5420 422 0 18 1 0 II d. C. ? Narrazione fittizia Chariton I De Chaerea et Callirhoe Blake, W.E., Oxford, Clarendon Press, 1938. 28

CHARITON - De Chaerea et Callirhoe I

[1]

[1]   Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι.

   Ἑρμοκράτης ὁ Συρακοσίων στρατηγός, οὗτος ὁ νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου [2] καὶ ἄγαλμα τῆς ὅλης Σικελίας. ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον ἀλλὰ θεῖον, οὐδὲ Νηρηΐδος ἢ Νύμφης τῶν ὀρειῶν ἀλλ' αὐτῆς Ἀφροδίτης Παρθέν̣ο̣υ̣. φήμη δὲ τ̣οῦ παραδόξου θεάματος πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνάσται τε καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας [3] καὶ Ἠ̣πείρου καὶ ἐ̣θ̣ν̣ῶ̣ν̣ τῶν ἐ̣ν̣ ἠπείρῳ. ὁ δὲ Ἔρως ζεῦγο̣σ̣ ἴδ̣ιο̣ν̣ ἠθέλησε συμπλέξαι. Χ̣α̣ι̣ρέας γάρ τις ἦν μειράκ̣ι̣ο̣ν̣ ε̣ὔ̣μορφον, πάντων ὑ̣περέχον, οἷον Ἀχιλ̣λέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται τ̣ε̣ κ̣α̣ὶ̣ γραφεῖς ‹ἀπο›δεικνύουσι, πατρὸς Ἀρίστωνος τ̣ὰ̣ δ̣ε̣ύ̣τ̣ε̣ρ̣α̣ ἐ̣ν̣ Συρακούσ̣αισ̣ μετὰ Ἑρμοκράτην φερομένου. κ̣α̣ί̣ τ̣ι̣σ̣ ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος ὥστε θ̣ᾶ̣τ̣τ̣ο̣ν̣ ἂν πᾶσιν ἢ [4] ἀλλήλοις ἐκήδευσαν. φιλόνεικος δέ ἐστιν ὁ Ἔρως καὶ χαίρε̣ι̣ τοῖς παραδόξοις κατορθώμασιν· ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν.

   Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ γυναῖκες [5] ἀπῆλθον εἰς τὸν νεών. τέως δὲ μ̣ὴ̣ π̣ρ̣οϊοῦσαν τὴν Καλλιρ̣ό̣ην προήγαγεν ἡ μήτηρ, ‹τοῦ πατρὸς› κελεύσαντοσ̣ προσκυνῆσαι τὴν θεό̣ν̣. τότ̣ε̣ δ̣ὲ̣ Χαιρέας ἀπὸ τῶν γ̣υ̣μ̣νασίων ἐβάδι̣ζ̣ε̣ν̣ οἴκαδε στίλβων ὥσπερ ἀστήρ· ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ [6] προσώπου τὸ ἐρύθημ̣α̣ τῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός. ἐκ τύχης οὖν περί τι̣ν̣α̣ καμπὴν στενοτέραν συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν ‹συνοδίαν› ἵνα ἑκά‹τερος τῷ› ἑ̣τ̣έ̣ρ̣‹ῳ› ὀ̣φ̣θ̣ῇ̣. ταχέως οὖν πάθος ἐρωτικὸν ἀντέδωκαν ἀλλήλοις ....... το̣ῦ̣ κάλλο̣υ̣σ̣ ‹τῇ εὐ›γενεί‹ᾳ› συνελθόντο̣σ̣.

