[1]
[1] Ὡς μὲν ἐγαμήθη Καλλιρόη Χαιρέᾳ, καλλίστη γυναικῶν ἀνδρὶ καλλίστῳ, πολιτευσαμένης Ἀφροδίτης τὸν γάμον, καὶ ὡς δι' ἐρωτικὴν ζηλοτυπίαν Χαιρέου πλήξαντος αὐτὴν ἔδοξε τεθνάναι, ταφεῖσαν δὲ πολυτελῶς εἶτα ἀνανήψασαν ἐν τῷ τάφῳ τυμβωρύχοι νυκτὸς ἐξήγαγον ἐκ Σικελίας, πλεύσαντες δὲ εἰς Ἰωνίαν ἐπώλησαν Διονυσίῳ, καὶ τὸν ἔρωτα τὸν Διονυσίου καὶ τὴν Καλλιρόης πρὸς Χαιρέαν πίστιν καὶ τὴν ἀνάγκην τοῦ γάμου διὰ τὴν γαστέρα καὶ τὴν Θήρωνος ὁμολογίαν καὶ Χαιρέου πλοῦν ἐπὶ ζήτησιν τῆς γυναικὸς ἅλωσίν τε [2] αὐτοῦ καὶ πρᾶσιν εἰς Καρίαν μετὰ Πολυχάρμου τοῦ φίλου, καὶ ὡς Μιθριδάτης ἐγνώρισε Χαιρέαν μέλλοντα ἀποθνήσκειν καὶ ὡς ἔσπευδεν ἀλλήλοις ἀποδοῦναι τοὺς ἐρῶντας, φωράσας δὲ τοῦτο Διονύσιος ἐξ ἐπιστολῶν διέβαλεν αὐτὸν πρὸς Φαρνάκην, ἐκεῖνος δὲ πρὸς βασιλέα, βασιλεὺς δὲ ἀμφοτέρους ἐκάλεσεν ἐπὶ τὴν κρίσιν, ‑ ταῦτα ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται· τὰ δὲ ἑξῆς νῦν διηγήσομαι.
[3] Καλλιρόη μὲν γὰρ μέχρι Συρίας καὶ Κιλικίας κούφως ἔφερε τὴν ἀποδημίαν· καὶ γὰρ Ἑλλάδος ἤκουε φωνῆς καὶ θάλασσαν ἔβλεπε τὴν ἄγουσαν εἰς Συρακούσας· ὡς δ' ἧκεν ἐπὶ ποταμὸν Εὐφράτην, μεθ' ὃν ἤπειρός ἐστι μεγάλη, ἀφετήριον εἰς τὴν βασιλέως γῆν τὴν πολλήν, τότε ἤδη πόθος αὐτὴν ὑπεδύετο πατρίδος τε καὶ συγγενῶν [4] ‹καὶ› ἀπόγνωσις τῆς εἰς τοὔμπαλιν ὑποστροφῆς. στᾶσα δὲ ἐπὶ τῆς ἠϊόνος καὶ πάντας ἀναχωρῆσαι κελεύσασα πλὴν Πλαγγόνος τῆς μόνης πιστῆς, τοιούτων ἤρξατο λόγων·
"Τύχη βάσκανε καὶ μιᾶς γυναικὸς προσφιλονεικοῦσα πολέμῳ, σύ με κατέκλεισας ἐν τάφῳ ζῶσαν, κἀκεῖθεν ἐξήγαγες οὐ δι' ἔλεον, ἀλλ' [5] ἵνα λῃσταῖς με παραδῷς. ἐμερίσαντό μου τὴν φυγὴν θάλασσα καὶ Θήρων· ἡ Ἑρμοκράτους θυγάτηρ ἐπράθην καί, τὸ τῆς ἀφιλίας μοι βαρύτερον, ἐφιλήθην, ἵνα ζῶντος Χαιρέου ἄλλῳ γαμηθῶ. σὺ δὲ καὶ τούτων ἤδη μοι φθονεῖς· οὐκέτι γὰρ εἰς Ἰωνίαν με φυγαδεύεις. ξένην μέν, πλὴν Ἑλληνικὴν ἐδίδους γῆν, ὅπου μεγάλην εἶχον παραμυθίαν, ὅτι 'θαλάσσῃ παρακάθημαι·' νῦν δὲ ἔξω με τοῦ συνήθους [6] ῥίπτεις ἀέρος καὶ τῆς πατρίδος ὅλῳ διορίζομαι κόσμῳ. Μίλητον ἀφείλω μου πάλιν, ὡς πρότερον Συρακούσας· ὑπὲρ τὸν Εὐφράτην ἀπάγομαι καὶ βαρβάροις ἐγκλείομαι μυχοῖς ἡ νησιῶτις, ὅπου μηκέτι θάλασσα. ποίαν ἔτ' ἐλπίσω ναῦν ἐκ Σικελίας καταπλέουσαν; [7] ἀποσπῶμαι καὶ τοῦ σοῦ τάφου, Χαιρέα. τίς ἐπενέγκῃ σοι χοάς, δαῖμον ἀγαθέ; Βάκτρα μοι καὶ Σοῦσα λοιπὸν οἶκος καὶ τάφος. ἅπαξ, Εὐφρᾶτα, μέλλω σε διαβαίνειν· φοβοῦμαι γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ δόξω κἀκεῖ καλή τινι." ταῦτα ἅμα λέγουσα τὴν γῆν κατεφίλησεν, εἶτα ἐπιβᾶσα τῆς πορθμίδος διεπέρασεν.
[8] ἦν μὲν οὖν καὶ Διονυσίῳ χορηγία πολλή· πλουσιώτατα γὰρ ἐπεδείκνυτο τῇ γυναικὶ τὴν παρασκευήν· βασιλικωτέραν δὲ τὴν ὁδοιπορίαν αὐτοῖς παρεσκεύασεν ἡ τῶν ἐπιχωρίων φιλοφρόνησις· δῆμος παρέπεμπεν εἰς δῆμον, καὶ σατράπης παρεδίδου τῷ μεθ' αὑτόν, πάντας γὰρ ἐδημαγώγει τὸ κάλλος. καὶ ἄλλη δέ τις ἐλπὶς ἔθαλπε τοὺς βαρβάρους, ὅτι ἥδε ἡ γυνὴ μέγα δυνήσεται, καὶ διὰ τοῦτο ἕκαστος ἔσπευδε ξενίας διδόναι ἢ πάντως τινὰ χάριν εἰς αὐτὴν ἔχειν ἀποκειμένην.
