16923 880 0 223 28 0 I d. C. Botanica-Farmacologia-Medicina Dioscorides Euporista vel De simplicibus medicinis Wellmann, M., Berlin, Weidmann, 1914 Rist. 1958. 0

Dioscorides - Euporista vel De simplicibus medicinis I

ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

[1]   Ἡ τῶν ἁπλῶν φαρμάκων παράδοσις, τιμιώτατε Ἀνδρόμαχε, τῆς τῶν ποικίλων ἀποδεκτοτέρα πέφυκεν, οὐ μόνον διὰ τὸ εὐπαρακολούθητον ἀλλὰ καὶ διὰ τὸ εὐπόριστον, καὶ διὰ τὸ αὐτῶν τῶν προσφερομένων ἑκάστου τὴν δύναμιν φανερὰν ὑπάρχειν τοῖς προσφερομένοις καὶ χρωμένοις, ἀπολελυμένην καὶ ἀνεπίμεικτον ἑτέρου γένους ὑπάρχουσαν, λαμβάνεσθαί τε ῥᾳδίως ἐξ αὐτῆς τὸ ὡς πρὸς τὰ πάθη κατάλληλον, ὅπερ ἐπὶ τῶν ποικιλωτέρων οὐχ ὁρᾶται γινόμενον φαρμάκων· ἀναφέρεται γὰρ ἐπ' ἐκείνων οὐκ ἐπὶ τὰς κατὰ μέρος τῶν μειγνυμένων ἐνεργείας ἡ δύναμις, ἐπὶ δὲ τὴν ἐκ τῆς μείξεως ἀνεκλάλητον ἀλληλουχίαν. ἀνατίθεμεν δὲ σοὶ τὰ βιβλία τῷ δυναμένῳ ἐπικρῖναι δι' ἧς ἔχεις ἐμπειρίας τῶν ἡμετέρων πόνων, καὶ διότι ὀφείλεται ἀνδρὶ ἀποδεχομένῳ ἡμᾶς ἡ τοιαύτη χάρις. ποιησόμεθα δὲ τὴν ἀρχὴν ἀπὸ τῶν περὶ κεφαλὴν συνισταμένων παθῶν, προδιαστειλάμενοι ὅτι ὅσα ἐν ποτήματος μέρει παραλαμβάνομεν ἐπὶ τῶν ἐντοσθιδίων, ταῦτα ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν κεχρονισμένων ἤδη καὶ τύλον ἐχουσῶν ἐγκρίνομεν διαθέσεων, οὐκ ἀγνοοῦντες ὅτι πρόσφατον πάθος διὰ τῆς κοινῆς καὶ ἀπεριέργου θεραπεύεται ἀγωγῆς.

[1]   πρὸς κεφαλαλγίας προσφάτους δίχα πυρετοῦ γινομένας ὠφελεῖν πέφυκεν ἔλαιον ἐμβρεχόμενον τὸ ἐκ τῆς ἀγριάδος ἐλαίας, ῥόδινον, μυρσίνινον, ἀμυγδάλινον, μήλινον, οἰνάνθινον· ποιεῖ δὲ ταῦτα καὶ μετὰ ὄξους καὶ μετὰ χυλῶν ἐνίοτε παραμειγνυμένων ἀνδράχνης, ἀειζώου, ἑλξίνης, στρύχνου, τριβόλου χλωροῦ, μυοσώτου. ποιεῖ δὲ καὶ τὸ ψύλλιον σὺν ὄξει βραχὲν καὶ ῥοδίνῳ, καὶ τῆλις ἀποβραχεῖσα ἐν ὕδατι καὶ ἑψηθεῖσα ἐπ' ὀλίγον ἕως γλισγράσματος, αὐτῆς μετὰ ῥοδίνου καὶ ὄξους ἐμβρεχομένης.

[2]

[1]    πρὸς δὲ τὰς χρονίας κεφαλαλγίας ὀνίνησιν ἐμβρεχόμενα σὺν ὄξει καὶ ῥοδίνῳ ταῦτα· σφονδύλιον, πευκέδανον, ἄγνου σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ γλοιοποιηθέν, ὤκιμον, ἄμωμον, δαφνίδες, ἕρπυλλον, καλαμίνθη, κόνυζα ἡ λεπτόφυλλος, πήγανον, ἀμύγδαλα πικρά, καὶ τὰ ἀποζέματα δὲ τούτων, μειγνύμενα δὲ τῷ ὄξει καὶ ῥοδίνῳ ποιεῖ· πρὸς δὲ τούτοις σκαμμωνίας τε καὶ συκαμίνου ὀπός, ‹καὶ› καταπλασσομένου δὲ τοῦ μετώπου καὶ κροτάφων, [2] ἐνίοτε δὲ εἰ ἐπείγοι καὶ ὅλης τῆς κεφαλῆς. ἁρμόζει δὲ μετὰ ἀλφίτου ἢ ἄρτου ταῦτα· ἡδύοσμον ὑγρὸν καὶ ξηρόν, ἀνδράχνη, ὑοσκυάμου φύλλα, στρύχνου, κορίου, σέριδος, πολυγόνου, ἀειζώου, σισυμβρίου τῆς καλουμένης καρδαμίνης. μετὰ ὄξους δὲ καὶ ῥοδίνου μειχθέντα καταπλάσσεται· ἄγνου φύλλα, ἀλόη, ἀμύγδαλα πικρά, μελίλωτον, μύρτα, ὀξυμυρσίνης καρπός, οἰνάνθη, ῥόδα, ῥίζα ἴριδος ξηρά, ἀγριελαίας ἄνθη, μελάνθιον, σταφὶς ἀγρία μετὰ δαφνίδων, μάλιστα ‹δὲ› ἐπὶ τῶν χρονίων, σήσαμον ὁμοίως, αἴρινον ἄλευρον μετὰ στέατος χηνείου καὶ ‹καθ' ἑ›αυτὸ [3] ἐπὶ τῶν κεχρονισμένων ἤδη· ἢ κάρδαμον φώξας λεῖον ἀναλάμβανε ὄξει καὶ ῥοδίνῳ καὶ ἐμπλάσας ἐπιτίθει ἐπὶ τοῦ μετώπου, ἢ κάρυα Ποντικὰ καὶ πήγανον ὀλίγον λεῖα σὺν ῥοδίνῳ ὁμοίως, ἢ σμύρναν καὶ νάρδου στάχυν καὶ καρδάμωμον ἴσα σὺν ῥοδίνῳ, ἢ ὀρίγανον λεῖον ἐν ὄξει καὶ ῥοδίνῳ φυράσας, ἢ σικύου ἀγρίου ῥίζαν ξηρὰν λείαν σὺν οἴνῳ Ἀμινναίῳ, ἢ ἴρεως λείας ὀξύβαφον, ‹ἢ› πεπέρεως κόκκους ζ΄ σὺν ὄξει καὶ ῥοδίνῳ.

[3]

[1]    ἐγχεόμενα δὲ ταῖς ῥισὶ σὺν μέλιτι καθαίρει καὶ διὰ στόματος ὠφελίμως ‑ χρώμεθα δὲ αὐτοῖς ἐπὶ τῶν κεχρονισμένων κεφαλαλγιῶν καὶ πρὸς μηδὲν τῶν ἄλλων βοηθημάτων ὑπακουουσῶν ‑ ἀναγαλλίδος χυλός, πρασίου, κυκλαμίνου ῥίζης, ἀνεμώνης ῥίζης, σικύου ἀγρίου ῥίζης, χελιδονίου τοῦ μικροῦ τῶν ῥιζῶν, κισσοῦ φύλλων, κράμβης φύλλων, τευτλίου λευκοῦ τῆς ῥίζης, ἴρινον μύρον. ξηρὰ δὲ λεῖα ἐγχεῖται σὺν μέλιτι στρούθιον, δαφνοειδοῦς σπέρμα, ἶρις ξηρά, ἐλλέβορος λευκός, καστόριον, νίτρον, σάμψουχον, πέπερι, σταφὶς ἀγρία, μελάνθιον σὺν ἰρίνῳ ‹ἐλαίῳ›, ἐλατήριον σὺν ὕδατι.

[4]   ὑποθυμιώμενον δὲ ταῖς ῥισὶν διὰ τῆς τῶν ἀτμῶν ἀναδόσεως ὠφελεῖ ἄνησσον. ὠφελεῖ δὲ κατὰ τοὺς ἰδίους καιροὺς παραλαμβανόμενα καὶ τὰ πταρμικά· ἔστι δὲ ἐλλέβορος ‹λευκός›, [καὶ] καστόριον, πέπερι, στρούθιον, σίνηπυ, ἰὸς ξυστός, τριχομανὲς λεῖον ἐντιθέμενον ταῖς ῥισὶν καὶ ἡ λεγομένη πταρμικὴ πόα.

[5]   καὶ οἱ ἀποφλεγματισμοὶ δὲ οὐκ ἀνωφελῶς ἐπὶ τῶν χρονίως κεφαλαλγούντων παραλαμβάνονται. ἐπιτηδεύονται δὲ διαμασωμένων τούτων· δαφνοειδοῦς σπέρματος, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ, κρήθμου, καρδάμου καρποῦ, μαστίχης, νάπυος, πεπέρεως στρογγύλου καὶ μακροῦ, πυρέθρου καὶ σταφίδος ἀγρίας μετὰ νίτρου καὶ πεπέρεως ‑ καίει δὲ ‹τὴν› ἀρτηρίαν ‑ , ἀνεμώνης ῥίζα, σταφὶς ἐκγεγιγαρτισμένη μετὰ πεπέρεως, θύμον, ὕσσωπον, στρούθιον.

[6]   ὑπατμιζόμενα δὲ πρὸς ὠφελείας καθίσταται θάλασσα θερμὴ σὺν ὄξει ἑψομένη. εἰ δέ ποτε ἀναγκαζοίμεθα δι' ὑπερβολὴν ἀλγημάτων καὶ ἐπὶ ποικιλωτέρας ἔρχεσθαι βοηθείας, χρησόμεθα μετὰ τῶν προειρημένων καὶ καταντλήμασιν ἐψιλωμένης τῆς κεφαλῆς, ἀποζέματι κυπαρίσσου, δάφνης, μήκωνος κωδυῶν ξηρῶν, ἄγνου φύλλων καὶ καρποῦ μήκωνος τῆς ῥοιάδος τῶν κεφαλῶν. χρώμεθα δὲ τούτοις καὶ ἐπὶ τῶν φρενιτικῶν· ὑπνωτικὰ γὰρ ἄγαν καθεστήκασιν.

[7]   κατάρρους δὲ τοὺς ἐν μυκτῆρσιν ἐφίστησιν ἄσφαλτος ὑποθυμιωμένη, σμύρνα διαψωμένων τῶν μυκτήρων, κυάμινον ἄλευρον σὺν σκορόδῳ ῥοφούμενον, μελάνθιον ὀσφραινόμενον· ὠφελεῖ ‹δὲ› μεγάλως κυπαρίσσου σφαιρίων σπέρμα τριβὲν μετ' οἴνου καὶ ἀναρροφηθὲν τῷ μυξωτῆρι.

[8]   πταρμοὺς δὲ κωλύουσιν παρακρατηθεῖσαι τοῖς δακτύλοις αἱ ἐγκάνθιαι φλέβες καὶ ῥῖνες. παύει δὲ πταρμοὺς συνεχεῖς ὠκίμου σπέρμα λεῖον, καὶ ἡ πόα ‹δὲ› ἀποσφραινομένη.

[9]   ‹τοῖς δὲ σεισοκεφάλοις στοιχάδα βοτάνην διὰ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται›.

   τοῖς δὲ σειριῶσι παιδίοις ὠφελίμως κατὰ τοῦ βρέγματος ἐπιτίθεται ἡλιοτροπίου τοῦ σκορπιούρου καλουμένου φύλλα, κολοκύνθης ξύσματα, σικύου [τοῦ] πέπονος τὸ ἐπικείμενον τῇ σαρκὶ δέρμα, στρύχνου κηπαίου τῶν φύλλων χυλὸς μετὰ ῥοδίνου.

[10]   ἐπὶ δὲ τῶν μετὰ πυρετοῦ τὴν κεφαλὴν πεπονθότων, ὡς ἐπὶ φρενιτικῶν καὶ ληθαργικῶν, ἁρμόζει ἰδίως· ἄγνου σπέρμα μετ' ἐλαίου ἑψηθὲν ἐπιβρεχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὄξει καὶ ῥοδίνῳ, πήγανον σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ἕρπυλλον ὁμοίως· κισσοῦ τῶν φύλλων χυλός, καστόριον ἢ πευκέδανον ἢ σφονδύλιον μετὰ ῥοδίνου καὶ ὄξους, πήγανον καὶ λινόσπερμον πεφωγμένον ἡσυχῇ ἀναλημφθέντα κηρωτῇ καὶ ἐπιτεθέντα ἐπὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον.

[11]   ὑπνοποιὰ δὲ καθέστηκεν καταπλασσόμενα κατὰ τοῦ μετώπου καὶ μυκτῆρσιν προσαγόμενα· καρπὸς ὠκίμου, ἀτρακτυλίδος, μήκωνος ὀπός, ὑοσκυάμου καρπὸς καὶ φύλλα, ἁλικακκάβου ὁμοίως καὶ τὰ μωρίου φύλλα ‑ εἶδος δέ ἐστι μανδραγόρου ‑ , στρύχνου ῥίζης τοῦ ὑπνωτικοῦ φλοιός, βακχάριδος φύλλα ‑ ἔστι δὲ εὐώδη ‑ , μαλαβάθρου φύλλα ἑψηθέντα ἐν οἴνῳ τῶν μυξωτήρων διαψωμένων, κρόκινον, μετώπιον, κύπρου ἄνθη, μανδραγόρου ὀπὸς καὶ ῥίζα καὶ καρπός, καὶ μήκωνος ὁμοίως, καστόριον, σμύρνα.

[12]   πινόμενα δὲ ὕπνον ποιεῖ· μηκωνίου α΄ μετὰ στύρακος καὶ σμύρνης ἴσων ‑ δίδου ‹δὲ› ὀρόβια γ΄ ‑ , ἢ μανδραγόρου ὀβολοὶ β΄ μετὰ τῶν προγεγραμμένων ἴσων, ἢ τῶν ῥιζῶν τὸ ἀπόβρεγμα κυάθων β΄ λαμβανομένων, ἢ ὀποῦ μήκωνος ὅσον ὄροβος καταπινόμενος, ἢ τὰ φύλλα τῆς μήκωνος ἀντιλαμβάνων ἐσθιόμενα, θρίδακος ἀγρίας ὀπὸς καὶ ἡμέρου πινόμενος, καὶ αὐταὶ δ' ἐσθιόμεναι. χρώμεθα δὲ τοῖς ὑπνωτικοῖς καὶ ἐφ' ὧν ἐστι τὰ χρόνια πάθη, εἰ ἀποτεμνόμενός τις ἢ καιόμενος ἀναντίλημπτος ἐθελήσειε τῶν ἀλγηδόνων γίνεσθαι.

[13]   δακτυλίῳ δὲ προσαγόμενα ὕπνον ποιεῖ μανδραγόρου ἢ μήκωνος ὀπὸς ἀνεθεὶς καὶ σὺν ἐρίῳ προστεθείς.

[14]   ἐγερτικὴν ἔχει δύναμιν ἐπὶ ληθαργικῶν ταῖς ῥισὶ προσαγόμενα· ὄξος, ἐλλέβορος λευκός, σίνηπυ, πέπερι, καστόριον, στρούθιον, σφονδύλιον, πευκέδανον, φώκης πυτία, κεδρία, πίσσα ὑγρά, πήγανον, ἁβρότονον, ἐλλύχνιον κεκαυμένον, κάρδαμον, πίττα ὠμή, σιλφίου ὀπός, κρόμυον, σκόροδον, χαλβάνη, ἄσφαλτος, κνίδη προσαγομένη σκέλεσι καὶ μετώπῳ, ὕδατος πολλοῦ καὶ ψυχροῦ ‹ἢ› ὄξους κατάντλησις, σίνηπυ λεῖον σὺν ὄξει καταχριόμενον κατὰ τῶν σκελῶν καὶ χειρῶν ἄκρων.

[15]   [ὑποθυμιώμενα δὲ ἐγείρει λίθος κάτωθεν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, λωτοῦ τοῦ δένδρου πρισμάτων τὸ ἀπόβρεγμα, καστόριον, βαλσάμου καρπὸς μεθ' ὕδατος. καὶ τοὺς σκοτωματικοὺς ὠφελεῖ ἐμβρέγματα] ὑποθυμιώμενα δὲ ἐγείρει λίθος γαγάτης, καστόριον, πευκέδανον, ἄσφαλτος, θεῖον, χαλβάνη, σφονδύλιον, σαγαπηνόν, λειχὴν ἵππου ‹ἢ› ἡμιόνου, ἐλέφαντος ὄνυξ καὶ ξύσμα τοῦ ὀδόντος, κέρας ἐλάφου, φώκης πυτία καὶ ἐρίφου, τράγου ῥύπος, κροκοδίλου στέαρ, ἁβρότονον, σίλφιον.

[16]   πινόμενα δὲ ἐγείρει λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, λωτοῦ τοῦ δένδρου πρισμάτων τὸ ἀπόβρεγμα, καστόριον, βαλσάμου καρπὸς μεθ' ὕδατος.

[17]   καὶ τοὺς σκοτωματικοὺς δὲ ὠφελεῖ ἐμβρέγματα τὰ προγεγραμμένα ἐπὶ τῶν κεφαλαλγούντων· διεγείρει δὲ αὐτοὺς ὅσα καὶ τοὺς ληθαργικούς.

   χρῆσθαι δὲ καὶ ἐπὶ τῶν μαινομένων ἐπιβρέγμασι τοῖς εἰρημένοις ἐπὶ κεφαλαλγίας.

[18]   ποτήματα δὲ ὠφελεῖ τοὺς μαινομένους ἱππομαράθου ῥίζα καὶ τὸ σπέρμα σὺν ὕδατι, βρυωνίας ῥίζης α΄ μεθ' ὕδατος καθ' ἡμέραν ἢ σὺν μελικράτῳ, λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, ῥητίνης Λιβυκῆς α΄ μεθ' ὕδατος πινομένη. θυμιᾶται δὲ ἐπ' αὐτῶν ὠφελίμως, ὅσα ἐπὶ ληθαργικῶν ἱστόρηται.

[19]   ἐπιλημπτικοὶ δὲ ὠφελοῦνται, ἐάν τις τὰς χοιράδας αὐτῶν μέχρι τοῦ τραχήλου γαλῆς αἵματι καταχρίσῃ. ὠφελεῖ δὲ καὶ ἑφθὴ ἐσθιομένη γαλῆ χωρὶς τῶν ποδῶν αὐτῆς καὶ ‹τῆς› κεφαλῆς, καὶ τὸ ἧπαρ δὲ αὐτῆς σὺν ὕδατι πινόμενον· ὠφελεῖ καὶ ἧπαρ ὄνειον ‹ὀπτὸν› ἐσθιόμενον· νήστεις δὲ λαμβανέτωσαν. ἢ λέοντος χολὴν μείξας μέλιτι ἀπόθου καὶ δίδου ἐντεῦθεν κοχλιάριον ἓν μεθ' ὕδατος ἐπὶ ἡμέρας ζ΄, προκαθαίρων τούτῳ· [2] κρόκου , νάρδου , ἐλλεβόρου μέλανος , σκαμμωνίας δ΄, νίτρου β΄, μέλιτι ἀναλάμβανε καὶ δίδου β΄ μετὰ μελικράτου. ποιεῖ καὶ πελαργοῦ κόπρος μεθ' ὕδατος, μετ' ὀξυμέλιτος δὲ ἀγαρικοῦ , πευκεδάνου τὸ αὐτό, [τὸ αὐτὸ δὲ καὶ] φώκης πυτίας α΄, συλλημφθέντα λεῖα· ἢ ὀνωνίδος ῥίζα ἐν ὀξυμέλιτι εἰς τὸ ἥμισυ ἑψηθεῖσα.

[20][1]    πίνεται ‹δὲ› ὠφελίμως σὺν ὀξυκράτῳ· αἰγείρου καρπός, Ἀμμωνιακοῦ θυμιάματος α΄ ‑ αἷμα δὲ ἄγει ‑ , πηγάνου ἀγρίου σπέρμα, ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σὺν ἐλαίῳ σιδήρου, πυτία λαγωοῦ ἢ νεβροῦ, σφονδύλιον σὺν ὕδατι· βρυωνίας ῥίζης α΄ καθ' ἡμέραν εἰς ἐνιαυτὸν λαμβανομένη, στρύχνου τοῦ τὸν καρπὸν ἔχοντος πυρρὸν [2] ῥίζα ξηρά, βαλσάμου καρποῦ Ϛ΄· ἢ φώκης πυτία μετὰ ἵππου λειχήνων, καὶ αὐτοὶ δὲ καθ' ἑαυτοὺς οἱ λειχῆνες, ἴου ἀγρίου ἄνθος, ‹ἄνθος› λίθου Ἀσσίου καὶ μάλιστα ἐπὶ παιδίων· καρδαμώμου α΄, λωτοῦ τοῦ δένδρου τῶν πρισμάτων ἀπόβρεγμα, πενταφύλλου φύλλα λ΄ καθ' ἑκάστην ἡμέραν ἐπὶ ἡμέρας λ΄ πινόμενα καθ' ἑαυτά. πίνεται δὲ καὶ χελώνης χερσαίας καὶ θαλαττίας αἷμα· ποιεῖ δὲ καὶ ‹αὐτὴ› ἑψηθεῖσα καὶ ἐκλειχομένη, ἀρνόγλωσσον ἐσθιόμενον, ὄξος σκιλλιτικὸν καταρροφούμενον, ὀπόφυλλον ἢ ὀπὸς ‹σιλφίου› σὺν τροφῇ λαμβανόμενος· [3] ἐπιρροφεῖν δὲ ‹δεῖ› ὑδρόμελι. ποιεῖ καὶ τοῦτο· γαλῆς κοιλίαν κορίου πληρώσας ξήρανον καὶ δίδου ἐξ αὐτῆς μεθ' ὕδατος ἢ ὄξους, ἢ λίθον σεληνίτην ἀποξύων δίδου, ἢ μήκωνος ἀφρώδους καρποῦ ὀξυβάφου πλῆθος· ὄνυχος ὀνείου κεκαυμένου κοχλιαρίων β΄ πλῆθος. ὠφελεῖ δὲ καὶ ἡ ὑπὸ τὴν γλῶσσαν φλὲψ ἐντμηθεῖσα κατὰ τὸ δεξιὸν μέρος ὡς ἐπὶ δάκτυλον, κνίδη λεία καταπλασθεῖσα, καὶ ταῖς ῥισὶ δὲ ἐντίθεται ὠφελίμως χολὴ χελώνης θαλαττίας.

