Dionysius Halicarnassensis - Antiquitates Romanae XII

3922 168 3 6 5 0 I a. C. Storiografia Dionysius XII Antiquitates Romanae Jacoby, K., Leipzig, Teubner, 1:1885; 2:1888; 3:1891; 4:1905 Rist. 1967, Stuttgart, Teubner. 1

[1]  

Ὅτι λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μαίλιος Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν δὲ καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος, ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾳστώνην τῶν ἐπὶ τυραννίδα [2] φερουσῶν ὁδῶν. ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο. ἐν βραχεῖ δὲ χρόνῳ δι' ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ δώδεκα δραχμῶν διδράχμου ἀπομετρῶν τὸν μόδιον· ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδ' ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος.

[3] ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς· καὶ παρῆν οὐ διὰ μακροῦ ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μεστὰς τροφῆς [4] καὶ τὸν αὐτὸν τρόπον τοῖς ‹πολίταις› ἐμέτρει. οἱ δὲ πατρίκιοι ταῦτα πράττοντα ὁρῶντες αὐτὸν ‹δι'› ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας τοῦ ἀνδρὸς οὐδὲν ἀγαθὸν ἀπολαύσειν οἰόμενοι καὶ συνιστάμενοι κατὰ τὴν ἀγορὰν ἐσκόπουν, ὅντινα χρὴ τρόπον εὐπρεπέστερον ἄνευ κινδύνου παῦσαι τούτων αὐτὸν τῶν πολιτευμάτων· κρύφα μὲν τὸ πρῶτον καὶ κατ' ὀλίγους συνιόντες καὶ διαλεγόμενοι πρὸς ἀλλήλους, ἔπειτα καὶ ἐκ τοῦ φανεροῦ καταβοῶντες, ἐπειδὴ βαρύς τε καὶ ἀφόρητος ἦν ἔργα τε πράττων ὑπερηφανίας μεστὰ καὶ [5] λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ· ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἦν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσι δι' ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς· [6] ἔπειτα συνεχεῖς ποιούμενος· ἐκκλησίας οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συνάγειν πολλὰ μὲν τοῦ Μηνυκίου κατηγόρει πρὸς τὸν δῆμον, ὡς ὄνομα φέροντος ἀρχῆς μόνον, ἔργον δὲ οὐδὲν ἀποδειξαμένου τοῖς πένησιν ὠφέλιμον, πολλὰ δὲ τοὺς πατρικίους διέβαλλε πρὸς τὸν δῆμον, ὡς ταῦτα πράττοντας ἐξ ὧν ὀλίγου τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται καὶ οὐδ' ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν, οὔτε κοινῇ πάντας οὔτε ἰδίᾳ τοὺς δυνατούς, παντὸς μάλιστα δέον αὐτοὺς χρήμασί τε καὶ σώμασιν ὥσπερ αὐτὸς δὴ κακοπαθεῖν καὶ πάντοθεν ἐπεισάγειν τῇ πόλει τὰς [7] ἀγοράς. ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφ' ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα. ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πατρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπειδὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοιαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον.

[8] οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος καὶ τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν ἔργων αὐτοῦ γενήσεσθαι δοθεῖσαν ἀπέφαινον, ἄλλῃ δέ τινι μείζονι καὶ λαμπροτέρᾳ τιμῇ κοσμεῖν ἠξίουν αὐτόν, [9] ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου. ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ †κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος [10] μήτ' ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι. ταῦτα ὁρῶντες οἱ προεστηκότες τῆς ἀριστοκρατίας καὶ οὔτε ἐπιτρέπειν ἀξιοῦντες οὔτε κωλύειν δύναμιν ἔχοντες ἐν πολλῇ πάντες ἦσαν ἀθυμίᾳ· καὶ ἔτι μᾶλλον διεταράχθησαν, ἐπειδὴ κωλυόντων ἐκκλησίας συνάγειν αὐτὸν καὶ δημηγορεῖν τῶν τε δημάρχων καὶ ὑπάτων, συστραφεὶς ὁ δῆμος ἐκείνους μὲν ἐξέβαλεν ἐκ τῆς ἀγορᾶς, τῷ δὲ [11] Μαιλίῳ πολλὴν ἄδειαν καὶ ῥώμην παρέσχεν. ἐν τοιαύτῃ δὴ καταστάσει τῆς πόλεως ὑπαρχούσης ὁ τῆς ἀγορᾶς ἀποδειχθεὶς ἔπαρχος, ἀχθόμενος μὲν ἐπὶ τοῖς προπηλακισμοῖς τῶν λόγων, οἷς αὐτὸν ὑβρίζων ὁ Μαίλιος ἐν ταῖς ἐκκλησίαις διετέλει, δεδοικὼς δὲ τὸν ἄνδρα μάλιστα τῶν ἄλλων, εἴ τινος ἐπιλάβοιτο ἀρχῆς, μὴ πρότερον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται ἢ τὸν δῆμον ἐξερεθίσας πρὸς αὐτὸν †ποιήσηται διὰ τῶν ἐκ τῆς ἑταιρείας ἐπιβουλήν τινα κατ' αὐτοῦ μηχανησάμενος, ἀγανακτῶν τε δι' ἀμφότερα ταῦτα καὶ ἀπηλλάχθαι προθυμούμενος ἐκείνου μείζονα ἢ κατ' ἰδιώτην ἰσχὺν ἔχοντος, ἐπιμελῆ ζήτησιν ἐποιεῖτο τῶν ὑπ' αὐτοῦ λεγομένων [12] τε καὶ πραττομένων. πολλῶν δὲ ὄντων, οἷς ὁ ἀνὴρ συνεργοῖς ἐχρῆτο τῶν ἀπορρήτων, καὶ οὔτε τὰς φύσεις ὁμοίων οὔτε τὰς γνώμας παραπλησίων ἔμελλέ τις ὅπερ εἰκὸς οὐ βέβαιος αὐτῷ ἔσεσθαι φίλος, ἢ διὰ φόβον ἢ διὰ κέρδος ἴδιον· ᾧ τὰ πιστὰ δοὺς ὁ Μηνύκιος ὑπὲρ τοῦ μηδενὶ φράσειν ὅστις ἦν, ἅπασαν ἔγνω τήν τε διάνοιαν τοῦ Μαιλίου καὶ τὴν παρασκευήν.