[2]
[1] Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ὁ δὲ Μιθριδάτης δι' Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδροτέραν, μάλιστα μὲν δεδοικὼς μὴ καὶ τοῦτο ἐπαίτιον αὐτῷ γένηται πρὸς βασιλέως, ὅτι κατ' ἴχνος ἐπηκολούθει τῇ γυναικί, ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκροτῆσαι [2] τὰ πρὸς τὴν δίκην. ἀφικόμενος οὖν εἰς Βαβυλῶνα (βασιλεὺς γὰρ αὐτόθι διέτριβεν) ἐκείνην μὲν τὴν ἡμέραν ἡσύχασε παρ' ἑαυτῷ· πάντες γὰρ οἱ σατράπαι σταθμοὺς ἔχουσιν ἀποδεδειγμένους· τῆς δ' ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο μὲν Περσῶν τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος πρῶτον μὲν δώροις ἐτίμησεν, εἶτα "ἀπάγγειλον" εἶπε "βασιλεῖ· 'Μιθριδάτης ὁ σὸς δοῦλος πάρεστιν ἀπολύσασθαι [3] διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.'" μετ' οὐ πολὺ δὲ ἐξελθὼν ὁ εὐνοῦχος ἀπεκρίνατο ὅτι "ἔστι βασιλεῖ βουλομένῳ Μιθριδάτην μηδὲν ἀδικεῖν· κρίνῃ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται." προσκυνήσας οὖν ὁ Μιθριδάτης ἀπηλλάττετο, μόνος δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς αὐτὸν "ἐγὼ καίομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρόην ἐγκαλοῦμαι· τὴν γὰρ σὴν ἐπιστολήν, ἣν ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει· πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς δίκης, ἵνα αἰφνίδιον [4] ὀφθῇς. ταύτην ἀπαιτῶ σε τῆς εὐεργεσίας τὴν ἀνταμοιβήν· ἀπόκρυψον σεαυτόν· μήτε ἰδεῖν Καλλιρόην μήτ' ἐξετάσαι τι περὶ αὐτῆς καρτέρησον." ἄκων μέν, ἀλλὰ ἐπείθετο Χαιρέας καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτοῦ τὰ δάκρυα κατὰ τῶν παρειῶν· εἰπὼν δὲ "ποιήσω, δέσποτα, ἃ προστάττεις," ἀπῆλθεν εἰς τὸ δωμάτιον ἐν ᾧ κατήγετο μετὰ Πολυχάρμου τοῦ φίλου, καὶ ῥίψας ἑαυτὸν εἰς τὸ ἔδαφος, περιρρηξάμενος τὸν χιτῶνα, ἀμφοτέραις χερσὶ περιελὼν
κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον.
εἶτα ἔλεγε κλάων "ἐγγύς ἐσμεν, ὦ Καλλιρόη, καὶ οὐχ ὁρῶμεν [5] ἀλλήλους. σὺ μὲν οὖν οὐδὲν ἀδικεῖς· οὐ γὰρ οἶδας ὅτι Χαιρέας ζῇ· πάντων δὲ ἀσεβέστατος ἐγώ, μὴ βλέπειν σε κεκελευσμένος, καὶ ὁ δειλὸς καὶ φιλόζωος μέχρι τοσούτου φέρω τυραννούμενος. σοὶ δὲ εἴ τις τοῦτο προσέταξεν, οὐκ ἂν ἔζησας."
[6] Ἐκεῖνον μὲν οὖν παρεμυθεῖτο Πολύχαρμος, ἤδη δὲ καὶ Διονύσιος πλησίον ἐγένετο Βαβυλῶνος καὶ ἡ Φήμη προκατελάμβανε τὴν πόλιν, ἀπαγγέλλουσα πᾶσιν ὅτι παραγίνεται γυνή, κάλλος οὐκ ἀνθρώπινον ἀλλά τι θεῖον, ὁποίαν ἐπὶ γῆς ἄλλην ἥλιος οὐχ ὁρᾷ· φύσει δέ ἐστι τὸ βάρβαρον γυναιμανές, ὥστε πᾶσα οἰκία καὶ πᾶς στενωπὸς ἐπεπλήρωτο τῆς δόξης· ἀνέβαινε δὲ ἡ φήμη μέχρις αὐτοῦ [τοῦ] βασιλέως, ὥστε καὶ ἤρετο Ἀρταξάτην τὸν εὐνοῦχον εἰ πάρεστιν ἡ [7] Μιλησία. Διονύσιον δὲ καὶ πάλαι μὲν ἐλύπει τὸ περιβόητον τῆς γυναικὸς (οὐ γὰρ εἶχεν ἀσφάλειαν), ἐπεὶ δὲ εἰς Βαβυλῶνα ἔμελλεν εἰσιέναι, τότ' ἤδη καὶ μᾶλλον ἐνεπίμπρατο, στενάξας δὲ ἔφη πρὸς ἑαυτὸν "οὐκέτι ταῦτα Μίλητός ἐστι, Διονύσιε, ἡ σὴ πόλις· κἀκεῖ [8] δὲ τοὺς ἐπιβουλεύοντας ἐφυλάττου. τολμηρὲ καὶ τοῦ μέλλοντος ἀπροόρατε, εἰς Βαβυλῶνα Καλλιρόην ἄγεις, ὅπου Μιθριδᾶται τοσοῦτοι; Μενέλαος ἐν τῇ σώφρονι Σπάρτῃ τὴν Ἑλένην οὐκ ἐτήρησεν, ἀλλὰ παρευδοκίμησε καὶ βασιλέα βάρβαρος ποιμήν· πολλοὶ Πάριδες ἐν Πέρσαις. οὐχ ὁρᾷς τοὺς κινδύνους, οὐ τὰ προοίμια; πόλεις ἡμῖν [9] ἀπαντῶσι καὶ θεραπεύουσι σατράπαι. σοβαρωτέρα γέγονεν ἤδη, καὶ οὔπω βασιλεὺς ἑώρακεν αὐτήν. μία τοίνυν σωτηρίας ἐλπὶς διακλέψαι τὴν γυναῖκα· φυλαχθήσεται γάρ, ἂν δυνηθῇ λαθεῖν." ταῦτα λογισάμενος ἵππου μὲν ἐπέβη, τὴν δὲ Καλλιρόην εἴασεν ἐπὶ τῆς ἁρμαμάξης καὶ συνεκάλυψε τὴν σκηνήν. τάχα δ' ἂν καὶ προεχώρησεν ὅπερ ἤθελεν, εἰ μὴ συνέβη τι τοιοῦτον.