[21] [1]    περιαπτόμενον δὲ ἱκανῶς ὠφελεῖ τοῦτο τοὺς ἐπιλημπτικούς· χελιδόνων νεοσσὸν ἀνασχίσας ἐκ τῆς πρώτης νεοσσιᾶς εὑρήσεις λίθους ἐν τῇ γαστρὶ δύο, ποικίλον ἕνα καὶ τὸν ἕνα καθαρόν. τοὺς δύο δὴ πρὶν ἢ χαμαὶ τεθῆναι ἔνδησον εἰς δέρμα γαλῆς ἢ πλατυκέρωτος ἐλάφου καὶ περίαψον τραχήλῳ ἢ βραχίονι. διηνεκῶς δὲ ἐχέτω τοῦτο, χαμαὶ δὲ μηδέποτε τίθει· λάμβανε δὲ μεταξὺ αὐξομένης τῆς σελήνης τοὺς λίθους. τοῦτο ἐὰν προσάξῃς ἐπιλημφθέντι, διεγερθήσεται.

[22]   ἀνακαλεῖται δὲ τοὺς ἐπιλήμπτους σίνηπυ μετ' ὄξους ὀσφραινόμενον, χαλβάνη ὑποθυμιαθεῖσα. κἂν διέλῃς δὲ ἐξ οὑδηποτοῦν μέρους τὸ σῶμα αὐτῶν καὶ τῷ ἀπορρέοντι αἵματι διαχρίσῃς τὸ στόμα, εὐθέως διεγείρονται.

[23]   ἐλέγχει δὲ ἐπιλημπτικοὺς θυμιώμενα· ἄσφαλτος, γαγάτης λίθος, κέρας αἴγειον. ἐσθιόμενον δὲ ἧπαρ τράγειον, καὶ ἡ ὀσμὴ δὲ ἡ ἀπ' αὐτοῦ ὀπτωμένου ἀναφερομένη.

[24]   ἀμέθυστα δέ ἐστιν ἀμυγδάλων πικρῶν ἀποβρέγματος κύαθος εἷς προπινόμενος, ἐλάφειον ‹ἧπαρ› ταριχηρὸν ὀπτὸν προεσθιόμενον· ἢ οἶνος ἀψινθίτης προπινόμενος, ἢ μυρτίτης ὁμοίως λαμβανόμενος, καὶ ‹αὐτὰ› τὰ μύρτα προεσθιόμενα, καὶ πηγάνου ἀπόζεμα πινόμενον.

[25]   ἐπιπινόμενα δὲ μέθην σβεννύει Κενταυρείου τοῦ λεπτοῦ ἀπόζεμα, ἱερᾶς βοτάνης τὸ σπέρμα μεθ' ὕδατος ποθέν, καὶ κράμβη ἐπεσθιομένη καὶ ῥάφανος.

[26]   δεῖ δὲ παραφυλάττεσθαι ἐπὶ τῶν περὶ τὴν κεφαλὴν παθῶν τὰ ἁπτόμενα ταύτης καὶ πολλάκις εἰς ὑπομνήσεις καὶ παροξυσμοὺς ἄγοντα τὰς διαθέσεις. ἔστιν δὲ πινόμενα ‹ταῦτα›· ἄγνου σπέρμα, ἀψινθίου χύλισμα, γάλα γλυκύ, βάλανοι δρύιναι ἐσθιόμεναι, ἐλαῖαι μέλαιναι, μεμαίκυλα βρωθέντα, ὄροβος [2] ‑ οὗτος δὲ καὶ τὰ ἄρθρα παραλύει πολλάκις ‑ · ἐπὶ πλεῖον δὲ ἅπτεται ὥστε καὶ ὑποκαροῦν σμύρνα πινομένη· λίβανος καὶ μανίαν ποιεῖ· κισσοῦ κόρυμβοι καὶ ταράσσουσι τὴν διάνοιαν· ὁλοσχοίνου καρπὸς Εὐριπικῆς ‹καροῖ›, ὥστε καὶ πιέζειν πολλάκις τὴν διάνοιαν· κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ ποθεῖσα· στύραξ δὲ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πολὺς δὲ κατασκευάζει ‹ταραχώδεις ὕπνους›.

[27]

[1]    ταραχώδεις δὲ τοὺς ὕπνους ποιεῖ ποθέντα σὺν οἴνῳ· πυκνοκόμου καρπός, λεοντοποδίου ὁμοίως, ἐρεγμὸς πολὺς βρωθείς.

[28]   πρὸς δὲ τοὺς ὑπὸ τῶν ἐφιαλτῶν συνεχῶς πνιγομένους ἰῶνται γλυκυσίδης οἱ μέλανες κόκκοι ιε΄ ποθέντες μεθ' ὕδατος πολλάκις.

[29]   ὀφθαλμῶν δὲ μελλόντων ῥευματίζεσθαι ἐφίστησιν πολλοῦ ψυχροῦ κατάντλησις, ἐνίοτε καὶ ὄξους μιγέντος, καὶ μάλιστα θέρους.

   περιαπτομένη δὲ τῷ τραχήλῳ διηνεκῶς κωλύει ὀφθαλμίαν τριβόλου ῥίζα, πολυγόνου ὁμοίως. δοκοῦσι δὲ τηρεῖν ἐπ' ἐνιαυτὸν ἀνοφθαλμιάτους κύτινοι ῥοᾶς μικροὶ καὶ μεμυκότες καταπινόμενοι.

[30]   πρὸς δὲ τὰς φλεγμονὰς τῶν ὀφθαλμῶν καταπλάσματα ἁρμόζει· ἄλφιτα μετὰ ἀρνογλώσσου καταπλασσόμενα, βάτου φύλλα ἢ ἀρνογλώσσου ἢ μυὸς ὠτίδος ἢ τριβόλου χλωροῦ, ἀνδράχνης, ἀειζώου, ἀμώμου, ἡμεροκαλλοῦς, ἴου, κρότωνος· φύλλα ἐλατίνης, φύλλα πολυγόνου, σέριδος, σελίνου, κορίου, κυπαρίσσου φύλλα λεῖα, κολοκύνθης ξύσματα, πέπονος σάρξ, σχοίνου [2] φύλλα τὰ ἁπαλά, ὑοσκυάμου φύλλα, Κυδωνίων ἄνθος· μήκωνος κωδυῶν ἀφέψημα προσαντλούμενον καὶ αὐταὶ αἱ κωδύαι λεῖαι καταπλασσόμεναι, βούτυρον νεαρὸν μετ' ἐρίου ἐπιτιθέμενον, κράμβης φύλλα θερμὰ ἐπιτιθέμενα, κρόκος σὺν μελιλώτῳ καὶ γλυκεῖ, φλόμου φύλλα ἑφθὰ σὺν οἴνῳ μετὰ πάλης ἀλφίτου, ἁβρότονον σὺν μήλῳ Κυδωνίῳ ἑφθῷ, τυρὸς νεαρὸς λεῖος.

[31]

[1]    κατὰ δὲ τοῦ μετώπου καταπλασσόμενα ὠφελεῖ· τεῦτλον σὺν στυπτηρίᾳ ὀλίγῃ λείᾳ, μαλαβάθρου φύλλα ἐν οἴνῳ ἀποζεσθέντα, κυάμινον ἄλευρον σὺν ὕδατι θερμῷ, σικύου πέπονος σάρξ, πηγάνου φύλλα ἐν οἴνῳ ἑφθά.

[32]   οἰδήματα δὲ πραύνει ἄμι σὺν λινοσπέρμῳ, ἀνήθου ῥίζα μεθ' ὕδατος λεία, κυάμινον ἄλευρον σὺν λιβανωτῷ λείῳ καὶ ᾠοῦ τῷ λευκῷ.

[33]   πρὸς δὲ τὰς ἐκ πληγῆς συγχύσεις καὶ φλεγμονὰς ἰδίως ποιεῖ στοιβῆς καρπὸς ἐν οἴνῳ ἑψηθεὶς καὶ λεῖος ἐπιτεθείς.

[34]   ἵστησιν δὲ τὰ ῥεύματα ἐπὶ τοῦ μετώπου ἐπιτιθέμενα ἀνακολλήματα· ᾠοῦ τὸ λευκόν, γῦρις, λίβανος, μιγέντα καὶ ἐπιχρισθέντα ὀθονίῳ, ἢ ‹ἡ› ἀπὸ τῶν μαγειρείων αἰθάλη πυέλῳ μαλαχθεῖσα ἐπιχρίεται. πρὸς δὲ τὰς φλεγμονὰς καὶ τὰ ῥεύματα τοῦτο· ἀσφοδέλου ῥίζης χυλοῦ α΄, κρόκου α΄, σμύρνης α΄, γλυκέος παλαιοῦ ξε΄ βϚ΄ ἕψε, ἕως ἑνωθῇ καὶ σχῇ ἐπίχριστον πάχος· ποιεῖ καὶ τὸ γλαύκιον σὺν ὕδατι, κρόκος σὺν γάλακτι, κωνείου χύλισμα, λύκιον, ῥόδων χυλὸς ἡψημένος.

[35]   ἐγχυματιζόμενα δὲ ὠφελεῖ ἁπλᾶ καὶ ἀπερίεργα ὄντα καὶ στέλλοντα ταχέως τὰς ἐπιφορὰς καὶ τὰ ἕλκη πληροῦντα καὶ ἀποκαθαίροντα· σπόδιον καὶ ὀπὸς ‹σιλφίου› ἴσα μειγνύμενα αὑτοῖς εἰς ἀνάπλασιν, ἀειζώου χυλὸς καὶ ἀνδράχνης κατὰ τὸ πρόσφατον ἐγχυματιζόμενοι καὶ μετὰ κόμμεως καὶ σποδίου ἡμίσους ἀναπλασθέντες καὶ ἀναχριόμενοι, καὶ ἀρνογλώσσου χυλός, ἀκακίας χυλός, γλαυκίου χυλός, ὠκίμου ‹χυλὸς› σὺν οἴνῳ. [2] καὶ τὰς περιωδυνίας ‹δὲ› παύει κρόκος σὺν γάλακτι, σπόδιον σὺν κωνείου χυλίσματι ὄπιον ὁμοίως, χαλκὸς κεκαυμένος, λίθος ‹αἱματίτης› μετὰ γάλακτος γυναικείου καὶ μάλιστα ἐπὶ παιδίου ἐνσταζόμενος. ποιεῖ δὲ ἄκρως καὶ τοῦτο τὸ ἔγχρισμα· ἀγρώστεως χυλοῦ τῆς ἐν Παρνασσῷ καὶ μελιλώτου ἴσα, σμύρνης ‹τὸ› ἥμισυ, πεπέρεως καὶ λιβανωτοῦ τὸ τρίτον, οἴνου καὶ μέλιτος σύμμετρον, ἕψε ἐν χαλκοῖς καὶ χρῶ.

[36]

[1]    πρὸς δὲ τὰ κεχρονισμένα ἕλκη καὶ ῥεύματα ἁρμόζει λεῖα ἐγχριόμενα· λίθος γαλακτίτης, λίθος ‹ὁ› θυίτης καλούμενος, λίθος σάπφειρος σὺν γάλακτι, χαλκὸς κεκαυμένος σὺν γάλακτι, θρίδακος ἀγρίας ὀπὸς σὺν γυναικείῳ γάλακτι· τοῦτο καὶ τὰ ἐπικαύματα θεραπεύει· ἐλαίας τῶν φύλλων χύλισμα, λευκογραφὶς σὺν γάλακτι· αὕτη δὲ ποιεῖ ‹καὶ› πρὸς ἕλκη καὶ πρὸς ἐπικαύματα. πινόμενον δὲ ἵστησιν ῥεύματα χρόνια κύμινον σὺν οἴνῳ καὶ ὕδατι λαμβανόμενον.

[37]   ὑποδρομὰς δὲ αἵματος θεραπεύει ἐγχριόμενον αἷμα περιστερᾶς πρόσφατον, τρυγόνος, πέρδικος, φάττης· γάλα γυναικεῖον σὺν λιβανωτῷ, κόκκος βαφικὴ σὺν γάλακτι ὁμοίως, αἱματίτης λίθος σὺν γάλακτι γυναικείῳ, ὕσσωπον λεῖον ἐνδεθὲν εἰς ὀθόνιον καὶ ἀποβαπτόμενον εἰς ὕδωρ θερμὸν πυριωμένου τοῦ ὀφθαλμοῦ, ἄσφαλτος καὶ λίβανος ἴσα ὑποθυμιαθέντα.

[38]   προπτώσεις δὲ ὀφθαλμῶν στέλλει καταπλασσόμενα, εἰ μὲν ἀλγήματα εἴη, λινόσπερμον καὶ τῆλις σὺν ὑδρομέλιτι ἑφθά· εἰ δὲ παρήκμασεν τὰ ἀλγήματα ἢ μηδὲ ἐγένετο, εὐθέως ἐπὶ τὰ στύφειν τε καὶ ψύχειν δυνάμενα παραγίνεσθαι δεῖ, ὁποῖά ἐστι βάτου φύλλα, μελίλωτον σὺν γλυκεῖ καὶ ᾠοῦ ἑφθοῦ λεκίθοις καὶ κρόκῳ, κυάμινον ἄλευρον σὺν ῥόδοις, λινόσπερμον σὺν ὕδατι καὶ λιβανωτῷ καὶ σμύρνῃ, μελάνθιον σὺν ἀλφίτῳ λεῖον, μηκώνιον σὺν λεκίθῳ ᾠοῦ ὀπτοῦ καὶ κηρωτῇ, πήγανον σὺν ἀλφίτῳ.

[39]   σταφυλώματα δὲ αἴρει κανθαρίδος προσφάτου θλασθείσης ἐγχριόμενον τὸ ὑγρὸν ἢ αὐτή.

[40]   καθαίρει δὲ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ‹καὶ› ἄργεμα καὶ νεφέλια καὶ ἀχλῦς· ποιεῖ δὲ καὶ ὀξυδερκίαν ἐπὶ τῶν ἀμβλυωπούντων ἐγχριόμενα· ἀκόρου χύλισμα, λιβανωτίδος σπέρμα λεῖον μετὰ γάλακτος, μήκωνος κερατίτιδος τοῦ φύλλου ἢ καὶ τῶν ἀνθῶν ὁ χυλὸς ἐνσταζόμενος καὶ ἐπὶ κτηνῶν ἄργεμον ἀποκαθαίρει, ἁλικακκάβου ῥίζης τοῦ φλοιοῦ καὶ καρποῦ χυλὸς [2] ὁμοίως, ἢ καὶ ‹ὁ› ὀπὸς αὐτοῦ σὺν μέλιτι· πευκεδάνου ὀπὸς ὁμοίως, σαγαπηνὸν ὁμοίως, ἀνεμώνης χυλὸς ὁμοίως, ὁρμίνου ἀγρίου σπέρμα ὁμοίως, κεγχρίδων ἄφοδος ὁμοίως, ἐλαίας Αἰθιοπικῆς τὸ δάκρυον, ἐλλέβορος λευκός, ἔρια οἰσυπηρὰ κεκαυμένα, Εὐφορβίου χυλός, ἰὸς καείς, κισσός, κινάμωμον, ἰτέας χυλὸς καὶ ὀπός, Κενταυρείου τοῦ λεπτοῦ χυλός, κίσηρις ὀπτὴ λεία, κρομύου χυλός, κυκλαμίνου τῆς ῥίζης χυλός, μαράθου τῆς [3] ῥίζης χυλός, μελανθίου καὶ μελισσοφύλλου χυλός· ἠριγέροντος χυλός, ὀμφάκιον, ὀπὸς σιλφίου, ὀποπάναξ, πηγάνου ἀγρίου χυλός, δρακοντίου ῥίζης χυλός, θρίδακος ἀγρίας χυλός, ἀψίνθιον λεῖον, λωτοῦ τῆς πόας χυλός, χαμαίδρυος χυλός, ὠκίμου χυλός, πρασίου χυλός· νίτρον, ζιγγίβερι, στρούθιον, στυπτηρία κεκαυμένη, αἱματίτης λίθος, κουράλιον, κοχλίας χερσαῖος κεκαυμένος, χελιδόνων νεοσσῶν κεκαυμένων ἡ τέφρα· τούτων ἕκαστον [4] σὺν μέλιτι Ἀττικῷ λελειωμένον καλῶς· ἐβένου ῥίνημα σὺν οἴνῳ, οὖρον ἀφθόρου παιδὸς ἐν χαλκώματι ἑψηθὲν μετὰ μέλιτος, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ ἐλαίῳ· χαλκοῦ ἄνθος λεῖον προσαπτόμενον ἐλαίῳ, ἴσα μιγέντα· ἔλαιον παλαιόν· βαλσάμου ὀπός, κύπρινον ἔλαιον, ἴσα μιγέντα· πισσέλαιον, σάκχαρις, στέαρ ποταμίων ἰχθύων ἐν ἡλίῳ ἀποτακὲν καὶ μιγὲν μέλιτι, ‹καὶ› χολαὶ δὲ πέρδικος ἀγρίας, ἰχθύος τοῦ καλλιωνύμου, σκορπίου ἰχθύος, χελώνης θαλασσίας, ὑαίνης, αἰγὸς ἀγρίας, σὺν μέλιτι πᾶσαι.

[41]

[1]    οὐλὰς δὲ σμήχει ἐγχριόμενα ἰδίως· ἁλκυόνιον Μιλήσιον σὺν μέλιτι, Ἀμμωνιακὸν ‹θυμίαμα› λεανθὲν σὺν οἴνῳ καὶ μέλιτι, ἀνεμώνης ῥίζα τῆς στρογγύλης σὺν μέλιτι, ἀναγαλλίδος φοινικῆς χυλὸς ὁμοίως, πηγάνου ἀγρίου χυλὸς ἐγχριόμενος.

[42]   ἁρμόζει δὲ ἐσθιόμενα ἀμβλυωποῦσι ταῦτα· ἐχίδνης σὰρξ ἑφθή, θύμον, κράμβης καυλοὶ ὠμοί, ῥάφανος, μάραθον, κρόμυον, κάρδαμον, καὶ πάντα καθόλου τὰ δριμέα, ὄξος σκιλλιτικόν. φυλάσσεσθαι δὲ δεῖ καὶ τὰ ἐπιτείνοντα τὰς ἀμβλυώσεις ἐσθιόμενα· ἔστι δὲ ἄνηθον καὶ τὸ σπέρμα αὐτοῦ, φακός, ἐλαῖαι μέλαιναι, θρίδαξ, πράσον κεφαλωτόν, σέλινον, ὤκιμον.

[43]   νυκτάλωπας δὲ ἐγχριόμενα ὠφελεῖ· αἷμα τρυγόνος, φάσσης, περιστερᾶς, πέρδικος ἢ αἰγὸς ἀγρίας καὶ τράγου· ἥπατος αἰγείου ὁ ἐν τῇ ὀπτήσει ἰχὼρ ἀπορρέων ἐγχριόμενος, καὶ αὐτὸ τὸ ἧπαρ ἐσθιόμενον, καὶ ἡ ἀτμὶς δὲ αὐτοῦ ἑψομένου ἑλκομένη ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς· ὠφελεῖ δὲ καὶ ἐλατήριον λεῖον σὺν μέλιτι ἐγχριόμενον.

[44]   πτερύγια δὲ τὰ ἐν ὀφθαλμοῖς τήκει προσαγόμενα· κίσηρις ὀπτὴ λεία, σηπίας ὄστρακον λεῖον, ἢ ἅλες καὶ καδμεία λεία, ἅπαντα ἴσα. τὰ δὲ τραχέα βλέφαρα λεπτύνει ἐγχριόμενα σὺν μέλιτι λεῖα ‑ δεῖ δὲ πυριᾶν ὕδατι μετὰ τὴν ἔγχρισιν, μέχρι παύσωνται δακνόμενοι ‑ · ἰὸς χαλκοῦ καὶ σιδήρου σκωρία κεκαυμένη, χάλκανθος κεκαυμένη, μίσυ κεκαυμένον, χαλκῖτις κεκαυμένη· [2] ὀμφάκιον, λεπὶς χαλκοῦ καὶ σιδήρου, καδμεία καεῖσα καὶ σβεσθεῖσα οἴνῳ, στυπτηρίαι πᾶσαι καεῖσαι καὶ μάλιστα ‹ἡ› σχιστή, οἴσυπος κεκαυμένος, οὔρου ἀνδρείου ὑποστάθμη σὺν κυπρίνῳ μύρῳ. ξύειν δὲ δεῖ τὰ τετυλωμένα ἐκστρέφοντα τὰ βλέφαρα ἐρινεοῦ φύλλοις τραχέσιν, ἢ σμιλίῳ, ἢ σηπίας ὀστράκῳ σχηματισθέντι εἰς κολλούριον, καὶ ἰῷ ἀναλημφθέντι κόμμει εἰς κολλούριον.

[45]

[1]    μίλφους δὲ καὶ τὰ βεβρωμένα βλέφαρα ὠφελεῖ ἀμόργη ἑψηθεῖσα καὶ ἐγχριομένη· ἢ λύκιον ‹Ἰνδικόν›, Ἀρμένιον, ‹ὃ› σὺν ὕδατι ἐγχριόμενον καὶ τὰς τρίχας αὔξει· χυλὸς θαλλίας, ἰὸς σιδήρου ἐπὶ πολλὰς ἡμέρας ἐν ἡλίῳ τριβεὶς μετὰ οἴνου καὶ σμύρνης ‹καὶ› εἰς κολλούριον ἀναπλασθείς, κρομύου χυλὸς σποδίῳ ἀναλημφθείς, λεπὶς χαλκοῦ· ἢ καδμεία λεπτὴ ἀναλημφθεῖσα μέλιτι καὶ καεῖσα ἐν χυτριδίῳ καινῷ πηλῷ τε κεραμικῷ πεπωμασμένῳ, ἔπειτα ὀπτηθεῖσα ἐπ' ἀνθρακώματος μιγέντων αὐτῇ χαλκοῦ κεκαυμένου ἴσου καὶ στίβεως ἐξ ἡμίσους μέρους.

[46]   ξηροφθαλμίαν δὲ καὶ κνησμοὺς ἰάσει ψωρικῷ λείῳ προσαπτόμενος, ἢ λεπίδι λείᾳ πεπλυμένῃ σὺν καδμείᾳ κεκαυμένῃ καὶ πεπέρει, ἢ ἀλόῃ σὺν πεπέρει, ἢ σιδήρου ἰῷ ξηρῷ, ἢ ὀμφακίῳ ξηρῷ λείῳ ὁμοίως.

[47]   τὰ δὲ λεπρώδη πάθη τῶν βλεφάρων ὑγιάζει συκῆς ὀπὸς καταχριόμενος.

[48]   φθειριάσεις δὲ τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι θεραπεύει σὺν μέλιτι ἢ ὕδατι ἐπιχριόμενα σανδαράκη, σταφὶς ἀγρία.

[49]   τὰς δὲ νυττούσας δίχα ῥευματισμοῦ χρονίου καὶ ἐκτιλείσας τρίχας ἐπὶ τῶν βλεφάρων ὡς τὸ πολὺ οὐκ ἐᾷ φυῆναι μετὰ τὸ ἐκτιλῆναι εὐθέως καταχριόμενα· αἷμα βατράχων τῶν χλωρῶν πρόσφατον καθ' ἑαυτὸ ἢ μιγὲν χαμαιλέοντι κεκαυμένῳ λευκῷ ἄχρι ἀνθρακώσεως, ἢ αἷμα κόρεως καθ' ἑαυτό, ἢ καπνοῦ τοῦ ἐν ταῖς κριθαῖς φυομένου ὁ χυλὸς σὺν κόμμει, ἢ τελλῖναι ταριχηραὶ κεκαυμέναι λεῖαι μετὰ κεδρίας, ‹ἢ› λωτοῦ κεκαυμένου ἡ τέφρα, ἢ στυπτηρία φορίμη.

