[1] τὴν τῶν ἁπλῶν φαρμάκων ἐνέργειαν ἐν δυσὶν καταχωρίσαντες βιβλίοις, τιμιώτατε Ἀνδρόμαχε, καὶ ἀμφότερα σοὶ ἀναθέντες, ἐπελθόντες τε ἐν τῷ πρὸ τούτου βοηθήματα ἁρμόζοντα τοῖς περὶ κεφαλὴν καὶ ὀφθαλμοὺς καὶ ἀρτηρίαν καὶ τὴν λοιπὴν ἐπιφάνειαν συνισταμένοις πάθεσιν, ἐν τούτῳ περὶ τῶν λειπομένων διευκρινήσομεν, ἀρξάμενοι ἀπὸ τῶν περὶ τὸν στόμαχον συνισταμένων παθῶν, προδιαστειλάμενοι, ὅτι ἐπὶ τῶν πινομένων, ἐφ' ὧν τὰς ποσότητας οὐ προσγράφομεν, ἡ μὲν ἐλαχίστη πόσις ἐστὶ τριώβολον, ἡ δὲ μέση δραχμὴ μία, ἡ δὲ τελεία δραχμαὶ δύο.
[1] τοὺς χρονίως καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρίζης χυλὸς πινόμενος καὶ ‹αὐτὴ› ἡ ῥίζα σὺν ὕδατι, ἑλίκων ἀμπέλου ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέριδος χυλὸς καταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας ἀναλαμβανόντων δίψαν παύει κράμβη ἐσθιομένη ἔνωμος, σῦκα ἁπαλά, στρόβιλοι ἐσθιόμενοι, σύμφυτον πετραῖον διαμασώμενον.
[2] καταπλασσόμενα δὲ ὠφελεῖ στομάχους καυσουμένους καθ' ἑαυτὰ καὶ σὺν ἀλφίτῳ· ἀειζώου ῥίζα, κοτυληδόνος φύλλα, κύπρου φύλλα, πολύγονον, σέρις, σόγχος, σέλινον, στρύχνον κηπαῖον, ἕλικες ἀμπέλου καὶ τὰ φύλλα, ἀνδράχνη μετ' ἀλφίτου ἢ ἄρτου, φύλλα ἀμπέλου καθ' ἑαυτὰ ἐξ ὕδατος ψυχροῦ, ἐλάτη λεία σὺν ἀλφίτοις.
[3] τοὺς δὲ τὴν ἐπιφάνειαν καυσουμένους ὠφελεῖ κολοκύνθης ξυσμάτων ὁ χυλὸς μετὰ ῥοδίνου, ἢ ὄμφακος χυλὸς σὺν ῥοδίνῳ.
[4] χολὴν ‹δὲ› γεννῶντας μέλαιναν καὶ ἐμφυσωμένους στόμαχον καὶ ἔντερα ὠφελεῖ γλήχωνος ἀπόζεμα ἢ ἀπόβρεγμα πινόμενον, καὶ ὕδωρ τὸ ἀπὸ τοῦ πεπυρωμένου σιδήρου. ἁρμόζουσι δὲ καὶ σπόγγοι ἐξ ὄξους ἐπιτιθέμενοι, ‹καὶ› μάλιστα κατὰ τὴν ἐμφύσησιν τῶν ἐντέρων καὶ τῆς διανοίας τὴν παρατροπήν.
[2] εἰ δ' ἐπιμένοι, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου ‹λείου› καὶ ἀλόης καὶ μέλιτος ἐπιτίθει κηρωτῇ μείξας· ἢ κισσοῦ φύλλα ἑφθὰ σὺν οἴνῳ κατάπλασσε, ἢ ἀρνόγλωσσον λεῖον σὺν ἁλσίν· ἢ βοὸς ἀγελαίας βολβίτῳ ξηρῷ ἐν οἴνῳ ἡψημένῳ, ἢ πρασίῳ μετ' ἄρτου καὶ ῥοδίνου, ἢ βολβοῖς μετὰ στυπτηρίας λείοις.
[5]
[1] ἐπὶ δὲ τῶν λυγμῶν ἁρμόζει πινόμενα· ἀλύσσου τῆς πόας ἀφέψημα, καὶ αὐτὴ κρατηθεῖσα, ἀνήθου σπέρμα πινόμενον καὶ ὀσφραινόμενον, ἀριστολοχείας ῥίζα μεθ' ὕδατος, ἄσπληνος πόα μετ' ὀξυκράτου, ἡδυόσμου κλωνία ‹τρία› σὺν ῥοᾶς ὀξείας χυλῷ, καστόριον σὺν ὄξει, κύμινον σὺν ὄξει, ῥᾶ σὺν ὕδατι, σισυμβρίου τῆς καρδαμίνης λεγομένης χυλὸς καὶ τὸ [2] σπέρμα, πταρμικοῦ προσαγωγή. τὸν δὲ διὰ ψῦχος λυγμὸν λύουσιν ἄκραι χεῖρες εἰς θερμὸν ὕδωρ καθιέμεναι, ὕδατος θερμοῦ καταρρόφησις, σπόγγος ἐκ ζεστοῦ ὕδατος προσαγόμενος τῷ στομάχῳ, ἔλαιον Σικυώνιον ἀνατριβομένων τῶν ἄκρων.
[6]
[1] πρὸς δὲ τὰ ἀλγήματα τοῦ στομάχου ποιεῖ γάλα γυναικεῖον ἢ βόειον ἢ ὄνειον θηλαζόμενον, ἢ πινόμενον [ἢ] κόχλαξι συναφεψόμενον, γεντιανῆς α΄ μεθ' ὕδατος, μαστίχης κοχλιάριον ἓν καθ' ἡμέραν πινόμενον ἢ διαμασώμενον τοῦ χυλοῦ καταπινομένου, ἡδυόσμου κλωνίων τριῶν φύλλα σὺν ὀξείας ῥοᾶς χυλῷ καταρροφούμενα, γλήχων μετ' ὀξυκράτου.
[7] πρὸς δὲ τοὺς δηγμοὺς τοῦ στομάχου τερμίνθου φύλλα ἀφηψημένα, ὁμοίως σκορδίου χύλισμα, σόγχου χυλὸς μετὰ στροβίλων καὶ καρύων πικρῶν καὶ σικύου ‹ἀγρίου› σπέρματος, κῶνοι ἐσθιόμενοι καθ' ἑαυτούς. καταπλασσόμενα δὲ ὠφελεῖ ἀλγήματα στομάχου· μελίλωτον ἐν οἴνῳ ἑφθὸν μετὰ τηλίνου ἀλεύρου ἢ γύρεως, Κυδώνιον ἑφθὸν σὺν οἰνάνθῃ, [ἢ] πήγανον σὺν μέλιτι.
[8] πρὸς δὲ τοὺς τὴν τροφὴν ἀποβάλλοντας ἐπιτιθέμενος ὠφελεῖ σπόγγος ἐξ ὄξους δριμέος ἄχρις φλυκταινώσεως ἐπί τε τοὺς πόδας καὶ βραχίονας· ἐπὶ δὲ τοῦ θώρακος καταπλασσόμενος τυρὸς νεαλὴς μετ' ἀλφίτου ἢ σελίνου φύλλων, ἢ σέριδος ‹φύλλα› μετ' ὄξους καὶ ἀλφίτων, ἢ ἀνδράχνης ὡσαύτως, ἢ κολοκύνθης ξύσματα ὁμοίως.
[9] τοὺς δὲ ναυτιῶντας καὶ πλαδῶντας ὁμοίως τὸν στόμαχον καὶ ἐξεμοῦντας ἵστησι πινόμενα· ἄλφιτα σὺν οἴνῳ, ἀμύγδαλα γλυκέα πρόσφατα σὺν τῷ λέπει ἐσθιόμενα, ἀγρώστεως τῆς ἐν Παρνασσῷ σπέρμα, κύμινον Αἰθιοπικόν, ἀνήθου σπέρμα· πολυγόνου χυλός, καὶ κιχόριον ἐσθιόμενον καὶ σέρις, καὶ ὁ χυλὸς [2] πινόμενος· σισύμβριον ἡ καρδαμίνη λεγομένη πινομένη, θέρμοι γλυκεῖς λεῖοι σὺν ὄξει ποθέντες, θρίδακες ἄπλυτοι ἐσθιόμεναι καὶ τὸ σπέρμα πινόμενον μετὰ ὕδατος, σόγχου ὁμοίως, ἴου ἄνθος μετὰ ὕδατος, κόστου α΄ μετ' οἴνου· κοχλίου χερσαίου Λιβυκοῦ σὰρξ ὅλη καταποθεῖσα νήστεσιν καὶ ἀλγήματα παύει στομάχου, προεσθιόμενοι· δὲ ἔνωμοι δύο ἢ [3] τρεῖς ἡμέρας τὸ αὐτὸ ποιοῦσιν· ποιεῖ δὲ καὶ σὺν τῷ ὀστράκῳ ὅλος καταποθεὶς τοῦ ὀστράκου περιπασθέντος, γίγαρτα φρυκτὰ ἀντὶ ἀλφίτων ἐπιπασσόμενα, γλήχων καταπλασθεῖσα ἐξ ὀξυκράτου, κύμινον σὺν ὀξυκράτῳ πινόμενον ‹ἢ› σὺν ὄξει· λαπάθου ‹ἀγρίου› σπέρματος ὀβολοὶ δύο ἢ τρεῖς, ἀκακία μετὰ ὕδατος, λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, μαράθου σπέρμα ἢ χύλισμα, μάλιστα τοῖς ἀποξύνουσιν ἢ ἐμοῦσι τὴν τροφήν.
[10]
[1] τοὺς δὲ ῥευματισμοὺς τοῦ στομάχου ἵστησιν βαλαύστιον μετ' ὄξους ποθέν, βάτου χυλὸς καθ' ἑαυτὸν καὶ μεθ' ὕδατος, ὕδωρ τὸ ἀπὸ σιδήρου πεπυρωμένου θερμανθέν, ὄξος σκίλλινον καταρροφούμενον ‑ δεῖ δὲ ἀπ' ὀλίγου ἄρχεσθαι καὶ [2] πίνειν ἄχρι κυάθου ‑ · ῥοὰ μεθ' ὕδατος ψυχροῦ, σκάνδικος ἀφέψημα, σκίλλης ἑφθῆς τριώβολον ἐν ὀξυκράτῳ, ὑποκιστίδος α΄ ἐν ὕδατι, φακὸς πεφωγμένος ἀντὶ ἀλφίτου ἐπιπασσόμενος, φακοὶ ἐπτισμένοι λ΄ καταπινόμενοι, ῥόδων ἄνθος ἐπιπασσόμενον τῷ πόματι. ἐμβρέχειν δὲ δεῖ τοὺς ῥευματιζομένους στομάχους ἐρίοις οἰσυπηροῖς σὺν ῥοὸς χυλίσματι.
[11]
[1] ἀνατροπὰς δὲ στομάχου θεραπεύει στρουθίων διαχώρημα διδόμενον ἐν ποτῷ. κρατύνει δὲ τοὺς πεπλαδηκότας στομάχους ἐπιτιθέμενα μετὰ κηρωτῆς μυρσινίνης ἢ ῥοδίνης· βάτου φύλλα, ἀψίνθιον, κυπαρίσσου φύλλα, κόριον, κάχρυ, φοίνικες, μῆλον Κυδώνιον, ἐλάτη μετὰ φοινίκων.
[12] στομάχου δὲ ἐμπνευματώσεις ὠφελεῖ πινόμενα καὶ τοὺς βραδυπεπτοῦντας μάλιστα· ἀγαλόχου α΄ σὺν οἴνῳ, ἀριστολοχείας α΄ σὺν οἴνῳ, σμυρνίου σπέρμα σὺν οἴνῳ, ἀκάνθης λευκῆς ῥίζα σὺν οἴνῳ, ἀγαρικὸν διαμασηθὲν ἐπιρροφουμένου [2] ἀκράτου. πρὸς τὰς ἐμπνευματώσεις τοῦ στομάχου ῥάμνου τῆς ἀκανθώδους φύλλα λειώσας ἀνάπλασον τριωβολιαῖα ‹καὶ› δίδου ἓν τοῖς μὲν πυρέσσουσι μετὰ ὑδρομέλιτος κεκραμένου κο΄ α΄, ἀπυρέτοις δὲ μετ' οἴνου κεκραμένου· ποιεῖ δὲ καὶ πρὸς εἰλεώδεις καὶ πᾶν ἄλγημα πνευματικὸν θαυμαστῶς· δι' ἐρυγῶν ‹γὰρ› καὶ φυσῶν ὑγιεῖς γίνονται.
[13]
[1] πέψεις δὲ ποιεῖ ἀγαρικὸν διαμασώμενον καὶ καταπινόμενον ἀπὸ δείπνου χωρὶς τοῦ ἐπιρροφεῖν τι, ἀλόης α΄ σὺν ὕδατι καὶ πρὸ τροφῆς, ἀρκευθίδες λεῖαι σὺν οἴνῳ, μήλων ἀπόβρεγμα, ξυλοβαλσάμου ἀπόζεμα μετὰ σεσέλεως, ἢ νάρδου Κελτικῆς μετὰ ὀξυδίου λημφθέν, σχοίνου ἄνθους ἀπόζεμα μετὰ ῥόδων ἄνθους πινόμενον, σέσελι πινόμενον.
[14] ῥώννυσι δὲ στόμαχον σταφίς, σκίλλα ἑφθὴ σὺν μέλιτι ἐκλειχομένη. εὐπεψίαν δὲ ποιεῖ σέριδος χυλὸς καταρροφούμενος.
[15]
τὰς δὲ κισσώσας ὠφελεῖ ἀνδράχνη ἐσθιομένη, ἑλίκων ἀμπέλου ἀπόβρεγμα πινόμενον, κεδρόμηλα ἐσθιόμενα.
[16] ὑποχόνδρια δὲ ὠφελεῖ ἐσκληρυσμένα παθόντα χρονίως μάραθον πινόμενον, καὶ καταπλασσόμενα ‹δέ›· ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ ἢ φοίνιξιν, λευκανθέμου φύλλα, σκόρδιον σὺν κηρωτῇ, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, ἢ σάμψουχον ἐν κηρωτῇ.
[17] γλώσσης δὲ τραχύτητας ἐκμαλάσσει ἡδύοσμον λεῖον σὺν μέλιτι, ῥοῦς ἐρυθρὸς ὁμοίως, ῥόδινον σὺν ὕδατι, μέλι καθ' ἑαυτό.
[18] τοὺς δὲ κατὰ περίοδον πυρετοὺς κεχρονισμένους ἀμφημερινοὺς θεραπεύει χαμαίδρυος φύλλα λεῖα πρὸ μιᾶς ὥρας τῆς λήμψεως πινόμενα, καὶ ὅσα ἐπὶ τριταικῶν αὐτίκα ἱστορήσομεν.
[19] πρὸς δὲ τοὺς τριταικοὺς ἁρμόζει πόματα λαμβανόμενα πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας προεγχριομένων καὶ ἀνατριβομένων τῶν ἄκρων· τριφύλλου σπέρματος κοκκία τρία κηρῷ περιπλασθέντα καὶ καταποθέντα ἐπὶ τρίς, τὰ πάντα ἐννέα· ἀρνογλώσσου ῥίζαι ἁδραὶ τρεῖς μετ' οἴνου πινόμεναι, ἱερᾶς βοτάνης τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ διδόμενον· [2] ποιεῖ καὶ σίλφιον κηρῷ περιπλασθὲν λευκῷ καὶ καταποθέν· ἐπιρροφείτωσαν δὲ ὕδωρ θερμὸν ἢ οἶνον· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι γ΄ σὺν οἴνῳ, ὀνοβρυχὶς σὺν οἴνῳ, πενταφύλλου φύλλα γ΄ μετ' οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενα, πέπερι λεῖον μετὰ ὕδατος πινόμενον.
[20]
[1] τεταρταικοὺς δὲ ὠφελοῦσιν ἀρνογλώσσου ῥίζαι ‹δ΄ λεῖαι› ἐν οἴνῳ πινόμεναι· ἱερᾶς βοτάνης ‹τὸ› τέταρτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ τριβὲν λεῖον σὺν οἴνῳ καὶ δοθέν· ἀσφάλτου α΄ μετὰ καστορίου ὀβολοῦ, γλυκυρρίζης β΄ μεθ' ὕδατος κο΄ α΄· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι δ΄ σὺν οἴνῳ, κόρεις οἱ ἐκ τῆς κλίνης δ΄ ἐντεθέντες εἰς τὰ τῶν κυάμων βρώματα [2] καὶ καταποθέντες· πενταφύλλου φύλλα δ΄ μεθ' ὑδρομέλιτος ἢ οἴνου, ὑπερικοῦ τοῦ κόρεως λεγομένου τὸ σπέρμα μετ' οἴνου. ἱστορεῖται δὲ καὶ οὖρον ὠφελεῖν τὸ ἴδιον πινομένων κυ΄ δ΄ προεμημεκόσιν· δεῖ δὲ φυλάσσειν αὐτὸ ἐν σταμνίῳ. τὸ αὐτὸ δὲ ποιεῖ καὶ παιδὸς οὖρον ἀφθόρου μέχρι πέντε πόσεων.
[3] τεταρταῖον δὲ παύει πρὸ τῆς ἐπισημασίας ὀξυπόρου χρῖσις καθ' ὅλον τὸ σῶμα, καὶ μετὰ τοῦτο πόσις τοῦ αὐτοῦ φαρμάκου, ἢ λιβανωτίδος ῥίζης α΄ ἐν οἴνου ἡμικοτυλίῳ μικρῷ πρότερον τῆς λήμψεως· καὶ συμπεριβάλλων ἄφες ἡσυχάσαι, καὶ οὐ μὴ ῥιγώσῃ· προαναλείφεσθαι δὲ ‹δεῖ› λίπει, καὶ ἱδρώσει πολύ.
[21]
[1] κοινῶς δὲ πρὸς πάσας περιόδους καὶ ῥίγη ποιεῖ κινοῦντα ἱδρῶτας· σμυρνίου σπέρμα μετ' οἴνου, ὀπὸς σιλφίου ἀγρίου καὶ ἡμέρου ‹σὺν› μέλιτι ἑφθῷ περιχριόμενος καὶ καταπινόμενος, πηγάνου ἀγρίου καὶ ἡμέρου σπέρμα σὺν οἴνῳ, ἀριστολοχείας ῥίζης α΄ σὺν οἴνῳ, σμύρνης ὅσον κυάμου ‹μέγεθος›, πέπερι σὺν οἴνῳ, ἴριδος β΄ σὺν οἴνῳ, ἱπποσελίνου [2] σπέρματος α΄ μετ' οἴνου, ὑπερικοῦ ὁμοίως· καλαμίνθης ἀπόζεμα σὺν καστορίῳ, ὀπόφυλλον σὺν καρδάμῳ καὶ ᾠῷ ἢ πεπέρει καὶ πηγάνῳ, ὀποπάνακος α΄ ἢ πάνακος β΄· σέσελι μετὰ πάνακος καὶ πεπέρεως σὺν οἴνῳ ποθέντα, νάρθηκος σπέρμα ὁμοίως, φλόμου ῥίζα ἐν οἴνῳ, πενταφύλλου ῥίζης χυλὸς σὺν οἴνῳ, κόπρος κυνεία ξηρὰ στοχασμῷ μετ' ὄξους πινομένη.
[22]
[1] πρὸς δὲ τοὺς χρονίους καὶ ἀτάκτους πυρετοὺς ἁρμόζει ἀλεκτρυόνος παλαιοῦ ζωμός, ἁλῶν ἐν τῇ γαστρὶ αὐτοῦ διαχθέντων ἢ ταρίχους καὶ συνεψηθέντων πινόμενος.
[23] συγχριόμενα δὲ μετ' ἐλαίου λεῖα ἐπὶ τῶν μετὰ ῥίγους περιοδικῶν πυρετῶν ὠφελεῖ πρὸ τῆς ἐπισημασίας θάλποντα τὸ σῶμα καὶ ἱδρῶτας κινοῦντα· ἄγνου σπέρμα, λιβανωτίδος σπέρμα, ἁλὸς ἄνθος, συκίνη κονία, νίτρον ἢ ἀφρόνιτρον, δαφνίδες, πύρεθρον, σμυρνίου τοῦ ἱπποσελίνου καλουμένου [2] σπέρμα· ὑπερικόν, καλαμίνθη, κάχρυ ὀλίγον, καστόριον, κόνυζα, κόστος, σαγαπηνόν, Κνίδιος κόκκος μετὰ νίτρου καὶ ἐλαίου καὶ ὄξους, λυκαψὸς σὺν ὕδατι θερμῷ· ‹ἔλαιον› σαμψούχινον, ἴρινον, μετώπιον, γλεύκινον, κύπρινον, χαμαίδρυς, χαμαίπιτυς, συκαμίνου ὀπός, σταφὶς ἀγρία.
[24]
[1] μειγνύμενα δὲ κόπους ὠφελεῖ· ἅλες, νίτρον, ὀνοβρυχίς, σισύμβριον, χαμαιλέων, Ἀμμωνιακόν, πράσιον, ὀρίγανον, καππάρεως ῥίζα, σικύου ἀγρίου ῥίζα, τέφρα κληματίνη, ὄστρακον ἀπὸ ἴπνου, ἀριστολοχεία σὺν πάλῃ, ὀποβάλσαμον, χαλκὸς κεκαυμένος, λεπὶς χαλκοῦ καὶ τὰ δριμέα ἀρώματα· βολβοὶ λεῖοι καταχριόμενοι σὺν πεπέρει καὶ Ἀμμωνιακῷ ἢ κηρωτῇ ὑγρᾷ κυπρίνῃ· Κομανικὸς λίθος εἰς ἔλαιον ἀποτριβόμενος καὶ συγχριόμενος.
[25] περιαφθέντα δὲ ὠφελεῖ τριταίους· λειχὴν ἵππου περιτμηθεὶς καὶ περιαφθείς, ἢ ἀράχνας τὰ ζῷα γ΄ συναναμαλάξας ἐμπλάστρωσον ἐπιτιθεὶς ἐν ὀθονίῳ κατὰ τοῦ μετώπου καὶ τῶν κροτάφων.
[26] ἀτροφοῦντας δὲ ὠφελεῖ ὀρόβου φρυκτοῦ μέγεθος ὅσον καρύου Ποντικοῦ ἐν μέλιτι πρὸ τῆς τροφῆς διδόμενον.
[27] ἵστησι δὲ ἱδρῶτας ἐπὶ τῶν διαφορουμένων καταπασσόμενα· γῆ Σαμία, γύψος, λιθάργυρος, κηκίς, σχιστή, μυρρίνη, θεῖον ἄπυρον, ἔλαιον τὸ ἐξ ἀγριελαίας, μυρσίνινον, τερμίνθινον, [2] οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον. καταχριόμενα δὲ ἵστησιν μάννα καὶ ἄμυλον σὺν ᾠοῦ τῷ λευκῷ, ἢ βολβὸς λεῖος σὺν πεπέρει καὶ κνίδης σπέρματι καὶ κηρῷ ὀλίγῳ καὶ κόμμει καὶ ὀνώνιδος σπέρματι καὶ νίτρῳ ὀλίγῳ.
[28]
[1] καρδιακοὺς δὲ ὠφελεῖ καταπλασσόμενα κατὰ τοῦ στομάχου· βάτου φύλλα μετὰ κηρωτῆς ὀλίγης ἢ ἄρτου, ‹ἢ› μυρσίνης φύλλα, ἢ μύρτα, ἢ ἕλικες ἀμπέλου, ἢ ἀρνόγλωσσον σὺν ἄρτῳ ἢ κηρωτῇ ὀλίγῃ· ‹ἢ› μῆλα Κυδώνια, φοίνικες, σέρις ἀγρία [2] καὶ ἥμερος. καὶ ἐνέματα δὲ ὠφελίμως παραλαμβάνεται πτισάνης χυλὸς ἐγκαθηψημένων ἀκροκωλίων ἢ ποδῶν μετ' οἴνου, ἢ ᾠὰ ὠμὰ σὺν οἴνῳ. καταχρίεται δὲ αὐτῶν τὰ ἄκρα ὠφελίμως κηρωτῇ ὑγρᾷ μετὰ νάπυος λείου ἢ ξηρᾷ διεθείσῃ οἴνῳ.
[29]
[1] αἵματος δὲ ἀναγωγὴν θεραπεύει πινόμενα· ἀγαρικοῦ τριώβολον ἐν οἴνῳ, ἀδιάντου χυλὸς καταρροφούμενος σὺν ὄξει ὅσον κύαθος α΄, κἂν ἐκ διαστημάτων ἢ πάλιν, ἢ πολυγόνου χυλός, ἢ ἀειζώου ἢ ἀρνογλώσσου χυλὸς ὁμοίως, ἢ βάτου, ἢ ἀνδράχνης, ἢ ἑλίκων ἀμπέλου, ἢ βαλαύστιον σὺν ὀξυκράτῳ, ἢ ἡδυόσμου χυλὸς καθ' ἑαυτὸν καὶ σὺν ὀξυκράτῳ ἢ ὕδατι· περικλυμένου χυλοῦ τριώβολον μετὰ ὕδατος, κυπαρίσσου σφαιρία σὺν ὕδατι λεῖα πινόμενα, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, μυρίκης καρπὸς λεῖος καὶ ὁ φλοιὸς αὐτῆς, νάρθηκος ἐντεριώνη, οἰνάνθη ξηρά.
