4832 358 0 9 1 0 II d. C. ? Narrazione fittizia Chariton VIII De Chaerea et Callirhoe Blake, W.E., Oxford, Clarendon Press, 1938. 17

CHARITON - De Chaerea et Callirhoe VIII

[1]

[1] Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρόην Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρόην, ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται.

[2] ἔμελλε δὲ ἔργον ἡ Τύχη πράττειν οὐ μόνον παράδοξον, ἀλλὰ καὶ σκυθρωπόν, ἵνα ἔχων Καλλιρόην Χαιρέας ἀγνοήσῃ καὶ τὰς ἀλλοτρίας γυναῖκας ἀναλαβὼν ταῖς τριήρεσιν ἀπαγάγῃ, μόνην δὲ τὴν ἰδίαν ἐκεῖ καταλίπῃ οὐχ ὡς Ἀριάδνην καθεύδουσαν, οὐδὲ Διονύσῳ νυμφίῳ, [3] λάφυρον δὲ τοῖς ἑαυτοῦ πολεμίοις. ἀλλὰ ἔδοξέ τι δεινὸν Ἀφροδίτῃ· ἤδη γὰρ αὐτῷ διηλλάττετο, πρότερον ὀργισθεῖσα χαλεπῶς διὰ τὴν ἄκαιρον ζηλοτυπίαν, ὅτι δῶρον παρ' αὐτῆς λαβὼν τὸ κάλλιστον, οἷον οὐδὲ Ἀλέξανδρος ὁ Πάρις, ὕβρισεν εἰς τὴν χάριν. ἐπεὶ δὲ καλῶς ἀπελογήσατο τῷ Ἔρωτι Χαιρέας ἀπὸ δύσεως εἰς ἀνατολὰς διὰ μυρίων παθῶν πλανηθείς, ἠλέησεν αὐτὸν Ἀφροδίτη καὶ ὅπερ ἐξ ἀρχῆς δύο τῶν καλλίστων ἥρμοσε ζεῦγος, γυμνάσασα διὰ γῆς καὶ θαλάσσης, [4] πάλιν ἠθέλησεν ἀποδοῦναι. νομίζω δὲ καὶ τὸ τελευταῖον τοῦτο σύγγραμμα τοῖς ἀναγινώσκουσιν ἥδιστον γενήσεσθαι· καθάρσιον γάρ ἐστι τῶν ἐν τοῖς πρώτοις σκυθρωπῶν. οὐκέτι λῃστεία καὶ δουλεία καὶ δίκη καὶ μάχη καὶ ἀποκαρτέρησις καὶ πόλεμος καὶ ἅλωσις, ἀλλὰ [5] ἔρωτες δίκαιοι ἐν τούτῳ ‹καὶ› νόμιμοι γάμοι. πῶς οὖν ἡ θεὸς ἐφώτισε τὴν ἀλήθειαν καὶ τοὺς ἀγνοουμένους ἔδειξεν ἀλλήλοις λέξω.

   Ἑσπέρα μὲν ἦν, ἔτι δὲ πολλὰ τῶν αἰχμαλώτων κατελέλειπτο. κεκμηκὼς οὖν ὁ Χαιρέας ἀνίσταται, ἵνα διατάξηται τὰ πρὸς τὸν [6] πλοῦν. παριόντι δὲ αὐτῷ τὴν ἀγορὰν ὁ Αἰγύπτιος ἔλεξεν "ἐνταῦθά ἐστιν ἡ γυνή, δέσποτα, ἡ μὴ βουλομένη προσελθεῖν, ἀλλὰ ἀποκαρτεροῦσα· τάχα δὲ σὺ πείσεις αὐτὴν ἀναστῆναι· τί γάρ σε δεῖ καταλείπειν τὸ κάλλιστον τῶν λαφύρων;" συνεπελάβετο καὶ Πολύχαρμος τοῦ λόγου, βουλόμενος ἐμβαλεῖν αὐτόν, εἴ πως δύναιτο, εἰς ἔρωτα καινὸν καὶ Καλλιρόης παραμύθιον. "εἰσέλθωμεν" ἔφη, "Χαιρέα."

[7] ὑπερβὰς οὖν τὸν οὐδὸν καὶ θεασάμενος ἐρριμμένην καὶ ἐγκεκαλυμμένην εὐθὺς ἐκ τῆς ἀναπνοῆς καὶ τοῦ σχήματος ἐταράχθη τὴν ψυχὴν καὶ μετέωρος ἐγένετο· πάντως δ' ἂν καὶ ἐγνώρισεν, εἰ ‹μὴ› σφόδρα [8] πέπειστο Καλλιρόην ἀπειληφέναι Διονύσιον. ἠρέμα δὲ προσελθὼν "θάρρει" φησίν, "ὦ γύναι, ἥτις ἂν ᾖς, οὐ γάρ σε βιασόμεθα· ἕξεις δὲ ἄνδρα, ὃν θέλεις." ἔτι λέγοντος ἡ Καλλιρόη γνωρίσασα τὴν φωνὴν ἀπεκαλύψατο καὶ ἀμφότεροι συνεβόησαν "Χαιρέα," "Καλλιρόη." περιχυθέντες δὲ ἀλλήλοις, λιποψυχήσαντες ἔπεσον.

[9] ἄφωνος δὲ καὶ Πολύχαρμος τὸ πρῶτον εἱστήκει πρὸς τὸ παράδοξον, χρόνου δὲ προϊόντος "ἀνάστητε" εἶπεν, "ἀπειλήφατε ἀλλήλους· πεπληρώκασιν οἱ θεοὶ τὰς ἀμφοτέρων εὐχάς. μέμνησθε δὲ ὅτι οὐκ ἐν πατρίδι ἐστέ, ἀλλ' ἐν πολεμίᾳ γῇ, καὶ δεῖ ταῦτα πρότερον οἰκονομῆσαι [10] καλῶς, ἵνα μηδεὶς ἔτι ὑμᾶς διαχωρίσῃ." τοιαῦτα ἐμβοῶντος, ὥσπερ τινὲς ἐν φρέατι βαθεῖ βεβαπτισμένοι μόλις ἄνωθεν φωνὴν ἀκούσαντες, βραδέως ἀνήνεγκαν, εἶτα ἰδόντες ἀλλήλους καὶ καταφιλήσαντες πάλιν παρείθησαν καὶ δεύτερον καὶ τρίτον τοῦτο ἔπραξαν, μίαν φωνὴν ἀφιέντες "ἔχω σε, εἰ ἀληθῶς εἶ Καλλιρόη· εἰ ἀληθῶς εἶ Χαιρέας."