[50]   ἀνακολλήματα ‹τριχῶν· ἀνακολλᾷ› δὲ τὰς εἰσκλωμένας ἢ παραφυομένας τρίχας ἐν τοῖς βλεφάροις μαστίχη μηλωτίδι θερμῇ προσαγομένη αὐτοῖς καὶ οὕτως ἀνακολλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν· ἢ ἄσφαλτος ὁμοίως, ἢ λιθοκόλλα ὁμοίως, ‹ἢ› κοχλίου τὸ κολλῶδας βελόνῃ ἀναλαμβανόμενον, ἢ χονδρίλλης κόμμι ὁμοίως.

[51]   αἰγίλωπας δὲ θεραπεύει, ἐφ' ὧν μὴ διὰ βάθους ἔφθαρται τὸ ὀστέον· ἀνθέμιδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα, αἰγίλωπος τοῦ ἐν τοῖς σίτοις χυλὸς σὺν ἀλεύρῳ σητανίῳ καταπλασσόμενος, ἀρνογλώσσου φύλλα μασηθέντα καὶ ἐπιτεθέντα· ἢ μολόχης φύλλα λεῖα σὺν χολῇ ταυρείᾳ, ὡς μεῖγμα ὑγρὸν εἶναι, βρέχων σπληνάρια ‹ἢ› ὀθόνια ἐπιτίθει καὶ ὕγραινε τῷ [2] φαρμάκῳ· ξηραινόμενα δὲ ἄλλασσε δὶς ἢ τρὶς τῆς ἡμέρας· ἢ αὐτὰ μασησάμενος τὰ φύλλα τῆς μολόχης μετὰ ἁλός· μετὰ δὲ τὸ ἀναστομωθῆναι αὐτούς, ‹αὐτῇ› τῇ μολόχῃ λείᾳ χρῶ μέχρι κατουλώσεως· ἢ καρύων βασιλικῶν τὸ ἐντὸς μασώμενος ἐπιτίθει, ἢ μύρτα ὡσαύτως, ἢ οἰνάνθην ὁμοίως, μυοσώτου τοῖς φύλλοις ὁμοίως μετὰ ἁλῶν ‹χρῶ›· ποιεῖ ‹καὶ› στρύχνον κηπαῖον, καὶ μάλιστα τὸ καλούμενον ἁλικάκκαβος, χαμαίζηλον, ἔχον ἐν φύσαις [3] τὸν ἐρυθρὸν καρπόν· ἢ λιβανωτὸς καὶ περιστερᾶς κόπρος λεῖα μιγέντα ‑ λιθοῦται δὲ καὶ προσμένει μέχρι ἀπουλώσεως ‑ , ἢ ἀείζωον καθ' ἑαυτὸ καὶ μετὰ μέλιτος· στυπτηρία σχιστὴ ὡς ὅτι πλείστῃ τερμινθίνῃ ἀναλημφθεῖσα· πρόπολις καὶ τερμινθίνη καὶ χόνδρος, ἴσα ἐν σπληνίῳ, ἢ ἅλες ‹ἢ› μαστίχη μετὰ στακτῆς ἀναμαλαχθεῖσα, ἢ μάννα σόγχου χυλῷ γαλακτίζοντι ἀναλημφθεῖσα· ποιεῖ καὶ βάλανος δρυίνη καεῖσα σὺν ὄξει, καὶ σποδὸς ἀμπελίνη ὁμοίως, ἢ ὄροβος μετὰ μέλιτος, ἢ σῦκα ξηρὰ λιπαρὰ σὺν πίσσῃ Βρυττίᾳ ἀναμαλαχθέντα ἴσα.

[52]

[1]    χαλάζια δὲ διαφοροῦσιν ὄλυνθοι ἑφθοὶ ἐπιπλασθέντες, ἢ τὰ τῆς συκῆς φύλλα.

[53]   ὑπώπια δὲ αἴρει καὶ πελιώματα καταπλασσόμενα· ἄνησσον σὺν μέλιτι Ἀττικῷ, ὁμοίως ὀρίγανον, ῥαφάνου φλοιός, σάμψουχον, ταῦτα σὺν μέλιτι· σκόρδιον κεκαυμένον σὺν μέλιτι, βρυωνίας ῥίζα σὺν οἴνῳ ἐπιχριομένη, βολβὸς μετὰ λεκίθων ᾠοῦ καταπλασσόμενος, ἀψίνθιον ὁμοίως· ἄλευρον κυάμινον ἢ αἴρινον, κυμίνου σπέρμα μετὰ ἁλῶν καὶ ἐλαίου, θάλασσα πυριωμένη, θαψίας χυλὸς ἐπιχριόμενος πρὸς βραχύ, καὶ ἡ [2] ῥίζα ‹δὲ› σὺν κηρωτῇ· θέρμινον ἄλευρον σὺν ἀλφίτῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, καρύου βασιλικοῦ τὸ ἐντὸς λεῖον, κύμινον ἄγριον μασηθὲν σὺν ὄξει καὶ μέλιτι ἢ σταφίδι, μαράθου σπέρμα σὺν κηρωτῇ, νᾶπυ σὺν κηρωτῇ ἢ μέλιτι, σιλφίου ῥίζα σὺν ἐλαίῳ· ἢ ὕσσωπον καταπλασθὲν καὶ ἐνδεθὲν εἰς ὀθόνιον ἀποβαπτομένου τοῦ ἐνδέσμου εἰς θερμὸν ὕδωρ καὶ [3] πυριωμένου τοῦ ὑπωπίου· ἐπὶ πάντων δὲ τῶν καταχρισμάτων πυριᾶν δεῖ μετὰ τὴν ἀφαίρεσιν αὐτῶν· ἅμα γὰρ τὰ οἰδήματα καὶ τὰ πελιώματα διαφορεῖ. ἔτι δὲ καὶ τυρὸς ἁλμυρὸς καταπλασσόμενος· αἴρει γὰρ παραχρῆμα· ἐὰν δὲ μένῃ, καὶ κρομύου δεῖ μιγῆναι χυλόν. αἴρει δὲ καὶ ἄρου ῥίζα ἐπιτιθεμένη, ἢ σηπίας ὄστρακον ξυσθὲν καὶ μετὰ ὄξους καταχρισθέν, ἢ νᾶπυ ἀναλημφθὲν σὺν κηρωτῇ.

[54]

[1]    τὰς δὲ περὶ τὰ ὦτα ἀλγηδόνας καὶ φλεγμονὰς παραμυθεῖται ταῦτα ἐνσταζόμενα χλιαρά· παρθενίου χυλός, μυὸς ὠτίδος ὁμοίως· Ἀχιλλείου, ἡδυόσμου χυλὸς σὺν μελικράτῳ· δρακοντίου χυλὸς ἐν ἐλαίῳ διεθείς, ἑλξίνης χυλὸς σὺν ῥοδίνῳ, καννάβεως σπέρματος χλωροῦ χυλός, κισσοῦ κορύμβων χυλὸς σὺν ῥοδίνῳ καὶ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενος, κολοκύνθης ξυσμάτων χυλὸς ὁμοίως, λεύκης φύλλων χυλὸς ὁμοίως σὺν ῥοδίνῳ, ναρκίσσου [2] φύλλων χυλὸς ὁμοίως ἢ τῆς ῥίζης· ὀριγάνου χλωροῦ χυλὸς σὺν γάλακτι γυναικείῳ, πηγάνου χυλὸς ἢ πολυγόνου ἐν σιδίῳ ῥοᾶς θερμανθείς, πράσου τῶν φύλλων χυλὸς σὺν ῥοδίνῳ, σεύτλου χυλός, σφονδυλίου χυλὸς τοῦ ἄνθους, πευκεδάνου ὀπὸς σὺν ῥοδίνῳ ἢ μηκωνίῳ, ἰτέας τῶν φύλλων χυλός· ἀλώπεκος στέαρ χλιαρὸν ἐνσταζόμενον, ἅλες ὀρυκτοὶ λεῖοι σὺν ὄξει· ἔλαιον ἀμυγδάλινον, ἴρινον, δάφνινον, κίκινον, κρόκινον, σησάμινον, ὑοσκυάμινον, τὸ δὲ ἀμυγδάλινον μετὰ ἀλόης ὀλίγης καὶ κρόκου, κάχρυ σὺν ἀμυγδαλίνῳ [3] ὁμοίως· κυάμου Αἰγυπτίου τὸ ἐντὸς πικρὸν σὺν ῥοδίνῳ, χαλκὸς κεκαυμένος λεῖος σὺν ὄξει καὶ ῥοδίνῳ, λιβανωτὸς σὺν οἴνῳ, μηκώνιον σὺν σμύρνῃ καὶ ῥοδίνῳ καὶ κρόκῳ καὶ γάλακτι γυναικείῳ· οὖρον ὄνου, ταύρου, συάγρου, αἰγὸς σὺν ῥοδίνῳ· πισσέλαιον, κεδρία σὺν ῥοδίνῳ μύρῳ, στυπτηρία πολυγόνου [4] ἢ ῥοᾶς χυλῷ ἀνεθεῖσα· νάρδος ἐν κοχλίᾳ Λιβυκῷ ἀναλημφθεῖσα καὶ μετὰ τὸ ἑψηθῆναι ἐγχυθεῖσα· ὠφελεῖ καὶ τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃς ‹Ῥωμαιστὶ› καλεῖται γλῆρις, καὶ γάρος ὁ Σπάνος, ὃς σοκιώρου λέγεται, ἐγχεόμενα, καὶ σιλφῶν τῶν κατοικιδίων τὸ ἐντὸς λεῖον σὺν ῥοδίνῳ ἐνσταζόμενον, ἢ οἱ κατοικίδιοι ὄνοι μετὰ ῥοδίνου ἢ ἐλαίου λεῖοι χλιανθέντες, ἢ γῆρας [5] ὄφεως ἐν ἐλαίῳ ἑψηθὲν ἢ μύρῳ μετὰ κωδύας μήκωνος· ἀράχνη τὸ ζῷον λεῖον μετὰ ῥοδίνου καὶ ὄξους, κηκὶς λεία ἐνδεθεῖσα ὀθονίῳ καὶ ἑψηθεῖσα ἐν οἴνῳ ἀνωδύνους ποιεῖ. ὠφελεῖ καὶ ψυχρὸν ὕδωρ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενον, καὶ σαρκῶν βοείων ὀπτωμένων ‹ὁ› ἰχὼρ ἐγχεόμενος τῷ ἀλγοῦντι, καὶ κεδρία μιγεῖσα ναρδίνῳ, ποτὲ μὲν πρὸς ἴσον, ποτὲ δὲ πρὸς διπλοῦν.

[55]

[1]    πρὸς δὲ τὰς γινομένας ῥήξεις τῶν ὤτων ἁρμόζει ἐγχυματιστὰ ταῦτα· ἄνησσον σὺν ῥοδίνῳ, ἀπαρίνης χυλός, ἀρνογλώσσου χυλός, στρύχνου χυλὸς ὁμοίως, κεδρία σὺν ῥητίνῃ τερμινθίνῃ συντακεῖσα, σόγχου χυλὸς καὶ ἡ ῥίζα σὺν ἐλαίῳ καὶ σιδίῳ ἑψηθεῖσα, χολὴ βοεία μετὰ γάλακτος ἢ πράσου χυλοῦ, ὠκίμου χυλὸς σὺν χηνείῳ στέατι.

[56]   ὑπατμίζεται δὲ διὰ καλάμου πρὸς ὠταλγίας καὶ ἤχους ἀψινθίου ἀπόζεμα ‹ἢ› ὑσσώπου ἢ δαφνίδων ἢ ἁβροτόνου μετ' ὄξους ἢ διὰ κοχλάκων πεπυρωμένων ἑψηθέν· ἢ θάλασσα θερμή, ‹ἢ› θεῖον ἄπυρον ὑποθυμιώμενον· δεῖ δὲ πωμάσαντα τὴν χύτραν καὶ περιπλάσαντα πηλῷ τιτράναι κατὰ μέσον τὸ πῶμα καὶ οὕτως δέχεσθαι εἰς τὴν εὐρυχωρίαν τοῦ ὠτὸς τὸν ἀτμόν· καὶ πυρία δὲ ἁρμόζει πρὸς τὰ ἀλγήματα τοιαύτη· ἐγχέας εἰς ὄξος ἔλαιον κεχλιασμένον ἐν ὠτεγχύτῃ καὶ περιθεὶς ἔριον μηλωτίδι ‹ἐν›απόβαπτε θερμῷ τῷ ὄξει καὶ θερμὸν κάθες ‹εἰς τὸ οὖς› τὸ ἔριον, μέχρι ἀνέχεται.

[57]   πρὸς δὲ τὰς πυορροίας καὶ ἑλκώσεις ἁρμόζει ἐνσταζόμενα ἢ σὺν ἐρίῳ ἁπαλῷ ἐντιθέμενα ταῦτα· ἀγριελαίας χυλός, ἀπαρίνης χυλὸς ὁμοίως, ἀμόργη ἐν ἐλαίῳ ἡψημένη, λύκιον ‹καὶ› μάλιστα τὸ Ἰνδικόν, ἀσφοδέλου χυλὸς καθ' ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ σμύρνῃ καὶ οἴνῳ χλιανθείς· ἀψίνθιον λεῖον σὺν μέλιτι, γῆς ἔντερα ἑψηθέντα σὺν στέατι [2] χοιρείῳ ἢ ἐλαίῳ· ἢ βάτου φύλλων χυλὸς ἐν ἐλαίῳ, γῆρας ὄφεως ἑψηθὲν ἐν οἴνῳ, διφρυγὲς σὺν μέλιτι, ἐλαίας χυλός, σμύρνα σὺν καστορίῳ καὶ μηκωνίῳ καὶ γλαυκίῳ, κισσοῦ λευκοῦ χυλὸς σὺν ἐλαίῳ, κρομύων ὁμοίως· μίσυ σὺν ῥοδίνῳ, ἀπαρίνης χυλὸς καὶ ἀφέψημα, ὀμφάκιον σὺν μέλιτι, οὖρον ἀφθόρου παιδὸς ἐν [3] ῥοᾶς σιδίῳ ἑψηθέν· κονία συκίνη συγκλυζομένη, πίσσα ὑγρὰ ὁμοίως, καὶ αὐτὴ ‹δὲ› σὺν ῥοδίνῳ ὀλίγῳ ἐν κελύφει ῥοᾶς ἑψηθεῖσα· πολυγόνου χυλὸς ἑψηθείς, στοιβῆς καρπὸς ἑψηθεὶς ἐν οἴνῳ, στυπτηρία πᾶσα σὺν πολυγόνου χυλῷ, χάλκανθον ἑψηθὲν σὺν μέλιτι, χολὴ βοεία μετὰ μέλιτος.

[58]

[1]    τοὺς δὲ γεννωμένους σκώληκας ἐν ταῖς χρονίαις περὶ τὰ ὦτα ἑλκώσεσιν ἀποκτείνει· ἀμυγδάλινον ἔλαιον ἐγχεόμενον, καλαμίνθης χυλός, καππάρεως φύλλων χυλὸς ἢ τοῦ καρποῦ χλωροῦ, κεδρία, οὖρον ἀνθρώπινον παλαιόν, ἐλλέβορος λευκὸς λεῖος μετὰ μέλιτος, καὶ τοῖς πρὸς τὰς ἑλκώσεις ἀναγεγραμμένοις χρηστέον.

[59]   τὰς δὲ ὑπερσαρκώσεις τὰς ἐν τοῖς ὠσὶ γινομένας καθαιρεῖ μέλας ἐλλέβορος ξηρὸς λεῖος ἐπιπασσόμενος. ἀφαιρεῖ δὲ αὐτὰς ταχέως τρὺξ ‹μετὰ ἀσβέστου καὶ κονίας› στακτῆς λεία, γλοιώδης δι' ἐρίου καὶ μηλωτίδος προστεθεῖσα.

[60]   ἤχους δὲ τοὺς περὶ τὰ ὦτα ὠφελεῖ σῦκον λεῖον ἀναλημφθὲν σὺν σινήπει καὶ νίτρῳ καὶ ἐντεθὲν καὶ ἐαθὲν ἐπὶ ἡμέρας ‹ε΄›, ἐλλέβορος μέλας ξυόμενος καὶ ἐντιθέμενος ἑκάστης ἡμέρας νεαρός· ἢ δάφνινον καὶ ἀμυγδάλινον, ἑκάστου ἴσον, καστορίου ὀλίγον, ὄξους σταλαγμοὺς τρεῖς τρίψας ἐν τῷ αὐτῷ [2] ‹ἀγγείῳ› καὶ χλιάνας ἔνσταζε· ἢ φλοιοῦ ῥαφανίδος χυλὸν ἐπὶ τρεῖς ἡμέρας ἔγχει, τῇ δὲ τετάρτῃ ἐκχέας τὸν χυλὸν καλαμίδα διαμπὰξ τετρημένην κάθες εἰς τὸ οὖς, κατὰ δὲ τὸ ὑπερκείμενον μέρος ἡ καλαμὶς ἐχέτω ἐλλύχνιον καιόμενον· οὕτω γὰρ πυριώμενον ὠφελεῖ λίαν· κλύζεται δὲ παραχρῆμα διὰ νίτρου [3] καὶ ὕδατος. ποιεῖ καὶ γάρος, μέλι, ῥόδινον ἴσα· ἢ ἀμυγδάλινον σὺν μέλιτι, ἢ ἔλαιον βαλάνινον μετὰ στέατος χηνείου· δαφνίδων πίεσμα σὺν οἴνῳ καὶ ῥοδίνῳ ἐνσταζόμενον, κεδρία σὺν ὑσσώπῳ, κρομύου χυλός, κύμινον ἄγριον σὺν μυελῷ μοσχείῳ καὶ πηγάνου χυλῷ· κύπρινον, ἴρινον, σούσινον σὺν ὄξει καὶ πηγάνῳ καὶ ἀμυγδάλοις πικροῖς· νίτρον, ἀφρόνιτρον σὺν ὄξει καὶ λιβανωτῷ, πράσου χυλός, μέλι Ἀττικὸν σὺν ὄξει, περσέας τὸ ἐντὸς μετὰ ῥοδίνου χλιαρὸν ἐνσταζόμενον.

[61]

[1]    δυσκωφίας δὲ θεραπεύει χρονίας χαλκοῦ ἄνθος λεῖον ἐμφυσώμενον εἰς τὸν πόρον διὰ σωληνίου· ἀσφοδέλου ῥίζα ἐν ἐλαίῳ ἡψημένη τοῦ ἐλαίου ἐνσταζομένου, κρομύων χυλός, σικύου ἀγρίου τῶν φύλλων χυλὸς ἐν ὄξει, οὖρον αἰγὸς ἐγκλυζόμενον συνεχῶς θερμόν, καὶ τὸ διὰ σινήπεως καὶ νίτρου καὶ σύκου ἐντιθέμενον.

[62]   πρὸς δὲ τὰς τῶν ὑδάτων ἐναπολήμψεις κρομύου χυλὸς ἐνσταζόμενος διακόπτει τὴν τοῦ πνεύματος ἔνστασιν· ἔκμυζε δὲ τὸ ὕδωρ καλαμίδα διαμπὰξ τετρημένην ἐνθεὶς τῷ ὠτίῳ.

[63]   τὰ δὲ τεθλασμένα τῶν ὠτίων ἰῶνται μὴ ἐῶντες διαπυίσκειν καὶ εἰ διαπυήσειεν, διαφοροῦντες βολβοὶ σὺν ἀλφίτῳ καταπλασσόμενοι· σμύρνα σὺν κοχλίου σαρκί, θεῖον ἄπυρον σὺν σμύρνῃ καὶ οἴνῳ καὶ λιβάνῳ καὶ πίσσῃ καταχριόμενον· ἐὰν δὲ ἐρυθήματα ᾖ καὶ φλεγμοναὶ μεγάλαι, σησάμῳ λείῳ κατάπλασσε ἢ χόνδρῳ ἐν ὄξει ἑφθῷ.

[64]   ζῴου δὲ ἐμπεσόντος εἰς τὸ οὖς ἐνσταζόμενα ἀναβιβάζει ταῦτα· μολόχης χυλός, Κενταυρείου ἀφέψημα μετὰ ὄξους, πευκεδάνου ὀπός, ἀψινθίου χυλός, ὀπὸς σκαμμωνίας μετὰ νίτρου καὶ ὕδατος, ἐλατήριον, ‹ῥαφάνου› χυλῷ νίτρον ἀναλημφθέν, θεῖον ἄπυρον σὺν ὄξει, χολὴ μυὸς καὶ βατράχου διειμέναι ὄξει, πράσου χυλὸς σὺν μέλιτι, θεῖον διεθὲν ἀφθόρου παιδίου οὔρῳ.

[65]   λιθαρίου δὲ ἢ κυάμου ἢ ἄλλου τινὸς ἐμπεσόντος εἰλήσας ἔριον περὶ μηλωτίδα καὶ βρέξας ῥητίνῃ ἢ ταυροκόλλῃ καθεὶς πραέως ἅπτου.

   πρὸς ὀδονταλγίας.

[66]   πρὸς δὲ τὰς ὀδονταλγίας ἁρμόζει ἑψόμενα σὺν ὄξει καὶ ἀνακογχυλιζόμενα ‑ δεῖ δὲ θερμοῖς αὐτοῖς χρῆσθαι καὶ ἐφ' ὅσον δύναταί τις χρόνον διακρατεῖν ἐν τῷ στόματι κατὰ τὸν ἀλγούμενον ὀδόντα ‑ · ὑοσκυάμου ῥίζα, πενταφύλλου ῥίζα, ἀλθαίας ῥίζα, πύρεθρον, ὀνωνίδος ῥίζα, ἀρνογλώσσου ὁμοίως· δᾳδία καὶ μελάνθιον, σταφὶς ἀγρία, ἐλλέβορος μέλας, καππάρεως ῥίζα καὶ ὁ ἐκ τῶν ἀπίων αὐτῆς καρπός, ἐλάφου κέρας ὠμὸν καὶ κεκαυμένον, θεῖον ἄπυρον ὀλίγον σὺν ὀριγάνῳ καὶ δᾳδίῳ, [2] μελισσόφυλλον, γλήχων, μόρων φύλλα καὶ ἡ ῥίζα· σίλφιον, ὀπόφυλλον μετὰ ὑσσώπου καὶ σύκου, πίτυος καὶ λεύκης φύλλα, σικύου ἀγρίου ῥίζα, σκορόδου ῥᾶγες σὺν λιβανωτῷ, τιθυμάλλου ‹ῥίζα›, μήλων Περσικῶν ὀστᾶ, κηκὶς μετὰ ἁλὸς καὶ κεδρία, ἕκαστον τούτων σὺν ὄξει. ἢ κολοκυνθίδα κενώσας καὶ ἐναποζέσας αὐτῇ ὄξος δίδου διακλύζεσθαι· ἀποβάλλει δὲ τοῦτο [3] καὶ τοὺς σαθροὺς αὐτῶν. ὠφελεῖ δὲ καὶ ἀγρώστεως τῆς ἐν Παρνασσῷ γεννωμένης ὁ χυλὸς σὺν ὀξάλμῃ, ἀρνογλώσσου τῶν φύλλων ὁ χυλός. σὺν οἴνῳ δὲ ἀφεψηθέντα ‹δίδοται› πρὸς τὴν αὐτὴν χρῆσιν φλόμου ῥίζα, ἁλικακκάβου ἀγρίου ῥίζα, ἀσπαράγου ῥίζα, νίτρον σὺν πεπέρει, πήγανον, πλατάνου σφαιρία, ὀξυμυρσίνης ῥίζα, ὀπὸς σιλφίου, ῥόδα ξηρὰ ἐν οἴνῳ ἑψηθέντα ἄχρι τρίτου· ἐπὶ δὲ τῆς χρείας δίδου ἀνακλύζεσθαι.