[7]    Ὁ μὲν ο̣ὖ̣ν̣ Χα̣ι̣ρέας οἴκαδε μετὰ τοῦ τραύματος μόλις ἀπῄει, κ̣α̣ὶ̣ ὥ̣σ̣π̣ε̣ρ̣ τ̣ι̣σ̣ ‹ἀρις›τ̣ε̣ὺ̣σ̣ ἐν πολέμῳ τρωθεὶς καιρίαν, καὶ καταπεσε̣ῖ̣ν μὲν αἰδούμενος, στῆναι δὲ μὴ̣ δ̣υ̣ν̣άμενος. ἡ δὲ π̣α̣ρ̣θ̣έ̣ν̣ο̣σ̣ τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσα, "σύ μοι, [8] δ̣έ̣σ̣π̣οινα" εἶπε, "δὸς ἄνδρα τοῦτον ὃ̣ν̣ ἔδειξ̣ας." νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκαίετο. δεινότερον δ' ἔπασχεν ἡ παρθένος διὰ̣ τ̣ὴ̣ν σιωπ̣ή̣ν̣, αἰδ̣ο̣υ̣μένη κατάφωρος γενέσθαι. Χαι̣ρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τ̣οὺς γ̣ονεῖς ὅτι ἐρᾷ καὶ οὐ [9] βιώσεται τοῦ Καλλιρόης γ̣ά̣μ̣ο̣υ̣ μὴ τυχών. ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ "οἴχῃ δή μοι, τέκνον" ‹ἔφη›· "δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν θυγατέρα τοσούτους ἔχων μ̣ν̣ηστῆρας πλουσίους κ̣α̣ὶ̣ βασιλεῖς. οὔκουν οὐδὲ πειρᾶσθαί σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν." εἶθ' ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δὲ ηὔξετο τὸ κακὸν ὥστε μηδὲ ἐπὶ τὰς συν̣ήθε̣ι̣ς προϊέναι [10] διατριβάς. ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦ̣ν̣. ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. πολυπραγμονοῦντε̣σ̣ δ̣ὲ̣ τ̣ὴ̣ν̣ αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.

[11]    Ἐνέστη νόμιμος ἐκκλησία. συγκαθεσθεὶς οὖν ὁ δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα "καλὸς Ἑρμοκράτης, μέγας στρατηγός, σῶζε Χαιρέαν· τοῦτο πρῶτον τῶν τροπαίων. ἡ πόλις μνηστεύεται [12] τοὺς γάμους σήμερον ἀλλήλων ἀξίων." τίς ἂν μηνύσειε τὴν ἐκκ̣λ̣η̣σ̣ί̣α̣ν̣ ἐκείνην, ἧς ὁ Ἔρως ἦν δημαγωγός; ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἠδυνήθη τῇ πόλει δεομένῃ. κατανεύσαντος δὲ αὐτοῦ πᾶς ὁ δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν [13] Ἑρμοκράτει· παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακοσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δὲ αἱ ῥῦμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. ἥδιον ταύτην ‹τὴν› ἡμέραν ἤγαγον οἱ Συρακόσιοι [14] τῆς τῶν ἐπινικίων. ἡ δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλαίουσα καὶ σιωπῶσα. προσελθοῦσα δὲ ἡ τροφὸς τῇ κλίνῃ "τέκνον" εἶπε, "διανίστασο, πάρεστι γὰρ ἡ εὐκταιοτάτη πᾶσιν ἡμῖν ἡμέρα· ἡ πόλις σε νυμφαγωγεῖ."

   Τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· οὐ γὰρ ᾔδει, τίνι γ̣α̣μεῖτα̣ι̣. ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν· ἐδόκει δὲ [15] τοῦτο τοῖς ὁρῶσιν αἰδώς. ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. ὁ μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρόη δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν [16] ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων. ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης· πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. πάντες δὲ Καλλιρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.

[2]

[1]    Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ' ὀργῆς. τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ Φθόνος.

[2] καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννου, τοιαῦτα ἔλεγεν· "εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ ‹γὰρ› ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ ‹τοῦ› [3] γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν. ἡμεῖς δὲ ἐτάκημεν αὐλείοις θύραις προσαγρυπνοῦντες καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς. πόσον χρόνον δεδουλεύκαμεν; καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν. ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων [4] αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο. ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν."

   Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων τύραννος ἀντεῖπεν. "οὐκ εὐνοίᾳ δὲ" εἶπε "τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ· μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος· ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν [5] ἡ ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ ἡ μετὰ τέχνης· καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα. χειροτονήσατε ἐμὲ τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν· ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ Ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα [6] τὸν Ἔρωτα μέγα τι κακὸν διαπράξεται· Καλλιρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς νεωτερικὴν ζηλοτυπίαν· ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι."

   Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.

[3]

[1]    Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. ὁ δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη πλέον ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος· οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη [2] τὴν κόρην. ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου ἡσυχῆ κατέλιπον· ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύστους.