[11]    Φήμη δὲ διέτρεχεν ὅτι ὁ ναύαρχος εὕρηκε τὴν γυναῖκα. οὐ στρατιώτης ἔμεινεν ἐν σκηνῇ, οὐ ναύτης ἐν τριήρει, οὐ θυρωρὸς ἐν οἰκίᾳ· πανταχόθεν συνέτρεχον λαλοῦντες "ὢ γυναικὸς μακαρίας, εἴληφε τὸν εὐμορφότατον ἄνδρα." Καλλιρόης δὲ φανείσης οὐδεὶς ἔτι Χαιρέαν ἐπῄνεσεν, ἀλλ' εἰς ἐκείνην πάντες ἀφεώρων, ὡς μόνην [12] οὖσαν. ἐβάδιζε δὲ σοβαρά, Χαιρέου καὶ Πολυχάρμου μέσην αὐτὴν δορυφορούντων. ἄνθη καὶ στεφάνους ἐπέβαλλον αὐτοῖς, καὶ οἶνος καὶ μύρα πρὸ τῶν ποδῶν ἐχεῖτο, καὶ πολέμου καὶ εἰρήνης ἦν ὁμοῦ τὰ ἥδιστα, ἐπινίκια καὶ γάμοι.

[13]    Χαιρέας δὲ εἴθιστο μὲν ἐν τριήρει καθεύδειν καὶ νυκτὸς καὶ μεθ' ἡμέραν πολλὰ πράττων· τότε δὲ Πολυχάρμῳ πάντα ἐπιτρέψας, αὐτὸς οὐδὲ νύκτα περιμείνας εἰσῆλθεν εἰς τὸν θάλαμον τὸν βασιλικόν· καθ' ἑκάστην γὰρ πόλιν οἶκος ἐξαίρετος ἀποδέδεικται τῷ μεγάλῳ [14] βασιλεῖ. κλίνη μὲν ἔκειτο χρυσήλατος, στρωμνὴ δὲ Τυρία πορφυρᾶ, ὕφασμα Βαβυλώνιον. τίς ἂν φράσῃ τὴν νύκτα ἐκείνην πόσων διηγημάτων μεστή, πόσων δὲ δακρύων ὁμοῦ καὶ φιλημάτων; πρώτη μὲν ἤρξατο Καλλιρόη διηγεῖσθαι, πῶς ἀνέζησεν ἐν τῷ τάφῳ, πῶς [15] ὑπὸ Θήρωνος ἐξήχθη, πῶς ἔπλευσε, πῶς ἐπράθη. μέχρι τούτων Χαιρέας ἀκούων ἔκλαεν· ἐπεὶ δὲ ἧκεν εἰς Μίλητον τῷ λόγῳ, Καλλιρόη μὲν ἐσιώπησεν αἰδουμένη, Χαιρέας δὲ τῆς ἐμφύτου ζηλοτυπίας ἀνεμνήσθη, παρηγόρησε δὲ αὐτὸν τὸ περὶ τοῦ τέκνου διήγημα. πρὶν δὲ πάντα ἀκοῦσαι, "λέγε μοι" φησὶ "πῶς εἰς Ἄραδον ἦλθες καὶ ποῦ Διονύσιον καταλέλοιπας καὶ τί σοι πέπρακται πρὸς βασιλέα."

[16] ἡ δ' εὐθὺς ἀπώμνυτο μὴ ἑωρακέναι Διονύσιον μετὰ τὴν δίκην· βασιλέα δὲ ἐρᾶν μὲν αὐτῆς, μὴ κεκοινωνηκέναι δὲ αὐτῷ μηδὲ μέχρι φιλήματος. "ἄδικος οὖν" ἔφη Χαιρέας "ἐγὼ καὶ ὀξὺς εἰς ὀργήν, τηλικαῦτα δεινὰ διατεθεικὼς βασιλέα μηδὲν ἀδικοῦντά σε· σοῦ γὰρ [17] ἀπαλλαγεὶς εἰς ἀνάγκην κατέστην αὐτομολίας. ἀλλ' οὐ κατῄσχυνά σε· πεπλήρωκα γῆν καὶ θάλασσαν τροπαίων." καὶ πάντα ἀκριβῶς διηγήσατο, ἐναβρυνόμενος τοῖς κατορθώμασιν. ἐπεὶ δὲ ἅλις ἦν δακρύων καὶ διηγημάτων, περιπλακέντες ἀλλήλοις

   ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.

[2]

[1]    Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι [2] εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν ὑπὲρ ἧς ἀφῖκται. καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας [3] "κάλει" φησί· "πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει." εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος, ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς "ἴσθι" φησὶν "ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ, τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω πάρεστι· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντὸς ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ τῆς Στατείρας τῆς γυναικός."

[4]    Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρόη δὲ αὐτοῦ λαβομένη "ποῦ σπεύδεις" εἶπε "πρὶν βουλεύσασθαι περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι [5] πεισόμεθα τῶν πρώτων βαρύτερα." ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος "νικῶμεν, ἄνδρες" εἶπε, "καὶ τὴν πεζὴν στρατιὰν τὴν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε."

[6]    Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ καταλέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ [7] ἄχρηστον. ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ βοῆς καὶ ταραχῆς ὁ λιμὴν πεπλήρωτο καὶ ἄλλος ἄλλο τι ἔπραττε. παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα λεληθὸς τοῖς τριηράρχαις διέδωκεν ἐπὶ Κύπρου κρατεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον οὖσαν αὐτὴν προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν Ἀφροδίτης.

[8] ἐπεὶ δὲ ὡρμίσαντο, Χαιρέας, πρὶν ἐκβῆναί τινα τῶν τριηρῶν, πρώτους ἐξέπεμψε τοὺς κήρυκας εἰρήνην καὶ σπονδὰς τοῖς ἐπιχωρίοις καταγγεῖλαι. δεξαμένων δὲ αὐτῶν ἐξεβίβασε τὴν δύναμιν ἅπασαν εἰς γῆν καὶ ἀναθήμασι τὴν Ἀφροδίτην ἐτίμησε· πολλῶν δὲ [9] ἱερείων συναχθέντων εἱστίασε τὴν στρατιάν. σκεπτομένου δὲ αὐτοῦ περὶ τῶν ἑξῆς ἀπήγγειλαν οἱ ἱερεῖς (οἱ αὐτοὶ δέ εἰσι καὶ μάντεις) ὅτι καλὰ γέγονε τὰ ἰερά. τότε οὖν θαρρήσας ἐκάλεσε τοὺς τριηράρχας καὶ ὅσους τῶν Αἰγυπτίων εὔνους ἑώρα πρὸς αὑτὸν καὶ ἔλεξεν ὧδε·

