶ αὐτῶν λόγον οὐκ ἀπὸ τῶν τελευταίων ἀρξάμενος, ἃ δοκεῖ τοῖς πολλοῖς αἴτια γενέσθαι μόνα τῆς ἐλευθερίας, λέγω δὲ τῶν περὶ τὴν παρθένον ἁμαρτηθέντων Ἀππίῳ διὰ τὸν ἔρωτα· προσθήκη γὰρ αὕτη γε καὶ τελευταία τῆς ὀργῆς τῶν δημοτῶν αἰτία μυρίων ἄλλων προηγησαμένων, ἀλλ' ἀφ' ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι. ταῦτα πρῶτον ἐρῶ καὶ διέξειμι πάσας ἐφεξῆς τὰς ἐν τῇ τότε καταστάσει γενηθείσας παρανομίας.

[2]

[1]    Πρώτη μὲν οὖν ἦν ‹ἡ› δόξασα γενέσθαι τοῦ κατὰ τῆς ὀλιγαρχίας μίσους πρόφασις, ὅτι συνύφηναν τὴν δευτέραν ἀρχὴν τῇ προτέρᾳ δήμου τε ὑπεριδόντες καὶ βουλῆς καταφρονήσαντες· ἔπειθ' ὅτι τοὺς χαριεστάτους Ῥωμαίων, οἷς οὐ κατὰ γνώμην τὰ πραττόμενα ὑπ' αὐτῶν ἦν, οὓς μὲν ἐξήλαυνον ἐκ τῆς πόλεως αἰτίας ἐπιφέροντες ψευδεῖς καὶ δεινάς, οὓς δὲ ἀπεκτίννυσαν, κατηγόρους τε αὐτοῖς ὑποπέμποντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ τὰς δίκας ταύτας αὐτοὶ δικάζοντες· μάλιστα δ' ὅτι τοῖς θρασυτάτοις τῶν νέων, οὓς εἶχον ἕκαστοι περὶ αὑτούς, ἐφῆκαν ἄγειν καὶ φέρειν τὰ τῶν ἐναντιουμένων [2] τῇ πολιτείᾳ. οἱ δ' ὥσπερ ἁλούσης πολέμῳ κατὰ κράτος τῆς πατρίδος οὐ τὰ χρήματα μόνον ἀφῃροῦντο τοὺς νόμῳ κτησαμένους, ἀλλὰ καὶ εἰς τὰς γαμετὰς αὐτῶν τὰς εὐμόρφους παρενόμουν καὶ εἰς θυγατέρας ἐπιγάμους καθύβριζον καὶ πληγὰς τοῖς ἀγανακτοῦσιν ὥσπερ ἀνδραπόδοις ἐδίδοσαν· καὶ παρεσκεύασαν, ὅσοις ἀφόρητα εἶναι τὰ γινόμενα ἐδόκει, καταλιπόντας τὴν πατρίδα γυναιξὶν ὁμοῦ καὶ τέκνοις εἰς τὰς πλησίον ἐξοικίζεσθαι πόλεις, ὑποδεχομένων αὐτοὺς Λατίνων μὲν διὰ τὸ †ἀσθενές, Ἑρνίκων δὲ διὰ τὴν ἔναγχος γενομένην αὐτοῖς ὑπὸ Ῥωμαίων ἰσοπολιτείαν. ὥσθ', ὅπερ εἰκὸς ἦν, τελευτῶντες αὐτοὶ κατελείφθησαν οἱ φιλοτύραννοι, καὶ οἷς μηδεμία τῶν [3] κοινῶν φροντὶς ἦν. οὔτε γὰρ οἵ γε πατρίκιοι διέμενον ἐν τῇ πόλει θωπεύειν μὲν οὐκ ἀξιοῦντες τοὺς ἡγεμόνας, ἐναντιοῦσθαι δὲ τοῖς πραττομένοις ἀδυνατοῦντες, οὔθ' οἱ καταγραφέντες εἰς τὸ βουλευτικὸν συνέδριον, οὓς ἐπάναγκες ἔδει παρεῖναι ταῖς ἀρχαῖς, ἀλλὰ καὶ τούτων οἱ πλείους ἀνασκευασάμενοι πανοικεσίᾳ καὶ τὰς οἰκίας ἐρήμους ἀφέντες ἐν τοῖς ἀγροῖς διέτριβον.

[4] τοῖς δὲ ὀλιγαρχικοῖς καθ' ἡδονὴν αἱ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἐγίνοντο φυγαὶ πολλῶν μὲν καὶ ἄλλων ἕνεκα, μάλιστα δὲ ὅτι τοῖς ἀκολάστοις τῶν νέων πολὺ τὸ αὔθαδες προσεγίνετο μηδ' ὄψει δυναμένοις ἰδεῖν, οὓς ἔμελλον ἀσελγές τι πράττοντες αἰσχύνεσθαι.

[3]

[1]    Ἐρημουμένης δὲ τοῦ κρείττονος ἔθνους τῆς πόλεως καὶ τὸ ἐλεύθερον ἅπαν ἀπολωλεκυίας ἀφορμὴν κρατίστην ὑπολαβόντες ἐκεῖνοι οἱ πολέμῳ κρατηθέντες ὑπ' αὐτῆς τάς τε ὕβρεις ἃς ὑβρίσθησαν ἀποτίσασθαι καὶ τὰ ἀπολωλότα ἀναλαβεῖν, ὡς νοσούσης διὰ τὴν ὀλιγαρχίαν τῆς πόλεως καὶ οὔτε συστῆναι οὔθ' ὁμονοῆσαι οὔτ' ἀντιλαβέσθαι τῶν κοινῶν ἔτι δυνησομένης, παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον ἐλαύνουσιν [2] ἐπ' αὐτὴν στρατεύμασι μεγάλοις. καὶ κατὰ τὸν αὐτὸν χρόνον Σαβῖνοι ἐμβαλόντες εἰς τὴν ὁμοτέρμονα καὶ πολλῆς γενόμενοι λείας ἐγκρατεῖς φόνον τε πολὺν ἐργασάμενοι τοῦ γεωργικοῦ πλήθους ἐν Ἠρήτῳ κατεστρατοπέδευσαν· διέστηκε δ' ἀπὸ τῆς Ῥώμης ἡ πόλις αὕτη τετταράκοντα καὶ ἑκατὸν σταδίους πλησίον οὖσα [3] Τιβέρεως ποταμοῦ. Αἰκανοὶ δ' εἰς τὴν Τυσκλάνων γῆν ἐμβαλόντες ὅμορον οὖσαν σφίσι καὶ πολλὰ δῃώσαντες αὐτῆς ἐν Ἀλγιδῷ πόλει τίθενται τὸν χάρακα. ὡς δ' ἤκουσαν οἱ δέκα τὴν τῶν πολεμίων ἔφοδον, τεταραγμένοι συνεκάλουν τὰς ἑταιρείας, καὶ μετὰ τούτων [4] ὅ τι χρὴ πράττειν ἐσκόπουν. τὸ μὲν οὖν ὑπερόριον ἀποστέλλειν στρατιὰν καὶ μὴ περιμένειν, ἕως ἐπ' αὐτὴν ἔλθωσι τὴν πόλιν αἱ τῶν πολεμίων δυνάμεις, ἅπασιν ἐδόκει· παρεῖχε δ' αὐτοῖς πολλὴν ἀπορίαν, πρῶτον μὲν εἰ πάντας Ῥωμαίους ἐπὶ τὰ ὅπλα κλητέον καὶ τοὺς ἀπεχθομένους τῇ πολιτείᾳ· ἔπειθ' ὁποίαν τινὰ δεήσει τὴν καταγραφὴν τῶν στρατιωτῶν ποιήσασθαι, πότερον αὐθάδη καὶ μισοπόνηρον οἵας ἔθος ἦν ποιεῖσθαι τοῖς τε βασιλεῦσι καὶ τοῖς ὑπάτοις, ἢ φιλάνθρωπον [5] καὶ μέτριον. ἐδόκει τ' αὐτοῖς οὐδ' ἐκεῖνο μικρᾶς εἶναι ζητήσεως ἄξιον, τί τὸ κυρῶσον ἔσται τὴν περὶ τοῦ πολέμου γνώμην καὶ τὴν στρατολογίαν ψηφιούμενον, πότερα τὸ συνέδριον τῆς βουλῆς ἢ τὸ δημοτικὸν πλῆθος ἢ τούτων μὲν οὐδέτερον, ἐπεὶ δι' ὑποψίας ἦν αὐτοῖς ἑκάτερον, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οἱ δέκα. τέλος δ' οὖν πολλὰ βουλευσάμενοι τὴν βουλὴν ἔγνωσαν συγκαλεῖν καὶ ποιεῖν, ὅπως τόν τε πόλεμον αὐτοῖς ἐκείνη ψηφιεῖται καὶ τὴν τοῦ στρατοῦ [6] καταγραφὴν ἐπιτρέψει ποιήσασθαι. εἰ γὰρ ὑπὸ τοῦ συνεδρίου κυρωθείη τούτων ἑκάτερον, πρῶτον μὲν εὐπειθεῖς ἔσεσθαι πάντας ὑπελάμβανον ἄλλως τε καὶ τῆς δημαρχικῆς ἐξουσίας καταλελυμένης, ᾗ μόνῃ κατὰ νόμους ἐξῆν ἐναντιοῦσθαι τοῖς ὑπὸ τῶν δυνατῶν ἐπιταττομένοις· ἔπειτ' αὐτοὶ [εἴ τι] δόξειν ὑπηρετοῦντες τῇ βουλῇ καὶ τὰ κυρωθέντα ὑπ' ἐκείνης πράττοντες κατὰ νόμους ἀνειληφέναι τὴν ἐξουσίαν τοῦ πολέμου.

[4]

[1]    Ταῦτα βουλευσάμενοι καὶ παρασκευάσαντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ συγγενῶν τοὺς ἀγορεύσοντας ἐν τῷ συνεδρίῳ τὰς συμφερούσας αὐτοῖς γνώμας καὶ τοῖς μὴ ταὐτὰ προαιρουμένοις ἐναντιωσομένους προῆλθον εἰς τὴν ἀγορὰν καὶ παραστησάμενοι τὸν κήρυκα τοὺς βουλεύοντας ἐξ ὀνόματος καλεῖν ἐκέλευον.

[2] ὑπήκουε δ' αὐτοῖς τῶν μετρίων οὐδείς. πολλάκις δὲ τοῦ κήρυκος βοῶντος καὶ παριόντος οὐδενὸς εἰ μὴ τῶν κολακευόντων τὴν ὀλιγαρχίαν, ἐν οἷς ἦν τὸ κάκιστον τῆς ὀλιγαρχίας μέρος, οἱ μὲν τότ' ὄντες κατὰ τὴν ἀγορὰν ἐθαύμαζον, εἰ περὶ μηδενὸς πώποτε συγκαλέσαντες τὴν βουλήν, τότε πρῶτον ἔγνωσαν, ὅτι καὶ συνέδριον ἦν τι παρὰ Ῥωμαίοις ἀγαθῶν ἀνδρῶν, οὓς [3] ἔδει περὶ τῶν κοινῶν σκοπεῖν. οἱ δέκα δὲ ταῦθ' ὁρῶντες ἐπεχείρησαν μὲν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς ἄγειν· πυθόμενοι δὲ τὰς πλείους ἐρήμους ἀφειμένας εἰς τὴν ὑστεραίαν ἀνεβάλοντο. ἐν δὲ τῷ μεταξὺ χρόνῳ πέμποντες ἐπὶ τοὺς ἀγροὺς ἐκεῖθεν αὐτοὺς ἐκάλουν. πληρωθέντος δὲ τοῦ συνεδρίου προελθὼν Ἄππιος, ὁ τῆς δεκαδαρχίας ἡγεμών, ἀπήγγειλεν ὅτι διχόθεν ἀπό τε Αἰκανῶν καὶ Σαβίνων ἐπάγεται τῇ Ῥώμῃ πόλεμος· καὶ διεξῆλθε λόγον ἐκ πολλῆς συγκείμενον ἐπιμελείας, οὗ τέλος ἦν ψηφίσασθαι στρατοῦ καταγραφὴν καὶ διὰ τάχους ποιῆσαι τὴν ἔξοδον, ὡς [4] οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ. ταῦτα δὲ αὐτοῦ λέγοντος ἀνίσταται Λεύκιος Οὐαλέριος ἐπωνυμίαν Ποτῖτος, ἀνὴρ μέγα φρονῶν ἐπὶ τοῖς προγόνοις· πατὴρ μὲν γὰρ αὐτῷ Οὐαλέριος ἦν ὁ τὸν Σαβῖνον Ἑρδώνιον ἐκπολιορκήσας κατέχοντα τὸ Καπετώλιον, καὶ τὸ μὲν φρούριον ἀνακτησάμενος, αὐτὸς δ' ἐκ τῆς μάχης ἀποθανών· πάππος δὲ πρὸς πατρὸς Ποπλικόλας ὁ τοὺς βασιλεῖς ἐκβαλὼν καὶ τὴν ἀριστοκρατίαν καταστησάμενος.

[5] παριόντα δ' αὐτὸν ἔτι καταμαθὼν Ἄππιος καὶ καθ' ἑαυτοῦ τι λέξειν ἐλπίσας· Οὐχ οὗτος ὁ τόπος, εἶπεν, ὦ Οὐαλέριε, σός, οὐδὲ προσήκει σοι νῦν λέγειν, ἀλλ' ὅταν οἵδε οἱ πρεσβύτεροι καὶ τιμιώτεροί σου γνώμην ἀγορεύσωσι, τότε καὶ σὺ κληθεὶς ἐρεῖς ὅ τι σοι δοκεῖ· νῦν δὲ σιώπα καὶ κάθησο. Ἀλλ' οὐχ ὑπὲρ τούτων, ἔφησεν ὁ Οὐαλέριος, ἀνέστηκα ἐρῶν, ἀλλ' ὑπὲρ ἄλλων μειζόνων τε καὶ ἀναγκαιοτέρων, ὑπὲρ ὧν [6] οἴομαι δεῖν πρῶτον ἀκοῦσαι τὴν βουλήν. εἴσονται δ' ἐξ ὧν ἂν ἀκούσωσιν οὗτοι, πότερα ταῦτ' ἐστὶν ἀναγκαιότερα τοῖς κοινοῖς, ὑπὲρ ὧν ὑμεῖς αὐτοὺς συγκεκλήκατε, ἢ τὰ ὑπ' ἐμοῦ λεχθησόμενα. ἀλλὰ μή μ' ἀποστέρει λόγου βουλευτὴν ὄντα καὶ Οὐαλέριον καὶ περὶ σωτηρίας τῆς πόλεως λέγειν βουλόμενον. ἐὰν δὲ φυλάττῃς τὴν συνήθη πρὸς ἅπαντας αὐθάδειαν, δημάρχους μὲν ποίους ἐπικαλέσομαι; καταλέλυται γὰρ ἡ τῶν [7] κατισχυομένων πολιτῶν βοήθεια ὑφ' ὑμῶν. καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν [Ποτῖτος] ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι; οὐ μὴν ἀλλ' ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ [καὶ] οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε· μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις. ἀλλ' ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις· εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον.

[5]

[1]    Ὡς δὲ ταῦτ' εἶπεν, ὁ Φάβιος ἐκάθητο ὑπ' αἰσχύνης οὐδὲν ἀποκρινόμενος, Ἄππιος δὲ καὶ οἱ λοιποὶ δέκα πάντες ἀναπηδήσαντες ἐκώλυον αὐτὸν λέγειν. θορύβου δὲ πολλοῦ κατασχόντος τὸ συνέδριον καὶ τῶν μὲν πλείστων ἀγανακτούντων, τῶν δ' ἐκ τῆς ἑταιρείας αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων, ἀνίσταται Μάρκος Ὁράτιος ὁ Βαρβᾶτος ἐπικληθεὶς ἀπόγονος Ὁρατίου τοῦ συνυπατεύσαντος Ποπλίῳ Οὐαλερίῳ Ποπλικόλᾳ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ἀνὴρ καὶ τὰ πολεμικὰ δεινὸς καὶ λέγειν οὐκ ἀδύνατος, Οὐαλερίῳ δ' ἐκ παλαιοῦ φίλος· ὃς οὐκέτι κατασχὼν τὴν χολὴν ἔφησε· [2] Θᾶττόν μ' ἀναγκάσετε, Ἄππιε, τοὺς χαλινοὺς διαρρῆξαι οὐκέτι μετριάζοντες, ἀλλὰ τὸν Ταρκύνιον ἐκεῖνον ἐνδυόμενοι, οἵ γ' οὐδὲ λόγου τυχεῖν ἐᾶτε τοὺς περὶ σωτηρίας τῶν κοινῶν βουλομένους λέγειν. πότερον ὑμῶν ἐξελήλυθεν ἐκ τῆς διανοίας, ὅτι σώζονται μὲν οἱ Οὐαλερίων ἀπόγονοι τῶν ἐξελασάντων τὴν τυραννίδα, λείπεται δὲ διαδοχὴ τῆς Ὁρατίων οἰκίας, οἷς πάτριόν ἐστιν ὁμόσε χωρεῖν τοῖς καταδουλουμένοις τὴν [3] πατρίδα καὶ μετὰ τῶν ἄλλων καὶ μόνοις; ἢ τοσαύτην κατεγνώκατε καὶ ἡμῶν καὶ τῶν ἄλλων Ῥωμαίων ἀνανδρίαν, ὥστ' ἀγαπήσειν ἐάν τις ἐᾷ ζῆν ἡμᾶς ὁπωσδήποτε, ὑπὲρ ἐλευθερίας δὲ καὶ παρρησίας μήτ' ἐρεῖν μήτε πράξειν μηθέν; ἢ μεθύετε τῷ μεγέθει τῆς ἐξουσίας; ὑμεῖς Οὐαλερίου λόγον ἀφελεῖσθε ἢ τῶν ἄλλων τινὸς βουλευτῶν τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες νόμιμον; οὐκ εἰς ἐνιαυτὸν ἀπεδείχθητε τῶν κοινῶν προστάται; οὐ παρῴχηκεν ὁ τῆς ἀρχῆς ὑμῶν χρόνος; οὐκ ἰδιῶται τῷ νόμῳ γεγόνατε; ταῦτ' εἰς τὸν δῆμον [4] βουλεύεσθε ἐξενεγκεῖν. τί γὰρ δὴ καὶ τὸ κωλῦον ἔσται τὸν βουλόμενον ἡμῶν τὴν ἐκκλησίαν συγκαλεῖν, καὶ τὴν ἐξουσίαν ὑμῶν, ἣν παρὰ τοὺς νόμους ἔχετε, κατηγορεῖν; ἀνάδοτε τοῖς πολίταις ψῆφον ὑπὲρ αὐτοῦ τούτου, πότερα δεῖ μένειν τὴν δεκαδαρχίαν ὑμῶν, ἢ τὰς πατρίους πάλιν ἀποδείκνυσθαι ἀρχάς· κἂν τοῦτο μανεὶς ὁ δῆμος ὑπομείνῃ, πάλιν τὴν αὐτὴν κατάστασιν ἔχετε καὶ κωλύετε λέγειν, ὁπόσα βούλεταί τις ὑπὲρ τῆς πατρίδος. ἄξιοι γὰρ ἂν εἴημεν καὶ ταῦτα καὶ ἔτι χείρονα τούτων πάσχειν ἐφ' ὑμῖν γενόμενοι καὶ ῥυπαίνοντες αἰσχρῷ βίῳ τὰς ἑαυτῶν τε καὶ τῶν προγόνων ἀρετάς.

[6]

[1]    Ἔτι δ' αὐτοῦ λέγοντος οἱ δέκα περιίστανται κεκραγότες καὶ τὴν δημαρχικὴν ἐπανασείοντες ἐξουσίαν καὶ ῥίψειν αὐτὸν ἀπειλοῦντες κατὰ τῆς πέτρας, εἰ μὴ σιωπήσει. ἐφ' ᾧ πάντες ἀνέκραγον ὡς καταλυομένης σφῶν τῆς ἐλευθερίας, καὶ μεστὸν ἦν ἀγανακτήσεώς τε [2] καὶ θορύβου τὸ συνέδριον. τοῖς μέντοι δέκα μετέμελεν εὐθέως τῆς τε κωλύσεως τοῦ λέγειν καὶ τῆς ἀπειλῆς, ὡς ἠρεθισμένην εἶδον ἐπὶ τῷ πράγματι τὴν βουλήν· ἔπειτα προσελθὼν ἐξ αὐτῶν Ἄππιος καὶ δεηθεὶς τῶν θορυβούντων βραχὺν ἐπισχεῖν χρόνον, ἐπειδὴ κατέστειλε [3] τὸ ταραττόμενον αὐτῶν· Οὐδένα ὑμῶν, εἶπεν, ἀποστεροῦμεν, ὦ ἄνδρες βουλευταί, λόγου, ὃς ἂν ἐν τῷ προσήκοντι καιρῷ λέγῃ, τοὺς δ' ἐπιπολάζοντας καὶ πρὶν ἢ κληθῆναι προεξανισταμένους εἴργομεν. μηδὲν οὖν ἀγανακτεῖτε, καὶ γὰρ Ὁρατίῳ καὶ Οὐαλερίῳ καὶ παντὶ ἄλλῳ γνώμην ἀγορεύειν ἐν τῷ ἑαυτοῦ τόπῳ κατὰ τὸν ἀρχαῖον ἐθισμὸν καὶ κόσμον ἀποδώσομεν, ἐάν γε περὶ ὧν βουλευσόμενοι συνεληλύθατε, περὶ [4] τούτων λέγωσι καὶ μηδὲν ἔξω· ἐὰν δὲ δημαγωγῶσιν ὑμᾶς καὶ διαστασιάζωσι τὴν πόλιν τὰ μὴ πρὸς τὸ πρᾶγμα δημηγοροῦντες, οὐδὲν τότε· τὴν δ' ἐξουσίαν τοῦ κωλύειν τοὺς ἀκοσμοῦντας, ὦ Μάρκε Ὁράτιε, παρὰ τοῦ δήμου λαβόντες ἔχομεν, ὅτε ἡμῖν καὶ τὴν τῶν ὑπάτων καὶ τὴν τῶν δημάρχων ἀρχὴν ἐψηφίσαντο, καὶ ὁ χρόνος αὐτῆς οὔπω παρελήλυθεν, ὥσπερ σοι [5] δοκεῖ. οὐ γὰρ εἰς ἐνιαυτὸν ἀπεδείχθημεν, οὐδ' εἰς ἄλλον τινὰ χρόνον ὡρισμένον, ἀλλ' ἕως ἂν καταστησώμεθα πᾶσαν τὴν νομοθεσίαν. συντελέσαντες οὖν, ὅσα κατὰ νοῦν ἔχομεν, καὶ κυρώσαντες τοὺς λοιποὺς νόμους, τότ' ἀποθησόμεθα τὴν ἀρχὴν καὶ λόγον τῶν πεπραγμένων τοῖς βουλομένοις ὑμῶν ὑφέξομεν. τέως δ' οὐδὲν ἐλαττώσομεν οὐδὲ τῆς ὑπατικῆς ἐξουσίας οὐδὲ [6] τῆς δημαρχικῆς. περὶ δὲ τοῦ πολέμου, τίνα χρὴ τρόπον ὡς τάχιστα καὶ κάλλιστα τοὺς ἐχθροὺς ἀμύνασθαι, γνώμας ἀξιῶ παριόντας ὑμᾶς λέγειν, πρώτους μέν, ὥσπερ ἐστὶ σύνηθες καὶ πρέπον ὑμῖν, τοὺς πρεσβυτέρους, ἔπειτα τοὺς μέσους, τελευταίους δὲ τοὺς νεωτάτους.