[30] τὰς δὲ πολυχρονίους ἀναγωγὰς ἴσχει πράσου καρπός, μύρτου σπέρμα μεθ' ὕδατος ποθέν, μᾶλλον δὲ μετὰ μύρτων χυλοῦ, ἄγνου τριώβολον μετ' ὀξυκράτου, ῥόδων κεφαλαὶ λεῖαι μετὰ ὕδατος, σύμφυτον πετραῖον καὶ ὁ καρπός, ἀκάνθης λευκῆς ῥίζης α΄ μετ' ὀξυκράτου, ἀλθαίας ῥίζης ἀφέψημα· κόλλα ἀπὸ ζειᾶς ἑψηθεῖσα ὡς εἰς βιβλία ἐκλειχομένη ἁρμόζει [2] καὶ σὺν ἡδυόσμῳ· ἢ ἀλεύρου κριθίνου κυ΄ Ϛ΄ χυλίσας δι' ὀθονίου καὶ μείξας ἡδύοσμον δίδου, ὑποκιστίδος χυλὸς μετὰ λιβάνου ὀλίγου, ἀμυγδαλῆς ‹κόμμι› πινόμενον μετὰ ὕδατος ψυχροῦ, ἀμύγδαλα πικρὰ μετὰ ἀμύλου καὶ ἡδυόσμου πινόμενα μετὰ ὕδατος, ἀνδράχνη ἐσθιομένη, ἀρκτίου ῥίζης τριώβολον μετ' ὀξυκράτου καὶ στροβίλου κόκκων μ΄, ἀσπαλάθου χυλὸς μετ' ὀξυκράτου, βάτου χυλός, γῆς Σαμίας τὸ ἀστέριον σὺν ὕδατι· [3] δρυὸς τὸ μεταξὺ τοῦ πρέμνου καὶ τοῦ φλοιοῦ ὑμενῶδες ἀποζεσθέν, ἢ ὁ περὶ τὴν βάλανον ὑμὴν ὁμοίως ἀποζεσθείς, κέρας ἐλάφου κεκαυμένον σὺν ὀξυκράτῳ, καστανίων ἀφέψημα, ἰτέας καρπὸς σὺν οἴνῳ, Κενταυρείου τοῦ μεγάλου ῥίζης β΄ σὺν οἴνῳ, κέστρου φύλλων β΄ σὺν οἴνῳ, κουραλίου δραχμὴ μεθ' ὕδατος, λευκογραφίδος δραχμὴ ὁμοίως, αἱματίτης λίθος σὺν χυλῷ ῥοᾶς, [4] ὀστρακίτου λίθου α΄ μεθ' ὕδατος· μαστίχη διαμασωμένη καὶ τοῦ χυλοῦ καταπινομένου, Κυδωνίων ἄνθος μετ' ὀξυκράτου λεῖον, μίλτου Λημνίας α΄ σὺν ὄξει, τραγάκανθα ὑποχυλιζομένη, τραγίου καρπὸς μετὰ οἴνου, πενταφύλλου τῆς ῥίζης ὁ χυλὸς σὺν ὀξυκράτῳ, φελλὸς ὁ ἐκ τῶν παλαιῶν καττυμάτων κεκαυμένος καὶ ἄκαυτος λεῖος μετ' ὀξυκράτου πινόμενος, κονία πινομένη, γάλα θηλαζόμενον γυναικεῖον, καὶ μάλιστα ἐπὶ τῶν [5] ὑποφθινόντων. ἐπιτίθεται δὲ ὠφελίμως κατὰ τοῦ θώρακος ἐπὶ τῶν αἱμοπτυικῶν σπόγγος ἐξ ὀξυκράτου, εἰ πολὺς εἴη ὁ ῥευματισμός, καὶ τὰ στύφοντα, οἷον ἂν εἴη σέρις, πολύγονον, ἀνδράχνη, Κυδώνια, βάτος, φοίνικες, σίδια, μυρσίνη· ταῦτα ‹δὲ› μετὰ ἄρτου ἢ ἀλφίτου.
[31]
[1] βῆχας χρονίους ὠφελεῖ ‑ τὰς γὰρ προσφάτους ἀσύμφορόν ἐστι φαρμακεύειν· δι' ὑδροποσίας γὰρ καὶ οἰκείου τροφῆς τῆς διὰ ῥοφήματος εὐχερές ἐστι θεραπεύειν ‑ χρονιζούσας δὲ ἰᾶται ταῦτα πινόμενα· ἀκάνθης ῥίζης α΄ μετὰ μέλιτος, ἀρκευθίδες ε΄ ἢ Ϛ΄ ἢ ζ΄ ἢ η΄ καὶ κεδρίδες πινόμεναι σὺν οἴνῳ ἢ μελικράτῳ, ἀσφοδέλου ῥίζης α΄ μετ' οἴνου, ἄσφαλτος [2] ἀντὶ καταποτίου λαμβανομένη· βακχάριδος ἀφέψημα σὺν ὕδατι, βαλσάμου καρποῦ δραχμὴ σὺν οἰνομέλιτι, δαφνίδες δύο λεῖαι σὺν ὕδατι, ἑλξίνης χυλὸς καταρροφούμενος ὅσον κύαθος, σμύρνης κυάμου μέγεθος καταπινόμενον, σμυρνίου ῥίζα πινομένη, θύμου ἢ θύμβρας ἢ ὑσσώπου ἀπόζεμα [ἢ ἀφέψημα] μετὰ μέλιτος [3] καὶ σύκων ξηρῶν· ἱππούριδος χυλὸς ἢ ἀφέψημα, ἢ ἰσοπύρου μετὰ μελικράτου, ἢ κάρυα Ποντικὰ πινόμενα μετὰ μελικράτου καὶ πεπέρεως· κακκαλίας ῥίζα μασωμένη, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου τοῦ μεγάλου ῥίζης β΄ σὺν οἴνῳ, κόμμι ἀμυγδαλῆς πικρᾶς ἢ κερασίων ἢ κοκκυμήλων μετὰ κράματος· λάδανον σὺν στύρακι ἀντὶ καταποτίου, καὶ αὐτὸς ὁ στύραξ καθ' ἑαυτόν, λυκίου Ἰνδικοῦ κυάμου τὸ μέγεθος ὁμοίως· [4] μηκώνιον σὺν στύρακι καὶ σμύρνῃ ἴσοις ἀναπλασσόμενα εἰς ὀροβιαῖα μεγέθη καὶ λαμβανόμενα μετὰ τροφὴν γ΄ ἐπιρροφουμένου ὕδατος εἰς κοίτην ἀβλαβῶς δίδοται· μαστίχη λεία ποιεῖ καταπινομένου τοῦ χυλοῦ, οἰνάνθης τῆς πόας καρπὸς καὶ φύλλα καὶ καυλὸς σὺν οἴνῳ ἢ σὺν οἰνομέλιτι· ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους [ὀπός], ἢ θεῖον ἄπυρον ἢ σαγαπηνόν, ‹σιλφίου› ὀπὸς σὺν ᾠῷ ῥοφητῷ λαμβανόμενος, ἐλελίσφακος ἐν ῥοφήματι λαμβανόμενος· [5] ἄρου ῥίζα ἑφθὴ ἐν ῥοφήματι καὶ καθ' ἑαυτὴν ἑφθὴ ἐσθιομένη, ἢ δρακοντίου ῥίζα ὁμοίως· σταφίδες ἐκγιγαρτισθεῖσαι καὶ ἐσθιόμεναι, μέλι ἑφθὸν ἀντὶ καταποτίου λαμβανόμενον, ὄξος σκίλλινον καταρροφούμενον ‑ τὰς δὲ προσφάτους ἐρεθίζει τὸ ὄξος ‑ , πάνακος ἢ πευκεδάνου ῥίζης ἀφέψημα, ἢ ὁ [6] ὀπὸς τούτων καταπινόμενος· πρασίου ἀπόζεμα σὺν μέλιτι, πράσον ἑφθὸν ἐσθιόμενον καὶ τὸ χύλισμα αὐτοῦ καταπινόμενον, σανδαράκη σὺν κηρῷ ἀντὶ καταποτίου, σέσελι σὺν οἴνῳ πινόμενον, σκίλλης ἑφθῆς δραχμὴ σὺν ὀξυμέλιτι ἢ οἰνομέλιτι, σκόροδον ἑφθὸν καὶ ὠμὸν ἐσθιόμενον, σῦκα ξηρὰ ὀπτηθέντα [7] ἐπ' ἀνθράκων ἐμπεπασμένα πεπέρει· χαμαίδρυος ἀφέψημα, καρυωτοὶ βραχέντες ἐν οἴνῳ, ἔπειτα ὀπτώμενοι ἐπιπασθέντος πεπέρεως· βρυωνίας ῥίζα λευκὴ ξηρά, λεία, ὀλίγη μέλιτι ἑφθῷ ἀναλημφθεῖσα ἀντὶ καταποτίου· ἔστιν γὰρ δριμεῖα· τήλεως κύαθος ἑψηθεὶς μετὰ ὕδατος καὶ πινόμενος ἐπὶ ἡμέρας ιε΄, ἐρύσιμον ἢ κάρδαμον προβραχὲν ἡμέραν μίαν, εἶτα ‹ἐν› πτισάνῃ ἑψηθὲν καὶ ῥοφούμενον.
[32]
[1] τὰς δὲ μετὰ ῥευματισμοῦ πολλοῦ ὠφελεῖ ἀφρὸς ἵππειος μετὰ ἡμικοτυλίου ὕδατος πινόμενος. τὰς δὲ σφοδρὰς ἐπιπτώσεις τῆς βηχὸς ὠφελεῖ οἶνος ἐν σκίλλῃ ἐγγλυφείσῃ διανυκτερεύσας καὶ διδόμενος κατὰ τὰς ἐπιθέσεις τῆς βηχός· σίφωνι δὲ λαμβανέσθω, καὶ ὀλίγος διὰ τὴν δριμύτητα. ὠφελεῖ καὶ ὄξος σκίλλινον καταρροφούμενον, ἢ οἶνος ζεστὸς καταρροφούμενος.
[33]
πᾶσι δὲ τοῖς βήττουσιν ἁρμόζει βούτυρον μετὰ μέλιτος καὶ κυμίνου βραχέος· ἕψεται δὲ τὸ βούτυρον ἴσον τῷ μέλιτι τὸ πλῆθος, τοῦ μέλιτος προαφριζομένου, καὶ οὕτως προσβάλλεται τὸ κύμινον· ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ φθισικῶν.
[34] ἐκλειχόμενα δὲ ὠφελεῖ· δρακοντίου ῥίζα ἑφθὴ μετὰ μέλιτος, ἀμύγδαλα πικρὰ μετὰ ἐλελισφάκου σὺν μέλιτι θερμαινόμενα· ‹θύμος› ἢ θύμβρα, ἢ ὕσσωπον, ἢ στοιχὰς σὺν μέλιτι, λινόσπερμον λεῖον σὺν ἴριδι καὶ καρύοις πικροῖς καὶ μέλιτι, κνίδης σπέρμα ὁμοίως, πίσσα, πισσέλαιον ὁμοίως, πράσιον [2] ξηρὸν καὶ ὑγρὸν λεῖον σὺν μέλιτι· ἢ ῥητίνη πιτυίνη ὑγρὰ ἢ τερμινθίνη ἐκλειχομένη, σκόρδιον σὺν καρδάμῳ ἢ ῥητίνῃ καὶ μέλιτι, στρουθίου κοχλιάριον σὺν μέλιτι, τραγορίγανον σὺν μέλιτι, τραγάκανθα ὑποχυλιζομένη, φλόμου ῥίζα σὺν μέλιτι, μελάνθιον λεῖον βεβρεγμένον ἀναλημφθὲν σταφίδος σαρκὶ ἢ φοινίκων [ἢ] γλυκέων.
[35]
[1] ὑποθυμιώμενα δὲ ὠφελεῖ χρονίας βῆχας καὶ διὰ καλαμίνου σίφωνος καὶ ἄμβικος τετρημένου κατὰ τὸν πυθμένα, δι' οὗ καὶ ὁ σίφων καθιέμενος ἀναπέμπει εἰς τὸ στόμα τὸν ἀτμόν· ἀρσενικὸν ‹καὶ› σανδαράκη λεῖα βραχέντα ὕδατι καὶ ἐμπλασθέντα τῷ τετρημένῳ ἄμβικι, περιτιθεμένου τῷ πυρὶ τοῦ [2] ἄμβικος· βηχίου φύλλα θυμιώμενα, θεῖον ἄπυρον, κάλαμος ἀρωματίτης καθ' ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερμινθίνῃ, πρόπολις, σανδαράκη σὺν ῥητίνῃ [ἢ] τερμινθίνῃ, ἄσφαλτος, λιβανωτὸς σὺν ῥητίνῃ, σκίλλα ξηρά, ἐρύσιμον, ἔλαιον κέδρινον, Κενταυρείου ῥίζα, μαράθου καρπός.
[36]
[1] ῥήγματα δὲ καὶ σπάσματα ἰᾶται πινόμενα· ἁβροτόνου ἀπόζεμα καὶ τοῦ καρποῦ λείου α΄ μετὰ ὕδατος, ἀγαρικοῦ μετὰ ὑδρομέλιτος, ἀειζώου χυλός, ἀκάνθου τοῦ παιδέρωτος ῥίζα, ἀκόρου ῥίζης ἀπόζεμα καὶ αὐτὴ ἡ ῥίζα ξηρά, πολυγόνου χυλός, χαμαίδρυος ἀπόζεμα, νάρδου ἀγρίας ῥίζα ὁμοίως, [2] [Κενταυρείου τοῦ μεγάλου ῥίζα ὁμοίως]· μολόχης ῥίζα μεθ' ὕδατος, κλεονίκιον μετ' οἴνου, σεσέλεως καρπὸς καὶ ‹ἡ› ῥίζα μετὰ οἴνου, ἀλθαίας ῥίζα, ἀλκέα σὺν μελικράτῳ, πηγάνου ἀγρίου σπέρμα ἐν οἴνῳ, ἁλίμου ῥίζης α΄ ἐν μελικράτῳ, βρυωνίας ῥίζης χυλὸς ἐν μέλιτι ἐκλειχόμενος, ὑὸς ἄφοδος ὄξει διεθεῖσα καὶ ποθεῖσα, ἀριστολοχείας ῥίζα μετὰ πηγάνου, ἀρκευθίδες [3] ε΄ ἢ Ϛ΄ μέχρι η΄ πινόμεναι σὺν μελικράτῳ· ἀσφοδέλου ῥίζης α΄ σὺν οἴνῳ, βακχάριδος ἀφέψημα ἐν ὕδατι, βολβοὶ ἑφθοὶ ἐσθιόμενοι σὺν ἐλαίῳ, φλόμου ῥίζα σὺν οἴνῳ, Γεντιανῆς ῥίζης β΄ ἢ χυλοῦ α΄ σὺν ὕδατι, Ἑλενίου ῥίζης ἀπόζεμα, ἑλιχρύσου ἢ ἑρπύλλου ἢ ἱππούριδος ῥίζαι καὶ φύλλα σὺν ὕδατι ἢ οἴνῳ, καλάμου ἀρωματίτου ὀβολοὶ δύο σὺν οἴνῳ, καλαμίνθης ἀπόζεμα, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου ‹τοῦ μεγάλου› [4] ῥίζης β΄ σὺν οἴνῳ, κεδρίδες ὁμοίως· κέστρου φύλλων α΄ μεθ' ὑδρομέλιτος, κλινοποδίου ἀπόζεμα, κόστου α΄ μετ' οἴνου καὶ ἀψινθίου, κρίνου ῥίζα σὺν μέλιτι, λιβανωτίδος ῥίζα, λίθος σάπφειρος πινόμενος, ἴρεως ῥίζα σὺν γλυκεῖ, ὀπὸς σιλφίου μετὰ κονίας ὑλιστῆς· ὀποπάναξ μετὰ πρασίου ‹ἢ› ὀριγάνου ἀποζέματος, μῶλυ λεῖον σὺν πεπέρει καὶ ὀλίγῃ σμύρνῃ μετ' οἴνου ὀλίγου ἢ ὕδατος, σαγαπηνοῦ δραχμὴ σὺν ὑδρομέλιτι, σέσελι σὺν οἴνῳ, σκόρδιον σὺν ῥητίνῃ καὶ καρδάμῳ καὶ μέλιτι.
[37]
[1] πλευριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαλόχου α΄ μεθ' ὑδρομέλιτος, Αἰθιοπίδος ῥίζα ἐν μελικράτῳ ἑψηθεῖσα, ἀκόρου ῥίζης α΄ μετὰ τριφύλλου καρποῦ τοῦ ἴσου ὁμοίως, Κενταυρείου ῥίζης α΄ ὁμοίως, ἁβροτόνου ἀπόζεμα μεθ' ὑδρομέλιτος, σαγαπηνοῦ α΄ ὁμοίως, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, βρυωνίας ῥίζα σὺν μέλιτι ὁμοίως, ὑπερικοῦ σπέρμα ποθὲν σὺν ὕδατι, ὑὸς ἄφοδος ἀνεθεῖσα ὕδατι καὶ ποθεῖσα καὶ τὰ λίαν χρόνια ἀλγήματα λύει, ἀριστολοχείας ῥίζα ποθεῖσα μετὰ ὕδατος, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, δρακοντίου ὁμοίως, ἀσφοδέλου ῥίζα μετ' οἴνου. ἐπὶ δὲ τῶν κεχρονισμένων βαλσάμου καρποῦ δραχμὴ σὺν μελικράτῳ, Κενταυρείου τοῦ μεγάλου β΄ τῆς ῥίζης σὺν οἴνῳ, λευκακάνθης ῥίζης χυλοῦ κυ΄ α΄ σὺν μελικράτῳ, ῥίζα πευκεδάνου ἐκλειχομένη σὺν μέλιτι, πετροσελίνου ὁμοίως· πηγάνου ἀπόζεμα ‹ἢ› ἀνήθου ἢ στοιχάδος ἢ συμφύτου σὺν μελικράτῳ, τριφύλλου καρπὸς καὶ τὰ φύλλα σὺν μελικράτῳ, τραγορίγανος ἀποβρεχθεῖσα καὶ περιπνευμονικοὺς ὠφελεῖ μετὰ ὑδρομέλιτος, ψευδοβουνίου κλωνία τρία ὁμοίως, σαγαπηνοῦ α΄ μετὰ πηγάνου ἀποζέματος. καταπλασσόμενα δὲ ὠφελεῖ [4] τοὺς πλευριτικούς· κρίθινον ἄλευρον σὺν μελιλώτῳ καὶ κωδύαις μήκωνος ἑψηθὲν ἐν μελικράτῳ, χαλβάνη ἢ ῥητίνη τερμινθίνη ἐπιτεθέντα καθ' ἑαυτὰ ἀντὶ μαλάγματος, ῥίζα κράμβης καεῖσα σὺν τοῖς καυλοῖς, ἀναλημφθείσης τῆς τέφρας ὀξυγγίῳ παλαιῷ καὶ ἐπιτεθείσης, κυπάρισσος σὺν πηγάνου φύλλοις, σαγαπηνὸν ἀναλημφθὲν κηρωτῇ μυρσινίνῃ, πράσιον ὁμοίως, τέφρα κληματίνη σὺν ὀξυγγίῳ, κυπαρίσσου φύλλα ἁπαλὰ καὶ σῦκα καὶ ὀξύγγιον ἴσα, ἢ θαψίας χυλῷ τὸν θώρακα κατάχριε πρὸς ὀλίγον.
[5] μάλιστα δὲ ποιεῖ ἐπὶ τῶν περιπνευμονικῶν κώδιον περιχρισθὲν πίσσῃ ὑγρᾷ, καὶ θείου ἀπύρου καταχρισθέντος καὶ ἐπικαταπασθέντος τῇ πίσσῃ, καὶ ἐπιτεθέν· δεῖ δὲ τὰ μέσα τοῦ κωδίου χρίειν, ἵνα μὴ διαρρέῃ ἡ πίσσα. καὶ ὁ τῶν σωματεμπόρων δὲ δρώπαξ ὠφελεῖ καταχριόμενος, καὶ κονία ἀσβέστου ὄξει γλοιωθεῖσα καὶ ἀναλημφθεῖσα κηρωτῇ κυπρίνῃ, ‹καὶ› σπύραθοι αἴγειαι σὺν ὄξει μιγέντος ὀποῦ Μηδικοῦ ὀλίγου.
[38]
[1] περιπνευμονικοὺς δὲ ὠφελεῖ δρακοντίου ῥίζα ἢ ἄρου ἑφθὴ ἐσθιομένη σὺν μέλιτι, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὕδατι πινόμενα ‹ἢ› ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, βαλσάμου καρποῦ δραχμὴ μεθ' ὕδατος, ἀψινθίου ἀπόζεμα ποθὲν μετὰ ἴρεως ἢ ὑσσώπου ὁμοίως, κνίδης φύλλα μετὰ πηγάνου ἀποζέματος ἢ σὺν μέλιτι ἐκλειχόμενα, πολυγόνου χυλὸς καταρροφούμενος συνεχῶς, ἢ μελίκρατον πινόμενον ἀπεζεσμένον.
[39] ἐπὶ δὲ τῶν λεγομένων ἀναφορικῶν ἄγει τὰ ἐκ θώρακος σκίλλη ὀπτὴ σὺν μέλιτι ἐκλειχομένη, σκόροδον ἑφθὸν καὶ ὀπτὸν ‹ἐσθιόμενον› καὶ τὸ ἐξ αὐτοῦ μυττωτόν, πευκεδάνου ῥίζης ὀπὸς ἐκλεικτός, πράσον κεφαλωτὸν καὶ πόδες ὕειοι συνεψόμενοι ῥοφήμασιν, ἢ πόλιον ὁμοίως· στοιχάδος ἀφέψημα, συμφύτου πετραίου ἀφέψημα σὺν μελικράτῳ, σῦκα ξηρὰ βρωθέντα σὺν ὑσσώπῳ καὶ τὸ ἀπόζεμα αὐτῶν μετὰ ὑσσώπου, [2] χρυσοκόμης ἀφέψημα μετὰ ὑσσώπου. ἀνύει δὲ καὶ τὰ πρὸς τοὺς περιπνευμονικοὺς ἀναγεγραμμένα, καὶ ταῦτα δέ· στρόβιλος ὅλος νέος σὺν τῇ περὶ αὐτὸν ῥητίνῃ θλασθεὶς ἐπιμελῶς καὶ ἑψηθεὶς ἐν γλυκεῖ ‑ καλλίων δὲ ὁ σκυβελίτης ἀντὶ τοῦ γλυκέος ‑ καθ' ἑκάστην ἡμέραν λαμβανόμενος· ἢ γλήχων σὺν μέλιτι, [3] κάρδαμον φωκτὸν ὁμοίως· θύμος, θύμβρα, ὕσσωπον ἀποζεσθέντα σὺν ὕδατι, χαλβάνη ἀντὶ καταποτίου, ἄλευρον κυάμινον μετὰ δρακοντίου ῥίζης ἢ ἀμυγδάλων ἐν ῥοφήματι λείων ‹ἢ› σὺν μέλιτι ἐκλειχόμενον· ὄρχεως τῆς σαραπιάδος ἡ ῥίζα πινομένη, πίσσα ὑγρὰ σὺν μέλιτι ἐκλειχομένη, σαγαπηνὸν σὺν μελικράτῳ, σκορδίου ῥίζα ὁμοίως καὶ τοῦ καρποῦ α΄ σὺν οἴνῳ.
[40]
[1] φθισικοῖς δὲ ἁρμόζει ποτά· ἀγαρικοῦ ὀβολοὶ δύο μετὰ γλυκέος, ἀκάνθου τοῦ παιδέρωτος ῥίζαι μετὰ μελικράτου, ἀρνογλώσσου χυλὸς καὶ ἡ πόα ἐσθιομένη ἑφθή, ἀρκίου ῥίζης α΄ μετὰ ὕδατος καὶ στροβίλων μ΄ πινομένη, γάλα γυναικεῖον θηλαζόμενον ἢ αἴγειον ἢ προβάτειον ἢ βόειον πινόμενον, δαφνίδες [2] λεῖαι σὺν μέλιτι ἐκλειχόμεναι· ἐρυσίμου σπέρμα φωκτὸν σὺν μέλιτι ἢ πτισάνης χυλῷ καθεψηθέν, θαψίας ῥίζης ὀποῦ ὀβολοὶ δύο πινόμενοι μετὰ οἴνου ἢ ἐν ἑψήμασιν ἢ ἑψητοὶ λαμβανόμενοι, καρκίνοι σὺν τῷ ζωμῷ ἑφθοὶ ἐσθιόμενοι, βάτραχοι ὁμοίως, κραταιογόνου ῥίζα σὺν μέλιτι, μυρρίδος ῥίζα μετὰ ῥοφήματος· πίσσης ὑγρᾶς κυάθου πλῆθος ἐκλειχόμενον, πράσου χυλὸς ἢ πράσιον ἐκλειχόμενον, ῥᾶ σὺν ὕδατι, ἐλάφου στέαρ νεαρὸν καθεψηθὲν ἐν ῥοφήματι, βούτυρον σὺν μέλιτι ἑφθόν.
[41]
[1] δυσπνοίας καὶ ἄσθματα καὶ ὀρθοπνοίας ‹ὠφελεῖ› ποτά· ἁβροτόνου δραχμὴ σὺν ὕδατι χλιαρῷ, ἀδιάντου ἀφέψημα σὺν ὕδατι, περικλυμένου δραχμὴ ἐπὶ ἡμέρας μ΄ σὺν οἴνῳ, κνίδης καρπὸς σὺν μέλιτι, ἀλώπεκος πνεύμονος ξηροῦ γ΄ σὺν μελικράτῳ, βρυωνίας ῥίζης χυλοῦ δραχμὴ μετὰ μέλιτος, Ἀμμωνιακοῦ α΄ σὺν ὀξυμέλιτι, ἀναγύρου φύλλων α΄ ἐν γλυκεῖ, ἀριστολοχείας [2] α΄ τῆς ῥίζης μετὰ μέλιτος ἐκλειχομένη· ἀρνόγλωσσον ἑφθὸν ἐσθιόμενον, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη, βακχάριδος ἀφέψημα ἐν ὕδατι, βαλσάμου καρποῦ α΄ σὺν ὀξυμέλιτι· βότρυς, ἣν ἀμβροσίαν καλοῦσιν ἔνιοι, μετὰ οἴνου· στρουθίου κοχλιάριον μετὰ μελικράτου, σφονδύλιον ὁμοίως, δαφνίδες δύο λεῖαι σὺν μέλιτι ἢ τὰ ἁπαλὰ τῶν φύλλων ὁμοίως, δρακοντίου ῥίζαι ἢ ἄρου ἐσθιόμεναι ἑφθαὶ ῥοφουμένου καὶ τοῦ [3] ἀφεψήματος· πνεύμονος ἐλαφείου, ἀλώπεκος ἥπατος, στοιχάδος ἴσα σὺν ὕδατι, ἢ καστόριον ἰδίᾳ μετὰ μέλιτος· ἶρις σὺν ὑσσώπῳ καὶ μελικράτῳ ἐν καταποτίῳ διδομένη, Ἑλενίου ἀπόζεμα, σμύρνης κυάμου μέγεθος ἐν καταποτίῳ λαμβανόμενον, σμυρνίου ἀπόζεμα· θαψίας ὀποῦ ἢ χυλοῦ α΄, θεῖον ἐν ᾠῷ διδόμενον· θύμου ἢ θύμβρας ἢ ὑσσώπου ἀπόζεμα ἢ αὐτὰ [4] λεῖα μετὰ μέλιτος ἐκλειχόμενα· ἱππούριδος χυλός, καλαμίνθης ἀπόζεμα, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου τοῦ μεγάλου ῥίζης β΄ σὺν οἴνῳ, κέστρου α΄ σὺν οἰνομέλιτι, φοίνικος α΄ μετ' οἰνομέλιτος, κισσανθέμου α΄ μετ' οἴνου, κυπαρίσσου σφαιρία σὺν οἴνῳ, κλύμενον σὺν ὀξυκράτῳ· χαμαισύκη πινομένη παύει τοὺς παροξυσμούς· μελάνθιον πινόμενον μετὰ νίτρου, ἢ μελισσοφύλλου χυλὸς ἐκλειχόμενος, ἢ Κυδωνίων πεπείρων [5] χυλός· ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους, οὖρον παιδὸς ἀφθόρου καταρροφούμενον, πευκεδάνου ῥίζης ἀπόζεμα καὶ ὀπός, περικλυμένου φύλλων χυλός, πηγάνου ἀγρίου σπέρμα μετὰ μελικράτου, πίσσα ὑγρὰ μετὰ μέλιτος ἐκλειχομένη, πισσέλαιον ὁμοίως· πρασίου ἀφέψημα, ῥαφάνου φλοιοῦ χυλὸς ἐκλειχόμενος
[42]
[1] πρὸς δὲ τοὺς στροφουμένους χρονίως ἁρμόζει πινόμενα· ἀγαρικοῦ μετὰ ὕδατος θερμοῦ, ἀγρώστεως τῆς ἐν Παρνασσῷ τῆς ῥίζης ἀφέψημα καὶ αὐτὴ ἡ ῥίζα ξηρὰ ἐν οἴνῳ ἢ μελικράτῳ, γλυκυσίδης ῥίζα σὺν οἴνῳ ἢ μελικράτῳ, χαμαιπίτυος ἀπόζεμα, χελιδόνιον σὺν οἴνῳ, λιβανωτίδος σπέρμα σὺν οἴνῳ, σεσέλεως καρπὸς καὶ ‹ἡ› ῥίζα σὺν οἴνῳ [καὶ διαμασωμένη]· [2] δαμασωνίου α΄ μετ' οἴνου, κύμινον Αἰθιοπικὸν καὶ ἄγριον μετ' οἴνου, ἶρις ἐκλειχομένη σὺν μέλιτι, ἔλαιον πινόμενον μετὰ πηγάνου ἀφεψήματος, ‹κισσοῦ› κόρυμβοι ἓξ σὺν νίτρῳ καὶ μελικράτῳ, ἑρπύλλου ἀπόζεμα, ἠρυγγίου ῥίζης α΄ μετ' οἴνου, καλαμίνθης ἀπόζεμα, καστόριον σὺν ὄξει, Κενταυρείου τοῦ μεγάλου τῆς ῥίζης β΄ σὺν οἴνῳ, κέστρου φύλλων α΄ [3] σὺν οἴνῳ, λιβανωτίδος ῥίζα σὺν οἴνῳ· λιγυστικὸν σὺν ὕδατι καὶ ἡ ῥίζα αὐτοῦ ὁμοίως, μήου ἀπόβρεγμα, πελισσόφυλλον σὺν οἴνῳ, νάρθηκος σπέρμα σὺν οἴνῳ, πευκεδάνου ῥίζα ὁμοίως, ‹ἢ› ἀπόζεμα ἢ ὀπός· νίτρον ἢ ἀφρόνιτρον μετὰ πηγάνου ἢ κυμίνου ἢ ἀψινθίου ἀποζέματος ἢ μετ' ἐλαίου καὶ οἴνου καὶ ὕδατος, ὀπόφυλλον πινόμενον, σαμψούχου ἀπόζεμα, σισυμβρίου [4] σπέρμα, σκίλλης ὀπτῆς δραχμὴ σὺν ὀξυμέλιτι· χαμαιδάφνης Ἀλεξανδρίνης ‹φύλλα› σὺν οἴνῳ ποθέντα, ψευδοβουνίου κλωνία δ΄ μετὰ ὕδατος, πετροσέλινον σὺν οἴνῳ, πέπερι μετὰ δάφνης φύλλων, ἀνήθου ἀπόζεμα, τῆλις μετὰ κνήκου σπέρματος ἀφεψηθεῖσα πινομένη, δαφνίδες ἀφηψημέναι ι΄ [ἐν ἄλλῳ ιζ΄] ἐν οἴνου κυάθοις δυσίν, πάνακος ἀπόζεμα μετ' οἴνου καὶ ἐλαίου πινόμενον.