[10]    "Ἄνδρες συστρατιῶται καὶ φίλοι, κοινωνοὶ μεγάλων κατορθωμάτων, ἐμοὶ καὶ εἰρήνη καλλίστη καὶ πόλεμος ἀσφαλέστατος μεθ' ὑμῶν· πείρᾳ γὰρ μεμαθήκαμεν ὅτι ὁμονοοῦντες ἐκρατήσαμεν τῆς θαλάσσης· καιρὸς δὲ ὀξὺς ἐφέστηκεν ἡμῖν εἰς τὸ βουλεύσασθαι περὶ τοῦ μέλλοντος ἀσφαλῶς· ἴστε γὰρ ὅτι ὁ μὲν Αἰγύπτιος ἀνῄρηται μαχόμενος, κρατεῖ δὲ βασιλεὺς ἁπάσης τῆς γῆς, ἡμεῖς δὲ ἀπειλήμμεθα [11] ἐν μέσοις τοῖς πολεμίοις. εἶτ' οὖν συμβουλεύει τις ἡμῖν ἀπιέναι πρὸς τὸν βασιλέα καὶ εἰς τὰς ἐκείνου χεῖρας φέροντας αὑτοὺς ἐμβαλεῖν;" ἀνεβόησαν εὐθὺς ὡς πάντα μᾶλλον ἢ τοῦτο ποιητέον.

   "Ποῦ τοίνυν ἄπιμεν; πάντα γάρ ἐστιν ἡμῖν πολέμια καὶ οὐκέτι οὐδὲ τῇ θαλάττῃ προσήκει πιστεύειν, τῆς γῆς κρατουμένης ὑπὸ τῶν πολεμίων· οὐ δήπου γε ἀναπτῆναι δυνάμεθα."

[12]    Σιωπῆς ἐπὶ τούτοις γενομένης Λακεδαιμόνιος ἀνήρ, Βρασίδου συγγενής, κατὰ μεγάλην ἀνάγκην τῆς Σπάρτης ἐκπεσών, πρῶτος ἐτόλμησεν εἰπεῖν "τί δὲ ζητοῦμεν ποῦ φύγωμεν βασιλέα; ἔχομεν γὰρ θάλασσαν καὶ τριήρεις· ἀμφότερα δὲ ἡμᾶς εἰς Σικελίαν ἄγει καὶ Συρακούσας, ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν δείσαιμεν, ἀλλ' οὐδὲ [13] Ἀθηναίους." ἐπῄνεσαν πάντες τὸν λόγον· μόνος Χαιρέας προσεποιεῖτο μὴ συγκατατίθεσθαι, τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος, τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ. σφόδρα δὲ ἐγκειμένων καὶ πλεῖν ἤδη θελόντων, "ἀλλ' ὑμεῖς μέν, ἄνδρες Ἕλληνες, βουλεύεσθε καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως· [14] οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν ὑμᾶς προσλαμβανομένων. τοὺς δὲ Αἰγυπτίους ‑ πολλοὶ γάρ εἰσιν οὓς οὐ προσήκει ἄκοντας βιάζεσθαι· καὶ γὰρ γυναῖκας καὶ τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν ‑ κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν."

[3]

[1]    Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρόη δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα "τί" ἔφη "βεβούλευσαι, Χαιρέα; καὶ Στάτειραν ἄγεις εἰς Συρακούσας καὶ Ῥοδογούνην τὴν καλήν;" ἠρυθρίασεν ὁ Χαιρέας καὶ "οὐκ ἐμαυτοῦ"

[2] φησὶν "ἕνεκα ἄγω ταύτας, ἀλλὰ σοὶ θεραπαινίδας." ἀνέκραγεν ἡ Καλλιρόη "μὴ ποιήσειαν οἱ θεοὶ τοσαύτην ἐμοὶ γενέσθαι μανίαν, ὥστε τὴν τῆς Ἀσίας βασιλίδα δούλην ἔχειν, ἄλλως τε καὶ ξένην γεγενημένην. εἰ δέ μοι θέλεις χαρίζεσθαι, βασιλεῖ πέμψον αὐτήν· καὶ γὰρ αὕτη μέ σοι διεφύλαξεν ὡς ἀδελφοῦ γυναῖκα παραλαβοῦσα."

[3] "οὐδέν ἐστιν" ἔφη Χαιρέας, "ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιήσαιμι· σὺ γὰρ κυρία Στατείρας καὶ πάντων τῶν λαφύρων καὶ πρὸ πάντων τῆς ἐμῆς ψυχῆς." ἥσθη Καλλιρόη καὶ κατεφίλησεν αὐτόν, εὐθὺς δὲ ἐκέλευσε τοῖς ὑπηρέταις ἄγειν αὐτὴν πρὸς Στάτειραν.

[4]    Ἐτύγχανε δὲ ἐκείνη μετὰ τῶν ἐνδοξοτάτων Περσίδων ἐν κοίλῃ νηί, ὅλως οὐδὲν ἐπισταμένη τῶν γεγενημένων, οὐδ' ὅτι Καλλιρόη Χαιρέαν ἀπείληφε· πολλὴ γὰρ ἦν παραφυλακὴ καὶ οὐδενὶ ἐξῆν προσελθεῖν, [5] οὐκ ἰδεῖν, οὐ μηνῦσαί τι τῶν πραττομένων. ὡς δὲ ἧκεν ἐπὶ τὴν ναῦν, τοῦ τριηράρχου δορυφοροῦντος αὐτήν, κατάπληξις εὐθὺς ἦν πάντων καὶ ταραχὴ διαθεόντων. εἶτά τις ἡσυχῆ πρὸς ἄλλον ἐλάλησεν "ἡ τοῦ ναυάρχου γυνὴ παραγίνεται." μέγα δὲ καὶ βύθιον ἀνεστέναξεν ἡ Στάτειρα καὶ κλάουσα εἶπεν "εἰς ταύτην με τὴν ἡμέραν, ὦ Τύχη, τετήρηκας, ἵνα ἡ βασιλὶς ἴδω κυρίαν· πάρεστι γὰρ [6] ἴσως ἰδεῖν οἵαν παρείληφε δούλην." ἤγειρε θρῆνον ἐπὶ τούτοις καὶ τότε ἔμαθε τί αἰχμαλωσία σωμάτων εὐγενῶν. ἀλλὰ ταχεῖαν ἐποίησεν ὁ θεὸς τὴν μεταβολήν· Καλλιρόη γὰρ εἰσδραμοῦσα περιεπλάκη τῇ Στατείρᾳ. "χαῖρε" φησίν, "ὦ βασίλεια· βασιλὶς γὰρ εἶ καὶ [7] ἀεὶ διαμένεις. οὐκ εἰς πολεμίων χεῖρας ἐμπέπτωκας, ἀλλὰ τῆς σοὶ φιλτάτης, ἣν εὐηργέτησας. Χαιρέας ὁ ἐμός ἐστι ναύαρχος· ναύαρχον δὲ Αἰγυπτίων ἐποίησεν αὐτὸν ὀργὴ πρὸς βασιλέα, διὰ τὸ βραδέως ἀπολαμβάνειν ἐμέ· πέπαυται δὲ καὶ διήλλακται καὶ οὐκέτι ὑμῖν ἐστι [8] πολέμιος. ἀνίστασο δέ, φιλτάτη, καὶ ἄπιθι χαίρουσα· ἀπόλαβε καὶ σὺ τὸν ἄνδρα τὸν σεαυτῆς· ζῇ γὰρ βασιλεύς, κἀκείνῳ σε Χαιρέας πέμπει. ἀνίστασο καὶ σύ, Ῥοδογούνη, πρώτη μοι φίλη Περσίδων, καὶ βάδιζε πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, καὶ ὅσας ἡ βασιλὶς ἂν ἄλλας θέλῃ, καὶ μέμνησθε Καλλιρόης."