[13] ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους· ἐκεῖνοι δ' οὐκ ἀξιοῦντες ἐφ' ἑαυτοῖς ποιῆσαι μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου [14] βουλευσόμενοι. πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως πολλῆς πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος· ταύτης δ' ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλ' ὃν αὐτοὶ δι' ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα [15] τὸν βίον ἐπιτηδευομένων. μετεώρου δὴ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομένης ἐκάλει τὸν Μηνύκιον, κἀκεῖνος ἔλεξεν· [ζήτει ἐν τῷ περὶ δημηγοριῶν]. Esc.

[2]

[1]    Ὡς δ' ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται, ὁ δὲ τὸν ἱππάρχην * * * ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς δὲ βουλευταῖς εἰς τὸ Καπιτώλιον ἕωθεν ἔτι συλλέγεσθαι, τῷ δὲ Μηνυκίῳ τόν τε μηνυτὴν ἄγοντι καὶ τὰς ἄλλας ἀποδείξεις κομίζοντι πρὸς τὸ βῆμα παρεῖναι, ἅπασι δὲ φυλάττειν ἀπόρρητα πρὸς τοὺς ἔξω τοῦ συνεδρίου τὰ βουλεύματα· μίαν εἶναι λέγων ἀσφάλειαν, εἰ μηδὲν ὁ Μαίλιος ἀκούσειε τῶν περὶ αὐτοῦ λεγομένων τε καὶ [2] πραττομένων. διατάξας δὲ τἆλλα ὅσων ἐδεῖτο, μέχρι δύσεως ἡλίου πάντας ἐν τῷ βουλευτηρίῳ κατασχὼν σκότους ὄντος ἤδη διέλυσε τὸν σύλλογον· ὡς δὲ μέση νὺξ ἐγένετο, προελθὼν ἐκ τῆς οἰκίας .... ἐξῄει περὶ τὸν ὄρθρον τοὺς ἐπιλέκτους ἀμφοτέρων τῶν ὑπάτων [3] ἐπαγόμενος καὶ αὐτοὺς τοὺς ὑπάτους. οὗτοι μὲν οὖν τὸ Καπιτώλιον ἅμα τοῖς βουλευταῖς ἕωθεν κατειληφότες ἐφρούρουν· ὁ δὲ Μαίλιος οὐδὲν ἀκηκοὼς τούτων ἡμέρας γενομένης προελθὼν εἰς τὴν ἀγορὰν ἐχρημάτιζε τοῖς δεομένοις ἐπὶ τοῦ βήματος καθεζόμενος· καὶ μετ' οὐ πολὺ παρῆν ὁ ἵππαρχος Σερουίλιος πρὸς αὐτὸν ἄγων τοὺς ἀκμαιοτάτους τῶν ἱππέων ἔχοντας ὑπὸ τοῖς [4] ἱματίοις ξίφη καὶ στὰς πλησίον αὐτοῦ λέγει· ὁ δικτάτωρ σε κελεύει, Μαίλιε, πρὸς αὐτὸν ἥκειν· κἀκεῖνος ὑποτυχών, ποῖος, ἔφη, κελεύει με, Σερουίλιε, δικτάτωρ πρὸς αὐτὸν ἐλθεῖν, ὁ ποῦ καὶ πότε γενόμενος; καὶ ἅμα διαταραχθεὶς περιέβλεψεν εἰς τοὺς περὶ τὸ βῆμα. ἀφασίας δὲ ἅπαντας κατασχούσης διὰ τὸ μηδένα γιγνώσκειν τὰ πραχθέντα ὑπὸ τῆς βουλῆς λέγει πάλιν ὁ Σερουίλιος· εἰσηγγέλθης χθὲς εἰς τὴν βουλήν, ὦ Μαίλιε, νεωτέροις ἐπιχειρεῖν πράγμασιν, ἴσως οὐκ ἀληθῶς· οὐδενὸς γὰρ ἄξιον ἀπὸ τῆς αἰτίας προκαταγιγνώσκειν.

[5] ταύτην ἐξετάσαι τὴν μήνυσιν ἡ βουλὴ προελομένη δικτάτορος ἔφησε δεῖν τοῖς πράγμασιν, ὡς οὐ τὸν ἐλάχιστον τῶν κινδύνων τρέχουσα, καὶ ἀπέδειξε τῆς ἐξουσίας ταύτης κύριον Λεύκιον Κοίντιον Κικιννᾶτον, ὃν οἶσθα δήπου καὶ σὺ κράτιστον ὄντα τῶν πατρικίων καὶ δὶς ἤδη ταύτην ἀνεπιλήπτως τετελεκότα [6] τὴν ἀρχήν. οὗτος ὁ ἀνὴρ δικαστήριόν σοι καθίσαι καὶ λόγον ἀποδοῦναι βουλόμενος ἀπέσταλκεν ἡμᾶς, ἐμὲ τὸν ἵππαρχον ἅμα τοῖσδε τοῖς ἀνδράσιν, ἄξοντας σε ἀσφαλῶς ἐπὶ τὴν ἀπολογίαν. εἰ δὲ μηδὲν ἀδικεῖν πέποιθας, ἴθι καὶ λέγε τὰ δίκαια περὶ σαυτοῦ πρὸς ἄνδρα φιλόπολιν, ὃς οὔτε διὰ τὸν κοινὸν φθόνον οὔτε δι' ἄλλην ἄδικον πρόφασιν οὐδεμίαν ἐκποδὼν ποιῆσαί [7] σε βουλήσεται. ὁ δ' ὡς ἤκουσεν, ἀναπηδᾷ τε καὶ μεγάλα ἀναβοήσας, ἄνδρες, ἔφη, δημοτικοί, βοηθεῖτέ μοι συναρπαζομένῳ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν ὑπὸ τῶν δυνατῶν· οὐ γὰρ ἐπὶ δίκην [καλοῦμαι] πρὸς αὐτῶν, ἀλλ' ἐπὶ θάνατον καλοῦμαι. βοῆς δὲ γενομένης καὶ θορύβου πολλοῦ περὶ τὸ βῆμα συγγνούς, ὅτι πλείους εἰσὶ τῶν βοηθούντων οἱ συλλαμβάνειν μέλλοντες αὐτόν, καὶ οὐ μακρὰν ἑτέρους ὑποκαθῆσθαι ἐν ὅπλοις, καταπηδᾷ ταχέως ἀπὸ τοῦ βήματος καὶ διὰ τῆς ἀγορᾶς ἐχώρει δρόμῳ σπεύδων εἰς τὴν οἰκίαν καταφυγεῖν.