[7]

[1]    Ταῦτ' εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον. ὁ δ' ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν· Ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς. ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις [2] ἔσται κρατίστη μαθήσεσθε. ἐκεῖνοι τοίνυν ἀκούσαντες, ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες ‑ τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δ' αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν ‑ ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς· οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας [3] ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν. ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν· ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τ' ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε [4] πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν. ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλ' ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δ' ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι.

[8]

[1]    Ταῦτ' ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν. ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπ' αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθ' ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ, [2] μᾶλλον δ' εὖ οἶδα συμβησόμενα. ἐὰν δὲ τὰ πρῶτα καὶ τἀναγκαιότατα καταστησώμεθα ‑ ταῦτα δ' ἐστὶν ἥ τ' εὐκοσμία τοῦ πλήθους καὶ τὸ πᾶσι ταὐτὰ συμφέροντα φαίνεσθαι ‑ ἐξελάσαντες μὲν ἐκ τῆς πόλεως τὴν νῦν ἐπιχωριάζουσαν ὕβριν καὶ πλεονεξίαν, ἀποδόντες δὲ τὸ ἀρχαῖον σχῆμα τῇ πολιτείᾳ, πτήξαντες οἱ νῦν θρασεῖς καὶ τὰ ὅπλα ῥίψαντες ἐκ τῶν χειρῶν ἥξουσιν ὡς ἡμᾶς οὐκ εἰς μακράν, τάς τε βλάβας †... θούμενοι καὶ περὶ διαλλαγῶν διαλεξόμενοι, ὑπάρξει τε ἡμῖν ὃ πάντες ἂν εὔξαιντο οἱ νοῦν ἔχοντες, χωρὶς ὅπλων διαπεπολεμηκέναι τὸν πρὸς αὐτοὺς πόλεμον.

[3] ταῦτα δὴ λογισαμένους ἡμᾶς οἴομαι δεῖν τὴν μὲν ὑπὲρ τοῦ πολέμου βουλήν, ἐπειδὴ ταραχωδῶς ἡμῖν ἔχει τὰ ἐντὸς τείχους, ἐᾶσαι κατὰ τὸ παρόν, ὑπὲρ ὁμονοίας δὲ καὶ κόσμου πολιτικοῦ προθεῖναι τῷ βουλομένῳ λέγειν. οὐ γὰρ ἐξεγένετο ἡμῖν, πρὶν εἰς τοῦτο καταστῆσαι τὸν πόλεμον, ὑπὸ τῆσδε τῆς ἀρχῆς κληθεῖσι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων εἴ τι μὴ καλῶς εἶχε [4] τῶν γιγνομένων διαγνῶναι. πολλῆς γὰρ ἂν ἐπιτιμήσεως ἄξιος ἦν, εἴ τις ἐκεῖνον ἀφεὶς τὸν καιρὸν ἐν τούτῳ λέγειν ὑπὲρ αὐτῶν ἠξίου· οὐδ' ἂν ἔχοι τις εἰπεῖν βεβαίως, ὅτι τοῦτον ὑπερβαλόμενοι τὸν καιρὸν ὡς οὐκ ἐπιτήδειον ἑτέρου δυνησόμεθα τυχεῖν ἐπιτηδειοτέρου. εἰ γὰρ ἐκ τῶν γεγονότων τὰ μέλλοντα ἔσεσθαι βούλεταί τις εἰκάζειν, πολὺς ὁ μετὰ τοῦτον ἔσται χρόνος, ἐν ᾧ περὶ οὐδενὸς τῶν κοινῶν συνελευσόμεθα βουλευσόμενοι.

[9]

[1]    Ἀξιῶ δ' ὑμᾶς, Ἄππιε, τοὺς προεστηκότας τῆς πόλεως καὶ τὸ κοινὸν ἀπὸ τῶν συμφερόντων οὐχὶ τὸ ὑμῖν αὐτοῖς ἰδίᾳ λυσιτελοῦν ὀφείλοντας σκοπεῖν, ἐάν τι τῶν ἀληθῶν μετὰ παρρησίας, ἀλλὰ μὴ καθ' ἡδονὰς τὰς ὑμετέρας λέγω, μή μοι διὰ τοῦτ' ἀπεχθάνεσθαι ἐνθυμουμένους, ὅτι οὐκ ἐπὶ λοιδορίᾳ καὶ προπηλακισμῷ τῆς ἀρχῆς ὑμῶν ποιήσομαι τοὺς λόγους, ἀλλ' ἵνα δείξας, ἐν οἵῳ κλύδωνι τὰ πράγματα σαλεύει τῆς πόλεως, τὴν σωτηρίαν καὶ ἐπανόρθωσιν αὐτῶν [2] ἥτις ἔσται φράσω. ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι ... δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δ' ἐμοί. πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν· αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν. ἔπειθ' ὅτι συμβέβηκεν ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπ' αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς [3] ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς. πρὸς δὲ τούτοις ὅτι ‹ταύτην› πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι [δέ μοι ταύτην τοῦ βίου προαίρεσιν] καὶ οὐκ ἂν καταισχύναιμι [4] τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς. περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν γενέσθω τεκμήριον [πάντες οἱ τὰ κοινὰ διοικοῦντες] ὃ μόνον οὐδ' ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δ' εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς· καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατ' ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς.

[5] καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δ' ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος; ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθ' ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ [6] μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν. ἆρ' οὖν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά; ἐγὼ μὲν γὰρ οἴομαι τὰ κακά. καίτοι τίνος ἔλαττον οἴεσθ' εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δ' ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτ' ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς;

[10]

[1]    Βούλεσθε οὖν ἀκοῦσαι, τίνες εἰσὶν αἱ βιαζόμεναι τοὺς ἀνθρώπους καταλιπεῖν αἰτίαι ἱερὰ καὶ τάφους προγόνων καὶ ἐξερημοῦν ἐφέστια καὶ κτήσεις πατέρων καὶ πᾶσαν ἡγεῖσθαι γῆν ἀναγκαιοτέραν τῆς πατρίδος; οὐ γὰρ ἄτερ αἰτίας ταῦθ' οὕτως ἔχει. ἐγὼ δὴ φράσω [2] πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι. κατηγορίαι γίνονται τῆς ἀρχῆς ὑμῶν, Ἄππιε, πολλαὶ καὶ παρὰ πολλῶν· εἰ μὲν ἀληθεῖς ἢ ψευδεῖς οὐδὲν δέομαι ζητεῖν ἐν τῷ παρόντι, γίνονται δ' οὖν ὅμως. οὐδεὶς ‹δ', ὡς› εἰπεῖν, ἔξω τῶν ὑμετέρων ἑταίρων οἰκείως τοῖς παροῦσιν ἔχει πράγμασιν. οἱ μέν γ' ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, οἷς προσῆκεν ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ τὰς ἄλλας καρποῦσθαι τιμάς, ἃς οἱ πατέρες αὐτῶν ἐκαρποῦντο, ἄχθονται τούτων ἀπελαυνόμενοι δι' ὑμᾶς τὰς προγονικὰς [3] ἀξιώσεις ἀπολωλεκότες. οἱ δὲ τὴν διὰ μέσου τάξιν ἔχοντες ἐν τῇ πόλει καὶ τὴν ἀπράγμονα διώκοντες ἡσυχίαν, χρημάτων τ' ἀδίκους ἁρπαγὰς ἐγκαλοῦσιν ὑμῖν καὶ προπηλακισμοὺς εἰς γαμετὰς ὀδύρονται γυναῖκας καὶ παροινίας εἰς θυγατέρας ἐπιγάμους καὶ [4] ἄλλας ὕβρεις πολλὰς καὶ χαλεπάς. τὸ δὲ πενέστατον τοῦ δημοτικοῦ μέρος οὔτ' ἀρχαιρεσιῶν ἔτι κύριον γινόμενον οὔτε ψηφοφοριῶν οὔτ' εἰς ἐκκλησίας καλούμενον οὔτ' ἄλλης πολιτικῆς φιλανθρωπίας μεταλαμβάνον οὐδεμιᾶς, διὰ ταῦτα πάνθ' ὑμᾶς μισεῖ καὶ τυραννίδα καλεῖ τὴν ἀρχήν.

[11]

[1]    Πῶς οὖν ἐπανορθώσετε ταῦτα καὶ παύσεσθε δι' αἰτίας παρὰ τοῖς πολίταις ὄντες; τοῦτο γὰρ ἔσθ' ὑπόλοιπον εἰπεῖν. εἰ προβούλευμα τοῦ συνεδρίου ποιήσαντες ἀποδοίητε τῷ δήμῳ διαγνῶναι, πότερον αὐτῷ δοκεῖ πάλιν ὑπάτους τ' ἀποδεικνύναι καὶ δημάρχους καὶ τὰς ἄλλας ἀρχὰς τὰς πατρίους, ἢ μένειν [2] ἐπὶ τῆς αὐτῆς πολιτείας. ἐάν τε γὰρ ἀγαπῶσι Ῥωμαῖοι πάντες ὀλιγαρχούμενοι καὶ μένειν ὑμᾶς ἐπὶ τῆς αὐτῆς ἐξουσίας ψηφίσωνται, κατὰ νόμον ἕξετε καὶ οὐ βίᾳ τὴν ἀρχήν· ἐάν τε ὑπάτους πάλιν αἱρεῖσθαι βουληθῶσι καὶ τὰς ἄλλας ἀρχὰς ὡς πρότερον, ἀποθήσεσθε νόμῳ τὴν ἐξουσίαν καὶ οὐ δόξετε ἀκόντων ἄρχειν τῶν ἴσων· τοῦτο μὲν γὰρ τυραννικόν, τὸ δὲ παρ' ἑκόντων τὰς [3] ἀρχὰς λαμβάνειν ἀριστοκρατικόν. τοῦ δὲ πολιτεύματος τούτου πρῶτον οἴομαι δεῖν ἄρξαι σὲ καὶ παῦσαι τὴν ὑπὸ σοῦ κατασταθεῖσαν ὀλιγαρχίαν, Ἄππιε, λυσιτελῆ γέ ποθ' ἡμῖν γενομένην, νῦν δ' ἐπαχθῆ. ἃ δ' ἐκ τοῦ πεισθῆναί μοι καὶ ἀποθέσθαι τὴν ἐπίφθονον ἐξουσίαν [4] ταύτην κερδανεῖς, ἄκουσον. ἐὰν μὲν ὅλον ὑμῶν τὸ ἀρχεῖον ἐπὶ τῆς αὐτῆς γένηται προαιρέσεως, διὰ σὲ πάντες ὑπολήψονται τὸν ἄρξαντα καὶ τούτους γεγενῆσθαι χρηστούς· ἐὰν δ' οὗτοι φιλοχωρῶσιν ἐπὶ τῇ παρανόμῳ δυναστείᾳ, σοὶ μὲν ἅπαντες εἴσονται τὴν χάριν, ὅτι μόνος ἐβουλήθης δίκαια ποιεῖν, τοὺς δὲ μὴ θέλοντας σὺν αἰσχύνῃ καὶ μεγάλῃ βλάβῃ παύσουσι [5] τῆς ἀρχῆς. ὁμολογίας δὲ καὶ πίστεις ἀπορρήτους εἴ τινας ἀλλήλοις δεδώκατε θεοὺς ἐγγυητὰς ποιησάμενοι ‑ τάχα γάρ τι καὶ τοιοῦτον ὑμῖν πέπρακται ‑ φυλαττομένας ἀνοσίους εἶναι νόμιζε ὡς κατὰ πολιτῶν καὶ πατρίδος, καταλυομένας δ' εὐσεβεῖς. θεοὶ γὰρ ἐπὶ καλαῖς καὶ δικαίαις παραλαμβάνεσθαι φιλοῦσιν ὁμολογίαις, οὐκ ἐπ' αἰσχραῖς καὶ ἀδίκοις.

[12]

[1]    Εἰ δὲ διὰ φόβον ἐχθρῶν ὀκνεῖς ἀποθέσθαι τὴν ἀρχήν, μή σοι κίνδυνοί τινες ἐξ αὐτῶν ἐπαχθῶσι, καὶ δίκας ἀναγκασθῇς ὑπέχειν τῶν πεπραγμένων, οὐκ ὀρθῶς δέδοικας. οὐ γὰρ οὕτω μικρόθυμος οὐδ' ἀχάριστος ἔσται ὁ Ῥωμαίων δῆμος, ὥστε τῶν μὲν ἁμαρτημάτων σου μεμνῆσθαι, τῶν δ' εὐεργεσιῶν ἐπιλελῆσθαι, ἀλλ' ἀντιπαρεξετάζων τὰ νῦν ἀγαθὰ τοῖς πάλαι κακοῖς ἐκεῖνα μὲν ἡγήσεται συγγνώμης ἄξια, ταῦτα δ' ἐπαίνων.

[2] ὑπάρξει δέ σοι καὶ τῶν πρὸ τῆς ὀλιγαρχίας ἔργων πολλῶν καὶ καλῶν ὄντων ὑπομιμνήσκειν τὸν δῆμον, καὶ τὴν ὑπὲρ ἐκείνων χάριν εἰς βοήθειαν καὶ σωτηρίαν ἀπαιτεῖν, ἀπολογίαις τε χρῆσθαι πρὸς τὰ κατηγορήματα πολλαῖς· τοῦτο μέν, ὡς οὐκ αὐτὸς ἥμαρτες, ἀλλὰ τῶν ἄλλων τις ἀγνοοῦντός σου· τοῦτο δ', ὡς οὐχ ἱκανὸς ἦσθα τὸν πράττοντα κωλύειν ἰσότιμον ὄντα· τοῦτο δ', ὡς ἑτέρου τινὸς ἔργου χρησίμου χάριν [3] ἠναγκάσθης ἀβούλητόν τι ὑπομεῖναι. πολὺς γὰρ ἂν εἴη ὁ λόγος, εἰ πάσας ἐξαριθμεῖσθαι βουλοίμην τὰς ἀπολογίας. καὶ οἷς μηδὲν ἀπολόγημα ὑπάρχει μήτε δίκαιον μήτ' ἐπιεικές, ὁμολογοῦντες καὶ παραιτούμενοι πραΰνουσι τὰς τῶν ἠδικημένων ὀργάς, οἱ μὲν εἰς ἄνοιαν ἡλικίας καταφεύγοντες, οἱ δ' εἰς πονηρῶν ἀνθρώπων ὁμιλίας, οἱ δ' εἰς μέγεθος ἀρχῆς, οἱ δ' εἰς τὴν ἅπαντας πλανῶσαν τοὺς ἀνθρωπίνους λογισμοὺς [4] τύχην. ἐγώ σοι τῆς ἀρχῆς ἀποστάντι ὑπισχνοῦμαι πάντων ἀμνηστίαν ὑπάρξειν τῶν ἡμαρτημένων καὶ διαλλαγὰς πρὸς τὸν δῆμον ὡς ἐν κακοῖς εὐπρεπεῖς.

[13]

[1]    Ἀλλὰ δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ τοῦ μὴ παραχωρεῖν τῆς ἀρχῆς ‑ μυρίοις γοῦν ὑπῆρξε τυραννίδας ἀποθεμένοις μηδὲν δεινὸν ὑπὸ τῶν πολιτῶν παθεῖν ‑ , αἱ δ' ἀληθεῖς ὦσιν αἰτίαι φιλοτιμία κενὴ τὴν εἰκόνα [τοῦ καλοῦ] τῆς δόξης διώκουσα καὶ πόθος ἡδονῶν ὀλεθρίων, ἃς [2] οἱ τυραννικοὶ φέρουσι βίοι. εἰ δὲ βούλει μὴ τὰ εἴδωλα καὶ τὰς σκιὰς τῶν τιμῶν καὶ τῶν εὐημεριῶν διώκειν, ἀλλ' αὐτὰς καρποῦσθαι τὰς ἀληθεῖς τιμάς, ἀπόδος τὴν ἀριστοκρατίαν τῇ πατρίδι καὶ τιμὰς λάμβανε παρὰ τῶν ἴσων καὶ ζήλου τύγχανε παρὰ τῶν ἐπιγιγνομένων καὶ κλέος ἀθάνατον ἀντὶ τοῦ θνητοῦ σώματος κατάλιπε τοῖς ἐγγόνοις. αὗται γάρ εἰσι βέβαιοι καὶ ἀληθεῖς τιμαὶ καὶ ἀναφαίρετοι χαριέστατοί [3] τε καὶ ἀμεταμέλητοι. τρέφε τὴν ψυχὴν ἐπὶ τοῖς ἀγαθοῖς τῆς πατρίδος ἡδόμενος, ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι δυναστείαν βαρεῖαν αὐτῆς ἀφελόμενος. ποίησαι δὲ τούτων παραδείγματα τοὺς προγόνους ἐνθυμηθείς, ὅτι τῶν ἀνδρῶν ἐκείνων οὐδεὶς ἐπεθύμησεν ἐξουσίας δεσποτικῆς οὐδὲ ταῖς ἐπονειδίστοις τοῦ σώματος ἐδούλευσεν ἡδοναῖς. τοιγάρτοι καὶ ζῶσιν αὐτοῖς ὑπῆρχε τιμᾶσθαι καὶ τελευτήσασιν ὑπὸ τῶν [4] ἐπιγινομένων ἐπαινεῖσθαι. μαρτυρεῖται γάρ τοι παρὰ πάντων αὐτοῖς, ὅτι τῆς ἀριστοκρατίας, ἣν ἐκβαλοῦσα τοὺς βασιλεῖς ἡμῶν ἡ πόλις κατεστήσατο, βεβαιότατοι φύλακες ἐγένοντο. καὶ μηδὲν τῶν σεαυτοῦ λαμπροτάτων λόγων τε καὶ πράξεων ἐπιλανθάνου. καλαὶ γὰρ αἱ πρῶταί σου τῶν πολιτικῶν ἔργων ὑποθέσεις ἐγένοντο καὶ μεγάλας ἐπέθρεψαν ἡμῖν ἀρετῆς ἐλπίδας, αἷς ἀκολούθως καὶ τὰ λοιπὰ πράττειν σ' ἅπαντες [5] ἀξιοῦμεν. ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλ' ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, δι' οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ. οὐ γὰρ ἔχει λόγον, ὑφ' ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν.

[14]

[1]    Ταῦτά σοι πολλάκις ἐβουλήθην ὑποθέσθαι μόνῳ μόνος εἰς λόγους παραγενόμενος καὶ τὰ μὲν ὡς ἀγνοοῦντα διδάξαι, τὰ δ' ὡς ἁμαρτάνοντα νουθετῆσαι· καὶ παρεγενόμην εἰς τὴν οἰκίαν οὐχ ἅπαξ, ἀπήλασαν δέ με οἱ σοὶ παῖδες ἀπὸ τῶν οἰκείων οὐ σχολὴν ἄγειν σε λέγοντες, ἀλλ' ἕτερά τινα πράττειν ἀναγκαιότερα, εἰ δή τί σοι τῆς πρὸς τὸ γένος εὐσεβείας ἀναγκαιότερον [2] ἦν. τάχα δ' οὐχ ὑπὸ σοῦ κελευσθέντες οἱ παῖδες, ἀλλ' ἐφ' ἑαυτῶν γνόντες διέκλεισάν με τῆς εἰσόδου, καὶ βουλοίμην οὕτως τἀληθὲς ἔχειν. τὸ πρᾶγμα δή με ἠνάγκασε τοῦτο διαλεχθῆναι ‹ἐν› τῷ συνεδρίῳ πρὸς σὲ περὶ ὧν ἐβουλόμην, ἐπειδὴ μόνῳ πρὸς μόνον οὐκ ἐξεγένετο. καιρὸν δ' ἔχει πάντη λέγεσθαι τὰ καλὰ καὶ συμφέροντα παρ' ἀνθρώποις μᾶλλον, Ἄππιε, ἢ [3] μηδαμῇ. ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δ' ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδ' ἵνα τῶν ἴσων τε καὶ κρειττόνων ἄρχῃς ὑπὸ τῶν ἡττόνων τε [4] καὶ κακιόνων ἄρχεσθαι. πολλὰ καὶ περὶ πολλῶν ἔτι σοι λέγειν βουλόμενος ὀκνῶ. εἰ μὲν γὰρ ἐπὶ τὰ κρείττω βουλεύματα ὁ θεὸς ἄγει σε, καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηκα, εἰ δ' ἐπὶ τὰ χείρω, διακενῆς καὶ τὰ λοιπὰ ἐρῶ. ἔχετε, ὦ βουλή, καὶ ὑμεῖς οἱ προεστηκότες τῆς πόλεως, τὴν ἐμὴν γνώμην καὶ περὶ τοῦ πολέμου τῆς καταλύσεως καὶ περὶ τῶν ἐν τῇ πόλει θορύβων τῆς ἐπανορθώσεως. εἰ δέ τις ἕτερα τούτων κρείττω ἐρεῖ, τὰ βέλτιστα νικάτω.

[15]

[1]    Τοιαῦτ' εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν· ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος· Ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ, [2] συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος. τῷ Ἀππίῳ δ' εἴ τι βούλει παραινεῖν ἢ λοιδορεῖσθαι ‑ τοῦτο γὰρ ἀληθέστερον ‑ ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ. νῦν δ' ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν.

[3] Μετὰ τοῦτον ἀνίσταται πάλιν ὁ Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν· Ἄππιος μὲν οὐδ' ἀποκρίσεως ἄξιον ἡγεῖταί με, ‹ὦ› βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν· ἀλλ' ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον [ὥσπερ] ἐφ' ἑαυτῷ ποιεῖ. εἰ δὲ χρὴ [4] τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι. οὐκέτι γὰρ ‹ἂν› αὐτὸν ὀρθοῖς ὄμμασι δυναίμην ὁρᾶν ἀνάξιον γεγονότα τῶν προγόνων καὶ τυραννικὴν ἐζηλωκότα παρανομίαν, ἀλλ' ἀνασκευασάμενος ἅπαντα τὰ ἐμὰ καὶ τοὺς ἐμοὺς εἰς Σαβίνους ἄπειμι, πόλιν οἰκήσων Ῥήγιλλον, ἐξ ἧς τὸ γένος ἡμῶν ἐστι, καὶ μενῶ τὸν λοιπὸν ἐκεῖ χρόνον, ἕως ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν. ἐπειδὰν δ' οἷα μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηται ‑ γενήσεται δ' οὐκ εἰς μακράν ‑ [5] τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί. Ταῦτ' εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.