[3]
[1] Ἧκον παρὰ Στάτειραν τὴν γυναῖκα τὴν βασιλέως τῶν ἐνδοξοτάτων Περσῶν αἱ γυναῖκες καί τις εἶπεν ἐξ αὐτῶν "ὦ δέσποινα, γύναιον Ἑλληνικὸν ἐπιστρατεύεται ταῖς ἡμετέραις οἰκείαις, ἃς καὶ πάλαι μὲν πάντες ἐθαύμαζον ἐπὶ τῷ κάλλει, κινδυνεύει δὲ ἐφ' ἡμῶν ἡ δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι. φέρ' οὖν σκεψώμεθα [2] πῶς μὴ παρευδοκιμηθῶμεν ὑπὸ τῆς ξένης." ἐγέλασεν ἡ βασιλὶς ἀπιστοῦσα τῇ φήμῃ, ἅμα δὲ εἶπεν "ἀλαζόνες εἰσὶν Ἕλληνες καὶ πτωχοὶ καὶ διὰ τοῦτο καὶ τὰ μικρὰ θαυμάζουσι μεγάλως. οὕτως φημίζουσι Καλλιρόην καλὴν ὡς καὶ Διονύσιον πλούσιον. μία τοίνυν ἐξ ἡμῶν, ἐπειδὰν εἰσίῃ, φανήτω μετ' αὐτῆς, ἵνα ἀποσβέσῃ τὴν [3] πενιχράν τε καὶ δούλην." προσεκύνησαν πᾶσαι τὴν βασιλίδα καὶ τῆς γνώμης ἀπεθαύμασαν καὶ τὸ μὲν πρῶτον ὡς ἐξ ἑνὸς στόματος ἀνεβόησαν "εἴθε δυνατὸν ἦν ὀφθῆναι σέ, δέσποινα·" εἶτα διεχέθησαν [4] αἱ γνῶμαι καὶ τὰς ἐνδοξοτάτας ὠνόμαζον ἐπὶ κάλλει. χειροτονία δὲ ἦν ὡς ἐν θεάτρῳ, καὶ προεκρίθη Ῥοδογούνη, θυγάτηρ μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα ‹κάλλους› καὶ περιβόητον, οἷον τῆς Ἰωνίας Καλλιρόη, τοιοῦτο τῆς Ἀσίας ἡ Ῥοδογούνη. λαβοῦσαι δὲ αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παρ' αὑτῆς συνεισφέρουσα εἰς κόσμον· ἡ δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον.
[5] Ἐπεὶ τοίνυν εἰς τὸν ἀγῶνα καλῶς αὐτὴν κατεσκεύασαν, ὡς δῆθεν εἰς ἀπάντησιν Καλλιρόης παρεγίνετο· καὶ γὰρ εἶχε πρόφασιν οἰκείαν, ἐπειδὴ ἦν ἀδελφὴ Φαρνάκου τοῦ γράψαντος βασιλεῖ περὶ Διονυσίου.
[6] ἐξεχεῖτο δὲ πᾶσα Βαβυλὼν ἐπὶ τὴν θέαν καὶ τὸ πλῆθος ἐστενοχώρει τὰς πύλας. ἐν δὲ τῷ περιφανεστάτῳ παραπεμπομένη βασιλικῶς ἡ Ῥοδογούνη περιέμενεν· εἱστήκει δὲ ἁβρὰ καὶ θρυπτομένη καὶ ὡς προκαλουμένη, πάντες δὲ εἰς αὐτὴν ἀπέβλεπον καὶ διελάλουν πρὸς ἀλλήλους "νενικήκαμεν· ἡ Περσὶς ἀποσβέσει τὴν [7] ξένην. εἰ δύναται, συγκριθήτω· μαθέτωσαν Ἕλληνες ὅτι εἰσὶν ἀλαζόνες." ἐν τούτῳ δὲ ἀπῆλθεν ὁ Διονύσιος καὶ μηνυθέντος αὐτῷ τὴν Φαρνάκου συγγενίδα παρεῖναι, καταπηδήσας ἀπὸ τοῦ ἵππου προσῆλθεν [8] αὐτῇ φιλοφρονούμενος. ἐκείνη δὲ ὑπερυθριῶσα "θέλω" φησὶ "τὴν ἀδελφὴν ἀσπάσασθαι," καὶ ἅμα τῇ ἁρμαμάξῃ προσῆλθεν. οὔκουν δυνατὸν ἦν αὐτὴν ἔτι μένειν κεκαλυμμένην, ἀλλ' ὁ Διονύσιος ἄκων μὲν καὶ στένων ὑπ' αἰδοῦς τὴν Καλλιρόην προελθεῖν ἠξίωσεν· ἅμα δὲ πάντες οὐ μόνον τοὺς ὀφθαλμοὺς ἀλλὰ καὶ τὰς ψυχὰς ἐξέτειναν καὶ μικροῦ δεῖν ἐπ' ἀλλήλους κατέπεσον, ἄλλος πρὸ ἄλλου θέλων [9] ἰδεῖν καὶ ὡς δυνατὸν ἐγγυτάτω γενέσθαι. ἐξέλαμψε δὲ τὸ Καλλιρόης πρόσωπον, καὶ μαρμαρυγὴ κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ βαθείᾳ πολλοῦ φωτὸς αἰφνίδιον φανέντος· ἐκπλαγέντες δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει Ῥοδογούνην παρεῖναι. συνῆκε δὲ καὶ ἡ Ῥοδογούνη τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρόης, [10] παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν. ἡ μὲν ‹οὖν› ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι, μηκέτι ἔχοντες Καλλιρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον. βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον, ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς αὐτὸν "ἐχρῆν μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην πεπιστευμένου μὴ βραδύνειν· ἀφίημι δέ σοι τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες.