[67]

[1]    διαμασώμενα δὲ καὶ δηχθέντα τῷ πεπονθότι ὀδόντι ὠφελεῖν πέφυκεν λευκακάνθης ῥίζα, κηκῖδος τὸ ἐντός, πυρέθρου ῥίζα. ὠφελήσεις δὲ ὀδονταλγίας ἐνεργῶς τρυγόνος θαλασσίας κέντρου τῷ ἄκρῳ παρατρίβων τὸν ἀλγοῦντα ὀδόντα· σήπεται δὲ τὸ πεπονθὸς μέρος τοῦ ὀδόντος. ἔνιοι δὲ ἐπὶ καλαμίδι ἐγκρύπτοντες αὐτὸ οὕτως χρῶνται, ὑπολαμβάνοντες συμβάλλεσθαι καὶ τοῦτο πρὸς ἀπονίαν.

[68]   εἰς δὲ τὸ βρῶμα ἐντιθέμενα ἢ περιπλασσόμενα τῷ ὀδόντι ὠφελεῖ τοὺς ὀδονταλγοῦντας ‑ ἔνια δὲ θρύπτει ἢ σήπει ‑ · ἀμόργη ἡψημένη ‹μετ'› ἐλαίου ὀμφακίνου, ἄχρι ἂν γένηται μελιτώδης· αὕτη καὶ περιχριομένου τοῦ ὀδόντος ἐκτινάσσει· βατραχίου ῥίζα ὁμοίως σκευασθεῖσα θρύπτει· ἀμπέλου δάκρυον ἐντιθέμενον μετ' ὀποπάνακος καὶ σιλφίου, [2] ἄσφαλτος ὑγρὰ σὺν νίτρῳ περιπλασθεῖσα· πύρεθρον ταριχευθὲν σὺν ὄξει ἐπὶ ἡμέρας μ΄, ἐλαίας Αἰθιοπικῆς δάκρυον, ῥοῦ [τοῦ] βυρσοδεψικοῦ δάκρυον, ὀπὸς συκῆς ἀγρίας καὶ ἡμέρου, τιθυμάλλου ὀπός· ἄνωθεν δὲ κηρὸν ἐπιτίθει πρὸς τὸ φράσσεσθαι τὸ βρῶμα. χαλβάνη καὶ περιπλάσσεται, κεδρία καὶ θραύει τὸν ὀδόντα, κηκῖδος τὸ μέσον, μόρων τῆς ῥίζης ὀπός· ὀπὸς σιλφίου σὺν σαρκὶ σταφίδος καὶ περιπλάσσεται ἢ σὺν ῥητίνῃ ἢ σὺν κηρῷ, σὺν δὲ θείῳ καὶ λιβανωτῷ ἐν ὀθονίῳ ἔγχριστος [3] περιτίθεται· ὀποπάναξ ὁμοίως ἐπιτηδευθεὶς σὺν σανδαράκῃ, σῶρι Αἰγύπτιον ῥητίνῃ ἀναλημφθέν, σαύρας ἧπαρ ἐντεθέν, πευκεδάνου ὀπὸς ἢ θεῖον ‹ἄπυρον› ἢ κηκὶς λεία μετὰ λυκίου περιπλαττόμενα μετὰ τὴν κάθαρσιν, ἢ πέπερι καὶ κρόκος ῥητίνῃ τερμινθίνῃ ἀναλημφθέντα· ἢ ὄφεως γῆρας καύσας καὶ τρίψας μετ' ἐλαίου περίχριε γλοιώδη ‹ποιῶν›, περιχαράξας πρότερον· ἢ κάρδαμον καὶ νᾶπυ ἔμπλασσε, ἢ στυπτηρίαν μετὰ μέλιτος φορίμην ἑψήσας διάτριβε τὸν ὀδόντα, ἢ ὄφεως γῆρας ἐπιτίθει, [4] ἢ κηκῖδα λείαν καὶ σμύρναν ἑψήσας μετὰ μέλιτος ἐντίθει, ἢ ἄσφαλτον, πίσσαν, στυπτηρίαν, ‹μαστίχην› Χίαν, κεδρίαν ὁμοίως, χαλβάνην, πέπερι, κόκκον Κνίδιον· ἢ βατράχου ἧπαρ καὶ ῥοῦν βυρσοδεψικὴν ἑψήσας ἐν ὕδατι μέχρι τοῦ πάχος ἔχειν ‹μέλιτος›, εἶτ' [ἐν]ἀπορρίψας τὰ σκύβαλα τὸ ἀπόθλιμμα ἕψε, ἕως ἐμπλαστρῶδες γένηται, καὶ ἐντίθει· ἢ πρόπολιν μαλάξας περίπλασσε.

[69]

[1]    εἰς δὲ τὸ ἀντικείμενον οὖς τοῦ ἀλγοῦντος ὀδόντος ἐνστάζεται ἀσφοδέλου χυλός, καρδάμου χλωροῦ χυλός, κισσοῦ τοῦ χρυσοκορύμβου σφαιρία ε΄ θλασθέντα καὶ σὺν ῥοδίνῳ ἐν σιδίῳ ῥοᾶς θερμανθέντα, σεύτλου χυλὸς μετὰ κυμίνου κόκκων γ΄, ὄφεως γῆρας θλασθὲν καὶ μετὰ ῥοδίνου ἑψηθέν. εἰς δὲ τὸν ἀντικείμενον μυξωτῆρα ἐνστάζεται ὠφελίμως ἀναγαλλίδος χύλισμα. περιαπτομένη δὲ ὀδόντος πόνον ἱστορεῖται παύειν λεπιδίου ῥίζα.

[70]   ἀρεῖς δὲ ἀπόνως, ἂν περιχαράξας περιπλάσῃς θείῳ, ἢ μολύβδαιναν λείαν κηρῷ ἀναλημφθεῖσαν παρεμπλάσῃς, ἢ πύρεθρον ὄξει ταριχεύσας ἐπὶ ἡμέρας μ΄ περιπλάσῃς, κηρῷ τοὺς ἄλλους ἀσφαλισάμενος, ἢ σῶρι μετ' ὄξους λειώσας· ἢ σώρεως δ΄, μολυβδαίνης Ϛ΄ κεδρίας τῷ αὐτάρκει ἀναλάμβανε.

[71]   τὰς δὲ ἐπὶ τῶν παιδίων ὀδοντιάσεις καὶ κνησμοὺς παύει βούτυρον διαχριόμενον καθ' ἑαυτὸ καὶ μετὰ μέλιτος, λαγωοῦ ἐγκέφαλος ὀπτὸς παρατριβόμενος καὶ ἐσθιόμενος, μῦς οἱ κατοικίδιοι ἑφθοὶ ἐσθιόμενοι, καὶ τὸ πολὺ δὲ σίελον κωλύουσιν ἐπὶ τῶν παιδίων ζῶντες προσαγόμενοι τοῖς στόμασιν αὐτῶν.

[72]   αἱμωδίας δὲ τὰς ἐπὶ τῶν ὀδόντων παύει ἀνδράχνη διαμασωμένη, ἔλαιον παρατριβόμενον.

[73]   σμήχει δὲ τοὺς ὀδόντας ἀριστολοχείας ῥίζα, ἐλάφου κέρας κεκαυμένον μειγνυμένης ὀλίγης μαστίχης· ἅλες λευκοὶ φυραθέντες μέλιτι καὶ καέντες ἐν χύτρᾳ, ἄχρι ἀνθρακωθῶσιν· κήρυκες πληρωθέντες ἁλὶ καὶ καέντες, κίσηρις ὀπτὴ οἴνῳ σβεσθεῖσα, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι, λίθος Ἀραβικὸς καεὶς σὺν μέλιτι, μύακες συγκεκαυμένοι ‹μέλιτι›, ἢ σηπίας ὄστρακον κεκαυμένον· τούτων ἑκάστῳ ἢ εὐωδίας χάριν μείγνυται νάρδου στάχυος ὀλίγον ἢ σχοίνου ἄνθους· ἢ ἔρια οἰσυπηρὰ κεκαυμένα λεῖα ὀλίγου ἁλὸς αὐτοῖς μειγνυμένου.

[74]   σειομένους δὲ ὀδόντας κρατύνει καὶ οὖλα πλαδῶντα διακλυζόμενα καὶ διακρατούμενα ἐφ' ἱκανὸν ἐν τῷ στόματι· ἐλαίας τῶν φύλλων ἀφέψημα, γάλα ὄνειον, κολυμβάδος ἐλαίας χυλός, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ διακλυζομένη, γαγάτης λίθος σὺν οἴνῳ ἑψηθείς, πλατάνου φύλλα σὺν ὄξει ἑψηθέντα, ὄξος σκιλλιτικόν, βάτος διαμασωμένη, μολόχης ῥίζα ὁμοίως, ἰὸς [2] σιδήρου προσαπτόμενος ξηρός, κύτινος ὁμοίως· στυπτηρία σχιστὴ μιγεῖσα σμύρνῃ ἢ δίχα τῆς σμύρνης σὺν ὄξει ἢ μέλιτι, σῶρι κεκαυμένον ὁμοίως, στύραξ σὺν ἁλσὶν ἐπιτιθέμενος· ἢ σμύρνα, σχιστή, πομφόλυξ, ἄμυλον ἴσα λεῖα ξηρά· ἢ ῥοᾶς λεπύχανα, κηκίς, χάλκανθος, ἴσα ἐν ὄξει δευθέντα διακλυζόμενα· ἢ βάτραχοι ι΄, [ἢ] ὄξους ἡμίχουν, χαλκοῦ ἄνθους δ΄, μανδραγόρου ῥίζης Ϛ΄ ἑψόμενα μέχρι τρίτου καὶ διακλυζόμενα. ποιεῖ καὶ πρὸς ἀλγηδόνας τοῦτο· ἀλόης δ΄, λιβάνου α΄, σχιστῆς δ΄, μέλιτι μιγέντα διατριβόμενα.

[75]

[1]    πρὸς δὲ τὰ οἰδοῦντα τῶν οὔλων καὶ ἐκσαρκοῦντα ἢ σηπόμενα ἁρμόζει διακλυζόμενα καὶ διακρατούμενα· ἀνδράχνης χυλός, ἀστραγάλου ῥίζης ἀπόζεμα ἐν οἴνῳ, ἐλαίας κολυμβάδος ἅλμη, ἔλαιον ὠμοτριβὲς καὶ μήλινον καὶ σχίνινον διακρατούμενα, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ, κεδρία σὺν ὄξει ἢ ἀμόργῃ, κηκῖδος ἀπόζεμα, κοκκυμηλέας φύλλα ἐν οἴνῳ ἑψηθέντα, κυτίνων ἀπόζεμα, μόρων φλοιοῦ καὶ φύλλων ἀπόζεμα, ὄξος σκίλλινον.

[2] ξηρὰ δὲ λεῖα προσαπτόμενα ὠφελεῖ· ἀριστολοχείας ῥίζα, ἀρνογλώσσου σπέρμα ξηρόν, ἀσπάλαθον ξηρόν, μαράθου ῥίζα κεκαυμένη, διφρυγές, ἰὸς χαλκοῦ καὶ σιδήρου, χάλκανθος ὀπτή, κηκίς, κύπερος, κύτινοι, ῥόδων ἄνθος, λύκιον, μαστίχη ξηρά, μίσυ σὺν ὄξει, χάρτης κεκαυμένος σὺν ἀρσενικῷ ὀλίγῳ, σχίνου ξυλάρια χλωρὰ παρατριβόμενα τοῖς μεταξὺ τῶν ὀδόντων. ἁρμόζει δέ, καὶ μάλιστα ἐπὶ τῶν ἐκσαρκούντων, διὰ τοῦ ζεστοῦ ἐλαίου πυριᾶν· δεήσει δὲ ἔριον μηλωτίδι περιτιθέντα καὶ ἀποβάπτοντα εἰς τὸ ἔλαιον προσάγειν, ἄχρις οὗ λευκὰ γένηται τὰ οὖλα· στέλλεται γὰρ ‹οὕτως› ὁ ῥευματισμὸς αὐτῶν καὶ ἀναξηραίνεται.

[76]

[1]   τὰς δὲ ἐπουλίδας στέλλει στυπτηρία πᾶσα κεκαυμένη ἢ σῶρι, ξηρὰ λεῖα προσαπτόμενα.

[77]   τὰ δὲ γεγυμνωμένα οὖλα σαρκοῖ ῥόδων ἄνθους μέρη β΄, καλάμου ἀρωματικοῦ μέρος α΄, ξηρὰ προσαπτόμενα.

[78]   τὰς δὲ ἄφθας καὶ νομὰς θεραπεύει μέλι καὶ ὅσα πρὸς τὰ οἰδαλέα καὶ ἐκσαρκοῦντα τῶν οὔλων ἀναγέγραπται, ἐκ περισσοῦ δὲ καὶ ἰδίως ταῦτα· ἄγνου ἢ κύπρου φύλλα σὺν μέλιτι διατριβόμενα, τριβόλου χυλός, ἀκακίας χυλὸς ὁμοίως, ὑποκιστίδος ἢ ῥοὸς βυρσοδεψικῆς χυλὸς ὁμοίως, ὀμφάκιον, ὀρίγανος, [2] ῥοῦς ὁ ἐπὶ τὰ ὄψα ὡσαύτως· βαλαύστιον ὁμοίως καὶ ξηρὸν προσαπτόμενον καὶ τὸ ἀφέψημα αὐτοῦ διακλυζόμενον, σανδαράκη σὺν ῥοδίνῳ διακλυζομένη, ὁ τῆς Βεττονικῆς πόας χυλός, ἀγριελαίας φύλλα ὁμοίως· ἀρσενικοῦ μέρος α΄, χάρτου κεκαυμένου μέρη γ΄, χρῶ δὲ ξηρῷ καὶ σὺν μέλιτι. γάρος ὁ ἐκ τῶν μαινίδων διακλυζόμενος, ἀρνογλώσσου χυλὸς διακλυζόμενος, κηκὶς μετ' ἐλαίου διακλυζομένη, στυπτηρία ὑγρὰ ὁμοίως.

[79]

[1]    τὰς δὲ ἐν τῷ στόματι σηπεδόνας ἵστησιν μὲν καὶ τὰ πρὸς νομὰς ἀναγεγραμμένα, ἰδίως δὲ ταῦτα· μαράθου ἀγρίου ῥίζης κεκαυμένης ἡ τέφρα· ἢ μαινίδων κεκαυμένων μέρη β΄, ἀλόης μέρος α΄, ξηρά· ἢ ἀρσενικοῦ δ΄, χάρτου κεκαυμένου ιβ΄, ξηρά· ἢ σταφὶς λεία χωρὶς τῶν γιγάρτων καταπλασθεῖσα, ἀμόργη ἐλαίου ἑψηθεῖσα ἐπιχριομένη, Βεττονικῆς πόας χυλός.

[80]   τὰς δὲ δυσωδίας τοῦ στόματος ἀπαλλάττει ἀγαλόχου ἀπόβρεγμα ἢ ἀπόζεμα διακλυζόμενον, σμύρνα ἢ σχοίνου ἄνθος ἢ κινάμωμον διαμασώμενα, μαλαβάθρου φύλλον ὑποτιθέμενον τῇ γλώττῃ, ὄξος σκίλλινον ἢ ἀφέψημα κεδρίνων ξύλων.

[81]   πρὸς δὲ τὰς ἐντὸς ‹τῶν› παρισθμίων φλεγμονὰς χρώμεθα ἀναγαργαρίσμασι, μελικράτῳ μετὰ ἀποζέματος πιτύρων ἢ ῥόδων ἢ φακῆς, ἢ κοκκυμηλέας φύλλοις ἐν οἴνῳ ἑψηθεῖσιν. καὶ πρὸς τὰ εἱλκωμένα δὲ παρίσθμια ἑλξίνης χυλῷ, ἢ ἱερᾶς βοτάνης ἀφεψήματι· καὶ διαχριομένοις δὲ σὺν μέλιτι ἀκακίας χυλίσματι, ἀλόῃ, ἀμόργῃ ἡψημένῃ, βάτου τῷ χυλῷ ἡψημένῳ, ἁλσὶν ὁμοίως, λυκίῳ, πίσσῃ ὑγρᾷ, μίσυι, ὀριγάνου χυλῷ, χαλκοῦ ἄνθει, μόρων χυλῷ ἡψημένῳ σὺν μέλιτι καὶ στυπτηρίᾳ ὀλίγῃ. ποιεῖ δὲ καὶ ἀμυγδάλινον ‹ἔλαιον› ζεστὸν ἐγχεόμενον εἰς τὰ ὦτα.

[82]   τὰς δὲ κεχαλασμένας σταφυλὰς συστέλλει ἀναγαργαριζόμενα· μέλι, κνίδης χυλός, ὀξύκρατον, κοκκυμηλέας φύλλων ἀφέψημα σὺν οἴνῳ, ὀριγάνου ἀφέψημα σὺν οἴνῳ. διαχριόμενα δὲ ὠφελεῖ σὺν μέλιτι· ἅλες, ὀμφάκιον, ὀπὸς σιλφίου, στυπτηρία, κηκὶς μετὰ ἁλὸς καὶ πεπέρεως καὶ μέλιτος. προσαπτόμενα δὲ ξηρὰ ὠφελεῖ· βαλαύστιον, χαλκοῦ ἄνθος, χαλκῖτις λεία, στυπτηρία σχιστή, μίσυ, κηκίς, ὀπὸς Παρθικός, ἐλαίας Αἰθιοπικῆς δάκρυον, αἰθάλη ‹ἡ› ἀπὸ τῶν ἀνθράκων, ἅλες.

[83]   συναγχικοὺς δὲ ὠφελεῖ ὅσα δύναται ἀποσπᾶν ὑγρασίαν· χαλᾶται γὰρ οὕτως ἡ ξηρασία καὶ ἡ πύκνωσις τῶν μερῶν. ἔστι δὲ ‹ταῦτα› ἀναγαργαριζόμενα· ὕσσωπον μετὰ σύκου ἐν ὕδατι ἡψημένον, λιβανωτὸς σὺν γλυκεῖ καὶ μέλιτι ἢ ὀξυμέλιτι, ῥαφάνου σπέρμα λεῖον σὺν ὀξυμέλιτι, σινήπεως ἐδωδίμου κύαθοι δύο σὺν μέλιτος θερμοῦ κυάθῳ ἑνί. ‹καὶ› διαχριόμενα δέ· χελιδόνων κεκαυμένων σποδιὰ σὺν μέλιτι, χολὴ βοεία σὺν [2] μέλιτι. ἰδίως δὲ ποιεῖ τῆς θαλασσίας χελώνης ‹χολή›, χρυσοκόλλα μετὰ μέλιτος ‑ κινεῖ δὲ καὶ ἔμετον ‑ , ἅλες μιγέντες ὄξει καὶ μέλιτι καὶ νίτρῳ, ἐλατήριον μετ' ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταυρείας, κρομύων χυλὸς μετ' ἐλαίου, Κενταυρείου χυλὸς μετὰ μέλιτος, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις σὺν μέλιτι, πίσσα σὺν μέλιτι. ἐπιτίθενται δὲ τῷ ἀνθερεῶνι καὶ τῷ τραχήλῳ ὠφελίμως ἅλες μετὰ πίσσης λεῖοι ἐν ὀθονίῳ. ὠφελεῖ δὲ τοὺς συναγχικοὺς ἐν ποτῷ διδομένη χελιδόνων ἐσκελετευμένων α΄ σὺν ὕδατι, κάμπη ξηρὰ κοπεῖσα καὶ ποθεῖσα σὺν μελικράτῳ.

[84]

[1]    τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στομάχῳ κομιεῖ στέαρ ἡμίεφθον ἐνάψας λίνῳ κατατρήσας, ἀναγκάσας τε καταπιεῖν, καὶ μετὰ τοῦτο ἀνασπάσας ῥόθιον διὰ τοῦ ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐρηρεικὸς ἢ πεπηγός. δύναται δὲ καὶ διὰ σπογγίου ἁπαλοῦ ἢ ἐρίου ἢ κρεαδίων ἐντετμημένων τὸ αὐτὸ γενέσθαι· δεῖ δὲ σὺν ὕδατι καταπίνειν, ἢ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν, ἢ σῦκα ξηρὰ μεμασημένα.

[85]   τοὺς δὲ ἀποκεκομμένους τὴν φωνὴν ὠφελεῖ πράσου χυλὸς καταρροφούμενος, κράμβη ὠμὴ διαμασωμένη τοῦ χυλοῦ ἐπιρροφουμένου, ῥοφήματα διὰ κυμίνου καὶ πράσου καὶ ἀλεύρου λαμβανόμενα, χαλβάνης ὅσον κύαμος μιγὲν ἐπιμελῶς μέλιτι καταπινόμενον.

[86]   βρόγχον δὲ ἀποκαθαίρει ὄξος σκιλλιτικὸν ἀναγαργαριζόμενον, σίνηπυ τοῖς βρώμασι σκευασθὲν ἀναγαργαριζόμενον· δεῖ δὲ μετὰ τοῦτο ἀναγαργαρίζεσθαι μελικράτῳ. τοῦτο καὶ τοὺς τύλους τοὺς περὶ ἀρτηρίαν καὶ παρίσθμια θεραπεύει.

[87]   λαμπρύνει δὲ φωνὴν σκόροδον ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον, πράσου καρπὸς κεφαλωτοῦ, στύραξ καταπινόμενος, σίλουρος ταριχηρὸς ἐσθιόμενος.

[88]   ἰᾶται δὲ τὰς μὲν χρονίας τραχύτητας Αἰθιοπίδος ῥίζα σὺν οἴνῳ πινομένη, γλυκύρριζα ἀποχυλιζομένη, σμύρνα ἀποχυλιζομένη, ᾠὸν ὠμὸν ἀκροχλίαρον ῥοφηθέν, σύμφυτον σὺν μελικράτῳ πινόμενον, πενταφύλλου ῥίζης ἀφέψημα ἀναγαργαριζόμενον.