[8] καταλαμβανόμενος δ' ὑπὸ τῶν ἱππέων εἰς ἐργαστήριον εἰστρέχει μαγειρικὸν καὶ κοπίδα τῶν κρεοκόπων ἁρπάσας παίει τὸν πρῶτον αὐτῷ προσελθόντα. ἔπειτα πολλῶν ἐπιπεσόντων ἀθρόων ἀμυνόμενος καὶ βραχὺν ἀντισχὼν χρόνον ἀπεκόπη ὑπό τινος τὸν βραχίονα καὶ πίπτει καὶ κατακοπεὶς ὥσπερ θηρίον [9] ἀποθνήσκει. Μαίλιος μὲν δὴ μεγάλων ὀρεχθεὶς πραγμάτων καὶ μικροῦ πάνυ δεήσας τὴν Ῥωμαίων ἡγεμονίαν κατασχεῖν οὕτως ἀζήλου καὶ πικρᾶς καταστροφῆς ἔτυχεν. ἐξενεχθέντος δ' εἰς τὴν ἀγορὰν τοῦ νεκροῦ καὶ γενηθέντος πᾶσι φανεροῦ δρόμος ἦν καὶ βοὴ καὶ θόρυβος ἁπάντων τῶν κατὰ τὴν ἀγορὰν τῶν μὲν οἰκτειρόντων, τῶν δὲ ἀγανακτούντων, τῶν δὲ [10] ὁμόσε τοῖς δεδρακόσι χωρεῖν ἐσπουδακότων. τοιαύτης δὲ ταραχῆς γενομένης μαθὼν ὁ δικτάτωρ, ὅτι διαπέπρακται τοῖς ἱππεῦσι τὸ προσταχθὲν ἔργον, κατέβαινεν ἀπὸ τῆς ἄκρας εἰς τὴν ἀγορὰν τούς τε βουλευτὰς ἐπαγόμενος ἅπαντας καὶ τοὺς ἱππεῖς περὶ ἑαυτὸν ἔχων γυμνὰ φαίνοντας ξίφη· καὶ δημηγορήσας ἐπ' ἐκκλησίας ἀπέλυσε τὸν ὄχλον. Esc.

[3]

[1]    ...... ἔχων περὶ ἑαυτὸν ἀνθρώπους ἐξ ἁπάσης συνειλεγμένους κακίας, οὓς ἐσίτιζεν ὥσπερ θηρία κατὰ τῆς πατρίδος. εἰ μὲν οὖν ὑπήκουσέ μοι καὶ παρέσχεν ἑαυτὸν ἐν τοῖς νόμοις μένοντα, μεγίστην ἂν τοῦτ' αὐτῷ παρέσχε ῥοπὴν εἰς τὴν ἀπολογίαν, καὶ τεκμήριον οὐκ ἐλάχιστον ἦν τοῦ μηδὲν βεβουλεῦσθαι κατὰ τῆς πατρίδος· νῦν δ' ὑπὸ τῆς συνειδήσεως ἐλαυνόμενος, ὃ πάσχουσιν ἅπαντες οἱ τὰς ἀνοσίους βουλὰς κατὰ τῶν ἀναγκαιοτάτων σφίσι ποιησάμενοι, τοῦτο ἔπαθε· φυγεῖν τὸν ἔλεγχον ἔγνω, καὶ τοὺς ἥκοντας ἐπ' αὐτὸν ἱππεῖς μαγειρικῇ κοπίδι παίων ἀπήλαυνεν ... Ambr

[4]   Τῶν δὲ δημοτικῶν οἱ ‹μὲν οὐ› συμβουλεύσαντες τῇ καταλύσει τῆς πολιτείας ἠγανάκτουν καὶ δι' ὀργῆς τὴν ἐπιχείρησιν τοῦ ἀνδρὸς ἐλάμβανον, οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βουλευμάτων ἐπῄνουν· ὀλίγοι δέ τινες ἐξ αὐτῶν οἱ πονηρότατοι λογοποιεῖν ἐτόλμων ἐν ταῖς ἑξῆς ἡμέραις ὡς ἀνηρπασμένου πρὸς τῶν δυνατῶν τοῦ Μαιλίου καὶ διαστασιάζειν τὸν δῆμον ἐπεχείρουν· οὓς ἀφανεῖ θανάτῳ διαχρησάμενος ὁ δικτάτωρ, ἐπειδὴ κατέπαυσε τοῦ θορύβου, τὴν ἀρχὴν ἀποτίθεται.