[16]

[1]    Ἐφ' ᾧ διαταραχθέντες οἱ περὶ τὸν Ἄππιον ἐβουλεύσαντο μηκέτι καθ' ἡλικίαν καὶ βουλῆς ἀξίωσιν συμβούλους καλεῖν, ἀλλὰ κατ' οἰκειότητα καὶ τὴν πρὸς αὐτοὺς ἑταιρίαν. καὶ παρελθὼν Μάρκος Κορνήλιος ἀνίστησι Λεύκιον Κορνήλιον τὸν ἀδελφόν, ὃς Κοίντῳ Φαβίῳ Οὐιβουλανῷ συνυπάτευσε τὸ τρίτον ὑπατεύοντι, δραστήριον ἄνδρα καὶ πολιτικοὺς διεξελθεῖν λόγους [2] οὐκ ἀδύνατον. οὗτος ἀναστὰς ἔλεξε τοιάδε· Θαυμαστὸν μὲν ἦν καὶ τοῦτ', ὦ βουλή, εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν, οἱ πρὸ ἐμοῦ γνώμην ἀποφηνάμενοι καὶ πρωτεύειν ἀξιοῦντες τῶν συνέδρων, τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν ἀδιάλλακτον πρὸς τοὺς προεστηκότας τῆς πόλεως, οὓς ἐχρῆν†οἷόν τε δεῖ φυλάττειν, καὶ τοῖς νέοις παραινεῖν ἀπὸ τοῦ κρατίστου ποιεῖσθαι τοὺς ὑπὲρ τῶν καλῶν ἀγῶνας, καὶ μὴ πολεμίους, ἀλλὰ φίλους ἡγεῖσθαι τοὺς [3] περὶ τῶν κοινῶν ἀγαθῶν ἀντιπάλους. πολλῷ δ' ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων. ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν [4] οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν. οὗτοι γὰρ ἀγανακτοῦντες, ὅτι μετιόντας αὐτοὺς τὴν τῶν δέκα ἀρχήν, ἧς αὐτοὶ νῦν κατηγοροῦσιν, ἐνίκησαν ἐν ἀρχαιρεσίαις ἐπιτηδειότεροι φανέντες, ἀεὶ πολεμοῦσιν αὐτοῖς πόλεμον ἀδιάλλακτον, καὶ εἰς τοῦθ' ἥκουσιν εὐηθείας, μᾶλλον δὲ μανίας, ὥσθ', ἵνα τούτους διαβάλλωσι πρὸς [5] ὑμᾶς, ὅλην ὑπομένουσιν ἀνατρέψαι τὴν πατρίδα· οἵ γ' ὁρῶντες μὲν ἀνάστατον τὴν χώραν ἡμῶν ὑπὸ τῶν πολεμίων γενομένην, ὁρῶντες δὲ ὅσον οὔπω καὶ ἐπὶ τὴν πόλιν αὐτοὺς ἐλεύσεσθαι ‑ τὸ γὰρ διὰ μέσου χωρίον οὐ πολύ ‑ ἀντὶ τοῦ παρακαλεῖν καὶ παρορμᾶν τοὺς νέους ἐπὶ τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, καὶ αὐτοὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ βοηθεῖν, ὅση γοῦν ἐν τοῖς τηλικούτοις ἐστὶν ἰσχύς, περὶ πολιτείας κόσμου νῦν ἀξιοῦσιν ὑμᾶς σκοπεῖν καὶ νέας ἀρχὰς ἀποδεικνύναι καὶ πάντα μᾶλλον ἢ τοὺς ἐχθροὺς κακῶς ποιεῖν· καὶ οὐδ' αὐτὸ τοῦτο δύνανται συνιδεῖν, ὅτι γνώμας ‹ἀσυμφόρους› εἰσφέρουσι, μᾶλλον δ' εὐχὰς ἀδυνάτους ἔχουσιν.

[17]

[1]    Σκοπεῖτε γὰρ οὑτωσί· προβούλευμα γενήσεται τῆς βουλῆς ὑπὲρ ἀρχαιρεσιῶν, ἔπειτ' ἐξοίσουσιν οἱ δέκα τὰ βουλευθέντα εἰς τὸν δῆμον ὁρίσαντες ἀγορὰν τὴν ἀπὸ ταύτης τρίτην. πῶς γὰρ ‹ἂν› ἀληθῶς γένοιτό τι τῶν ὑπὸ τοῦ δήμου ψηφιζομένων κύριον, ἐὰν μὴ κατὰ νόμους γένηται; ἔπειθ' ὅταν αἱ φυλαὶ διενέγκωσι τὴν ψῆφον, τότε αἱ νέαι παραιτοῦνται τὴν πόλιν ἀρχαὶ [2] καὶ προθήσουσιν ὑμῖν ὑπὲρ πολέμου σκοπεῖν. ἐν δὲ τοῖς μεταξὺ τῶν ἀρχαιρεσιῶν χρόνοις τοσούτοις οὖσιν, ἐὰν ἐπὶ τὴν πόλιν ἡμῶν ἔλθωσιν οἱ πολέμιοι καὶ προσαγάγωσι τοῖς τείχεσι, τί ποιήσομεν, Κλαύδιε; ἐροῦμεν αὐτοῖς νὴ Δία· μείναθ', ἕως ἂν ἀποδείξωμεν ἑτέρας ἀρχάς. Κλαύδιος γὰρ ἡμᾶς ἔπεισε περὶ μηδενὸς ἄλλου πράγματος μήτε προβουλεύειν μήτ' εἰς τὸν δῆμον ἐκφέρειν μήτε δυνάμεις καταγράφειν, ἐὰν μὴ τὰ περὶ [3] τὰς ἀρχὰς καταστήσωμεν ὡς βουλόμεθα. ἄπιτ' οὖν, καὶ ὅταν ἀκούσητε ὑπάτους καὶ τὰς ἄλλας ἀρχὰς ἀποδειχθείσας ὑπὸ τῆς πόλεως καὶ τὰ πρὸς τὸν ἀγῶνα πάντα γεγονότα ἡμῖν εὐτρεπῆ, τόθ' ἥκετε περὶ διαλλαγῶν ποιησόμενοι τοὺς λόγους, ἐπειδὴ κακῶς ἤρξασθε ἡμᾶς ποιεῖν οὐδὲν προπεπονθότες ὑφ' ἡμῶν· καὶ ὅσα ἡμᾶς ἐβλάψατε κατὰ τὰς ἐμβολὰς εἰς χρημάτων λόγον, [4] ἅπαντα ἐκ τοῦ δικαίου διαλύσατε. τὸν δὲ τῶν γεωργῶν ὄλεθρον οὐχ ὑπολογιούμεθα ὑμῖν, οὐδ' εἴ τινα γύναια ἐλεύθερα ὕβρεως καὶ παροινίας ἐπειράθη στρατιωτικῆς οὐδ' ἄλλο τῶν ἀνηκέστων οὐδέν. κἀκεῖνοι ταῦτα προκαλουμένων ἡμῶν μετριάσουσι καὶ συγχωρήσαντες τῇ πόλει νέας ἀρχὰς ἀποδεῖξαι καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπῆ ποιήσασθαι, τότε ἥξουσιν ἱκετηρίας φέροντες ἀντὶ τῶν ὅπλων καὶ παραδιδόντες ἡμῖν ἑαυτούς.

[18]

[1]    Ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δ' ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλ' ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλ' οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι.

[2] οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους; οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν; οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως; οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα; ἀλλ' οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντ' ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, [ὡς] ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι [3] προσελθεῖν; οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνον κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς ἔχοντας αὐτὸν σωφρονεῖν. ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν.

[4] νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπ' ἀμφοτέρους ἐξελευσομένας. ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφ' ὑμῖν γένηται ταῦτ' ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς [5] τὰ πράγματα. Ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετ' ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως· οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δ' ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς. ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων.

[19]

[1]    Ὡς δ' αἱ πλείους γνῶμαι διηγορεύθησαν, καὶ παρὰ πολὺ κρατεῖν ἐδόκουν οἱ τὸν πόλεμον ἐπικυροῦντες τῶν ἑτέρων, τότε Λεύκιον Οὐαλέριον ἐν τοῖς ἐσχάτοις ἐκάλουν, ὃν ἔφην εὐθὺς ἐν ἀρχαῖς βουλόμενόν τι λέγειν κεκωλῦσθαι πρὸς αὐτῶν. ὁ δὲ ἀναστὰς [2] τοιούτους διεξῆλθε λόγους· Τὴν μὲν ἐπιβουλὴν τῶν δέκα ὁρᾶτε, ὦ πατέρες, οἳ κατ' ἀρχάς τ' οὐκ ἐπέτρεψάν μοι λέγειν ὅσα προῃρούμην πρὸς ὑμᾶς, καὶ νῦν ἐν τοῖς ὑστάτοις ἀποδεδώκασι λόγον ἐνθυμηθέντες, ὅπερ εἰκός, ὅτι τῇ τε Κλαυδίου γνώμῃ προσθέμενος οὐδὲν ὠφελήσω τὸ κοινὸν ὀλίγων αὐτῇ συνειρηκότων· ἑτέραν τε γνώμην παρὰ τὰς εἰρημένας αὐτοῖς ἀποφηνάμενος, κἂν τὰ κράτιστα ὑποθῶμαι, διακενῆς [3] ἐρραψῳδηκὼς ἔσομαι. εὐαρίθμητοι γάρ τινές εἰσιν οἱ μετ' ἐμὲ ἀναστησόμενοι, οὓς ἐὰν ἅπαντας ὁμογνώμονας λάβω, τί γενήσεταί μοι πλέον οὐδὲ πολλοστὴν ἕξοντι μοῖραν τῶν Κορνηλίῳ συναγορευόντων; οὐ μὴν ἐγὼ ταῦθ' ὑφορώμενος ὀκνήσω τὴν ἐμαυτοῦ γνώμην εἰπεῖν. ὅταν γὰρ ἀκούσητε πάντων, ἐφ' ὑμῖν [4] ἔσται τὰ κράτιστα ἑλέσθαι. περὶ μὲν οὖν τῆς δεκαδαρχίας, ὃν τρόπον ἐπιμελεῖται τῶν κοινῶν, ὅσα Κλαύδιος ὁ βέλτιστος εἶπε, καὶ ἐμοὶ νομίσατε εἰρῆσθαι, καὶ ὅτι δεῖ νέας ἀρχὰς ἀποδειχθῆναι, πρὶν ἢ τὸ περὶ τοῦ πολέμου γενέσθαι ψήφισμα· καὶ γὰρ ταῦτα εἴρηται τῷ [5] ἀνδρὶ κατὰ τὸ βέλτιστον. ἐπεὶ δὲ Κορνήλιος εἰς τὸ ἀδύνατον ἀπάγειν ἐπειρᾶτο τὴν γνώμην πολλοὺς τοὺς μεταξὺ χρόνους ἀποφαίνων ταῖς πολιτικαῖς οἰκονομίαις γενησομένους ἐν χερσὶν ὄντος τοῦ πολέμου, καὶ χλευάζειν ἐπεχείρει πράγματα οὐκ ἐπιτήδεια χλευασμῶν, οἷς παρακρουσάμενος ὑμᾶς τοὺς πολλοὺς ᾤχετο φέρων, ἐγὼ καὶ περὶ τοῦ μὴ ἀδύνατον εἶναι τὴν Κλαυδίου γνώμην διαλέξομαι πρὸς ὑμᾶς· ὡς μὲν γὰρ ἀσύμφορος, οὐδὲ τῶν διασυράντων αὐτὴν οὐδεὶς ἐτόλμησεν εἰπεῖν· καὶ διδάξω, πῶς ἂν ἥ τε χώρα δι' ἀσφαλείας γένοιτο, καὶ δίκην δοῖεν οἱ τολμήσαντες αὐτὴν κακῶς ποιεῖν, καὶ τὴν πάτριον ἀπολάβοιμεν ἀριστοκρατίαν, καὶ ταῦθ' ἅμα γένοιτο συναγωνιζομένων ἁπάντων τῶν ἐν τῇ πόλει καὶ μηδενὸς τἀναντία πράττειν ἀξιοῦντος, σοφίαν οὐδεμίαν ἀποδεικνύμενος ὑμῖν, τὰ δὲ πραχθέντα ὑφ' ὑμῶν αὐτῶν παραδείγματα φέρων. ἔνθα γὰρ ἡ πεῖρα διδάσκει τὸ συμφέρον, τί δεῖ στοχασμῶν ἐκεῖ;

[20]

[1]    Μέμνησθε, ὅτι ἀπὸ τῶν αὐτῶν τούτων ἐθνῶν ὥσπερ νῦν δυνάμεις ἐνέβαλον, αἱ μὲν εἰς τὴν ἡμετέραν γῆν, αἱ δ' εἰς τὴν τῶν συμμάχων ἡμῶν, κατὰ τὸν αὐτὸν ἀμφότεραι χρόνον Γαΐου Ναυτίου καὶ Λευκίου Μινυκίου τὴν ὑπατείαν ἐχόντων, ἔνατον ἢ δέκατον [2] ἔτος οἶμαι τουτί. τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπ' ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δ' ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι· Ναυτίῳ δ' ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδ' οἵῳ τ' εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν. ἦν τ' οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδ' ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ [3] τῶν πολεμίων ἀμφοτέρων. τοιούτων δὴ κινδύνων τὴν πόλιν περιστάντων καὶ οὐδὲ τῶν ἐντὸς τείχους ὁμονοούντων τίνα βοήθειαν εὕρασθε ὑμεῖς περὶ μέσας νύκτας εἰς τὸ βουλευτήριον συνελθόντες; ἥπερ ὤνησεν ὁμολογουμένως πάντα τὰ πράγματα καὶ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα ὤρθωσεν, ἀρχὴν ἀπεδείξατε μίαν αὐτοκράτορα πολέμου καὶ εἰρήνης, ἁπάσας τὰς ἄλλας καταλύσαντες ἀρχάς, καὶ πρὶν ἡμέραν γενέσθαι δικτάτωρ ἀπεδέδεικτο Λεύκιος Κοίντιος ὁ βέλτιστος, [4] οὐδ' ἐν τῇ πόλει τότ' ὤν, ἀλλ' ἐν ἀγρῷ. τὰ μετὰ ταῦτα ἴστε δήπου τοῦ ἀνδρὸς ἔργα, ὅτι καὶ δυνάμεις ἀξιοχρέους παρεσκευάσατο καὶ τὸ κινδυνεῦον στρατόπεδον ἐρρύσατο καὶ τοὺς πολεμίους ἐτιμωρήσατο καὶ τὸν στρατηγὸν αὐτῶν αἰχμάλωτον ἔλαβε· καὶ ταῦτα ἐν ἡμέραις τεσσαρεσκαίδεκα μόναις ἅπαντα διαπραξάμενος καὶ εἴ τι ἄλλο σαθρὸν ἦν τῆς πολιτείας ἐπανορθωσάμενος ἀπέθετο τὰς ῥάβδους· καὶ τὸ κωλῦον οὐδὲν ἐγένετο νέαν ἀρχὴν ἐν ἡμέρᾳ κυρωθῆναι μιᾷ βουλομένων [5] ὑμῶν. τοῦτο δὴ τὸ παράδειγμα μιμησαμένους ἡμᾶς οἴομαι δεῖν, ἐπειδὴ οὐδὲν ἄλλο ποιεῖν δυνάμεθα, δικτάτορα ἑλέσθαι, πρὶν ἐντεῦθεν ἐξελθεῖν· ἐὰν γὰρ ὑπερβαλώμεθα τοῦτον τὸν καιρόν, οὐκέτι συνάξουσιν ἡμᾶς οἱ δέκα βουλευσομένους ὑπὲρ οὐδενός· ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν· ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτ' ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος, [6] καὶ τὰς ῥάβδους αὐτῶν ὁ νόμος ἀφῄρηται. ταῦτ' ἔστιν ἃ παραινῶ πράττειν, ὦ πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά. ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν. ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθ' ἡμῶν αὐτοῖς χρήσωνται. οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, ἦ που γε τὰ ὅπλα ἀποθήσονται; λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε. κρείττων γὰρ ἡ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν.

[21]

[1]    Ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετ' ἐκεῖνον ἀνισταμένων ‑ ἦν δ' αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ λειπόμενον ‑ ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς [2] προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν· Κορνήλιος δ' ὁ συμβουλεύων τοῖς δέκα τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου κατὰ τὸ καρτερὸν ἀπεμάχετο κεκρίσθαι τὸ πρᾶγμα ἤδη λέγων καὶ τέλος ἔχειν νόμιμον ἁπάντων ἐψηφικότων, ἠξίου τε διαριθμεῖν τὰς [3] γνώμας καὶ μηδὲν ἔτι καινουργεῖν. τούτων δὲ λεγομένων ὑφ' ἑκατέρου μετὰ πολλῆς φιλοτιμίας τε καὶ κραυγῆς, καὶ τοῦ συνεδρίου διαστάντος πρὸς ἑκάτερον, τῶν μὲν ἐπανορθώσασθαι τὴν ἀκοσμίαν τοῦ πολιτεύματος βουλομένων τῷ Οὐαλερίῳ συλλαμβανόντων, τῶν δὲ τὰ χείρω προαιρουμένων καὶ ὅσοις κίνδυνός τις ὑπωπτεύετο ἐκ τῆς μεταβολῆς ἔσεσθαι τῷ Κορνηλίῳ συναγορευόντων· λαβόντες ἀφορμὴν οἱ δέκα τοῦ πράττειν ὅ τι δόξειεν αὐτοῖς τὴν τοῦ συνεδρίου ταραχήν, τῇ Κορνηλίου προστίθενται γνώμῃ. καὶ παρελθὼν [4] εἷς ἐξ αὐτῶν, Ἄππιος, ἔφη· Περὶ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου συνεκαλέσαμεν ὑμᾶς, ὦ βουλή, διαγνωσομένους, καὶ λόγον ἀπεδώκαμεν ἅπασι τοῖς βουλομένοις ἀπὸ τῶν πρώτων ἄχρι τῶν νεωτάτων ἐν τῷ προσήκοντι καλοῦντες ἕκαστον τόπῳ. τριῶν δ' ἀποδειξαμένων γνώμας διαφόρους, Κλαυδίου τε καὶ Κορνηλίου καὶ Οὐαλερίου τελευταίου, διέγνωτε περὶ αὐτῶν ὑμεῖς οἱ λοιποί, καὶ παριὼν ἕκαστος ἀπεφήνατο [5] πάντων ἀκουόντων, ᾗ προσετίθετο γνώμῃ. ἁπάντων δὴ γεγονότων κατὰ νόμον, ἐπειδὴ τοῖς πλείοσιν ὑμῶν Κορνήλιος ἐδόκει τὰ κράτιστα ὑποθέσθαι, τοῦτον ἀπεφηνάμεθα νικᾶν καὶ τὴν ἀποδειχθεῖσαν ὑπὸ τούτου γνώμην γράψαντες ἐκφέρομεν. Οὐαλέριος δὲ καὶ οἱ μετ' αὐτοῦ ἑστῶτες ὅταν αὐτοὶ τύχωσιν ἐξουσίας ὑπατικῆς, δίκας τ' ἤδη τέλος ἐχούσας ἀναδίκους ποιείτωσαν, ἐὰν αὐτοῖς φίλον ᾖ, καὶ βουλεύματα διεγνωσμένα [6] ὑπὸ πάντων ὑμῶν ἄκυρα καθιστάτωσαν. Ταῦτ' εἰπὼν καὶ τὸν γραμματέα κελεύσας ἀναγνῶναι τὸ προβούλευμα, ἐν ᾧ τὴν καταγραφὴν τοῦ στρατοῦ καὶ τὴν ἡγεμονίαν τοῦ πολέμου τοὺς δέκα παραλαβεῖν ἐτέτακτο, διέλυσε τὸν σύλλογον.

[22]

[1]    Μετὰ τοῦθ' οἱ μὲν τῆς ὀλιγαρχικῆς ἑταιρίας σοβαροὶ καὶ θρασεῖς περιῄεσαν ὡς δὴ κρείττους τῶν ἑτέρων γεγονότες καὶ διαπεπραγμένοι μηκέτι καταλυθῆναι σφῶν τὴν δυναστείαν, ἐπειδὰν ἅπαξ ὅπλων καὶ [2] στρατιᾶς γένωνται κύριοι· οἱ δὲ τὰ βέλτιστα τῷ κοινῷ φρονοῦντες ἀνιαρῶς διακείμενοι καὶ περιφόβως ‹ὡς› οὐδενὸς τῶν κοινῶν ἔτι γενησόμενοι κύριοι καὶ διέστησαν εἰς μέρη πολλά, τῶν μὲν ἀγεννεστέρων τὰς φύσεις ἅπαντα συγχωρεῖν τοῖς κρατοῦσιν ἀναγκαζομένων καὶ κατανέμειν ἑαυτοὺς εἰς τὰς ὀλιγαρχικὰς ἑταιρίας, τῶν δ' ἧττον ψοφοδεῶν ἀφισταμένων τῆς ὑπὲρ τῶν κοινῶν φροντίδος καὶ τὸν ἀπράγμονα βίον μεθαρμοττομένων· ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων καὶ συμφρονούντων ἐπὶ φυλακῇ τε ἀλλήλων καὶ μεταστάσει [3] τῆς πολιτείας. τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτ' ἐκ τοῦ βιαίου παθεῖν μηθὲν [4] μήτ' ἐκ τοῦ δολίου. ὅσοις δ' οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδ' ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τ' ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν. ἡγεμὼν δὲ τούτων ἀνὴρ ‹ἦν› ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτ' αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ [5] ἔπεισεν. ἠκολούθει δ' αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος, πολὺς δὲ πελατῶν. τούτου δ' ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατ' ὀλίγους, ἀλλ' ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον. οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τ' ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα ‑ δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν ‑ ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δ' αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δ' ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰ [6] τοῦ δήμου πριαμένοις ἐχαρίσαντο. ταῦτα ‹δὴ› τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς. εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον· ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων, [7] δι' ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς· οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο· αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτ' ἐπὶ στρατοπέδου μετριάζοντες οὔτ' ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους [8] διὰ τὸν πόλεμον. τὰ δ' ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ δι' ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου ‑ τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν ‑ τοιάδε ἦν.