[9]    Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων καὶ οὔτε πιστεύειν εἶχεν οὔτε ἀπιστεῖν· τὸ δὲ ἦθος Καλλιρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε [10] ταχέως πάντα πράττειν. ἦν οὖν τις ἐν Αἰγυπτίοις Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος, ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων διαφέρων. τοῦτον καλέσας Χαιρέας εἶπεν "ἐγὼ ἐβουλόμην μετ' ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης πράξεως ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα τῷ μεγάλῳ βασιλεῖ πέμπω [11] διὰ σοῦ. τοῦτο δὲ καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους διαλλάξει." ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον τῶν ὀπίσω κομιζομένων τριηρῶν. πάντες μὲν οὖν ἤθελον ἀκολουθεῖν Χαιρέᾳ [12] καὶ προετίμων αὐτὸν πατρίδων καὶ τέκνων. ὁ δὲ μόνας εἴκοσι τριήρεις ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι, καὶ ταύταις ἐνεβίβασεν Ἕλληνας μὲν ἅπαντας ὅσοι παρῆσαν, Αἰγυπτίων δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους· πολλοὶ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. τοὺς δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχησεν οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρόη δὲ προσήνεγκε τὸν [13] κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ. ἡ δὲ οὐκ ἠβουλήθη λαβεῖν, ἀλλὰ "τούτῳ" ἔφη "σὺ κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός. δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. ἐγὼ δὲ πλείω τούτων καταλέλοιπα ἐν [14] Βαβυλῶνι. θεοὶ δέ σοι παρέχοιεν εὔπλοιαν καὶ σωτηρίαν καὶ μηδέποτε διαζευχθῆναι Χαιρέου. πάντα πεποίηκας εἰς ἐμὲ δικαίως· χρηστὸν ἦθος ἐπεδείξω καὶ τοῦ κάλλους ἄξιον. καλήν μοι βασιλεὺς ἔδωκε παραθήκην."

[4]

[1]    Τίς ἂν φράσῃ τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε πράξεις, πῶς ἀλλήλαις διαφόρους, ‑ εὐχομένων, συντασσομένων, χαιρόντων, λυπουμένων, ἀλλήλοις ἐντολὰς διδόντων, τοῖς οἴκοι γραφόντων; ἔγραφε δὲ καὶ Χαιρέας ἐπιστολὴν πρὸς βασιλέα τοιαύτην·

[2]    "Σὺ μὲν ἔμελλες τὴν δίκην κρίνειν, ἐγὼ δὲ ἤδη νενίκηκα παρὰ τῷ δικαιοτάτῳ δικαστῇ· πόλεμος γὰρ ἄριστος κριτὴς τοῦ κρείττονός τε καὶ χείρονος. οὗτός μοι Καλλιρόην ἀποδέδωκεν, ‹καὶ› οὐ μόνον τὴν [3] γυναῖκα τὴν ἐμήν, ἀλλὰ καὶ τὴν σήν. οὐκ ἐμιμησάμην δέ σου τὴν βραδυτῆτα, ἀλλὰ ταχέως σοι μηδὲ ἀπαιτοῦντι Στάτειραν ἀποδίδωμι καθαρὰν καὶ ἐν αἰχμαλωσίᾳ μείνασαν βασιλίδα. ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρόην ἀποστέλλειν. ἀνταπαιτοῦμεν δέ σε χάριν Αἰγυπτίοις διαλλαγῆναι· πρέπει γὰρ βασιλεῖ μάλιστα πάντων ἀνεξικακεῖν. ἕξεις δὲ στρατιώτας ἀγαθοὺς φιλοῦντάς σε· τοῦ γὰρ ἐμοὶ συνακολουθεῖν ὡς φίλοι παρὰ σοὶ μᾶλλον εἵλοντο μένειν."

[4]    Ταῦτα μὲν ἔγραψε Χαιρέας, ἔδοξε δὲ καὶ Καλλιρόῃ δίκαιον εἶναι καὶ εὐχάριστον Διονυσίῳ γράψαι. τοῦτο μόνον ἐποίησε δίχα Χαιρέου· εἰδυῖα γὰρ αὐτοῦ τὴν ἔμφυτον ζηλοτυπίαν ἐσπούδαζε λαθεῖν. λαβοῦσα δὲ γραμματίδιον ἐχάραξεν οὕτως·

[5]    "Καλλιρόη Διονυσίῳ εὐεργέτῃ χαίρειν· σὺ γὰρ εἶ ὁ καὶ λῃστείας καὶ δουλείας με ἀπαλλάξας. δέομαί σου, μηδὲν ὀργισθῇς· εἰμὶ γὰρ τῇ ψυχῇ μετὰ σοῦ διὰ τὸν κοινὸν υἱόν, ὃν παρακατατίθημί σοι ἐκτρέφειν τε καὶ παιδεύειν ἀξίως ἡμῶν. μὴ λάβῃ δὲ πεῖραν μητρυιᾶς· ἔχεις οὐ μόνον υἱόν, ἀλλὰ καὶ θυγατέρα· ἀρκεῖ σοι δύο [6] τέκνα. ὧν γάμον ζεῦξον, ὅταν ἀνὴρ γένηται, καὶ πέμψον αὐτὸν εἰς Συρακούσας, ἵνα καὶ τὸν πάππον θεάσηται. ἀσπάζομαί σε, Πλαγγών. ταῦτά σοι γέγραφα τῇ ἐμῇ χειρί. ἔρρωσο, ἀγαθὲ Διονύσιε, καὶ Καλλιρόης μνημόνευε τῆς σῆς."