[3]    Διέλαμψεν ἡμέρα, καὶ πᾶς ὁ παριὼν εἱστήκει κοινῷ τινι πολυπραγμοσύνης πάθει· Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν· ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰστρέχει· [4] καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον, ἤρασσε μετὰ σπουδῆς. ἐπεὶ δὲ ἀνέῳξεν ἡ θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρόῃ τὴν ὀργὴν μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαιε. πυνθανομένης δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε [5] πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος. ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος ἡ γυνὴ μηδὲν ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν τοῦ χόλου· ὁ δὲ ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ παχεῖ τῷ φθέγματι "κλαίω" φησὶ "τὴν ἐμαυτοῦ τύχην, ὅτι μου ταχέως [6] ἐπελάθου," καὶ τὸν κῶμον ὠνείδισεν. ἡ δὲ οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶ "οὐδεὶς ἐπὶ τὴν πατρῴαν οἰκίαν ἐκώμασεν" εἶπε, "τὰ δὲ σὰ πρόθυρα συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς." ταῦτα εἰποῦσα ἀπεστράφη καὶ συγκαλυψαμένη [7] δακρύων ἀφῆκε πηγάς. εὔκολοι δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν ἡδέως ἀλλήλων προσδέχονται. μεταβαλλόμενος οὖν ὁ Χαιρέας ἤρξατο κολακεύειν, καὶ ἡ γυνὴ ταχέως αὐτοῦ τὴν μετάνοιαν ἠσπάζετο. ταῦτα μᾶλλον ἐξέκαυσε τὸν ἔρωτα, καὶ οἱ ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.

[4]

[1]    Ὁ δὲ Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς πρώτης τέχνης ἥπτετο λοιπὸν ἐνεργεστέρας ‹καὶ› κατεσκεύασέ τι τοιοῦτον. ἦν αὐτῷ παράσιτος στωμύλος καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. τοῦτον ἐκέλευσεν ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ τῆς Καλλιρόης [2] καὶ τιμιωτάτην τῶν θεραπαινίδων πρὸ πάντων φίλην ἐποίει. μόλις οὖν ἐκεῖνος πλὴν ὑπηγάγετο τὴν μείρακα μεγάλαις δωρεαῖς τῷ τε λέγειν ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας. γυνὴ δὲ εὐάλωτόν ἐστιν, ὅταν ἐρᾶσθαι δοκῇ. ταῦτ' οὖν προκατασκευασάμενος ὁ δημιουργὸς τοῦ δράματος ὑποκριτὴν ἕτερον ἐξηῦρεν, οὐκέτι ὁμοίως [3] εὔχαριν, ἀλλὰ πανοῦργον καὶ ἀξιόπιστον λαλῆσαι. τοῦτον προδιδάξας ἃ χρὴ πράττειν καὶ λέγειν, ὑπέπεμψεν ἀγνῶτα τῷ Χαιρέᾳ. προσελθὼν δὲ ἐκεῖνος αὐτῷ περὶ τὰς παλαίστρας ἀλύοντι "κἀμοὶ" φησὶν "υἱὸς ἦν, ὦ Χαιρέα, σὸς ἡλικιώτης, πάνυ σε θαυμάζων καὶ φιλῶν, ὅτε ἔζη. τελευτήσαντος δὲ αὐτοῦ σὲ υἱὸν ἐμαυτοῦ νομίζω, καὶ γὰρ εἶ [4] κοινὸν ἀγαθὸν πάσης Σικελίας εὐτυχῶν. δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα."

   Τοιούτοις ῥήμασιν ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προεφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ [5] σχολῆς μακροτέρας. ἐνέκειτο μᾶλλον ὁ Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δὲ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσας, "ἀηδῶς μὲν" εἶπεν, "ὦ Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα [6] εὔνους. γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ' αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν."

   Ὣς φάτο· τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,

   ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

   χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον.

[7]    Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος· ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, "δυστυχῆ μὲν" εἶπεν "αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν· ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον ἐμαυτὸν ἀνέλω· Καλλιρόης γὰρ καὶ ἀδικούσης φείσομαι."

[8] "προσποίησαι" φησὶν "ὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν· ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν."

   Συνέθεντο ταῦτα, καὶ ὁ μὲν Χαιρέας πέμψας (οὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν) "ἄπειμι" φησὶν "εἰς ἀγρόν·" ὁ δὲ [9] κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν. ἑσπέρας οὖν ἐπιστάσης ὁ μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, ὁ δὲ τὴν ἅβραν τῆς Καλλιρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν, ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν προαιρούμενον, πάντα δὲ μηχανώμενος ἵνα μὴ λάθοι. κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας, ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν, ὑπόδημα λεπτόν· δακτύλιοι βαρεῖς ὑπέστιλβον. εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον.