[23]

[1]    Ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν· ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος. τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶ [2] Κόιντος Ποιτέλιος καὶ Μάνιος Ῥαβολήιος. πέντε δὲ τὰ λοιπὰ τάγματα παραλαβόντες Μάρκος τε Κορνήλιος καὶ Λεύκιος Μηνύκιος καὶ Μάρκος Σέργιος καὶ Τίτος Ἀντώνιος καὶ τελευταῖος Καίσων Δουέλλιος ἐπὶ τὸν πρὸς Αἰκανοὺς πόλεμον ἀφίκοντο· συνεστρατεύετο δ' αὐτοῖς Λατίνων τε καὶ ἄλλων συμμάχων ἐπικουρικὸν οὐκ ἔλαττον τοῦ πολιτικοῦ πλήθους. ἀλλ' οὐδὲν αὐτοῖς ἐχώρει κατὰ νοῦν τοσαύτην μὲν οἰκείαν δύναμιν [3] ἐπαγομένοις, τοσαύτην δὲ συμμαχίαν. οἱ γὰρ πολέμιοι καταφρονήσαντες αὐτῶν, ὅτι νεοσύλλεκτοι ἦσαν οἱ στρατευόμενοι, πλησίον ἀντεστρατοπεδεύσαντο καὶ τάς τ' ἀγορὰς ἀγομένας ἀφῃροῦντο λοχῶντες τὰς ὁδοὺς καὶ ἐπὶ προνομὰς ἐξιοῦσιν ἐπετίθεντο, καὶ εἴ ποτε ἱππεῖς εἰς χεῖρας ἔλθοιεν ἱππεῦσι καὶ πεζοὶ πεζοῖς πρὸς φάλαγγα μαχόμενοι πανταχῇ πλέον ἔχοντες ἀπῄεσαν, ἐθελοκακούντων οὐκ ὀλίγων ἐν ταῖς συμπλοκαῖς καὶ οὔτε τοῖς ἡγεμόσι πειθομένων οὔτε ὁμόσε χωρεῖν [4] τοῖς πολεμίοις βουλομένων. οἱ μὲν οὖν ἐπὶ Σαβίνους στρατεύσαντες ἐν τοῖς ἐλάττοσι κακοῖς σωφρονισθέντες ἑκόντες ἔγνωσαν ἐκλιπεῖν τὸν χάρακα· καὶ περὶ μέσας νύκτας ἀναστήσαντες τὸν στρατὸν ἀπῆγον ἐκ τῆς πολεμίας εἰς τὴν ἑαυτῶν φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν, ἕως ἐπὶ πόλιν Κρουστομέρειαν, ἥ ἐστιν οὐ πρόσω τῆς Ῥώμης, ἀφίκοντο. οἱ δ' ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας θέμενοι τὴν παρεμβολὴν πολλὰς καὶ αὐτοὶ λαμβάνοντες ὑπὸ τῶν πολεμίων πληγὰς καὶ παρὰ τὰ δεινὰ μένειν ἀξιοῦντες ὡς ἐπανορθωσόμενοι τὰς [5] ἐλαττώσεις οἴκτιστα πράγματα ἔπαθον. ὠσάμενοι γὰρ ἐπ' αὐτοὺς οἱ πολέμιοι καὶ τοὺς ὑποστάντας τοῦ χάρακος καταβαλόντες ἐπέβησαν τῶν ἐρυμάτων· καὶ καταλαβόμενοι τὸ στρατόπεδον ὀλίγους μέν τινας ἀμυνομένους ἀπέκτειναν, τοὺς δὲ πλείους ἐν τῷ διωγμῷ διέφθειραν. οἱ δὲ διασωθέντες ἐκ τῆς φυγῆς τραυματίαι τε οἱ πλείους καὶ τὰ ὅπλα μικροῦ δεῖν πάντες ἀπολωλεκότες εἰς πόλιν Τύσκλον ἀφικνοῦντο· σκηνὰς δ' αὐτῶν καὶ ὑποζύγια καὶ χρήματα καὶ θεράποντας καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν οἱ πολέμιοι [6] διήρπασαν. ὡς δ' ἀπηγγέλη ταῦτα τοῖς κατὰ τὴν πόλιν, ὅσοιπερ ἦσαν ἐχθροὶ τῆς ὀλιγαρχίας καὶ οἱ τέως ἀποκρυπτόμενοι τὸ μῖσος, φανεροὺς ἐποίουν αὑτοὺς τότε χαίροντες ἐπὶ ταῖς κακοπραγίαις τῶν στρατηγῶν· καὶ ἦν ἤδη καρτερὰ χεὶρ περὶ τὸν Ὁράτιόν τε καὶ τὸν Οὐαλέριον, οὓς ἔφην ἡγεμόνας εἶναι τῶν ἀριστοκρατικῶν ἑταιρειῶν.

[24]

[1]    Οἱ δὲ περὶ τὸν Ἄππιον τοῖς μὲν ἐπὶ στρατοπέδου συνάρχουσιν ὅπλα τε καὶ χρήματα καὶ σῖτον καὶ τἆλλα ὧν ἐδέοντο ἐπεχορήγουν τά τε δημόσια καὶ ἰδιωτικὰ ἐκ πολλῆς ὑπεροψίας λαμβάνοντες, καὶ ἀντὶ τῶν ἀπολωλότων ἀνδρῶν στρατολογήσαντες ἐξ ἁπάσης φυλῆς τοὺς ὅπλα φέρειν δυναμένους ἀπέστειλαν, ὥστ' ἐκπληρωθῆναι τοὺς λόχους· τῶν τε κατὰ ‹τὴν› πόλιν ἐπιμελῆ φυλακὴν ἐποιοῦντο φρουραῖς τοὺς ἐπικαιροτάτους καταλαμβανόμενοι τόπους, μή τι λάθωσι παρακινήσαντες οἱ μετὰ τοῦ Οὐαλερίου συνεστῶτες.

[2] ἐπέσκηπτόν τε δι' ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν, τοὺς μὲν ἐπιφανεῖς ἀδήλως, ὧν δ' ἐλάττων ὁ λόγος ἦν καὶ ἀπὸ τοῦ φανεροῦ, προφάσεις ἀεί τινας ἐπιφέροντας, ἵνα δικαίως δόξωσιν ἀποθανεῖν. καὶ ἐγίνετο ταῦτα· οἱ μὲν γὰρ ἐπὶ προνομὰς ἀποστελλόμενοι ὑπ' αὐτῶν, οἱ δ' ἀγορὰν παραπέμψαι κομιζομένην, οἱ δ' ἄλλας τινὰς ἐπιτελέσασθαι πολεμικὰς χρείας, ἔξω [3] γενόμενοι τοῦ χάρακος οὐδαμοῦ ἔτι ὤφθησαν. οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο. ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων.

[25]

[1]    Πολλὰ δὲ τοιαῦτα καὶ κατὰ τὴν πόλιν ὑπὸ τῶν περὶ τὸν Ἄππιον ἐγίνετο. τῶν μὲν οὖν ἄλλων καίτοι συχνῶν ἀναιρουμένων ἐλάττων τοῖς πλήθεσι λόγος ἦν, ἑνὸς δ' ἀνδρὸς ἐπιφανεστάτου τῶν δημοτικῶν καὶ πλείστας ἀρετὰς ἐν τοῖς κατὰ πόλεμον ἔργοις ἀποδειξαμένου θάνατος ὠμὸς καὶ ἀνόσιος ἐπιτελεσθεὶς ἐν θατέρῳ τῶν στρατοπέδων, ἔνθα οἱ τρεῖς ἡγεμόνες ἦσαν, ἅπαντας ἑτοίμους ἐποίησε πρὸς τὴν ἀπόστασιν [2] τοὺς ἐκεῖ. ἦν δ' ὁ φονευθεὶς Σίκκιος, ὁ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ ἐξ ἁπασῶν ἀριστεῖα λαβών, ὃν ἔφην ἀπολελυμένον ἤδη στρατείας διὰ τὸν χρόνον ἑκούσιον τοῦ πρὸς Αἰκανοὺς συνάρασθαι πολέμου, σπεῖραν ἀνδρῶν ὀκτακοσίων ἐκπεπληρωκότων ἤδη τὰς κατὰ νόμον στρατείας εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐπαγόμενον· μεθ' ὧν ἀποσταλεὶς ὑπὸ θατέρου τῶν ὑπάτων ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων εἰς πρόδηλον ὄλεθρον, ὡς πᾶσιν ἐδόκει, τοῦ τε χάρακος ἐκράτησε καὶ τῆς ὁλοσχεροῦς νίκης αἴτιος ἐγένετο τοῖς ὑπάτοις.

[3] τοῦτον δὴ τὸν ἄνδρα πολλοὺς ἐν τῇ πόλει διεξιόντα λόγους κατὰ τῶν ἐπὶ στρατοπέδου στρατηγῶν, ὡς ἀνάνδρων τε καὶ ἀπείρων πολέμου, ἐκποδῶν ποιῆσαι σπεύδοντες οἱ περὶ τὸν Ἄππιον εἰς ὁμιλίας προὐκαλοῦντο φιλανθρώπους καὶ συνδιαπορεῖν σφίσιν ἠξίουν ὑπὲρ τῶν ἐπὶ στρατοπέδου, καὶ πῶς ‹ἂν› ἐπανορθωθείη τὰ τῶν στρατηγῶν ἁμαρτήματα λέγειν παρεκάλουν, καὶ τελευτῶντες ἔπεισαν ἐξελθεῖν ἐπὶ τὸν ἐν Κρουστομερείᾳ χάρακα αὐτὸν ἐξουσίαν ἔχοντα πρεσβευτικήν. ἔστι δὲ πάντων ἱερώτατόν τε καὶ τιμιώτατον ὁ πρεσβευτὴς παρὰ Ῥωμαίοις ἐξουσίαν μὲν ἄρχοντος ἔχων καὶ δύναμιν, ἀσυλίαν δὲ καὶ σεβασμὸν [4] ἱερέως. ὡς δ' ἀφίκετο, φιλοφρονουμένων αὐτὸν ἐκεῖ τῶν ἡγεμόνων καὶ δεομένων συστρατηγεῖν μένοντα, καί τινας καὶ δωρεὰς τὰς μὲν διδόντων ἤδη, τὰς δ' ὑπισχνουμένων, ἐξαπατηθεὶς ὑπ' ἀνθρώπων πονηρῶν καὶ τῇ γοητείᾳ τῶν λόγων οὐ συνειδὼς ὡς ἐξ ἐπιβουλῆς ἐγίνετο, στρατιωτικὸς ἀνὴρ καὶ τὸν τρόπον ἁπλοῦς τά τ' ἄλλα ἐπείθετο αὐτοῖς, ὅσα συμφέρειν ὑπελάμβανε, καὶ πρῶτον ἁπάντων παρῄνει μετάγειν τὴν παρεμβολὴν εἰς τὴν πολεμίαν ἐκ τῆς σφετέρας· τάς τε βλάβας διεξιὼν τὰς τότε γινομένας καὶ τὰς ὠφελείας ἐπιλογιζόμενος, ὅσας ἔμελλον ἕξειν μεταστρατοπεδευσάμενοι.

[26]

[1]  Οἱ δ' ἀσμένως δέχεσθαι τὰς παραινέσεις σκηψάμενοι· Τί οὖν, ἔφασαν, οὐκ αὐτὸς ἡγεμὼν γίνῃ τῆς ἀναζεύξεως τόπον ἐπιτήδειον προκατασκεψάμενος; ἐμπειρίαν δ' ἱκανὴν ἔχεις τῶν τόπων διὰ τὰς πολλὰς στρατείας, λόχον δέ σοι δώσομεν ἐπιλέκτων νέων εὐζώνῳ ἐσταλμένων ὁπλίσει· σοὶ δὲ ἵππος τε διὰ τὴν ἡλικίαν παρέστω, καὶ ὁπλισμὸς ὁ τοῖς τηλικούτοις πρέπων.

[2] ὑποδεξαμένου δὲ τοῦ Σικκίου καὶ ψιλοὺς αἰτήσαντος ἑκατὸν ἐπιλέκτους οὐδένα χρόνον ἐπισχόντες ἐκπέμπουσιν αὐτὸν ἔτι νυκτὸς οὔσης καὶ σὺν αὐτῷ τοὺς ἑκατὸν ἄνδρας ἐκ τῶν ἰδίων ἑταίρων τοὺς ἰταμωτάτους ἐπιλεξάμενοι, οἷς ἐπέσκηψαν ἀποκτεῖναι τὸν ἄνδρα μεγάλους μισθοὺς τῆς ἀνδροφονίας ὑποσχόμενοι. ἐπεὶ δὲ πολὺ προελθόντες ἀπὸ τοῦ χάρακος εἰς χωρίον ἦλθον ὀχθηρὸν καὶ στενόπορον καὶ χαλεπὸν ἵππῳ διεξελθεῖν, ὅτι μὴ βάδην ἀνιόντι, διὰ τὴν τραχύτητα τῶν ὄχθων, σύνθημα δόντες ἀλλήλοις στίφος ἐποίουν ὡς ἅμα χωρήσοντες ἐπ' αὐτὸν ἀθρόοι. θεράπων δέ τις ὑπασπιστὴς τοῦ Σικκίου τὰ πολεμικὰ ἀγαθὸς εἰκάσας τὴν διάνοιαν αὐτῶν μηνυτὴς γίνεται τῷ δεσπότῃ.

[3] κἀκεῖνος ὡς ἔγνω κατακλειόμενον αὑτὸν εἰς δυσχωρίας, ἔνθα οὐκ ἦν δυνατὸν ἀνὰ κράτος ἐλάσαι τὸν ἵππον, καθάλλεταί τε καὶ στὰς ἐπὶ τὸν ὄχθον, ἵνα μὴ κυκλωθείη πρὸς αὐτῶν, τὸν ὑπασπιστὴν μόνον ἔχων τοὺς ἐπιόντας ὑπέμεινεν. ὁρμησάντων δὲ ἅμα πάντων πολλῶν ὄντων ἐπ' αὐτὸν ἀποκτείνει μὲν περὶ πεντεκαίδεκα, τραυματίζει δὲ καὶ διπλασίους. ἐδόκει δ' ἂν καὶ τοὺς ἄλλους ἅπαντας διαφθεῖραι μαχόμενος, εἰ συνῄεσαν [4] ὁμόσε. οἱ δ' ἄρα συμφρονήσαντες, ὡς ἄμαχον εἴη χρῆμα, καὶ οὐκ ἂν ἕλοιεν αὐτὸν συστάδην, τῆς μὲν ἐκ χειρὸς ἀπείχοντο μάχης, προσωτέρω δ' ἀποστάντες ἔβαλλον οἱ μὲν σαυνίοις, οἱ δὲ χερμάσιν, οἱ δὲ ξύλοις· τινὲς δ' αὐτῶν προσελθόντες ἐκ τῶν πλαγίων τῷ ὄχθῳ καὶ γενόμενοι κατὰ κεφαλῆς κατεκύλιον ὑπερμεγέθεις ἄνωθεν πέτρας, ἕως ὑπὸ πλήθους τῶν ἐξ ἐναντίας βαλλομένων καὶ βάρους τῶν ἄνωθεν ἐπικαταραττομένων διέφθειραν αὐτόν. Σίκκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν.

[27]

[1]    Οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντες τοὺς τραυματίας καὶ διέσπειραν λόγον, ὡς ἐπιφανεὶς αὐτοῖς πολεμίων λόχος τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺς ἄλλους ἄνδρας, οἷς πρώτοις ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντες μόλις αὐτοὺς ἀποφύγοιεν. καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν. οὐ μὴν ἔλαθέ γ' αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότος καὶ μηδένα μηνυτὴν ἔχοντος ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆς ἅπαντα ἐπισκοπούσης τὰ θνητὰ πράγματα δίκης ἐξηλέγχθησαν [2] τεκμηρίοις ἀναμφισβητήτοις. οἱ γὰρ ἐν τῷ στρατοπέδῳ ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου, διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δ' ὅτι πρεσβύτης ὢν καὶ ὑπὸ τῆς ἡλικίας πολεμικῶν ἀγώνων ἀπολυόμενος εἰς κίνδυνον ἑκούσιον ἔδωκεν αὑτὸν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, ψηφίζονται συνελθόντες εἰς ἓν ἀπὸ τῶν τριῶν ταγμάτων ἐξελθεῖν ἐπὶ τὴν ἀναίρεσιν τοῦ σώματος, ἵνα μετὰ πολλῆς ἀσφαλείας τε καὶ τιμῆς ἐπὶ τὴν παρεμβολὴν παρακομισθείη. συγχωρησάντων δὲ τῶν ἡγεμόνων δι' εὐλάβειαν, μή τινα παράσχοιεν αὐτοῖς ὑποψίαν περὶ τὸ πρᾶγμα ἐπιβουλῆς καλῷ καὶ προσήκοντι ἔργῳ ἐνιστάμενοι, [3] λαβόντες τὰ ὅπλα ἐξῄεσαν. ἐλθόντες δ' ἐπὶ τὸν τόπον ὡς εἶδον οὔτε δρυμοὺς οὔτε φάραγγας οὔτ' ἄλλο χωρίον, ἔνθα ὑποκαθίζειν ἐστὶ λόχους ἔθος, ἀλλὰ ψιλὸν καὶ περιφανῆ καὶ στενόπορον ὄχθον, δι' ὑποψίας ἔλαβον εὐθέως τὸ πραχθέν· ἔπειτα τοῖς νεκροῖς προσελθόντες ὡς ἐθεάσαντο τόν τε Σίκκιον αὐτὸν ἀσκύλευτον ἐρριμμένον καὶ τοὺς ἄλλους ἅπαντας, ἐν θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε [4] ὅπλα περιείλαντο μήτ' ἐσθῆτα περιέδυσαν. διερευνώμενοί τε τὰ πέριξ ἅπαντα ὡς οὔτε στίβον ἵππων οὔτ' ἴχνος ἀνθρώπων οὐδὲν εὕρισκον ἔξω τῶν διὰ τῆς ὁδοῦ, πρᾶγμα ἀμήχανον ὑπελάμβανον εἶναι πολεμίους ἐπιφανῆναι τοῖς σφετέροις ἀφανεῖς, ὥσπερ πτηνούς τινας ἢ διοπετεῖς. ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τὰ ἄλλα μέγιστον αὐτοῖς ἐφάνη τεκμήριον τοῦ μὴ πρὸς ἐχθρῶν, ἀλλ' ὑπὸ φίλων τὸν ἄνδρα ἀπολωλέναι, [5] τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν. οὐ γὰρ ἀκονιτί γ' ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης. ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων. αὐτός τε γὰρ ὁ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δ' ὑπὸ σαυνίων, τὰς δ' ὑπὸ μαχαιρῶν, καὶ ὁ ὑπασπιστής· οἱ δ' ὑπ' ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν ἢ χερμάδων [6] ἢ σαυνίων, βέλους δὲ οὐδεμίαν. ἀγανάκτησις δὴ μετὰ τοῦτ' ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός· ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους· εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι παραχρῆμα. καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες [7] αὐτῶν. ὡς δ' οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τ' ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπ' ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι· πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι. τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν.

[28]

[1]    Τὸ δ' ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας καθιδρυμένον καὶ τὸ ἐν τῇ πόλει πλῆθος ἅπαν διὰ ταύτας ἐξεπολεμώθη τὰς αἰτίας πρὸς αὐτούς. ἀνὴρ ἐκ τῶν δημοτικῶν, Λεύκιος Οὐεργίνιος, οὐδενὸς χείρων τὰ πολεμικά, λόχου τινὸς ἡγεμονίαν ἔχων ἐν τοῖς πέντε τάγμασιν ἐτάχθη τοῖς ἐπ' Αἰκανοὺς στρατευσαμένοις.

[2] τούτῳ θυγάτηρ ἔτυχεν οὖσα καλλίστη τῶν ἐν Ῥώμῃ παρθένων τὸ πατρῷον ὄνομα φέρουσα, ἣν ἐνεγγυήσατο Λεύκιος εἷς ἐκ τῶν δεδημαρχηκότων υἱὸς Ἰκιλίου τοῦ πρώτου τε καταστησαμένου τὴν δημαρχικὴν [3] ἐξουσίαν καὶ πρώτου λαβόντος. ταύτην τὴν κόρην ἐπίγαμον οὖσαν ἤδη θεασάμενος Ἄππιος Κλαύδιος ὁ τῆς δεκαδαρχίας ἡγεμὼν ἀναγινώσκουσαν ἐν γραμματιστοῦ ‑ ἦν δὲ τὰ διδασκαλεῖα τότε τῶν παίδων περὶ τὴν ἀγοράν ‑ εὐθύς τε ὑπὸ τοῦ κάλλους τῆς παιδὸς ἑάλω καὶ ἔτι μᾶλλον ἔξω τῶν φρενῶν ἐγένετο πολλάκις ἀναγκαζόμενος παριέναι τὸ διδασκαλεῖον ἤδη κρατούμενος [4] ὑπὸ τοῦ πάθους. ὡς δ' οὐκ ἠδύνατο πρὸς γάμον αὐτὴν λαβεῖν ἐκείνην τε ὁρῶν ἐγγεγυημένην ἑτέρῳ καὶ αὐτὸς ἔχων γυναῖκα γαμετήν, καὶ ἅμα οὐδ' ἀξιῶν ἐκ δημοτικοῦ γένους ἁρμόσασθαι γάμον, δι' ὑπεροψίαν τῆς τύχης καὶ παρὰ τὸν νόμον, ὃν αὐτὸς ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψε, τὸ μὲν πρῶτον ἐπειράθη διαφθεῖραι χρήμασι τὴν κόρην, καὶ προσέπεμπέ τινας ἀεὶ πρὸς τὰς τροφοὺς αὐτῆς γυναῖκας ‑ ἦν γὰρ ὀρφανὴ μητρὸς ἡ παῖς ‑ διδούς τε πολλὰ καὶ ἔτι πλείονα τῶν διδομένων ὑπισχνούμενος. παρηγγέλλετο δὲ τοῖς πειρωμένοις τὰς τροφοὺς μὴ λέγειν, τίς ὁ τῆς κόρης ἐστὶν ἐρῶν, ἀλλ' ὅτι τῶν δυναμένων [5] τις εὖ ποιεῖν οὓς βουληθείη καὶ κακῶς. ὡς δ' οὐκ ἔπειθον αὐτάς, ἀλλὰ καὶ φυλακῆς ἑώρα τὴν κόρην κρείττονος ἢ πρότερον ἀξιουμένην, φλεγόμενος ὑπὸ τοῦ πάθους τὴν ἰταμωτέραν ἔγνω βαδίζειν ὁδόν. μεταπεμψάμενος δή τινα τῶν ἑαυτοῦ πελατῶν, Μάρκον Κλαύδιον, ἄνδρα τολμηρὸν καὶ πρὸς πᾶσαν ὑπηρεσίαν ἕτοιμον, τό τε πάθος αὐτῷ διηγεῖται καὶ διδάξας, ὅσα ποιεῖν αὐτὸν ἐβούλετο καὶ λέγειν, ἀποστέλλει συχνοὺς [6] τῶν ἀναιδεστάτων ἐπαγόμενον. ὁ δὲ παραγενόμενος ἐπὶ τὸ διδασκαλεῖον ἐπιλαμβάνεται τῆς παρθένου καὶ φανερῶς ἄγειν ἐβούλετο δι' ἀγορᾶς. κραυγῆς δὲ γενομένης καὶ πολλοῦ συνδραμόντος ὄχλου κωλυόμενος ὅποι προῃρεῖτο τὴν κόρην ἄγειν ἐπὶ τὴν ἀρχὴν παραγίνεται. ἐκάθητο δ' ἐπὶ τοῦ βήματος τηνικαῦτα μόνος Ἄππιος χρηματίζων τε καὶ δικάζων τοῖς δεομένοις. βουλομένου δ' αὐτοῦ λέγειν κραυγή τε καὶ ἀγανάκτησις ἦν ἐκ τοῦ περιεστῶτος ὄχλου, πάντων ἀξιούντων περιμένειν, ἕως ἔλθωσιν οἱ συγγενεῖς τῆς κόρης· καὶ ὁ [7] Ἄππιος οὕτως ἐκέλευσε ποιεῖν. ὡς δ' ὀλίγος ὁ μεταξὺ χρόνος ἐγεγόνει, καὶ παρῆν ὁ πρὸς μητρὸς θεῖος τῆς παρθένου Πόπλιος Νομιτώριος φίλους τε πολλοὺς ἐπαγόμενος καὶ συγγενεῖς, ἀνὴρ ἐκ τῶν δημοτικῶν ἐμφανής, καὶ μετ' οὐ πολὺ Λεύκιος, ὁ παρὰ τοῦ πατρὸς ἐνεγγυημένος τὴν κόρην, χεῖρα περὶ αὑτὸν ἔχων νέων δημοτικῶν καρτεράν. ὡς δὲ τῷ βήματι προσῆλθεν, ἀσθμαίνων ἔτι καὶ μετέωρος τὸ πνεῦμα λέγειν ἠξίου, τίς ἐστιν ὁ τολμήσας ἅψασθαι παιδὸς ἀστῆς καὶ τί βουλόμενος.