[7]    Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. κατεσκευάκει δὲ Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα καὶ χρυσοϋφῆ [8] Βαβυλώνια περιθείς. πάνυ δὲ κολακευτικῶς κατακλίνασα αὐτὴν Καλλιρόη "ἔρρωσό μοι" φησίν, "ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα βασιλεῖ. κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί μου καὶ τοῖς θεοῖς τοῖς Ἑλληνικοῖς. συνίστημί σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες· [9] νόμιζε ἐκεῖνο παραθήκην ἔχειν ἀντ' ἐμοῦ." ταῦτα λεγούσης δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν· ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρόη, ἠρέμα προσκύψασα τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε καὶ "ταύτην" εἶπε "δὸς Διονυσίῳ τῷ δυστυχεῖ, ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. παρηγορήσατε αὐτόν. φοβοῦμαι [10] μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν ἀνέλῃ." ἔτι δὲ ἂν ἐλάλουν αἱ γυναῖκες καὶ ἔκλαον καὶ ἀλλήλας κατεφίλουν, εἰ μὴ παρήγγειλαν οἱ κυβερνῆται τὴν ἀναγωγήν. μέλλουσα δὲ ἐμβαίνειν εἰς τὴν τριήρη ἡ Καλλιρόη τὴν Ἀφροδίτην προσεκύνησε. "χάρις σοι" φησὶν "ὦ δέσποινα, τῶν παρόντων. ἤδη μοι διαλλάττῃ· δὸς δέ μοι καὶ Συρακούσας ἰδεῖν. πολλὴ μὲν ἐν μέσῳ θάλασσα, καὶ ἐκδέχεταί με [11] φοβερὰ πελάγη, πλὴν οὐ φοβοῦμαι σοῦ μοι συμπλεούσης." ἀλλ' οὐδὲ τῶν Αἰγυπτίων οὐδεὶς ἐνέβη ταῖς Δημητρίου ναυσίν, εἰ μὴ πρότερον συνετάξατο Χαιρέᾳ καὶ κεφαλὴν καὶ χεῖρας αὐτοῦ κατεφίλησε· τοσοῦτον ἵμερον πᾶσιν ἐνέθηκε. καὶ πρῶτον κοινὸν εἴασεν ἀναχθῆναι τὸν στόλον, ὡς ἀκούεσθαι μέχρι πόρρω τῆς θαλάσσης ἐπαίνους μεμιγμένους εὐχαῖς.

[5]

[1]    Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ [2] βεβαίως, αὐτὸς δ' ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα. ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι "Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν αἱ ναῦς τῶν Αἰγυπτίων." μέγα δὴ πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος. ἐπένθουν δὲ Περσῶν οἱ ἐντιμότατοι

   Στάτειραν πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἕκαστος,

ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον. ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ ποίας θαλάσσης.

[3]    Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσπλέουσαι. καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνον πλέοντος [4] βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων. εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ "τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων." ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον [5] εἰς μάχην. ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν· ὁ δὲ βασιλεὺς οὐ κατέσχεν, ἀλλὰ πρὶν κάλῳς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε "τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα [6] καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι. πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;" Στάτειρα δὲ ἀπεκρίνατο "δῶρον ἔχεις με παρὰ Καλλιρόης." ἀκούσας δὲ τὸ ὄνομα βασιλεὺς ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας δὲ εἰς Ἀρταξάτην τὸν εὐνοῦχον "ἄγε με" φησὶ "πρὸς Καλλιρόην, ἵνα [7] αὐτῇ χάριν γνῶ." εἶπε δ' ἡ Στάτειρα "μαθήσῃ πάντα παρ' ἐμοῦ," ἅμα δὲ προῄεσαν ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. τότε δὲ πάντας ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι, διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν ἔδωκε τὴν ἐπιστολὴν τὴν [8] Χαιρέου. βασιλεὺς δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρόην μηκέτι δύναιτο θεάσασθαι. μάλιστα δὲ πάντων φθόνος ἥπτετο αὐτοῦ, καὶ ἔλεγε "μακάριος Χαιρέας, εὐτυχέστερος ἐμοῦ."

[9]    Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων Στάτειρα εἶπε "παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε παρακαλεῖ Καλλιρόη." ἐπιστραφεὶς οὖν ὁ Ἀρταξέρξης πρὸς τὸν εὐνοῦχον "ἐλθέτω" φησὶ [10] "Διονύσιος." καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων γυναικῶν ἐδόκει καὶ Καλλιρόην παρεῖναι καὶ βασιλέα καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας τῆς ἀριστείας. ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ βασιλεὺς ἐξ ἀρχῆς ἅπαντα τὰ γεγενημένα. ἐν ἐκείνῳ δὴ τῷ καιρῷ μάλιστα φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον. [11] ὥσπερ γὰρ εἴ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη, οὕτως κἀκεῖνος ἀκούσας λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρόην εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης τῆς βασιλίδος.

[12] ὁ δὲ Ἀρταξέρξης "εἰ μὲν ἐδυνάμην" ἔφη, "καὶ Καλλιρόην ἂν ἀπέδωκά σοι, Διονύσιε· πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω· τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας ἄρχειν, καὶ 'πρῶτος εὐεργέτης' εἰς τὸν οἶκον τοῦ βασιλέως ἀναγραφῆναι." προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν ὁμολογήσας ἔσπευδεν ἀπαλλαγῆναι καὶ δακρύων ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν ἡσυχῆ ἐπιδίδωσιν.