[2]    Οἱ μὲν δὴ τὰ πιθανώτατά μοι δοκοῦντες γράφειν περὶ τῆς Μαιλίου τελευτῆς οὕτω παραδεδώκασι· λεγέσθω δὲ καὶ ὁ δοκῶν ἧττον εἶναί μοι πιθανὸς λόγος, ᾧ κέχρηται Κίγκιος καὶ Καλπούρνιος, ἐπιχώριοι συγγραφεῖς· οἵ φασιν οὔτε δικτάτορα ὑπὸ τῆς βουλῆς ἀποδειχθῆναι τὸν Κοίντιον οὔτε ἱππάρχην ὑπὸ τοῦ [3] Κοιντίου τὸν Σερουίλιον. γενομένης δὲ μηνύσεως ὑπὸ τοῦ Μηνυκίου τοὺς παρόντας ἐν τῷ συνεδρίῳ πιστεύσαντας ἀληθῆ τὰ λεγόμενα εἶναι, γνώμην ἀποδειξαμένου τῶν πρεσβυτέρων τινὸς ἄκριτον ἦ μὴν ἀποκτεῖναι τὸν ἄνδρα παραχρῆμα πεισθέντας, [καὶ] οὕτω τὸν Σερουίλιον ἐπὶ τοῦτο τάξαι τὸ ἔργον, νέον ὄντα [4] καὶ κατὰ χεῖρα γενναῖον. τοῦτον δέ φασι λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης ἐλθεῖν πρὸς τὸν Μαίλιον πορευόμενον ἐκ τῆς ἀγορᾶς καὶ προσελθόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγάλου διαλεχθῆναι πρὸς αὐτόν. κελεύσαντος δὲ τοῦ Μαιλίου μικρὸν ἀποχωρῆσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδὴ μονωθέντα τῆς φυλακῆς ἔλαβε, γυμνώσαντα τὸ ξίφος βάψαι κατὰ τῆς σφαγῆς· τοῦτο δὲ πράξαντα δρόμῳ χωρεῖν εἰς τὸ βουλευτήριον ἔτι συγκαθημένων τῶν συνέδρων, ἔχοντα τὸ ξίφος ᾑμαγμένον κεκραγότα πρὸς τοὺς διώκοντας, ὅτι κελευσθεὶς ὑπὸ τῆς βουλῆς ἀνῄρηκε [5] τὸν τύραννον. ἀκούσαντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὡρμηκότας παίειν τε καὶ βάλλειν αὐτὸν ἀποτραπέσθαι καὶ μηδὲν εἰς αὐτὸν παρανομῆσαι. ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἦλθεν ἐπὶ τὸν ἄνδρα· ἄλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας.

[6]    Ἀναιρεθέντος δὲ τοῦ ἀνδρὸς καθ' ἕτερον τρόπον συνελθοῦσα ἡ βουλὴ τήν τε οὐσίαν αὐτοῦ εἶναι δημοσίαν ἐψηφίσατο καὶ τὴν οἰκίαν ἕως ἐδάφους κατασκαφῆναι. οὗτος ὁ τόπος ἔτι καὶ εἰς ἐμὲ ἦν ἐν πολλαῖς ταῖς πέριξ οἰκίαις μόνος ἀνειμένος ἔρημος, καλούμενος ὑπὸ Ῥωμαίων Αἰκυμήλιον· ὡς ἂν ἡμεῖς εἴποιμεν ἰσόπεδον Μήλιον. αἶκον γὰρ ὑπὸ Ῥωμαίων τὸ μηδεμίαν ἔχον ἐξοχὴν καλεῖται· τόπον οὖν τινα Αἶκον Μήλιον ἐξ ἀρχῆς κληθέντα, ὕστερον συμφθαρέντων [δὲ] ἀλλήλοις κατὰ τὴν μίαν ἐκφορὰν τῶν ὀνομάτων Αἰκυμήλιον ἐκάλεσαν. τῷ δὲ τὴν κατὰ τοῦ Μαιλίου μήνυσιν ἀποδόντι Μηνυκίῳ στάσιν ἀνδριάντος ἐψηφίσατο ἡ βουλή. Esc. et pag. 223, `1822 Ambr.

[5]

[1]    Τυρρηνῶν καὶ Φειδηναίων καὶ Οὐιεντανῶν πολεμούντων Ῥωμαίοις καὶ Λάρου Τολουμνίου τοῦ βασιλέως Τυρρηνῶν πανδεινὰ ποιοῦντος κατ' αὐτῶν χιλίαρχός τις Ῥωμαῖος, Αὖλος Κορνήλιος Κόσσος ἐπίκλησιν, ἐλαύνει τὸν ἵππον κατὰ τοῦ Τολουμνίου· καὶ ἐπειδὴ ἀγχοῦ ἐγένετο, φέρουσι κατ' ἀλλήλων τὰ δόρατα.

[2] ὁ μὲν οὖν Τολούμνιος τὸν ἵππον αὐτοῦ παίει διὰ τοῦ στήθους, ὃς ἀναχαιτίσας ῥιπτεῖ τὸν ἐπιβάτην· ὁ δὲ Κορνήλιος διὰ θυρεοῦ τε καὶ θώρακος ἐλάσας τὴν αἰχμὴν εἰς τὰ πλευρὰ περιτρέπει τὸν Τολούμνιον ἀπὸ τοῦ ἵππου, καὶ ἔτι διανισταμένου φέρει διὰ [3] ‹τοῦ› βουβῶνος τὸ ξίφος. ἀποκτείνας δὲ αὐτὸν καὶ τὰ σκῦλα ἀφελόμενος οὐ μόνον τοὺς ὁμόσε χωροῦντας ἱππεῖς τε καὶ πεζοὺς ἀνέστειλεν, ἀλλὰ καὶ τοὺς ἐπὶ τῶν κεράτων ἀμφοτέρων ἀντέχοντας εἰς ἀθυμίαν καὶ δέος κατέστησεν. Ambr.