[11] ἐγὼ δὲ νῦν μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί· τριακοστῇ δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης." προσκυνήσας ὁ Διονύσιος ἀπηλλάγη.
[4]
[1] Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παρ' ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον. ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη· Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν· ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς [2] νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην. οὐ μὴν οὐδ' ἡ γυναικωνῖτις ἡ Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ καὶ ἐνταῦθα διῃρέθησαν αἱ σπουδαί· τὸ μὲν γὰρ αὐτῶν ἐπ' εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρόῃ καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρισθῆναι, τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι [3] συνηύχοντο. τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς Καλλιρόην ὀνόματι Χαιρέου (ζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκα), Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι πέπειστο ἁλῶναι μὴ δύνασθαι. προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν [4] ποιήσηται. ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν. ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ [τῷ] βασιλεῖ. ποῖος ἀγὼν Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτης ἔσχον σπουδῆς;
[5] Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς. ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαίρετος, ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει διαφέρων· ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ, παρ' ἑκάτερα δὲ τοῖς φίλοις οἳ τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς [6] ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων. περιεστᾶσι δὲ κύκλῳ τοῦ θρόνου λοχαγοὶ καὶ ταξίαρχοι καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε ἐπ' ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις
"οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο."
[7] παράγονται δὲ οἱ δικαζόμενοι μετὰ σιγῆς καὶ δέους. τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος ὑπὸ φίλων καὶ συγγενῶν, οὐ πάνυ τι λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ', ὡς ὑπεύθυνος, ἐλεεινός· ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλησίαν [8] στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ κατέχων. ἐπεὶ δὲ εἰσήχθησαν, προσεκύνησαν. ἔπειτα βασιλεὺς ἐκέλευσε τὸν γραμματέα τὰς ἐπιστολὰς ἀναγνῶναι, τήν τε Φαρνάκου καὶ ἣν ἀντέγραψεν αὐτός, ἵνα μάθωσιν οἱ συνδικάζοντες πῶς εἰσῆκται τὸ πρᾶγμα. ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς ἔπαινος ἐξερράγη πολὺς τὴν σωφροσύνην [9] καὶ δικαιοσύνην θαυμαζόντων τὴν βασιλέως. σιωπῆς δὲ γενομένης ἔδει μὲν ἄρξασθαι τοῦ λόγου Διονύσιον τὸν κατήγορον, καὶ πάντες εἰς ἐκεῖνον ἀπέβλεψαν· ἔφη δὲ Μιθριδάτης "οὐ προλαμβάνω" φησί, "δέσποτα, τὴν ἀπολογίαν, ἀλλ' οἶδα τὴν τάξιν· δεῖ δὲ πρὸ τῶν λόγων ἅπαντας παρεῖναι τοὺς ἀναγκαίους ἐν τῇ δίκῃ· ποῦ τοίνυν ἡ γυνή, περὶ ἧς ἡ κρίσις; ἔδοξας δ' αὐτὴν ἀναγκαίαν διὰ τῆς [10] ἐπιστολῆς καὶ ἔγραψας παρεῖναι, καὶ πάρεστι. μὴ οὖν Διονύσιος ἀποκρυπτέτω τὸ κεφάλαιον καὶ τὴν αἰτίαν ὅλου τοῦ πράγματος." πρὸς ταῦτα ἀπεκρίνατο Διονύσιος "καὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός, οὔτε ἐγκαλοῦσαν οὔτε [11] ἐγκαλουμένην αὐτήν. εἰ μὲν οὖν διεφθάρη, ὡς ὑπεύθυνον ἔδει παρεῖναι· νῦν δὲ σὺ ἐπεβούλευσας ἀγνοούσῃ, καὶ οὔτε μάρτυρι χρῶμαι τῇ γυναικὶ οὔτε συνηγόρῳ. τί οὖν ἀναγκαῖον παρεῖναι τὴν κατ' οὐδὲν μετέχουσαν τῆς δίκης;" ταῦτα δικανικῶς μὲν εἶπεν ὁ Διονύσιος, πλὴν οὐδένα ἔπειθεν· ἐπεθύμουν γὰρ πάντες Καλλιρόην ἰδεῖν.
[12] αἰδουμένου δὲ κελεῦσαι βασιλέως πρόφασιν ἔσχον οἱ φίλοι τὴν ἐπιστολήν· ἐκλήθη γὰρ ὡς ἀναγκαία. "πῶς οὖν οὐκ ἄτοπον" ἔφη τις [13] "ἐξ Ἰωνίας μὲν ἐλθεῖν, ἐν Βαβυλῶνι δὲ οὖσαν ὑστερεῖν;" ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν εἰδυῖαν (εἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην) εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.
[5]
[1] Καὶ τότε μὲν οὕτως διελύθησαν· ἀφικόμενος δὲ εἰς τὴν οἰκίαν ὁ Διονύσιος, οἷα δὴ φρόνιμος ἀνὴρ καὶ πεπαιδευμένος, λόγους τῇ γυναικὶ προσήνεγκεν ὡς ἐν τοιούτοις πιθανωτάτους, ἐλαφρῶς τε καὶ πράως ἕκαστα διηγούμενος. οὐ μὴν ἀδακρυτί γε ἤκουεν ἡ Καλλιρόη, πρὸς τὸ ὄνομα δὲ τὸ Χαιρέου πολλὰ ἀνέκλαυσε καὶ πρὸς τὴν δίκην [2] ἐδυσχέραινε. "τοῦτο γὰρ" φησὶ "μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, εἰσελθεῖν εἰς δικαστήριον. τέθνηκα καὶ κεκήδευμαι, τετυμβωρύχημαι, πέπραμαι, δεδούλευκα· ἰδού, Τύχη, καὶ κρίνομαι. οὐκ ἤρκει σοι διαβαλεῖν ἀδίκως με πρὸς Χαιρέαν, ἀλλ' ἔδωκάς μοι παρὰ [3] Διονυσίῳ μοιχείας ὑπόθεσιν. τότε μου τὴν διαβολὴν ἐπόμπευσας τάφῳ, νῦν δὲ βασιλικῷ δικαστηρίῳ. διήγημα καὶ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης γέγονα. ποίοις ὀφθαλμοῖς ὄψομαι τὸν δικαστήν; ποίων ἀκοῦσαί με δεῖ ῥημάτων; κάλλος ἐπίβουλον, εἰς τοῦτο μόνον [4] ὑπὸ τῆς φύσεως δοθέν, ἵνα μου πλησθήσῃ τῶν διαβολῶν. Ἑρμοκράτους θυγάτηρ κρίνεται καὶ τὸν πατέρα συνήγορον οὐκ ἔχει· οἱ μὲν γὰρ ἄλλοι ἐπὰν εἰς δικαστήριον εἰσίωσιν, εὔνοιαν εὔχονται καὶ χάριν, ἐγὼ δὲ φοβοῦμαι μὴ ἀρέσω τῷ δικαστῇ."