[10] ἡ δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν [11] ἀλλὰ εἰσέδραμεν ἐπ' αὐτοφώρῳ τὸν μοιχὸν ἀναιρήσων. ὁ μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, ἡ δὲ Καλλιρόη ἐκάθητο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην· ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο [12] τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν. ὁ δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. εὐστόχως οὖν ὁ ποὺς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.

[5]

[1]    Καλλιρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἐπέκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ' ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι' ὅλης νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.

[2] ἔτι δὲ καιομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δὲ ἐκώλυε, φίλος ἐξαίρετος, τοιοῦτος οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. ἡμέρας δὲ γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην [3] τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν. ἀλλὰ καὶ ὁ δῆμος ἅπας εἰς τὴν ἀγορὰν συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων· ἐδημοκόπουν δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ ὁ Ἀκραγαντῖνος ὑπὲρ ἅπαντας, λαμπρός τε καὶ σοβαρός, οἷον διαπραξάμενος ἔργον ὃ μηδεὶς ἂν προσεδόκησε.

[4] συνέβη δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε πραχθέν· ῥηθείσης γὰρ τῆς κατηγορίας ὁ φονεὺς μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας αὑτοῦ κατηγόρησε πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς τὴν ἀπολογίαν δικαίων, οὐ τὴν διαβολήν, οὐ τὴν ζηλοτυπίαν, οὐ τὸ ἀκούσιον, ἀλλὰ ἐδεῖτο πάντων "δημοσίᾳ με καταλεύσατε· ἀπεστεφάνωσα τὸν [5] δῆμον. φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ. τοῦτο ὤφειλον παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα. τρόπον ζητήσατε κολάσεως ἀπόρρητον. χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. μὴ θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε σῶμα."

[6]    Ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης συνηγόρησε Χαιρέᾳ πρῶτος. "ἐγὼ" φησὶν "ἐπίσταμαι τὸ συμβὰν ἀκούσιον. βλέπω τοὺς ἐπιβουλεύοντας ἡμῖν. οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς, οὐδὲ λυπήσω [7] τεθνεῶσαν τὴν θυγατέρα. ἤκουσα λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει Χαιρέαν ζῆν. παύσαντες οὖν τὸ περισσὸν δικαστήριον ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. μὴ παραδῶμεν χρόνῳ τὴν νεκράν, μηδὲ ἄμορφον τῇ παρολκῇ ποιήσωμεν τὸ σῶμα. θάψωμεν Καλλιρόην ἔτι καλήν."

[6]

[1]    Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλὰ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν "προδότα" φησὶ "τῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρόην περιμένεις; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι [2] βασιλικήν." ἔπεισεν οὗτος ὁ λόγος· ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ' ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; κατέκειτο μὲν Καλλιρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε πάντες [3] εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ. προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακοσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοι· μετὰ τούτους ὁπλῖται φέροντες σημεῖα τῶν Ἑρμοκράτους τροπαίων· εἶτα ἡ βουλὴ καὶ ἐν μέσῳ ὁ δῆμος, πάντες Ἑρμοκράτην δορυφοροῦντες. ἐφέρετο δὲ καὶ Ἀρίστων ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρόην ἀποκαλῶν. ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες· εἶτα [4] πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος· ἐσθήτων κάλλος καὶ κόσμος (συνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων)· συγγενῶν τε δωρεαὶ καὶ φίλων. τελευταῖος ἐπηκολούθησεν ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ, εἰ δυνατὸν [5] ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί. ἔφερον δὲ τὴν κλίνην οἱ Συρακοσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. τούτων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι· τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων πολυτέλεια. τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.

[7]

[1]    Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ὑφορμοῦντας τοῖς λιμέσιν ὀνόματι πορθμείου, πειρατήριον συγκροτῶν. οὗτος τῇ ἐκκομιδῇ παρατυχὼν ἐπωφθάλμισε τῷ χρυσῷ καὶ νύκτωρ κατακλινεὶς οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸν "ἀλλὰ ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ [2] μιᾶς νεκρᾶς; ἀνερρίφθω κύβος· οὐκ ἀφήσω τὸ κέρδος. τίνας δ' οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης ὁ Θούριος; συνετὸς μὲν ἀλλὰ δειλός. Μένων [3] ὁ Μεσσήνιος; τολμηρὸς μὲν ἀλλὰ προδότης." ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξέ τινας ἐπιτηδείους. ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. εὗρε δὲ ἐνίους μὲν ἐν πορνείοις, οὓς δ' ἐν [4] καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ. φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγων· "ἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων· οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους.