[43]
[1] πρὸς δὲ τοὺς ἐμπνευματουμένους μετὰ ἀλγήματος ποσοῦ καὶ διατάσεως ἁρμόζει πινόμενα· ἄμι σὺν ἀνήθου σπέρματι ξηρῷ μετὰ μελικράτου, καὶ τοῦ ξύλου αὐτοῦ τὸ ἀπόζεμα, λαπάθου ἀπόζεμα ἐν ὕδατι, Ἀσκληπιάδος ῥίζα μετὰ [2] οἴνου· ἀψινθίου ἀπόζεμα δοθὲν μετὰ σεσέλεως καὶ νάρδου Κελτικῆς ἐν ὄξει ἢ ὕδατι, ξυλοβαλσάμου ἀφέψημα ἢ τοῦ καρποῦ σὺν οἴνῳ, Ἑλενίου ἀπόζεμα, ἠρυγγίου ῥίζης α΄ μετ' οἴνου, καστόριον σὺν ὄξει, κέστρου φύλλων α΄, κόστου α΄ μετ' οἴνου καὶ ἀψινθίου, λιγυστικὸν σὺν ὕδατι, καὶ ἡ τῶν πταρμικῶν προσαγωγή.
[44]
[1] πρὸς δὲ τὰς δήξεις τῶν ἐντέρων ἁρμόζει ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος, καὶ μολόχη ἐσθιομένη. ἐγκλυζόμενα δὲ ὠφελεῖ τὰς δήξεις ἀφεψηθέντα· χυλὸς ὀρύζης ἢ χόνδρου ἢ τράγου ἢ πτισάνης ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου.
[45]
καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς στροφουμένους· κύμινον λεῖον ἱκανὸν μιγὲν ὀροβίνῳ ἀλεύρῳ ὠμῆς λύσεως τρόπον. ὠφελεῖ δὲ καὶ τοῦτο· κάρυον βασιλικὸν πυρωθὲν σὺν τῷ κελύφει καὶ περιειληθὲν ἐρίῳ ἢ ὀθονίῳ καὶ ἐπιτεθὲν κατὰ τοῦ ὀμφαλοῦ, πίτυρα σὺν πηγάνου ἀποζέματι καὶ ὄξει, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, τέφρα θερμὴ βληθεῖσα εἰς τρυβλίον καὶ ζεσθεῖσα ‹ἐν› ὄξει· δεῖ δὲ περιτιθέντας ὠμόλινον διπλοῦν περικαθάπτειν τὸ τρυβλίον τῷ ἀλγοῦντι μέρει.
[46] κολικοὺς δὲ θεραπεύει πινόμενα· ἄμι μετ' οἴνου, ἀλεκτορίδων ἄφοδος φωκτὴ μετ' οἴνου, ἀρκευθίδες ἐσθιόμεναι καὶ πινόμεναι, ἰτέας καρπὸς καὶ τὰ φύλλα μετ' οἴνου καὶ ὀλίγου πεπέρεως ἢ τὸ ἀφέψημα τῶν φύλλων, πετροσελίνου ἢ πολίου ἀφέψημα μετὰ ὕδατος, κοχλίας Λιβυκὸς σὺν τῷ ὀστράκῳ λεῖος μετὰ σμύρνης ὀλίγης καὶ πεπέρεως καὶ οἴνου ποθείς, τήλεως ἠλεσμένης κοχλιάρια δύο μεθ' ὕδατος.
[47] εἰλεώδεις δὲ ὠφελεῖ ἐνιέμενα· ἔλαιον πηγάνου αὐτῷ ἐναφεψηθέντος ἢ ἀψινθίου, σῦκα ξηρὰ μετ' ἐλαίου καὶ πηγάνου ἑψηθέντα, κύμινον σὺν ἐλαίῳ ἑψηθέν. τοὺς δὲ χρονίους ὠφελεῖ κολοκυνθὶς ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ἐγκλυσθεῖσα, ἀσφάλτου [2] δ΄ μετὰ ὕδατος ὁμοίως ἐγκλυσθεῖσαι. ὠφελοῦνται δὲ οἱ εἰλεώδεις ἰρίνῳ μύρῳ ποτιζόμενοι, ἀσφάλτῳ μεθ' ὕδατος ἢ ἐλαίῳ μεθ' ὕδατος καὶ νίτρου· πάνακος β΄, νίτρου α΄, κυμίνου β΄, μέλιτι μείξας δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν ὕδατι θερμῷ.
[48]
[1] κολικοῖς ‹δὲ› ἐν αὐτοῖς τοῖς παροξυσμοῖς δίδου διαφανὲς καύσας καὶ λειώσας κοχλιάριον ἓν δι' ὕδατος θερμοῦ, ἢ ἐχίνων θαλασσίων καέντων ὁμοίως, ἢ ‹κόπρον› κυνείαν λευκὴν καὶ νίτρον διαλύσας δι' ὕδατος θερμοῦ πεπέρεως ὀλίγον ἐπιπάσσων, ἢ χελιδόνων κόπρον λειώσας ὁμοίως.
[49] κοιλίας δὲ ῥεούσας χρονίως ἐφίστησιν πινόμενα σὺν οἴνῳ· ἄγνου σπέρματος α΄, ἀγρώστεως τῆς ἐν Παρνασσῷ ῥίζης α΄, ἀγχούσης φύλλα, ἀδιάντου χύλισμα, ἀειζώου χυλὸς σὺν λιβανωτῷ, ἀκακίας χυλίσματος α΄, ὑποκιστίδος α΄, ῥοὸς χυλοῦ α΄, ἀκάνθης λευκῆς α΄, ἀκάνθου [2] ‹τοῦ› παιδέρωτος ῥίζα, ὑακίνθου σπέρμα· ἄκορον λεῖον, λαγώπουν, πολυγόνου χυλὸς σὺν οἴνῳ, μολόχης ῥίζα, βάτος ‹ὄξει› ἐναφεψηθεῖσα μετὰ φοινικοβαλάνων, δαμασωνίου φύλλων α΄, ἄμωμον, γίγαρτα φωχθέντα ἀντὶ ἀλφίτων λεῖα ‹καταπασσόμενα›, ἄνησσον, ἄνηθον, περιστερᾶς ἄφοδος φωκτή, κυνὸς [3] ἄφοδος ξηρὰ λευκή· ἀρνογλώσσου σπέρμα καὶ ὁ χυλὸς ἢ τῆς πόας μέρη δύο, Κυδωνίων πεφωγμένων μέρος α΄, εἰς ὕπνον πινόμενον μετὰ κράματος· μειγνύοις δ΄ ἂν ἐνίοτε καὶ ἄλφιτα· ἀρκευθίδες μετὰ οἴνου, ἀσπαλάθου ἀπόζεμα, ἄσφαλτος ἀντὶ καταποτίου, ἀστραγάλου ῥίζης α΄, ἀχράδος ξηρᾶς τὸ ἄλφιτον ἐπιπασσόμενον ἢ πινόμενον τὸ ἀφέψημα, πενταφύλλου τὸ [4] ἀφέψημα· γῆς Σαμίας α΄ σὺν βαλαυστίῳ ἢ κρόκῳ Κιλικίῳ, γλυκυσίδης ῥίζης ἀφέψημα, δρυίνου ὑμένος ἢ τοῦ περὶ τὴν βάλανον ὑμενίου τὸ ἀφέψημα, ἔλυμον φωχθὲν ἀντὶ ἀλφίτου, κέρατος ἐλαφείου κεκαυμένου γ΄, σμύρνα ἀντὶ καταποτίου λαμβανομένη μαράθου σπέρμα καὶ αἱ ῥίζαι, ἰτέας φύλλων χυλός, [5] καστανίων φλοιοῦ ἀπόζεμα· κηκὶς λεία ἐπιπασσομένη ὕδατι ἢ οἴνῳ αὐστηρῷ, κονία συκίνη μετ' ὄξους ζεσθεῖσα καταρροφουμένη, πετρο‹σελίνου καὶ› λαπάθου ῥιζῶν ἀφέψημα· κονίας κυ΄ β΄, ἐλαίου κυ΄ β΄, ὄξους κυ΄ α΄, θερμὰ καταρροφούμενα· ἀριστολοχείας γ΄, κυτίνων μθ΄ ... β΄ μετ' οἴνου.
[50]
[1] δυσεντερικοὺς ‹δὲ› ὠφελεῖ μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἀναγεγραμμένα, ἰδίως δὲ μετ' οἴνου λαμβανόμενα ἢ στύμματός τινος ἁρμόζει· ἀγαλόχου α΄, λελίσφακος, Εὐπατορίου χυλὸς καὶ ἡ πόα, πενταφύλλου χυλὸς καὶ ἡ ῥίζα ξηρά, ὑποκιστίς, πρασίου χυλός, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα καὶ ἡ ῥίζα, ἰτέας ῥίζα, συμφύτου ῥίζα καὶ ὁ καρπὸς καὶ ‹τὰ› φύλλα· [2] ὀξαλλίδος ὁ καρπός, νυμφαίας ‹ὁ› καρπός, ἀλθαίας ῥίζης ἀφέψημα, Ἀχιλλείου πόας ἀφέψημα, βάτου χυλὸς καὶ τὸ ἀφέψημα τῶν καυλῶν, γάλα ἑφθὸν αἴγειον, ἀλκέας ῥίζα, γναφάλλιον σὺν οἴνῳ αὐστηρῷ, ἐλατίνη μετὰ λινοσπέρμου ἑψηθεῖσα καὶ πινομένη, ἐλάτης μυρεψικῆς ἀπόζεμα, Εὐπατορίου σπέρματος α΄ σὺν οἴνῳ, κέρατος ἐλαφείου α΄ μετ' οἴνου καὶ μέλιτος προαφηψημένου ἐκλειχομένη, ‹ἱππούριδος χυλὸς μετὰ γλυκέος›, ἱππομαράθου σπέρματος βϚ΄ ἢ ε΄, ἄνθη λευκοῦ κισσοῦ σὺν [3] οἴνῳ πινόμενα δὶς τῆς ἡμέρας· μυρσίνης καρπὸς σὺν οἴνῳ, κλυμένου χύλισμα, λωτοῦ πρισμάτων ἀφέψημα σὺν οἴνῳ, μίλτου Λημνίας ἢ Σινωπικῆς α΄ ἐν οἴνῳ, οἰνάνθη ξηρὰ πινομένη ἀντὶ ἀλφίτου, ὁλοσχοίνου καρπὸς πεφωγμένος, φιλεταιρίου ῥίζα σὺν οἴνῳ, χονδρίλης χυλός, ξυρὶς μετ' οἴνου, φλόμου ῥίζης β΄, ψυλλίου α΄ ἐν ὕδατι, κυνεία κόπρος ξηρὰ ἐπιπασθεῖσα οἴνῳ, λαγωοῦ πυτίας α΄ ἐν ὕδατι.
[51]
[1] ἐν προσφορᾶς δὲ μέρει ὠφελίμως δίδονται κοιλιακοῖς καὶ δυσεντερικοῖς μολόχαι ἄναλτοι ὡς μίλητος, ἐλαῖαι πρόσφατοι πέπειροι· ἢ αἷμα τράγου ἢ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ἀπὸ τηγάνου ἐσθιόμενον ‹ὀπτόν›· σταφυλὴ ἐκ στεμφύλου, ἀσταφίδες ὀμφακίτιδες κοπεῖσαι καὶ σὺν ἀλεύρῳ ἀρτοποιηθεῖσαι καὶ ἄρτος μετὰ ᾠοῦ λεκίθων φυραθεὶς καὶ ὀπτηθείς, [2] καὶ αὐτὴ δὲ ἡ ἀσταφὶς ἐσθιομένη σὺν τοῖς γιγάρτοις· ἄμυλον σὺν χόνδρῳ ἑφθὸν καὶ σὺν γάλακτι, ἀρνογλώσσου φύλλα ἑφθὰ μετ' ὄξους καὶ ἐλαίου, καὶ κηκὶς καὶ ῥοῦς ἐπιπασσόμενα τοῖς ὄψοις, ἢ ζειὰ πεφωγμένη, ἢ φακὸς πεφωγμένος λεῖος ἀλφιτηδὸν πινόμενος, ἢ γίγαρτα ὁμοίως, ἢ ἄλφιτα, ἢ κέγχροι· βάτου ἀκρεμόνες ἑφθοὶ δι' ὀξελαίου λαμβανόμενοι, ὁμοίως ἀρνόγλωσσον, βάτου καρπὸς πέπειρος ἐσθιόμενος, καὶ ἄωρος δὲ ξηρανθεὶς [3] ἀντὶ ῥοὸς λεῖος ἐπιπάσσεται τοῖς προσοψήμασιν· κηκὶς ὀμφακίνη μετὰ πόλτου ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἢ γίγαρτα ὁμοίως ἢ σταφίδες, εἶτ' ἐξενεχθέντα ἐκ τοῦ πόλτου ἐσθιομένου· Ἑλένιον ἑφθὸν ἐσθιόμενον, πόλτος ἐξ ἐλύμου ἢ κέγχρου ἢ ζειᾶς ἢ χόνδρου πεφωγμένου ἢ ὀρύζης, ἢ σμύρνιον ἑφθόν, κάρυα βασιλικά, κεράτια ξηρὰ καὶ τὰ ἀπὸ στεμφύλων, κηκὶς λεία μετὰ [4] ᾠοῦ ῥοφηθεῖσα καὶ οἴνῳ δὲ ἐπιπασθεῖσα· κορωνόποδος ῥίζα ἐσθιομένη, κύαμος Ἑλληνικὸς καθεψηθεὶς ἐν ὀξυκράτῳ σὺν τῷ λέπει ἐσθιόμενος, λινόσπερμον φρυγὲν καὶ μετὰ μέλιτος ἑφθοῦ ἐσθιόμενον, λωτοῦ ‹τοῦ δένδρου› καρπὸς ἐσθιόμενος, μέλι ἑφθὸν καταπινόμενον καθ' ἑαυτὸ καὶ σὺν σιδίοις κεκομμένοις καὶ σεσησμένοις· μέσπιλα ‹ἢ› μῆλα Κυδώνια πέπειρα ἑφθὰ μετὰ μέλιτος, ἢ διατεμὼν τὰ Κυδώνια καλάμῳ καὶ ἐναποβρέχων [5] ὕδατι δίδου πίνειν τὸ ἀπόβρεγμα· μυρτίτης οἶνος πινόμενος καὶ μύρτα ξηρὰ χυλιζόμενα, οὖα ξηρὰ ἀποζεννύμενα καὶ πινόμενον τὸ ἐξ αὐτῶν ‹ἄλευρον ἀντὶ› ἀλφίτων, ἢ ἀχράδων ὁμοίως· σέριδες ἑφθαὶ μετ' ὄξους ‹λαμβανόμεναι›, ἀρνόγλωσσον ὁμοίως, σελίνου καυλοὶ ὁμοίως· φακῆ μετὰ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σέριδος ἢ κιχορίων ἢ ῥοᾶς λεπυχάνων ἢ φοινίκων Θηβαικῶν ἡψημένοι, στέαρ ἐλάφειον νεαρὸν σὺν τυρῷ ἢ ἀλφίτῳ ἡψημένον, ἧπαρ ὀπτὸν αἰγὸς ἢ τράγου ἐν μέλιτι ἐπιτηγανισθέν, ἐγκέφαλος [6] ὁμοίως· τυρὸς ἁπαλὸς ἀποξεσθεὶς καὶ ἀποπιεσθείς, ἔπειτα ἐν μέλιτι τηγανισθείς· χελιδόνων νεοττοὶ ὀπτοὶ ἐσθιόμενοι ἀντὶ συκαλλίδων, καὶ λύγου ῥίζα ἡψημένη σὺν φακῇ· κηρὸς ἢ μελίκηρον ἐγκαθεψόμενον τοῖς ῥοφήμασιν, κράμβη δὶς ἑφθὴ ἐσθιομένη, θρίδακες ἄπλυτοι ἐσθιόμεναι, ‹καὶ› μάλιστα ἐπὶ τῶν ἀνορέκτων· πυτία νεβροῦ ἢ λαγωοῦ ἢ ἐρίφου διεθεῖσα ὕδατι καὶ ποθεῖσα.
[52]
[1] καταπλάσσεται δὲ πρὸς κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελίμως ἀγριελαίας ἄνθος σὺν ὠμῇ λύσει χλιερᾷ, βάτου φύλλα σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, μυρσίνης φύλλα λεῖα σὺν οἴνῳ καὶ ὀμφακίνῳ ἐλαίῳ γλοιώδη γενόμενα καὶ ἐν ἐρίῳ ἐπιτιθέμενα, κρίθινον ἄλευρον σὺν οἴνῳ καὶ βάτῳ ἢ ἀχράσιν ἢ σιδίοις ἢ Κυδωνίων ἄνθεσιν, καὶ σὺν κηρωτῇ δὲ τὰ τῶν Κυδωνίων ἄνθη· [2] ῥοᾶς λέπη ἡψημένα ἐν οἴνῳ λεῖα σὺν κηρωτῇ, ῥοῦς βυρσοδεψικὴ σὺν κηρωτῇ, φοινικοβάλανοι ἢ αἱ καρυωτίδες σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, οἰνάνθη ἢ στυπτηρία σὺν ἀλόῃ καὶ ἀκακίᾳ καὶ φοίνιξιν καὶ ἀειζώου σπέρματι, περιστερᾶς κόπρος ξηρὰ σὺν σύκοις ἡψημένοις ἐν οἴνῳ· ἢ μελάνθιον σὺν κυμίνῳ καὶ θέρμοις πικροῖς καὶ νίτρῳ καὶ μέλιτι, ἢ κάρδαμον σὺν σιδίοις ἑφθοῖς καὶ κηρῷ καὶ ἀμόργῃ.
[53]
[1] ἐνίεται δὲ ἐπὶ κοιλιακῶν συμφερόντως καὶ δίδοται δὲ ‹αὐτοῖς› ἀμπέλου φύλλων ‹χυλὸς› καὶ [χυλὸς] ἀνδράχνης, ἀκακίας, ὑποκιστίδος, ἀρνογλώσσου χυλός, βαλαύστιον, μίλτος Σινωπικὴ μετά τινος τῶν στυφόντων ἀφεψήματος, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα, ῥοὸς βυρσοδεψικῆς χύλισμα καὶ τὸ ἀφέψημα τῶν φύλλων, φακῆ μετὰ ῥόδων ἀφεψηθεῖσα· πτισάνη σὺν βάτων ἀφεψήματι ἢ μυρσίνης ἢ σφαιρίων κυπαρίσσου, καὶ καθ' ἑαυτὰ δὲ τὰ ἀφεψήματα χωρὶς πτισάνης ἐνίεται ὠφελίμως.
[54] ἐπὶ δὲ δυσεντερικῶν ἁρμόζει μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἐνέματα, ἰδίως δὲ ἐπὶ τῶν περιωδυνούντων· βούτυρον καθ' ἑαυτὸ πρόσφατον, ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου ἢ χόνδρου ἢ πτισάνης ἢ ὀρύζης ἢ τράγου ἑψηθέντων καὶ τορυνηθέντων ὁ χυλός. ἐπὶ δὲ τῶν δίχα ἀλγηδόνος ῥευματιζομένων ἁρμόζει ἅλμη μετὰ οἴνου, κέρας ἐλάφειον κεκαυμένον σὺν οἴνῳ λεῖον, πομφόλυξ σὺν οἴνῳ καὶ ῥοδίνῳ, ἀρρενικὸν σὺν χάρτῃ [2] κεκαυμένον διπλασίονι καὶ οἴνῳ· μολύβδου σκωρία ἢ μολύβδαινα μετὰ μυρσινίνου, ἄσφαλτος σὺν πτισάνῃ τακεῖσα, στοίβης ἀπόζεμα σὺν οἴνῳ, γάρος ὁ ἀπὸ τῶν ἰχθύων ἐνιέμενος ἐπὶ τῶν μετὰ νομῆς καὶ ὁ ἀπὸ τῶν σιλούρων, κονία συκίνη στακτή, οὖρον παλαιόν, κυάμου Ἑλληνικοῦ τοῦ λέπους τὸ ἀφέψημα σὺν αἰγείῳ στέατι, Λυσιμαχείου χυλός, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα σὺν αἰγείῳ στέατι, μελισσοφύλλου χυλός, μίλτος Σινωπικὴ σὺν ἀποζέματι στύφοντι ἢ ὀξάλμῃ.
[55] ἀποθεραπεύει δὲ τὰς ἐκ τῶν ἐπιτεταμένων ἐνεμάτων δήξεις γάλα ἐγχυματιζόμενον ἢ βούτυρον ἢ χόνδρου ἀφέψημα, ἢ ταύρειον στέαρ τεθεραπευμένον σὺν πτισάνης χυλῷ, ἢ ὀρνίθειον ὁμοίως ἢ χήνειον ἢ ἐλάφειον, ἢ μυελὸς ἐλάφειος ἢ μόσχειος καθ' ἑαυτὸν χλιερὸς ἢ σὺν χυλῷ πτισάνης.
[56]
[1] ἐγκαθίσματα δὲ ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν ἐστι ταῦτα· γάρος σιλούρων ἢ ἰχθύων μετ' ὄξους κραθείς, ῥοὸς βυρσοδεψικῆς ἀφέψημα, ῥοᾶς λεπῶν ἀφέψημα, στεμφύλων ὁμοίως, καὶ πάντα τὰ τῶν στυφόντων ἀφεψήματα. ἁρμόζει δὲ θερμοῖς ἐγκαθέζειν ἐπανιέντας τὸν δακτύλιον καὶ ἐγχρονίζοντας καὶ διαστέλλοντας τὰ πυγαῖα.
[57] πρὸς δὲ τὸ μὴ συνεχῶς ἐρεθίζεσθαι δεήσει κατὰ δακτύλιον πίλημά τι ἐμβαλόντας εἰς ἔλαιον ζέον ἢ ὕδωρ ἢ ὄξος παρατιθέναι.