[6]

[1]    Δεύτερον ὑπατεύοντος Αὔλου Κορνηλίου Κόσσου καὶ Τίτου Κοιντίου αὐχμῷ μεγάλῳ κακωθεῖσα ἡ γῆ πάντων ἐσπάνισεν οὐ μόνον τῶν ὀμβρίων, ἀλλὰ καὶ τῶν ναματιαίων ὑδάτων· ἐκ δὲ τούτου προβάτων μὲν καὶ ὑποζυγίων καὶ βοῶν ἐπίλειψις παντελὴς ἐγένετο, εἰς δὲ τοὺς ἀνθρώπους νόσοι κατέσκηψαν πολλαὶ μὲν καὶ ἄλλαι, μάλιστα δὲ ἡ ψωρώδης καλουμένη, δεινὰς ὀδύνας παρέχουσα τοῖς χρωσὶ κατὰ τοὺς ὀδαξησμοὺς καὶ πρὸς τὰς ἑλκώσεις ἔτι μᾶλλον ἀγριαινομένη· πάθος ἐλεεινὸν ἐν τοῖς πάνυ καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον. Ambr.

[2]    Οὐκ ἐδόκει τοῖς προεστηκόσι τοῦ συνεδρίου βαθεῖαν εἰρήνην καὶ πολυχρόνιον ἄγειν σχολὴν ἐνθυμουμένοις, ὅτι ῥᾳθυμία καὶ τρυφὴ συνεισπορεύεται ταῖς πόλεσι μετὰ τῆς εἰρήνης, καὶ ἅμα τὰς πολιτικὰς ὀρρωδοῦσι ταραχάς. καὶ αὗται γὰρ ἅμα τῷ καταλυθῆναι τοὺς ὑπερορίους πολέμους χαλεπαὶ καὶ συνεχεῖς ἐξ ἁπάσης προφάσεως ἀνίσταντο.

[3]    Κρεῖττον ταῖς φιλανθρωπίαις περιεῖναι τῶν ἐχθρῶν ἢ ταῖς τιμωρίαις, δι' ἃς κεἰ μηδὲν ἕτερον αἱ γέ τοι παρὰ τῶν θεῶν ἐλπίδες ἡδίους αὐτοῖς ὑπάρχουσιν. Ambr.

[4]    Ὡς ἔμαθε τοὺς πολεμίους ἐκ τῶν κατόπιν προσιόντας, ἐπιστρέφειν μὲν ὀπίσω περιεχόμενος ὑπὸ τῶν πολεμίων πανταχόθεν ἀπέγνω ἐνθυμούμενος, ὅτι κινδυνεύσουσιν ἅπαντες οὐθὲν ἀποδειξάμενοι γενναῖον ἔργον αἴσχιστα διαφθαρῆναι, ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ τεθωρακισμένοι πρὸς ἐλαφρούς. ἰδὼν δὲ ὄχθον τινὰ ὑψηλὸν ἐπιεικῶς, ὃς ἦν αὐτῷ οὐ πρόσω, τοῦτον ἔγνω καταλαβέσθαι. Ambr.

   Ἀγρίππας Μενήνιος καὶ Πόπλιος Λουκρήτιος καὶ Σερούιος Ναύτιος, χιλίαρχοι †τιμηθέντες, ἐπίθεσίν τινα κατὰ τῆς πόλεως γενομένην ὑπὸ δούλων [5] ἐφώρασαν. ἔμελλον δὲ οἱ μετέχοντες τῆς συνωμοσίας πῦρ ἐμβαλόντες ταῖς οἰκίαις κατὰ πολλοὺς ἅμα τόπους νύκτωρ, ὁπότε μάθοιεν ἐπὶ τὴν τῶν καιομένων βοηθείαν ὡρμηκότας ἅπαντας τό τε Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς καταλαμβάνεσθαι τόπους, ἐγκρατεῖς δὲ γενόμενοι τῶν καρτερῶν τῆς πόλεως, ἐπὶ τὴν ἐλευθερίαν τοὺς ἄλλους δούλους παρακαλεῖν, καὶ σὺν ἐκείνοις ἀποκτείναντες τοὺς δεσπότας τὰς τῶν πεφονευμένων [6] γυναῖκάς τε καὶ κτήσεις παραλαμβάνειν. τῆς δὲ πράξεως περιφανοῦς γενομένης συλληφθέντες οἱ πρῶτοι συνθέντες τὴν ἐπιβουλὴν καὶ μαστιγωθέντες ἐπὶ τοὺς σταυροὺς ἀπήχθησαν· τῶν δὲ μηνυσάντων αὐτούς, ὄντων δυεῖν, ἐλευθερίαν τε καὶ δραχμὰς ‹χιλίας› ἑκάτερος ἔλαβεν ἐκ τοῦ δημοσίου. Ambr.

[7]

[1]    Ἔσπευδε τὸν πόλεμον συντελέσαι ἐν ὀλίγαις ἡμέραις ὁ Ῥωμαίων χιλίαρχος ὡς δὴ ῥᾴδιόν τι πρᾶγμα καὶ κατὰ χειρὸς αὐτῷ γενησόμενον ὑποχειρίους [2] ποιήσασθαι μίᾳ μάχῃ τοὺς πολεμίους. τῷ δὲ ἡγεμόνι τῶν πολεμίων ἐνθυμουμένῳ τό τε ἐμπειροπόλεμον τῶν Ῥωμαίων καὶ τὸ ἐν τοῖς κινδύνοις καρτερικὸν μάχην μὲν ἐκ παρατάξεως ἴσην καὶ φανερὰν ποιεῖσθαι πρὸς αὐτοὺς οὐκ ἐδόκει, διαστρατηγεῖν δὲ τὸν πόλεμον ἀπάταις τισὶ καὶ δόλοις καὶ παρατηρεῖν, εἴ τι πλεονέκτημα καθ' ἑαυτῶν ἐκεῖνοι παρέξουσιν. Ambr.

   Τραυματίας καὶ παρασχεδὸν ἐλθὼν ἀποθανεῖν. Ambr.