[5] οὐκ ἄπειροι δ' ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, ἃ παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι." συνῆκαν εὐθὺς ὅτι λῃστείαν ἢ τυμβωρυχίων ἢ ἱεροσυλίαν καταγγέλλει, καὶ "παῦσαι" ἔφασαν "‹ἀναπείθων› τοὺς πεπεισμένους ἤδη καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν."

[6] ὁ δὲ Θήρων ἔνθεν ἑλὼν "ἑωράκατε" φησὶ "‹τὸν› χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ' ἄν. δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους τῷ κέλητι, πλεύσαντας ὅποι ποτ' ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον ἐπὶ ξένης." ἤρεσε. "νῦν μὲν οὖν" φησὶ "τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς· βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον."

[8]

[1]    Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον· τὰ δὲ περὶ Καλλιρόην δεινοτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀφέσεως ταῖς ἀπολειφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης, μόγις καὶ κατ' ὀλίγον ἀνέπνευσεν· ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ [2] ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν. ἐπεὶ δὲ οὔτε ὁ ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν. μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν· ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου· πολλὴ δὲ ἦν [3] ἀρωμάτων ὀσμή. τότ' οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δι' ἐκεῖνο πτώματος, μόγις δὲ καὶ ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. ἔρρηξεν οὖν φωνήν, ὅσην ἐδύνατο "ζῶ" βοῶσα, καὶ "βοηθεῖτε." ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν ἔτι τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσα "οἴμοι τῶν κακῶν· ζῶσα κατώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω [4] θάνατον μακρόν. ὑγιαίνουσάν με πενθοῦσι. τίνα τίς ἄγγελον πέμψει; ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ' ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρόην οὐδ' ἀληθῶς ἀποθανοῦσαν. ἀλλ' ἤδη τάχα τι βουλεύῃ περὶ γάμου."

[9]

[1]    Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς· ὁ δὲ Θήρων φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. ἐκβαίνων δὲ πρῶτος ἐπέταξε τὴν ὑπηρεσίαν [2] ‹τὸν τρόπον› τοῦτον. τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν δύναιντο, φονεύειν· εἰ δὲ μή, συνθήματι μηνύειν τὴν ἄφιξιν αὐτῶν· πέμπτος δὲ αὐτὸς προσῄει τῷ τάφῳ. τοὺς δὲ λοιποὺς (ἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκα) μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς κώπας ἔχειν ἐπτερωμένας, ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ, ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες [3] ἀποπλεύσωσιν. ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρόην κατελάμβανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη, θαυμασμός, ἐλπίς, ἀπιστία. "πόθεν ὁ ψόφος; ἆρά τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνησκόντων ἐπ' ἐμὲ παραγίνεται τὴν ἀθλίαν; ἢ ψόφος οὐκ ἔστιν, ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς; τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι· καὶ γὰρ τοῦτό μου ταῖς συμφοραῖς προσετέθη· [4] πλοῦτος ἄχρηστος νεκρῷ." ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν κεφαλὴν ὁ λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρόη δὲ αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι· κἀκεῖνος φοβηθεὶς ἐξεπήδησε. τρέμων δὲ πρὸς τοὺς ἑταίρους ἐφθέγξατο "φεύγωμεν ἐντεῦθεν· δαίμων γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ ἐπιτρέπει."

[5] κατεγέλασε Θήρων, δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης. εἶτα ἐκέλευσεν ἄλλον εἰσελθεῖν. ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα ἡ Καλλιρόη μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφεῖσα φωνήν, "ἐλέησον, ὅστις ποτ' εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπὸ ἀνδρὸς οὐδὲ γονέων· μὴ ἀποκτείνῃς ἣν [6] σέσωκας." μᾶλλον ἐθάρσησεν ὁ Θήρων καὶ οἷς δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν· ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως· ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπεν "ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος· πολὺς μὲν ἄργυρος ἐνταῦθα, πολὺς δὲ χρυσός, τούτων δὲ πάντων τὸ τῆς γυναικὸς τιμιώτερον [7] κάλλος." λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸν "ἰδοὺ" φησὶν "ὁ δαίμων ὃν ἐφοβοῦ· καλός γε λῃστὴς φοβηθεὶς καὶ γυναῖκα. σὺ μὲν οὖν φύλαττε ταύτην· θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν· ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα, μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης."