[29]

[1]    Σιωπῆς δὲ γενομένης Μάρκος Κλαύδιος ὁ τῆς παιδὸς ἐπιλαβόμενος τοιοῦτον διεξῆλθε λόγον· Οὐδὲν οὔτε προπετὲς οὔτε βίαιον πέπρακταί μοι περὶ τὴν κόρην, Ἄππιε Κλαύδιε· κύριος δ' αὐτῆς ὢν κατὰ τοὺς νόμους ἄγω. ὃν δὲ τρόπον ἐστὶν ἐμή, μάθε. [2] ἔστι μοι θεράπαινα πατρικὴ πολλοὺς πάνυ δουλεύουσα χρόνους. ταύτην κύουσαν ἡ Οὐεργινίου γυνὴ συνήθη καὶ εἰσοδίαν οὖσαν ἔπεισεν ἐὰν τέκῃ, δοῦναι τὸ παιδίον αὐτῇ. κἀκείνη φυλάττουσα τὰς ὑποσχέσεις γενομένης αὐτῇ ταύτης ‹τῆς› θυγατρὸς πρὸς μὲν ἡμᾶς ἐσκήψατο νεκρὸν τεκεῖν, τῇ δὲ Νομιτωρίᾳ δίδωσι τὸ παιδίον· ἡ δὲ λαβοῦσα ὑποβάλλεται καὶ τρέφει παίδων οὔτ' ἀρρένων [3] οὔτε θηλειῶν οὖσα μήτηρ. πρότερον οὖν ἐλάνθανέ με ταῦτα, νῦν δὲ διὰ μηνύσεως ἐπιγνοὺς καὶ μάρτυρας ἔχων πολλοὺς καὶ ἀγαθοὺς καὶ τὴν θεράπαιναν ἐξητακὼς ἐπὶ τὸν κοινὸν ἁπάντων καταφεύγω νόμον, ὃς οὐ τῶν ὑποβαλλομένων, ἀλλὰ τῶν μητέρων εἶναι τὰ ἔκγονα δικαιοῖ, ἐλευθέρων μὲν οὐσῶν ἐλεύθερα, δούλων δὲ δοῦλα, τοὺς αὐτοὺς ἔχοντα κυρίους, [4] οὓς ἂν καὶ αἱ μητέρες αὐτῶν ἔχωσι. κατὰ τοῦτον τὸν νόμον ἀξιῶ τὴν θυγατέρα τῆς ἐμῆς θεραπαίνης ἄγειν καὶ δίκας ὑπέχειν βουλόμενος, ἐὰν ἀντιποιῆταί τις ἐγγυητὰς καθιστὰς ἀξιοχρέους ἄξειν αὐτὴν ἐπὶ τὴν δίκην· εἰ δὲ ταχεῖαν βούλεταί τις γενέσθαι ‹τὴν› διάγνωσιν, ἕτοιμος ἐπὶ σοῦ λέγειν τὴν δίκην αὐτίκα μάλα, καὶ μὴ διεγγυᾶν τὸ σῶμα μηδ' ἀναβολὰς τῷ πράγματι προσάγειν· ὁποτέραν δ' ἂν οὗτοι βουληθῶσι τῶν αἱρέσεων, ἑλέσθωσαν.

[30]

[1]    Τοιαῦτ' εἰπόντος Κλαυδίου καὶ πολλὴν προσθέντος δέησιν ὑπὲρ τοῦ μηδὲν ἐλαττωθῆναι τῶν ἀντιδίκων, ὅτι πελάτης ἦν καὶ ταπεινός, παραλαβὼν τὸν λόγον ὁ τῆς κόρης θεῖος ὀλίγα καὶ αὐτὰ τὰ πρὸς τὸν ἄρχοντα εἰρῆσθαι προσήκοντα εἶπε· πατέρα μὲν οὖν εἶναι τῆς κόρης λέγων Οὐεργίνιον ἐκ τῶν δημοτικῶν, ὃν ἀποδημεῖν στρατευόμενον ὑπὲρ τῆς πόλεως· μητέρα δὲ γενέσθαι Νομιτωρίαν τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, σώφρονα καὶ ἀγαθὴν γυναῖκα, ἣν οὐ πολλοῖς πρότερον ἐνιαυτοῖς ἀποθανεῖν· τραφεῖσαν δὲ τὴν παρθένον, ὡς ἐλευθέρᾳ καὶ ἀστῇ προσῆκεν, ἁρμοσθῆναι κατὰ νόμον Ἰκιλίῳ, καὶ τέλος ἂν ἐσχηκέναι τὸν γάμον, [2] εἰ μὴ θᾶττον ὁ πρὸς Αἰκανοὺς ἀνέστη πόλεμος. ἐν δὲ τοῖς μεταξὺ χρόνοις οὐκ ἐλαττόνων ἢ πεντεκαίδεκα διεληλυθότων ἐτῶν οὐδὲν τοιοῦτον ἐπιχειρήσαντα πρὸς αὐτοὺς εἰπεῖν Κλαύδιον, ἐπειδὴ [δὲ] γάμων ἡ παῖς ἔσχεν ὥραν καὶ διαφέρειν δοκεῖ τὴν ὄψιν, ἐρῶντα ἥκειν ἀναίσχυντον συκοφάντημα πλάσαντα, οὐκ ἀπὸ τῆς ἑαυτοῦ γνώμης, ἀλλὰ κατεσκευασμένον ὑπ' ἀνδρὸς ἁπάσαις οἰομένου δεῖν ταῖς ἐπιθυμίαις ἐκ παντὸς τρόπου [3] χαρίζεσθαι. τὴν μὲν οὖν δίκην αὐτὸν ἔφη τὸν πατέρα περὶ τῆς θυγατρὸς ἀπολογήσεσθαι παραγενόμενον ἀπὸ τῆς στρατιᾶς· τὴν δὲ τοῦ σώματος ἀντιποίησιν, ἣν ἔδει γενέσθαι κατὰ τοὺς νόμους, αὐτὸς ποιεῖσθαι θεῖος ὢν τῆς κόρης καὶ τὰ δίκαια ὑπέχειν, οὐδὲν ἀξιῶν οὔτε ξένον οὔτε ὃ μὴ καὶ τοῖς ἄλλοις ἀποδίδοται Ῥωμαίοις δίκαιον, εἰ καὶ μὴ πᾶσιν ἀνθρώποις, σώματος εἰς δουλείαν ἐξ ἐλευθερίας ἀγομένου μὴ τὸν ἀφαιρούμενον τὴν ἐλευθερίαν, ἀλλὰ τὸν φυλάττοντα [4] κύριον εἶναι μέχρι δίκης. ἔφη τε διὰ πολλὰς αἰτίας προσήκειν τῷ Ἀππίῳ φυλάττειν τοῦτο τὸ δίκαιον· πρῶτον μὲν ὅτι τὸν νόμον τοῦτον ἅμα τοῖς ἄλλοις ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψεν· ἔπειθ' ὅτι τῆς δεκαδαρχίας ἡγεμών· πρὸς δὲ τούτοις ὅτι μετὰ τῆς ὑπατικῆς ἐξουσίας καὶ τὴν δημαρχίαν προσειλήφει, ἧς εἶναι κράτιστον ἔργον τοῖς ἀσθενέσι καὶ ἐρήμοις [5] τῶν πολιτῶν βοηθεῖν. ἠξίου τε τὴν καταπεφευγυῖαν ἐπ' αὐτὸν ἐλεῆσαι παρθένον, μητρὸς μὲν ὀρφανὴν οὖσαν ἔτι πάλαι, πατρὸς δ' ἔρημον ἐν τῷ τότε χρόνῳ, κινδυνεύουσαν οὐ χρημάτων ἀποστερηθῆναι προγονικῶν, ἀλλὰ καὶ ἀνδρὸς καὶ πατρίδος καὶ ὃ πάντων μέγιστον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἀγαθῶν, τῆς τοῦ σώματος ἐλευθερίας. ἀνακλαυσάμενος δὲ τὴν ὕβριν, εἰς ἣν ἔμελλεν ἡ παῖς παραδοθήσεσθαι, καὶ πολὺν ἐκ τῶν παρόντων κινήσας ἔλεον περὶ τοῦ χρόνου τῆς [6] δίκης ἔφη τελευτῶν· Ἐπειδὴ ταχεῖαν αὐτῆς βούλεται γενέσθαι τὴν κρίσιν Κλαύδιος, ὁ μηδὲν ἠδικῆσθαι φάμενος ἐν τοῖς πεντεκαίδεκα ἔτεσιν, ἕτερος μὲν ἄν τις ὑπὲρ τηλικούτων ἀγωνιζόμενος δεινὰ πάσχειν ἔλεξε καὶ ἠγανάκτει κατὰ τὸ εἰκός, ὅταν εἰρήνη γένηται καὶ πάντες ἔλθωσιν οἱ νῦν ὄντες ἐπὶ στρατοπέδου, τότε τὴν δίκην ἀξιῶν ἀπολογεῖσθαι, ὅτε καὶ μαρτύρων εὐπορία καὶ φίλων καὶ δικαστῶν ἀμφοτέροις ἔσται τοῖς δικαζομένοις, πολιτικὰ καὶ μέτρια πράγματα προφέρων [7] καὶ τῇ Ῥωμαίων συνήθη πολιτείᾳ· ἡμεῖς δ', ἔφη, λόγων οὐδὲν δεόμεθα οὔτ' εἰρήνης οὔτ' ὄχλου φίλων καὶ δικαστῶν οὔτ' εἰς τοὺς δικασίμους χρόνους τὸ πρᾶγμα ἀναβαλλόμεθα, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν σπάνει φίλων καὶ οὐκ ἐν ἴσοις δικασταῖς καὶ παραχρῆμα ὑπομένομεν ἀπολογεῖσθαι, τοσοῦτον αἰτησάμενοι παρὰ σοῦ χρόνον, Ἄππιε, ὅσος ἱκανὸς ἔσται τῷ πατρὶ τῆς κόρης ἀπὸ στρατοπέδου παραγενηθέντι τὰς ἰδίας ἀποδύρασθαι τύχας, καὶ δι' ἑαυτοῦ τὴν δίκην ἀπολογήσασθαι.

[31]

[1]    Τοιαῦτα τοῦ Νομιτωρίου λέξαντος καὶ τοῦ περιεστηκότος ὄχλου μεγάλῃ βοῇ διασημήναντος, ὡς δίκαια ἀξιοῖ, μικρὸν ἐπισχὼν χρόνον Ἄππιος· Ἐγὼ τὸν μὲν νόμον, εἶπεν, οὐκ ἀγνοῶ τὸν ὑπὲρ τῆς διεγγυήσεως τῶν εἰς δουλείαν ἀγομένων κείμενον, ὃς οὐκ ἐᾷ παρὰ τοῖς ἀφαιρουμένοις εἶναι τὸ σῶμα μέχρι δίκης, οὐδὲ καταλύσαιμι ἂν ὃν αὐτὸς ἔγραψα ἑκών· ἐκεῖνο μέντοι δίκαιον ἡγοῦμαι, δυεῖν ὄντων τῶν ἀντιποιουμένων, κυρίου καὶ πατρός, εἰ μὲν ἀμφότεροι παρῆσαν, τὸν πατέρα κρατεῖν τοῦ σώματος μέχρι δίκης.

[2] ἐπεὶ δ' ἐκεῖνος ἄπεστι, τὸν κύριον ἀπαγαγεῖν ἐγγυητὰς ἀξιοχρέους δόντα καταστήσειν ἐπὶ τὴν ἀρχήν, ὅταν ὁ πατὴρ αὐτῆς παραγένηται. περὶ δὲ τῶν ἐγγυητῶν καὶ τοῦ τιμήματος καὶ τοῦ μηδὲν ὑμᾶς ἐλαττωθῆναι περὶ τὴν δίκην, πολλὴν ποιήσομαι πρόνοιαν, ὦ Νομιτώριε.

[3] νῦν δὲ παράδος τὴν κόρην. Τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα. ὁ δὲ μέλλων ἄγεσθαι τὴν κόρην Ἰκίλιος ἐμφύεταί τε αὐτῆς καί φησιν· Οὐκ [4] ἐμοῦ γε ζῶντος, Ἄππιε, ταύτην ἀπάξεταί τις. ἀλλ' εἴ σοι δέδοκται τοὺς νόμους καταλύειν, τὰ δὲ δίκαια συγχεῖν καὶ τὴν ἐλευθερίαν ἡμῶν ἀφαιρεῖσθαι, μηκέτι τὴν ὀνειδιζομένην ὑμῖν ἀρνοῦ τυραννίδα, ἀλλὰ τὸν ἐμὸν ἀποκόψας τράχηλον ταύτην τε ἀπαγαγεῖν, ὅπου σοι δοκεῖ, καὶ τὰς ἄλλας παρθένους καὶ γυναῖκας, ἵνα δὴ μάθωσιν ἤδη ποτὲ Ῥωμαῖοι δοῦλοι γεγονότες ἀντ' ἐλευθέρων, καὶ μηδὲν ἔτι μεῖζον φρονῶσι τῆς [5] τύχης. τί οὖν ἔτι μέλλεις, ἀλλ' οὐ τοὐμὸν ἐκχεῖς αἷμα πρὸ τοῦ βήματος ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς; ἴσθι μέντοι σαφῶς, ‹ὅτι› ἤτοι μεγάλων κακῶν ἄρξει Ῥωμαίοις ὁ θάνατος οὑμὸς ἢ μεγάλων ἀγαθῶν.

[32]

[1]    Ἔτι δ' αὐτοῦ βουλομένου λέγειν οἱ μὲν ῥαβδοῦχοι κελευσθέντες ὑπὸ τῆς ἐξουσίας ἀνεῖργον αὐτοὺς ἀπὸ τοῦ βήματος καὶ πειθαρχεῖν τοῖς κεκριμένοις ἐκέλευον· ὁ δὲ Κλαύδιος ἐπιλαβόμενος τῆς παιδὸς ἀπάγειν ἐβούλετο τοῦ θείου καὶ τοῦ μνηστῆρος ἀντεχομένην. ἰδόντες δὲ πένθος ἐλεεινὸν οἱ περὶ τὸ βῆμα πάντες ἀνέκραγον ἅμα καὶ παρ' οὐδὲν ἡγησάμενοι τὴν τοῦ κρατοῦντος ἐξουσίαν ὠθοῦνται τοῖς βιαζομένοις ὁμόσε, ὥστε δείσαντα τὴν ἐπιφορὰν αὐτῶν τὸν Κλαύδιον τήν τε κόρην ἀφεῖναι καὶ ὑπὸ [2] τοὺς πόδας τοῦ στρατηγοῦ καταφυγεῖν. ὁ δ' Ἄππιος καταρχὰς μὲν εἰς πολλὴν ταραχὴν κατέστη ἠγριωμένους ἅπαντας ὁρῶν καὶ πολὺν ἠπόρει χρόνον, ὅ τι χρὴ ποιεῖν, ἔπειτα τὸν Κλαύδιον καλέσας ἐπὶ τὸ βῆμα καὶ μικρὰ διαλεχθεὶς πρὸς αὐτὸν ὡς ἐδόκει, τοῖς τε περιεστῶσι διασημήνας ἡσυχίαν παρασχεῖν λέγει τοιάδε· [3] Ἐγὼ τὸ μὲν ἀκριβές, ὦ δημόται, περὶ τῆς διεγγυήσεως τοῦ σώματος, ἐπειδὴ τραχυνομένους ὑμᾶς πρὸς τὴν ἀπόφασιν ὁρῶ, παρίημι· χαρίζεσθαι δ' ὑμῖν βουλόμενος πέπεικα τὸν ἐμαυτοῦ πελάτην ἐᾶσαι μὲν τοῖς συγγενέσι τῆς παρθένου δοῦναι τὴν διεγγύησιν, ἕως ὁ [4] πατὴρ αὐτῆς παραγένηται. ἀπάγεσθε οὖν, ὦ Νομιτώριε, τὴν κόρην, καὶ τὴν ἐγγύην ὁμολογεῖτε περὶ αὐτῆς εἰς τὴν αὔριον ἡμέραν. ἀπόχρη γὰρ ὁ χρόνος ὑμῖν οὗτος ἀπαγγεῖλαί τε Οὐεργινίῳ τήμερον καὶ τριῶν ἢ τεττάρων ὡρῶν αὔριον ἐκ τοῦ χάρακος δεῦρο ἀγαγεῖν. πλείονα δ' αὐτῶν χρόνον αἰτουμένων οὐδὲν ἔτι ἀποκρινάμενος ἀνέστη καὶ τὸν δίφρον ἐκέλευσεν ἆραι.

[33]

[1]    Ὡς δ' ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς ἀδημονῶν καὶ μαινόμενος ὑπὸ τοῦ πάθους, ἔγνω μηκέτι μεθέσθαι τῆς παρθένου τοῖς συγγενέσιν, ἀλλ' ὅταν ἐπὶ τὴν ἐγγύην προαχθῇ, μετὰ βίας αὐτὴν ἀπάγειν, ἑαυτῷ τε πλείονα φυλακὴν περιστησάμενος, ὡς μηδὲν ὑπὸ τῶν ὄχλων βιασθείη, καὶ τὰ πέριξ τοῦ βήματος ἑταίρων τε [2] καὶ πελατῶν ὄχλῳ προκαταλαβών. ἵνα δὲ σὺν εὐσχήμονι δίκης τοῦτο πράττῃ προφάσει, μὴ παραγενηθέντος ἐπὶ τὴν ἐγγύην τοῦ πατρός, ἐπιστολὰς δοὺς τοῖς πιστοτάτοις ἱππεῦσιν ἔπεμψεν ἐπὶ τὸν χάρακα [καὶ] πρὸς Ἀντώνιον τὸν ἡγεμόνα τοῦ τάγματος, ὑφ' οὗ ἦν Οὐεργίνιος, ἀξιῶν αὐτὸν κατέχειν τὸν ἄνδρα ἐν ἐπιμελεῖ φυλακῇ, μὴ λάθῃ πυθόμενος τὰ περὶ τὴν θυγατέρα [3] καὶ διαδρὰς ἐκ τοῦ χάρακος. ἔφθησαν δ' αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ [4] τὰ πεπραγμένα διασαφηνίσαντες. ὁ δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατ' ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως [5] δεδοικώς· ὅπερ καὶ συνέβη. ὅ τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν, ἴλην ἀπέστειλεν ἱππέων ἐπ' αὐτόν, ἔκ τε τῆς πόλεως ἕτεροι πεμφθέντες ἱππεῖς δι' ὅλης νυκτὸς ἐφρούρουν τὴν ἀπὸ στρατοπέδου φέρουσαν ὁδόν. ὡς δὲ ἀπήγγειλεν Ἀππίῳ τις τὸν Οὐεργίνιον ἐληλυθότα παρὰ τὴν ὑπόληψιν, ἔξω τῶν φρενῶν γενόμενος παρῆν μετὰ πολλοῦ στίφους ἐπὶ τὸ βῆμα καὶ προσάγειν ἐκέλευσε [6] τοὺς τῆς κόρης συγγενεῖς. προσελθόντων δ' αὐτῶν ὁ μὲν Κλαύδιος τοὺς αὐτοὺς πάλιν διεξελθὼν λόγους ἠξίου τὸν Ἄππιον γενέσθαι δικαστὴν τοῦ πράγματος μηδεμίαν ἀναβολὴν ποιησάμενον, τόν τε μηνυτὴν παρεῖναι λέγων καὶ τοὺς μάρτυρας καὶ τὴν θεράπαιναν αὐτὴν παραδούς· ἐφ' οἷς ἅπασι πολὺς ὁ προσποιητὸς σχετλιασμὸς ἦν, εἰ μὴ τεύξεται τῶν ἴσων τοῖς ἄλλοις, ὡς πρότερον, ὅτι πελάτης ἦν αὐτοῦ· καὶ παράκλησις, [ἵνα] μὴ τοῖς ἐλεεινότερα λέγουσιν, ἀλλὰ τοῖς δικαιότερα ἀξιοῦσι βοηθεῖν.

[34]

[1]    Ὁ δὲ τῆς κόρης πατὴρ καὶ οἱ λοιποὶ συγγενεῖς ἀπελογοῦντο περὶ τῆς ὑποβολῆς πολλὰ καὶ δίκαια καὶ ἀληθῆ λέγοντες, ὡς οὔτ' αἰτίαν οὐδεμίαν εἶχεν ὑποβολῆς εὔλογον. ἡ Νομιτωρίου μὲν ἀδελφή, Οὐεργινίου δὲ γυνή, παρθένος γαμηθεῖσα νέῳ ἀνδρὶ καὶ οὐ μετὰ πολλοὺς τοῦ γάμου τεκοῦσα χρόνους· οὔτ' εἰ τὰ μάλιστα ἐβούλετο γένος ἀλλότριον εἰς τὸν ἴδιον οἶκον εἰσαγαγεῖν, δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας κατὰ γένος ἢ φιλίαν αὐτῇ προσηκούσης, παρ' ἧς πιστῶς τε ἅμα [2] καὶ βεβαίως ἕξει τὸ ληφθέν. ἐξουσίαν τε ἔχουσαν ὁποῖον ἐβούλετο λαβεῖν, ἄρρεν ‹ἂν› ἑλέσθαι παιδίον μᾶλλον ἢ θῆλυ. τεκοῦσαν μὲν γὰρ ἀνάγκην τῶν τέκνων δεομένην στέργειν καὶ τρέφειν, ὅ τι ἂν ἡ φύσις ἐξενέγκῃ, ὑποβαλλομένην δὲ τὸ κρεῖττον ἀντὶ [3] τοῦ χείρονος εἰκὸς εἶναι λαβεῖν. πρός τε τὸν μηνυτὴν καὶ τοὺς μάρτυρας, οὓς ὁ Κλαύδιος ἔφη πολλοὺς καὶ ἀξιοχρέους παρέξεσθαι, τὸν ἐκ τῶν εἰκότων παρείχοντο λόγον, ὡς οὐκ ἄν ποτε ἡ Νομιτωρία πρᾶγμα σιγῆς δεόμενον καὶ δι' ἑνὸς ὑπηρετηθῆναι προσώπου δυνάμενον, φανερῶς ἔπραττε καὶ μετὰ μαρτύρων ἐλευθέρων, ἵν' ἐκτραφεῖσαν τὴν κόρην ὑπὸ τῶν κυρίων [4] τῆς μητρὸς ἀφαιρεθείη. τόν τε χρόνον οὐ μικρὸν ἔλεγον εἶναι τεκμήριον τοῦ μηδὲν ὑγιὲς λέγειν τὸν κατήγορον· οὔτε γὰρ ἂν τὸν μηνυτὴν οὔτε τοὺς μάρτυρας κατασχεῖν ἐν πεντεκαίδεκα ἔτεσιν ἀπόρρητον [5] ‹τὴν› ὑποβολήν, ἀλλ' ἔτι πρότερον εἰπεῖν. διαβάλλοντες δὲ τὰς τῶν κατηγόρων πίστεις οὔτ' ἀληθεῖς οὔτε πιθανὰς ἀντιπαρεξετάζειν ταύταις ἠξίουν τὰς ἑαυτῶν, πολλὰς καὶ οὐκ ἀσήμους γυναῖκας ὀνομάζοντες, ἃς ἔφασαν εἰδέναι Νομιτωρίαν ἐγκύμονα γενομένην ἐκ τοῦ περὶ τὴν γαστέρα ὄγκου. χωρὶς δὲ τούτων τὰς ἐπὶ τοῦ τόκου καὶ τῆς λοχείας παραγενομένας διὰ τὸ συγγενὲς καὶ τικτόμενον τὸ παιδίον ἰδούσας ἐπεδείκνυντο [6] καὶ ἀνακρίνειν ἠξίουν. ὃ δὲ πάντων τεκμήριον ἦν περιφανέστατον ἔκ τε τῶν ἀνδρῶν πολλῶν καὶ γυναικῶν μαρτυρούμενον οὐ μόνον ἐλευθέρων, ἀλλὰ καὶ δούλων, τοῦτ' ἔλεγον τελευτῶντες, ὅτι τῷ γάλακτι τῆς μητρὸς ἐτράφη τὸ παιδίον· ἀμήχανον δ' εἶναι γάλακτος πληρωθῆναι μαστοὺς γυναικὶ μὴ τεκούσῃ.