[5] Τοιαῦτα ὀδυρομένη τὴν ἡμέραν ὅλην ἀθύμως διήγαγε καὶ μᾶλλον ἐκείνης Διονύσιος· νυκτὸς δὲ ἐπελθούσης ὄναρ ἔβλεπεν αὑτὴν ἐν Συρακούσαις παρθένον εἰς τὸ τῆς Ἀφροδίτης τέμενος εἰσιοῦσαν κἀκεῖθεν ἐπανιοῦσαν, ὁρῶσαν Χαιρέαν καὶ τὴν τῶν γάμων ἡμέραν· ἐστεφανωμένην τὴν πόλιν ὅλην καὶ προπεμπομένην αὑτὴν ὑπὸ πατρὸς [6] καὶ μητρὸς εἰς τὴν οἰκίαν τοῦ νυμφίου. μέλλουσα δὲ καταφιλεῖν Χαιρέαν ἐκ τῶν ὕπνων ἀνέθορε καὶ καλέσασα Πλαγγόνα (Διονύσιος γὰρ ἔφθη προεξαναστάς, ἵνα μελετήσῃ τὴν δίκην) τὸ ὄναρ διηγεῖτο. καὶ ἡ Πλαγγὼν ἀπεκρίνατο "θάρρει, δέσποινα, καὶ χαῖρε· καλὸν ἐνύπνιον εἶδες· πάσης ἀπολυθήσῃ φροντίδος· ὥσπερ γὰρ ὄναρ [7] ἔδοξας, οὕτως καὶ ὕπαρ. ἄπιθι εἰς τὸ βασιλέως δικαστήριον ὡς ἱερὸν Ἀφροδίτης, ἀναμνήσθητι σαυτῆς, ἀναλάμβανε τὸ κάλλος τὸ νυμφικόν." καὶ ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει τὴν Καλλιρόην, ἡ δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν, ὥσπερ προμαντευομένη τὰ μέλλοντα.
[8] Ἕωθεν οὖν ὠθισμὸς ἦν περὶ τὰ βασίλεια καὶ μέχρις ἔξω πλήρεις οἱ στενωποί· πάντες γὰρ συνέτρεχον τῷ μὲν δοκεῖν ἀκροαταὶ τῆς δίκης, τὸ δὲ ἀληθὲς Καλλιρόης θεαταί· τοσούτῳ δὲ ἔδοξε κρείττων [9] ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν. εἰσῆλθεν οὖν εἰς τὸ δικαστήριον, οἵαν ὁ θεῖος ποιητὴς τὴν Ἑλένην ἐπιστῆναί φησι τοῖς
ἀμφὶ Πρίαμον ‹καὶ› Πάνθοον ἠδὲ Θυμοίτην δημογέρουσιν· ὀφθεῖσα δὲ θάμβος ἐποίησε καὶ σιωπήν,
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι· καὶ εἴγε Μιθριδάτην ἔδει πρῶτον εἰπεῖν, οὐκ ἂν ἔσχε φωνήν. ὥσπερ γὰρ ἐπὶ τραύματι ἐρωτικῷ τῆς παλαιᾶς ἐπιθυμίας σφοδροτέραν αὖθις ἐλάμβανε πληγήν.
[6]
[1] Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτως "χάριν ἔχω σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην καὶ τοὺς πάντων γάμους· οὐ γὰρ περιεῖδες ἄνδρα ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμόνος, ἀλλὰ ἐκάλεσας, ἵνα ἐπ' ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ [2] ὕβριν, ἐπὶ τῶν ἄλλων δὲ κωλύσῃς. μείζονος δὲ τιμωρίας ἄξιον τὸ ἔργον γέγονε καὶ διὰ τὸν ποιήσαντα. Μιθριδάτης γάρ, οὐκ ἐχθρὸς ὢν ἀλλὰ ξένος ἐμὸς καὶ φίλος, ἐπίβουλος ἐμοί, καὶ οὐκ εἰς ἄλλο τι τῶν κτημάτων, ἀλλὰ εἰς τὸ τιμιώτερον ἐμοὶ σώματός τε καὶ ψυχῆς, [3] τὴν γυναῖκα· ὃν ἐχρῆν, εἰ καί τις ἄλλος ἐπλημμέλησεν εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν, εἰ καὶ μὴ δι' ἐμὲ τὸν φίλον, ἀλλὰ διὰ σὲ τὸν βασιλέα. σὺ γὰρ ἐνεχείρισας αὐτῷ τὴν μεγίστην ἀρχήν, ἧς ἀνάξιος φανεὶς [4] κατῄσχυνε, μᾶλλον δὲ προέδωκε τὸν πιστεύσαντα τὴν ἀρχήν. τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν, ὅσῃ χρῆται πρὸς τὸν ἀγῶνα, ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν, οὐδὲ αὐτὸς ἀγνοῶ· θαρρῶ δέ, βασιλεῦ, τῇ σῇ δικαιοσύνῃ καὶ τοῖς γάμοις [5] καὶ τοῖς νόμοις, οὓς ὁμοίως σὺ πᾶσι τηρεῖς. εἰ γὰρ μέλλεις αὐτὸν ἀφιέναι, πολὺ βέλτιον ἦν μηδὲ καλέσαι· τότε μὲν γὰρ ἐφοβοῦντο πάντες, ὡς κολασθησομένης τῆς ἀσελγείας, ἐὰν εἰς κρίσιν εἰσέλθῃ· καταφρονήσει δὲ λοιπόν, ἐάν ‹τις› κριθεὶς παρὰ σοὶ μὴ κολασθῇ. ὁ δὲ ἐμὸς λόγος σαφής ἐστι καὶ σύντομος. ἀνήρ εἰμι Καλλιρόης ταύτης, ἤδη δὲ ἐξ αὐτῆς καὶ πατήρ, γήμας οὐ παρθένον, ἀλλὰ ἀνδρὸς προτέρου γενομένην, Χαιρέου τοὔνομα, πάλαι τεθνεῶτος, οὗ [6] καὶ τάφος ἐστὶ παρ' ἡμῖν. Μιθριδάτης οὖν ἐν Μιλήτῳ γενόμενος καὶ θεασάμενός μου τὴν γυναῖκα διὰ τὸ τῆς ξενίας δίκαιον, τὰ μετὰ ταῦτα οὐκ ἔπραξεν οὔτε ὡς φίλος οὔτε ὡς ἀνὴρ σώφρων καὶ κόσμιος, ὁποίους σὺ βούλει εἶναι τοὺς τὰς σὰς πόλεις ἐγκεχειρισμένους, ἀλλ' [7] ἀσελγὴς ὤφθη καὶ τυραννικός. ἐπιστάμενος δὲ τὴν σωφροσύνην καὶ φιλανδρίαν τῆς γυναικὸς λόγοις μὲν ἢ χρήμασι πεῖσαι αὐτὴν ἀδύνατον ἔδοξε, τέχνην δὲ ἐξεῦρεν ἐπιβουλῆς, ὡς ᾤετο, πιθανωτάτην· τὸν γὰρ πρότερον αὐτῆς ἄνδρα Χαιρέαν ὑπεκρίνατο ζῆν καὶ πλάσας ἐπιστολὰς ἐπὶ τῷ ὀνόματι τῷ ἐκείνου πρὸς Καλλιρόην ἔπεμψε διὰ [8] δούλων. ἡ δὲ σή, Τύχη, ‹βασκανία› βασιλέα ἄξιον ὄντα κατέστησε καὶ ‹ἡ› πρόνοια τῶν ἄλλων θεῶν φανερὰς ἐποίησε τὰς ἐπιστολάς· τοὺς γὰρ δούλους μετὰ τῶν ἐπιστολῶν ἔπεμψε πρὸς ἐμὲ Βίας ὁ στρατηγὸς Πριηνέων, ἐγὼ δὲ φωράσας ἐμήνυσα τῷ σατράπῃ Λυδίας καὶ Ἰωνίας Φαρνάκῃ, ἐκεῖνος δὲ σοί.
[9] "Τὸ μὲν διήγημα εἴρηκα τοῦ πράγματος, περὶ οὗ δικάζεις· αἱ δὲ ἀποδείξεις ἄφυκτοι· δεῖ γὰρ δυοῖν θάτερον, ἢ Χαιρέαν ζῆν, ἢ Μιθριδάτην ἠλέγχθαι μοιχόν. καὶ γὰρ οὐδὲ τοῦτο δύναται λέγειν, ὅτι τεθνηκέναι Χαιρέαν ἠγνόει· τούτου γὰρ ἐν Μιλήτῳ παρόντος ἐχώσαμεν [10] ἐκείνῳ τὸν τάφον, καὶ συνεπένθησεν ἡμῖν. ἀλλ' ὅταν μοιχεῦσαι θέλῃ Μιθριδάτης, ἀνίστησι τοὺς νεκρούς. παύομαι τὴν ἐπιστολὴν ἀναγνούς, ἣν οὗτος διὰ τῶν ἰδίων δούλων ἔπεμψεν εἰς Μίλητον ἐκ Καρίας. λέγε λαβών· 'Χαιρέας ζῶ.' τοῦτο ἀποδειξάτω Μιθριδάτης καὶ ἀφείσθω. λόγισαι δέ, βασιλεῦ, πῶς ἀναίσχυντός ἐστι μοιχός, ὅπου καὶ νεκροῦ καταψεύδεται."
[11] Ταῦτα εἰπὼν ὁ Διονύσιος παρώξυνε τοὺς ἀκούοντας καὶ εὐθὺς εἶχε τὴν ψῆφον. θυμωθεὶς δὲ [ὁ] βασιλεὺς εἰς Μιθριδάτην πικρὸν καὶ σκυθρωπὸν ἀπέβλεψε.
[7]
[1] Μηδὲν δὲ καταπλαγεὶς ἐκεῖνος "δέομαί σου" φησί, "βασιλεῦ, δίκαιος γὰρ εἶ καὶ φιλάνθρωπος, μὴ καταγνῷς μου, πρὶν ἀκούσῃς τῶν λόγων ἑκατέρωθεν, μηδὲ ἄνθρωπος Ἕλλην, πανούργως συνθεὶς κατ' ἐμοῦ ψευδεῖς διαβολάς, πιθανώτερος γένηται παρὰ σοὶ τῆς [2] ἀληθείας. συνίημι δὲ ὅτι βαρεῖ με πρὸς ὑποψίαν τὸ κάλλος τῆς γυναικός· οὐδενὶ γὰρ ἄπιστον φαίνεται θελῆσαί τινα Καλλιρόην διαφθεῖραι. ἐγὼ δὲ καὶ τὸν ἄλλον βίον ἔζησα σωφρόνως καὶ πρώτην ταύτην ἔσχηκα διαβολήν· εἰ δέ γε καὶ ἀκόλαστος καὶ ἀσελγὴς ἐτύγχανον, ἐποίησεν ἄν με βελτίω τὸ παρὰ σοῦ τοσαύτας πόλεις πεπιστεῦσθαι.