[8]

[1]    Ἐν Ῥώμῃ χειμῶνος γενομένου βιαίου, ἔνθα ἡ ἐλαχίστη χιὼν κατενίφθη, οὐκ ἐλάττων ἦν ἑπτὰ ποδῶν τὸ βάθος. καὶ συνέπεσεν ἀνθρώπους τε ὑπὸ τοῦ νιφετοῦ διαφθαρῆναί τινας καὶ πρόβατα πολλὰ καὶ τῶν ἄλλων κτηνῶν καὶ ὑποζυγίων μοῖραν οὐκ ὀλίγην, τὰ μὲν ὑπὸ τοῦ κρυμοῦ σφακελίσαντα, [2] τὰ δὲ νομῆς τῆς συνήθους ἀπορίᾳ. δένδρων τε καρποφόρων, ὅσα μὴ πέφυκεν ὑπερβολὰς νιφετῶν ὑπομένειν, τὰ μὲν εἰς τέλος ἐξηράνθη, τὰ δὲ ἐπικαέντα τοὺς βλαστοὺς ἄκαρπα ἐπὶ πολλοὺς χρόνους ἐγένετο. συνεχύθησάν τε καὶ τῶν οἰκιῶν συχναὶ καί τινες καὶ περιετράπησαν, μάλιστα δὲ ὅσαι ἐκ τῶν λίθων κατὰ [3] τὴν διάλυσίν τε καὶ ἀπότηξιν τῆς χιόνος. τοῦτο τὸ πάθος οὔτε πρότερόν ποτε γενόμενον ἐν ἱστορίας γραφῇ περὶ ταῦτα τὰ χωρία παρειλήφαμεν οὔθ' ὕστερον ἕως τοῦ καθ' ἡμᾶς χρόνου, μετρίῳ γέ τινι βορειότερα τοῦ μέσου, κατὰ τὸν ὑπὲρ Ἀθηνῶν γραφόμενον δι' Ἑλλησπόντου παράλληλον. τότε δὲ πρῶτον καὶ μόνον ἐξέβη τῆς εἰωθυίας κράσεως ἡ τοῦ περιέχοντος τήνδε τὴν γῆν φύσις. Ambr.

[9]

[1]    Ἑορτὰς ἦγον οἱ Ῥωμαῖοι τὰς καλουμένας τῇ ἐπιχωρίῳ γλώττῃ στρωμνὰς ὑπὸ τῶν Σιβυλλείων κελευσθέντες χρησμῶν. νόσος γάρ τις λοιμώδης γενομένη θεόπεμπτός τε καὶ ὑπὸ τέχνης ἀνθρωπίνης ἀνίατος εἰς ζήτησιν αὐτοὺς ἤγαγε τῶν χρησμῶν.

[2] ἐκόσμησάν τε στρωμνὰς τρεῖς, ὡς ἐκέλευον οἱ χρησμοί, μίαν μὲν Ἀπόλλωνι καὶ Λητοῖ, ἑτέραν δὲ Ἡρακλεῖ καὶ Ἀρτέμιδι, τρίτην δὲ Ἑρμῇ καὶ Ποσειδῶνι· καὶ διετέλουν ἐφ' ἡμέρας ἑπτὰ δημοσίᾳ τε καταθύοντες καὶ ἰδίᾳ κατ' οἰκείαν δύναμιν ἅπαντες τοῖς θεοῖς ἀπαρχόμενοι, ἑστιάσεις τε λαμπροτάτας ἐπιτελοῦντες καὶ [3] ξένων τοὺς παρεπιδημοῦντας ὑποδεχόμενοι. Πείσων δὲ ὁ τιμητικὸς ἐν ταῖς ἐνιαυσίοις ἀναγραφαῖς καὶ ταῦτ' ἔτι προστίθησιν· ὅτι λελυμένων μὲν τῶν θεραπόντων ὅσους πρότερον ἐν τοῖς δεσμοῖς εἶχον οἱ δεσπόται, πληθυούσης ὄχλου ξενικοῦ τῆς πόλεως, ἀναπεπταμένων τῶν οἰκιῶν διὰ ἡμέρας τε καὶ νυκτός, καὶ δίχα κωλύσεως εἰσιόντων εἰς αὐτὰς τῶν βουλομένων, οὔτε χρῆμα οὐδὲν ἀπολωλεκέναι τις ᾐτιάσατο οὔτε ἠδικῆσθαί τινα ὑπ' οὐδενός, καίτοι πολλὰ φέρειν εἰωθότων πλημμελῆ καὶ παράνομα τῶν ἑορταίων καιρῶν διὰ τὰς μέθας. Ambr.

[10]

[1]    Οὐιεντανοὺς πολιορκούντων Ῥωμαίων περὶ τὴν ἐπιτολὴν τοῦ κυνός, ὅτε μάλιστα λίμναι τε ἐπιλείπουσι καὶ ποταμοὶ πάντες, ὅ τι μὴ μόνος ὁ Αἰγύπτιος Νεῖλος, λίμνη τις ἀπέχουσα τῆς Ῥώμης οὐ μεῖον ρκ΄ σταδίων ἐν τοῖς Ἀλβανοῖς καλουμένοις ὄρεσι, παρ' ᾗ τὸ ἀρχαῖον ἡ τῶν Ῥωμαίων μητρόπολις ᾠκεῖτο, οὔτε ὑετῶν γενομένων οὔτε νιφετῶν οὔτ' ἄλλης τινὸς αἰτίας ἀνθρώποις φανερᾶς, τοσαύτην ἔλαβεν ἐκ τῶν ἐν αὐτῇ ναμάτων ἐπίδοσιν, ὥστε πολλὴν μὲν ἐπικλύσαι τῆς παρορείου, πολλὰς δὲ οἰκήσεις γεωργικὰς καταβαλεῖν, τελευτῶσαν δὲ καὶ τὸν μεταξὺ τῶν ὀρῶν αὐλῶνα διασπάσαι καὶ ποταμὸν ἐκχέαι κατὰ τῶν ὑποκειμένων [2] πεδίων ἐξαίσιον. Τοῦτο μαθόντες οἱ Ῥωμαῖοι κατ' ἀρχὰς μέν, ὡς δαιμονίου τινὸς μηνίοντος τῇ πόλει, θυσίαις ἐξιλάσασθαι τοὺς κατέχοντας τὸν τόπον θεοὺς καὶ δαίμονας ἐψηφίσαντο καὶ τοὺς ἐπιχωρίους μάντεις ἀνέκρινον, εἴ τι λέγειν ἔχουσιν· ἐπεὶ δ' οὔτε ἡ λίμνη τὴν ἑαυτῆς τάξιν ἀπελάμβανεν, οὔτε οἱ μάντεις ἀκριβὲς οὐδὲν ἔλεγον, ἀλλὰ τῷ θεῷ χρῆσθαι παρῄνουν, ἐπὶ τὸ Δελφικὸν μαντεῖον ἀπέστειλαν θεοπρόπους. Ambr.