[35]

[1]    Ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρεχομένων αὐτῶν ἰσχυρὰ καὶ οὐδένα λόγον ἐναντίον δέξασθαι δυνάμενα καὶ πολὺν ἐν ταῖς συμφοραῖς τῆς κόρης ἔλεον καταχεομένων, οἱ μὲν ἄλλοι πάντες, ὅσοι συνήκουον τῶν λόγων, τῆς τε μορφῆς οἶκτον ἐλάμβανον, [2] ὁπότ' εἰς τὴν παρθένον ἴδοιεν· καὶ γὰρ ἐν ἐσθῆτι οὖσα πιναρᾷ καὶ κατηφὲς ὁρῶσα καὶ τὸ καλὸν τῶν ὀμμάτων ἐκτήκουσα τὰς ἁπάντων ἥρπαζεν ὄψεις, οὕτως ὑπεράνθρωπός τις ὥρα περὶ αὐτὴν καὶ χάρις ἦν· καὶ τὸ τῆς τύχης ἀνεκλαίοντο παράλογον, εἰς οἵας ὕβρεις [3] καὶ προπηλακισμοὺς ἐλεύσοιτο ἐξ οἵων ἀγαθῶν. εἰσῄει τ' αὐτοὺς λογισμός, ὅτι τοῦ περὶ τῆς ἐλευθερίας νόμου καταλυθέντος οὐδὲν ἔσται τὸ κωλῦον καὶ τὰς αὑτῶν γυναῖκας καὶ θυγατέρας τὰ αὐτὰ ἐκείνῃ παθεῖν. ταῦτά τε δὴ καὶ πολλὰ τούτοις ὅμοια ἐπιλογιζόμενοι καὶ πρὸς [4] ἀλλήλους διαλαλοῦντες ἔκλαιον. ὁ δὲ Ἄππιος, οἷα δὴ φύσιν τε οὐ φρενήρης ἀνὴρ καὶ ὑπὸ μεγέθους ἐξουσίας διεφθαρμένος, οἰδῶν τε τὴν ψυχὴν καὶ ζέων τὰ σπλάγχνα διὰ τὸν ἔρωτα τῆς παιδός, οὔτε τοῖς λόγοις τῶν ἀπολογουμένων προσεῖχεν οὔτε τοῖς δάκρυσιν αὐτῆς ἐπεκλᾶτο, τήν τε συμπάθειαν τῶν παρόντων δι' ὀργῆς ἐλάμβανεν, ὡς αὐτὸς δὴ πλείονος ὢν ἄξιος ἐλέου καὶ δεινότερα ὑπὸ τῆς δεδουλωμένης αὐτὸν [5] εὐμορφίας πεπονθώς. διὰ δὴ ταῦτα πάντα οἰστρῶν λόγον τε ὑπέμεινεν εἰπεῖν ἀναίσχυντον, ἐξ οὗ καταφανὴς ἐγένετο τοῖς ὑπονοοῦσιν, ὅτι τὸ συκοφάντημα κατὰ τῆς κόρης αὐτὸς ἔγραψε καὶ ἔργον ἐτόλμησε τυραννικὸν πρᾶξαι καὶ ὠμόν.

[36]

[1]    Ἔτι γὰρ αὐτῶν λεγόντων ἡσυχίαν γενέσθαι κελεύσας, ἐπειδὴ σιωπή τ' ἐγένετο, καὶ πᾶς ὁ κατὰ τὴν ἀγορὰν ὄχλος τὴν ὁρμὴν ἐλάμβανεν ἐπιθυμίᾳ γνώσεως τῶν ὑπ' αὐτοῦ λεχθησομένων προαχθείς, πολλάκις ἐπιστρέψας τὸ πρόσωπον τῇδε καὶ τῇδε καὶ τὰ στίφη τῶν ἑταίρων, οἷς διειλήφει τὴν ἀγοράν, τοῖς [2] ὄμμασι διαριθμησάμενος τοιάδ' εἶπεν· Ἐγὼ δὲ περὶ τοῦδε τοῦ πράγματος, ὦ Οὐεργίνιε, καὶ ὑμεῖς οἱ σὺν τούτῳ παρόντες, οὐ νῦν πρῶτον ἀκήκοα, ἀλλὰ παλαίτερον ἔτι πρὶν ἢ τήνδε τὴν ἀρχὴν παραλαβεῖν. ὃν τρόπον δ' ἔγνων, ἀκούσατε. ὁ πατὴρ ὁ Μάρκου Κλαυδίου τουδὶ τελευτῶν τὸν βίον ἠξίωσέ με τὸν υἱὸν αὐτοῦ [παῖδα] καταλειπόμενον ἐπιτροπεῦσαι· πελάται [3] δ' εἰσὶ τῆς οἰκίας ἡμῶν ἐκ προγόνων. ἐν δὲ τῷ χρόνῳ τῆς ἐπιτροπείας μήνυσις ἐγένετό μοι περὶ τῆς παιδός, ὡς ὑποβάλοιτο αὐτὴν Νομιτωρία λαβοῦσα παρὰ τῆς Κλαυδίου δούλης, καὶ τὸ πρᾶγμα ἐξετάσας ἔμαθον οὕτως ἔχον. ἐφάπτεσθαι μὲν οὖν ἐμαυτοῦ προσῆκέ μοι, βέλτιον δὲ ἡγησάμην τούτῳ τὴν ἐξουσίαν καταλιπεῖν, ὁπότε γένοιτο ἀνήρ, εἴτε βουληθείη τὴν παιδίσκην ἀπάγειν, εἴτε διαλύσασθαι πρὸς τοὺς τρέφοντας [4] αὐτὴν χρηματισθεὶς ἢ χαρισάμενος. ἐν δὲ τοῖς μεταξὺ χρόνοις ἐγὼ μὲν εἰς τὰς πολιτικὰς πράξεις ἐγκυλισθεὶς οὐδὲν ἔτι τῶν Κλαυδίου πραγμάτων εἶχον ἐν φροντίδι. τούτῳ δ', ὡς ἔοικε, τὸν ἴδιον ἐξετάζοντι βίον καὶ περὶ τῆς παιδίσκης ἡ μήνυσις ἀπεδόθη καθάπερ ἐμοὶ πρότερον, καὶ οὐδὲν ἄδικον ἀξιοῖ τὴν ἐκ τῆς [5] ἑαυτοῦ θεραπαίνης γεγονυῖαν ἀπάγειν βουλόμενος. εἰ μὲν οὖν ἀλλήλους ἔπεισαν αὐτοί, καλῶς ἂν εἶχεν· ἐπεὶ δ' εἰς ἀμφισβήτησιν ἦλθε τὸ πρᾶγμα, μαρτυρῶ τ' αὐτῷ ταῦτα καὶ κρίνω εἶναι τοῦτον τῆς παιδίσκης κύριον.

[37]

[1]    Ὡς δὲ ταῦτ' ἤκουσαν, ὅσοι μὲν ἦσαν ἀκέραιοί τε καὶ τῶν τὰ δίκαια λεγόντων παράκλητοι τὰς χεῖρας ἄραντες εἰς τὸν οὐρανὸν ἀνέκραγον ὀδυρμῷ καὶ ἀγανακτήσει μεμιγμένην κραυγήν, οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν. ἠρεθισμένης δὲ τῆς ἀγορᾶς καὶ παντοδαπῶν γεμούσης λόγων τε καὶ παθῶν σιωπὴν γενέσθαι κελεύσας Ἄππιος ἔλεξεν· [2] Εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτ' ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε. μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς [3] πόλεως πράγματα ἐάσειν. γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε· σὺ δ' ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς δι' ἀγορᾶς· [4] οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις. Ὡς δὲ ταῦτ' εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν. ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δ' ἀνδρὶ [5] καὶ μεγαλόφρονι πρέπον. αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπ' ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται, πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον [6] εἰπών· Ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις· ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον. κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, ᾧ προσέφυρεν αὐτὸν ἡ σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ [7] τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν. διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων. ἠκολούθει δ' αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι.

[38]

[1]    Ὁ δὲ Ἄππιος, ὡς τὸ περὶ τὴν κόρην ἐπέγνω πάθος, ἀναπηδᾷ τε ἀπὸ τοῦ δίφρου καὶ διώκειν τὸν Οὐεργίνιον ἐβούλετο πολλὰ καὶ λέγων καὶ πράττων ἄκοσμα. περιστάντων δ' αὐτὸν τῶν φίλων καὶ μηδὲν ἐξαμαρτάνειν ἀξιούντων ἀπῄει πρὸς ἅπαντας [2] ἀγανακτῶν. ἤδη δ' αὐτῷ κατ' οἰκίαν ὄντι προσαγγέλλουσι τῶν ἑταίρων τινές, ὅτι περὶ τὸ πτῶμα τῆς κόρης Ἰκίλιός τε ὁ κηδεστὴς καὶ Νομιτώριος ὁ θεῖος σὺν τοῖς ἄλλοις ἑταίροις τε καὶ συγγενέσιν ἑστῶτες ῥητὰ καὶ ἄρρητα κατ' αὐτοῦ λέγουσι καὶ καλοῦσι τὸν δῆμον [3] ἐπὶ τὴν ἐλευθερίαν. ὁ δ' ὑπ' ὀργῆς ὡς εἶχε πέμπει τῶν ῥαβδούχων τινὰς κελεύσας ἀπάγειν εἰς τὸ δεσμωτήριον τοὺς κεκραγότας καὶ τὸ πτῶμα μεταφέρειν ἐκ τῆς ἀγορᾶς· ἀφρονέστατον πρᾶγμα ποιῶν καὶ τοῖς τότε καιροῖς ἥκιστα ἁρμόττον. δέον γὰρ ἀποθεραπεύειν τὸν ὄχλον ὀργῆς εἰληφότα δικαίαν πρόφασιν, εἴξαντα μὲν ἐν τῷ παραχρῆμα χρόνῳ, ὕστερον δὲ τὰ μὲν ἀπολογούμενον, τὰ δὲ παραιτούμενον, τὰ δ' ἑτέραις τισὶν εὐεργεσίαις ἀναλαβόντα, ἐπὶ τὸ βιαιότερον ἐνεχθεὶς εἰς [4] ἀπόνοιαν αὐτοὺς ἠνάγκασε τραπέσθαι. οὐ γὰρ ἀνέσχοντο τῶν ἐπιβαλλομένων ἕλκειν τὴν νεκρὰν ἢ τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον ἀπάγειν, ἀλλ' ἐμβοήσαντες ἑαυτοῖς σὺν ὠθισμῷ τε καὶ πληγαῖς τῶν βιαζομένων ἐξέβαλον αὐτοὺς ἐκ τῆς ἀγορᾶς. ὥστ' ἠναγκάσθη ἀκούσας ταῦθ' ὁ Ἄππιος ἅμα συχνοῖς ἑταίροις καὶ πελάταις εἰς τὴν ἀγορὰν πορεύεσθαι παίειν κελεύων καὶ ἀνείργειν [5] ἐκποδὼν τοὺς ἐν τοῖς στενωποῖς. πυθόμενοι δὲ τὴν διάνοιαν αὐτοῦ τῆς ἐξόδου Οὐαλέριός τε καὶ Ὁράτιος, οὓς ἔφην ἡγεμονικωτάτους εἶναι τῶν ἀντιποιουμένων τῆς ἐλευθερίας, πολλὴν καὶ ἀγαθὴν νεότητα περὶ αὑτοὺς ἄγοντες ἵστανται πρὸ τοῦ νεκροῦ καὶ ἐπειδὴ πλησίον αὐτῶν οἱ περὶ τὸν Ἄππιον ἐγίνοντο, πρῶτον μὲν εἰς λόγους ἐπαχθεῖς καὶ προπηλακιστὰς κατὰ τῆς ἐξουσίας αὐτῶν ἐχώρουν, ἔπειτα καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις παρείχοντο παίοντές τε καὶ ἀνατρέποντες τοὺς ὁμόσε χωροῦντας.

[39]

[1]    Ὁ δ' Ἄππιος ἀδημονῶν ἐπὶ τῷ παρ' ἐλπίδα τῆς κολάσεως καὶ οὐκ ἔχων, ὅ τι χρήσεται τοῖς ἀνδράσι τὴν ὀλεθριωτάτην ἔγνω βαδίζειν ὁδόν. ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου ἀναβὰς ἐπὶ τοῦ Ἡφαίστου τὸ ἱερὸν ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ κατηγορεῖν ἐπειρᾶτο τῶν ἀνδρῶν παρανομίαν τε καὶ ὕβριν, ἐξουσίᾳ δημαρχικῇ καὶ ἐλπίδι κούφῃ ἐπαιρόμενος, ὅτι συναγανακτήσας ὁ δῆμος αὐτῷ [2] παρήσει ῥῖψαι τοὺς ἄνδρας κατὰ τῆς πέτρας. οἱ δὲ περὶ τὸν Οὐαλέριον ἕτερον τόπον τῆς ἀγορᾶς καταλαβόμενοι καὶ τὸ πτῶμα τῆς παρθένου θέντες, ὅθεν ὑπὸ πάντων ὀφθήσεσθαι ἔμελλεν, ἑτέραν συνῆγον ἐκκλησίαν καὶ πολλὴν ἐποιοῦντο τοῦ τ' Ἀππίου καὶ τῶν [3] ἄλλων ὀλιγαρχῶν κατηγορίαν. ἔμελλέ τε, ὅπερ εἰκὸς ἦν, οὓς μὲν τὸ ἀξίωμα τῶν ἀνδρῶν, οὓς δ' ὁ τῆς κόρης ἔλεος δεινὰ καὶ πέρα δεινῶν διὰ τὸ ἀτυχὲς κάλλος παθούσης, οὓς δ' αὐτὸς ὁ τῆς ἀρχαίας καταστάσεως πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστ' ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλ', εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπ' [4] ἐκείνους. ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστ' ὤνησεν αὐτόν. ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ‹ἂν› αὐτῷ τὰς [5] δίκας. μετὰ τοῦτ' ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατ' ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν. ἔτι δὲ μᾶλλον ἐξηλλοτρίωσαν τὸν πολιτικὸν ὄχλον οἱ τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἷον ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων [6] ὀφθήσεσθαι ἔμελλον. ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα [κόμης] παρθενικά, καί που τινὲς καὶ πλοκάμων ἀποκειράμεναι [7] βοστρύχους. ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως. ἀλλ' οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν.

[40]

[1]    Τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς. Οὐεργίνιος δ', ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ [2] χειρὸς ἔχων. ἰδόντες δ' αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τ' ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν. ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν· ἐξέτρεχον δ' ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι [3] περὶ αὐτὸν ἠκολούθουν. ἐπεὶ δ' εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθ' ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως. ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτ' αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην. λέγοντι δ' αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον [4] λέγειν ἐγίνετο. τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας [5] τε καὶ ὠμότητας ἐκλογιζόμενος· Καὶ ταῦτ', ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, ‑ ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, ‑ ἀλλ' ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ [6] γυναικῶν. εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τ' αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας· καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπ' αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε, μὴ καὶ ἐπ' αὐτὸν ἔλθοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδ' ἀπ' εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ [7] πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω· καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται ‹τὰ› [8] δίκαια φύσεως προγόνων. οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.

[41]

[1]    Οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων τὰ μὲν ἀλλότρια κτᾶσθαι δι' ἀνδραγαθίαν, τὰ δ' οἰκεῖα περιορᾶν ἀπολλύμενα διὰ μαλακίαν οὐδὲ πρὸς μὲν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Σαβίνους καὶ τοὺς ἄλλους περιοίκους ἅπαντας πολεμεῖν μακροὺς καὶ ἀδιαλείπτους πολέμους ὑπὲρ ἀρχῆς καὶ δυναστείας, πρὸς δὲ τοὺς παρὰ νόμον ἄρχοντας ὑμῶν μὴ θέλειν ἄρασθαι τὰ ὅπλα ὑπὲρ ἀσφαλείας τε καὶ ἐλευθερίας. [2] οὐκ ἀναλήψεσθε τὸ φρόνημα τῆς πατρίδος; οὐ παραστήσεται λογισμὸς ὑμῖν τῆς ἀρετῆς τῶν γονέων ἄξιος, οἳ διὰ μιᾶς γυναικὸς ὕβριν ὑφ' ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης καὶ διὰ τὴν συμφορὰν ταύτην ἑαυτὴν διαχρησαμένης, οὕτως ἠγανάκτησαν ἐπὶ τῷ πάθει καὶ παρωξύνθησαν καὶ κοινὴν ἁπάντων ἡγήσαντο τὴν ὕβριν, ὥστ' οὐ μόνον Ταρκύνιον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀλλὰ καὶ τὸ βασιλικὸν πολίτευμα κατέλυσαν, καὶ τὸ λοιπὸν ἀπεῖπον μηδένα Ῥωμαίων ἄρχειν διὰ βίου τὴν ἀνυπεύθυνον ἀρχήν, αὐτοί τε τοὺς μεγίστους ὀμόσαντες ὅρκους, καὶ κατὰ τῶν ἐγγόνων ἀράς, [3] ἐάν τι παρὰ ταῦτα ποιῶσι, καταρασάμενοι; ἔπειτ' ἐκεῖνοι μὲν ἑνὸς οὐκ ἤνεγκαν ἀκολάστου μειρακίου τυραννικὴν ὕβριν εἰς ἓν σῶμα ἐλεύθερον γενομένην, ὑμεῖς δὲ πολυκέφαλον τυραννίδα πάσῃ παρανομίᾳ τε καὶ ἀσελγείᾳ χρωμένην καὶ ἔτι μᾶλλον χρησομένην, [4] ἐὰν νῦν ἀνάσχησθε, ὑπομενεῖτε; οὐκ ἐμοὶ μόνῳ θυγάτηρ ἐγένετο διαφέρουσα τὴν ὄψιν ἑτέρων, ἣν ἀπὸ τοῦ φανεροῦ βιάζεσθαι καὶ προπηλακίζειν Ἄππιος ἐπεβάλετο, ἀλλὰ καὶ ὑμῶν εἰσι πολλαὶ τοῖς μὲν θυγατέρες, τοῖς δὲ γαμεταί, τοῖς δὲ νεανίαι παῖδες εὐπρεπεῖς, οὓς τί κωλύσει πρὸς ἄλλου τινὸς τῶν δέκα τυράννων ἢ πρὸς αὐτοῦ τοῦ Ἀππίου ταὐτὰ παθεῖν; εἰ μή τις ἄρα θεῶν ἐστιν ἐγγυητής, ὡς, ἐὰν τὰς ἐμὰς ταύτας συμφορὰς ἀτιμωρήτους ἐάσητε, οὐκ ἐφ' ὑμῶν πολλοὺς τὰ ὅμοια δεινὰ ἥξει, ἀλλὰ μέχρι τῆς ἐμῆς θυγατρὸς ὁ τυραννικὸς ἔρως προελθὼν στήσεται, καὶ περὶ τὰ λοιπὰ σώματα παίδων τε καὶ παρθένων [5] σωφρονήσει. πολλῆς μέντοι μωρίας καὶ σκαιότητος, σαφῶς ἴστε, τὰ νοούμενα ταῦθ' ὡς οὐκ ἔσται λέγειν. ἀόριστοι γὰρ αἱ τῶν τυράννων ἐπιθυμίαι κατὰ τὸ εἰκός, οἷα δὴ μήτε νόμον ἔχουσαι κωλυτὴν μήτε φόβον. ἐμοί τε δὴ πράττοντες τιμωρίαν δικαίαν καὶ ὑμῖν αὐτοῖς ἀσφάλειαν, ἵνα μὴ ταὐτὰ πάθητε, παρασκευαζόμενοι διαρρήξατε ἤδη ποτὲ τοὺς χαλινούς, ὦ σχέτλιοι· [6] ἀναβλέψατε ὀρθοῖς ὄμμασι πρὸς τὴν ἐλευθερίαν. ἐπὶ τίνι γὰρ ἑτέρᾳ προφάσει μᾶλλον ἀγανακτήσετε ἢ ταύτῃ, ὅτε τὰς τῶν πολιτῶν θυγατέρας ὡς δούλας ἀπάγουσιν οἱ τύραννοι καὶ μετὰ μαστίγων νυμφαγωγοῦσιν; ἐν ποίῳ δὲ τὸ ἐλεύθερον φρόνημα ἀναλήψεσθε καιρῷ τὸν νῦν παρέντες, ἐν ᾧ τὰ ὅπλα περὶ τοῖς σώμασιν ἔχετε;

[42]

[1]    Ἔτι δ' αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν [2] λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες. μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπ' αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν [3] ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι. ὡς δ' ἐπύθοντο ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν δι' ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας.

[4] ἐγίνετο δ' αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ· οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύ[οντες, μή τι πάθοι δεινόν, ἀλλὰ καὶ τὸν] διαληφθέντ[α λόγον, ὡς] ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, [κατωνείδιζον] λέγοντες· Ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων ἡγεμόνες ἔκ τ' αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε [τινὰ νίκην ἢ βλάβην ἐποιήσατε κατὰ] τῶν ἐχθρῶν, ἀλλὰ δι' ἀνανδρίαν τε καὶ ἀπειρίαν [ἀπεδείξασθε, κακῶς] στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων [καταδῃωθεῖσαν] πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κ[ρατοῦντες τοῖς ὅπλοις τῶν ἐναντίων] ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί· τρόπαιά τε καθ' ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα.

[43]

[1]    Ὁ δὲ Οὐεργίνιος ὑπό τ' ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν.

[2] ὀρρωδούντων δ' ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτ' ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων· ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτ' ἂν ἄγωσιν, ὅ τε νόμος ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας [3] ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως· ταῦτα δὴ δι' εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη. τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλ' [4] ἄνοιαν καὶ μανίαν. ταῦτ' ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος. ἔμελλον δ', ὅπερ εἰκὸς ἐν ποικίλοις τ' ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ [5] πλῆθος, ἀλλ' ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων. οἱ δ' ἐξελθόντες ἐκ τοῦ στρατοπέδου δι' ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι· κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν. οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι δι' αὐτήν. διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τ' εἰσὶ καὶ ἐπ' ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα. [6] ἀφικόμενοι δ' εἰς τὸν καλούμενον Ἀουεντῖνον ‑ ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι ‑ περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δ' ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφ' ἡσυχίας.