[58] ἰκτεριῶντας δὲ ποτίζειν ἀδιάντου ἀπόζεμα ἐν οἴνῳ, ἀγχούσης ῥίζης α΄ μετ' οἴνου, ἀνδραφάξεως, ὑπερικοῦ γ΄ σὺν μέλιτι καὶ οἴνῳ, πράσιον μετ' οἴνου, πέπλιον· ποιεῖ ‹καὶ› σφονδυλίου ῥίζα καὶ τὸ σπέρμα μετ' οἴνου, ἐρυθροδάνου ῥίζης α΄ μετ' οἴνου, ἀλόης α΄ σὺν ὕδατι, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη μετ' οἴνου, σπύραθοι αἰγῶν καὶ μάλιστα ἀγρίων μετ' οἴνου καθ' ἑαυτὰς καὶ σὺν ἀρώμασιν, ἱερᾶς βοτάνης τῶν φύλλων α΄ μετὰ λιβανωτοῦ Ϛ΄ καὶ οἴνου παλαιοῦ ‹θερμοῦ› [2] κο΄ α΄ νήστει ἐπὶ ἡμέρας δ΄ ἢ Ϛ΄· μάραθον μετ' οἴνου, ἀσπαράγου ῥίζης ἀφέψημα καὶ τὸ σπέρμα πινόμενον ὁμοίως, ἀψίνθιον ὠμοτριβὲς σὺν Ἰνδικῇ νάρδῳ ἢ Κελτικῇ, σελίνου ἢ ἀδιάντου ἢ βουφθάλμου τὰ φύλλα σὺν οἴνῳ πινόμενα μετὰ βαλανεῖον εὔχροιαν πρὸς καιρὸν περιποιεῖ· βουνιάδος σπέρματος δ΄ σὺν οἴνῳ, γλυκυσίδης α΄ σὺν οἴνῳ, κέρατος ἐλαφείου κεκαυμένου α΄ σὺν μέλιτι, ἐρέβινθοι μέλανες ἐσθιόμενοι, καὶ οἱ λευκοὶ [3] δὲ καὶ τὸ ἀπόζεμα πινόμενον· ἐρύσιμον σὺν μελικράτῳ, θείου ἀπύρου κοχλιάριον ἐπιπασσόμενον ὕδατι ἢ ‹μετ' ᾠοῦ› ῥοφούμενον, ἱππομαράθου ῥίζα ἢ καρπὸς πινόμενος, καλαμίνθης ἀπόζεμα, κέστρου α΄ μετ' οἴνου, κονύζης φύλλων α΄ μετ' οἴνου, κυκλαμίνου γ΄ μεθ' ὕδατος ‑ κατάκλινε δὲ ἐν θερμῷ οἴκῳ καὶ πλείοσιν ἱματίοις χρῶ· χολώδη γὰρ ἱδρῶτα ἐκκρινεῖ ‑ , λιβανωτίδος ἀπόζεμα μετὰ περίπατον σὺν ἐρεβίνθοις, καὶ ἡ [4] ῥίζα δὲ σὺν οἴνῳ· λειχὴν ὁ ἐπὶ τῶν πετρῶν διαχριομένου τοῦ στόματος καὶ τῆς γλώττης, ὀξυμυρσίνης ῥίζης ἀπόζεμα σὺν οἴνῳ, μυρίκης ἀπόζεμα σὺν οἴνῳ, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις ἓξ σὺν οἴνῳ, ὀξαλλίδος ῥίζαι ἑψηθεῖσαι σὺν οἴνῳ, ὀπόφυλλον σὺν ταρίχει καὶ οἰνομέλιτι ἐσθιόμενον, σεύτλου ῥίζαι ἑφθαὶ ἢ ὀπταὶ ἐσθιόμεναι, πενταφύλλου τῶν φύλλων χυλὸς πινόμενος ταχέως ὑγιάζει, πόλιον ἐν οἴνῳ λευκῷ, σκίλλης ἑφθῆς α΄ σὺν ὀξυμέλιτι [5] ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου· στρουθίου ῥίζα σὺν μέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου, στρύχνου τοῦ χαμαιζήλου ‹τοῦ› λεγομένου ἁλικακκάβου χυλὸς πινόμενος μετ' οἴνου, ὑακίνθου καρπὸς σὺν ἁβροτόνῳ πινόμενος, χαμαιπίτυος ἀφέψημα σὺν ὕδατι, χαμαικίσσου α΄ μετ' οἴνου ἐπὶ ἡμέρας Ϛ΄ ἢ ζ΄, αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον ‑ τοῦτο [6] δὲ καὶ ὑδρωπικοὺς ὠφελεῖ ‑ · βρύον τὸ ἐπὶ τῶν ἐνύδρων λίθων καρύου βασιλικοῦ μέγεθος μετ' οἰνομέλιτος πινόμενον πλῆθος κυ΄ Ϛ΄ ἐπὶ ἡμέρας γ΄. ἄλλο καὶ τοῦτο καλῶς ποιοῦν· ἀφρονίτρου β΄ βρέξας οἴνῳ Ἀμινναίῳ κυ΄ β΄ καὶ πρὸ ἡμέρας [7] ἐξαιθριάσας δίδου νήστει ἐπὶ ἡμέρας β΄ ἢ γ΄. θεραπεύει δὲ καὶ ἄρκου χολῆς κυάμου Ἑλληνικοῦ τὸ μέγεθος καταπινόμενον, μελίας καρποῦ α΄ σὺν οἴνῳ ‑ συλλέγεται δὲ φθινοπώρου καὶ ἀποτίθεται ‑ , δαφνίδων ἢ σμύρνης α΄ σὺν οἴνῳ, κρόκου α΄ μετὰ μέλιτος ἐκλειχομένη, ἑλξίνης ἀπόζεμα ἢ χυλὸς σὺν οἴνῳ, χελιδονίου χυλὸς ἢ ἀφέψημα σὺν οἴνῳ, λιβανωτίδος τῆς ῥωσμαρίνου Ῥωμαιστὶ καλουμένης ἀφέψημα μεθ' ὕδατος.
[59]
[1] εἰς δὲ τοὺς ῥώθωνας ἐγχεόμενα ἐπὶ ἰκτερικῶν καθαίρει· κυκλαμίνου χυλὸς κατεχόμενος ἐν ἡλίῳ, ὥστε χολὴν ἄγειν, ἐλατήριον μετὰ γάλακτος ἐν βαλανείῳ ὄντος ἐν τῇ ἐμβατῇ τοῦ πάσχοντος ἐγχεόμενον, πρασίου χυλὸς ἐν μελικράτῳ ἐγχεόμενος ταῖς ῥισί, μελάνθιον κεκομμένον καὶ ὄξει βεβρεγμένον ἐκπιεσθέντος τοῦ χυλοῦ καὶ εἰς τὰς ῥῖνας ἐγχεομένου. λουέσθωσαν δὲ ὀξάλμης ἢ ὀριγάνου ἢ Ὀσίρεως ῥίζης ἀπόζεμα τῷ λουτρῷ μίσγοντες· ἀλειφέσθωσαν δὲ ἀμυγδαλίνῳ καὶ λαχάνων ἀπεχέσθωσαν.
[60] ἡπατικοὺς δὲ χνονίους ὠφελεῖ πινόμενα μεθ' ὑδρομέλιτος· ἀγαρικοῦ ὀβολοὶ δύο καθ' ἡμέραν, ἀδιάντου ἀφέψημα, ἀκόρου ἀπόζεμα, χαμαιπίτυος ὁμοίως· σφονδυλίου ῥίζα σὺν οἴνῳ πινομένη, ἐπιπακτίδος τῆς ἐλλεβορίνης καλουμένης ἀπόζεμα, ἄμωμον, κασσία, ἀμύγδαλα πικρὰ σὺν ἐλελισφάκῳ καὶ μελικράτῳ, ἀναγαλλίδος χυλός, ἀνθεμίδος ῥίζα καὶ ἄνθη πινόμενα, ἄσαρον σὺν ὕδατι, Γεντιανῆς ῥίζης α΄ σὺν ὕδατι, ἀριστολοχείας [2] ῥίζης ὁμοίως· γλυκυρρίζης χυλοῦ α΄ σὺν ὕδατι ἢ τῆς ῥίζης ἀφέψημα, δάφνης ῥίζης τοῦ φλοιοῦ α΄ μετὰ μελικράτου, ἐλάτη λεία σὺν φοίνιξιν ἀποζεσθεῖσα, ἑρπύλλου ἀπόζεμα, ἠρυγγίου α΄ μετὰ σταφυλίνου σπέρματος, ἰσοπύρου σπέρμα σὺν μελικράτῳ, κέστρου φύλλα μετὰ ὑδρομέλιτος, μαράθου σπέρμα, νάρδου στάχυος ἀπόζεμα ἢ μύρον νάρδινον κοχλιαρίου πλῆθος λαμβανόμενον· ὀποπάναξ σὺν μελικράτῳ, λευκανθέμου φύλλων ἢ πίτυος φύλλων α΄ μεθ' ὕδατος, ῥᾶ [3] ὁμοίως· σελίνου ἀπόζεμα καὶ ὁ καρπός, σκάνδικος ἀφέψημα, πενταφύλλου ῥίζης χυλός, Τεύκριον καὶ ὁ χυλὸς αὐτοῦ ἐν μελικράτῳ, χρυσοκόμης ἀπόζεμα σὺν ὑδρομέλιτι, ἠριγέροντος ἀπόζεμα, πολίου ὁμοίως, πίσσης ξηρᾶς λείας α΄ καταπασθεῖσα ἐν ποτῷ, μελιλώτου καρποῦ λείου α΄ διὰ μελικράτου, κόστος ὁμοίως, τριφύλλου τῆς ὀξυφύλλου καλουμένης ἀφέψημα ὁμοίως [4] πινόμενον· ἄγνου σπέρμα, Κενταυρείου χυλὸς τοῦ μικροῦ πινόμενος καὶ ἔξωθεν ἐπιτεθείς, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ τὰ φύλλα, ἀσπαράγου μυακάνθου αἱ ῥίζαι καὶ τὰ φύλλα· στρόβιλοι, ἐρέβινθοι, ἐρυθροδάνου ἢ Εὐπατορίου ῥίζα, θέρμων πικρῶν ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον καὶ ἔξωθεν ἐπιτιθέμενον, ἶρις, πιστακίου καρπός.
[61]
[1] καταπλασσόμενα δὲ ὠφελεῖ ἡπατικούς· χαμαίπιτυς μετὰ κωδυῶν ἑφθῶν ξηρῶν κεκομμένων, κρίθινον ἄλευρον μετὰ σύκων, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, φοινικοβάλανοι ἑφθαὶ λεῖαι σὺν κηρωτῇ, ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ καὶ Κελτικῇ νάρδῳ, Ἀμμωνιακὸν ἀναλημφθὲν ὄξει καὶ κηρωτῇ στυφούσῃ. ἐπὶ δὲ τῶν προσφάτων τῆλις σὺν λινοσπέρμῳ καὶ γύρει καὶ μελικράτῳ, μῆλα Κυδώνια μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἡψημένα.
[62] σπληνικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ μετὰ ὀξυμέλιτος, ἄγνου σπέρματος α΄, ἀγχούσης ῥίζης α΄ ἐν οἴνῳ, ἀδιάντου ἀφέψημα ἐν ὀξυμέλιτι, ἀκόρου ῥίζα μετ' οἴνου ἑφθὴ καὶ ὠμὴ πινομένη.
[63] τήκουσι δὲ συντόμως σπλῆνας· ἄσπληνος, ἣν καὶ ἡμιόνιον καλοῦσιν, ἡ πόα μετ' ὄξους, λογχῖτις ὁμοίως μετ' οἴνου· περικλυμένου καρποῦ α΄ μετ' οἴνου ἐπὶ ἡμέρας λ΄ ποτιζομένη τήκει, χαμαίκισσος μετ' οἴνου, πευκέδανον μετ' ὀξυμέλιτος τήκει, ‹ἀκόνης› Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ' ὄξους, ἁλκυονίου Μιλησίου μετὰ ὕδατος, βρυωνίας ῥίζης α΄ μετ' ὄξους ἐπὶ ἡμέρας λ΄ τήκει [2] σπλῆνα· Ἀμμωνιακοῦ θυμιάματος α΄ μετ' ὀξυκράτου ‑ αἷμα δὲ ἄγει δι' οὔρων ‑ , ἀριστολοχείας α΄ μετ' ὀξυκράτου, ἀσπλήνου τοῦ σκολοπενδρίου καλουμένου τὸ ἀπόζεμα μετ' ὄξους ἐπὶ ἡμέρας λ΄· τήκει βαλάνου μυρεψικῆς α΄ μετ' ὀξυκράτου ‑ ἔστιν ‹δὲ› κακοστόμαχος καὶ ἐμετική ‑ , ξυλοβαλσάμου ἀπόζεμα μετ' οἴνου, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθεῖσα σὺν ὀξυμέλιτι, ἐρυθροδάνου καρπὸς καὶ ἡ ῥίζα σὺν οἴνῳ, ἴρεως α΄ σὺν ὀξυκράτῳ, σὰρξ ἐχίνου χερσαίου ἐσκελετευμένη μετ' οἴνου, σμυρνίου σπέρμα μετ' οἴνου, θέρμων ἀπόζεμα καθ' [3] ἑαυτό· καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς ἐπὶ ἡμέρας λ΄ μετ' οἴνου καὶ ἡ ῥίζα ὁμοίως ‑ ἄγει δὲ ὁμοίως αἷμα καὶ διὰ κοιλίας καὶ οὔρων ‑ , κέστρου α΄ μετ' ὄξους, κηκὶς ὀμφακίνη σὺν ὀξυκράτῳ, ὀριγάνου ἀπόζεμα, κουραλλίου α΄ σὺν ὕδατι, κράμβη ὠμὴ μετ' ὄξους ἐσθιομένη, κροκοδιλείου ῥίζα πινομένη ‑ αἷμα δὲ ἄγει διὰ ῥινῶν ‑ , κυκλαμίνου τῆς κισσανθέμου καρποῦ λεανθέντος πεπείρου καὶ εἰς τροχίσκους ἀναλημφθέντος ξηροῦ α΄ μετ' οἴνου ἐπὶ ἡμέρας μ΄ τήκει κούφως ἐξαιρουμένου [4] καὶ κατὰ κοιλίαν ἐκδιδομένου· λεπίδος σιδήρου α΄ μετ' ὄξους, λογχίτιδος σὺν ὄξει ἀποζεσθείσης τὸ ἀπόζεμα, μίλτου Λημνίας α΄ σὺν ὀξυκράτῳ, μυρίκης ἀπόζεμα ἢ τὸ σπέρμα σὺν οἴνῳ ποθέν, καὶ ποτηρίῳ ‹τῷ› ἀπὸ τοῦ μυρικίνου ξύλου ὠφελίμως χρήσαιτο ἄν τις ἐν αὐτῷ πίνων καὶ κανῷ τῷ ἐκ ῥάβδων μυρικίνων [5] πεπλεγμένῳ εἰς τὴν τῶν ἄρτων ἐπίθεσιν· ποιεῖ καὶ νάρδος Κελτικὴ σὺν ἀψινθίῳ, νυμφαίας σπέρμα ἢ ῥίζα σὺν ὄξει τήκει· σέρεως καρποῦ α΄ σὺν ὄξει, πόλιον σὺν ὄξει, σαγαπηνοῦ α΄ σὺν ὀξυκράτῳ, στρουθίου α΄ σὺν ὀξυμέλιτι, πολεμωνίου ῥίζα σὺν οἴνῳ, πορφύρας πῶμα σὺν οἴνῳ, σελίνου σπέρμα πινόμενον, καὶ ἡ πόα ‹δὲ› ἑψηθεῖσα ‹ἐν› οἴνῳ σὺν ὀξυκράτῳ· ὕδωρ τὸ ἀπὸ τῶν χαλκείων, ὅπου τὸν πεπυρωμένον σίδηρον [6] ἀποβάπτουσι· σκίλλης ὀπτῆς α΄ σὺν ὀξυμέλιτι, Τευκρίου ἐνηψημένου ἐν ὀξυκράτῳ τὸ ἀπόζεμα, ῥο‹ὸς χυλο›ῦ δ΄· σκίλλαν ‹πηλῷ› περιπλάσας ὄπτησον καὶ καθάρας τρῖψον καὶ ἀναπλάσας ἐξ αὐτῆς καταπότια δίδου ἓν τῆς ἡμέρας σὺν μελικράτῳ· χαμαίδρυος ἀφέψημα σὺν μελικράτῳ, ‹καὶ› γίνεται δὲ ἐκ τῶν φύλλων αὐτῆς καταπότια καὶ δίδοται· τραγοριγάνου ἀπόζεμα μετὰ ἅλατος καὶ ὄξους, ἑρπύλλου ὁμοίως.
[64]
[1] καταπλασσόμενα δὲ παραλαμβάνεται ὠφελίμως ἐπὶ τῶν σπληνικῶν· ὕσσωπον μετὰ σύκων, τέφρα κληματίνη ἢ ‹ἡ ἐκ› γιγάρτων τέφρα σὺν ὄξει καὶ ῥοδίνῳ καὶ πηγάνῳ, χαμαικίσσου φύλλα καὶ κνίδης φύλλα μετὰ κηρωτῆς, βρυωνίας ῥίζα μετὰ σύκου καὶ ὄξους, Ἀμμωνιακὸν σὺν ὄξει καὶ κηρωτῇ [2] στυφούσῃ· ἄσπληνος ‹ἡ› πόα μετ' ὀρόβου καταπλασσομένη, ἀγάλοχον ἐν οἴνῳ ἢ ὕδατι, ἀψίνθιον ἑψηθὲν ἐν ὄξει σὺν ἀλεύρῳ αἰρίνῳ καὶ σύκῳ, γλήχων σὺν ἁλσὶν ἴσοις, ὀρίγανον ὁμοίως· θέρμινον ἄλευρον σὺν πίσσῃ καὶ ὄξει ἑψηθέν, ἰξὸς θερμὸς ἀσβέστῳ ἀναλημφθεὶς ἢ λίθῳ Ἀσσίῳ, ἰσάτεως ἀγρίας φύλλα, καππάρεως ῥίζα, πράσιον σὺν κηρωτῇ ἢ ὠμῇ λύσει, κάρδαμον σὺν σύκοις, κισσοῦ φύλλα ἁπαλὰ καὶ οἱ κόρυμβοι [3] λεῖοι· λαπάθου ἀγρίου ῥίζα σὺν ὄξει, λινόσπερμον ἢ τῆλις φυραθέντα ἐν ὄξει μιγείσης καππάρεως ῥίζης ἢ μυροβαλάνου ἢ νίτρου, Κυδώνια μῆλα σὺν κηρωτῇ, μυρίκης φύλλα λεῖα σὺν ῥοδίνῳ ἢ κηρωτῇ, πόλιον σὺν ὄξει, στυπτηρία σὺν μέλιτι, κυκλάμινος μετ' ὄξους ἑφθὴ καταχριομένη, κροκόμαγμα μετ' ὄξους καταχριόμενον· σποδὸς ἡ ἀπὸ χαλκείου ἀναλημφθεῖσα [4] σὺν ὄξει ἢ ῥοδίνῳ, ἄχρι γλοιωθῇ· τῆλις καὶ νᾶπυ καὶ εὔζωμον καὶ κάρδαμον καὶ σμύρνα καὶ ἄσβεστος, ἴσα μετὰ ἰξοῦ· δεῖ δὲ θερμαίνειν τὸν ἰξὸν καὶ οὕτως τὰ λοιπὰ μειγνύναι· [καὶ] ἄνησσον ‹καὶ› νίτρου ἀφρὸς καὶ ἄσβεστος, ἴσα μέλιτι ἀναλημφθέντα· ἢ τῆλις καὶ νᾶπυ καὶ εὔζωμον καὶ κάρδαμον καὶ ἄσβεστος, ἴσα σὺν μέλιτι ἢ ὄξει ἢ κονίᾳ· ἄσβεστος καὶ σμύρνα ἴσα μετ' ἐλαίου· θέρμαινε δὲ τὸ ἔλαιον καὶ οὕτως τὰ λοιπὰ μίσγε.
[65]
[1] πρὸς ὑδρωπικοὺς δὲ ὠφελεῖ μὲν ποτά· ἀγαρικοῦ τριώβολον μετ' οἴνου, ἄγνου σπέρματος α΄ σὺν οἴνῳ, ἀδιάντου ἀφέψημα, ἀκτῆς ῥίζης ἀφέψημα ἢ τοῦ καρποῦ λείου α΄ σὺν οἴνου κυ΄ β΄, ἁλκυόνιον Μιλήσιον μεθ' ὕδατος, ἀμπέλου ἀγρίας τῆς καλουμένης Ῥωμαιστὶ οὐιτίκλης τῆς ῥίζης τοῦ ἀφεψήματος [2] κυ΄ γ΄ μετ' οἴνου τεθαλασσωμένου κυ΄ γ΄· ἀναγαλλίδος χυλὸς κυανῆς καθ' ἑαυτόν, ἀνδροσάκους ἀφέψημα τῆς πόας, ἢ αὐτὴν κόψαντας διδόναι μετ' οἴνου ἢ ὄξους ἢ ὕδατος ‑ οὖρα δὲ ἄγει πολλά ‑ , καὶ ὁ καρπὸς δὲ ποιεῖ ὁμοίως· ἀρνόγλωσσον μετὰ τὸ ξηροφαγῆσαι ὀλίγον ἐπεσθιόμενον καθ' ἡμέραν, μετὰ δὲ τοῦτο ἡ λοιπὴ τροφὴ προσαγέσθω· χαμαιάκτης ῥίζης τοῦ [3] φλοιοῦ α΄, πέπλιον μετ' οἴνου πινόμενον· ποιεῖ καὶ ἄρον μετ' οἴνου, σχοίνου α΄ μετὰ ἴσου πεπέρεως, σῦκα ξηρὰ ἐσθιόμενα, σμυρνίου σπέρμα σὺν οἴνῳ, ὑπερικοῦ καρποῦ α΄, κέστρου φύλλων α΄ μετ' οἴνου, ἐρέβινθοι ἑφθοὶ ἐσθιόμενοι, ὄξος σκίλλινον καταρροφούμενον, ὀρίγανος μετὰ σύκου βιβρωσκομένη· [4] πηγάνου ἀφέψημα σὺν ὄξει πινόμενον· σικύου ἀγρίου ῥίζα ἐν οἴνου ἐρρητινωμένου κο΄ β΄· δεῖ δὲ λαμβάνειν ἐκ τούτου κυ΄ γ΄ ἢ δ΄ παρ' ἡμέρας γ΄ ἢ δ΄, ἕως ἂν ἱκανῶς ὁ ὄγκος σταλῇ· μαλακῶς ‹δὲ› ὑδαρὲς ὑποχωρεῖ καὶ οὔτε στόμαχον λυμαίνεται καὶ τὰς δυνάμεις τηρεῖ· καρκίνοι ποτάμιοι ξηροὶ λεῖοι χωρὶς τῶν χηλῶν καὶ ποδῶν μετ' ὀλίγου ὀπίου καὶ ὕδατος [5] πινόμενοι· κουράλλιον μετὰ στυπτηρίας ἴσης καὶ χυλοῦ καλαμίνθης, σίου ἀφέψημα σὺν οἴνῳ, σκίλλης ὀπτῆς α΄ σὺν ὀξυμέλιτι, μυττωτὸν ἐσθιόμενον καὶ σκόροδον ἑφθὸν ἀντὶ δριμυφαγίας, ἐχίνου χερσαίου σὰρξ σκελετευθεῖσα καὶ διδομένη μετ' οἴνου, ὀπόφυλλον πινόμενον μετ' οἴνου· οὖρον αἰγὸς μετὰ νάρδου στάχυος πινόμενον κυ΄ β΄ πλῆθος καθ' ἡμέραν νήστεσιν ‑ δι' οὔρων δὲ [καὶ] κενωθήσεται πλῆθος ἱκανόν ‑ , οὖρον συάγρου [6] ὁμοίως· σκίλλα χυλισθεῖσα μιγέντος ὀροβίνου ἀλεύρου, δίδου δὲ α΄ σὺν οἴνῳ πίνειν· πόλιον σὺν οἴνῳ ζεσθέν, σαμψούχου ἀπόζεμα, πήγανον σὺν σύκῳ ἐσθιόμενον. ἐπὶ δὲ τῶν κατὰ σάρκα σταφυλίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, χαμαίδρυος ἀφέψημα, βράθυ ξηρὸν λεῖον σὺν οἴνῳ διουρεῖν ποιεῖ, τριφύλλου [7] ῥίζης β΄ ἐν ὕδατι ἢ ἐν οἴνῳ· χαμαιλέοντος λευκοῦ ῥίζης β΄ μετὰ γλυκέος, καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης λαμβανόμενον ἰσχναίνει· χρυσοκόμης ‹ῥίζης› δεσμίδιον ὠμὸν λεῖον σὺν οἴνῳ, ψυλλίου σπέρματος α΄ μεθ' ὕδατος κυ΄ γ΄, τριβόλου ῥίζης α΄ μετ' ἀκράτου κυ΄ γ΄ ἢ δ΄ πινομένη, κνεώρου α΄ μετὰ ἁλῶν α΄ καὶ μελικράτου, ἠρύγγης ῥίζα ξηρὰ μετ' οἴνου, καὶ τὸ ἀφέψημα ‹δὲ› αὐτῆς πινόμενον οὖρα λύει· χαλκοῦ κεκαυμένου [8] α΄ μετ' οἴνου ἀλύπως ἄγει ὕδωρ· κρότωνας ὡρίμους τρίψας λ΄ δίδου μεθ' ὕδατος ‑ εἰσὶ δὲ λίαν κακοστόμαχοι ‑ · ὠφελεῖ καὶ αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον· πίνεται δὲ ὠφελίμως ὑακίνθου σπέρματος α΄ ἐν τρισὶν ἡμικοτυλίοις οἴνου λευκοῦ· ἄγει δὲ δι' οὔρων πολλάκις ξε΄ Ϛ΄· δεῖ δὲ τὸν οἶνον χλιαίνειν καὶ τὸ ἄνθος κόπτειν καὶ ὡς ἄλφιτα ἐπιπάσσειν καὶ οὕτως ποτίζειν· εἰώθασι ‹δέ› τινες τῷ ἄνθει δέρματα βάπτειν.
[66]
[1] καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος ‑ οὗτοι δὲ ἱκανῶς στέλλουσιν ‑ , ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου ‹τὸ› τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου [2] καὶ νίτρου ‹ἴσον›· ἰξὸς θερμανθεὶς σὺν Ἀσσίῳ λίθῳ ἢ ἀσβέστῳ· ἐλλέβορος μέλας μετ' οἴνου καὶ κριθίνου ἀλεύρου· φακὸς ὁ ἐπὶ τῶν τελμάτων ἐπὶ κεραμίδος θερμῆς ἀναξηρανθεὶς καὶ οἴνῳ φυραθεὶς λεῖος· [καὶ] κοχλίαι ιε΄ σὺν ταῖς σαρξὶν ὠμοὶ λεῖοι· οὐ πρότερον δὲ ἀφίστανται, ἐὰν μή πως ἐξικμασθῇ τὸ ὑγρόν· νίτρον μετὰ σύκου ἢ ἀψινθίου ἢ ὑσσώπου, στυπτηρία πᾶσα σὺν στέατι, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ, σῦκα ξηρὰ ἑφθὰ ἐν οἴνῳ μετὰ κριθίνου ἀλεύρου καὶ ἀψινθίου· σῦκον, νίτρον, καστόριον, πράσιον λεῖα.
[67]
[1] διουρεῖν δὲ ποιεῖ καλαμίνθη μετ' ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλημφθεῖσα καὶ ἐπὶ τὸν ὀμφαλὸν ἐπιτεθεῖσα· ποιεῖ δὲ τὸ αὐτὸ καὶ πρὸς ἰκτερικοὺς καὶ νεφριτικούς· ἢ κώδιον καταχρισθὲν ἀμόργῃ καὶ ἐπιτεθέν. ὠφελεῖ δὲ καὶ ἡ δι' ἁλῶν καὶ ἐλαίου τρῖψις πολλὴ μειγνυμένου ποτὲ ὀριγάνου κεκομμένου καὶ σεσησμένου. ἐνίοτε δὲ καὶ καταπλάσσονται τούτοις, τῷ τε ἁλὶ καὶ τῷ ὀριγάνῳ ἴσοις γλοιοποιηθεῖσιν ‹σὺν› ἐλαίῳ παλαιῷ· καὶ θερμὰ δὲ καταπλάσσειν δεῖ. ὠφελεῖ καὶ ἡ διὰ τῶν πεφυσημένων καὶ ἀληλειμμένων κύστεων πλῆξις καθ' ἡμέραν ἐπιτηδευομένη.