[10]

[1]    Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός· εἶτα βουλὴν προέθηκε περὶ αὐτῆς. ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις [2] ὑπεναντίαι. πρῶτος γάρ τις εἶπεν "ἐφ' ἕτερα μὲν ἤλθομεν, ὦ συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς Τύχης ἀποβέβηκε· χρησώμεθα αὐτῷ· δυνάμεθα γὰρ ἀκινδύνως εἰργάσθαι. δοκεῖ δή μοι τὰ μὲν ἐντάφια κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρόην ἀνδρὶ καὶ πατρί, φήσαντας ὅτι προσωρμίσθημεν τῷ τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν, [3] ἵνα σώσωμεν τὴν ἔνδον ἀποκεκλεισμένην. ὁρκίσωμεν δὲ τὴν γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. ἡδέως δὲ ποιήσει χάριν ὀφείλουσα τοῖς εὐεργέταις δι' ὧν ἐσώθη. πόσης οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν; πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν."

[4]    Ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπεν "ἄκαιρε καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλὰ ἀπέκτεινεν; [5] οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς· ἀλλὰ ἀδικήσει τὰ μέγιστα. πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν δι' ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ' οἱ ἄρχοντες καὶ ὁ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας κατ' αὐτῶν τὸ φορτίον· οὐδὲ γὰρ [6] ἀκίνδυνον βίον ζῶμεν. τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα· τιμὴν γὰρ εὑρήσει διὰ τὸ κάλλος. ἔχει δὲ καὶ τοῦτο κίνδυνον. ὁ μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ὁ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. ἔξεστιν ἐπὶ τούτοις πλάσασθαί [7] τι διήγημα. φορτίον δὲ ἔχον ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. ὅτι 'δούλην' ἐροῦμεν; τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιάγωμεν καθ' αὑτῶν τὸν κατήγορον."

[8]    Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέραν γνώμην Θήρων ἐπεψήφισε. "σὺ μὲν γὰρ" εἶπε "κίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἢ ἀπολέσω· πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω τῶν μὴ παρόντων. ἀλλ' ἐμβαίνετε· πλέωμεν· ἤδη γάρ ἐστι πρὸς ἡμέραν."

[11]

[1]    Ἀναχθεῖσα δὲ ἡ ναῦς ἐφέρετο λαμπρῶς. οὐδὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλ' ἅπας ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος [2] ἀπατᾶν. ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ' ἑαυτῆς καὶ ὅτι ἄλλως ἐσώθη· προσεποιεῖτο δὲ μὴ νοεῖν, ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν ὡς ὀργιζομένην. εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασσαν, ἐγκαλυψαμένη καὶ δακρύσασα "σὺ μὲν" ἔφη, "πάτερ, ἐν ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς.

[3] ἐπὶ ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ· τάχα δὲ ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα δεσπότης Ἀθηναῖος. πόσῳ μοι κρεῖττον ἦν ἐν τάφῳ κεῖσθαι νεκράν· πάντως ἂν μετ' ἐμοῦ Χαιρέας ἐκηδεύθη· νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν."

[4]    Ἡ μὲν οὖν ἐν τοιούτοις ἦν ὀδυρμοῖς, οἱ δὲ λῃσταὶ νήσους μικρὰς καὶ πόλεις παρέπλεον· οὐ γὰρ ἦν τὰ φορτία πενήτων, ἐζήτουν δὲ πλουσίους ἄνδρας. ὡρμίσαντο δὴ καταντικρὺ τῆς Ἀττικῆς ὑπό τινα χηλήν· πηγὴ δὲ ἦν αὐτόθι πολλοῦ καὶ καθαροῦ νάματος καὶ λειμὼν [5] εὐφυής. ἔνθα τὴν Καλλιρόην προαγαγόντες φαιδρύνεσθαι καὶ ἀναπαύσασθαι κατὰ μικρὸν ἀπὸ τῆς θαλάσσης ἠξίωσαν, διασώζειν θέλοντες αὐτῆς τὸ κάλλος· μόνοι δὲ ἐβουλεύοντο ὅποι χρὴ τὸν στόλον ὁρμῆσαι. καί τις εἶπεν "Ἀθῆναι πλησίον, μεγάλη καὶ εὐδαίμων πόλις. ἐκεῖ πλῆθος μὲν ἐμπόρων εὑρήσομεν, πλῆθος δὲ πλουσίων. ὥσπερ γὰρ ἐν ἀγορᾷ τοὺς ἄνδρας οὕτως ἐν Ἀθήναις τὰς [6] πόλεις ἔστιν ἰδεῖν." ἐδόκει δὴ πᾶσι καταπλεῖν εἰς Ἀθήνας, οὐκ ἤρεσκε δὲ Θήρωνι τῆς πόλεως ἡ περιεργία· "μόνοι γὰρ ὑμεῖς οὐκ ἀκούετε τὴν πολυπραγμοσύνην τῶν Ἀθηναίων; δῆμός ἐστι λάλος καὶ φιλόδικος, ἐν δὲ τῷ λιμένι μυρίοι συκοφάνται πεύσονται τίνες ἐσμὲν καὶ πόθεν ταῦτα φέρομεν τὰ φορτία. ὑποψία καταλήψεται [7] πονηρὰ τοὺς κακοήθεις. Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν. χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες καὶ ἀπράγμονες· ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους."