[89]   ἀλωπεκίας δὲ τὰς ἐν ταῖς κεφαλαῖς καὶ τῷ γενείῳ ἰᾶται ταῦτα καταχριόμενα προεκνιτρουμένων τῶν τόπων καὶ ἀποτριβομένων τῶν ἐψιλωμένων ὀθονίῳ σὺν ὄξει· ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν σιδήρου μετ' ἐλαίου ἀκονηθέντος, ἁλκυόνιον κεκαυμένον λεῖον σὺν ὄξει ἢ οἴνῳ ἢ ἐλαίῳ, ἀπόπατος αἰγὸς ὁμοίως· μυόχοδον ἢ αἰλούρου ἀφόδευμα μετὰ νάπυος καὶ πεπέρεως καὶ ὄξους, ἀδίαντον καταπλασθὲν ἐν ὀθονίῳ, ἀρσενικὸν ἢ σανδαράκη ἀναλημφθεῖσα τερμινθίνῃ ὡς σπλήνιον, ἀσφοδέλου ῥίζης καείσης ἡ τέφρα προκατασχασθείσης τῆς ἀλωπεκίας, βατράχειον λεῖον πρὸς ὀλίγον καταπλασθέν, λεπίδιον [2] ὁμοίως· ἔλαιον κίκινον μετὰ κηρύκων κεκαυμένων, ἐχίνου χερσαίου δέρμα κεκαυμένον καὶ ἐσβεσμένον πίσσῃ ὑγρᾷ, ἢ βατράχων κεκαυμένων τέφρα ὁμοίως, ἢ ἱππόκαμποι κεκαυμένοι ὁμοίως, ἢ θαψίας χυλὸς ἐπιχριόμενος, ἢ ἰὸς σιδήρου σὺν ὄξει ἢ στέατι ἀρκείῳ ἢ ὀξυγγίῳ· ἢ καλάμου Κυπρίου φλοιὸς κεκαυμένος σὺν ὄξει, καρύου βασιλικοῦ λέπυρον καὲν σὺν οἴνῳ, καὶ τὸ Ποντικὸν δὲ ὅλον καὲν ὁμοίως ἢ σὺν ὀξυγγίῳ ἢ ἀρκείῳ στέατι· [3] ἢ κρόμυον λεῖον καταχριόμενον ἢ καταπλασσόμενον, κυκλαμίνου ῥίζα ὁμοίως, σίνηπυ μετ' ὄξους, ὀπὸς σιλφίου μετὰ κρόκου καὶ οἴνου καὶ πεπέρεως, ὁπλαὶ αἰγὸς καεῖσαι σὺν ὄξει, πίσσης ὀρρὸς σὺν ἀλεύρῳ κριθίνῳ καταπλασσόμενος, ῥαφάνου τὸ ἐκτὸς παρατριβόμενον, σκόροδον κεκαυμένον σὺν ναρδίνῳ μύρῳ καταπλασθέν, σεύτλιον ὁμοίως· μυῶν κεφαλαὶ προστριβόμεναι, καὶ αὐταὶ δὲ ὅλαι προεκνιτρωθέντος τοῦ τόπου, κάσσυμα κεκαυμένον λεῖον σὺν ὄξει.

[90]

[1]    τὰς δὲ ῥεούσας τρίχας ἀπὸ τῆς κεφαλῆς ἵστησιν ἀδίαντον λεῖον σὺν λαδάνῳ καὶ οἴνῳ καὶ ὑσσώπῳ καὶ μυρσινίνῳ περιχριόμενον, καὶ τὸ καλλίτριχον ὁμοίως· ἀλόη σὺν οἴνῳ μέλανι αὐστηρῷ, πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα, ἔλαιον μυρσίνινον καὶ τὸ ἐξ ἀγρίας ἐλαίας, σμύρνα σὺν οἴνῳ καὶ λαδάνῳ καὶ μυρσινίνῳ, κάρδαμον λεῖον σὺν μυρσινίνῳ· ἢ πολύτριχον ἑψήσας ἐν οἴνῳ μέλανι ἐφ' ἱκανὸν καὶ καύσας ἰδίᾳ κάλαμον ἀρωματικὸν μετὰ ξύλων ἰτείνων, μεῖξον ὕδωρ ὄμβριον καὶ ἀναδεύσας ὕλισον καὶ μεῖξον τῷ ἀφεψήματι τοῦ πολυτρίχου καὶ χρῶ· ἢ σπυράθους αἰγείας κατακαύσας ἐπ' ὀστράκων λείας σὺν ἐλαίῳ ἄλειφε ἐψιλωμένης τῆς κεφαλῆς.

[91]   ἐπὶ δὲ τῶν παιδίων ποιεῖ καλὰς καὶ πυκνὰς ‹τὰς› τρίχας ταῦτα· καρύου λέπυρον καὲν καὶ τριβὲν ἐν οἴνῳ καταχριόμενον, στέαρ ὕειον καταχριόμενον, κράμβη ὠμὴ καταπλασθεῖσα, λωτοῦ ‹τοῦ› δένδρου φύλλα, σφονδυλίου ῥίζα μετὰ τὸ ἀποσμῆξαι περιχριομένη, ἀπόπατος καμήλου καεῖσα καὶ σὺν ἐλαίῳ καταπλασθεῖσα.

[92]   ξανθὰς δὲ ποιεῖ τὰς τρίχας θέρμων λεπύχανα ἀποβραχέντα σὺν νίτρῳ ἐπὶ ἡμέρας δέκα καὶ μετὰ ταῦτα σμώμενα, κύπρου φύλλα λεῖα σὺν στρουθίου χυλῷ ἐμπλασσόμενα, λυκίου χυλὸς ἐν ὕδατι συνεχῶς σμώμενος, λωτοῦ τοῦ δένδρου ἀφέψημα τῶν πρισμάτων, ξάνθιον καταπλασσόμενον προεκνιτρωθεισῶν ‹τῶν τριχῶν›· καὶ τὸ στέαρ τὸ βόειον ποιεῖ ἑψόμενον μετὰ κονίας ‹τῆς› ἀπὸ δρυίνων ἢ φηγίνων ξύλων, εἶτα ἀναπλασσόμενον εἰς σφαίρας, ἐπὶ δὲ τῆς χρήσεως λυόμενον ὕδατι καὶ ἐγχριόμενον ἐν ἡλίῳ· ἢ τρὺξ ὄξους κεκαυμένη μετὰ σχινίνου ἢ βαλανίνου ἐλαίου δι' ὅλης τῆς νυκτὸς καταχρισθεῖσα.

[93]   μελαίνας δὲ ποιεῖ τὰς τρίχας σμώμενα· κηκῖδος ἀπόβρεγμα καὶ χαλκάνθου καὶ σιδίων, καὶ ἀκακίας χύλισμα τὸ ἐκ τῶν κερατίων καὶ φύλλων τῆς ἀκάνθης, καὶ ‹ὁ› ἐκ τοῦ πεπείρου αὐτῆς σπέρματος χυλὸς ἐγχριόμενος· βάτου φύλλα ἑψηθέντα καὶ σμώμενα, καὶ ὁ καρπὸς δὲ πέπειρος ἑψηθεὶς σὺν ἐλαίῳ ὀμφακίνῳ, οἶνος μυρτίτης σὺν ἑψήματι, ἐλελισφάκου [2] ἕψημα σμώμενον, ἐλάτης ὁμοίως· σμύρνα σὺν ἀκακίᾳ καὶ ὄξει καὶ κηκῖδι, κισσοῦ κόρυμβοι καὶ κυπέρου ῥίζαι μετὰ κυάμων λεπύρων ἑψηθέντα, καὶ φύλλα μελαίνης συκῆς καὶ ἀμπέλου σὺν ὀμβρίῳ ὕδατι, λάδανον μετὰ μυρσινίνου ἀλείμματος, μύρτων μελάνων χυλὸς καὶ τὸ ἀπόβρεγμα, ῥοῦς βυρσοδεψικὴ ἑψηθεῖσα, σχίνου ἀφέψημα μετὰ σώρεως, φλόμου τοῦ χρυσανθέμου τὰ ἄνθη καὶ τὰ φύλλα καταπλασθέντα· πρίνου φλοιὸς τῆς ῥίζης ἀφεψηθεὶς ἐν ὕδατι καὶ δι' ὅλης ‹τῆς› νυκτὸς καταπλασθείς, πρωὶ δὲ ἀπονιζόμενος.

[94]

[1]    βράδιον δὲ πολιοῖ τὸ ἐξ ἀγριελαίας ‹ἔλαιον› καθ' ἡμέραν ἀλειφόμενον, μᾶλλον δὲ ἂν μυρσίνην τις αὐτῷ ἐναποβρέξῃ, καὶ τὸ μυρσίνινον δὲ μιγὲν λαδάνῳ.

[95]   σμήχει δὲ τρίχας νίτρον κεκαυμένον, τρὺξ κεκαυμένη, ἄσβεστος, τῆλις, ἀφρόνιτρον, γῆ Μηλία, γῆ Αἰγυπτία, κέρατος ἐλαφείου ἀφέψημα, κίσηρις λεία, ᾠοῦ τὸ λευκόν.

[96]   λεπτύνει δὲ τρίχας παρατριβόμενα λεῖα· τέφρα κληματίνη καὶ ἡ ἀπὸ τῶν γιγάρτων, κίσηρις ὀπτὴ λεία, ἑλλέβορος λευκός, σηπίας ὄστρακον, κηκίς, νίτρον, λιθάργυρος, στυπτηρία σχιστή, ἄφοδος κυνεία ξηρά.

[97]   ψιλοῖ δὲ τρίχας καταχριόμενα· ἄσβεστος καὶ σανδαράκη μεθ' ὕδατος ἑψηθέντα μειγνυμένης Κιμωλίας, φρύνου αἷμα, τιθυμάλλου χαρακίου ὀπός· δρυόπτερις σὺν τοῖς φύλλοις καὶ ‹τῇ› ῥίζῃ καταπλασσομένη, ἄχρις ἂν ἐξιδρώσωσιν, συνεχῶς ἀλλασσομένου τοῦ καταπλάσματος· κισσοῦ φύλλα καταπλασσόμενα, κυπέριδος Ἰνδικῆς ῥίζα ‑ αὕτη δὲ καὶ παραχρῆμα ψιλοῖ ‑ , λαγωὸς θαλάσσιος λεῖος καταπλασθείς, σαλαμάνδρα ἐλαίῳ συντακεῖσα, πιτυοκάμπαι ψωχθεῖσαι ἐπ' ὀλίγον καὶ μετὰ μέλιτος καταχρισθεῖσαι, κυάμου λέπυρα καταπλασσόμενα ἢ σκολόπενδρα θαλασσία ἐλαίῳ ἐνεψηθεῖσα.

[98]   βράδιον δὲ ποιεῖ αὔξεσθαι τὰς ἐπὶ τῶν ἀνήβων τρίχας καταχριόμενον ἀμπέλου δάκρυον σὺν ἐλαίῳ καὶ τὸ ἀπὸ τοῦ χλωροῦ κλήματος καιομένου ἱδρούμενον ὑγρόν, κυάμινον ἄλευρον καταπλασσόμενον, ὑακίνθου ῥίζα μετὰ γλυκέος ἢ οἴνου λευκοῦ καταπλασθεῖσα.

[99]   ‹πρὸς› ἀχῶρας δὲ ἢ πίτυρα καὶ ἐξανθήματα ἐπιπόλαια ἐν τῇ κεφαλῇ· ἀδιάντου ἀφέψημα σμώμενον ἢ συλλειούμενον οἴνῳ καὶ ῥοδίνῳ καὶ καταπλασσόμενον, ἀμύγδαλα πικρὰ ἐγχριόμενα μετὰ μέλιτος, ἀνδράχνης χυλὸς σὺν οἴνῳ ἐγχριόμενος, βάτου χυλὸς σὺν ἐλαίῳ, βολβοὶ σὺν νίτρῳ σμώμενοι, τήλεως ἀφέψημα ὁμοίως, ἀρνόγλωσσον καταπλασσόμενον, ἀγριελαίας χυλὸς σμηχόμενος, μολόχη λεία μετὰ οὔρου καταπλασσομένη, μελίλωτον σὺν τήλει καὶ οἴνῳ καταπλασσόμενον, οἶνος μυρτίτης σμώμενος, οὖρον ἀνθρώπειον παλαιὸν ὁμοίως, πηγάνου χυλὸς καταχριόμενος, σκίλλα σὺν ἐλαίῳ ἑψηθεῖσα καταχριομένη, [2] σκόροδον σὺν μέλιτι σμώμενον, σεύτλου χυλὸς ὁμοίως· ἅλες σὺν στέατι μοσχείῳ καταχριόμενοι, συκῆς ‹φύλλα› σὺν ὄξει λεῖα, ἐρεβίνθων ἀπόζεμα, καὶ αὐτοὶ δὲ ἑφθοὶ καταπλασσόμενοι, θέρμων ἀφέψημα σμώμενον, ἰτέας ἄνθη καὶ φύλλα καταπλασσόμενα λεῖα, κάλαμος ἀρωματίτης μετὰ ὕδατος καὶ σμύρνης ἑψηθεὶς σμώμενος, κρίνου ῥίζα σμωμένη, λάδανον σὺν οἴνῳ καταχριόμενον, λιβανωτὸς σὺν νίτρῳ καὶ ὕδατι ὁμοίως, χαμαιάκτης χυλός.

[100]

[1]    πρὸς δὲ τὰ ἐξέρυθρα ἐξανθήματα ψιμύθιον σὺν δαφνίνῳ ἐλαίῳ καὶ θείῳ καταχριόμενον, πίτυος φλοιὸς σὺν κηρωτῇ, χαλκῖτις μετ' ὄξους καὶ ἐλαίου, κιννάβαρι μετὰ κηρωτῆς, ὄστρακον ἐξ ἴπνου μετ' ὄξους, σεῦτλον ἑφθόν· ἐπαλείφειν δὲ δεῖ μετὰ τὰς σμήξεις αὐτῶν τηλίνῳ ἐλαίῳ ἢ μυρσινίνῳ ἢ ῥοδίνῳ ἢ οἰνανθίνῳ.

[101]   τὰς δὲ τῆς κεφαλῆς καὶ ὅλου τοῦ σώματος γινομένας φθειριάσεις τούτοις θεραπευτέον συγχρίοντας· σταφίδι ἀγρίᾳ ἢ σανδαράκῃ σὺν ἐλαίῳ, ἢ κισσοῦ χυλῷ σὺν μέλιτι Σινωπίδι σὺν ὄξει, κεδρίᾳ καθ' ἑαυτήν, ὀρρῷ πίσσης μετὰ στυπτηρίας, δαφνίδων πιέσματι, ἐλαίῳ ῥαφανίνῳ ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μετὰ Σαμίας γῆς καὶ ἐλαίου, ἑλξίνης χυλῷ δι' ὅλης τῆς νυκτὸς καταχριομένῳ, μυρίκης ἀφεψήματι ἢ θαλάσσῃ θερμῇ λούοντας. ὠφελοῦνται δὲ πίνοντες κόριον λεῖον σὺν ὀριγάνῳ καὶ οἴνῳ.

[102]   σμήγματα. σμήχει δὲ χρῶτα ὀπὸς συκῆς καὶ χυλὸς μετὰ ἀλεύρου ἐρεγμίνου, ἀμύγδαλα πικρὰ μετὰ μέλιτος, τέφρα κληματίνη καὶ ἡ ἐκ τῶν φηγίνων ξύλων σὺν ὕδατι· βέλτιον δὲ ἡ ἐξ αὐτῶν γινομένη κονία. μυροβαλάνου πίεσμα, ἄρου ῥίζα, γῆ Χία ἀντὶ νίτρου, ἀριστολοχεία μετὰ νίτρου, γογγύλης ἀγρίας σπέρμα μετ' ἐρεγμοῦ καὶ ᾠοῦ τοῦ λευκοῦ, καὶ καθ' ἑαυτὸ δὲ τὸ λευκὸν τοῦ ᾠοῦ, ἐρέγμινον ἄλευρον, ὀρόβινον, θέρμινον, πέπονος σάρξ, σικύου χυλὸς σὺν τῷ σπέρματι μετὰ ἀλεύρου σητανίου, καὶ νίτρον ξηρανθὲν ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν λεῖον, σικύου ἀγρίου ῥίζα μετ' ἐρεγμοῦ, βρυωνίας ῥίζα ὁμοίως.

[103]   τετανοῖ δὲ χρῶτα καὶ πρόσωπον βρυωνίας ῥίζα λευκὴ ἢ μέλαινα ἐν ἐλαίῳ ἑψηθεῖσα καταχριομένου τοῦ ἐλαίου· ποιεῖ καὶ μετὰ σύκου πίονος καὶ ὀρόβου καταπλασσομένη, ὅσον στάδιον διελθεῖν· ψυχρῷ δὲ προσκλύζεσθαι μετὰ τὴν ἄρσιν αὐτῆς· κροκοδίλου χερσαίου ἄφοδος μεθ' ὕδατος, γῆ Χία ὁμοίως, γῆ Σελινουσία ὁμοίως· κακκαλίας οἱ κόκκοι μετὰ κηρωτῆς λεῖοι καταχριόμενοι, κρίνου ῥίζα ἐν σμήγματι, κυκλάμινος ὁμοίως σὺν μαστίχῃ.

[104]   στιλβοῖ δὲ πρόσωπον ἐπιχριομένη γῆ Χία, ‹γῆ› Σελινουσία ὁμοίως, κροκοδιλεία ὁμοίως· μαστίχη, τήλινον μύρον, ῥόδινον τὸ λευκαινόμενον ἐπὶ τῷ ἡλίῳ ὁμοίως, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν, ἔλαιον Σικυώνιον.

[105]   εὔχροιαν δὲ ποιεῖ ἐρέβινθος ἐσθιόμενος ἑφθός, ἢ κόμμεως ἀκανθίνου ἢ τοῦ ἐξ ἀμυγδαλῆς ἢ κερασίων ἢ κοκκυμηλέων ὁλκὴ τριωβόλου μετὰ κράματος πινομένη.

[106]   χρόαν δὲ τρέπει ποθέντα καὶ ἐπιχρισθέντα· ἄμι μεθ' ὕδατος καὶ κύμινον, ὁμοίως ἄχυρα πύρινα· σμύρνιον καταχριόμενον, κύτινοι ῥοᾶς ὁμοίως.

[107]   τὰς δὲ ἐν ταῖς μασχάλαις δυσωδίας καὶ τοὺς τράγους καταπάσσειν δεῖ λείοις τούτοις· ἀγαλόχῳ, βακχάριδος ῥίζῃ, ῥοδίσιν ἀπὸ τοῦ βαλανείου λείαις. διαχρίειν δὲ σμύρνῃ μετὰ στυπτηρίας ἢ κροκομάγματι ὁμοίως, ἢ κυπαρίσσου πρίσμασι μετὰ στυπτηρίας καὶ οἴνου εὐώδους, γῇ Χίᾳ καείσῃ καὶ σβεσθείσῃ οἴνῳ· ‹ποιεῖ καὶ› σκολύμου ῥίζα ἑψηθεῖσα καὶ πινομένη.

[108]   οὐλὰς δὲ μελαίνας αἴρει ἐπιχριόμενα· βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑφθῆς ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, βάλανος μυρεψικὴ λεία σὺν οἴνῳ λευκῷ, βολβοὶ κεκαυμένοι μετὰ ἁλκυονίου σὺν οἴνῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ, σικύου ἀγρίου ῥίζα σμηχομένη. [εὐζώμου σπέρμα μετὰ λιθαργύρου λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας ἐπιχριόμενον.]

[109]   τὰς δὲ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας δὲ ὁμοχρόους ποιῆσαι ‹δύναται› ὄνειον στέαρ καταχριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας καταχριόμενον, εἶθ' ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ ‹ὁ› ἐκ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς ἐπιχριόμενος σὺν λιθαργύρῳ· ἢ σικύου ἀγρίου ῥίζαν ἑψήσας ἐν μελικράτῳ καὶ λεάνας ὡς κηρωτὴν ἐπίχριε ὁμοίως· ἢ λιθαργύρου μέρη β΄, θείου ἀπύρου μέρος α΄, ἀναλαμβάνων εὐζώμου χυλῷ ἐπίχριε, εἶτα ἀπότριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι ἐπίχριε λιθάργυρον σὺν εὐζώμου χυλῷ.

[110]   στίγματα δὲ ἐξαίρει βατράχειον καταπλασθέν, καππάρεως φύλλων χυλὸς ὁμοίως, μανδραγόρου ἐπὶ ἡμέρας δ΄ παρατριβόμενος, ἢ τὰ φύλλα τοῦ μανδραγόρου ταριχευθέντα ἐν ἅλμῃ καὶ περιχριόμενα ἐπὶ ἡμέρας μ΄ ἢ ν΄· ὁμοίως πόα ‹ἡ› καλουμένη στατικὴ παρατριβομένη, ἢ σικύου ἀγρίου ῥίζα ἑψηθεῖσα ἐν μελικράτῳ λεία ἐπιχριομένη, ἢ ψιμύθιον ἐν ὄξει καταχριόμενον· χρόνῳ δὲ αἴρει τοῦτο.

[111]   μώλωπας δὲ ταχέως ὁμοχρόους ποιεῖ λείρινον ἔλαιον ἐπαλειφόμενον συνεχῶς.

[112]   ἀλφοὺς δὲ λευκοὺς καὶ λεύκας αἴρει ἐν ἡλίῳ καταχριόμενα ἢ σμώμενα ἐν βαλανείῳ· δρακοντίου χυλός, ἄρου ῥίζα σὺν ὄξει καὶ ἀλεύρῳ κριθίνῳ, καππάρεως χυλὸς ὁμοίως, πήγανον σὺν κηρωτῇ καὶ πεπέρει, συκῆς μελαίνης κράδαι καὶ ἀκρεμόνες ἁπαλαὶ λεῖαι καταπλασθεῖσαι, καὶ τὰ φύλλα δὲ ὁμοίως· τεύτλου φύλλα καὶ ἡ ῥίζα καταπλασθεῖσα, τηλεφίου φύλλα καταπλασσόμενα [2] ἐπὶ μῆνας γ΄, ἑκάστης ἡμέρας ἐπὶ ὥρας Ϛ΄· ἀφαιρῶν δὲ ὠμῇ λύσει κατάπλασσε· ἄγνου σπέρμα λεῖον μετὰ ἀφρονίτρου καὶ ὄξους, ἀλθαίας σπέρμα ὁμοίως, ἁλκυόνιον σὺν ὄξει, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης ἑψηθεῖσα σὺν ἐλαίῳ μέχρι χυλώσεως, ἀσφοδέλου ῥίζης χυλός, βάλανος μυρεψικὴ καταχριομένη, βολβοὶ λεῖοι σὺν ὀπτῷ νίτρῳ σμώμενοι καὶ καθ' [3] ἑαυτοὺς καταπλασσόμενοι· ἐλλέβορος λευκὸς ἑψηθεὶς σὺν ὄξει καὶ σμηχόμενος καὶ ξηρὸς παρατριβόμενος μέχρις ἀνιδρώσεως, εἶτα καταχρίειν δεῖ σανδαράκῃ καὶ γῇ Μηλίᾳ· χαμαιλέοντος μέλανος ῥίζα μετὰ θείου καὶ νίτρου καὶ ὄξους· δεῖ δὲ προεκνιτρῶσαι τοὺς τόπους· ἢ λιθαργύρου μέρη β΄, θείου ‹ἀπύρου› μέρος α΄, μείξας ἀνάτριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι κατάχριε λιθαργύρῳ μετὰ εὐζώμου χυλοῦ.