[68]
τὰς δὲ πλατείας ἕλμινθας ἐκτινάσσει πινόμενα· καρδάμωμον σὺν ὕδατι, μόρων ῥιζῶν ὁ φλοιὸς ἑψηθεὶς ἐν ὕδατι, ὀνοχειλοῦς τοῦ Ἀλκιβιαδείου ἡ ῥίζα καὶ τὰ φύλλα πινόμενα, πτέρεως δ΄ σὺν σκαμμωνίας ὀβολοῖς δυσὶν καὶ ἁλσίν· προσκοροδοφαγείτω δὲ ὁ μέλλων πίνειν· πεπέρεως καὶ ἐλαφείου κέρατος κεκαυμένου, ἴσα σὺν ὀξυκράτῳ, καὶ αὐτὸ ‹δὲ› τὸ κέρας σὺν μέλιτι ἐκλειχόμενον· ῥοᾶς τῶν ῥιζῶν ‹τὸ› ἀφέψημα, σκόροδα ἐσθιόμενα συνεχῶς, ὕσσωπον μετὰ καρδάμου καὶ σὺν [2] σκαμμωνίας ὀβολοῖς β΄ ποθέν· ἡλιοτρόπιον τὸ μικρὸν πινόμενον, κάρυα βασιλικὰ πολλὰ βρωθέντα, κορίου σπέρμα ὀλίγον ποθὲν μετ' ἐλαίου καὶ σιραίου ‑ προσέχειν δὲ δεῖ τῷ πλήθει ‑ , χαμαιλέοντος λευκοῦ ὀξυβάφου πλῆθος μετὰ οἴνου ‹αὐστηροῦ› καὶ ὀριγάνου ἀφεψήματος, χαλκάνθου α΄ σὺν μέλιτι ἐκλειχομένη· πεπέρεως, [καὶ] καρδάμου ἀνὰ α΄, νίτρου, σκαμμωνίας ἀνὰ α΄ δίδου προσκοροδοφαγηκότι ἐπὶ ἡμέρας γ΄· ἐπιπινέτω δὲ ἅλμης κυ΄ β΄.
[69]
[1] τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ' ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει ‹ἢ› ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ ‹καὶ› τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη· καὶ ἀσκαρίδας δὲ [2] ἐκτινάσσει κράμβης ὠμῆς χυλὸς καταρροφούμενος σὺν ὕδατι ὀμβρίῳ, πήγανον ‹ἐν› ἐλαίῳ ζεσθὲν καὶ ποθέν, [ἢ] ἡδυόσμου χυλὸς ῥοφούμενος, ἀειζώου χυλός, ἁβροτόνου ἀπόζεμα, κύμινον ἀντὶ ἀλφίτου ἐπιπασσόμενον ὀξυκράτῳ, ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος· σερίφου ἀπόζεμα, ὃ ἔνιοι ἀψίνθιον θαλάσσιον καλοῦσι, σὺν ἁλσὶ καὶ ἐλαίῳ καὶ πυροῖς ἢ σύκοις ἢ μύξαις συγκαθηψημένον, ἢ ἀλεύρῳ ἢ ῥοφήματι [ἢ] ξηρὸν ἐπιπασσόμενον· [3] ἢ σίνηπι μετ' ὀλίγου ἐλαίου πινόμενον, ἢ ἐλαφείου κέρατος ῥίνημα ἡδυόσμου ἀποζέματι ἐπιπασσόμενον ὡς ἄλφιτον καὶ πινόμενον, ἢ Σαντονικὸν κοπὲν σὺν σταφίσιν ἢ φοίνιξιν ἢ μετὰ σύκων βρωθέν, ‹ἢ› μελίας φλοιὸς ὡς ἄλφιτον ποθέν. καταπλασσόμενα δὲ ὠφελεῖ κατὰ τοῦ ἐπιγαστρίου ἐπιτιθέμενα· θέρμινον ἄλευρον σὺν μελικράτῳ, ἢ μελάνθιον, ἢ αἴρινον ἄλευρον ὁμοίως, ἢ ἰσάτις.
[70]
[1] ἀσκαρίδας ‹δὲ› κτείνει ὀξύγγιον παλαιὸν εἰς τὸν δακτύλιον καθιέμενον ἀντὶ βαλάνου.
[71] τὰς δὲ τῆς μήτρας προπτώσεις στέλλει ἀκακίας χύλισμα, ἢ βάτου χυλὸς ἢ σχίνου, ἢ ῥοὸς τῆς ἐπὶ τὰ ὄψα ὁ χυλὸς διαχριόμενος, κνίδης κλάδος προσαπτόμενος, ἴου φύλλα καταπλαττόμενα, ἀπόπατος βοὸς νομάδος ἄρρενος ὑποθυμιώμενος· ἀριστολοχεία λεία ἐν πεσσῷ μετά τινος τῶν στυφόντων, καὶ τὸ ἀπόζεμα ‹δὲ› αὐτῆς εἰς ἐγκάθισμα καὶ ὑπατμισμόν, ἄσφαλτος ὑποθυμιωμένη, χαλβάνη καταπινομένη, κηκῖδος ἀφέψημα, μυρσίνης ἢ σχίνου ἢ σιδίων ἀφέψημα εἰς ἐγκάθισμα.
[72] τὰς δὲ φλεγμονὰς τῆς ὑστέρας καὶ μύσεις καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθίσματα ὠφελεῖ· ἄγνου σπέρμα, ἀλθαίας ῥίζα, Ἀρτεμισία, βακχάριδος ῥίζα, γλήχων, δάφνη, ἶρις, κασσία, κάλαμος, σχοῖνος, Κενταυρείου τοῦ μεγάλου ῥίζα, κόνυζα, κύπερος, λευκοίων ἄνθη ξηρά, ‹μάλιστα ἐπὶ τῶν χρονίων›· μολόχη, μελίλωτον, κρίνων ἄνθη, λευκάνθεμον, πράσου κεφαλωτοῦ κόμη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις, λινόσπερμον. ὑποθυμιώμενα δὲ ὠφελεῖ· ἄγνου σπέρμα, βδέλλιον, κασσία, κάλαμος, λάδανον, λιβανωτίδος σπέρμα καὶ ῥίζα· καὶ [τὰ] πρὸς τὰ καρκινώδη ποιεῖ ῥητίνη τερμινθίνη καὶ σμύρνα.
[73] προστίθεται δὲ πρὸς τὰς φλεγμονὰς καὶ τὰ ἀλγήματα· ἄγνου σπέρμα λεῖον, ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελικράτῳ μαλαχθεῖσα σὺν στέατι χοιρείῳ νεαρῷ καὶ τερμινθίνῃ, ἀνθυλλίου ῥίζα λεία σὺν ῥοδίνῳ, ἀρνογλώσσου χυλὸς ἐν ἐρίῳ, σόγχου χυλὸς ὁμοίως, Ἀσκληπιάδος χυλὸς ἢ τὰ φύλλα προστιθέμενα, [2] βούτυρον ὁμοίως· τήλεως ἀφηψημένης ὁ ἀποθλιβεὶς χυλὸς μιγεὶς στέατι χοιρείῳ ἢ βουτύρῳ προσφάτῳ, κρίνου ῥίζα ὀπτὴ σὺν ῥοδίνῳ καὶ τὰ ἄνθη σὺν κηρωτῇ καὶ μυελῷ καὶ στέατι, λινόσπερμον ἡψημένον σὺν κρόκῳ καὶ χοιρείῳ στέατι, ὕσσωπον σὺν βουτύρῳ καὶ μελιλώτῳ, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ, περιστέριον σὺν στέατι χηνείῳ καὶ τερμινθίνῃ ὁμοίως, μυελὸς ἐλάφειος σὺν σουσίνῳ, στύραξ ἀνεθεὶς σὺν κυπρίνῳ.
[74]
[1] χρίσματα δὲ ἁρμόζει πρὸς τὰ αὐτά· ἴρινον, κύπρινον, ἀμαράκινον ἔλαιον, τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃν Ῥωμαιστὶ γλῆριν καλοῦσιν.
[75] ἐνιέμενα δὲ μαλάσσει καλῶς ἀλεύρου κριθίνου χυλὸς μετὰ ὕδατος ἑψηθείς, ἄλικος ἢ ὀρύζης ἢ τήλεως ἢ λινοσπέρμου ἢ μολόχης χυλὸς ὁμοίως.
[76] πινόμενα δὲ τὰς χρονίους φλεγμονὰς καὶ τὰ ἀλγήματα τῆς ὑστέρας παύει· Αἰθιοπίδος ῥίζης ἀφέψημα, γλυκυσίδης κόκκοι ιε΄ μεθ' ὕδατος, πάνακος Ἀσκληπιαδείου φύλλα, ἀκόρου ῥίζα, Κενταυρείου τοῦ μεγάλου ῥίζα, ἄμωμον, ἀρκευθίδες, ἀριστολοχείας τῆς δακτυλίτιδος ῥίζα μετὰ σμυρνίου σπέρματος, βαλσάμου καρποῦ α΄ μετὰ μελικράτου, γερανίου ῥίζης α΄ ἐν μελικράτῳ, κέστρου φύλλων α΄ μετὰ ὑδρομέλιτος, τριφύλλου καρπὸς καὶ τὰ φύλλα ὁμοίως.
[77] πρὸς δὲ τὰς ἑλκώσεις τῆς μήτρας ἁρμόζει ἀμόργη ἑψητὴ περιχριομένη μετὰ κηρωτῆς σουσίνης, ἢ λύκιον ὁμοίως, ἢ χυλὸς ἀκακίας περιχριόμενος.
[78] ὀδαξησμοὺς δὲ μήτρας παύει καὶ κνησμοὺς κόλπων ἀνδράχνης ὁ χυλὸς ἐγκλυζόμενος, λινόσπερμον ἑφθὸν ἐν μελικράτῳ, τῆλις ὁμοίως, ἔλαιον σούσινον ἢ κύπρινον, τραγάκανθα σὺν ὕδατι.
[79] ἄγει δὲ ἔμμηνα καὶ λόχια ἐπιεικῶς πινόμενα ἀπυρέτοις μετ' οἴνου, πυρέσσουσι σὺν μελικράτῳ ἢ ὕδατι· ξιφίου ῥίζα, οἰνάνθης πόας καρπὸς καὶ τὰ φύλλα καὶ ὁ καυλός, ὀρεοσελίνου ῥίζα καὶ ὁ καρπός, οὖρον λυγγός, σίνηπυ λεῖον καταπασθὲν ὡς ἄλφιτον, πάνακος φύλλα, Ἀσκληπιαδείου καρπὸς [2] καὶ τὰ ἄνθη· περικλυμένου φύλλα, πετροσέλινον, πράσου χυλὸς καὶ τὸ πράσον ἐσθιόμενον, ἀμπελόπρασον, ῥάφανος ἐσθιομένη, ἄρου ῥίζα ἑφθὴ ὁμοίως, σελίνου ἀπόζεμα καὶ τὸ σπέρμα, σκόρδιον σὺν οἴνῳ πινόμενον, μυττωτὸν τὸ ἐκ σκορόδων ἐσθιόμενον, στάχυος φύλλα σὺν οἴνῳ πινόμενα, σταφυλίνου ἀγρίου σπέρμα, στοιχάδος ἀφέψημα ἐφ' ἡμέρας γ΄ πινόμενον νήστεσιν.
[80]
[1] μᾶλλον δὲ ἄγει πινόμενα ὁμοίως ἀγαρικόν, ἄγνου σπέρμα μετὰ γλήχωνος ἢ πεπέρεως, ἀδίαντον, νάρδος ἀγρία, ἀριστολοχείας ῥίζα σὺν σμυρνίῳ, λελίσφακος, σφονδυλίου ῥίζα καὶ σπέρμα, λιβανωτίδος ῥίζα, σεσέλεως ῥίζα καὶ ὁ καρπός, τραγοριγάνου ἀφέψημα, ἱππομαράθου σπέρμα καὶ ῥίζα, κνίδης τῶν φύλλων ἀφέψημα μετὰ σμύρνης, δαμασωνίου ῥίζα, ἄμωμον, ἀνθεμίδος [2] ῥίζα καὶ τὰ φύλλα· σπύραθοι αἴγειαι μετά τινος τῶν ἀρωματικῶν, Ἀρτεμισία, ἄσφαλτος, ἀψίνθιον ὠμοτριβὲς σὺν Κελτικῇ νάρδῳ, βουνίου ῥίζα καὶ τῶν καυλῶν τὸ χύλισμα· βακχάριδ‹ος φύλλ›ων καὶ τῆς ῥίζης τὸ ἀφέψημα ἐν ὕδατι, βράθυος φύλλα, γλήχωνος ἀπόζεμα, γλυκυσίδης ῥίζα, γλυκυρρίζης ἀπόζεμα ἢ χυλός, δάφνης Ἀλεξανδρίνης ῥίζα, δαφνοειδές, ἶρις, Ἑλενίου [3] ἀφέψημα, ἑλιχρύσου ὁμοίως, ἑρπύλλου ὁμοίως· ὀποῦ συκῆς ὀλίγον μετ' ᾠοῦ ῥοφητοῦ, ἐρέβινθος ἐσθιόμενος καὶ τὸ ἀφέψημα πινόμενον, ἠρύγγης ῥίζα, θύμον ἢ θύμβρα ἀποζεσθέντα, ἱπποσελίνου ῥίζα καὶ ὁ καρπός, ἱππομαράθου ὁμοίως, κασσία, καρδάμωμον, ὑπερικόν, ‹σιλφίου› καυλὸς καὶ ῥίζα.
[81]
[1] ἐπιτεταμένως δὲ ἄγει, ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν πινόμενα σὺν οἴνῳ ἢ μελικράτῳ, ὥσπερ εἴρηται· πρασίου χυλὸς ἐπὶ ἡμέρας γ΄ καὶ τὸ ἀπόζεμα, περικλυμένου καρπός, πηγάνου ἀγρίου σπέρμα, πτέρεως ῥίζα, βρυωνίας ῥίζης β΄ μεθ' ὕδατος ‑ ταράσσει δὲ τὴν διάνοιαν ‑ , Ἀμμωνιακοῦ α΄, σαγαπηνὸν ὁμοίως, ὀπὸς ἢ ὀπόφυλλον σὺν σμύρνῃ καὶ πεπέρει, [2] ὀποπάναξ ὁμοίως· ἀναγύρου φύλλα καὶ τὰ τεθνηκότα ἄγει, ἀσφοδέλου ῥίζα, ἄρου σπέρμα, βολβοὶ σὺν ἁπαλοῖς φύλλοις δάφνης, δικτάμνου α΄, καὶ τὰ τεθνηκότα δὲ ἐκτινάσσει σὺν οἴνῳ· δρακοντίου ἀφέψημα τῶν ῥιζῶν· τούτου δὲ καὶ ‹ἡ› ὀσμὴ τῶν φύλλων κατὰ τὴν ἄνθησιν ἐπὶ τῶν ἀρτισυλλήπτων φθόριός ἐστιν· θηλυπτερίδος ῥίζα, θλάσπι, χαλβάνη, λευκοίου σπέρματος [3] β΄ ἐν ὕδατι· σέσελι σὺν οἴνῳ καθ' ἡμέραν πινόμενον, καρδαμίνη σὺν οἴνῳ, πήγανον καὶ τὸ σπέρμα αὐτοῦ ὁμοίως, καστόριον μετὰ γλήχωνος ἀποζέματος, σχοῖνος· ἀναισθήτως δὲ ὀλισθάνει ἔμβρυα, ἐὰν ᾠὸν σὺν τῷ ὀστράκῳ θερμάνας καὶ καταχρίσας κεδρίαν, καὶ πάλιν θερμάνας καὶ καταχρίσας, καὶ τὸ αὐτὸ τρίτον ποιήσας δῷς ῥοφῆσαι, ἢ φελλὸν πεπισσωμένον παλαιὸν ἐκ κεραμίου καύσας ‹καὶ› λεῖον ἐπιπάσας ἐν οἴνῳ ὁμοίως δῷς [4] πιεῖν. ποιεῖ δὲ καὶ καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς πλῆθος β΄ σὺν οἴνῳ ἢ τῆς ῥίζης ὁμοίως, Κενταυρείου ‹τοῦ› λεπτοῦ χυλός, κεδρίδες λεῖαι, κέστρου τῶν φύλλων α΄, κιρκαίας ῥίζα ἀποβρεχθεῖσα ἐν γλυκεῖ, κινάμωμον ποθέν, κλινοποδίου ἀπόζεμα, κρήθμου καρπὸς καὶ ἡ ῥίζα ἑψηθέντα ἐν οἴνῳ, κισσανθέμου [5] καρποῦ α΄ ἐν οἴνῳ· κυπαρίσσου πρίσματα, κύπερος, λαπάθου ἀγρίου ῥίζα, λογχῖτις πόα ἐν οἴνῳ ἑψηθεῖσα, καρδάμου σπέρμα, μανδραγόρου σπέρματος α΄ σὺν οἴνῳ, μελανθίου α΄, ὀξυμυρσίνης ῥίζα ἑψηθεῖσα ἐν οἴνῳ, σαμψούχου σπέρμα, κύπρου σπέρμα, σίνων, τόρδιλον, τραγορίγανον, χαμαίδρυος ἀφέψημα, χαμαίπιτυς σὺν μέλιτι, γῆς ἔντερα ξηρὰ πινόμενα· ποιεῖ καὶ σύκων τῶν φύλλων τὸ ἀφέψημα.
[82]
[1] προστιθέμενα δὲ ἔμμηνα ἄγει καὶ τὰ ἐκ τόκων καὶ ἔμβρυα· οἴσυπος ἐν ἐρίῳ οἰσυπηρῷ προστεθεὶς ἐπὶ ἡμέρας γ΄, ἄκινος καὶ τὸ σπέρμα αὐτῆς, μανδραγόρου ῥίζα ξυσθεῖσα ὡς κολλούριον καὶ προστεθεῖσα, ἐλλέβορος μέλας καὶ λευκός, κνίδης φύλλα μετὰ σμύρνης λεῖα, ἄμωμον, ἀμύγδαλα ἢ ἀμυγδάλινον ‹ἔλαιον› σὺν οἴνῳ, ἀνεμώνη λεία, ἀριστολοχεία μετὰ σμύρνης, βδέλλιον, δαφνίδες λεῖαι, ἐλατήριον σὺν μέλιτι, ἐρυθροδάνου [2] ῥίζα ὁμοίως· ἡμεροκαλλοῦς ῥίζα, ἡλιοτροπίου τοῦ σκορπιούρου φύλλα, θέρμινον ἄλευρον μετὰ σμύρνης καὶ μέλιτος, θρίδακος ἀγρίας ὀπός, ἱππομαράθου ῥίζα, κασσία σὺν μέλιτι, κάλαμος ἀρωματίτης ὁμοίως· καλαμίνθης φύλλα, χαλβάνη, Κενταυρείου τοῦ μεγάλου ῥίζης ὁ χυλὸς ἢ ἡ ῥίζα, κισσοῦ κόρυμβοι λεῖοι καὶ ὁ μόσχος μέλιτι χρισθεὶς ἄγει γενναίως ἔμβρυα, κινάμωμον σὺν σμύρνῃ, κόστος ὁμοίως, κρίνου ῥίζα ἑφθὴ σὺν ῥοδίνῳ.
[83]
[1] ἀταράχως δὲ τὰ ὑπομένοντα ἐπισπᾶται· κυκλαμίνου ῥίζα σὺν μέλιτι καὶ ὁ χυλός· φασὶ δέ τινες ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν τῆς κυκλαμίνου γυνὴ ἔγκυος, ἐκτιτρώσκει. ὁμοίως καὶ τὴν καλουμένην πόαν ὄνοσμα ἱστοροῦσιν ὅτι γυνή, ἐὰν ὑπερβῇ ἔγκυος ἢ γεύσηται, ἐκτιτρώσκει· σάμψουχος, λινόζωστις σὺν μέλιτι, πήγανον σὺν σμύρνῃ καὶ ᾠῷ, κράμβης χυλὸς μετὰ αἰρίνου ἀλεύρου, κονύζης χυλός, ὀποπάναξ καὶ ἡ ῥίζα ὡς κολλούριον, [2] σιδηρίτιδος τῆς Ἡρακλείας τὰ φύλλα, σκόρδιον, στύραξ. ἄγει δὲ καὶ μᾶλλον ἔμβρυα ἀγχούσης ῥίζα, Ἀρτεμισία ἀναλημφθεῖσα ὡς κολλούριον σὺν δαφνίσιν ἢ σμύρνῃ ἢ ἴριδι ἢ σύκῳ ἢ νίτρῳ, καὶ ὁ ἁπαλὸς δὲ βλαστὸς αὐτῆς προστεθείς· βρυωνίας τῆς ῥίζης ὁ χυλὸς προστεθεὶς ἐν ἐρίῳ, Γεντιανῆς ῥίζα ξυσθεῖσα ὡς κολλούριον, δικτάμνου α΄ μετὰ μέλιτος, δρακοντίου ῥίζα σὺν ὀξυκράτῳ, ἶρις, σμύρνα σὺν ἀψινθίου ἢ θέρμων ἀποβρέγματι [3] ἢ πηγάνου χυλῷ· κνέωρον ἀναλημφθὲν σύκῳ, νίτρον ὁμοίως, Κενταυρείου ‹τοῦ› λεπτοῦ χυλός, κεδρία, κολοκυνθίδος ἐντεριώνη σὺν μέλιτι, κισσανθέμου χυλὸς σὺν οἴνῳ, λιβανωτὸς καὶ ὀπὸς μανδραγόρου καὶ ἴρινον ‹μύρον› μιγέντα ἐν πεσσῷ, ὀποπάναξ προστεθείς, πόλιον σὺν οἴνῳ, πράσιον ὁμοίως, σκαμμωνίας ὀπὸς ἐν ἐρίῳ προστεθείς, στρουθίου ῥίζα σὺν μέλιτι, στυπτηρία [4] ὑγρά· ὑπερικοῦ σπέρμα λεῖον σὺν μέλιτι, χονδρίλης μαστίχη μετὰ σμύρνης, φλόμου χυλὸς μετὰ σμύρνης ἐν ἐρίῳ προστεθείς, οὖρον ἀνδρὸς πεσσῷ ἀναλαμβανόμενον καὶ προστιθέμενον, μελάνθιον καὶ σμύρνα λεῖα μέλιτι ἀναλημφθέντα κυάμου Ἑλληνικοῦ μέγεθος καὶ προστεθέντα.
[84]
[1] ὑποθυμιώμενα δὲ ἄγει ἔμμηνα καὶ λόχια καὶ ἔμβρυα· ἄμι μετὰ ῥητίνης τερμινθίνης, βδέλλιον βραχύ, δίκταμνον, καρδάμωμον, χαλβάνη, πίτυος φλοιὸς καὶ πεύκης, πορφύρας θαλασσίας πώματα, σκόροδον, σιλούρου κεφαλὴ καὶ σάρξ.
[85] ἐγκαθίσματα δὲ ταῦτα ἄγει ἡψημένα μετὰ ὕδατος· ἀγήρατον, ἀκτῆς φύλλα, Ἀρτεμισία, δίκταμνον, δάφνη, κόνυζα, κόστος, μῆον, λευκόιον, μελισσόφυλλον, πράσου κεφαλωτοῦ κόμη καὶ σέλινα.
[86] καταπλάσσεται δὲ πρὸς λόχια καὶ ἔμμηνα κινεῖ Ἀρτεμισία πολλὴ κατὰ τῶν ὑποχονδρίων. ἐπιτεταμένως δὲ ἄγει ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν· αἴρινον ἄλευρον πράσου χυλῷ φυραθέν, κυκλαμίνου χυλὸς σὺν ἐλατηρίῳ ἢ αἰρίνῳ ἀλεύρῳ, μυελὸς ἐλάφειος καὶ χαλβάνη καὶ Ἀμμωνιακὸν καὶ ἔλαιον, ἴσα.
[87] ἵστησιν δὲ ῥοῦν πινόμενα μετ' οἴνου· γλυκυσίδης κόκκοι πυρροὶ ι΄ ἢ ιβ΄ σὺν οἴνῳ, ὑποκιστίδος χυλός, πευκεδάνου ὀπός, συμφύτου πετραίου φύλλα καὶ ὁ καρπός, στατικὴ πόα καὶ λαχανευομένη ὡς προσόψημα, βάτου ἀφέψημα καὶ χύλισμα βαλαυστίου ‹ἢ› ἀκακίας, σχοίνου τῆς ῥίζης ἀφέψημα καὶ χύλισμα, γῆ Σαμία μετὰ βαλαυστίου, ἐλάτης μυρεψικῆς ἀπόζεμα, ἐλάφου κέρας κεκαυμένον μετ' ὀξυκράτου, Ἰδαίας ῥίζα ἢ τὰ φύλλα, κλυμένου χύλισμα, λευκογραφίς, λίθος αἱματίτης σὺν χυλῷ ῥοᾶς, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, λωτοῦ τοῦ [2] δένδρου πρισμάτων ἀπόζεμα ἐκλειχόμενον· λίθου ὀστρακίτου α΄ μετ' οἴνου, μήκωνος μελαίνης σπέρμα σὺν οἴνῳ ἢ σὺν μέλιτι [καὶ ὁ καρπὸς αὐτῆς], μυρίκης φλοιὸς λεῖος καὶ ὁ καρπὸς αὐτῆς, ὀξυακάνθου ὁ καρπὸς τῶν ἐν αὐτῷ ἐριωδῶν ἐπιμελῶς ἀποκαθαρθέντων καὶ ῥιφέντων ‑ τραχύνει γὰρ τὴν ἀρτηρίαν ‑ , πολυγόνου χυλὸς ἢ ἀρνογλώσσου ὁμοίως, πρίνου τοῦ φλοιοῦ ἀπόζεμα, πυτία λαγωοῦ, ῥοὸς βυρσοδεψικῆς χυλός, ῥόδων ἄνθος σὺν ὀξυκράτῳ, στεμφύλων ἀφέψημα.
[88]
[1] προστιθέμενα δὲ σὺν ὕδατι ῥοῦν ἵστησιν· ὑποκιστίδος χύλισμα, ῥοὸς βυρσοδεψικῆς ὁμοίως, βαλαύστιον λεῖον, θαλλία καὶ ὁ χυλὸς αὐτῆς, ἀκακίας χύλισμα, ἀείζωον, ἀπόπατος αἰγὸς σὺν λιβανωτῷ ‑ δεῖ δὲ ἐνειλεῖν ἐρίῳ καὶ προστιθέναι ‑ , [2] τέφρα κληματίνη ὑλιστὴ προστεθεῖσα, Ἀχίλλειος πόα, βάλανοι δρύιναι λεῖαι, ἰὸς σιδήρου, λιβανωτὸς καὶ ὁ φλοιὸς αὐτοῦ, λευκογραφίς, Λυσιμάχειος πόα, λύκιον σὺν γάλακτι, μανδραγόρου σπέρμα λεῖον μετὰ θείου ἀπύρου, μελίλωτον, πολύγονον καὶ ὁ χυλὸς αὐτοῦ, κηκῖδος τὸ ἐντὸς μετὰ λιβάνου καὶ ὕδατος, καρύου βασιλικοῦ τὸ ἐντὸς καὲν καὶ μιγὲν στύμματι.