[44]

[1]    Ἧκον δ' αὐτοῖς ἐπίκουροι μετ' οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δ' ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δ', ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι.

[2] ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθ' ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν. ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν. ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον· οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν, [3] μετ' ἐκείνων ἅπαντα διετέλουν πραγματευόμενοι. ἀδήλου δ' ἔτι τοῖς πολλοῖς τῆς διανοίας αὐτῶν οὔσης Ἄππιος μέν, οἷα δὴ συγγινώσκων ἑαυτῷ τῆς παρούσης ταραχῆς αἰτίῳ γεγονότι καὶ τῶν προσδοκωμένων δι' αὐτὴν ἔσεσθαι κακῶν, οὐκέτι τῶν κοινῶν οὐδὲν ἠξίου πράττειν, ἀλλὰ κατ' οἶκον ἔμενεν· ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατ' ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν [4] οἰκιῶν κατ' ἄνδρα μεταπεμπόμενος. ἔτι δ' αὐτῶν συλλεγομένων ἧκον ‹οἱ› ἐκ τῆς ἐν Φιδήνῃ στρατιᾶς ἡγεμόνες ἀγανακτοῦντες ἐπὶ τῷ καταλελεῖφθαι τοὺς χάρακας ὑπὸ τῶν στρατιωτῶν ἀμφοτέρους, καὶ τὴν βουλὴν πείθοντες ἀξίαν τοῦ πράγματος ὀργὴν κατ' αὐτῶν λαβεῖν. ἐπεὶ δ' ἀγορεύειν γνώμην ἕκαστον ἔδει, Λεύκιος μὲν Κορνήλιος ἔφη δεῖν ἀπεῖναι τοὺς ταχθέντας ‹εἰς› τὸν Ἀουεντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων· [5] τούτοις δὲ προσθεῖναι δίκας τοὺς στρατηγούς. ἐὰν δὲ μὴ ποιῶσι ταῦτα, βουλεύειν περὶ αὐτῶν τὸ συνέδριον ὡς ἐκλελοιπότων τὴν τάξιν, ἐφ' ἣν ἐτάχθησαν ὑπὸ τῶν ἡγεμόνων, καὶ περὶ τὸν στρατιωτικὸν ἠσεβηκότων ὅρκον. Λεύκιος δὲ Οὐαλέριος

   ἀλλ' ὑπὲρ τῶν Ῥωμαϊκῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις ἀναγεγραμμένους εὕρομεν, οὔτε μηδένα ποιήσασθαι λόγον ἥρμοττεν, οὕτω σεμνῶν ὄντων καὶ τοσαύτην ἐχόντων διαφορὰν παρὰ τὰς Ἑλληνικὰς νομοθεσίας, οὔτε περαιτέρω τοῦ δέοντος προβαίνειν ἐκμηκύναντας τὴν περὶ αὐτῶν ἱστορίαν.

[45]

[1]    Οἱ δὲ μετὰ τὴν κατάλυσιν τῆς δεκαδαρχίας τὴν ὕπατον ἀρχὴν πρῶτοι παρὰ τοῦ δήμου λαβόντες ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας, ὥσπερ ἔφην, Λεύκιος Οὐαλέριος Ποτῖτος καὶ Μάρκος Ὁράτιος Βαρβᾶτος, αὐτοί τε δημοτικοὶ τὰς φύσεις ὄντες καὶ παρὰ τῶν προγόνων ταύτην διαδεδεγμένοι τὴν πολιτείαν, τὰς ὑποσχέσεις φυλάττοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς δημοτικούς, ὅτ' ἀποθέσθαι τὰ ὅπλα συνέπειθον αὐτούς, ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι, νόμους ἐκύρωσαν ἐν ἐκκλησίαις λοχίτισι, δυσχεραινόντων μὲν τῶν πατρικίων, αἰδουμένων δ' ἀντιλέγειν, ἄλλους τέ τινας, οὓς οὐ δέομαι γράφειν, καὶ τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου, τὴν αὐτὴν ἔχοντας δύναμιν τοῖς ἐν ταῖς λοχίτισιν ἐκκλησίαις τεθησομένοις. τιμωρίαι δὲ προσέκειντο τοῖς καταλύουσιν ἢ παραβαίνουσι τὸν νόμον, [2] ἐὰν ἁλῶσι, θάνατος καὶ δήμευσις τῆς οὐσίας. οὗτος ὁ νόμος ἐξέβαλε τὰς ἀμφισβητήσεις τῶν πατρικίων, ἃς ἐποιοῦντο πρὸς τοὺς δημοτικοὺς πρότερον, οὐκ ἀξιοῦντες τοῖς ὑπ' ἐκείνων τεθεῖσι νόμοις πειθαρχεῖν, οὐδ' ὅλως τὰ ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις ἐπικυρούμενα κοινὰ τῆς πόλεως ἁπάσης δόγματα νομίζοντες, ἀλλ' αὐτὸ μόνοις ἐκείνοις ἴδιον· ὅ τι δ' ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθ' ἡγούμενοι σφίσι τ' αὐτοῖς καὶ τοῖς [3] ἄλλοις πολίταις τετάχθαι. εἴρηται δὲ καὶ πρότερον, ὅτι ἐν μὲν ταῖς φυλετικαῖς ἐκκλησίαις οἱ δημοτικοὶ καὶ πένητες ἐκράτουν τῶν πατρικίων, ἐν δὲ ταῖς λοχίτισιν ἐκκλησίαις οἱ πατρίκιοι παρὰ πολὺ τῶν ἄλλων ἐλάττους ὄντες περιῆσαν τῶν δημοτικῶν.

[46]

[1]    Τούτου κυρωθέντος ὑπὸ τῶν ὑπάτων τοῦ νόμου σὺν ἄλλοις τισὶν ὥσπερ ἔφην δημοτικοῖς εὐθὺς οἱ δήμαρχοι καιρὸν ἐπιτήδειον ἥκειν νομίζοντες, ἐν ᾧ τιμωρήσονται τοὺς περὶ τὸν Ἄππιον, εἰσαγγελίας ᾤοντο δεῖν ποιήσασθαι κατ' αὐτῶν, οὐχ ἅμα πάντας ὑπάγοντες ὑπὸ τὴν δίκην, ἵνα μηδὲν ἀλλήλους ὠφελῶσιν, ἀλλὰ καθ' ἕνα· ῥᾷον γὰρ οὕτως ὑπελάμβανον [2] εὐμεταχειρίστους ἔσεσθαι. σκοπούμενοι δ' ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τ' ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν. ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δ' ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ [3] πολλάκις ἤδη συνέβη. ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν. εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν. ἀπαχθεὶς δ' εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης ‑ οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ ‑ πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δ' οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν [4] ἀναρτησάμενος βρόχῳ. μετ' ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφ' ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει. οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν. τὰς δ' οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο ........ οἱ ταμίαι [5] τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον. εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου· καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δ' ἀιδίῳ ζημιοῦται, τῶν δ' ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη. ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ ‹τῶν› πολεμίων γενέσθαι προσδοκώντων.

[47]

[1]    Ἐπεὶ δ' αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν ‹οἱ ὕπατοι› δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τ' Αἰκανοὺς καὶ Οὐολούσκους· συνῆλθε γὰρ ἀμφότερα [2] τὰ ἔθνη. ἐπιστάμενος δὲ τοὺς Αἰκανοὺς ἐκ τῶν προτέρων κατορθωμάτων αὔχημα προσειληφότας καὶ εἰς πολλὴν καταφρόνησιν τῆς Ῥωμαίων δυνάμεως προελθόντας, ἔτι μᾶλλον ἐβούλετο ἐπᾶραι καὶ θρασυτέρους ποιῆσαι δόξαν οὐκ ἀληθῆ παρασχών, ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς καὶ πάντα δεδιότως [3] ἐποίει. χωρίον τε γὰρ εἰς στρατοπεδείαν ὑψηλὸν καὶ δυσπρόσιτον ἐξελέξατο τάφρον τε βαθεῖαν περιεβάλετο καὶ χάρακας ἤγειρεν ὑψηλούς. προκαλουμένων δὲ τῶν πολεμίων αὐτὸν εἰς μάχην πολλάκις καὶ κακιζόντων τὴν ἀνανδρίαν ἠνείχετο μένων ἐφ' ἡσυχίας. ἐπεὶ δ' ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ἐπὶ προνομὴν τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτ' ἀγαθήν, τοῦτον εἶναι νομίσας τὸν καιρὸν ἐπιτήδειον ἐξῆγε κεκοσμημένην τὴν στρατιὰν καὶ παρέστησεν ὡς [4] εἰς μάχην. οὐδενός τ' ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δ' ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν. μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατ' ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι· οἵ τ' ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον [5] ἀθρόοι. καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δ' αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο. Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου.

[48]

[1]    Μάρκος δ' Ὁράτιος ἐπὶ τὸν κατὰ Σαβίνων πόλεμον ἐπειδὴ τὰ κατὰ τὸν συνάρχοντα ἔγνω προαγαγὼν καὶ αὐτὸς ἐκ τοῦ χάρακος τὰς δυνάμεις ἀντεπῆγε θᾶττον ὅλῃ δυνάμει πρὸς οὐκ ἐλάττους ἀριθμὸν τοὺς Σαβίνους καὶ τὰ πολέμια [ἐμπειροτάτους· ἐνεδείξαντο γὰρ] φρόνημά τε καὶ τόλμαν ἐκ τῶν προτέρων κατορθωμάτων πολλὴν πρὸς τοὺς ἀντιμαχομένους, καὶ κοινῶς πάντες καὶ ἰδίως ὁ τούτων προηγούμενος· ἦν γὰρ οὐ μόνον στρατηγὸς ἀγαθός, ἀλλὰ καὶ [2] πολεμιστὴς κατὰ χεῖρα γενναῖος· καὶ τῶν ἱππέων μεγάλην προθυμίαν παρασχομένων νίκην ἀναιρεῖται λαμπροτάτην, πολλοὺς μὲν ἀποκτείνας τῶν πολεμίων, πολλῷ δ' ἔτι πλειόνων αἰχμαλώτων τετυχηκὼς τοῦ τε χάρακος αὐτῶν ἐρήμου κρατήσας, ἐν ᾧ τήν τ' ἀποσκευὴν τῶν πολεμίων πολλὴν εὗρε καὶ τὴν λείαν ἅπασαν, ἣν ἐκ τῆς Ῥωμαίων γῆς ἐληίσαντο, αἰχμαλώτους τε πάνυ πολλοὺς τῶν σφετέρων ἀνεσώσατο. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰς [3] ὠφελείας οἱ Σαβῖνοι διὰ καταφρόνησιν. τὰ μὲν οὖν τῶν πολεμίων χρήματα τοῖς στρατιώταις ὠφέλειαν ἐφῆκε ποιεῖσθαι προεξελόμενος ἐκ τῶν λαφύρων, ὅσα τοῖς θεοῖς καθιερώσειν ἔμελλε· τὴν δὲ λείαν τοῖς ἀφαιρεθεῖσιν ἀπέδωκε.

[49]

[1]    Ταῦτα διαπραξάμενος ἀπῆγεν εἰς Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τ' ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους. [2] οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατ' ἐλπίδα τὸ ἔργον. συναχθεῖσα γὰρ κατ' αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως ‹εἰς› τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπ' ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς [3] ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαΐου· θεῖος δ' ἦν οὗτος, ὥσπερ ἔφην, Ἀππίῳ τῷ καταστησαμένῳ τὴν ὀλιγαρχίαν καὶ νεωστὶ ὑπὸ τῶν δημάρχων ἀναιρεθέντι· τούς τε κυρωθέντας ὑπ' αὐτῶν νόμους προβαλλομένου, δι' ὧν ἠλάττωσαν τὸ τῆς βουλῆς κράτος, καὶ τἆλλα πολιτεύματα, ὅσα οὗτοι πολιτευόμενοι διετέλεσαν· τελευταίαν δὲ τὴν τῶν δέκα ἀνδρῶν, οὓς προὔδωκαν τοῖς δημάρχοις, τῶν μὲν ἀπώλειαν, τῶν δὲ δήμευσιν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, [4] διεξιόντος. τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπ' ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων· τόν τ' Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλ' ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτ' ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ‹ἀπέφυγεν ἂν› γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὅρκους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ [φέρων] [5] εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος. ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων [κατ' αὐτῶν ἐκχέαντος Κλαυδίου Γαΐου, καὶ πάντων] τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας· θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν.

[50]

[1]    Ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος· καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο [2] εἰσηγησάμενοι τὸ ἔθος. ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους· παρώξυνον δ' αὐτοὺς οἱ δήμαρχοι καθ' ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες. ἦν δ' ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τ' ἀδεσπότοις καὶ εἰκασμοῖς αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι· δόξα τ' ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα ‹τοῦ› πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε. καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτ' ἦν.

[51]

[1]    Οἱ δὲ τὸν ἑξῆς ὑπατεύσαντες ἐνιαυτὸν Λάρος Ἑρμίνιος καὶ Τίτος Οὐεργίνιος· καὶ οἱ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Μάρκος Γεγάνιος

[52]   Μηδὲν δ' αὐτῶν ἀποκρινομένων, ἀλλ' ἀγανακτούντων παρελθὼν αὖθις Σκάπτιος ἐπὶ τὸ βῆμα· Ἔχετ', ἔφη, παρακεχωρημένον, ἄνδρες πολῖται, παρ' αὐτῶν τῶν διαφερομένων, ὅτι τῆς ἡμετέρας χώρας ἑαυτοῖς μηδὲν προσηκούσης ἀντιποιοῦνται· πρὸς ταῦτα [2] ὁρῶντες τὰ δίκαια καὶ τὰ εὔορκα ψηφίσασθε. Ταῦτα τοῦ Σκαπτίου λέγοντος αἰδὼς εἰσῄει τοὺς ὑπάτους ἐνθυμουμένους, ὡς οὔτε δίκαιον οὔτ' εὐπρεπὲς ἡ δίκη λήψεται τέλος, ἄν τινα ἀμφισβητουμένην ὑφ' ἑτέρων χώραν δικαστὴς αἱρεθεὶς ὁ Ῥωμαίων δῆμος μηδέποτ' αὐτῆς ἀντιποιησάμενος ἑαυτῷ προσδικάσῃ τοὺς ἀμφισβητοῦντας ἀφελόμενος· καὶ πολλοὶ σφόδρα ἐλέχθησαν εἰς ἀποτροπὴν τοῦ πράγματος ὑπὸ τῶν ὑπάτων καὶ τῶν [3] ἡγουμένων τῆς βουλῆς λόγοι διακενῆς. οἱ γὰρ ἀνειληφότες τὰς ψήφους πολλὴν μωρίαν εἶναι λέγοντες ἑτέρους περιορᾶν τὰ σφέτερα κατέχοντας, καὶ οὐκ εὐσεβὲς ἐξοίσειν τέλος ὑπολαμβάνοντες, ἐὰν Ἀρικηνοὺς ἢ Ἀρδεάτας κυρίους ἀποδείξωσι τῆς ἀμφισβητησίμου γῆς ὀμωμοκότες ὧν ἂν εὕρωσιν αὐτὴν οὖσαν τούτων ἐπικρινεῖν· τοῖς τε δικαζομένοις ὀργὴν ἔχοντες, ὅτι τοὺς ἀποστερουμένους αὐτῆς δικαστὰς ἠξίωσαν λαβεῖν, ἵνα μηδ' ὕστερον ἔτι σφίσιν ἐγγένηται τὴν ἑαυτῶν ἀνακομίσασθαι κτῆσιν, ἣν αὐτοὶ μεθ' ὅρκου δικάσαντες [4] ἑτέρων ἐπέγνωσαν εἶναι. ταῦτα δὴ λογιζόμενοι καὶ ἀγανακτοῦντες τρίτον ἐκέλευσαν τεθῆναι καδίσκον ὑπὲρ τῆς πόλεως Ῥωμαίων καθ' ἑκάστην φυλήν, εἰς ὃν ἀποθήσονται τὰς ψήφους· καὶ γίνεται πάσαις ταῖς ψήφοις ὁ Ῥωμαίων δῆμος τῆς ἀμφιλόγου χώρας κύριος. ταῦτα μὲν ἐπὶ τούτων τῶν ὑπάτων ἐπράχθη.

[53]

[1]    Μάρκου δὲ Γενυκίου καὶ Γαΐου Κοιντίου τὴν ἀρχὴν παρειληφότων αἱ πολιτικαὶ πάλιν ἀνίσταντο διαφοραὶ τῶν δημοτικῶν ἀξιούντων ἅπασι Ῥωμαίοις ἐξεῖναι τὴν ὕπατον ἀρχὴν λαμβάνειν ‑ τέως γὰρ οἱ πατρίκιοι μόνοι μετῄεσαν αὐτὴν ἐν ταῖς λοχίτισιν ἐκκλησίαις ἀποδεικνύμενοι ‑ νόμον τε συγγράψαντες ὑπὲρ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν εἰσέφερον οἱ τότε δημαρχοῦντες ἐκτὸς ἑνὸς Γαΐου Φουρνίου πάντες οἱ λοιποὶ συμφρονήσαντες, ἐν ᾧ τὸν δῆμον ἐποιοῦντο κύριον τῆς διαγνώσεως καθ' ἕνα ἕκαστον ἐνιαυτόν, εἴτε πατρικίους βούλοιτο μετιέναι τὴν ὑπατείαν εἴτε [2] δημοτικούς. ἐφ' οἷς ἠγανάκτουν οἱ τοῦ βουλευτικοῦ μετέχοντες συνεδρίου καταλυομένην τὴν ἑαυτῶν δυναστείαν ὁρῶντες καὶ πάντα ὑπομένειν ᾤοντο δεῖν πρότερον ἢ τὸν νόμον κύριον ἐᾶσαι γενέσθαι· ὀργαί τε καὶ κατηγορίαι καὶ ἀντιπράξεις ἐγίνοντο συνεχεῖς ἐν ἰδίοις τε συλλόγοις καὶ κατὰ τὰς κοινὰς συνόδους, ἁπάντων τῶν πατρικίων πρὸς ἅπαντας ἠλλοτριωμένων [3] τοὺς δημοτικούς. καὶ λόγοι πολλοὶ μὲν ἐν τῷ συνεδρίῳ, πολλοὶ δὲ κατὰ τὰς ἐκκλησίας ὑπὸ τῶν προϊσταμένων τῆς ἀριστοκρατίας ἐλέχθησαν, ἐπιεικέστεροι μὲν ὑπὸ τῶν οἰομένων ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν τοὺς δημοτικούς, τραχύτεροι δ' ὑπὸ τῶν νομιζόντων ἐξ ἐπιβουλῆς καὶ φθόνου τοῦ πρὸς αὐτοὺς τὸ πρᾶγμα συγκεῖσθαι.

[54]

[1]    Ἑλκομένου δὲ τοῦ χρόνου διακενῆς ἧκον εἰς τὴν πόλιν ἀπὸ τῶν συμμάχων ἄγγελοι λέγοντες, ὅτι πολλῇ στρατιᾷ μέλλουσιν ἐλαύνειν ἐπ' αὐτοὺς Αἰκανοί τε καὶ Οὐολοῦσκοι, δεόμενοι βοήθειαν ἀποστεῖλαι σφίσι διὰ ταχέων ὡς ἐν τρίβῳ τοῦ πολέμου [2] κειμένοις. ἐλέγοντο δὲ καὶ Τυρρηνῶν οἱ καλούμενοι Οὐιεντανοὶ παρασκευάζεσθαι πρὸς ἀπόστασιν, Ἀρδεᾶται τ' αὐτῶν οὐκέτι ἦσαν ὑπήκοοι τῆς ἀμφιλόγου χώρας ὀργὴν ἔχοντες, ἣν ὁ Ῥωμαίων δῆμος αἱρεθεὶς δικαστὴς [3] αὑτῷ προσεδίκασεν ἐν τῷ παρελθόντι ἐνιαυτῷ. ταῦτα ἡ βουλὴ μαθοῦσα ψηφίζεται στρατιὰν καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν δυνάμεις. ἀντέπραττον δὲ τοῖς γνωσθεῖσιν ὑπ' αὐτῶν οἱ τὸν νόμον εἰσφέροντες [ἔχουσι δ' ἐξουσίαν ἐναντιοῦσθαι δήμαρχοι τοῖς ὑπάτοις] ἀφαιρούμενοί τε τοὺς ἀγομένους ὑπ' αὐτῶν ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, καὶ τιμωρίαν οὐδεμίαν ἐῶντες λαμβάνειν παρὰ τῶν ἀπειθούντων.

[4] πολλὰ δὲ τῆς βουλῆς ἀξιούσης ἐν μὲν τῷ παρόντι χρόνῳ τὴν φιλονεικίαν καταβαλεῖν, ὅταν δὲ τέλος οἱ πόλεμοι λάβωσι, τότε προτιθέναι τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον, οἵδε τοσούτου ἐδέησαν εἶξαι τοῖς καιροῖς, ὥστε καὶ περὶ τῶν ἄλλων ἐναντιώσεσθαι τοῖς δόγμασι τῆς βουλῆς ἔλεγον, καὶ οὐδὲν ἐάσειν δόγμα περὶ οὐδενὸς κυρωθῆναι πράγματος, ἐὰν μὴ τὸν ὑπ' [5] αὐτῶν εἰσφερόμενον προβουλεύσῃ νόμον. καὶ οὐ μόνον ἐν τῷ συνεδρίῳ πρὸς τοὺς ὑπάτους ταῦτ' ἀπειλῆσαι προήχθησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλησίας, ὅρκους, οἵπερ εἰσὶ μέγιστοι παρ' αὐτοῖς, κατὰ τῆς ἑαυτῶν πίστεως διομοσάμενοι, ἵνα μηδέ τι τῶν ἐγνωσμένων αὐτοῖς πεισθεῖσιν ἐξῇ καταλύειν.

[55]

[1]    Πρὸς δὴ τὰς ἀπειλὰς ταύτας ἐσκόπουν, ὅ τι χρὴ ποιεῖν, οἱ πρεσβύτατοί τε καὶ κορυφαιότατοι τῶν προεστηκότων τῆς ἀριστοκρατίας, συναχθέντες εἰς τὸν ἰδιωτικὸν σύλλογον ὑπὸ τῶν ὑπάτων αὐτοὶ καθ' [2] ἑαυτούς. Γάϊος μὲν οὖν Κλαύδιος ἥκιστα δημοτικὸς ὢν καὶ ταύτην διαδεδεγμένος ἐκ προγόνων τὴν αἵρεσιν τῆς πολιτείας αὐθαδεστέραν γνώμην εἰσέφερε, μήτε ὑπατείας μήτ' ἄλλης ἀρχῆς τῷ δήμῳ παραχωρεῖν μηδεμιᾶς· τοὺς δὲ τἀναντία πράττειν ἐπιχειροῦντας ὅπλοις κωλύειν, ἐὰν μὴ πείθωνται τοῖς λόγοις, φειδὼ μηδεμίαν ποιουμένους μήτ' ἰδιώτου μήτ' ἄρχοντος. ἅπαντας γὰρ τοὺς ἐπιχειροῦντας τὰ πάτρια κινεῖν ἔθη καὶ τὸν κόσμον τοῦ πολιτεύματος τὸν ἀρχαῖον διαφθείρειν [3] ἀλλοτρίους καὶ πολεμίους εἶναι τῆς πόλεως. Τίτος δὲ Κοίντιος οὐκ εἴα [τῇ] βίᾳ κατείργειν τὸ ἀντίπαλον, οὐδὲ δι' ὅπλων καὶ δι' αἵματος ἐμφυλίου χωρεῖν πρὸς τὸ δημοτικόν, ἄλλως τε καὶ δημάρχων σφίσιν ἐναντιωσομένων, οὓς ἱεροὺς εἶναι καὶ παναγεῖς ἐψηφίσαντο οἱ πατέρες ἡμῶν θεοὺς καὶ δαίμονας ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν, καὶ τοὺς μεγίστους ὅρκους κατ' ἐξωλείας αὐτῶν τε καὶ τῶν ἐγγόνων, ἐάν τι παραβαίνωσι τῶν συγκειμένων, κατομοσάμενοι.