[113]

[1]    τοὺς δὲ μέλανας ἀλφοὺς ὁμόχρους ποιεῖ γῆ Μηλία καταχριομένη, ἐλλέβορος λευκὸς καὶ μέλας ἑψηθεὶς μετ' ὄξους καὶ σμώμενος, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι καταχριόμενος· κρομύου χυλὸς σὺν ὄξει, κρίνου ῥίζα σμωμένη, κυάμινον ἄλευρον ὁμοίως, κύμινον ἄγριον σὺν ὄξει, κάχρυ ὁμοίως· μυροβάλανος ἐν οἴνῳ, ἢ ναρκίσσου ῥίζα σὺν κνίδης σπέρματι καὶ ὄξει, σηπίας ὄστρακον σὺν ὄξει, ἢ σικύου ἀγρίου ῥίζα σμωμένη, τηλέφιον σὺν ὄξει καταχριόμενον, χονδρίλης ῥίζα σὺν νίτρῳ κοπεῖσα ἐν σμήγματι· λιθάργυρος, ἀρσενικόν, θεῖον, ἴσα μετ' ἐλαίου ἐν βαλανείῳ σμώμενα.

[114]   φακοὺς δὲ καὶ ἐφηλίδας καὶ ἰόνθους αἴρει ἐπιχριόμενα· ἀδάρκης μεθ' ὕδατος, ἄκορον σὺν μέλιτι, κόστος σὺν ὕδατι ἢ μέλιτι, ἄλυσσον σὺν μέλιτι, τιθυμάλλου ὀπὸς σὺν μέλιτι ‑ προσέχειν δὲ δεῖ, χρονίσαν γὰρ ἑλκοῖ διὰ βάθους ‑ , ἁλκυόνιον σὺν ὄξει, ἀμπέλου ἀγρίας καρπὸς πέπειρος λεῖος, βρυωνίας ῥίζα λευκὴ καὶ μέλαινα ἑψηθεῖσα μετ' ἐλαίου ἄχρι χυλώσεως· αἴρει καὶ ἰόνθους ἀμυγδάλινον ‹ἔλαιον› σὺν κηρωτῇ καὶ κρίνου ῥίζῃ.

[115]   αἴρει ‹δὲ› τὰς ἐφηλίδας ἄρου ῥίζα μετὰ μέλιτος, μυροβάλανος καταχριομένη σὺν οἴνῳ, βολβοὶ ὠμοὶ καθ' ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ καὶ [σὺν] ὄξει ἢ μέλιτι, ἢ κεκαυμένοι μετὰ ἁλκυονίου μάλιστα ἔφηλιν ἀποκαθαίρουσιν· χαλβάνη σὺν ὄξει καὶ νίτρῳ μάλιστα φακοὺς αἴρει, κόμμι σὺν νίτρῳ καὶ μέλιτι. [2] καὶ ἰδίως δὲ μᾶλλον ἐφηλίδας αἴρει ἐλλεβόρου λευκοῦ μέρη β΄ μετὰ μέλιτος, ἐλατήριον καταχριόμενον, κασσία σὺν μέλιτι, κινάμωμον ὁμοίως, κράμβης σπέρμα σὺν ὄξει, ὀρόβινον ‹ἄλευρον›, ῥαφάνου φλοιὸς σὺν αἰρίνῳ ἀλεύρῳ· ἢ κάρδαμον καταπλασσόμενον δι' ὅλης ‹τῆς› νυκτὸς ἐπὶ ἡμέρας ε΄, ἕωθεν δὲ ἀπόπλυνε τὰ κνυσθέντα· θαψίας ῥίζα σὺν μέλιτι, κισσοῦ φύλλα σὺν οἴνῳ ἑφθά, κρότωνος καρπὸς καταπλασθεὶς ἐπὶ ἡμέρας τρεῖς.

[116]

[1]    ἰδίως δὲ ἰόνθους αἴρει κρίνου ῥίζα ἐν σμήγματι, κυκλαμίνου ῥίζα σὺν μέλιτι, ναρκίσσου ῥίζα ὁμοίως· σηπίας ὀστράκου [ὁμοίως] κεκαυμένου μέρη β΄, βαλάνου μυρεψικῆς μέρος α΄, λεῖα σὺν ὕδατι καταχριόμενα, καὶ ξηραινόμενα δὲ νότιζε, μετὰ δὲ ἓξ ἡμέρας πυρία· ἄλευρον σητάνιον μετ' ἐλαίου καταπλασθέν, γλήχων κηρωτῇ ἀναλημφθεῖσα, σμύρνα μετὰ κασσίας καὶ μέλιτος, κρομύου χυλὸς σὺν σποδίῳ, μολύβδαινα σὺν ὄξει, σῶρι σὺν ὄξει κεκαυμένον.

[117]   τοὺς δὲ ψωρώδεις καθ' ὅλου τοῦ σώματος ἢ περὶ μέρος κνησμοὺς θεραπεύει καταχριόμενα· σταφὶς ἀγρία μετὰ σανδαράκης καὶ ἐλαίου καὶ ὄξους προεψηθεῖσα καὶ λειοτριβηθεῖσα, στυπτηρία ὑγρὰ μετὰ μέλιτος ἑψηθεῖσα καὶ ‹μετὰ› σμύρνης καταχριομένη, ἅλες σὺν ὄξει καὶ ἐλαίῳ συγχριόμενοι, ἄχρις ἂν ἐξιδρώσωσιν· νᾶπυ μετ' ὄξους, μυροβαλάνου πίεσμα μετ' ὄξους καὶ ὀλίγου ἐλαίου, λαπάθου ἀγρίου τὸ ἀφέψημα τῆς ῥίζης τῷ λουτρῷ μειγνύμενον, ὄξος θερμὸν καταντλούμενον· ὀρόβου ἀφέψημα ἢ ὀριγάνου ἢ γλήχωνος καταντλούμενον, γάλα σχιστὸν πινόμενον.

[118]   τοὺς δὲ περὶ τὰ αἰδοῖα ‹κνησμοὺς θεραπεύει› θάλασσα πυριωμένη, θεῖον ἐπιπασθέν, νίτρον [ἐν] ἐλαίῳ καὶ ὄξει καὶ σταφίδι ἀγρίᾳ καὶ στυπτηρίᾳ συλλειούμενον ‹καὶ› ἐν βαλανείῳ καταχριόμενον, μάλιστα ἐπὶ τῶν διδύμων· καὶ τρὺξ ὄξους ξηρὰ τριβεῖσα σὺν οἴνῳ ἐγκαταχριομένη διδύμοις· ἐγκατάχριε δὲ μετὰ ταῦτα ᾠοῦ τὸ λευκὸν μετὰ μέλιτος.

[119]   πρὸς δὲ τὰ κνησμώδη ἐξανθήματα ἁρμόζει καταχριόμενα· διφρυγὲς σὺν ὄξει, ἰὸς σιδήρου σὺν ὄξει, συκαμίνου ῥίζα σὺν ὄξει, μίσυ σὺν ῥοδίνῳ, μολύβδαινα σὺν ὄξει, ὁπλαὶ αἰγῶν κεκαυμέναι σὺν ὄξει, στυπτηρία πᾶσα σὺν μέλιτι ἑψηθεῖσα, πήγανον σὺν ἁλσὶν καὶ ἐλαίῳ, ἢ ψιμύθιον καὶ λιθάργυρος σὺν [2] ὄξει· μυρσίνινον ἔλαιον, δαφνίδων πίεσμα προσκλυζόμενον, μύρτα σὺν κηρωτῇ μυρσινίνῃ ἐν ὀθονίῳ ἐπιτιθέμενα, κιννάβαρι μετὰ κηρωτῆς μυρσινίνης, νίτρον σὺν ὑείῳ στέατι, πήγανον σὺν κηρωτῇ μυρσινίνῃ τετραπλῇ, κισσοῦ φύλλα ἑφθὰ σὺν οἴνῳ καταπλασσόμενα, κριθαὶ κεκαυμέναι λεῖαι καταπασσόμεναι, νίτρον σὺν θείῳ ἀπύρῳ καὶ τρυγὶ σμώμενον.

[120]

[1]    πρὸς δὲ τοὺς λειχῆνας καὶ τὰ λεπρώδη καὶ ψωρώδη καταχριόμενα ἁρμόζει· ἄγνου σπέρμα σὺν ἀφρονίτρῳ καὶ ὄξει, ἰχὼρ ὁ ἀπορρέων ἐκ ξύλων ἀγριελαίας χλωρῶν καιομένων, ὁμοίως καὶ ὁ ἐκ τῶν κραναίνων ξύλων, ἀγχούσης ῥίζα λεία σὺν ὄξει καταπλασσομένη, ἀδάρκης σὺν ὕδατι, ἐρυθροδάνου καρπὸς ἐν ὄξει, αἴρινον ἄλευρον σὺν ὄξει καταπλασσόμενον. ἀφίστησι ‹δ'› ἀγρίους λειχῆνας πίτυρα σὺν ὄξει ἑψηθέντα καὶ θερμὰ καταπλασθέντα, καὶ χόνδρος ὁμοίως.

[121]   λέπραν δὲ θεραπεύει αἴρινον ἄλευρον σὺν θείῳ καὶ ὄξει καταχριόμενον, βρυωνίας καρπὸς σὺν ὄξει καταπλασσόμενος· ἄσφαλτος μετὰ θείου καὶ ὄξους ‑ τινὲς δὲ ἀντὶ ‹τῆς› ἀσφάλτου πίσσαν ‹παραλαμβάνουσιν› ‑ , μυροβάλανος καταχριομένη σὺν ὄξει, βατράχειον ἐπιπλασθέν· ἀφίστησιν ‹καὶ› σικύου ἀγρίου ῥίζα σὺν ὄξει, σῶρι κεκαυμένον ὁμοίως, ἐλαίας Αἰθιοπικῆς δάκρυον σὺν ὄξει ‑ καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία ‑ , ἐλλέβορος λευκὸς ἢ μέλας σὺν ὄξει καταπλασσόμενος· [2] σμύρνα σὺν ὄξει, ὀπὸς συκῆς ἐπιχριόμενος, ἐρέβινθος ἑφθὸς σὺν ὄξει ἐπιπλασσόμενος, λίβανος ὁμοίως, Ἀμμωνιακὸν ὁμοίως, ἀμύγδαλα πικρὰ σὺν ὄξει, ταυροκόλλα ὁμοίως· θαψίας χυλὸς καὶ ἡ ῥίζα σὺν ὄξει, θεῖον ἄπυρον σὺν ὄξει ἢ τερμινθίνῃ ῥητίνῃ ἀναλημφθέν, θέρμων ἀφέψημα καταντλούμενον, ἰὸς διπλοῦς ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ ἁπλῇ· εὐτονώτερον δὲ γίνεται τὸ φάρμακον νίτρου ἢ χαλκάνθου μιγέντος ὀλίγου· καρδάμωμον ἢ κάρδαμον σὺν ὄξει, κληματὶς σὺν ὄξει καεῖσα καὶ καταπλασθεῖσα· ἀφίστησιν καὶ κανθαρίς, βούπρηστις, πιτυοκάμπη [3] ἀναλημφθέντα ῥητίνῃ καὶ πίσσης μιγείσης· θαψίας ῥίζης ‹χυλός›, κόμμι ἀμυγδαλῆς πικρᾶς ἢ κερασίων ‹ἢ› κοκκυμηλέων ἢ ἀμπέλου σὺν ὄξει· κοχλίας χερσαῖος σὺν ὄξει κεκαυμένος σὺν μέλιτι καταχριόμενος, λαπάθου ἀγρίου ῥίζα ὠμὴ καὶ μετ' ὄξους ἑφθὴ λεία καταπλασσομένη, λειχὴν ὁ ἐπὶ ταῖς πέτραις καταχρισθεὶς ἢ σὺν ὄξει καταπλασθείς· χαμαιλέοντος μέλανος ῥίζα ἑψηθεῖσα σὺν ὄξει μιγέντος τῷ ἀφεψήματι θείου καὶ ἀσφάλτου ἐγχριομένη ἢ δίχα τούτων, στέαρ φώκης καὶ χάλκανθος καὶ κέδρινον ἔλαιον μιγέντα, μελάνθιον μετὰ θείου ἀπύρου καὶ ταυροκόλλης καὶ ὄξους, ὀπὸς σιλφίου σὺν ὄξει.

[122]

[1]    τὰς προσφάτους δὲ θεραπεύει τριφύλλου ῥίζα σὺν ὄξει καταπλασσομένη, [ἢ] πήγανον σὺν μέλιτι καὶ στυπτηρίᾳ ὁμοίως· πίσσα ὑγρὰ σὺν ἴσῳ κηρῷ καὶ ῥητίνῃ καὶ θείῳ τακεῖσα ὡς ἔμπλαστρος· πρασίου φύλλα ἑψηθέντα σὺν ὄξει καὶ καταπλασθέντα, πτελέας φύλλα ἢ κλαδία ὁμοίως, ῥοὰ σὺν ὄξει καταχριομένη· σκαμμωνίας ὀπὸς ἑψηθεὶς σὺν ὄξει, ἄχρις ἂν [2] μελιτώδης γένηται, καταχριόμενος· σκόροδον σὺν μέλιτι ὁμοίως, στρουθίου ῥίζα σὺν ἀλφίτῳ καὶ ὄξει καταπλασσομένη, στυπτηρία κεκαυμένη σὺν κράμβης χυλῷ ‹ἢ› ὑγρὰ ἑψηθεῖσα σὺν μέλιτι καταχριομένη· τιθυμάλλου ὀπὸς καταχριόμενος, τρὺξ οἴνου κεκαυμένη μετὰ συκῆς ἀφεψήματος καταχριομένη, χελιδονίου τοῦ μικροῦ ῥίζα καταπλασθεῖσα, γογγυλὶς λεία ἐπιτιθεμένη· [3] ἰτέας φύλλα κεκαυμένα καὶ μεθ' ὕδατος ἐπιπλασσόμενα, ἀγχούσης φύλλα λεῖα κεκαυμένα, ἄγχουσα ἀναλημφθεῖσα βουτύρῳ, θεῖον ἄπυρον, [ἢ] μελάνθιον, ταυροκόλλα σὺν ὄξει καταχριομένη, Ἀμμωνιακὸν σὺν ὄξει ὁμοίως· ἀμύγδαλα πικρὰ σὺν ὄξει ἐπιτιθέμενα, χαλκῖτις ὠμὴ μετὰ κυπρίνης κηρωτῆς, μελίας φλοιὸς καεὶς σὺν ἰρίνῳ ἢ κεδρίᾳ, πρόπολις ἐπιτιθεμένη ὡς ἔμπλαστρος.

[123]

[1]    ὄνυχας δὲ ἀφίστησιν λεπροὺς ἐπιτιθέμενα· ἀσφοδέλου ῥίζα λεία, ἄρου ῥίζα ὁμοίως, βατράχειον καταπλασθέν· κανθαρὶς ἢ βούπρηστις ‹ἢ› πιτυοκάμπη ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ ἢ πίσσης ὑγρᾶς μιγείσης, καὶ θαψίας ῥίζα καὶ σίνηπυ σὺν ὄξει, ἢ ἀγριελαίας πυρήνων τὸ ἐντὸς ἀναλημφθὲν [2] στέατι· θεῖον ἄπυρον σὺν κηρῷ καὶ ῥητίνῃ, ἱππολαπάθου ἢ ἀγρίου λαπάθου ῥίζα ὠμὴ καὶ ἑφθὴ σὺν ὄξει, κάρδαμον σὺν ὄξει· κυπαρίσσου σφαιρία χλωρὰ καθεψηθέντα σὺν ὄξει καὶ λεανθέντα σὺν θέρμοις πικροῖς, λινόσπερμον σὺν καρδάμῳ ‹ἴσῳ› καὶ μέλιτι, πίσσα ἐν ὄξει ἑψηθεῖσα καὶ ἐπιτεθεῖσα· σανδαράκη, ἄσβεστος καὶ τρὺξ κεκαυμένη σὺν πίσσῃ ἢ ἰξῷ, στυπτηρία σὺν ὕδατι, πίσσα ὑγρὰ σὺν κηρῷ, ἀρσενικὸν σὺν ὄξει, ἰξὸς σὺν κονίᾳ.

[124]

[1]    σμήχει δὲ ψώραν νίτρον, ἀφρόνιτρον, χολὴ βοεία σὺν νίτρῳ ‹καὶ› Κιμωλίᾳ, γῆ Μηλία, κοχλίας χερσαῖος κεκαυμένος σὺν μέλιτι, κρίνου ῥίζα ξηρὰ λεία, μυροβάλανος ὁμοίως καὶ τὸ πίεσμα αὐτῆς.

[125]   μαστοὺς δὲ οὐκ ἐᾷ αὔξεσθαι ἐπὶ παρθένων μάλιστα καταπλασσόμενα· κωνείου σπέρμα ἔγχυλον λεῖον ὀθονίου προυποτιθεμένου, καὶ ἡ πόα δὲ ὁμοίως· στυπτηρία ὑγρὰ σὺν μέλιτι, ἰὸς σιδήρου σὺν ἐλαίῳ, ἐπιμηδίου φύλλα καταπλασσόμενα ὁμοίως· ἀκόνης Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ' ὄξους καταχριόμενον.

[126]   τὰς δὲ σπαργήσεις τῶν μαστῶν ἀποκαθίστησιν φακὸς ἑψηθεὶς ἐν θαλάσσῃ καταπλασσόμενος, ἡδύοσμον σὺν ἀλφίτῳ, στέμφυλα μετὰ ἁλῶν λεῖα, ἅλμη πυριωμένη.

[127]   σβέννυσιν δὲ ‹γάλα› καὶ μετὰ τοὺς τόκους ἄλευρον κυάμινον καθ' ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, Κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι καὶ ῥοδίνῳ, στυπτηρία ὑγρὰ σὺν ὕδατι ὀξυροδίνου μειγνυμένου· γῆς Σαμίας ὁ ἀστήρ, γῆ Μηλία ὁμοίως, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ καταπλασσόμενον, τρὺξ ὄξους ἢ οἴνου μετὰ ἀλφίτου καταπλασθεῖσα, ὑοσκυάμου σπέρμα μετὰ οἴνου λεῖον ὁμοίως· θάλασσα καταντλουμένη, κωνείου φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη, κάρυα βασιλικὰ καταπλασσόμενα.

[128]   τοὺς δὲ χονδριῶντας μαστοὺς παύει πίτυρα ἐν ὄξει καὶ πηγάνου ἀφεψήματι ζεσθέντα καὶ καταπλασθέντα, ἡδύοσμον σὺν ἀλφίτῳ ‹καταπλασθέν›, ἡμεροκαλλοῦς φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη· κάρυα βασιλικὰ σὺν μέλιτι καὶ πηγάνῳ, κρότωνος φύλλα λεῖα, κρόκος σὺν γάλακτι καταχριόμενος· κραταιόγονον καταπλασσόμενον, κυάμινον ἄλευρον καθ' ἑαυτὸ καὶ σὺν ἀλφίτῳ, λίθος γεώδης σὺν ὕδατι, λίθος ὀστρακίτης σὺν μέλιτι, Κυδώνια ἑφθὰ σὺν μέλιτι καταπλασσόμενα, σέλινον ‹χλωρὸν› καταπλασσόμενον ὠφελεῖ καὶ τοὺς τεθρομβωμένους μαστούς.

[129]   οὐκ ἐᾷ δὲ τὸ ἐπὶ τῶν τιθηνουσῶν γάλα τυροῦσθαι κηροῦ λευκοῦ δέκα τὸν ἀριθμὸν κεγχριαῖα μεγέθη καθ' ἑκάστην ἡμέραν ἀντὶ καταποτίου διδόμενα.

[130]   κατασπᾷ δὲ γάλα πλεῖον ἱππομαράθου ἢ μαράθου ἀφέψημα μετὰ οἴνου πινόμενον· κάχρυ, ἐρέβινθος, ὤκιμον, μολόχη, ἄνηθον συνεψηθέντα ῥοφήματι, κιρκαίας καρπὸς ὁμοίως, μελάνθιον ὀλίγον πινόμενον ἐφ' ἱκανὰς ἡμέρας καὶ ‹ἐν› ῥοφήματι δὲ λαμβανόμενον, ὀνώνιδος ῥίζα σὺν ῥοφήματι ἑψηθεῖσα καὶ λαμβανομένη· γλαυκὸς τῆς βοτάνης τοὺς καυλοὺς καὶ τὰ [2] φύλλα καὶ τὰ ἄνθη ἑψήσας ἐν ῥοφήματι δίδου· ἁλίμου χυλίσματος ἢ σόγχου ἢ βουγλώσσου ἢ θρίδακος δίδου κυάθους β΄ καὶ ὑδρομέλιτος κύαθον ἕνα ἐπὶ ἡμέρας ζ΄, καὶ ἐναφεψηθέντα δὲ τὰ λάχανα ‹ταῦτα› κυαμίνῳ ἀλεύρῳ καὶ λαμβανόμενα ποιεῖ· πολύγαλον πινόμενον καὶ πρασίου πόας τὰ φύλλα ἐσθιόμενα. καταπλασσόμενα δὲ γάλα κατασπᾷ σὺν ἀλεύρῳ κριθίνῳ μάραθον, μελάνθιον, κριθῶν βεβρεγμένων ‹χυλὸς› σὺν ἀνδράχνῃ, κηρὸς καὶ σμύρνα καὶ στέαρ χήνειον καὶ θεῖον μιγέντα· πτελέας φύλλα, ταύρου χολὴ καὶ ἧπαρ, σπλὴν ὄνου σὺν ὄξει.

[131]

[1]    τὰς δὲ φλεγμονὰς τῶν μαστῶν παρηγορεῖ ἀσφοδέλου ῥίζα καὶ τὰ φύλλα ἐν οἴνῳ ἑφθὰ καταπλασσόμενα, βακχάριδος φύλλα καταπλασσόμενα.