[89]
[1] ἐγκαθίσματα δὲ ῥοῦν ἵστησιν ‑ δεῖ δὲ χλιαροῖς ἐγκαθέζειν ‑ ἀγριελαίας ἀπόζεμα, σχίνου, βάτου, ἀγαλόχου, δρυὸς φύλλων καὶ φλοιοῦ καὶ βαλάνου καὶ πρίνου, μυρσίνης, στεμφύλων, ῥοὸς βυρσοδεψικῆς, σιδίων. ἐπιτίθεται δὲ κατὰ τοῦ ἐπιγαστρίου εἰς τὸ ἐπισχεῖν ῥοῦν κρίθινον ‹ἄλευρον› σὺν κηκῖδι λείᾳ ‹ἢ› σιδίοις ἢ βαλαυστίῳ ἢ βάτῳ ἢ τρυγὶ ὄξους ἢ πρίνου ‹φλοιῷ› ἢ βαλάνων ἢ μυρσίνης φύλλοις ἢ σχοίνου ἢ Θηβαικοῖς ‹φοίνιξιν›.
[90] πρὸς δὲ τοὺς ἐκ τῆς ὑστέρας συμβαίνοντας πνιγμοὺς ἁρμόζει πινόμενα· ἀγαρικοῦ α΄ ἐν οἴνῳ, μανδραγόρου ῥίζης ὀβολοὶ δύο σὺν οἴνῳ, νάρδου ἀγρίας ῥίζα σὺν οἴνῳ, ὀρεοσελίνου καρπός, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, γλυκυσίδης μέλανες κόκκοι ιε΄ μετὰ μελικράτου, ὄνυξ ‹ὁ› ἐκ κογχυλίου πινόμενος, ὄξος σκίλλινον καταρροφούμενον.
[91] ὀσφραινόμενα δὲ διεγείρει τὰς ὑστερικῶς πνιγομένας ἄσφαλτος, καστόριον, χαλβάνη, σίνηπυ σὺν ὄξει σκιλλιτικῷ, πίσσα ὑγρά, κεδρία, ἐλλύχνια φλεγόμενα καὶ ἀποσβεννύμενα, πευκεδάνου φύλλα καὶ ὀπός, τρίχες καεῖσαι, σφονδύλιον, πήγανον, σίλφιον, κρόμυον, σκόροδον, κνίδη προσαγομένη σκέλεσιν καὶ μετώπῳ.
[92] ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, πευκέδανον, σαγαπηνοῦ ὀπός, σφονδύλιον, ἄσφαλτος, καστόριον, χαλβάνη, λειχὴν ἵππου, φώκης πυτία, σίλφιον, κέρας ἐλάφου.
[93] προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐν ἐρίῳ ἀναλημφθέν, κνίδης σπέρμα μετὰ στακτῆς.
[94] πρὸς δὲ τὰς συλλήμψεις ἐνεργεῖ ποτά· κραταιόγονον καὶ ὁ καρπὸς αὐτοῦ ὑπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πινόμενον ἐπὶ ἡμέρας μ΄, ἢ σταφυλίνου καρπός, καὶ ἡ ῥίζα ‹δὲ› ἐσθιομένη, φύλλου καρπὸς καὶ ἡ ῥίζα, ἱέρακος κόπρος ἐν γλυκεῖ πινομένη ὑπὸ τῆς γυναικὸς πρὸ τῆς συνόδου.
[95] προστιθέμενα δὲ ὠφελεῖ πρὸς σύλλημψιν· ἄμι μετὰ μυελοῦ πρὸ τῆς συνόδου, λαγωοῦ πυτία σὺν βουτύρῳ, λινοζώστεως σπέρμα ἢ χυλὸς ἀντὶ πεσσοῦ.
[96] ἱστορεῖται δὲ ἀρρενοτοκεῖν ποιεῖν μεθ' ὕδατος κυάθων γ΄ πρὸ τῆς συνόδου καὶ πρὸ τοῦ δείπνου ἐπὶ ἡμέρας μ΄ ὄρχεως τῆς βοτάνης τῆς μείζονος ‹ῥίζης› τὸ ἀπόζεμα πινόμενον, ἢ αὐτὴ ἐσθιομένη ὑπὸ τῶν ἀνδρῶν ‑ ἡ δὲ ἐλάττων θηλυγονίαν ποιεῖ ὑπὸ τῶν γυναικῶν ἐσθιομένη ‑ , ὄρχεις ἀλεκτρυόνος λευκοῦ μετὰ τὴν σύλλημψιν πρὶν ἑτέρου τινος γεύσασθαι [2] καταποθέντες. προστεθὲν δὲ λέγεται ἀρρενοτόκιον ποιεῖν λινοζώστεως τῆς ἄρρενος τὸ σπέρμα μετὰ τὴν σύλλημψιν εὐθέως, θηλυτοκεῖν δὲ τῆς θηλείας ὁμοίως. φυλάσσειν δὲ ἱστορεῖται τὸ συλλημφθὲν πηγνύμενον προστεθεὶς λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος λεῖος.
[97]
[1] τελεσφορεῖν δὲ καὶ μὴ ἀποβάλλειν τὸ ἔμβρυον τὰς εὐολίσθους γυναῖκας ποιοῦσι [φορούμενον] σπέρματος μελανσπέρμου κόκκοι μα΄ ἐν ὀθονίῳ δεθέντες καὶ φορούμενοι ὑπὸ τὸν σκόλλυν τῶν τριχῶν. τυποῦν δὲ εἰς ἄρρεν ἱστορεῖται μετὰ τὴν συνουσίαν εὐθέως προστεθεῖσα ἀριστολοχείας ‹μακρᾶς› ῥίζα ἐν βοείᾳ σαρκί.
[98] πρὸς δὲ τὰς δυστοκούσας περιάπτεσθαί φασιν ὠφελίμως ἀναγύρου φύλλα· δεῖ δὲ μετὰ τὸ τεκεῖν εὐθέως ἀφαιρεῖν τὸ περίαπτον· ἢ λίθον ἴασπιν τῷ μηρῷ περιάπτειν, ἢ κυκλαμίνου ῥίζαν ξηρὰν ὁμοίως, ἢ Κυδωνίου χυλίσματος α΄ σὺν ὑδρομέλιτος κυ΄ α΄ ‹ποθεῖσαν, ἢ› ἀδίαντον λεῖον μετ' οἴνου καὶ ἐλαίου· ὠφελεῖ καὶ πταρμικοῦ προσαγωγὴ τοῖς ῥώθωσιν.
[99] περίαπτα δὲ πρὸς τὸ μὴ συλλαμβάνειν ὡς συνεργήσοντα ἱστόρηται· γυναικὸς αἷμα ἐκ τῶν καταμηνίων ξηρὸν ἐνδεθὲν ἡμιονείῳ ἢ ἐλαφείῳ δέρματι καὶ περιαφθέν, ἢ ὑπερβαινέτω ἀποτεθὲν εἰς γῆν πρὸ τοῦ συγγενέσθαι· ἄσπληνος βοτάνη καθ' ἑαυτὴν καὶ σὺν ἡμιόνου ὁπλῇ περιαπτομένη ‑ δεῖ δὲ ὀρύσσειν αὐτὴν ἀσελήνου νυκτός ‑ , μυρίκης ξύλον καὲν καὶ σβεσθὲν ‹ἐν› ἰδίοις καταμηνίοις περιαπτόμενον βραχίονι.
[100] πίνεται δὲ πρὸς ἀσυλλημψίαν ἡμιόνειος πόα, μιγέντος αὐτῇ ἐξ ἡμιόνου ὁπλῆς τοῦ ἐντός, πτέρεως ῥίζα μετὰ γλυκέος πινομένη, θηλυπτερίδος ὁμοίως· ἐπιμηδίου ῥίζα πινομένη ἐν οἴνῳ, ἰὸς σιδήρου, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη πινόμενα μετ' οἴνου μετὰ τὴν σύλλημψιν, λαγωοῦ πυτία μετὰ τὴν ἄφεδρον ποθεῖσα ἐπὶ ἡμέρας γ΄, λεύκης φλοιὸς μετὰ [2] τὴν κάθαρσιν σὺν ὀξυκράτῳ νήστεσιν· λίθου ὀστρακίτου β΄ ἐπὶ ἡμέρας δ΄ πινέτωσαν. προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμβάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς τῷ χυλῷ περιχρίεται· κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλλημψιν οὐκ ἐᾷ πήγνυσθαι ‹τὸ σπέρμα· ἢ› νεβροῦ πυτία ἐπὶ ἡμέρας γ΄ προστεθεῖσα μετὰ τὴν κάθαρσιν, πελεκίνου σπέρμα πρὸ ‹τῆς› συνουσίας, στυπτηρία ὑγρὰ ὁμοίως· ἢ τήλεως ἀφεψήματι πρὸ τῆς συνουσίας προσκλυζέσθωσαν.
[101]
[1] συνουσίαν δὲ παρορμᾷ καὶ ἐντάσεις ἐργάζεται ὁρμίνου σπέρμα, ξιφίου ῥίζα ἡ ἁδρὰ καὶ ἀνωτέρω παρορμᾷ σὺν οἴνῳ ποθεῖσα, ἡ δὲ ἰσχνοτέρα τοὐναντίον ἐκλύει τὴν ὁρμήν· ὄρχεως ‹τῆς› βοτάνης ὁ μείζων βολβὸς μετὰ γάλακτος ποθεὶς ἐντείνει, ὁ δὲ μικρὸς δι' ὕδατος ποθεὶς ἐκλύει· κνίδης σπέρμα ἀγρίας πινόμενον μετ' οἴνου, ἄνησσον σὺν οἴνῳ, ἄρου [2] ῥίζα ἑφθὴ ἐσθιομένη, ἡδύοσμον ὁμοίως· κάρδαμον καὶ τὸ σπέρμα πινόμενον, κορίου σπέρμα ὀλίγον μετὰ ὕδατος ‑ πλεῖον δὲ ποθὲν κάρον ποιεῖ ‑ , κόστος σὺν οἴνῳ ἢ οἰνομέλιτι, κρόκος ὁμοίως, λινόσπερμον μετὰ οἰνομέλιτος καὶ πεπέρεως ἀντὶ κοπτῆς λαμβανόμενον, μαράθου δάκρυον, πράσου καρπὸς ἐσθιόμενος καὶ χυλὸς πινόμενος, σατυρίου Ἐρυθραικοῦ τὸ σπέρμα ‑ ἔστι δὲ ὅμοιον τῷ ἐν τοῖς ἀπίοις ‹ἢ› μήλοις, στιλβότερον δὲ καὶ γλίσχρον διαμασηθέν ‑ , σκίγκος ποθεὶς Ἰνδικός ‑ ἀποπαύει δὲ τὰς ἐντάσεις φακοῦ ἀφέψημα ἐπιποθέν ‑ , σταφυλίνου ἀγρίου σπέρμα, τερεβίνθου καρπὸς ἐσθιόμενος.
[102]
[1] ἀμβλύνει δὲ τὰς πρὸς συνουσίαν ὁρμὰς ἀνδράχνη ἐσθιομένη, [καὶ] πήγανον ἄγριον καὶ ἥμερον ἐσθιόμενον, θρίδακος ἀγρίας σπέρμα καὶ ἡμέρου πινόμενον, δρακοντίου ῥίζα ἐν οἴνῳ ποθεῖσα ξηρὰ καὶ ‹τὰς› ἐντάσεις παύει, στρόβιλοι μετὰ σικύου σπέρματος καὶ ἀνδράχνης χυλοῦ, σῦκα ἐσθιόμενα.
[103] πρὸς δὲ τοὺς γόνον προιεμένους ἀπροαιρέτως ὠφελίμως δίδονται ἴριδος β΄ μετ' οἴνου. καταπλασθὲν δὲ πραύνει κώνειον κατὰ τοῦ καυλοῦ καὶ τῶν διδύμων καὶ ἐφηβαίου ἐπιτιθέμενον, νυμφαίας ῥίζα μετὰ ἀλφίτου διδομένη ἐσθίεσθαι ὡς μᾶζα ὀξυβάφου πλῆθος ἢ πινομένη καθ' ἑαυτήν, ἀνήθου σπέρμα πινόμενον· ἐκλύουσι δὲ γονὴν κισσοῦ κόρυμβοι μέλανες πινόμενοι.
[104] πρὸς δὲ τοὺς ὀνειρώττοντας συνεχῶς ἁρμόζει πρὸς ἐπίσχεσιν ταῦτα καταπλαττόμενα· κωνείου σπέρμα κατὰ τῶν διδύμων καταπλαττόμενον· ἐὰν γὰρ κατὰ τοῦ αἰδοίου τις καταπλάσῃ, παραλυθήσεται· νυμφαίας ῥίζῃ κατάπλασσε καὶ τὰ αἰδοῖα, κορίου χυλῷ καὶ στρύχνου κατάχριε ‹τοὺς› διδύμους καὶ νίτρῳ καὶ ῥάμνου χυλῷ ‹καὶ› ἀνδράχνης πιέσματι· καὶ αὐτὴ δὲ καταπλάσσεται καθ' ἑαυτὴν καὶ ‹μετὰ› ἀλφίτου, ἢ ἄγνου φύλλα σὺν ἀλφίτῳ, ἢ κύμινον λεῖον μετὰ Κιμωλίας φυραθέν.
[105] ποθέντα δὲ ὠφελεῖ τοὺς ὀνειρώττοντας νυμφαίας ῥίζης ἀπόζεμα πρὸ τοῦ σιτίου λαμβανόμενον, ‹καὶ› τῇ τροφῇ δὲ μειγνυμένη ἡ ῥίζα ξηρὰ καὶ τὸ σπέρμα ὁμοίως, καλαμίνθης ἀπόζεμα πινόμενον· ἰᾶται ὀνειρωγμοὺς θρίδακος σπέρμα καὶ ἀνδράχνης σὺν ὕδατι πινόμενα.
[106] τοὺς δὲ ἐνουροῦντας ἰᾶσθαι δεῖ ἐπιπλήξει καὶ [ἐν] τῷ δι' ἡμέρας ἐθισμῷ τῆς οὐρήσεως καὶ μεταξὺ κατέχειν, κύστιν τε αἰγείαν ἢ προβατείαν κεκαυμένην ποτίζειν σὺν ὀξυκράτῳ, ἢ ὠπτημένην σὺν τῷ οὔρῳ ἐπὶ θερμοσποδιᾷ διδόναι φαγεῖν, ἑσπέρας τε διψᾶν ἀναγκάζειν· ποιεῖ δὲ καὶ λαγωοῦ ἐγκέφαλος ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου καὶ κόμμεως τοῦ αὐτοῦ καταπινόμενος ἢ συμφυραθεὶς ἀλφίτῳ καὶ ἐσθιόμενος· καπρείας ὁπλῆς λείας κοχλιάριον μετὰ μελικράτου ἢ καστορίου ἢ ἄγνου, πηγάνου τὸ αὐτό.
[107] νεφριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ α΄ μετ' οἴνου κυ΄ α΄, ἀγχούσης ῥίζης α΄ ὁμοίως, ἁλκυονίου μετὰ ὕδατος, ἀμώμου α΄ μετ' οἴνου, ἀμύγδαλα πικρὰ σὺν ὕδατι ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, ἀναγαλλίδος ἢ πολυγόνου χυλὸς σὺν οἴνῳ, σταφίδες ἐσθιόμεναι χωρὶς τῶν γιγάρτων, βουνίου φύλλων καὶ τῆς ῥίζης ὁ χυλὸς ἐπὶ ἡμέρας ιβ΄ [2] πινόμενος μετὰ γλυκέος· ἢ γάλα ἢ γλυκυσίδης ἀφέψημα, γλυκυρρίζης χυλός, ἐλάτης μυρεψικῆς τὸ ἀφέψημα, σὰρξ ἐχίνου χερσαίου ἐσκελετευμένη σὺν οἴνῳ, σμυρνίου σπέρμα σὺν γλυκεῖ, κασσία σὺν οἴνῳ, καρδαμώμου α΄ σὺν γλυκεῖ, κάλαμος ἀρωματίτης ὁμοίως, κινάμωμον ὁμοίως· κέστρου φύλλων α΄ σὺν γλυκεῖ, ἀρκεύθου ἀφέψημα ὁμοίως, μήου ἀπόβρεγμα ὁμοίως, [3] μίλτου Λημνίας δ΄ ὁμοίως· οὖρον ὄνου ποθὲν ἱστορεῖται ἰᾶσθαι· σάκχαρον σὺν ὕδατι, σκάνδικος ἀφέψημα, σταφυλίνου ἀγρίου σπέρμα, στρόβιλοι ἐσθιόμενοι, συμφύτου πετραίου ἀπόζεμα ἐν μελικράτῳ, σῦκα ξηρὰ ἐσθιόμενα, χαμαιπίτυος ἀπόζεμα ἐν μελικράτῳ. κἂν ἕλκος δέ τις ἔχῃ ἐν τῷ καυλῷ καὶ ἐπιδάκνηται, ἐνεργῶς βοηθεῖ τραγακάνθης β΄ βεβρεγμένης ἐν ὕδατι νήστεσιν ἐκλεικτόν.
[108]
[1] ἐὰν δὲ καὶ αἷμα οὐρῇ, ‹στυπτηρίας› σχιστῆς α΄, τραγακάνθης β΄ κόψας ἀναλάμβανε τροχίσκους ἀνὰ , ἕνα διδοὺς ἐν γλυκεῖ. τὰς δὲ ἐκ νεφρῶν αἱμορραγίας ἴστησιν στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων πινόμενος.
[109] ἀλγήματα δὲ κύστεως ἰᾶται λινόσπερμον ὠμόν, σήσαμον, ὅρμινον, ἑκάστου κυ΄ α΄ κατ' ἰδίαν σὺν γλυκεῖ πινόμενος· ὀξυσχοίνου σπέρμα ἢ βολβῶν πυρρῶν σπέρμα ὁμοίως, λωτοῦ σπέρμα ὁμοίως ἐν οἴνῳ, μήκωνος μελαίνης ἢ λευκῆς σπέρματος α΄ πινομένη μεθ' ὑδρομέλιτος, κυπαρίσσου φύλλων α΄ σὺν ὕδατι θερμῷ πινομένη ἢ μελικράτῳ, Κυδωνίων ἄνθους ἢ ἑλίκων ἀμπέλου ἢ ἀνδράχνης ἀφέψημα πινόμενον, ἢ Γεντιανῆς χυλὸς σὺν ὕδατι.
[110] καταπλάσσεται δὲ ὠφελίμως ἐπὶ ἀλγούσης κύστεως νυμφαίας ῥίζα καὶ σπέρμα, πολύγονον, πετροσέλινον, χαμαίπιτυς σὺν οἴνῳ καὶ στέατι ὑείῳ ἡψημένα· κρίθινον ‹ἄλευρον›, γῦρις, τῆλις, λινόσπερμον, φοίνικες, μῆλα Κυδώνια ἑφθά, κωδύαι μήκωνος ἑφθαὶ καὶ ὑοσκυάμου ἀλεύρῳ μιγεῖσαι.
[111] πρὸς δὲ τὰς ἑλκώσεις τῆς κύστεως ποιεῖ μὲν καὶ τὰ ἐπὶ νεφριτικῶν ἀναγεγραμμένα ποτά, ἁρμόζει δὲ καὶ ταῦτα· ἀγρώστεως τῆς ἐν Παρνασσῷ φυομένης ἡ ῥίζα καὶ τῆς ἄλλης δὲ ἀφεψηθεῖσα ἐν ὕδατι πινομένη, ἀνδράχνης χυλὸς ἐν γλυκεῖ, γάλα γλυκύ, ἐλάτης μυρεψικῆς ἀπόζεμα, κυπαρίσσου φύλλα λεῖα μετὰ σμύρνης ποθέντα.
[112] ἰᾶται δὲ κύστιν ῥευματιζομένην μολόχη ἐσθιομένη ἢ μύρτα ἐσθιόμενα. ἐπιδακνομένην δὲ κύστιν ὠφελεῖ σάκχαρον πινόμενον, σκάνδικος ἀφέψημα πινόμενον, καὶ τῆς λεγομένης φαλήρεως βοτάνης κοπείσης καὶ θλιβείσης ὁ χυλὸς σὺν οἴνῳ ‑ γεννᾶται δὲ ἐν τοῖς σίτοις ‑ · συμφύτου ἀφέψημα, κνῆκος χυλισθεῖσα, ἀμύγδαλα πικρά, στροβίλια πεφωγμένα, κόμμι κοκκυμήλων, τραγάκανθα ἐν γλυκεῖ μετὰ κέρατος ἐλαφείου κεκαυμένου μιγείσης αὐτῇ ‹στυπτηρίας› σχιστῆς ὀλίγης.
[113] δυσουρίαις δὲ βοηθεῖ πινόμενα· ἀσπαράγου ἀγρίου ῥίζης ἀπόζεμα καὶ τὸ σπέρμα σὺν οἴνῳ, πάναξ σὺν μελικράτῳ ποιεῖ καὶ πρὸς ψωριῶσαν κύστιν, πολυγόνου χυλός, σαμψούχου ἀπόζεμα, σέσελι, σικύου ἡμέρου σπέρμα καθαρὸν σὺν γάλακτι ἢ γλυκεῖ καὶ πικροῖς ἀμυγδάλοις, ἢ αὐτὰ τὰ ἀμύγδαλα ἐν γλυκεῖ, σκορδίου χύλισμα ἐν οἴνῳ, σταφυλίνου ἀγρίου σπέρμα, φιλεταιρίου ῥίζης α΄ ἐν κράματι, φοῦ ἀπόζεμα, [2] χαμαιπίτυος ὁμοίως· χαμαιλέοντος λευκοῦ α΄ ἢ β΄ μετ' ὀριγάνου ἀποζέματος ἢ οἴνου, ψευδοβουνίου κλωνία δ΄ μεθ' ὕδατος, ὠκίμου σπέρμα, ἁβροτόνου ὁμοίως ἀποζεσθὲν ἐν ὕδατι, ἄχρις οὗ τὸ τρίτον λειφθῇ· ἀγαρικοῦ α΄ μετ' οἴνου, γλυκυρρίζης ἀπόζεμα πινόμενον, ὀξυμυρσίνης ‹τῆς καὶ μυρσίνης› ἀγρίας ῥίζα ἀπεζεσμένη, δαμασωνίου ῥίζης α΄ σὺν οἴνῳ, [3] στρόβιλοι καθαροὶ μετὰ σικύου σπέρματος καὶ γλυκέος· ἀνθυλλίου γ΄ σὺν οἴνῳ, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη ὁμοίως, ἀσπαλάθου ἀπόζεμα ὁμοίως· ἀψίνθιον ἀποζεσθὲν σὺν σελίνου ῥίζῃ ἴσῃ ‹ἢ› σχοῖνος ἢ νάρδος ἢ μάραθον ἐν ὕδατι· βακχάριδος ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθέντα μετὰ μελικράτου, ἑλιχρύσου ἄνθος σὺν τοῖς φύλλοις ἐν οἴνῳ, ἑρπύλλου ἀπόζεμα ὁμοίως· σμυρνίου ῥίζα πινομένη ἐν οἴνῳ, ἠρύγγης ῥίζα μετὰ σταφυλίνου σπέρματος καὶ οἴνου, ἱπποσελίνου [4] ῥίζα καὶ σπέρμα ὁμοίως· καρδάμωμον μετ' οἴνου ἢ ὕδατος, κάλαμος ἀρωματίτης μετὰ ἀγρώστεως ῥίζης ἢ σελίνου σπέρματος ἑψηθεὶς ἐν ὕδατι, κεδρίδες πινόμεναι μετὰ πεπέρεως καὶ οἴνου, κινάμωμον σὺν οἴνῳ, κουραλλίου α΄, κλινοποδίου ἀπόζεμα ἐν ὕδατι, κυπαρίσσου τῶν φύλλων ὁ χυλὸς πινόμενος σὺν οἴνῳ, λεύκης τοῦ δένδρου ὁ φλοιὸς σὺν οἴνῳ, ἐξωνύχου [5] τοῦ καὶ λιθοσπέρμου καρπὸς πινόμενος ὁμοίως· αἱματίτης λίθος ἐν οἴνῳ, μαράθου ἀφέψημα σὺν ὕδατι, μυριόφυλλον πινόμενον ὁμοίως, πτελέας ῥίζα σὺν γλυκεῖ, ὀνοβρυχὶς ἐν οἴνῳ, οἰνάνθης ‹ἡ› πόα καὶ ἡ ῥίζα, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις λεῖοι πινόμενοι, ὄρνιθος ἀπόπατος σὺν οἴνῳ. εἰς δὲ τὸν οὐρητικὸν πόρον ὑποτίθενται πρὸς ἐξουρισμὸν κόρεις ‹οἱ› ἀπὸ κλίνης λεῖοι.
[114]
[1] καταπλάσσεται δὲ πρὸς δυσουρίαν ὀρόβινον σὺν ὄξει καὶ ἐπιδεῖται· ὁμοίως δὲ οὖρα ἄγει μῆον λεῖον καταπλασθὲν κατὰ τοῦ ἐφηβαίου.
[115] ὑποθυμιώμενα δὲ οὖρα ἄγει βδέλλιον, Ἀρτεμισία, ἀκρίδες, τρίχες ἐλάφου· περιεστολισμένος δὲ ἔστω κύκλῳ, ἵνα ἀδιάπνευστος ᾖ· περίχριε καὶ τὸν δακτύλιον ἀμαρακίνῳ μύρῳ.
[116] εἰς ἐγκαθίσματα δὲ ἀποζέννυται ἐπὶ τῶν περὶ τὴν κύστιν διαθέσεων ἀνθεμίς, δάφνη, κάλαμος ἀρωματίτης, κυπαρίσσου φύλλα.
[117] λίθους δὲ τοὺς ἐν κύστει θρύπτει πινόμενα σὺν οἴνῳ· ἀδίαντον, φιλεταιρίου ῥίζης β΄, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἐν γλυκεῖ ἀποβρεχομένη καὶ ὁ καρπὸς σὺν οἴνῳ, ἱππομαράθου σπέρμα καὶ ἡ ῥίζα, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, ἁλκυονίου Μιλησίου σὺν ὕδατι, ἀμύγδαλα πικρὰ σὺν γλυκεῖ καὶ τὸ ἔλαιον αὐτῶν, ἀνθεμίδος τῆς πορφυρανθοῦς τὸ ἄνθος καὶ ἡ ῥίζα, λευκανθέμου ἀπόζεμα, ὀνωνίδος ῥίζα σὺν οἰνομέλιτι, βδελλίου α΄ σὺν οἴνῳ, τριβόλου χλωροῦ καρποῦ χυλός· φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαϊστὶ ὀσσίφραγον καλοῦσιν, ἡ κοιλία ξηρὰ κατ' ὀλίγον πινομένη· γλυκυσίδης ῥῶγες πυρραὶ ἐσθιόμεναι καὶ πινόμεναι.