[8] ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισιτισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν εἰς ὅρμον ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς ὑποδοχήν.

[12]

[1]    Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλ' ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον ἢ λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν· οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις [2] ἐφοβεῖτο προσιέναι. γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν· νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸν "ἀνόητος, ὦ Θήρων, εἶ· ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν [3] ἐρημίᾳ, ὡς μόνος λῃστής. οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν· οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους [4] ἄνδρας ὧν ᾔδεις. νῦν μὲν οὖν" εἶπεν "ἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιάθετον."

[5] κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας. ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος [6] ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν. ἐν δὲ τῷ μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρων τε καὶ δούλων, ἐν μέσοις δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός. ἀναστὰς οὖν ὁ Θήρων (περίεργον γὰρ ἀνθρώπου φύσις) ἐπυνθάνετο ἑνὸς τῶν ἐπακολουθούντων "τίς οὗτος;" ὁ δὲ ἀπεκρίνατο "ξένος εἶναί μοι δοκεῖς ἢ μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου [7] βασιλέως." "διατί τοίνυν μελανειμονεῖ;" "τέθνηκε γὰρ αὐτοῦ ἡ γυνὴ ἧς ἤρα." ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας ὁ Θήρων, εὑρηκὼς ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτ' οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλ' [8] ἐπυνθάνετο "τίνα χώραν ἔχεις παρ' αὐτῷ;" κἀκεῖνος ἀπεκρίνατο "διοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν." [Θήρων] "τί σὺ καλῇ;" "Λεωνᾶς." "εὐκαίρως" φησίν, "ὦ Λεωνᾶ, ‹σοὶ› συνέβαλον. ἔμπορός εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν οἶδα τῶν ἐν Ἰωνίᾳ. γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα [9] διὰ ζηλοτυπίαν ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην. σοὶ οὖν γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν τοῦ παιδίου (πεπαίδευται γὰρ ἱκανῶς) εἴτε καὶ ἄξιον ὑπολαμβάνοις χαρίσασθαι τῷ δεσπότῃ. λυσιτελεῖ δή σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν, ἵνα [10] μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται." τούτων ὁ Λεωνᾶς ἤκουσεν ἀσμένως καὶ "θεός μοί τις" εἶπεν "εὐεργέτην σε κατέπεμψεν· ἃ γὰρ ὠνειροπόλουν ὕπαρ μοι δεικνύεις· ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν καὶ φίλος ἤδη γίνου καὶ ξένος· τὴν δὲ περὶ τῆς γυναικὸς αἵρεσιν ἡ ὄψις κρινεῖ, πότερον δεσποτικόν ἐστι τὸ κτῆμα ἢ καθ' ἡμᾶς."

[13]

[1]    Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, ὁ μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν (ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένη), Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν [2] τοῦ δεσπότου πρῶτον ‹γενόμενον›. ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. καὶ ὁ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος ἐνδείξει, τὸ [3] δὲ πλέον κοινωνίας πίστει. μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ ὁ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς ἢ τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, ἡ δὲ ὄψις αὑτὴν συνίστησιν. "ἀπίωμεν οὖν" ἔφη Λεωνᾶς, "καὶ δεῖξον αὐτήν."