[13]    Ὑποστρέψας δὲ καὶ κατακλείσας ἑαυτόν, γνωρίσας τὰ Καλλιρόης γράμματα πρῶτον τὴν ἐπιστολὴν κατεφίλησεν, εἶτα ἀνοίξας τῷ στήθει προσεπτύξατο ὡς ἐκείνην παροῦσαν, καὶ ἐπὶ πολὺν χρόνον κατεῖχεν, ἀναγινώσκειν μὴ δυνάμενος διὰ τὰ δάκρυα. ἀποκλαύσας δὲ μόλις ἀναγινώσκειν ἤρξατο καὶ πρῶτόν γε Καλλιρόης τοὔνομα κατεφίλησεν. ἐπεὶ δὲ ἦλθεν εἰς τὸ "Διονυσίῳ εὐεργέτῃ," "οἴμοι"

[14] φησὶν "οὐκέτ' 'ἀνδρί·' σὺ γὰρ εὐεργέτης ἐμός· τί γὰρ ἄξιον ἐποίησά σοι;" ἥσθη δὲ τῆς ἐπιστολῆς τῇ ἀπολογίᾳ καὶ πολλάκις ἀνεγίνωσκε ταῦτα τὰ ῥήματα· ὑπεδήλου γὰρ ὡς ἄκουσα αὐτὸν καταλίποι. οὕτω κοῦφόν ἐστιν ὁ Ἔρως καὶ ἀναπείθει ῥᾳδίως [15] ἀντερᾶσθαι. θεασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν "ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών." ταῦτα εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πολλῶν πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρόης εἰκόνας.

[6]

[1]    Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς (εἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν ‹τὸ πνεῦμα›) καὶ ναῦς ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν [2] αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ. ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη. ὡς δὲ εἶδον αὐτοὺς οἱ ἐκ τῆς πόλεως, εἶπέ τις "πόθεν τριήρεις προσπλέουσι; μή τι [3] Ἀττικαί; φέρε οὖν μηνύσωμεν Ἑρμοκράτει." καὶ ταχέως ἐμήνυσε "στρατηγέ, βουλεύου τί ποιήσεις· τοὺς λιμένας ἀποκλείσωμεν ἢ ἐπαναχθῶμεν; οὐ γὰρ ἴσμεν εἰ μείζων ἕπεται στόλος, πρόδρομοι δέ εἰσιν αἱ βλεπόμεναι." καταδραμὼν οὖν ὁ Ἑρμοκράτης ἐκ τῆς ἀγορᾶς ἐπὶ τὴν θάλασσαν κωπῆρες ἐξέπεμψε πλοῖον ἀπαντᾶν αὐτοῖς.

[4] ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων "ἡμεῖς ἐξ Αἰγύπτου πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ." "μὴ ἀθρόοι τοίνυν εἰσπλεῖτε" φησίν, "ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε· φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριήρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία δὲ καταπλευσάτω." "ποιήσομεν οὕτως."

[5]    Εἰσέπλευσεν οὖν τριήρης ἡ Χαιρέου πρώτη. εἶχε δὲ ἐπάνω σκηνὴν συγκεκαλυμμένην Βαβυλωνίοις παραπετάσμασιν. ἐπεὶ δὲ καθωρμίσθη, πᾶς ὁ λιμὴν ἀνθρώπων ἐνεπλήσθη· φύσει μὲν γὰρ ὄχλος ἐστὶ περίεργόν τι χρῆμα, τότε δὲ καὶ πλείονας εἶχον αἰτίας τῆς [6] συνδρομῆς. βλέποντες δὲ εἰς τὴν σκηνὴν ἔνδον ἐνόμιζον οὐκ ἀνθρώπους ἀλλὰ φόρτον εἶναι πολυτελῆ, καὶ ἄλλος ἄλλο τι ἐμαντεύετο, πάντα δὲ μᾶλλον ἢ τὸ ἀληθὲς εἴκαζον· καὶ γὰρ ἦν ἄπιστον ὡς ἀληθῶς, ἤδη πεπεισμένων αὐτῶν ὅτι Χαιρέας τέθνηκε, ζῶντα [7] δόξαι καταπλεῖν καὶ μετὰ τοσαύτης πολυτελείας. οἱ μὲν οὖν Χαιρέου γονεῖς οὐδὲ προῄεσαν ἐκ τῆς οἰκίας, Ἑρμοκράτης δὲ ἐπολιτεύετο μέν, ἀλλὰ πενθῶν, καὶ τότε εἱστήκει μέν, λανθάνων δέ. πάντων δὲ ἀπορούντων καὶ τοὺς ὀφθαλμοὺς ἐκτετακότων αἰφνίδιον εἱλκύσθη τὰ παραπετάσματα, καὶ ὤφθη Καλλιρόη μὲν ἐπὶ χρυσηλάτου κλίνης ἀνακειμένη, Τυρίαν ἀμπεχομένη πορφύραν, Χαιρέας δὲ αὐτῇ παρακαθήμενος, [8] σχῆμα ἔχων στρατηγοῦ. οὔτε βροντή ποτε οὕτως ἐξέπληξε τὰς ἀκοὰς οὔτε ἀστραπὴ τὰς ὄψεις τῶν ἰδόντων, οὔτε θησαυρὸν εὑρών τις χρυσίου τοσοῦτον ἐξεβόησεν, ὡς τότε τὸ πλῆθος, ἀπροσδοκήτως ἰδὸν θέαμα λόγου κρεῖττον. Ἑρμοκράτης δὲ ἀνεπήδησεν ἐπὶ τὴν σκηνὴν καὶ περιπτυξάμενος τὴν θυγατέρα εἶπε "ζῇς, τέκνον, ἢ καὶ τοῦτο πεπλάνημαι;" "ζῶ, πάτερ, νῦν ἀληθῶς, ὅτι σε ζῶντα τεθέαμαι." δάκρυα πᾶσιν ἐχεῖτο μετὰ χαρᾶς.

[9]    Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν· αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.

[10] ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνεμίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζομένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι καὶ συνευχαὶ πυκναὶ παρ' ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου [11] χαρᾶς. ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί, Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ γυναῖκες. ἔδοξε δὲ ἔτι καὶ αὐταῖς Καλλιρόην ‹καλλίω› γεγονέναι, ὥστε ἀληθῶς εἶπες ἂν αὐτὴν ὁρᾶν τὴν Ἀφροδίτην ἀναδυομένην ἐκ τῆς θαλάσσης. προσελθὼν δὲ Χαιρέας τῷ Ἑρμοκράτει καὶ τῷ πατρὶ "παραλάβετε" [12] ἔφη "τὸν πλοῦτον τοῦ μεγάλου βασιλέως." καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρόν τε καὶ χρυσὸν ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε Συρακοσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου βασιλέως, ὥστε ἐνεπλήσθη πᾶσα ἡ πόλις, οὐχ ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας Ἀττικῆς, ἀλλά, τὸ καινότατον, ἐν εἰρήνῃ λαφύρων Μηδικῶν.

[7]

[1]    Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν "ἐξίωμεν εἰς τὴν ἐκκλησίαν·" ἐπεθύμουν γὰρ αὐτοὺς καὶ βλέπειν καὶ ἀκούειν· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν "Καλλιρόην παρακάλει."