[3] τίς οὕτως ἐστὶν ἀνόητος, ἵνα ἕληται τὰ τηλικαῦτα ἀγαθὰ μιᾶς ἡδονῆς ἕνεκεν ἀπολέσαι καὶ ταύτης αἰσχρᾶς; εἰ δὲ ἄρα τι καὶ συνῄδειν ἐμαυτῷ πονηρόν, ἐδυνάμην καὶ παραγράψασθαι τὴν δίκην· Διονύσιος γὰρ οὐχ ὑπὲρ γυναικὸς ἐγκαλεῖ κατὰ νόμους αὐτῷ γαμηθείσης, ἀλλὰ πωλουμένην ἠγόρασεν αὐτήν· ὁ δὲ τῆς μοιχείας νόμος [4] οὐκ ἔστιν ἐπὶ δούλων. ἀναγνώτω σοι πρῶτον τὸ γραμμάτιον τῆς ἀπελευθερώσεως, εἶτα τότε γάμον εἰπάτω. γυναῖκα τολμᾷς ὀνομάζειν, ἣν ἀπέδοτό σοι ταλάντου Θήρων ὁ λῃστής, κἀκεῖνος ἁρπάσας ἐκ τάφου; 'ἀλλὰ' φησὶν 'ἐλευθέραν οὖσαν ἐπριάμην.' οὐκοῦν ἀνδραποδιστὴς εἶ σὺ καὶ οὐκ ἀνήρ. πλὴν ὡς ἀνδρὶ νῦν ἀπολογήσομαι.
[5] γάμον ὀνόμαζε τὴν πρᾶσιν καὶ προῖκα τὴν τιμήν· Μιλησία σήμερον ἡ Συρακοσία δοξάτω. μάθε, δέσποτα, ὅτι οὔτε Διονύσιον ὡς ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. πρῶτον μὲν γὰρ οὐ γενομένην, ἀλλ' ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ πρᾶξιν οὐκ ἔχων εἰπεῖν [6] ἀναγινώσκει γραμμάτια κενά. τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι. προφέρεις ἐπιστολήν. ἐδυνάμην εἰπεῖν 'οὐ γέγραφα· χεῖρα ἐμὴν οὐκ ἔχεις· Καλλιρόην Χαιρέας ζητεῖ· κρῖνε τοίνυν μοιχείας ἐκεῖνον.' 'ναὶ' φησίν. 'ἀλλὰ Χαιρέας μὲν τέθνηκε, σὺ δὲ [7] ὀνόματι τοῦ νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.' προκαλῇ με, Διονύσιε, πρόκλησιν οὐδαμῶς ‹σοι› συμφέρουσαν. μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. ἀπόστηθι τῆς κατηγορίας· συμφέρει σοι. βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. παλινῳδίαν εἰπὲ 'Μιθριδάτης οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν.' ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. προλέγω σοι, Καλλιρόην ἀπολέσεις. οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ σὲ μοιχὸν εὑρήσει."
[8] Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ βεβαίως ἐμμένοι. τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ἦν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον εἰδέναι. κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ' ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ.
[9] ἔλεγεν οὖν· "εἰπὲ" φησὶν "ὅτι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατήσεις με σοφίσμασι καὶ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ' εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν."
[10] Ἔνθεν ἑλὼν ὁ Μιθριδάτης φωνὴν ἐπῆρε καὶ ὥσπερ ἐπὶ θειασμοῦ "θεοὶ" φησὶ "βασίλειοι ἐπουράνιοί τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ, πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλοπρεπῶς· ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας συκοφαντουμένῳ· χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν. φάνηθι, δαῖμον ἀγαθέ· καλεῖ σε ἡ σὴ Καλλιρόη· μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυσίου στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός."
[8]
[1] Ἔτι δὲ λέγοντος (οὕτω γὰρ ἦν διατεταγμένον) προῆλθε Χαιρέας αὐτός. ἰδοῦσα δὲ ἡ Καλλιρόη ἀνέκραγε "Χαιρέα, ζῇς;" καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενόμενος [2] οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι. τίς ἂν φράσῃ κατ' ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παράδοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει· πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος, ἀπιστία, [3] εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρόης ἠπόρουν. μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει δ' ἄν μοι καὶ βασιλεὺς [4] τότε θέλειν Χαιρέας εἶναι. συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον ‹πρὸς› ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ [5] τὴν πρὸς βασιλέα, καὶ χεῖρας ἀλλήλοις προσέβαλλον. προῆλθε δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε "πρῶτός εἰμι ἀνήρ," Διονύσιος δὲ "ἐγὼ βεβαιότερος." "μὴ γὰρ ἀφῆκά μου τὴν γυναῖκα;" "ἀλλὰ ἔθαψας αὐτήν." "δεῖξον γάμου διάλυσιν." "τὸν τάφον ὁρᾷς μοι." "πατὴρ ἐξέδωκεν." "ἐμοὶ δὲ ἑαυτήν." "ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός." "σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος." "ἀπαιτῶ Καλλιρόην." "ἐγὼ δὲ κατέχω." "σὺ τὴν ἀλλοτρίαν [6] κρατεῖς." "σὺ τὴν σὴν ἀπέκτεινας." "μοιχέ." "φονεῦ." ταῦτα πρὸς ἀλλήλους μαχόμενοι· οἱ δ' ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλαίουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς [7] γυναικός. καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι τὴν κρίσιν· "τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν," τούτους δὲ ἰδιώτας πάντας εἶναι· οἱ δὲ πλείονες τἀναντία συνεβούλευον καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον γενόμενον τῇ βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐφ' αὑτόν, ἀλλὰ σχεδὸν μέρος οὖσαν ἧς ἐδίκαζεν ἤδη· τὴν γὰρ ἀληθεστάτην αἰτίαν οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ ‹τῆς› Καλλιρόης κάλλος δυσαπόσπαστον [8] τοῖς ὁρῶσι. πάλιν οὖν προσκαλεσάμενος οὓς μετεστήσατο "Μιθριδάτην μὲν" εἶπεν "ἀφίημι, καὶ ἀπίτω δῶρα τῆς ὑστεραίας παρ' ἐμοῦ λαβὼν ἐπὶ τὴν σατραπείαν τὴν ἰδίαν· Χαιρέας δὲ καὶ Διονύσιος λεγέτωσαν ἑκάτερος ἅπερ ἔχει δίκαια περὶ τῆς γυναικός· προνοεῖσθαι γάρ με δεῖ τῆς θυγατρὸς Ἑρμοκράτους τοῦ καταπολεμήσαντος Ἀθηναίους τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους."