[11]

[1]    Ἐν δὲ τῷ μεταξὺ χρόνῳ Οὐιεντανῶν τις ἔμπειρος τῆς ἐπιχωρίου μαντικῆς διὰ προγόνων ἐτύγχανε φυλακὴν ἔχων τοῦ τείχους, ἐγεγόνει δέ τις αὐτῷ τῶν ἀπὸ τῆς Ῥώμης λοχαγῶν ἐκ παλαιοῦ γνώριμος. οὗτος ὁ λοχαγὸς ἐγγὺς τοῦ τείχους ποτὲ γενόμενος καὶ τοὺς συνήθεις ἀσπασμοὺς τῷ ἀνδρὶ ἀποδοὺς οἰκτείρειν αὐτὸν ἔφη τῆς καταληψομένης [2] ἅμα τοῖς ἄλλοις συμφορᾶς, ἐὰν ἡ πόλις ἁλῷ. καὶ ὁ Τυρρηνὸς ἀκηκοὼς τὴν ὑπέρχυσιν τῆς Ἀλβανίδος λίμνης καὶ τὰ παλαιὰ περὶ αὐτῆς προειδὼς θέσφατα ἀναγελάσας· οἷον, ἔφησεν, ἐστὶν ἀγαθὸν τὸ προειδέναι τὰ μέλλοντα. ὑμεῖς δὲ κατὰ τὴν ἀγνωσίαν τῶν ἀποβησομένων πόλεμον ἀτελῆ καὶ πόνους ἀνηνύτους ἀντλεῖτε τὴν Οὐιεντανῶν πόλιν ἀναστήσειν οἰόμενοι. εἰ δέ τις ὑμῖν ἐδήλωσεν, ὅτι τῇ πόλει τῇδε τότε πέπρωται ἁλῶναι, ὅταν ἡ πρὸς Ἀλβανῷ λίμνη σπανίσασα τῶν αὐθιγενῶν ναμάτων μηκέτι μίσγηται θαλάττῃ, ἐπαύσασθε ἂν αὐτοί τε δαπανώμενοι καὶ [3] ἡμᾶς ἐνοχλοῦντες. ταῦτα ὁ Ῥωμαῖος μαθὼν πολὺς ἐν τῷ σκοπεῖν καθ' ἑαυτὸν γενόμενος, τότε μὲν ἀπῄει, τῇ δ' ἑξῆς προειπὼν τοῖς χιλιάρχοις, ἃ διενοεῖτο, παρῆν ἐπὶ τὸν αὐτὸν τόπον ἄνοπλος, ὥστε μηδεμίαν ὑποψίαν ἐπιβουλῆς τὸν Τυρρηνὸν ὑπὲρ αὐτοῦ λαβεῖν. χρησάμενος δὲ τοῖς συνήθεσιν ἀσπασμοῖς πρῶτον μὲν ὑπὲρ τῆς κατεχούσης τὸ Ῥωμαικὸν στρατόπεδον ἀμηχανίας διελέγετο ἄλλ', ἐφ' οἷς ἡσθήσεσθαι τὸν Τυρρηνὸν ὑπελάμβανεν, ἔπειτα ἐξηγητὴν αὑτῷ γενέσθαι ἠξίου σημείων τινῶν καὶ τεράτων [4] νεωστὶ τοῖς χιλιάρχοις γεγονότων. πείθεται τοῖς λόγοις ὁ μάντις οὐδεμίαν δεδοικὼς ἐξαπάτην καὶ τοὺς συνόντας αὐτῷ μεταστῆναι κελεύσας αὐτὸς ἠκολούθει μόνος τῷ λοχαγῷ. ὁ δὲ Ῥωμαῖος ὑπαγόμενος αὐτὸν ἀπωτέρω τοῦ τείχους διὰ τῶν πρὸς ἀπάτην μηχανηθέντων λόγων, ὡς ἐγγὺς ἐγένετο τοῦ περιτειχίσματος, περιλαβὼν ταῖς χερσὶν ἀμφοτέραις μέσον αἴρεταί τε καὶ πρὸς τὸ Ῥωμαικὸν ἀποφέρεται στρατόπεδον. Ambr.

[12]

[1]    Τοῦτον τὸν ἄνδρα οἱ χιλίαρχοι λόγοις τε θεραπεύοντες καὶ βασάνων ἀπειλαῖς δεδιττόμενοι ἅπαντα παρεσκεύασαν ἐξειπεῖν, ἃ περὶ τῆς Ἀλβανίδος λίμνης ἀπέκρυπτεν· εἶτα καὶ πρὸς τὴν βουλὴν αὐτὸν ἀναπέμπουσι. τοῖς δ' ἐκ τοῦ συνεδρίου οὐχ ‹ἡ› ὁμοία παρέστη δόξα, ἀλλὰ τοῖς μὲν ἐδόκει πανοῦργός τις εἶναι καὶ γόης ὁ Τυρρηνὸς καὶ καταψεύδεσθαι τοῦ δαιμονίου τὰ περὶ τὸν χρησμόν, τοῖς δ' ἀπὸ πάσης [2] ἀληθείας εἰρηκέναι. Ἐν τοιαύτῃ δ' ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας· ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι [3] καὶ μέχρι θαλάττης ἀπορρέουσαι· ὅταν δ' ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθ' ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι· τοῦτο δ' οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθ' ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία. ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας. Ambr.