[2] Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν, εἰσαγαγὼν τὴν θυγατέρα. πρῶτον οὖν ὁ δῆμος εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ οἱ μὲν ἄνδρες ἐπῄνουν Χαιρέαν, αἱ δὲ γυναῖκες Καλλιρόην, ποτὲ δ' αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ τοῦτο ἐκείνοις ἥδιον ἦν.

[3]    Καλλιρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας εὐθὺς ἀσπασαμένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. κἀκεῖνος ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων [ἐν] τοῖς πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. ὁ δὲ δῆμος ἐνεκελεύετο "ἐρωτῶμεν, [4] ἄνωθεν ἄρξαι, πάντα ἡμῖν λέγε, μηδὲν παραλίπῃς." ὤκνει Χαιρέας, ὡς ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδούμενος, Ἑρμοκράτης δὲ ἔφη "μηδὲν αἰδεσθῇς, ὦ τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ πικρότερον ἡμῖν· τὸ γὰρ τέλος λαμπρὸν γενόμενον ἐπισκοτεῖ τοῖς προτέροις ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλεπωτέραν [5] ἐξ αὐτῆς τῆς σιωπῆς. πατρίδι λέγεις καὶ γονεῦσιν, ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία. τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον [6] ὑμῶν αὐτὸς ἔζευξε· τήν ‹τε› τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν εἰς ψευδῆ ζηλοτυπίαν ‹καὶ ὡς› ἀκαίρως ἔπληξας τὴν γυναῖκα πᾶντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων τῇ [7] γυναικί. ἀλλ' ὁ δῆμός σε ἀπέλυσεν, ἀκούσιον ἐπιγνοὺς τὸ συμβάν. τὰ δὲ τούτων ἐφεξῆς ἡμῖν ἀπήγγειλαν, ὅτι Θήρων ὁ τυμβωρύχος νυκτὸς τὸν τάφον διασκάψας Καλλιρόην ζῶσαν εὑρὼν μετὰ τῶν ἐνταφίων ἐνέθηκε τῷ πειρατικῷ κέλητι καὶ εἰς Ἰωνίαν ἐπώλησε, σὺ δὲ κατὰ τὴν ζήτησιν τῆς γυναικὸς ἐξελθὼν αὐτὴν μὲν οὐχ εὗρες, [8] ἐν δὲ τῇ θαλάσσῃ τῷ πειρατικῷ πλοίῳ περιπεσὼν τοὺς μὲν ἄλλους λῃστὰς τεθνεῶτας κατέλαβες ὑπὸ δίψους, Θήρωνα δὲ μόνον ἔτι ζῶντα εἰσήγαγες εἰς τὴν ἐκκλησίαν, κἀκεῖνος μὲν βασανισθεὶς ἀνεσκολοπίσθη, τριήρη δὲ ἐξέπεμψεν ἡ πόλις καὶ πρεσβευτὰς ὑπὲρ Καλλιρόης, ἑκούσιος δὲ συνεξέπλευσέ σοι Πολύχαρμος ὁ φίλος. ταῦτα ἴσμεν· σὺ δὲ ἡμῖν διήγησαι τὰ μετὰ τὸν ἔκπλουν συνενεχθέντα τὸν σὸν ἐντεῦθεν."

[9]    Ὁ δὲ Χαιρέας ἔνθεν ἑλὼν διηγεῖτο "πλεύσαντες τὸν Ἰόνιον ἀσφαλῶς εἰς χωρίον κατήχθημεν ἀνδρὸς Μιλησίου, Διονυσίου τοὔνομα, πλούτῳ καὶ γένει καὶ δόξῃ πάντων Ἰώνων ὑπερέχοντος. οὗτος [10] δὲ ὁ παρὰ Θήρωνος Καλλιρόην ταλάντου πριάμενος. μὴ φοβηθῆτε· οὐκ ἐδούλευσεν· εὐθὺς γὰρ τὴν ἀργυρώνητον αὑτοῦ δέσποιναν ἀπέδειξε, καὶ ἐρῶν αὐτῆς βιάσασθαι οὐκ ἐτόλμησε τὴν εὐγενῆ, πέμψαι [11] δὲ πάλιν εἰς Συρακούσας οὐχ ὑπέμεινεν ἧς ἤρα. ἐπεὶ δὲ ᾔσθετο Καλλιρόη κύουσαν ἑαυτὴν ἐξ ἐμοῦ, σῶσαι τὸν πολίτην ὑμῖν θέλουσα, ἀνάγκην ἔσχε Διονυσίῳ γαμηθῆναι, σοφιζομένη τοῦ τέκνου τὴν γονήν, ἵνα ἐκ Διονυσίου δόξῃ γεγεννηκέναι, καὶ τραφῇ τὸ παιδίον [12] ἐπαξίως. τρέφεται γὰρ ὑμῖν, ἄνδρες Συρακόσιοι, πολίτης ἐν Μιλήτῳ πλούσιος ὑπ' ἀνδρὸς ἐνδόξου· καὶ γὰρ ἐκείνου τὸ γένος ἔνδοξον ‹καὶ› Ἑλληνικόν. μὴ φθονήσωμεν αὐτῷ μεγάλης κληρονομίας.

[8]