[118] ἐπὶ δὲ παιδίων λιθιώντων καὶ πρὸς ψωριώσας κύστεις ἁρμόζει δάφνης ῥίζης τοῦ φλοιοῦ α΄ μετ' οἴνου εὐώδους, κοτυληδόνος ῥίζα καὶ ἡ πόα ἐσθιομένη, καρδαμώμου α΄ μετὰ δάφνης ῥίζης τοῦ φλοιοῦ α΄ σὺν οἴνῳ, κόμμι τὸ ἐξ ἀμυγδαλῆς πικρᾶς ἢ ἀμπέλου ἢ κοκκυμήλων μετὰ γλυκέος, ‹ὀξαλίδος› [2] ῥίζα ἑφθὴ ἐν οἴνῳ, ἐξωνύχου καρπὸς λεῖος· λίθοι οἱ ἀπὸ τῶν σπόγγων λεῖοι μετ' οἴνου, οὖρον ταύρου πινόμενον, παρθενίου τῆς λευκανθέμου καλουμένης ἡ πόα, παλιούρου σπέρμα, ἄμωμον ἐσθιόμενον ‑ τοῦτο δὲ καὶ τὰ λιθογόνα ὕδατα καθαίρει συνεψόμενον ‑ , σισυμβρίου ἀπόζεμα, στρουθίου ῥίζα σὺν πάνακι καὶ καππάρεως ῥίζῃ καὶ ἐξουρεῖν ‹τὸν λίθον› ποιεῖ, πολίου ἀπόζεμα, λίθος Ἰουδαικὸς τριβόμενος σὺν ὕδατι καὶ πινόμενος· [3] σκολοπένδριος βοτάνη ‑ ἔστιν δὲ καὶ διουρητικός ‑ , σχοίνου ἄνθος πινόμενον καθ' ἡμέραν, μυσκέλεδρα μετὰ ἐλαχίστου κρόκου καὶ σμύρνης ποτιζόμενα σὺν ὕδατι ἢ μετὰ λιβανωτοῦ ὀλίγου καὶ οἰνομέλιτος, πόλιον λεῖον ἐπιπασσόμενον ἢ τὸ ἀφέψημα αὐτοῦ, ἢ λίθος τῶν ἐξουρηθέντων ὑπὸ αὐτῶν τριβεὶς καὶ ποθεὶς ἐν οἴνῳ.
[119]
[1] οὐρητικὰ δέ ἐστι καὶ τὰ παραδιδόμενα μὲν πρὸς δυσουρίας καὶ λιθιῶντας, καὶ ταῦτα δὲ πινόμενα σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, καὶ ἐφ' ὧν οὖρα κινῆσαι βουλόμεθα ὡς ἐπὶ ὑδρωπικῶν καὶ ἰκτερικῶν· ἀκάνθης λευκῆς ῥίζης α΄, ἀκάνθου τοῦ καὶ παιδέρωτος καλουμένου ῥίζα ὁμοίως, ἀκόρου ῥίζα, τριφύλλου καρπὸς καὶ ὁ χυλὸς αὐτῆς καὶ τὸ ἀπόζεμα, [2] ἀρκτίου ῥίζα καὶ τὸ ἀφέψημα αὐτῆς· [σαρκίους καὶ προσωπίας ἢ φιλάνθρωπος ἢ σκορδονίου ὃν Ῥωμαῖοι πίσων] ἀκακίας τὸ σπέρμα ἄριστα ποιεῖ λιθιῶσιν μετὰ πεπέρεως καὶ οἰνομέλιτος [Ἀρεταῖος ἐν τοῖς νεφριτικοῖς ἔγραψεν], ἢ νάρδου Συριακῆς ῥίζα [τριφύλλου καρπός], δαύκου ῥίζα καὶ τὸ σπέρμα, λιβανωτίδος καρπός, τραγορίγανον καὶ ‹ὁ› χυλὸς ὀριγάνου καὶ πετροσελίνου, ἶρις, σελίνου καρπός, κρῆθμον, πηγάνου ἀγρίου σπέρμα, κνίδης σπέρμα, ἀλθαίας τῆς ῥίζης ἀφέψημα, βρυωνίας ῥίζης λευκῆς ἢ μελαίνης α΄, καὶ ὁ ἀσπάραγος ‹αὐτῆς› ἐσθιόμενος· [3] ἀμπελόπρασα ἐσθιόμενα, ἄνησσον πινόμενον, ἄνηθον, ἄρου ῥίζα ξηρὰ ἐν οἰνομέλιτι καὶ ἑφθὴ ἐσθιομένη, καὶ δρακοντίου ὁμοίως· ἀρκευθίδων ἀφέψημα καὶ αὐταὶ ‹δὲ› λεῖαι πινόμεναι σὺν οἴνῳ, ἀσφοδέλου ῥίζης α΄ σὺν οἴνῳ, ἄσαρον ὁμοίως, ἀστραγάλου ῥίζα, βαλσάμου καρποῦ α΄ μετὰ γλυκέος, τριχομανές, ὑακίνθου ῥίζα, ὑπερικόν, χαμαιδάφνη ‹καὶ δάφνη› Ἀλεξανδρίνη, γιγγίδιον, δίκταμνον, βάλανοι δρύιναι ἐσθιόμεναι καὶ τὸ ἀφέψημα αὐτῶν, Ἑλενίου ἀφέψημα, ἐλελισφάκου ἀφέψημα· [4] ἐρέβινθοι ἐσθιόμενοι καὶ τὸ ἀφέψημα αὐτῶν, ἐρυθρόδανον, ἐχῖνος θαλάσσιος, θέρμου ῥίζης ἀπόζεμα, θρίδαξ ἑφθὴ ὡς λάχανον ἐσθιομένη, [ἢ] θύμος ἢ θύμβρα, ἱππουρίδος φύλλα καὶ ἡ ῥίζα, ἰτέας ὀπός, καπνὸς ὁ ἐν ταῖς κριθαῖς βρωθεὶς χολὴν δι' οὔρων ἄγει· καλαμίνθης ἀπόζεμα, κάχρυ, κισσὸς αἷμα ἄγει· κόστος, κρόκος καὶ ἡ ῥίζα μετ' οἴνου γλυκέος, κρόμυα ἑφθά, λιγυστικοῦ ῥίζα καὶ ὁ καρπός, λίθοι οἱ ἐκ σπόγγων, [5] μαλαβάθρου φύλλα, μελάνθιον, ξιφιδίου ῥίζα ἡ ἄνω· κόρεως καρπὸς σὺν οἴνῳ, ὁλοσχοίνου καρπός, ὀνοβρυχίς, ὀρίγανον, οὖρον λυγγὸς λεῖον ἐν ὕδατι, αἰγὸς οὖρον ὁμοίως μετὰ νάρδου στάχυος, περικλυμένου φύλλα, πέπερι, πήγανον, πίτυος φλοιός, πόλιον, πράσιον, πράσον ἑφθόν, ῥάφανος καὶ τὸ σπέρμα, ῥητίνη πᾶσα, μάλιστα δὲ σχινίνη· σέλινον ὠμόν τε καὶ ἑφθὸν καὶ τὸ σπέρμα αὐτοῦ, σιδηρῖτις ἡ καὶ Ἡρακλεία, σίνων, ἄσαρον, σκίλλης ὀπτῆς α΄ σὺν ὀξυμέλιτι, σόγχου ῥίζα καὶ ὁ καρπός, στρουθίου ῥίζα· ἰσχυρῶς οὐρητικοί εἰσιν στρόβιλοι ἐσθιόμενοι.
[120]
[1] λυσσοδήκτους δὲ ὠφελεῖ τὸ αἷμα τοῦ λυσσῶντος κυνὸς ποθὲν καὶ τὸ ἧπαρ αὐτοῦ ὀπτηθὲν καὶ βρωθέν, καρκίνων ποταμίων ὀφθαλμοὶ φωχθέντες καὶ μετὰ ὕδατος ποθέντες κυ΄ α΄, ἢ καὶ ὅλων καέντων τῆς τέφρας α΄ ἢ δ΄· Γεντιανῆς α΄ καὶ ἀμπέλου λευκῆς τῆς τέφρας β΄ σὺν οἴνῳ λευκῷ ἐπὶ ἡμέρας γ΄ πινόμενα, καὶ ὁ κυνόδους δὲ τοῦ δακόντος [2] κυνὸς ἐνδεθεὶς εἰς κυστίδα καὶ περιαφθεὶς βραχίονι· ὠφελεῖ καὶ λύκιον ποθέν, ἢ ἀριστολοχείας καὶ Γεντιανῆς καὶ δαφνίδων καὶ σμύρνης, ἴσον ἑκάστου ἀναλαβὼν δίδου πιεῖν ἢ καὶ ἐπὶ τὸ δῆγμα ἐπιτίθει· βάτραχοι σκευασθέντες καὶ ἐσθιόμενοι, πυτία κυνὸς ἐν ἑψήματι. καταπλάσσειν δὲ δεῖ ἐπὶ τῶν λυσσοδήκτων τὰ τραύματα τοῖς δυναμένοις τηρεῖν ἐφ' ἱκανὸν ‹φλεγμαίνοντα› τὰ ἕλκη καὶ μὴ ἐᾶν ταχέως ἐπουλοῦσθαι· βέλτιον δὲ εἰ καὶ ἐπὶ παντὶ εἰς αὐτὰ τὰ κυνόδηκτα παραλαμβανόμενον σκόροδον [3] καθ' ἑαυτὸ ἢ καὶ σὺν μέλιτι· κνίδης φύλλα σὺν ἁλσὶν ἢ μέλιτι, κρόμυον μεθ' ἁλὸς ἢ πηγάνου, σίλφιον μεθ' ἁλὸς ἐπιπαττόμενον λεῖον, ἢ ὀπὸς σιλφίου καταπλαττόμενος· τάριχος πᾶν, τέφρα κληματίνη σὺν ἐλαίῳ, ἢ σκόρδιον, ἀκτῆς φύλλα σὺν ἁλσίν, ἀμύγδαλα πικρὰ σὺν μέλιτι, βαλλωτῆς φύλλα ἢ ἀρνογλώσσου [4] σὺν ἁλσίν, ἡδύοσμον ὁμοίως· κάρυα βασιλικὰ σὺν κρομύῳ καὶ ἁλσὶν καὶ μέλιτι, μελισσόφυλλον μεθ' ἁλῶν, μυάκων σάρξ, νίτρον σὺν ὑείῳ στέατι, ὀρόβινον μετὰ μέλιτος, οὖρον ἀνθρώπειον καταντλούμενον, πήγανον σὺν ὄξει, πυροὶ ὠμοὶ μασηθέντες καὶ ἐπιτεθέντες, σικύου ἡμέρου φύλλα σὺν οἴνῳ, ὀπὸς συκῆς ἐπισταζόμενος ἢ συκῆς φύλλα ἢ κράδαι ἁπαλαὶ σὺν μέλιτι· [τέφρα κληματίνη σὺν ἐλαίῳ] τέφρα συκίνη σὺν κηρωτῇ, ὑὸς ἄφοδος σὺν ὄξει ἑψηθεῖσα, καὶ τὸ Περσικὸν μῆλον μασηθὲν καὶ ἐπιτεθέν.
[121]
[1] ποτὰ δὲ κοινὰ πρὸς ἑρπετὰ δίδοται· πέπερι σὺν ὄξει καὶ μηκωνίῳ, πηγάνου ἀγρίου σπέρμα, πλατάνου σφαιρία ὁμοίως, πολεμωνίου τοῦ καὶ φιλεταιρίου δ΄ σὺν οἴνῳ, πυρῖτις ‹ἢ› πύρεθρον, πυτία νεβροῦ καὶ λαγωοῦ, σαγαπηνοῦ α΄, σελίνου σπέρμα σὺν σκορδίου β΄, τοῦ δὲ χυλίσματος α΄, σπαργανίου ῥίζα καὶ ὁ καρπός, συκαμίνου ὀπός, [τεύκριον] τευκρίου ῥίζης χυλός· ταῦτα σὺν οἴνῳ λαμβανόμενα· πυρῖτις κἂν ὑποζύγιον δηχθῇ, ἐγχυθεῖσα διὰ στόματος σὺν οἴνῳ ὑγιάζει.
[122] πρὸς δὲ τὰ τῶν ἔχεων δήγματα ποτὰ σὺν οἴνῳ λαμβανόμενα καὶ ἐν τροφῆς μέρει ἀνυτικώτατον βοήθημα ἐπ' αὐτῶν ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, ὥστε ἂν ὑπομένῃ τις πλείονα βρῶσιν καὶ πόσιν μὴ χρῄζειν ἄλλου βοηθήματος. ποιεῖ καὶ χελώνης θαλασσίας αἷμα ξηρὸν σὺν κυμίνῳ ἀγρίῳ, πυτία λαγωοῦ, αἰδοίου ἐλάφου ἄρρενος α΄ ξηροῦ, ἀκάνθης λευκῆς ‹σπέρμα›, συκῆς φύλλα, ἀκόρου ῥίζα, φι‹λεταιρίου φύλλα› [2] καὶ ἡ ῥίζα· ἔχιον, χαμαίδρωψ, νάρδου Συριακῆς ῥίζα, ἀριστολοχείας μακρᾶς ῥίζα, σμύρνιον, ἀπαρίνης χυλός, λιβανωτίδος ῥίζα, πηγάνου ἀγρίου ῥίζα, βρυωνίας λευκῆς ἢ μελαίνης ῥίζα· ἀμπελόπρασον ἐσθιόμενον, ἀγαρικοῦ α΄, ἀναγαλλίδος χυλός, ἄνησσον, περιστερεῶνος ῥίζα, ἀσπαράγου ἀφέψημα ἢ ‹τὸ› [3] σπέρμα, ἀρκευθίδες· ἀσφοδέλου ῥίζης γ΄, Ἀσκληπιάδος ῥίζα, ἀστέρος Ἀττικοῦ τὸ ἄνθος, ἀτρακτυλίδος ἄνθη καὶ τὰ φύλλα ὅσον δραχμὴ μία μετὰ πεπέρεως, πιστάκια λεῖα πινόμενα· βάτραχοι ζωμευθέντες καὶ ἐσθιόμενοι, βαλσάμου ὀποῦ ἢ καρποῦ α΄, ἢ βδελλίου α΄, ἢ γαλῆν σκελετεύσας καὶ ξηράνας δίδου β΄· γεντιανῆς ῥίζης β΄ μετὰ πεπέρεως καὶ πηγάνου, [4] τοῦ δὲ χυλοῦ α΄· γῆς Σαμίας τοῦ ἀστέρος β΄, δαύκου σπέρματος β΄, ἐγκέφαλοι ἀλεκτορίδων πινόμενοι, βάλανοι δρύιναι ἐσθιόμεναι, ἴριδος β΄, Ἑλενίου ἀπόζεμα, ἐλαφοβόσκου ῥίζα καὶ σπέρμα· ἑλιχρύσου ἀπόζεμα. ἑρπύλλου ἀπόζεμα· ἐρυθροδάνου φύλλα καὶ καυλοί, ἐχίου ῥίζα καὶ φύλλα καὶ καυλὸς καὶ σπέρμα, τριφύλλου σπέρματος α΄ καὶ τῶν φύλλων ὁμοίως· [5] τραγορίγανος, ἧπαρ κάπρου λεῖον ἐν οἴνῳ, ἠρύγγης ῥίζης α΄ μετὰ σταφυλίνου σπέρματος, ἱππομαράθου ῥίζα καὶ σπέρμα, ἄμωμον [καὶ], κασσία, καρδάμωμον· καρκίνοι ποτάμιοι λεῖοι σὺν γάλακτι διεθέντες ‑ ἧττον δὲ οἱ θαλάσσιοι ‑ , κέστρου φύλλων β΄, κινάμωμον, κλινοποδίου ἀπόζεμα, κόστου β΄ μετὰ πεπέρεως ὀβολῶν β΄, ὀρίγανος Ἡρακλεωτικὴ καὶ τὸ ἀπόζεμα αὐτῆς, κράμβης χυλός, κυκλαμίνου ῥίζα, κυπαρίσσου σφαιρία· [6] κύμινον καὶ ‹μάλιστα› τὸ ἄγριον, λαγωοῦ πυτία καὶ νεβροῦ, λεοντοπετάλου ῥίζα, μυρίκης ἀπόζεμα, μαράθου σπέρμα, μυρρίδος ῥίζα, αἱματίτης λίθος σὺν οἴνῳ· ἀριστολοχείας ῥίζης, σμύρνης, δαφνίδων, Γεντιανῆς, ἴσον ἑκάστου μέλιτι ἀναλημφθὲν πίνεται καὶ ἐπὶ τὴν πληγὴν ἐπιτίθεται, μελίας φύλλα σὺν οἴνῳ ἢ ὁ χυλὸς αὐτῶν· κἂν ἤδη ἀποθνῄσκῃ, οὖρον τὸ ἴδιον ποθὲν καὶ ἐπιτεθὲν μεγάλως ὠφελεῖ· ἢ ἄγχουσα, πλατάνου καρπός, κάρδαμον, κυπάρισσος, πίτυος φλοιὸς σὺν οἴνῳ, ἡλιοτρόπιον. κεράσταις δὲ ἰδίως ἁρμόζει ἄμεως β΄ μετὰ σμύρνης καὶ οἴνου.
[123]
[1] καταπλάσσεται δὲ πρὸς ἔχεις τριφύλλου φύλλα, μελίας φύλλα, πήγανον, καλαμίνθης φύλλα, λινόσπερμον σὺν ἁλσὶν ἢ ὀριγάνῳ καὶ μέλιτι, ἀλεκτορίδες ἀνασχισθεῖσαι ζῶσαι καὶ ἐπιτεθεῖσαι θερμαί, ἀλλάσσειν δὲ δεῖ συνεχῶς· ἀπόπατος αἰγὸς ἑψηθεῖσα ἐν ὄξει, ἀριστολοχείας μακρᾶς ῥίζα μεθ' [2] ὕδατος· ἀσφοδέλου ῥίζα, ἄνθη, φύλλα σὺν οἴνῳ· κεδρία ἢ πίσσα ὑγρὰ σὺν ἁλσὶν ‹ποιεῖ› καὶ πρὸς κεράστας· δάφνης φύλλα σὺν ἐλαίῳ ἑψηθέντα, ἐρείκης φύλλα σὺν οἴνῳ, ἐχίου φύλλα ὁμοίως· τρὺξ οἴνου μετὰ ἀλφίτου καὶ ὄξους, κρόμυα ὁμοίως, ὀρόβινον ‹ἄλευρον› σὺν οἴνῳ, πηγάνου φύλλα μεθ' ἁλὸς καὶ μέλιτος, πίτυρα ἐν ὄξει ἑψηθέντα, πράσον καρτόν, ῥαφάνου φλοιὸς σὺν [3] μέλιτι, σάμψουχον σὺν ἁλσὶν καὶ ὄξει· σκίλλα ἑψηθεῖσα ἐν ὄξει, σκόροδα ἐν ὄξει, τέφρα πᾶσα ἐν ὄξει καὶ μάλιστα ‹ἡ› ἀπὸ συκομόρων ἢ μελίας. καταντλεῖται δὲ ἐπὶ τῶν ἰοβόλων τριφύλλου ἀπόζεμα, ἐπὶ δὲ τῆς πληγῆς ἰδίως βούτυρον ἐπιτιθέμενον, ἁβρότονον λεῖον μετ' οἴνου, ἄγνου φύλλα, ἀδίαντον ‑ ἑλκοῖ δὲ τὴν ἐπιφάνειαν, ἐὰν ἐπὶ πολὺ ἐάσῃς ‑ , ἠρύγγης φύλλα· πινέτωσαν δὲ ἐν ὀξυμέλιτι.
[124]
[1] πρὸς δὲ αἱμορροίδος καὶ πρηστῆρος δήγματα ὠφελεῖ ἀνδράχνη καταπλασσομένη, ἀρνόγλωσσον, περιστερεῶνος φύλλα, αὐτοῦ τοῦ θηρίου καεῖσα ἡ κεφαλὴ καὶ ἐπιτεθεῖσα, ὕσσωπον, ἄσβεστος, σκόροδον λευκόν, πράσον, πήγανον, κνίδη, κάρδαμον καὶ ‹τὸ› σπέρμα, σκόροδον λεῖον σὺν οἴνῳ ποθέν, ἀσταφίδες ἐσθιόμεναι, νεοσσοὶ ὠμοὶ ἐσθιόμενοι σὺν οἴνῳ. ἐπὶ δὲ πρηστῆρος ‹ἰδίως› ὠμοτάριχος θύννος πολὺς ἐσθιόμενος· δεῖ δὲ οἶνον πολὺν ἐπιπίνοντας ἐμεῖν.
[125] ἐπὶ δὲ ἀσπίδος ἢ πτυάδος κόρεις ζ΄ ἢ η΄ καταποθέντες ὠφελοῦσιν, ὄξος πινόμενον, συνεχὴς διέγερσις, πληγαί, κίνησις ὅλου τοῦ σώματος. καταντλεῖται δὲ ὠφελίμως θαλάσσῃ θερμῇ.
[126] ‹πρὸς δὲ πληγὰς› σκορπίων καὶ φαλαγγίων καὶ σφηκῶν καὶ μελισσῶν ποτὰ σὺν οἴνῳ λαμβανόμενα· ἁβρότονον, ἀγαρικοῦ α΄, ἀγηράτου σπέρμα, ἀδίαντον, ἀείζωον· σκορπιοειδὲς ἰδίως ‹ποιεῖ› πρὸς σκορπίου πληγήν, ἕρπυλλος, ἀλθαίας ῥίζης α΄, λυχνίδος σπέρμα. ἰδίως δὲ πρὸς φαλάγγια [συκαμίνου ῥίζης ὀπὸν δὸς πιεῖν ἢ σταφίδας] ὀξαλίδος καρπὸς καὶ ἡ [2] ῥίζα, ὀνογύρου δ΄, ἄμεως β΄· ἐξόχως ‹δὲ› ποιεῖ ἀσφοδέλου καρπὸς καὶ τὸ ἄνθος ποθέν, ὑακίνθου ῥίζα, χαμαίδρυος ἀπόζεμα καὶ ὁ χυλός, γλήχων, ἴριδος β΄, θρίδακος ἀγρίας σπέρμα, ὑπερικόν, κονία συκίνη, κισσοῦ ῥίζης χυλὸς σὺν ὄξει, κυπαρίσσου σφαιρία σὺν οἴνῳ, μολόχης ζωμὸς πινόμενος καὶ αὐτὴ ἑφθὴ ἐσθιομένη, μελανθίου α΄, μελισσόφυλλον καὶ ὁ χυλὸς αὐτοῦ· [3] σόγχος ἐσθιόμενος, μύρτα χλωρά, μυρίκης καρποῦ α΄, πηγάνου σπέρμα, πολύγονον καὶ ὁ χυλός, τερμίνθου καρπός, δαφνίδες λεῖαι, σκορπίουρον, καρδάμωμον, ἀναγαλλίδος χυλός, σκόροδα ἐσθιόμενα, ἔπειτα ‹τὰ› ψύξιν ἐπιφέροντα τῶν σκορπίων ἁρμόζει [πιεῖν· παλιούρου ἢ ὑοσκυάμου ἀπόζεμα ἢ ἀπόβρεγμα σὺν οἴνῳ]· ποιεῖ καὶ αὐτὸς ὁ σκορπίος ὀπτὸς βρωθείς, ἀσβόλη ‹ἡ› ἀπὸ τῆς καπνοδόχης μετ' οἴνου πινομένη.
[127]
[1] καταπλασσόμενα δὲ ἁρμόζει σκορπιοπλήκτοις καὶ μελισσῶν καὶ σφηκῶν καὶ φαλαγγίων πληγαῖς ταῦτα· βόλβιτον καταπλασθέν, ἕρπυλλον, ἅλες λεῖοι σὺν ὄξει, ἄμωμον μετὰ ὠκίμου, ἀλθαίας φύλλα ἑφθὰ μετὰ ἐλαίου ὀλίγου μιγέντος, τάριχος πᾶν καταπλασσόμενον, ἡλιοτρόπιον τὸ σκορπίουρον καλούμενον, [2] κόνυζα, ὀρίγανον, κρίνου φύλλα, κυκλαμίνου· πάνακος Ἀσκληπιαδείου ἄνθη καὶ τὰ φύλλα Χειρωνίου, πόλιον σὺν ὄξει, δάφνης φύλλα ξηρά, ὀπὸς συκῆς ἐνσταζόμενος, μολόχης φύλλα ἑφθὰ καὶ ὠμά, συκαμίνου φύλλα, σισύμβριον ἡ καρδαμίνη σὺν ὄξει καταπλασσομένη, μελισσόφυλλον, φλόμος σὺν ὄξει, χαμαίδρυς ὁμοίως· κυπάρισσος μασηθεῖσα ὑπὸ νήστιός τινος καὶ ἐπιτεθεῖσα, μύες οἱ κατοικίδιοι ἀνασχισθέντες καὶ ἐπιτεθέντες, [3] τυρὸς ἁλμυρὸς καταπλασσόμενος· κοχλίας λεῖος σὺν τῷ ὀστράκῳ, ἀσκαλαβώτης παραχρῆμα ἀνασχισθεὶς καὶ ἐπιτεθείς, θεῖον ἄπυρον ἀναλημφθὲν ῥητίνῃ τερμινθίνῃ καὶ ἐπιτεθέν, Γεντιανῆς ῥίζα ὁμοίως· ἄγρωστις λεία ἐπιτεθεῖσα παραχρῆμα παύει. ποιεῖ καὶ αὐτὸς ὁ σκορπίος λεῖος ἐπιπλασθείς, σαῦρος ἀρουραῖος ἀνασχισθεὶς καὶ ἐπιτεθείς, σόγχου ῥίζα σὺν κράμβης χυλῷ, συκαμίνου ὀπός. καταντλεῖται δὲ ὠφελίμως θαλάσσῃ ζεστῇ, καὶ εἰς θερμὸν δὲ ἔλαιον ὁ πεπληγὼς τόπος καθιέσθω.
[128]
[1] ‹πρὸς δὲ› σκολοπένδρης καὶ μυγαλῆς ‹δήγματα ποιεῖ› καταπλασσόμενα· ἅλες σὺν πίσσῃ καὶ κεδρίᾳ καὶ μέλιτι, σκόροδον μετὰ συκῆς φύλλων καὶ κυμίνου, καλαμίνθης φύλλα, κριθὴ κεκαυμένη σὺν ὄξει, σκόροδον καὶ ἀκρεμόνες συκῆς καὶ φύλλα μετὰ ὀροβίνου ἀλεύρου καὶ οἴνου. πρὸς δὲ τὴν μυγαλῆν αὐτὴ ἡ μυγαλῆ ταχέως τριβεῖσα σὺν οἴνῳ καὶ ἐπιτεθεῖσα. πίνεται δὲ κοινῶς πρὸς ἀμφότερα ἀψίνθιον σὺν οἴνῳ, ἡδυόσμου ἀπόζεμα σὺν οἴνῳ.
[129] πρὸς δὲ τρυγόνος θαλασσίας πληγὴν καταπλάσσεται ὠφελίμως ἐλελίσφακος μετὰ μέλιτος λεῖος.
[130] πρὸς δὲ δράκοντος θαλασσίου πληγὴν αὐτὸς ὁ δράκων ἀνασχισθεὶς καὶ ἐπιτεθείς, καὶ ὁ ἐγκέφαλος ‹δὲ› αὐτοῦ πινόμενος, καὶ τῇ πληγῇ οὖρον ἀνθρώπου καταντληθὲν ‹ἢ› ἕρπυλλον καταπλασθέν.