[4] ὁ δὲ "οὐκ ἐνταῦθά ἐστιν" ἀπεκρίνατο, "διὰ γὰρ τοὺς τελώνας περιέστημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ," καὶ τὸν τόπον ἔφραζεν. "ἐν τοῖς ἡμετέροις" φησὶ "χωρίοις ὡρμίσασθε· καὶ [5] τοῦτο βέλτιον, ἤδη τῆς Τύχης ὑμᾶς ἀγούσης ἐπὶ Διονύσιον. ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε· ἡ γὰρ [6] πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς." ἥσθη μᾶλλον ὁ Θήρων, εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ' ἐν ἐρημίᾳ, καὶ "ἕωθεν" φησὶν "ἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δὲ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ." συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. ἀμφοτέροις δὲ ἡ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι.

[7]    Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον· ὁ δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος [8] δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρόην κολακεύειν ἤρξατο. "κἀγὼ" φησί, "θύγατερ, εὐθὺς μὲν ἤθελόν σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν· ἐναντίου δὲ ἀνέμου γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης· ἐπίστασαι δὲ πόσην σου πεποίημαι πρόνοιαν· καὶ τὸ μέγιστον, καθαρὰν ἐτηρήσαμεν· ἀνύβριστον ἀπολήψεταί σε Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου [9] σωθεῖσαν δι' ἡμᾶς. νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν· ἐνταῦθα δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν εἰς Συρακούσας. λαβὲ τῶν σῶν ἅτιν' ἂν θέλῃς· σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν."

[10]    Ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρόη, καίτοι σφόδρα λυπουμένη (παντελῶς αὐτὸν ἀνόητον ὑπελάμβανεν)· ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν, ἀπαλλαγῆναι θέλουσα λῃστῶν. καὶ "χάριν σοι" φησὶν "ἔχω, πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας· ἀποδοῖεν δὲ" ἔφη "πᾶσιν [11] ὑμῖν οἱ θεοὶ τὰς ἀξίας ἀμοιβάς. χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. πάντα μοι φυλάξατε καλῶς· ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, ὃ εἶχον καὶ νεκρά." εἶτα συγκαλυψαμένη τὴν κεφαλὴν "ἄγε με" φησίν, "ὦ Θήρων, ὅποι ποτὲ θέλεις· πᾶς γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων."

[14]

[1]    Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως, ὁ Θήρων ἐστρατήγησέ τι τοιοῦτον. ἀποκαλύψας τὴν Καλλιρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, οἱ μὲν δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην [2] ἐπιφαίνεσθαι. καταπεπληγμένων δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶ "ἀνάστα" φησὶ "καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι." χαρὰ [3] καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων. τὴν μὲν οὖν Καλλιρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν· καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου· Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ "τὰ μὲν παρ' ἐμοῦ σοι" φησὶ "πιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα (φίλος γὰρ εἶ λοιπόν), ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι [4] τιμήν, ἣν θέλεις, ἀποδώσεις." ἀμείψασθαι δὲ θέλων ὁ Λεωνᾶς "οὐ μὲν οὖν" φησίν, "ἀλλὰ καὶ ἐγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς," ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται· πολλοὺς γὰρ ἐν τῇ πόλει γενήσεσθαι τοὺς ἐθέλοντας [5] ὠνεῖσθαι. τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, ὁ δὲ Θήρων ἀκκισάμενος λαμβάνει. κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ (καὶ γὰρ ἦν ὀψὲ τῆς ὥρας) "βούλομαι" φησὶν "ἀφ' ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ' ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν."

[6]    Ἐπὶ τούτοις ἀπηλλάγησαν. ἐλθὼν δὲ ἐπὶ τὴν ναῦν ὁ Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρόη γενομένη ἤδη μετ' ἐξουσίας τὴν ἰδίαν ἀπωδύρετο τύχην. "ἰδοὺ" φησὶν "ἄλλος τάφος, ἐν ᾧ Θήρων με [7] κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον· πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων· ᾐσθόμην ἂν καὶ τεθνεῶσα. τίνα δὲ ἐνταῦθα καλέσω γνωστόν; Τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου φονέα ἐποίησας· Χαιρέας, ὁ μηδὲ δοῦλον μηδέποτε [8] πλήξας, ἐλάκτισε καιρίως με τὴν φιλοῦσαν· εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵνα ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστὴς [9] μεγάλην λάβῃ τιμήν. ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων· ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ. διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς." κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα "ἀληθῶς ἀπόλωλά σοι, Χαιρέα" φησί, "τοσούτῳ [10] διαζευχθεῖσα πελάγει. καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην." τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.