[1]    "Ταῦτα μὲν οὖν ἔμαθον ὕστερον· τότε δὲ καταχθεὶς ἐν τῷ χωρίῳ, μόνον τὴν εἰκόνα Καλλιρόης θεασάμενος ἐν ἱερῷ ἐγὼ μὲν εἶχον ἀγαθὰς ἐλπίδας, νύκτωρ δὲ Φρύγες λῃσταὶ καταδραμόντες ἐπὶ θάλασσαν ἐνέπρησαν μὲν τὴν τριήρη, τοὺς δὲ πλείστους κατέσφαξαν, [2] ἐμὲ δὲ καὶ Πολύχαρμον δήσαντες ἐπώλησαν εἰς Καρίαν." θρῆνον ἐξέρρηξεν ἐπὶ τούτοις τὸ πλῆθος, εἶπε δὲ Χαιρέας "ἐπιτρέψατέ μοι τὰ ἑξῆς σιωπᾶν, σκυθρωπότερα γάρ ἐστι τῶν πρώτων·" ὁ δὲ δῆμος ἐξεβόησε "λέγε πάντα." καὶ ὃς ἔλεγεν "ὁ πριάμενος ἡμᾶς, δοῦλος Μιθριδάτου, στρατηγοῦ Καρίας, ἐκέλευσε σκάπτειν ὄντας πεπεδημένους. ἐπεὶ δὲ τὸν δεσμοφύλακα τῶν δεσμωτῶν ἀπέκτεινάν τινες, [3] ἀνασταυρωθῆναι πάντας ἡμᾶς Μιθριδάτης ἐκέλευσε. κἀγὼ μὲν ἀπηγόμην· μέλλων δὲ βασανίζεσθαι Πολύχαρμος εἶπέ μου τοὔνομα καὶ Μιθριδάτης ἐγνώρισε· Διονυσίου γὰρ ξένος γενόμενος ἐν Μιλήτῳ Χαιρέου θαπτομένου παρῆν· πυθομένη γὰρ Καλλιρόη τὰ περὶ τὴν τριήρη καὶ τοὺς λῃστάς, κἀμὲ δόξασα τεθνάναι, τάφον ἔχωσέ μοι [4] πολυτελῆ. ταχέως οὖν ὁ Μιθριδάτης ἐκέλευσε καθαιρεθῆναί με τοῦ σταυροῦ σχεδὸν ἤδη πέρας ἔχοντα, καὶ ἔσχεν ἐν τοῖς φιλτάτοις· ἀποδοῦναι δέ μοι Καλλιρόην ἔσπευδε καὶ ἐποίησέ με γράψαι πρὸς [5] αὐτήν. ἀμελείᾳ δὲ τοῦ διακονουμένου τὴν ἐπιστολὴν ἔλαβεν αὐτὸς Διονύσιος. ἐμὲ δὲ ζῆν οὐκ ἐπίστευεν, ἐπίστευσε δὲ Μιθριδάτην ἐπιβουλεύειν αὐτοῦ τῇ γυναικί, καὶ εὐθὺς αὐτῷ μοιχείαν ἐγκαλῶν ἐπέστειλε βασιλεῖ· βασιλεὺς δὲ ἀνεδέξατο τὴν δίκην καὶ πάντας ἐκάλεσε πρὸς [6] αὑτόν. οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. καὶ Καλλιρόην μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε ‹καὶ› κατὰ τὴν Ἀσίαν ὅλην θαυμαζομένην, ἐμὲ δὲ Μιθριδάτης ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν, ἐμοὶ δὲ καὶ Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς ἐπήγγειλε, Καλλιρόην [7] παραθέμενος ἐν τῷ μεταξὺ Στατείρᾳ τῇ βασιλίδι. ποσάκις, ἄνδρες Συρακόσιοι, δοκεῖτε θάνατον ἐβουλευσάμην ἀπεζευγμένος τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν, ὁ μόνος ἐν πᾶσι φίλος πιστός; καὶ γὰρ [8] βασιλεὺς ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρόης φλεγόμενος. ἀλλ' οὔτε ἔπεισεν οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων ἀγαθῶν αἴτιον. Καλλιρόην μὲν γὰρ ἡ βασιλὶς ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός τινος ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι βασιλέα, πρὸς τὸν [9] Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα διεπραξάμην. καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον ὃν ἑωράκατε βασιλεὺς [10] ἀπέθετο. ἐδυνάμην οὖν καὶ τὸν Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη. τὸ δὲ λοιπὸν φίλον ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα δωρησάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις μητέρας τε καὶ ἀδελφὰς [11] καὶ γυναῖκας καὶ θυγατέρας πέμψας. αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. πλεύσεται καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν ὁ Ἑρμοκράτους ἔκγονος."

[12]    Εὐχαὶ παρὰ πάντων ἐπὶ τούτοις ἐπηκολούθησαν. καταπαύσας δὲ τὴν βοὴν Χαιρέας εἶπεν "ἐγὼ καὶ Καλλιρόη χάριν ἔχομεν ἐφ' ὑμῶν Πολυχάρμῳ τῷ φίλῳ· καὶ γὰρ εὔνοιαν ἐπεδείξατο καὶ πίστιν ἀληθεστάτην πρὸς ἡμᾶς· κἂν ὑμῖν δοκῇ, δῶμεν αὐτῷ γυναῖκα τὴν ἀδελφὴν [13] τὴν ἐμήν· προῖκα δὲ ἕξει μέρος τῶν λαφύρων." ἐπευφήμησεν ὁ δῆμος "ἀγαθῷ ἀνδρὶ Πολυχάρμῳ, φίλῳ πιστῷ, ὁ δῆμός σοι χάριν ἐπίσταται. τὴν πατρίδα εὐηργέτηκας ἀξίως Ἑρμοκράτους καὶ Χαιρέου." μετὰ ταῦτα πάλιν Χαιρέας εἶπε "καὶ τούσδε τοὺς τριακοσίους, Ἕλληνας ἄνδρας, στρατὸν ἐμὸν ἀνδρεῖον, δέομαι ὑμῶν, πολίτας ποιήσατε." πάλιν ὁ δῆμος ἐπεβόησεν "ἄξιοι μεθ' ἡμῶν [14] πολιτεύεσθαι· χειροτονείσθω ταῦτα." ψήφισμα ἐγράφη καὶ εὐθὺς ἐκεῖνοι καθίσαντες μέρος ἦσαν τῆς ἐκκλησίας. καὶ Χαιρέας δὲ ἐδωρήσατο τάλαντον ἑκάστῳ, τοῖς δὲ Αἰγυπτίοις ἀπένειμε χώραν Ἑρμοκράτης, ὥστε ἔχειν αὐτοὺς γεωργεῖν.

[15]    Ἕως δὲ ἦν τὸ πλῆθος ἐν τῷ θεάτρῳ, Καλλιρόη, πρὶν εἰς τὴν οἰκίαν εἰσελθεῖν, εἰς τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀφίκετο. λαβομένη δὲ αὐτῆς τῶν ποδῶν καὶ ἐπιθεῖσα τὸ πρόσωπον καὶ λύσασα τὰς κόμας, καταφιλοῦσα "χάρις σοι" φησίν, "Ἀφροδίτη· πάλιν γάρ μοι Χαιρέαν ἐν Συρακούσαις ἔδειξας, ὅπου καὶ παρθένος εἶδον αὐτὸν [16] σοῦ θελούσης. οὐ μέμφομαί σοι, δέσποινα, περὶ ὧν πέπονθα· ταῦτα εἵμαρτό μοι. δέομαί σου, μηκέτι με Χαιρέου διαζεύξῃς, ἀλλὰ καὶ βίον μακάριον καὶ θάνατον κοινὸν κατάνευσον ἡμῖν."

   Τοσάδε περὶ Καλλιρόης συνέγραψα.