[132]   τὰς δὲ τῶν διδύμων φλεγμονὰς ἰᾶται τρὺξ οἴνου μεθ' ἁλῶν καταπλασθεῖσα, ὑοσκυάμου καρπὸς μετὰ οἴνου λεῖος ἢ Κιμωλία σὺν ὄξει καὶ ῥοδίνῳ γλοιώδης καταχριομένη· ὁμοίως ἀστὴρ Σάμιος καταχριόμενος ἢ λίθος γεώδης σὺν ὕδατι ἢ ἐρεβίνθων ἄλευρον ἐν μελικράτῳ ἑψηθέν, ἐρέβινθοι ἑφθοὶ καταπλασσόμενοι, ἠριγέροντος ἄνθος σὺν γλυκεῖ καὶ ἡ πόα [2] καταπλασσομένη καὶ οἱ πάπποι ὁμοίως· κορίου φύλλα σὺν σταφίδι, κρίνου ῥίζα σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ, κυάμινον ἄλευρον ἑψηθὲν ἐν οἴνῳ σὺν κυμίνῳ καὶ σταφίδι ἢ κορίῳ ἢ κηρωτῇ κυπρίνῃ, ἢ λινόσπερμον ἐν οἰνομέλιτι ἑφθόν, ἢ μελίλωτον ἐν γλυκεῖ ἑφθόν· μυρρίνης φύλλα σὺν κηρωτῇ, σταφὶς λευκὴ σὺν νίτρῳ ἢ ἀφρονίτρῳ, πήγανον σὺν κλάδοις δάφνης ἁπαλοῖς, βράθυος φύλλα σὺν ὕδατι καταπλασσόμενα, σπλάγχνον τὸ καλούμενον βρύον ὁμοίως ἢ τὸ θαλάσσιον βρύον· ἄγνου σπέρμα μετὰ βουτύρου καὶ ἀμπέλου φύλλων, ἀκτῆς φύλλα ὁμοίως, ἀσφοδέλου φύλλα καὶ ῥίζα ἑψηθέντα ἐν οἴνῳ.

[133]

[1]    τὰς δὲ χρονίους φλεγμονὰς τῶν διδύμων λύει Ἄσσιος λίθος λεῖος περιαπτόμενος ἐν ἐρίῳ ξηρῷ, ἀλθαίας ῥίζα ἑφθὴ καταπλασσομένη, ἐρύσιμον ἑφθὸν λεῖον, νίτρον ὀπτὸν διεθὲν ἐν ἐλαίῳ, ᾠοῦ ‹τὸ› λεκιθῶδες ἐπιτιθέμενον ἐν σπληνίῳ, ἄλευρον κρίθινον σὺν πίσσῃ ὑγρᾷ. πυριῶνται δὲ ὠφελίμως κυπαρίσσου ἀφεψήματι.

[134]   τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ φυραθεῖσα καὶ ὕδατι ἰᾶται καταπλασσομένη.

[135]

   δοθιῆνας δὲ συμπέσσει ταχέως καὶ ῥήσσει· ὁρμίνου σπέρμα ἢ τὰ φύλλα μετὰ ἀλφίτου καταπλασθέντα, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, ἅλες σὺν στέατι βοείῳ καὶ σταφίδι, ὀρίγανον σὺν σμύρνῃ καὶ ἁλσὶν καὶ ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ ἴσοις τακείς· κάρδαμον σὺν ἅλμῃ, χαλβάνη καθ' ἑαυτήν, τερμινθίνη ὁμοίως, λάδανον ὁμοίως, πρόπολις ὁμοίως· [2] λεοντοποδίου φύλλα σὺν ἀλφίτῳ, λινόσπερμον σὺν σικύου ἀγρίου ῥίζῃ, Ἄσσιος λίθος σὺν κηρωτῇ, νίτρον ἢ ἀφρόνιτρον σὺν ῥητίνῃ ἢ στέατι, συκῆς φύλλα ἢ κράδαι ἁπαλαὶ σὺν κηρωτῇ, πυκνοκόμου φύλλα σὺν ἀλφίτοις συγκεκομμένα ἢ σὺν νίτρῳ, ζύμη μεθ' ἁλῶν ἢ νίτρου, σταφὶς μετὰ ἁλῶν, θεῖον καὶ πήγανον σὺν κηρωτῇ, ὑοσκυάμου φύλλα ‹λεῖα› μετὰ βουτύρου.

[136]

[1]   πρὸς δὲ τὰς ἐν ἀρχῇ φλεγμονὰς παντὸς μέρους ἁρμόζει μετὰ ἀλφίτου λεῖα καταπλασσόμενα· ἀείζωον, ἀμπέλου ἕλικες καὶ φύλλα, καὶ ὁ ἀπὸ τῶν τελμάτων φακός· ἀνδράχνη, κόριον, κράμβη μετὰ ἄρτου καὶ ἑφθὴ μετὰ ἀλφίτου, ἴου φύλλα, στρύχνου ‹φύλλα›, καλάμου φύλλα χλωρά, κεδρίδες λεῖαι, ἀρνόγλωσσον, ἑλξίνη, ἡδύοσμον, θέρμινον ἄλευρον, κονύζης φύλλα, [2] κολοκύνθη ὠμή· κοτυληδών, κραταιόγονον, κυπαρίσσου φύλλα καὶ σφαιρία χλωρά, μανδραγόρου ῥίζα, ξανθίου καρπός, πυκνοκόμου φύλλα σὺν ὀξυμέλιτι, ἄλευρον κρίθινον ἢ ζέινον ἐν ὄξει ἑψηθὲν ἢ Κυδωνίου ἀποζέματι, σόγχος καταπλασθείς, στυπτηρία σχιστή, καὶ πᾶσα ‹δὲ› σὺν μέλιτι, ἐρεβίνθου τὰ ἁπαλὰ φύλλα καταπλασσόμενα.

[137]

[1]    τὰς δὲ ἐν μήνιγγι φλεγμονὰς ἰδίως στέλλει ἀκτῆς τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος, βούτυρον πρόσφατον ἐπιτιθέμενον σὺν ῥοδίνῳ.

[138]   τὰ δὲ χρόνια οἰδήματα ἰᾶται καταπλασσόμενα· ἀκάνθης λευκῆς ῥίζα λεία σὺν ὕδατι καὶ ‹ἡ› τῆς Ἀραβικῆς ἀκάνθης, σελίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ἀπόπατος τράγου ἢ αἰγὸς ἐν ὄξει θερμῷ, βηχίου φύλλα καθ' ἑαυτά, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, παρθενίου φύλλα, δαμασωνίου φύλλα ὁμοίως· ἁλικακκάβου ῥίζα ἑφθή, ἄρου φύλλα σὺν ἀλφίτῳ, ἀρκευθίδες λεῖαι, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, [2] ἰτέας φύλλα· κάλαμος ἀρωματίτης λεῖος σὺν ἀλφίτῳ, δαφνίδες σὺν πάλῃ ἀλφίτου, δίκταμνον σὺν ἀλφίτῳ, ἐρυθροδάνου ῥίζαι ἑφθαὶ καὶ ὠμαί, ἐλλέβορος λευκὸς σὺν ἀλφίτῳ, βάλανοι δρύιναι ἑφθαὶ καὶ ὠμαί, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι· σμυρνίου ῥίζαι, ζύμη μετὰ ἁλῶν, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ ἴσοις, πυρία ἡ διὰ θαλάσσης, κάρδαμον λεῖον, κρίθινον μετὰ συκίνης σποδιᾶς ἢ ‹στυπτηρίας› σχιστῆς, λεοντοπόδιον λεῖον μετὰ ἀλφίτου, λιβανωτίδος ῥίζα καὶ φύλλα, λινόσπερμον σὺν μέλιτι [3] καὶ στέατι αἰγείῳ, μελάνθιον σὺν ὄξει· ἐρεβίνθου ῥίζα ἑφθή, στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων σὺν λιβανωτῷ, τραγορίγανον σὺν ἀλφίτῳ, τρὺξ οἴνου μετὰ ἀλφίτου ἢ κριθίνου καὶ μάννης ἐν οἴνῳ ἑψηθεῖσα, φλόμου φύλλα ἑφθά, ψυλλίου σπέρμα λεῖον· σῦκα ξηρὰ σὺν νίτρῳ ἢ ἀσβέστῳ ἢ ἴριδι, πενταφύλλου ῥίζα ἐν οἴνῳ ἑφθή, σκίλλα ὀπτή, διὰ τετάρτης δὲ ‹δεῖ› λύειν· σικύου ἀγρίου ῥίζα ἑφθὴ καταπλασσομένη, μυὸς ὠτὶς μετὰ κηρωτῆς ῥοδίνης, ἑλξίνη ὁμοίως καὶ ὁ ἐπὶ τῶν τελμάτων φακὸς λεῖος.

[139]

[1]    παρωτίδας δὲ λύει ἐν ἀρχῇ μὲν βούτυρον ἐν ἐρίῳ ἐπιτεθέν, λινόσπερμον σὺν μέλιτι καὶ στέατι αἰγείῳ, κνίδης φύλλα σὺν ἁλσίν, ἀρνόγλωσσον ‹λεῖον› ὁμοίως, βαλλωτὴ σὺν στέατι χοιρείῳ παλαιῷ μετ' ὄξους, ἐρύσιμον σὺν ὕδατι, πυρία ‹ἡ› διὰ θαλάσσης, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ, κυάμινον ἄλευρον σὺν τηλίνῳ ἀλεύρῳ καὶ μέλιτι, λαπάθου ῥίζα ἐν οἴνῳ ἑφθή, στρύχνου φύλλα μετὰ ἁλῶν, πήγανον λεῖον ἀναλημφθὲν κηρωτῇ ῥοδίνῃ, [2] θεῖον ἄπυρον ὁμοίως· ἢ ῥητίνης μέρη β΄, χαλβάνης μέρος α΄, νίτρῳ ὡς ὅτι πλείστῳ συμμαλαχθέντα· ἢ πύρεθρον, ἢ ψιμύθιον ἢ χάλκανθον σύκῳ ἀναλημφθὲν καὶ οἴνῳ [ἀρνόγλωσσον λεῖον], ἄσβεστος μετὰ μέλιτος, γαλῆς ζώσης καείσης τέφρα μετὰ κηρωτῆς ἰρίνης, γλαυκὸς τοῦ ὀρνέου ‹ὁ› ἐγκέφαλος καταχριόμενος, ὄλυνθοι ‹οἱ› ἀπὸ ἀγρίας συκῆς ἑψηθέντες ἐν οἴνῳ λεῖοι ‹καὶ› καταπλασθέντες.

[140]

[1]    διαφορεῖ δὲ φύματα καταπλασσόμενα ‹λεῖα›· ἀδίαντον, ἀνδράφαξυς, ταύρου αἷμα σὺν ἀλφίτῳ, ἀκτῆς ῥίζα, ἑλξίνης ὁμοίως· ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, ὑοσκυάμου φύλλα σὺν ἁλσὶ λεῖα, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης μετὰ πάλης ἀλφίτου, σικύου ἀγρίου ῥίζα ὁμοίως· Ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἀπόπατος βοὸς ἐν ὄξει θερμανθεῖσα [2] καὶ ἐπιτεθεῖσα, ἀρνόγλωσσον μετὰ ἁλῶν λεῖον· ἀσφοδέλου ῥίζα ἢ τὰ φύλλα ἑφθὰ ἐν οἴνου τρυγί, θύμος ἢ θύμβρα μετὰ πάλης ἀλφίτου, Κιμωλία μετ' ὄξους ἐπιχριομένη, ἠρυγγίου ῥίζα καταπλασσομένη, [ἢ] ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ, ἰτέας τὰ φύλλα ἀναλημφθέντα κηρωτῇ, κονύζης φύλλα, σιλφίου ῥίζα σὺν κηρωτῇ, σκαμμωνίας ὀπὸς σὺν μέλιτι, στρουθίου ῥίζα λεία σὺν [3] ἀλεύρῳ κριθίνῳ ἑψομένη· στέαρ ταύρειον σὺν μάννῃ, στέαρ χοίρειον παλαιὸν πλυθὲν ‹ἐν› οἴνῳ καὶ ἀναλημφθὲν τέφρᾳ ἢ ἀσβέστῳ, συκαμίνου ὀπὸς μετὰ κηρωτῆς, θέρμινον ἄλευρον καταπλασθὲν εἰς μέλι ζέον ἀσβέστου μιγείσης ἐπιτιθέμενον· κορίου φύλλα μετ' ἐρεγμοῦ, κραταιόγονον καταπλασσόμενον, κράμβη ὠμὴ μετὰ ἀλφίτου, κυπαρίσσου σφαιρία μετὰ ᾠοῦ κοπέντα.

[141]

[1]    καὶ σκληρίας ‹δὲ› μαλάσσει λίθος πυρίτης κεκαυμένος ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ, [ἢ] διφρυγὲς ὁμοίως, Ἄσσιος λίθος ὁμοίως, λύκιον ὁμοίως· μόρου τοῦ δένδρου χυλός ‑ ἐγκόπτεται δὲ ἰσχυρῶς ἡ ῥίζα καὶ τῇ ὑστεραίᾳ εὑρίσκεται ‹ὁ› ἐπίπαγος ‑ , ξιφίου ῥίζα σὺν ὀξυμέλιτι, ὀνόβρυχις καταπλασσομένη, ὄξος θερμὸν καταντλούμενον· σπόγγος ὄξει διερός, μάλιστα ἐπὶ τῶν [2] ἀναίμων ἀποστημάτων· ὀρίγανον σὺν μέλιτι ἢ πάλῃ ἀλφίτου, ὀποπάναξ σὺν μέλιτι, παλιούρου ῥίζα ὁμοίως, πίσσα ὑγρὰ σὺν κηρῷ τακεῖσα, πλατάνου φλοιὸς ἑφθὸς καὶ τὰ φύλλα, ῥητίνη τερμινθίνη σὺν στέατι, σησαμοειδές, φλόμου ‹φύλλα›, πενταφύλλου ῥίζα, σῦκον ξηρὸν λιπαρὸν ἐν θαλάσσῃ ἑψηθὲν λεῖον.

[142]

[1]    ἐκπέσσει δὲ φύματα ἁβρότονον ἑψηθὲν σὺν ὠμῇ λύσει, ἄγνου σπέρμα ὁμοίως, σῦκα ξηρὰ μετὰ νίτρου καὶ σῦκον ἐψηθὲν ἐν μελικράτῳ ὁμοίως, καὶ πύρινον καὶ τήλινον καὶ ζέινον [λινόσπερμον] ‹καὶ› αἴρινον σὺν περιστερᾶς κόπρῳ ἑψηθέντα καὶ νίτρῳ· λινόσπερμον μετὰ οἰνομέλιτος ἑψηθέν, γῦρις μετὰ πίσσης καὶ ἐλαίου καὶ ὕδατος ἢ ὄξους ἑψηθεῖσα, ζύμη μετὰ ἁλῶν, θέρμοι ἐν ὄξει ἑφθοὶ καταπλασθέντες, χαλβάνη καθ' ἑαυτήν, λινόσπερμον μετὰ θείου καὶ ἴρεως, Ἄσσιος λίθος σὺν κηρωτῇ καὶ ἐξικμάζει τὰ ὑπώπια.

[143]   ῥήσσει δὲ τὰ φύματα θαψίας χυλὸς μετὰ θείου καταχριόμενος, ναρκίσσου ῥίζα σὺν μέλιτι καὶ αἰρίνῳ ἀλεύρῳ καταπλασθεῖσα, πρόπολις, θέρμοι μετ' ὄξους ἑφθοὶ καταπλασθέντες· σικύου ἀγρίου ῥίζα ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ, καππάρεως ῥίζα ὁμοίως, νίτρον μετὰ ζύμης ἢ σύκων, ἅλες ὁμοίως, κανθαρὶς ἀναλημφθεῖσα ῥητίνῃ.

[144]   τὰς δὲ ἐντὸς ἀποστάσεις ῥήσσει θάλασσα ποθεῖσα μετὰ μελικράτου.

[145]   χοιράδας ‹δὲ› διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναλημφθεῖσα ἢ ἐλαίῳ ἢ ὀξυγγίῳ καὶ ἐπιτεθεῖσα· ἄσφαλτος μετὰ γλοιοῦ, ἀπόπατος αἰγὸς ἐν ὄξει ἢ οἴνῳ ἑψηθεῖσα θερμὴ ἐπιτιθεμένη ὁμοίως· ἀρνόγλωσσον μετὰ ἁλῶν καταπλασσόμενον, ἀδίαντον ὁμοίως, ἀλθαία ἐν οἴνῳ ἑφθή, κρίθινον ἄλευρον ἐν πίσσῃ καὶ οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐλαίῳ καὶ κηρῷ ἑψηθέν· [2] αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, μανδραγόρου ῥίζα ὁμοίως, μελισσόφυλλον σὺν ἁλσίν· ἢ ἔχιν ἀποδήσας λίνῳ κρέμασον, ὅπως ἀποθάνῃ· εἶτα λύσας τὸ λίνον περίαψον τῷ τραχήλῳ· διαφορεῖ καὶ Ἀμμωνιακὸν οἴνῳ διεθὲν καὶ ἐπιτεθέν· βαλλωτή, ἥν τινες μέλαν πράσιον καλοῦσιν, σὺν ἁλσίν, ἀπαρίνη ὁμοίως, ἑλξίνη ὁμοίως· ὄνυχες βοῶν ἢ ὄνων ἢ ἵππων κεκαυμένοι ἐλαίῳ φυραθέντες· [3] ὄστρακον ‹ἐξ› ἴπνου κηρωτῇ ἀναλημφθέν, πενταφύλλου ῥίζα ὁμοίως λεία σὺν λιβανωτῷ καὶ ἁλσὶν ὀλίγοις, πέπερι σὺν πίσσῃ, σιλφίου ῥίζα σὺν κηρωτῇ· σκίλλα ὀπτὴ σὺν κηρωτῇ ‑ διὰ τετάρτης δὲ λύε ‑ , ὄλυνθοι ἄγριοι καὶ ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι καὶ πᾶσαν συστροφὴν διαφοροῦσιν· στύραξ μαλαχθεὶς καὶ ἐπιτεθείς, ἀπαρίνη μετὰ ὀξυγγίου, ἶρις ἑφθὴ καταπλασθεῖσα, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι, ἐχίδνη ἑφθὴ [4] ἐσθιομένη· πυρία ‹ἡ› διὰ θαλάσσης, θέρμοι ἑφθοὶ λεῖοι, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ, καππάρεως ῥίζα καὶ τὰ φύλλα χλωρὰ λεῖα σὺν πάλῃ ἀλφίτου, καρκίνοι ποτάμιοι κεκαυμένοι σὺν μέλιτι, κορίου φύλλα σὺν ἐρεγμῷ, κυάμων Ἑλληνικῶν λέπυρα μετὰ σχιστῆς καὶ ἐλαίου καὶ πάλης ἀλφίτου, λαπάθου ἀγρίου ῥίζα μετὰ οἴνου ἑφθή, λιβανωτίδος φύλλα, λινόσπερμον μετὰ νίτρου ἢ ἁλὸς ἢ κονίας· λίθος πυρίτης κεκαυμένος ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ, Ἄσσιος λίθος ὁμοίως, φακὸς ἐν ὄξει ἑψηθείς· καταχρίονται δὲ ὠφελίμως χοιράδες καὶ αἵματι γαλῆς.

[146]

[1]    περιάπτεται δὲ πρὸς χοιράδας ἀρνογλώσσου ῥίζα τῇ ἀριστερᾷ χειρὶ λαμβανομένη καὶ ἐνδεσμευομένη κυτίδι, λαπάθου ἀγρίου ῥίζα ὁμοίως, ἀσφοδέλου ῥίζα ὁμοίως, ἠρυγγίου ῥίζα ‹ὁμοίως›· πρόλεγε δὲ εἰς ὃν λαμβάνεται ἀπὸ ἑσπέρας κατὰ σελήνην ἀπὸ ὀκτὼ καὶ εἰκοστῆς ἕως τριακάδος καὶ οὕτω περίαπτε.

[147]   μελικηρίδας δὲ διαφορεῖ μελίλωτον καταπλασσόμενον σὺν ἀλεύρῳ τηλίνῳ ἢ πυρίνῳ, λαπάθου ἀγρίου ῥίζα λεία καὶ τὰ φύλλα, ἀρνογλώσσου φύλλα ὁμοίως.

[148]   στεατώματα δὲ διαφορεῖ βουφθάλμου ἄνθη λεῖα σὺν κηρωτῇ, κυκλάμινος λεία καταπλασσομένη.

[149]   βρογχοκήλας δὲ διαφορεῖ βδέλλιον σιέλῳ τοῦ πάσχοντος νήστου μαλαχθὲν καὶ ἐπιτεθέν, ἄσβεστος μετὰ ὀξυγγίου· διαφορεῖ καὶ σαύρα προσβληθεῖσα τῇ βρογχοκήλῃ ἢ μάντις ‑ ἔστι δὲ ὅμοιος ἀκρίδι Ἰνδικῇ ‑ , εἶτα κρεμασθεῖσα ἐν ᾧ κατάκειται τόπῳ.

[150]   πολύπους δὲ ἐξεσθίει προελκωθέντας δρακοντίου ῥίζα καταχρισθεῖσα καὶ ὁ χυλὸς αὐτῆς διαχριόμενος, ἐλελίσφακος καταπλασσομένη, κυπαρίσσου σφαιρία κοπέντα καὶ σύκου σαρκὶ ἀναλημφθέντα καὶ καταπλασσόμενα καὶ ἐντιθέμενα· ὀπὸς σιλφίου μετὰ ἰοῦ ἢ χαλκάνθου, ‹κόπρος› κυνεία λευκὴ ὄξει λειοτριβηθεῖσα καὶ διαχριομένη ἢ ἐγχυματιζομένη ποιεῖ ἄκρως.

[151]   ὀζαίνας ‹δὲ› πραύνει ἀριστολοχείας ῥίζα σὺν κυπερίδι, κισσοῦ κορύμβων χυλὸς ἐγκλυζόμενος καὶ τὰς σηπεδόνας ἐκκαθαίρει, κινάμωμον μετὰ ἐλλεβόρου λευκοῦ καὶ στρουθίου ἅμα τε πταρμικῷ προσαγόμενον, ἐλλέβορος ‹λευκὸς› μετὰ καρδάμου ὁμοίως· πταρμικὸν ἐπὶ ἡμέρας δέκα πρόσαγε, εἶτα τῇ Πολυείδου λεγομένῃ σφραγῖδι διάχριε, ἄχρις ἂν πεπανθῶσιν· ἢ καλαμίνθης χυλὸν ἐγχυμάτιζε ἢ ξηρὰν καλαμίνθην λείαν [ἐγχυμάτιζε καὶ] εἰς κύτος φύσα διὰ σίφωνος, ἢ βατραχείου χυλῷ καὶ στυπτηρίᾳ διάχριε μετ' ὄξους ἢ χαλκάνθῳ ἢ ψωρικῷ μετὰ μέλιτος.

[152]   πρὸς δὲ τὰ ἐν μυκτῆρσιν ἕλκη ποιεῖ ἀμόργη ἐλαίου ἑφθὴ διαχριομένη, λύκιον ὁμοίως καὶ ‹μάλιστα› τὸ Ἰνδικὸν οἴνῳ ἀνεθὲν καὶ διαχριόμενον, σανδαράκη σὺν ῥοδίνῳ γλοιοποιηθεῖσα· λιθράγυρος, λιβανωτός, στυπτηρία σχιστή, ψιμύθιον, ἴσα σὺν οἴνῳ καὶ ῥοδίνῳ.

[153]   τὰ δὲ ἐν αὐταῖς σαρκώματα στέλλει καὶ ἐλασσοῖ προσαπτόμενα· ἀρσενικὸν καὶ σανδαράκη καὶ ἀσπαλάθου ῥίζα λεία, ὀπὸς σιλφίου μετὰ ᾠοῦ, χάλκανθον κεκαυμένον μετὰ οἴνου γλοιωθέν.