[131] σκορπίου θαλασσίου πληγὴν ἰᾶται θεῖον ἄπυρον σὺν ὄξει ἀνατριβόμενον, ἢ τρίγλα ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα, δαφνίδες γ΄ πινόμεναι ‹λεῖαι›. ἀσκαλαβώτου δῆγμα ἰᾶται σήσαμον καταπλασθὲν λεῖον.
[132] διώκει δὲ τὰ θηρία ὑποστρωννύμενα· ἁβρότονον, ἄγνος, ἔχιον, καλαμίνθη, κόνυζα, ὀρίγανον, ἕρπυλλον, πόλιον, ἀσφόδελος. θυμιώμενα δέ· ἄγνου φύλλα, ἄσφαλτος, βδέλλιον, ἐλάφου κέρας, καλαμίνθη, καρδάμωμον, χαλβάνη, καστόριον, κόνυζα, κυπαρίσσου ἢ κέδρου πρίσματα, γαγάτης λίθος, Λυσιμάχειος, μελάνθιον, πευκέδανον, σαγαπηνόν, πόλιον.
[133] κτείνει δὲ θηρία προστεθέντα· χαλβάνη σὺν σφονδυλίῳ καὶ ἐλαίῳ· καρκίνοι τριφθέντες σὺν ὠκίμῳ καὶ προστεθέντες σκορπίους κτείνουσιν· λυχνὶς ἀγρία παρατεθεῖσα σκορπίους σκοτίζει· σταφυλίνου ἀγρίου σπέρμα προστεθέν.
[134] συγχριόμενα δὲ κωλύει θηρία προσάγειν καὶ διώκει· ἀλθαίας καρπὸς μετὰ ἐλαίου καὶ ὄξους, δαφνίδες σὺν ἐλαίῳ καὶ ὄξει, χαλβάνη καὶ κεδρίδες σὺν ἐλαφείῳ μυελῷ ἢ στέατι, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη σὺν ἐλαίῳ καὶ ὀπῷ· μολόχης φύλλοις λείοις σὺν ἐλαίῳ ἀλειψάμενος ἄπληκτος ὑπὸ σφηκῶν καὶ μελισσῶν διαμένει. ποιοῦσιν καὶ κάμπαι αἱ ἐπὶ τῶν λαχάνων σὺν ἐλαίῳ συγχριόμεναι λεῖαι.
[135] ἀδήκτους δὲ ὑπὸ ἑρπετῶν τηρεῖ ἐλάφου ἄρρενος αἰδοίου ξηροῦ α΄ πινομένη σὺν οἴνῳ, ἐχίου ῥίζα ποθεῖσα, σταφυλίνου ἀγρίου σπέρμα βρωθέν· δρακοντίου τῆς ῥίζης χυλῷ ἐάν τις συγχρίσῃ τὰς χεῖρας, αἴροι ἂν ὁ τοιοῦτος ἀλύπως ἐχίδνας, ἢ πευκεδάνου ὀπῷ ὅλος συγχρίσηται.
[136] ἐνδέματα καὶ ἀντιπαθῆ ἱστορεῖται ὠφελεῖν πρὸς σκορπιοπλήκτους· ἡλιοτροπίου τοῦ μεγάλου τοῦ σκορπιούρου ‹καλουμένου› ἡ ῥίζα περιαπτομένη. νεκροῖ δὲ σκορπίον ἀκόνιτον προσαχθέν ‑ διεγείρει δὲ ἐλλέβορος λευκός ‑ , ἀκάνθης λευκῆς σπέρμα περιαπτόμενον. θηρία ‹δὲ› διώκει λίθος ὀφίτης περιαπτόμενος· ἀπόνους ποιεῖ μυελὸς ἐλάφειος περιχριόμενος, ὀξαλίδος ῥίζα προστεθεῖσα, φιλεταιρίου ῥίζα περιαφθεῖσα ὑπὸ σκορπίου κωλύει ὅλως τι πάσχειν.
[137] κώνωπας δὲ οὐκ ἐᾷ προσέρχεσθαι συγχριόμενον ἀψίνθιον σὺν ἐλαίῳ. θυμιώμενα δὲ κόνυζα, κυπαρίσσου σφαιρία καὶ κόμη καὶ πρίσματα, βόλβιτον.
[138] βδέλλας δὲ τὰς προσφυομένας παρισθμίοις καὶ καταπόσει καὶ στομάχῳ ἀποβάλλει ἅλμη καταρροφουμένη, ὄξος, ὀπὸς σιλφίου μετὰ ὄξους ἀναγαργαρισθεὶς ἢ καταρροφούμενος ἢ ὀπόφυλλον, ἢ χάλκανθος σὺν ὄξει ἀναγαργαρισθείς, ἢ χυλὸς ἀναγαλλίδος πινόμενος, ἢ ὄξος δριμὺ μετὰ θύμου λεάναντες πινέτωσαν, ἢ νίτρῳ καὶ ἁλσὶν σὺν ὕδατι ἀναγαργαριζέσθωσαν.
[2] ἐκβαλεῖς ‹δέ›, ἐὰν ἐμβιβάσας ἐν βαλανείῳ εἰς ἔμβασιν [καὶ] διδῷς ὕδωρ ψυχρὸν λίαν ἐν τῷ στόματι διακρατεῖν· ἐξελεύσονται γὰρ ἐπὶ τὸ ψυχρὸν ἐκπυρούμεναι· καὶ μετὰ τὸ ἀναγαργαρίσασθαί τινι τῶν προειρημένων περιχανέτω τὴν ἐκ τοῦ ὕδατος ἰλύν· πρὸς γὰρ τὴν ὀσμὴν ἐνεχθήσονται.
[139]
[1] πρὸς δὲ τὰ θανάσιμα κοινῶς ἁρμόζει ἔλαιον πινόμενον ἢ βούτυρον χλιαρόν, ὅταν ἔλαιον μὴ παρῇ· ἐμείτω δὲ ‹ὁ› πιών· ἁβροτόνου α΄, κόνυζα μετ' οἴνου καὶ σταφυλίνου σπέρματος, κέστρου φύλλων β΄ σὺν οἴνῳ, καὶ προπινόμενα δὲ [2] δυσαλώτους ποιεῖ· λογχίτιδος τῆς πόας ἀπόζεμα σὺν οἴνῳ, κεδρόμηλα λεῖα ἐν οἴνῳ, μίλτου Λημνίας α΄, νάρδου Κελτικῆς β΄, νάρθηκος ἐντεριώνη, νηρίου τοῦ ῥοδοδένδρου τὰ ἄνθη, σιλφίου ὀπός, ἱπποποτάμου ὄρχις, ὀποπάναξ σὺν ἀριστολοχείᾳ, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ τὰ ἄνθη, καὶ τῆς Χειρωνίου ῥίζαι· τούτων ἕκαστον σὺν οἴνῳ· πολίου ἀφέψημα τῆς ῥίζης, πευκεδάνου ὀπὸς καὶ ἡ ῥίζα, πίσσα ὑγρὰ ‹μετὰ μέλιτος› ἐκλειχομένη, πρασίου χύλισμα σὺν οἴνῳ, σαγαπηνὸν ὁμοίως.
[140]
[1] ἀνενέργητα ‹δὲ› ποιεῖ τὰ θανάσιμα προπινόμενα· βουνιάδος σπέρμα, καλαμίνθη πινομένη, κάρυα βασιλικὰ μετὰ ἰσχάδων καὶ πηγάνου φύλλων προεσθιόμενα καὶ ἐπιβρωθέντα σὺν πηγάνῳ καὶ ἐλαίῳ.
[141] ἰδίως δὲ πρὸς ἀκόνιτον ἁρμόζει ἀειζώου τοῦ μείζονος ἄνθη μετ' οἴνου, ὀποβάλσαμον μετὰ γάλακτος, ἄκρατος πολὺς σὺν ἀψινθίῳ, κινάμωμον σὺν οἴνῳ, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη, πηγάνου ἀγρίου σπέρμα καὶ βρωθὲν ἄπρακτον καθίστησιν· πυτία ἐρίφου σὺν ὄξει ἢ λαγωοῦ ἢ ἐλάφου, σιδήρου σκωρία πεπυρωμένη καὶ ἐν ὀξυμέλιτι σβεσθεῖσα, [2] ἢ σιδήριον πυρωθὲν καὶ μέλιτι σβεσθέν· ζωμὸς βόειος, κονία μετὰ οἴνου καὶ ἁβροτόνου, πράσιον σὺν οἴνῳ, χαμελαία σὺν οἴνῳ, πήγανον ὁμοίως· συκῆς φύλλα λεῖα, χαμαίπιτυς καλῶς ποιεῖ, ὀρίγανος ὀνῖτις, πολύκνημον σὺν οἴνῳ, ὄρνιθος καθηψημένης συγχυλωθείσης ζωμός, κρέως λιπαροῦ ὁμοίως· ὀποβάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι· μορέας ῥίζας ἑψήσας σὺν οἴνῳ ‹καὶ› μείξας μέλιτι δίδου· ἄργυρος καὶ χρυσὸς πεπυρωμένα σβεσθέντα μέλιτι.
[142]
[1] μέλι ‹δὲ› τὸ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ γεννώμενον βρωθὲν μανίαν ποιεῖ. βοηθεῖται δὲ οἰνομέλιτι καλῷ καὶ πηγάνῳ ἐσθιομένῳ· ὁσάκις δ' ἂν ἐξεμέσωσιν, προσφερέσθωσαν τὸ οἰνόμελι. τὴν ἄφοδον δὲ τῶν φαγόντων τὸ μέλι σύες ἢ κύνες φαγόντες τὸ αὐτὸ πάσχουσι.
[143] πρὸς δὲ τὸ τοξικὸν ποιεῖ· αἷμα τράγου καὶ αἰγὸς καὶ ἐρίφου καὶ νήσσης καὶ κυνὸς ἐν οἴνῳ, γογγυλίδος ἡμέρου σπέρμα πινόμενον, χαλβάνη σὺν οἴνῳ καὶ σμύρνῃ, γλυκύς, δρυὸς φλοιὸς μετὰ βοείου γάλακτος· ὁμοίως καὶ φηγοῦ ‹ἢ› πρίνου φλοιός, ἢ ῥίζης χυλὸς ‹σὺν› οἴνῳ πολλῷ ποτισθείς· μήλων ἀγρίων καρπὸς ἐσθιόμενος, στρουθία μῆλα ὁμοίως· Κυδώνια λειώσας ἐν ὕδατι σὺν γλήχωνι δίδου, ἢ ῥόδινον ἢ ἴρινον ἢ ἄμωμον καὶ βαλσάμου καρπὸν σὺν οἴνῳ.
[144] εἰς τὰ τοξευόμενα δὲ καὶ οἷς ἐπιχρίεται τὸ ξίφος φάρμακα ἁρμόζει ὀπὸς σιλφίου πινόμενος μετ' οἴνου καὶ ἐπιτιθέμενος τοῖς τραύμασι μετά τινος τῶν θερμαντικῶν ἀποζέματος.
[145]
ἰξίου δὲ τοῦ μέλανος χαμαιλέοντος λεγομένου ποθέντος βοηθεῖ ἀψίνθιον τριπτὸν μετ' ὄξους, καστόριον σὺν ὄξει, ἄκρατος οἶνος πολὺς σὺν ἀψινθίῳ, ὀξύμελι, ὄξος σὺν πηγάνου ἀγρίου σπέρματι σιλφίου ῥίζα σὺν ὄξει, τραγοριγάνου ἀπόζεμα, ῥητίνη τερμινθίνη ἢ πιτυίνη, κάρυα βασιλικὰ ἢ τῆς καρύας οἱ βλαστοί, νάρδος μετὰ καστορίου καὶ σιλφίου ὀβολὸς μετ' οἴνου, τραγορίγανον σὺν γάλακτι. ἔνιοι δέ φασι καὶ θαψίας χυλὸν πινόμενον ὠφελεῖν.
[146] πρὸς δὲ τοὺς κώνειον πεπωκότας ἔλαιον ἴρινον ἢ ἀψίνθιον σὺν οἴνῳ πινόμενον πολλῷ, καρδάμωμον ὁμοίως, κινναμώμου α΄ σὺν οἴνῳ, ἀκρατοποσία, ὄξος θερμόν, ἔλαιον ἀμαράκινον, πηγάνου ἀγρίου σπέρμα, στύραξ σὺν οἴνῳ, πέπερι σὺν κνίδης σπέρματι καὶ οἴνῳ, ὀπὸς σιλφίου σὺν ἐλαίῳ καὶ γλυκεῖ.
[147] κορίου δὲ ποθέντος ὠφελεῖ ἴρινον ἔλαιον καὶ οἶνος ἄκρατος σὺν ἀψινθίῳ· ἢ ἄλφιτα ὠμὰ σὺν θαλάσσῃ, χιὼν σὺν γλυκεῖ.
[148] σμίλακος δὲ ποθέντος, ὃν ἔνιοι τιθύμαλλον καλοῦσιν, Ῥωμαῖοι δὲ τάξον, δοτέον οἶνον πολὺν καὶ ὄξος, καὶ ὅσα τοῖς κώνειον πεπωκόσιν ἁρμόζει, παραληπτέον καὶ ἐπὶ ταύτης.
[149] τοῖς δὲ ψύλλιον πεπωκόσιν ἁρμόζει τὰ βοηθήματα, ἃ καὶ τοῖς κόριον προσενεγκαμένοις.
[150] τοῖς δὲ φαρικὸν πιοῦσιν ἄκρατος πολὺς ἁρμόζει σὺν ἀψινθίῳ ἢ κιναμώμῳ, γλυκὺς πολύς, νάρδος Κιλικία σὺν οἴνῳ, ἶρις ἀγρία ὁμοίως, πήγανον σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει.
[151] πρὸς δὲ μηκώνιον ἔλαιον σὺν ὕδατι, ἅλες σὺν ὀξυμέλιτι, γλυκύς, μέλι θερμανθὲν σὺν ῥοδίνῳ, ἄκρατος πολὺς σὺν ἀψινθίῳ· ἢ κινάμωμον σὺν ὀξυμέλιτι, ὄξος θερμόν, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, πηγάνου ἀγρίου σπέρμα, ῥόδινον ἢ ἴρινον.
[152] ἐφημέρου δὲ ποθέντος, ὃ καὶ Κολχικὸν καλοῦσιν, ὠφελεῖ καστανίων τὸ ἐντὸς λεῖον σὺν οἴνῳ, πολυποδίου τὸ ἀπόζεμα, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, δρυὸς ἢ φηγοῦ ἢ πρίνου φύλλα λειώσας δίδου σὺν γάλακτι, πολυγόνου χυλὸν καὶ ῥίζαν σὺν γάλακτι, ἀμπέλου ἢ βάτου χυλὸν ἢ καυλοὺς λείους σὺν ὕδατι, ἢ νάρθηκος ἐντεριώνην μετ' οἴνου, ἢ ἕρπυλλον μετ' οἴνου, ἢ μύρτων καρπόν, ἢ ῥοᾶς λέπη ἀποβρέξας ἐν οἴνῳ· γάλα βόειον βοηθεῖ, ὥστε ἂν παραχρῆμά τις λάβῃ τὸ γάλα, ἄλλου βοηθήματος οὐ χρῄζει.
[153] δορυκνίου δὲ ποθέντος γάλα, γλυκύς, μελίκρατον [εἰς], ὄρνιθος στῆθος καθεψηθὲν λιπαρὸν βρωθὲν καὶ ὁ ζωμός· ἐχῖνοι, κόγχοι καὶ πορφύραι, κηραφίδες, πίναι, κτένες, κήρυκες ὠμά τε καὶ ἑφθὰ ἐσθιόμενα.
[154] στρύχνου δὲ μανικοῦ ποθέντος ἁρμόζει μελίκρατον, ἀμύγδαλα πικρὰ ἐσθιόμενα, ἄνησσον πινόμενον, ζωμὸς λιπαρὸς καὶ ἄλλα τινὰ λίπος ἔχοντα χλιαρὰ πινόμενα.
[155] πρὸς δὲ ὑοσκύαμον γάλα, μελίκρατον σὺν γάλακτι ὀνείῳ, [ἄκρατον πίνειν, ἐμεῖν] ἀμαράκινον μύρον, τῆλις σὺν ἐλαίῳ, κνίδης σπέρμα σὺν οἴνῳ ἢ τὰ φύλλα, κάρδαμον, νᾶπυ, κιχόριον, ῥάφανος, ἡσυχάζειν τε δεῖ ‹αὐτοὺς› ἀναγκάζειν, ἵνα ὥσπερ τὸν οἶνον ἐκπέσσωσι.
[156] κανθαρίδων δὲ ποθεισῶν βοηθεῖ ἔλαιον σὺν ὕδατι καὶ ἴρινον καὶ ῥόδινον, γάλα. φασὶν δέ τινες, ὅτι τὰ πτερὰ καὶ οἱ πόδες τῶν κανθαρίδων πινόμενα ἐν γλυκεῖ ἀντιφάρμακόν ἐστιν. ποιεῖ καὶ μήλινον ἔλαιον, πήγανον μετὰ ἰρίνου καὶ τὸ σπέρμα αὐτοῦ, ἐλάφου ἐκ τῆς πιμελῆς ζωμὸς λαμβανόμενος, γλήχων σὺν ὕδατι, λινόσπερμον συγκαθεψήσας αἰγὸς πιμελῇ ἢ προβάτου ἢ χηνὸς σαρκὶ ἐσθιέτωσαν. ἔγκλυζε δὲ γάλα, καὶ ἀμπέλου καυλοὺς τρίψας σὺν γλυκεῖ δίδου· σκορπιοειδὲς σὺν μέλιτι, Σαμίας ‹γῆς› δ΄ μετὰ σιραίου.
[157] βουπρήστεως δὲ λημφθείσης δίδου ἔλαιον χλιαρόν, ἰσχάδας τρίψας καὶ ἑψήσας ‹σὺν› οἴνῳ δίδου πιεῖν· ἢ γάλα σὺν φοίνιξι λείοις, ἀχράδας ξηρὰς πολλὰς σὺν οἴνῳ λείας, γάλα βόειον νεαρόν· [ἔλαιον χλιαρόν] οὖρον γυναικεῖον ἁρμόζει πινόμενον καὶ ἐξεμούμενον.
[158] πιτυοκάμπης δὲ λημφθείσης ἁρμόζει γάλα γλυκύ, μήλινον ἔλαιον καὶ ἴρινον.
[159] σαλαμάνδρας δὲ ποθείσης βοηθεῖ γάλα γλυκὺ σὺν ὕδατι, ῥητίνη σὺν μέλιτι, χαμαίπιτυς συνεψηθεῖσα στροβίλοις σὺν ὕδατι· κνίδης σπέρμα ἢ φύλλα σὺν κριθίνῳ ἀλεύρῳ καὶ ἐλαίῳ ἑψήσας δίδου· χαλβάνη καὶ χελώνης θαλασσίας ᾠὰ συνεψηθέντα καλῶς καὶ λαμβανόμενα, βάτραχοι μετὰ ῥίζης ἠρυγγίου ἑψηθέντες καὶ λαμβανόμενοι.
[160] λαγωοῦ δὲ θαλασσίου ποθέντος βοηθεῖ ποθὲν γυναικὸς γάλα ἢ ὄνου, κεδρία σὺν γλυκεῖ ἢ οἴνῳ, κεδρίδες ἐσθιόμεναι, κυκλαμίνου ῥίζα σὺν οἴνῳ, μολόχης τῶν καυλῶν ‹ἀφέψημα› σὺν τῇ ῥίζῃ, ἐλλεβόρου μέλανος ἢ σκαμμωνίας α΄, ῥοαὶ ἐσθιόμεναι οἰνώδεις καὶ οἱ πυρῆνες· οὐδὲν δὲ τῶν ἰχθύων ὑπομένουσι προσφέρεσθαι, εἰ μὴ καρκίνους ποταμίους, καὶ τούτους [2] μόνους πέσσουσιν. τεκμήριον δὲ τοῦ δύνασθαι σωθῆναι αὐτούς, ἐὰν ἰχθῦς ἡδέως προσενέγκωνται. ἁρμόζει δὲ καὶ ἐλλέβορος λευκός· οὐ γὰρ εὐλαβητέον ἐπ' αὐτῶν τοὺς ἐμέτους. βοηθεῖ δὲ ἐν ἀρχῇ καὶ οὖρον ἀνθρώπειον ποθὲν καὶ ἐξεραθέν, καὶ χηνὸς αἷμα παραχρῆμα πινόμενον, καὶ κυκλαμίνου ῥίζα μετ' οἴνου.
[161]
[1] πρὸς δὲ φρῦνον καὶ τὸν κωφὸν βάτραχον βοηθεῖ χελώνης θαλασσίας ἢ χερσαίας αἷμα ξηρὸν μετ' οἴνου· δαμασωνίου ῥίζης προσφάτου σὺν ὄξει α΄, ξηρᾶς δὲ β΄ μετ' οἴνου· ποιεῖ καὶ ἄκρατος πολὺς πινόμενος καὶ ἐξεμούμενος, καλάμων ῥίζα σὺν οἴνῳ, κύπερος σὺν οἴνῳ, καὶ δίωκε περιπάτοις ἢ δρόμοις χρώμενος καὶ λοῦε ἐν πυριατηρίοις· ἰδίως δὲ ‹ποιεῖ› πρὸς φρῦνον βάτραχος ἑφθὸς ἢ ὀπτὸς προσφερόμενος.
[162] ταυρείου ‹δὲ› αἵματος ποθέντος βοηθοῦσιν ὄλυνθοι σὺν ὄξει ποθέντες καὶ καθ' ἑαυτούς, ὄξος, νίτρον σὺν σιλφίῳ, πυτία ἐρίφου ἢ λαγωοῦ μετ' οἴνου, νίτρου α΄ μετ' οἴνου, κράμβης σπέρμα σὺν ὄξει, κονύζης φύλλα σὺν πεπέρει, [ἢ] βάτου χυλὸς σὺν ὄξει, καὶ φλεβοτομεῖν ‹δὲ› δεῖ κοιλίαν τε κινεῖν, ἐμέτους δὲ φυλάττεσθαι ὡς βλαβερούς.
[163] γάλακτος δὲ θρομβωθέντος ὠφελίμως δίδοται γλυκὺς πολύς, ὄλυνθοι σὺν ὄξει καὶ ὄξος, ὀπὸς σιλφίου σὺν ὀξυκράτῳ ἢ κονίᾳ, πυτία λαγωοῦ ἢ νεβροῦ ἢ ἐρίφου ἢ ἀρνὸς ἢ δορκάδος ἢ βουβάλου ἢ μόσχου σὺν ὄξει, γλυκὺς σὺν ὄξει, ἡδύοσμον σὺν ὄξει, καὶ κοιλίαν δὲ λύε· ἔνιοι δὲ ἡδύοσμον σὺν οὔρῳ διδόασιν· ὄξος χλιαρόν. ἁλυκὸν δὲ μηδὲν προσφέρειν· μᾶλλον γὰρ πήγνυται τὸ γάλα· ἀλλ' οὐδ' ἐμεῖν δεῖ διὰ τὸ δυσβοηθητότερον τοῦ αἵματος.
[164] πρὸς δὲ μύκητας ποιεῖ ἀλεκτορίδων ἄφοδος σὺν ὀξυκράτῳ, ἀριστολοχείας α΄ μετ' οἴνου, κονία ‹ἡ› ἐκ κλημάτων ἢ ἐξ ἀχράδος τοῦ δένδρου ποθεῖσα, καὶ συνεψόμενα δὲ τοῖς μύκησιν αἱ ἀχράδες καὶ τὰ φύλλα αἴρουσι τὸ πνιγῶδες αὐτῶν· ἀψίνθιον μετ' ὄξους, μέλι ἐκλειχόμενον καὶ πινόμενον σὺν ὕδατι, μελισσόφυλλον σὺν νίτρῳ, νίτρον ἢ κονία ἢ ἅλες [2] σὺν ὄξει· ἀχράδες ἐσθιόμεναι, ἀμαράκινον πινόμενον, ἄκρατος πινόμενος, πάνακος Ἀσκληπιαδείου ῥίζα καὶ καρπός, πήγανον σὺν ὄξει, τρὺξ οἴνου κεκαυμένη καὶ ὠμὴ πινομένη μεθ' ὕδατος, ῥάφανος ἐσθιομένη [χαλκοῦ ἄνθος σὺν ὄξει], κάρδαμον ἢ νᾶπυ. ἄκρως δὲ ποιεῖ τὸ τοῦ χαλκοῦ ἄνθος σὺν ὄξει, πυρακάνθου ῥίζα σὺν ὄξει.
[165]
[1] γύψου δὲ ποθείσης ποιεῖ γάλα· ἐμείτω δὲ ‹αὐτό›· ἔλαιον σὺν μελικράτῳ ἢ σύκων ἀφεψήματι, κονία συκίνη σὺν οἴνῳ, ὀρίγανον σὺν κονίᾳ ἢ ὄξει, μολόχης ἀπόζεμα.
[166] πρὸς δὲ τοὺς λιθάργυρον πιόντας ποιεῖ ἄκρατος πολὺς διδόμενος σὺν ἀψινθίῳ, σελίνου σπέρμα, ὑπερικόν, ὕσσωπον σὺν οἴνῳ, σμύρνης , ὁρμίνου σπέρμα, σελίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, λειμώνιον καὶ σέλινον καὶ ἀγρίων περιστερῶν κόπρος ξηρὰ δοθεῖσα μετὰ νάρδου.
[167] ψιμυθίου δὲ ποθέντος ἔλαιον, μελίκρατον, σύκων ἀφέψημα σὺν ἐλαίῳ θερμῷ, γάλα· ἐμείτω δὲ αὐτό. ὄλυνθοι σὺν ὄξει, μολόχης ἀφέψημα σὺν ταῖς ῥίζαις, ἀμαράκινον, ἴρινον, σήσαμον λεῖον μετ' οἴνου, κονία κληματίνη, περσέων ὀστᾶ σὺν ἐλαίῳ ‹ἢ› κριθῶν ἀφεψήματι, κόμμι κοκκυμήλων, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν. χρῆσθαι δὲ ‹δεῖ› μετὰ τοὺς ἐμέτους καὶ θαψίας χυλῷ ἢ σκαμμωνίας.
[168] ὑδραργύρου ‹δὲ› ποθείσης ἁρμόζει γάλα πινόμενον· ἐμείτω δὲ αὐτό· καὶ τὰ πρὸς λιθάργυρον δὲ ἀναγεγραμμένα ποιεῖ. ἄκρως δὲ βοηθοῦνται χρυσοῦ ἐλασμάτιον μικρόν τι καταπίνοντες περιφερές· περιχωνεύεται γὰρ τῷ χρυσῷ διὰ συγγένειαν καὶ συνολισθαίνει διὰ τῆς ἕδρας.
ὅσα διὰ πείρας ἡμῖν, ὦ φίλτατε Ἀνδρόμαχε, τῶν ἁπλῶν φαρμάκων ἐν δυσὶ τόμοις συνειλοχότες ἀπεστάλκαμέν σοι.