[56]

[1]    Ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος· Οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν· οὐκ ἔχων δ' ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος τοσούτοις οὖσιν μόνος ἀντιλέγειν, εἴκω τοῖς βουλήμασι [2] τοῖς ὑμετέροις. δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν. ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθ' ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶ [3] θεμιτόν ἐστι τυγχάνειν· ὅταν δ' εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα ‑ ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆν δοκεῖ ‑ ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν. ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς [4] μεταδιδόντες τοῖς δημοτικοῖς. Ἐπαινεσάντων δ' ἁπάντων τὴν γνώμην καὶ οὐδενὸς τἀναντία λέγοντος· Ἀκούσατ', ἔφη, ἃ καὶ τοῖς ὑπάτοις ὑμῖν ἔχω παραινεῖν. ἡμέραν προειπόντες, ἐν ᾗ τὸ προβούλευμα ἐπικυρώσετε καὶ τὰ κριθέντα ὑπὸ τῆς βουλῆς, ‹λόγον› ἀπόδοτε τοῖς ἀπολογουμένοις ὑπὲρ τοῦ νόμου καὶ τοῖς κατηγοροῦσι· ῥηθέντων δὲ τῶν λόγων, ὅταν καθήκῃ τὰς γνώμας ἐρωτᾶν, μήτ' ἀπ' ἐμοῦ ἄρξησθε μήτ' ἀπὸ Κοιντίου τουδὶ μήτ' ἀπ' ἄλλου τῶν πρεσβυτέρων μηδενός, ἀλλ' ἀπὸ τοῦ φιλοδημοτάτου τῶν βουλευτῶν Λευκίου Οὐαλερίου, καὶ μετὰ τοῦτον ἀξιοῦτε Ὁράτιον εἴ τι βούλεται λέγειν. ὅταν δὲ τὰς παρ' ἐκείνων γνώμας ἐξετάσητε, τότε τοὺς πρεσβυτέρους ἡμᾶς κελεύετε [5] λέγειν. ἐγὼ μὲν οὖν τὴν ἐναντιουμένην γνώμην τοῖς δημάρχοις ἀποδείξομαι πάσῃ τῇ παρρησίᾳ χρώμενος ‑ τουτὶ γὰρ τῷ κοινῷ συμφέρει ‑ τὸ δὲ περὶ τῶν χιλιάρχων πολίτευμα, εἰ βουλομένοις ἐστίν, εἰσηγείσθω Τίτος Γενύκιος οὗτος· πρεπωδεστάτη γὰρ ἡ γνώμη καὶ ὑποψίαν ἥκιστα παρέξουσα γένοιτ' ἄν, ἐὰν οὗτος αὐτὴν ὁ [6] σὸς ἀδελφός, ὦ Μάρκε Γενύκιε, λέγῃ. Ἐδόκει καὶ ταῦτα ὀρθῶς ὑποτίθεσθαι, καὶ οἱ μὲν ἀπῄεσαν ἐκ τοῦ συλλόγου, τοῖς δὲ δημάρχοις δέος ἐνέπιπτε πρὸς τὴν ἀπόρρητον τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ κακῷ τινι τοῦ δήμου μεγάλῳ γενομένην, ἐπειδὴ κατ' οἰκίαν τε συνήδρευσαν, ἀλλ' οὐκ ἐν τῷ φανερῷ, καὶ οὐδένα τῶν προεστηκότων τοῦ δήμου κοινωνὸν τῶν βουλευμάτων παρέλαβον, καὶ μετὰ τοῦτο συνέδριον αὐτοὶ πάλιν ἐκ τῶν φιλοδημοτάτων συναγαγόντες ἀλεξήματα καὶ φυλακὰς ἀντεμηχανῶντο πρὸς τὰς ἐπιβουλάς, ἃς ἐκ τῶν πατρικίων ἔσεσθαι σφίσιν ὑπώπτευον.

[57]

[1]    Ὡς δὲ καθῆκεν ὁ χρόνος, ἐν ᾧ τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς [2] εἰσηγησαμένοις δημάρχοις τὸν νόμον. καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον οὔτ' ἐδίδασκεν οὔτ' ἐμέμνητο· θαυμάζειν δ' ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς ἃ δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν.

[3] πονηρῶν τ' ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδ' ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους. τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον.

[58]

[1]    Τοιαῦτα Γαΐου Κανοληίου μετὰ πολλοῦ σχετλιασμοῦ λέγοντος καὶ τῶν μὴ παραληφθέντων εἰς τὸ συνέδριον βουλευτῶν πρὸς ὀργὴν δεξαμένων τὸ πρᾶγμα παρελθὼν ἅτερος τῶν ὑπάτων Γενύκιος ἀπολογεῖσθαι καὶ πραΰνειν τὰς ὀργὰς αὐτῶν ἐπειρᾶτο διδάσκων, ὅτι τοὺς μὲν φίλους παραλάβοιεν, οὐχ ἵνα ‹τι› κατὰ τοῦ δήμου διαπράξαιντο, ἀλλ' ἵνα μετὰ τῶν ἀναγκαιοτάτων βουλεύσαιντο, τί πράττοντες οὐδ' ὁποτέραν δόξουσιν ἐλαττοῦν τῶν αἱρέσεων, πότερον ταχεῖαν ἀποδιδόντες τῇ βουλῇ περὶ τοῦ νόμου διάγνωσιν ἢ [2] χρονιωτέραν. Ὁράτιον δὲ καὶ Οὐαλέριον οὐκ ἄλλης τινὸς χάριν αἰτίας μὴ παραλαβεῖν εἰς τὸ συνέδριον, ἀλλ' ἵνα μή τις ὑποψία περὶ αὐτῶν παρ' ἀξίαν ᾖ τοῖς δημοτικοῖς, ὡς μεταβεβλημένων τὴν προαίρεσιν τῆς πολιτείας, ἐὰν ἄρα ἐπὶ τῆς ἑτέρας γένωνται γνώμης, τῆς ἀξιούσης ἀναβαλέσθαι τὴν ὑπὲρ τοῦ νόμου διάγνωσιν εἰς ἕτερον καιρὸν ἐπιτηδειότερον. ἐπειδὴ δ' ἅπασι τοῖς παραληφθεῖσιν ἡ συντομωτέρα διάγνωσις ἀμείνων ἔδοξεν εἶναι τῆς βραδυτέρας, πράττειν ὡς [3] ἐκείνοις ἐφάνη. Ταῦτ' εἰπὼν καὶ θεοὺς ἐπομοσάμενος ἦ μὴν τἀληθῆ λέγειν καὶ τοὺς παρακληθέντας ἐκ τῶν βουλευτῶν, ἔφη, πᾶσαν ἀπολύσεσθαι διαβολὴν οὐ λόγοις, [4] ἀλλ' ἔργοις. ὅταν γὰρ οἱ βουλόμενοι κατηγορεῖν καὶ ἀπολογεῖσθαι περὶ τοῦ νόμου διεξέλθωσι τὰ δίκαια, πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν οὐχὶ τοὺς πρεσβυτάτους καὶ τιμιωτάτους τῶν βουλευτῶν, οἷς ἐκ τῶν πατρίων ἐθισμῶν καὶ τοῦτ' ἀποδεδόσθαι τὸ γέρας, οὐδὲ τοὺς δι' ὑποψίας ὄντας παρὰ τοῖς δημοτικοῖς, ὡς οὐδὲν ὑπὲρ αὐτῶν χρηστὸν οὔτε λέγοντας οὔτε φρονοῦντας, ἀλλ' ἐκ τῶν νεωτέρων τοὺς δοκοῦντας εἶναι φιλοδημοτάτους.

[59]

[1]    Ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτ' ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις [2] παραινεῖ. ὁ δ' ἀναστὰς καὶ πολλοὺς διεξελθὼν ὑπὲρ αὑτοῦ τε καὶ τῶν προγόνων λόγους ὡς ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τοῦ δημοτικοῦ μέρους προϊσταμένων, καὶ καταριθμησάμενος ἅπαντας ἐξ ἀρχῆς τοὺς κατασχόντας τὴν πόλιν κινδύνους ἐκ τῶν τἀναντία πολιτευομένων, τοῖς τ' ἀπεχθῶς ἐσχηκόσι πρὸς τὸ δημοτικὸν ἅπασιν ἀλυσιτελὲς γενόμενον ἀποδείξας τὸ μισόδημον, ἐπαίνους τε πολλοὺς περὶ τοῦ δήμου ποιησάμενος, ὡς αἰτιωτάτου τῇ πόλει γεγονότος οὐ μόνον τῆς ἐλευθερίας, ἀλλὰ καὶ τῆς ἡγεμονίας, ἐπεὶ ταῦτα καὶ παραπλήσια τούτοις διεξῆλθε, τελευτῶν ἔφη μὴ δύνασθαι πόλιν ἐλευθέραν εἶναι, ἐξ ἧς ἄν τις τὴν [3] ἰσότητ' ἀνέλῃ· ἔφη τε δοκεῖν ἑαυτῷ τὸν μὲν νόμον δίκαιον εἶναι τὸν ἀξιοῦντα πᾶσι μετεῖναι Ῥωμαίοις τῆς ὑπατικῆς ἀρχῆς, τοῖς γε δὴ βίον ἀνεπίληπτον ἐσχηκόσι καὶ πράξεις ἀποδεδειγμένοις τῆς τιμῆς ταύτης ἀξίας, τὸν δὲ καιρὸν οὐκ ἐπιτήδειον εἰς τὴν ὑπὲρ αὐτοῦ διάγνωσιν ἐν πολεμικαῖς ὑπαρχούσης ταραχαῖς τῆς πόλεως· [4] συνεβούλευέ τε τοῖς μὲν δημάρχοις ἐᾶν τὴν καταγραφὴν γενέσθαι τῶν στρατιωτῶν καὶ τὴν ἔξοδον μὴ κωλύειν τῶν καταγραφέντων, τοῖς δ' ὑπάτοις, ὅταν τὸ κράτιστον τέλος ἐπιθῶσι τῷ πολέμῳ, πρῶτον ἁπάντων τὸ περὶ τοῦ νόμου προβούλευμα εἰς τὸν δῆμον ἐξενεγκεῖν. ταῦτα δὲ γραφῆναί τ' ἤδη καὶ διομολογηθῆναι [5] πρὸς ἀμφοτέρων. Ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου καὶ μετὰ τοῦτον Ὁρατίου ‑ δευτέρῳ γὰρ τούτῳ λόγον ἀπέδωκαν οἱ ὕπατοι ‑ ταὐτὸ πάθος ἅπασι τοῖς παροῦσι συνέβη. οἱ μὲν γὰρ ἀνελεῖν τὸν νόμον βουλόμενοι τὴν ἀναβολὴν τῆς περὶ αὐτοῦ διαγνώσεως ἀγαπητῶς ἀκούσαντες, τὸ μετὰ τὸν πόλεμον ἐπάναγκες εἶναι σφίσι προβουλεῦσαι περὶ αὐτοῦ χαλεπῶς ἀπεδέξαντο· οἱ δὲ κύριον ὑπὸ τοῦ συνεδρίου κριθῆναι προαιρούμενοι τὸ μὲν ὡμολογημένον δίκαιον εἶναι τὸν νόμον ἀσμένως ἤκουον, τὸ δ' εἰς ἑτέρους ἐκπίπτειν χρόνους τὸ προβούλευμα πρὸς ὀργὴν ἐλάμβανον.

[60]

[1]  Θορύβου δέ, ὅπερ εἰκός, ἐπὶ τῇ γνώμῃ γενομένου διὰ τὸ μὴ πᾶσι τοῖς μέρεσιν αὐτῆς εὐαρεστεῖν ἀμφοτέρους παρελθὼν ὁ ὕπατος τρίτον ἠρώτα Γάϊον Κλαύδιον, ὃς ἐδόκει τῶν προεστηκότων τῆς ἑτέρας τάξεως τῆς ἐναντιουμένης τοῖς δημοτικοῖς αὐθαδέστατος [2] εἶναι καὶ δυνατώτατος. οὗτος ἐκ παρασκευῆς διεξῆλθε λόγον κατὰ τῶν δημοτικῶν, πάνθ' ὅσα ἔδοξε πώποτε ἐναντία τοῖς καλοῖς καὶ πατρίοις ἐθισμοῖς ὑπομιμνήσκων, οὗ κεφάλαιον ἦν, εἰς ὃ κατέσκηπτεν ἡ γνώμη, μηδεμίαν ἀποδιδόναι τῇ βουλῇ διάγνωσιν ὑπὲρ τοῦ νόμου τοὺς ὑπάτους, μήτ' ἐν τῷ παρόντι χρόνῳ μήθ' ὕστερον, ὡς ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας εἰσφερομένου καὶ συγχεῖν μέλλοντος ἅπαντα τὸν κόσμον [3] τῆς πολιτείας. γενομένου δὲ πρὸς τὴν γνώμην ἔτι πλείονος θορύβου τέταρτος ἀνίσταται κληθεὶς Τίτος Γενύκιος, ἀδελφὸς θατέρου τῶν ὑπάτων· ὃς ὀλίγα διαλεχθεὶς ὑπὲρ τῶν κατεχόντων καιρῶν τὴν πόλιν, ὅτι δυεῖν ἀνάγκη τῶν χαλεπωτάτων θάτερον αὐτῇ συμπεσεῖν, ἢ διὰ τὰς πολιτικὰς ἔριδας καὶ φιλοτιμίας ἰσχυρὰ τὰ τῶν ἐχθρῶν ποιῆσαι πράγματα, ἢ τοὺς ἔξωθεν ἐπιφερομένους ἀποτρέψασθαι βουλομένῃ κακῶς [4] τὸν οἰκεῖον καὶ πολιτικὸν διαλύσασθαι πόλεμον· ἔφησε, δυεῖν ὄντων κακῶν, ὧν ἀνάγκη θάτερον ἄκοντας ὑπομεῖναι, τοῦτ' αὐτῷ δοκεῖν εἶναι λυσιτελέστερον, τὸ συγχωρῆσαι τῷ δήμῳ τὴν βουλὴν παρασπάσαί τι τοῦ κόσμου τῆς πατρίου πολιτείας μᾶλλον ἢ τοῖς ἀλλοφύλοις τε καὶ πολεμίοις καταγέλαστον ποιῆσαι τὴν πόλιν.

[5] Ταῦτ' εἰπὼν τὴν δοκιμασθεῖσαν ὑπὸ τῶν παραγενηθέντων ἐν τῷ κατ' οἰκίαν συνεδρίῳ γνώμην εἰσέφερεν, ἣν εἰσηγήσατο Κλαύδιος, ὥσπερ ἔφην, ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἀποδειχθῆναι, τρεῖς μὲν ἐκ τῶν πατρικίων, τρεῖς δ' ἐκ τῶν δημοτικῶν, ἐξουσίαν ἔχοντας ὑπατικήν· ὅταν δὲ τελῶσιν οὗτοι τὴν ἀρχὴν καὶ καθήκῃ νέας ἀρχὰς ἀποδείκνυσθαι, τὴν βουλὴν καὶ τὸν δῆμον αὖθις συνελθόντας διαγνῶναι, πότερον ὑπάτους ἢ χιλιάρχους βούλονται παραλαβεῖν τὴν ἀρχήν. ὅ τι δ' ἂν ἅπασι δόξῃ ψῆφον ἐπενέγκασι, τοῦτ' εἶναι κύριον. ἐπιτελεῖσθαι δὲ τὸ προβούλευμα καθ' ἕκαστον ἐνιαυτόν.

[61]

[1]    Ταύτην ἀποδειξαμένου τὴν γνώμην Γενυκίου πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγίνετο, καὶ οἱ μετ' ἐκεῖνον ἀνιστάμενοι μικροῦ δεῖν πάντες ταῦτα συνεχώρουν κράτιστα εἶναι. γράφεται δὴ τὸ προβούλευμα ὑπὸ τῶν ὑπάτων, καὶ λαβόντες αὐτὸ μετὰ πολλῆς χαρᾶς οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα καλέσαντες τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν, πολλοὺς διέθεντο τῆς βουλῆς ἐπαίνους, καὶ παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευον τοῖς ἐθέλουσι τῶν δημοτικῶν ἅμα τοῖς πατρικίοις.

[2] οὕτω δ' ἄρα κοῦφόν τι πρᾶγμά ἐστιν ἐπιθυμία δίχα λόγου γινομένη καὶ ταχὺ μεταπῖπτον ἐπὶ θάτερα μέρη, μάλιστα δ' ἡ τῶν ὄχλων, ὥσθ' οἱ περὶ παντὸς ποιούμενοι τέως τῆς ἀρχῆς μεταλαβεῖν καί, εἰ μὴ δοθείη τοῦτ' αὐτοῖς ὑπὸ τῶν πατρικίων, ἢ καταλείψοντες τὴν πόλιν ὡς πρότερον, ἢ διὰ τῶν ὅπλων αὐτὸ ληψόμενοι, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον, ἀπέστησαν εὐθὺς τῆς ἐπιθυμίας καὶ τὰς σπουδὰς ἐπὶ θάτερον μετέβαλον.

[3] πολλῶν γέ τοι δημοτικῶν παραγγελλόντων τὴν χιλιαρχίαν καὶ κατεσπουδασμένας ποιουμένων τὰς δεήσεις, οὐδένα τῆς τιμῆς ταύτης ἄξιον εἶναι ὑπέλαβον, ἀλλὰ γενόμενοι τῆς ψήφου κύριοι τοὺς ἐκ τῶν πατρικίων μετιόντας αὐτὴν ἄνδρας ἐπιφανεῖς χιλιάρχους ἀποδεικνύουσιν, Αὖλον Σεμπρώνιον Ἀτρατῖνον καὶ Λεύκιον Ἀτίλιον Λοῦσκον καὶ Τίτον Κλύλιον Σικελόν.

[62]

[1]    Οὗτοι παραλαμβάνουσι πρῶτοι τὴν ἀνθύπατον ἀρχὴν κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Διφίλου. μετασχόντες δ' αὐτῆς ἑβδομήκοντα καὶ τρεῖς μόνον ἡμέρας ἀποτίθενται κατὰ τὸν ἀρχαῖον ἐθισμὸν ἑκούσιοι, θεοπέμπτων τινῶν σημείων κωλυτηρίων αὐτοῖς τοῦ [2] πράττειν τὰ κοινὰ γενομένων. τούτων δὲ τὴν ἐξουσίαν ἀπειπαμένων ἡ βουλὴ συνελθοῦσα μεσοβασιλεῖς ἀποδείκνυσι. καὶ ἐκεῖνοι προειπόντες ἀρχαιρέσια καὶ τῷ δήμῳ τὴν διάγνωσιν ἀποδιδόντες, εἴτε βούλεται χιλιάρχους εἴτε ὑπάτους ἀποδεῖξαι, κρίναντος αὐτοῦ μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς, ἀπέδοσαν τοῖς βουλομένοις τῶν πατρικίων μετιέναι τὴν ὕπατον ἀρχήν· καὶ γίνονται πάλιν ἐκ τῶν πατρικίων ὕπατοι Λεύκιος Παπίριος Μογιλλᾶνος καὶ Λεύκιος Σεμπρώνιος Ἀτρατῖνος, ἑνὸς [3] τῶν ἀποθεμένων τὴν χιλιαρχίαν ἀδελφός. αὗται δύο κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀρχαὶ Ῥωμαίων αἱ τὸ μέγιστον ἔχουσαι κράτος ἐγένοντο· πλὴν οὐκ ἐν ἁπάσαις ταῖς Ῥωμαικαῖς χρονογραφίαις ἀμφότεραι φέρονται, ἀλλ' ἐν αἷς μὲν οἱ χιλίαρχοι μόνον, ἐν αἷς δ' οἱ ὕπατοι, ἐν οὐ πολλαῖς δ' ἀμφότεροι, αἷς ἡμεῖς οὐκ ἄνευ λογισμοῦ συγκατατιθέμεθα, πιστεύοντες δὲ ταῖς ἐκ τῶν ἱερῶν τε καὶ ἀποθέτων βίβλων μαρτυρίαις.

[4] ἄλλο μὲν οὖν οὐδὲν ἐπὶ τῆς τούτων ἀρχῆς οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἔργον ἱστορίας ἄξιον ἐπράχθη, συνθῆκαι δὲ πρὸς τὴν Ἀρδεατῶν πόλιν ἐγένοντο περὶ φιλίας τε καὶ συμμαχίας· ἐπρεσβεύσαντο γὰρ ἀποτιθέμενοι τὰ περὶ τῆς χώρας ἐγκλήματα παρακαλοῦντες φίλοι Ῥωμαίων γενέσθαι καὶ σύμμαχοι. ταύτας τὰς συνθήκας τὸ τῶν ὑπάτων ἀρχεῖον ἐπεκύρωσε.

[63]

[1]    Τῷ δ' ἑξῆς ἐνιαυτῷ πάλιν ὑπάτους ψηφισαμένου τοῦ δήμου κατασταθῆναι παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν τῇ διχομήνιδι τοῦ Δεκεμβρίου μηνὸς Μάρκος Γεγάνιος Μακερῖνος τὸ δεύτερον καὶ Τίτος [2] Κοίντιος Καπιτωλῖνος τὸ πέμπτον. οὗτοι διδάξαντες τὴν βουλήν, ὅτι πολλὰ μὲν καὶ ἄλλα πράγματα διὰ τὰς συνεχεῖς τῶν ὑπάτων στρατείας ἠμελημένα παρεῖται, πάντων δ' ἀναγκαιότατον τὸ περὶ τὰς τιμήσεις τῶν βίων νόμιμον, ἐξ ὧν ὅ τ' ἀριθμὸς τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν ἐγινώσκετο καὶ τῶν χρημάτων τὸ πλῆθος, ἀφ' ὧν ἔδει τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἕκαστον τελεῖν, οὐδεμιᾶς τιμήσεως ἐντὸς ἑπτακαίδεκα ἐτῶν γενομένης ἀπὸ τῆς Λευκίου Κορνηλίου καὶ Κοίντου Φαβίου [ὑπατείας· ὥστε] καταλιπεῖν οἱ πονηρότατοί τε καὶ ἀσελγέστατοι Ῥωμαίων, ἀλλὰ τόπον μεταλαμβάνειν, ἐν ᾧ περίεστι ζῆν αὐτοῖς, ὡς προῄρηνται.