[13]

[1]    Ὡς δὲ ταῦτ' ἤκουσαν Οὐιεντανοὶ παρ' αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται [2] πρέσβεις οἱ πρεσβύτατοι. ἀποψηφισαμένης δὲ τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας [εἰς] ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ· Καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν περιοίκων δι' ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον, [3] οὔτε τὴν παρ' ἀνθρώπων ἐντραπέντες νέμεσιν. ἀνθ' ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα· Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετ' οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε. Ambr.

[4]    Μετὰ βραχὺ δὲ ἁλισκομένης τῆς πόλεως οἱ μὲν ὁμόσε τοῖς πολεμίοις χωροῦντες ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ πολλοὺς ἀποκτείναντες κατεκόπησαν, οἱ δ' αὐτοχειρίᾳ σφάξαντες αὑτοὺς διεφθάρησαν· ὅσοις δὲ δι' ἀνανδρίαν τε καὶ ταπεινότητα ψυχῆς πάντ' ἐφαίνετο τοῦ τεθνάναι τὰ δεινὰ μετριώτερα, ῥίψαντες τὰ ὅπλα παρεδίδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς. Ambr.

[14]

[1]    Ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δ' ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν [2] ἔτη πάσης πειραθεῖσα τύχης. Ἔπειτ' ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν· εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην. Ambr.

[15]

[1]    Ἦν δὲ ἡ Οὐιεντανῶν πόλις οὐθὲν ὑποδεεστέρα τῆς Ῥώμης ἐνοικεῖσθαι γῆν τε πολλὴν καὶ πολύκαρπον ἔχουσα, τὴν μὲν ὀρεινήν, τὴν δὲ πεδιάδα, καὶ τὸν ὑπερκείμενον ἀέρα καθαρώτατον καὶ πρὸς ὑγιείαν ἀνθρώποις ἄριστον, οὔτε ἕλους πλησίον ὄντος, ὅθεν ἕλκονται βαρεῖς ἀτμοὶ καὶ δυσώδεις, οὔτε ποταμοῦ τινος ψυχρὰς ἕωθεν ἀνιέντος αὔρας, ὑδάτων τε οὐ σπανίων ὄντων οὐδ' ἐπακτῶν, ἀλλ' αὐθιγενῶν καὶ πλουσίων καὶ πίνεσθαι κρατίστων. Ambr.

[16]   Αἰνείαν λέγουσι τὸν ἐξ Ἀγχίσου καὶ Ἀφροδίτης, ὅτε κατέσχεν εἰς Ἰταλίαν, θῦσαι προαιρούμενον ὅτῳ δή τινι θεῶν, μετὰ τὴν εὐχὴν μέλλοντα τοῦ παρεσκευασμένου πρὸς τὴν θυσίαν ἱερείου κατάρχεσθαι, τῶν Ἀχαιῶν ἰδεῖν τινα πρόσωθεν ἐρχόμενον, εἴτε Ὀδυσσέα, ὅτε τῷ περὶ τὸν Ἄορνον μαντείῳ χρῆσθαι ἔμελλεν, εἴτε Διομήδην, ἡνίκα Δαύνῳ [2] σύμμαχος ἀφίκετο· ἀχθόμενον δὲ τῷ συγκυρήματι καὶ πολεμίαν ὄψιν ἐφ' ἱεροῖς φανεῖσαν ὡς πονηρὸν οἰωνὸν ἀφοσιώσασθαι βουλόμενον, ἐγκαλύψασθαί τε καὶ στραφῆναι· μετὰ δὲ τὴν ἀπαλλαγὴν τοῦ πολεμίου χερνιψάμενον [3] αὖθις ἐπιτελέσαι τὴν θυσίαν. γενομένων δὲ τῶν ἱερῶν κρειττόνων ἡσθῆναί τε τῷ συγκυρήματι καὶ φυλάττειν ἐπὶ πάσης εὐχῆς τὸ αὐτὸ ἔθος, τούς τε ἀπ' ἐκείνου γενομένους ὡς ἕν τι τῶν περὶ τὰς [4] ἱερουργίας νομίμων καὶ τοῦτο διατηρεῖν. Ἑπόμενος δὴ τοῖς πατρικοῖς ὁ Κάμιλλος νόμοις, ἐπειδὴ τὴν εὐχὴν ἐποιήσατο καὶ κατὰ τῆς κεφαλῆς εἵλκυσε τὸ ἱμάτιον, ἐβούλετο μὲν στραφῆναι, τῆς δὲ βάσεως ὑπενεχθείσης οὐ δυνηθεὶς ἀναλαβεῖν αὑτὸν ὕπτιος [5] ἐπὶ τὴν γῆν φέρεται. τοῦτον τὸν οἰωνὸν οὔτε μαντείας οὔτ' ἐνδοιασμοῦ δεόμενον, ἀλλὰ καὶ τῷ φαυλοτάτῳ ῥᾴδιον ὄντα συμβαλεῖν, ὅτι πεσεῖν αὐτῷ πᾶσα ἀνάγκη πτῶμα ἄσχημον, οὔτε φυλακῆς οὔτε ἀφοσιώσεως ἄξιον ὑπέλαβεν, ἀλλ' ἐπὶ τὸ κεχαρισμένον ἑαυτῷ μετήνεγκεν, ὡς ὑπακηκοότων αὐτοῦ ταῖς εὐχαῖς τῶν θεῶν καὶ τὸ κακὸν ἐλάχιστον παρεσκευακότων γενέσθαι. Ambr.