[9] ῥηθείσης δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν, ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. ἰδὼν δὲ [ὁ] βασιλεὺς ἀμηχανοῦντας αὐτοὺς "οὐκ ἐπείγω" φησὶν "ὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασαμένους ὑμᾶς ἐπὶ τὴν δίκην ἥκειν. δίδωμι δὲ πέντε ἡμερῶν διάστημα· ἐν δὲ τῷ μεταξὺ Καλλιρόης ἐπιμελήσεται Στάτειρα ἡ ἐμὴ γυνή· οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν κρίνεσθαι περὶ ἀνδρός, μετὰ ἀνδρὸς ἥκειν ἐπὶ τὴν κρίσιν."
[10] Ἐξῄεσαν οὖν τοῦ δικαστηρίου οἱ μὲν ἄλλοι πάντες σκυθρωποί, μόνος δὲ Μιθριδάτης γεγηθώς. λαβὼν δὲ τὰ δῶρα καὶ τὴν νύκτα καταμείνας ἕωθεν εἰς Καρίαν ἐξώρμησε λαμπρότερος ἢ πρόσθεν.
[9]
[1] Τὴν δὲ Καλλιρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες· ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται. θεασαμένη δὲ αἰφνίδιον ἡ Στάτειρα τῆς κλίνης ἀνέθορε δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως ἐτίμα τὴν [2] θεόν· ἡ δὲ προσεκύνησεν. ὁ δὲ εὐνοῦχος νοήσας τὴν ἔκπληξιν αὐτῆς "Καλλιρόη" φησὶν "αὕτη ἐστί· πέπομφε δὲ αὐτὴν βασιλεύς, ἵνα παρὰ σοὶ φυλάττηται μέχρι τῆς δίκης." ἀσμένη τοῦτο ἤκουσεν ἡ Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν εὐνουστέρα τῇ Καλλιρόῃ διὰ τὴν τιμὴν ἐγένετο· ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ.
[3] λαβομένη δὲ τῆς χειρὸς αὐτῆς "θάρρει" φησίν, "ὦ γύναι, καὶ παῦσαι δακρύουσα· χρηστός ἐστι βασιλεύς. ἕξεις ἄνδρα ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην."
[4] ἡδέως ἡ Καλλιρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας. ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶν "εἴδετε" φησὶ "Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας ὁ ἐμός, ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον [5] ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους. ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν." Ταῦτα διαλογιζομένης ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρόην [6] ἰδεῖν. ἡ δὲ Στάτειρα εἶπεν "ἀφῶμεν αὐτήν· διάκειται γὰρ πονήρως· ἔχομεν δὲ ‹τέσσαρας› ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν." λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται· καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, [7] ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν. ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. ἐπέμπετο δὲ Καλλιρόῃ δῶρα πολυτελῆ, καὶ παρ' οὐδενὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανείμων, ἀκόσμητος καθημένη. ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε.
[8] Καλλιρόη μὲν ‹οὖν› ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον [9] ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν· ἐξεκάετο γὰρ σφοδρότερον ἢ ἐν Μιλήτῳ. ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.
[10]
[1] Ἐξαφθεὶς γοῦν ἀνεβόα πολλάκις "ποῖος οὗτος ἐπ' ἐμοῦ Προτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. τί γὰρ ἔδειξάς μοι Καλλιρόην, ἣν φυλάττειν οὐκ ἔμελλες; τί δὲ πατέρα [2] ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;" μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων "τέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ [3] ἔρωτος ἀτυχοῦς ὑπόμνημα. παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ. κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν· Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. τὴν μὲν πρώτην δίκην νενίκημαι· Μιθριδάτης μου κατηγόρει· περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι· οὐ δὴ γὰρ μείζων ὁ κίνδυνος, δύσελπιν [4] δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον. ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρόη τίνα θέλει. σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός. [5] κλαῦσον, καταφίλησον, εἰπὲ "μῆτερ, ὁ πατήρ μου φιλεῖ σε," ὀνειδίσῃς δὲ μηδέν. τί λέγεις, παιδαγωγέ; οὐδεὶς ἡμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὢ τυραννίδος δεινῆς. ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν."
[6] Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν· μόνος δὲ γενόμενος ἧψε βρόχον, καὶ μέλλων ἐπ' αὐτὸν ἀναβαίνειν "εὐτυχέστερον μὲν" εἶπεν "ἀπέθνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ· τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρόης φιλεῖσθαι, νῦν δὲ ἀπολώλεκα οὐ μόνον [7] τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν. Καλλιρόη με ἰδοῦσα οὐ προσῆλθεν, οὐ κατεφίλησεν· ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο. μηδὲν δυσωπείσθω· φθάσω τὴν κρίσιν· οὐ περιμένω τέλος ἄδοξον. οἶδα ὅτι μικρὸς ἀνταγωνιστής εἰμι Διονυσίου, ξένος ἄνθρωπος καὶ πένης καὶ ἀλλότριος ἤδη. σὺ μὲν εὐτυχοίης, ὦ γύναι· γυναῖκα γάρ σε καλῶ, κἂν ἕτερον φιλῇς. ἐγὼ δὲ ἀπέρχομαι καὶ οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. πλούτει καὶ τρύφα καὶ τῆς Ἰωνίας [8] ἀπόλαυε πολυτελείας. ἔχε ὃν θέλεις. ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε, Καλλιρόη, χάριν τελευταίαν. ὅταν ἀποθάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον· τοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον· εἰπὲ δὲ προσκύψασα τῇ στήλῃ '"κἀνὴρ καὶ βρέφος" ὁρῶ. οἴχῃ, Χαιρέα, νῦν ἀληθῶς. νῦν [9] ἀπέθανες· ἐγὼ γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.' ἀκούσομαί σου, γύναι· τάχα καὶ πιστεύσω. ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν.
εἰ δὲ θανόντων περ καταλήθοντ' εἰν Ἀΐδαο
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλης μεμνήσομαί σου."
τοιαῦτα ὀδυρόμενος κατεφίλει τὸν βρόχον "σύ μοι" λέγων "παραμυθία καὶ συνή‹γορος›· διὰ σὲ νικῶ· σύ με Καλλιρόης μᾶλλον [10] ἔστερξας." ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη Πολύχαρμος ὁ φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. ἤδη δὲ καὶ ἡ προθεσμία τῆς δίκης καθειστήκει.