[154]   τραύματα δὲ πρόσφατα καὶ ἀφεστῶτα κολλᾷ καὶ κόλπους μικρύνει καὶ σφίγγει καταπλασσόμενα λεῖα· ἀείζωον, λογχῖτις, χαμαίπιτυς, Ἡρακλεία, ἐλελίσφακος, ἕλιξ ἀμπέλου, ἀναγαλλίς, ἀνδρόσαιμον, ἀρνόγλωσσον, βάτου φύλλα, ἀλόη σὺν ὄξει μετὰ μοτῶν καὶ καθ' ἑαυτήν, ἀμόργη ἡψημένη μετὰ μοτῶν, ἀλθαίας ῥίζα σὺν οἴνῳ ἑψηθεῖσα, ἀγριελαίας ‹φύλλα› σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀριστολοχείας ῥίζα σὺν ὄξει, γλυκύρριζα πρόσφατος κοπεῖσα καὶ καταπλασθεῖσα ἢ ἑψηθεῖσα ἐν ὕδατι, ἐλαφοβόσκου ῥίζα λεία, σμύρνα σὺν ὕδατι καταχρισθεῖσα [2] καὶ ἐπιπασθεῖσα ξηρά, λίβανος ὁμοίως· σμυρνίου ῥίζα καταπλασσομένη, ἠριγέροντος ῥίζα σὺν ὄξει, ἰὸς σιδήρου λεανθεὶς ἐπὶ πολὺ μετ' οἴνου καὶ σμύρνης ἐν ἡλίῳ, ἱππούριδος φύλλα λεῖα, ἰσάτεως φύλλα ἡμέρου καὶ ἀγρίας· Κενταυρείου τοῦ μεγάλου χυλὸς τῆς ῥίζης καὶ ἡ ῥίζα Κενταυρείου τοῦ λεπτοῦ χλωρὰ λεία· κονύζης φύλλα, γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ λεῖα ἐπιτιθέμενα, κυκλάμινος σὺν ὄξει καὶ μέλιτι, κυπαρίσσου ‹φύλλα› λεῖα, λιβανωτίδος φύλλα χλωρά, Λυσιμάχειος πόα, μυριόφυλλον καταπλασσόμενον, ὄρχεως τῆς Σαραπιάδος ῥίζα, πευκεδάνου ῥίζα, πενταφύλλου φύλλα μετὰ μέλιτος, περιστερᾶς αἷμα.

[155]

[1]    πρὸς δὲ τὰ ἐπιπόλαια τραύματα πολύκνημον λεῖον, τὸ ἐν τοῖς θυλακίοις τῆς πτελέας ὑγρόν, καὶ ὁ φλοιὸς δὲ αὐτῆς ἐπιδεόμενος ‑ ἔστι γὰρ ὡς φιλύρα ‑ κολλᾷ καὶ ἀφλέγμαντα ποιεῖ· πρίνου φλοιὸς λεῖος, ῥᾶ λεῖον σὺν οἴνῳ, σύμφυτον λεῖον, περιστέριον λεῖον, σκόροδα καέντα καταπλασσόμενα· παραδόξως δὲ τὰς διακοπὰς τῶν νεύρων καὶ τὰ πρόσφατα τραύματα παρακολλᾷ ἄγχουσα καταπλασθεῖσα.

[156]   πρὸς δὲ τὰς τοῦ τραχήλου τῆς κύστεως διαιρέσεις καὶ νεύρων καὶ μηνίγγων καὶ τὰς φλεγμονὰς ἁρμόζει βούτυρον ἐπιτιθέμενον ἐν μοτῷ· ἐπὶ δὲ τῶν λιθοτομιῶν δεῖ ὀξάλμῃ παραχρῆμα καταντλεῖν.

[157]   τὰς δὲ κατὰ τὰ νεῦρα τρώσεις ἀφλεγμάντους τηρεῖ καταπλασσόμενα· κόκκος βαφικὴ λεία σὺν ὄξει καὶ μέλιτι, κραταιόγονον λεῖον, κρίνου ῥίζα ἑφθὴ ἐν οἴνῳ λεανθεῖσα, οἰνάνθη ὁμοίως, ὀπὸς σιλφίου μετά τινος τῶν θερμαντικῶν ἀποζεμάτων ἐπιτιθέμενος· νευράδος, ἣν καὶ ποτίρριον καλοῦσιν, ῥίζα· ἄγχουσα καταπλασθεῖσα.

[158]   ἀνάγει δὲ ὀστέα καὶ ἀφίστησι· πάνακος ῥίζα ξηρὰ ἐπιτιθεμένη καὶ ἀριστολοχείας ὁμοίως, βρυωνίας λευκῆς ἢ μελαίνης ῥίζα ὁμοίως, ἶρις ξηρά, ὀρόβινον ἄλευρον, συκῆς φύλλα καὶ κράδαι ἁπαλαὶ σὺν μήκωνος ἀγρίας φύλλοις καταπλασσόμενα· λινόσπερμον σὺν ἀνήσσῳ, ἶρις σὺν χαλκάνθῳ καὶ Κενταυρείῳ, πευκεδάνου ῥίζα, χάλκανθος σὺν ὑοσκυάμου σπέρματι, χαμαιλέων μέλας.

[159]   ἀκίδας δὲ καὶ σκόλοπας ἕλκει καταπλασθέντα· ὁρμίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ξιφίου ῥίζα σὺν ὕδατι ἢ καθ' ἑαυτὴν ἢ σὺν λιβανωτῷ καὶ οἴνῳ, ἴρεως ῥίζα, λεοντοποδίου καρπὸς καὶ φύλλα μετὰ ἀλφίτου· Ἀμμωνιακὸν σὺν μέλιτι, ὄρχις ἡ βοτάνη καταπλασσομένη, ἀναγαλλὶς ὁμοίως, ἀριστολοχείας ῥίζα ὡσαύτως· καλάμου φραγμίτου ῥίζα καὶ τοῦ μεγάλου τὰ φύλλα λεῖα, κοχλίαι σὺν τῇ σαρκί, ναρκίσσου ῥίζα ἢ βολβὸς σὺν μέλιτι, σίνηπυ μετὰ ζύμης, ὀξυακάνθου ῥίζα, δίκταμνον ‑ τοῦτο δέ φασιν ἐν Κρήτῃ νεμηθείσας ὑπό τινων τοξευθείσας αἶγας ἐκβάλλειν τὰ βέλη ‑ , πρόπολις ἐπιτιθεμένη, πυκνοκόμου καρπὸς λεῖος, σαύρας κεφαλὴ λεία, σιλούρου ταριχηροῦ σάρξ, νεβροῦ πυτία, τράγειον πινόμενον.

[160]   ἐρυσιπέλατα δὲ ἰᾶται καταχριόμενα ταῦτα ὄξους καὶ ῥοδίνου μειγνυμένων· ψιμύθιον, λιθάργυρος, ἢ γῆ Κιμωλία ἢ Χία ἢ Σελινουσία· μείγνυται δὲ χυλὸς ἀρνογλώσσου ἢ σέριδος ἢ πολυγόνου ἢ ἀγριελαίας ἢ ἀνδράχνης ἢ ἀειζώου ἢ στρύχνου ἢ ὑοσκυάμου ἢ κορίου ἢ πηγάνου ἢ σελίνου ἢ ἑλξίνης ἢ ἡδυόσμου. ποιεῖ καὶ λιθάργυρος μετὰ ῥοδίνου λεῖος, ὤχρα μετ' ὄξους, ἰὸς σιδήρου σὺν ὄξει καὶ ψιμυθίῳ καὶ θείῳ καὶ λιθαργύρῳ· [2] λιθάργυρος μετὰ πηγάνου χυλοῦ καὶ ὄξους καὶ ῥοδίνου, μηκώνιον σὺν ὄξει· ἢ ἀκακία, διφρυγὲς ὀπτόν, ‹στυπτηρία› σχιστή, ἴσα μετ' ὄξους· ἄκρως δὲ ποιεῖ τοῦτο. καταπλασσόμενα δὲ μετὰ ἀλφίτου πάλης ποιεῖ πρὸς ἐρυσιπέλατα ταῦτα· ἀρνόγλωσσον, κόριον, σέλινον, ἀνδράχνη, ἀείζωον, μυόσωτον, στρύχνον, ὑοσκυάμου φύλλα, ἑλξίνη, κάλυκος τῆς καλουμένης ὀνοκλείας ῥίζα, κοτυληδών, κράμβης φύλλα, κύπρου φύλλα, κυπαρίσσου ὁμοίως, [3] λυκάψου φύλλα, ὠκίμου φύλλα, ὑοσκυάμου ‹ὁμοίως›· καλάμου φλοιὸς χλωρὸς λεῖος, κρότωνος φύλλα λεῖα καθ' ἑαυτὰ ἢ μετ' ὄξους, κρίνου ἄνθος καὶ φύλλα σὺν οἴνῳ, κύτινοι ἑφθοὶ σὺν οἴνῳ λεῖοι σὺν φακοῖς καὶ ῥόδοις ξηροῖς· κώνειον χλωρὸν λεῖον, μανδραγόρου ῥίζα σὺν ὄξει λεία, μολόχης φύλλα ἑφθὰ μιγέντος ἐλαίου, λευκανθέμου φύλλα καθ' ἑαυτά, φακὸς ὁ ἐπὶ τῶν τελμάτων λεῖος, ἀκίνου φύλλα λεῖα σὺν περιστερεῶνος φύλλοις λείοις καὶ ὄξει, στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων, σχίνου φύλλα, [4] σεῦτλον ἑφθὸν σὺν οἴνῳ καὶ ἐλαίῳ λεῖον· μελάμφυλλον, ὃ δὴ καὶ παιδέρωτα, οἱ δὲ ἄκανθον καλοῦσι, καθ' ἑαυτὸ χλωρὸν λεῖον καὶ σὺν ὄξει καὶ ῥοδίνῳ καὶ σὺν ἄρτῳ ποιεῖ ἄκρως, σποδὸς μετὰ κράμβης χυλοῦ. καταντλούμενα ‹δὲ› ὠφελεῖ τὰ ἐρυσιπέλατα κολυμβάδων χυλός, σιδίων ἀπόζεμα ‹ἢ› κυτίνων ἢ σμύρνης ‹ἢ› ἀλθαίας ἢ βάτου ἢ βαλαυστίου ἢ κισσοῦ ἢ σχοίνου ἢ ἐρεβίνθων ἢ πτελέας τῶν ῥιζῶν.

[161]

[1]    ἕρπητας δὲ ὠφελεῖ μὲν καὶ τὰ πρὸς ἐρυσιπέλατα ἀναγεγραμμένα καὶ μάλιστα ὅσα ἐπιτεταμένως στύφει κατάχριστα καὶ καταπλάσματα· ἰσάτεως φύλλα λεῖα σὺν ὕδατι καταπλασσόμενα, βάτου φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς σὺν ὄξει ἐπιπλασσομένη, [ἢ] βηχίου φύλλα σὺν ὕδατι, μυρσίνης φύλλα σὺν ἀλφίτῳ, πενταφύλλου ῥίζα σὺν ἀλφίτῳ, σφονδύλιον λεῖον [2] σὺν πηγάνῳ καὶ ὄξει. καταχρίεται δὲ ὠφελίμως ἄσβεστος σὺν ὄξει ἐπὶ τῶν ἀνελκώτων, ἐὰν δὲ εἱλκωμένοι ὦσιν, σὺν κηρωτῇ· διφρυγὲς σὺν ὄξει, γῆ Κιμωλία ὁμοίως, λύκιον, πίτυος φλοιοῦ β΄ μετὰ χαλκοῦ ἄνθους α΄ σὺν κηρωτῇ· ἢ σηπεδόνα ξύλου λεάνας καὶ μείξας ἄνησσον λεῖον ἴσον καὶ ἔλαιον φύρα καὶ ἐνδήσας [3] ὀθονίῳ ‹καὶ› καύσας λείωσον καὶ οὕτω κατάπασσε. ποιεῖ καὶ σῶρι κεκαυμένον σὺν ὄξει, μίσυ σὺν ὕδατι, πίτυος φλοιὸς συναναλημφθεὶς κηρωτῇ κυπρίνῃ, μέλαν γραφικὸν σὺν ὄξει ἐπιτιθέμενον ἄνωθεν, κράμβης φύλλα· ἢ θείου α΄, λιθαργύρου β΄, μετὰ οἴνου λεῖα κατάχριε· ἢ σκορόδων α΄, καρύων πικρῶν β΄, κρόκου Ϛ΄, συλλεάνας κατάχριε· κατάντλει δὲ ὄξει ψυχρῷ.

[162]

[1]    τὰς δὲ ἐπινυκτίδας ἀγριελαίας ἄνθεσι κατάπλασσε, ἢ ῥάμνου ἢ ἄγνου φύλλοις σὺν μέλιτι, ἀμυγδάλοις πικροῖς σὺν οἴνῳ, προβάτου κόπρῳ καθ' ἑαυτήν, ἀρνογλώσσῳ καθ' ἑαυτό, σταφίδι μετὰ πηγάνου, ἀψινθίῳ σὺν ὕδατι, κορίῳ χλωρῷ λείῳ, σαμψούχῳ σὺν ὕδατι, σικύου φύλλοις ὁμοίως.

[163]   πρὸς δὲ τὰ κηρία ἁρμόζει σταφὶς μετὰ πηγάνου, συκῆς φύλλα ἁπαλὰ σὺν μέλιτι, κάρδαμον σὺν μέλιτι καὶ λινοσπέρμῳ, σικύου ἡμέρου ῥίζα σὺν μέλιτι, θεῖον ἄπυρον σὺν κηρωτῇ ὀλίγῃ ἢ ῥητίνῃ τερμινθίνῃ.

[164]   τὰ δὲ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπώδυνα ὄντα ἄπονα ποιεῖ καὶ ἀφλέγμαντα· πνεύμων χοίρειος ἢ ἄρνειος ἐπιτεθείς, κρόμυον σὺν ὀρνιθείῳ στέατι λεῖον ἢ ἀλφίτῳ, κασσύματα παλαιὰ καιόμενα καὶ ἐπιπασσόμενα.

[165]   ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποσύρματα ῥοῦς ἐρυθρὸς καταπλασσόμενος ‹λεῖος› σὺν μέλιτι, σιδηρίτιδος τῆς καὶ Ἡρακλείας καλουμένης τὰ φύλλα καταπλασσόμενα, σκόρδιον, σχίνου κόμη καεῖσα καὶ σὺν μέλιτι ἐπιτεθεῖσα, στρατιώτης ὁ ἐν τοῖς ὕδασι σὺν ὄξει.

[166]   ἥλους δὲ αἴρει βατράχειον ἐπιπλασθὲν προαποξυσθέντος ἐπὶ βραχὺ τοῦ ἥλου· ἀκριβῶς δὲ ἐπιτιθέναι δεῖ τὰ κύκλῳ μέρη στέατι ἢ κηρῷ περιπλάσσοντας· διεσθίει γὰρ καὶ τὰ ἀπαθῆ· αἴρει δὲ πρὸς ὀλίγον καταπλασθὲν τὸ βατράχειον καὶ θύμια καὶ ἀκροχορδόνας, αἴρει ‹καὶ› σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα, ἰτέας φλοιὸς πρόσφατος καεὶς καὶ μετ' ὄξους ἐπιτεθείς, [καὶ] λάδανον σὺν ὀλίγῳ καστορίῳ, μελάνθιον σὺν οὔρῳ, σίλφιον μετὰ κηροῦ καὶ τύλους αἴρει ἢ ὀπὸς τοῦ σιλφίου σὺν ῥητίνῃ· σαύρας κεφαλὴ λεία ἐπιπλασθεῖσα ἢ ὀπὸς ξηρὸς συκῆς· σαύρας αἷμα πρόσφατον ἐπισταζόμενον ἢ ἐρίῳ διάβροχον ἐπιτιθέμενον· Ἀμμωνιακὸν νήστει σιέλῳ ἀναμαλάξας καὶ ἀποξυσθέντος ἐπὶ ποσὸν ‹τοῦ ἥλου› ἐπιτίθει.

[167]   μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους αἴρει μετὰ κηρωτῆς ἄσβεστος λεία, διψάκου ῥίζα καταπλασσομένη λεία, ἐλατήριον μετὰ ἁλῶν λεῖον προσψαυόμενον, ἐρέβινθοι ἑφθοὶ λεῖοι καταπλασσόμενοι· φασὶ δὲ ὅτι εἴ τις κατὰ νεομηνίαν ἑκάστης ἐξοχῆς ψαύων ἑνὶ ἐρεβίνθῳ καὶ τοῦτον ἐνδεσμεύων ὀθονίῳ εἰς τοὐπίσω ῥίπτοι, ἀποπίπτειν αὐτὰς αὐτομάτας ἢ ἀφανεῖς [2] γίνεσθαι. ποιεῖ καὶ ἡλιοτροπίου τοῦ μεγάλου ὁ καρπὸς ἐν οἴνῳ καταπλασθείς, κλινοπόδιον μετὰ ὕδατος ἑψηθὲν καὶ ἐπιτεθέν, πήγανον σὺν νίτρῳ καὶ πεπέρει καταπλασθέν, λιβανωτὸς σὺν ὄξει ὁμοίως, ὄλυνθοι ὁμοίως μετὰ νίτρου καὶ ἀλεύρου, καὶ ὁ ὀπὸς δὲ τῆς συκῆς καταχριόμενος· σαύρας κεφαλὴ λεία ἐπιτιθεμένη, [3] σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα καὶ καταπλασθεῖσα· θύμος ἢ θύμβρα ἐπιπλασθέντα, ἰὸς σὺν μίσυι κεκαυμένος, τιθυμάλλου ὀπὸς καταχριόμενος, ὠκίμου φύλλα μετὰ χαλκάνθου καταπλασσόμενα, ἀμπέλου κλημάτων χλωρῶν τὸ ἀφιδρούμενον ἐν τῷ καίεσθαι ἐπιχριόμενον, προβάτου ἀπόπατος μετ' ὄξους, χαμαισύκη λεία καταπλασθεῖσα, αἰγὸς ἀγρίας χολὴ ἢ τράγου καταχριομένη.

[168]

[1]    ἀκροχορδόνας ‹δὲ› τὰς ἐν παντὶ τόπῳ αἴρει ἰχὼρ πνεύμονος ὀπτωμένου καταχριόμενος, θεῖον, λιβανωτός, συκῆς φύλλα ἴσα τρίψας ἐπιτίθει προκαταντλήσας πυρῶν ἀφεψήματι· ἢ πηλῷ, ὅπου ἐὰν κύων μέλας οὐρήσῃ, κατάχριε ἢ χαμαιάκτῃ.

[169]   πυρίκαυτα δὲ ἐν ἀρχῇ ὠφελεῖ, ὥστε εἰ παραχρῆμά τις χρήσαιτο μηδὲ φλυκταινοῦσθαι· μέλαν γραφικὸν ἐν ὕδατι καταχριόμενον, στυπτηρία ὑγρά, μόρων φύλλα σὺν ἐλαίῳ, ναρκίσσου ῥίζα σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀρκτίου φύλλα καὶ ὁ καυλὸς καὶ αἱ ῥίζαι σὺν οἴνῳ ἑψηθέντα, φλόμου ῥίζαι καὶ φύλλα ἑψηθέντα ὁμοίως, ἐλαίας φύλλα ἑφθά, ἅλες σὺν ἐλαίῳ καταπλασθέντες, ἀνδρόσαιμον λεῖον, ἀρνογλώσσου φύλλα, ὑπερικοῦ φύλλα πρόσφατα, μολόχη λεία ἑφθὴ καὶ ὠμὴ καταπλασθεῖσα· [2] Κιμωλία μεθ' ὕδατος καταχρισθεῖσα, ἐλαῖαι λευκαὶ ἐξ ἅλμης λεῖαι καταπλασθεῖσαι καὶ ‹αἱ› μέλαιναι ‹δὲ› ὁμοίως· καὶ ἑλξίνη καταπλασσομένη ἢ βάτος ἢ σχοῖνος ἢ μυρσίνη ἢ ῥόδα ἢ κύτινοι ὁμοίως, ἢ φύλλα σεύτλου ἐν οἴνῳ ἐπ' ὀλίγον ἡψημένα, μυροβάλανος μεθ' ὕδατος, ἑλιχρύσου φύλλα σὺν μέλιτι ἢ οἴνῳ, σμύρνα σὺν οἴνῳ καταχριομένη· κήρυκες πληρωθέντες ἁλσὶ καὶ καέντες καὶ [3] ἐπιπλασθέντες· ἀποστρακοῦνται γὰρ ἄχρι ἀπουλώσεως· κάσσυμα καὲν καὶ καταπασσόμενον, κόμμι μετὰ τοῦ λευκοῦ τῶν ᾠῶν καταχριόμενον, ταυροκόλλα ὕδατι ἀνεθεῖσα θερμῷ· καὶ κρίνου φύλλα ἐν οἴνῳ ἑφθὰ καὶ ἡ ῥίζα ἑφθὴ λεία σὺν ῥοδίνῳ, λειμωνίου φύλλα ὁμοίως· λιβανωτὸς ἐπιχριόμενος σὺν ὕδατι, στίβι [4] σὺν στέατι νεαρῷ καταχριόμενον· στυπτηρία πᾶσα σὺν ὕδατι ἢ ᾠοῦ τῷ λευκῷ, πτελέας τὸ ἐν τοῖς θυλακίοις δάκρυον καὶ τὸ ἀφέψημα τῶν φύλλων καλῶς ποιεῖ καταντλούμενον, λειχὴν ὁ ἐν ταῖς πέτραις λεῖος ἐπιτιθέμενος, συκαμίνων ἀώρων ὁ χυλός· ἢ ἀμόργη καὶ μέλι καὶ λιθάργυρος, ἴσα λειοτριβηθέντα καὶ ἑψηθέντα, ἕως μέλιτος σχῇ πάχος. καταχριόμενα δὲ μόλυβδος ἐν ἐλαίῳ ἡψημένος, ἄχρι μέλιτος σχῇ πάχος, σποδὸς συκίνη μετὰ μέλιτος, πίσση ὑγρὰ μετὰ μοτῶν.

[170]

[1]    ἀπουλοῖ δὲ τὰ πυρίκαυτα ἀγχούσης ῥίζα μετὰ κηρωτῆς ῥοδίνης ἢ μυρσινίνης ἑψηθεῖσα, ἀπόπατος σὺν ῥοδίνῃ κηρωτῇ προβατεία μιγεῖσα, περιστερᾶς κόπρος καεῖσα ἐν ὀθονίῳ καὶ σὺν ἐλαίῳ λεανθεῖσα· λιθαργύρου α΄ καὶ ἐλαίου παλαιοῦ α΄· ἕψεται πυρὶ λαμπρῷ, ἕως ἂν πυροειδὲς γένηται, καὶ καταχρίεται, ἐπάνωθεν δὲ κισσοῦ φύλλα ἐπιτίθεται· ἢ κιννάβαρι μετὰ ψιμυθίου καὶ κριθῶν κεκαυμένων ἴσα μετὰ [2] κηρωτῆς μυρσινίνης· λιθάργυρος μετὰ στέατος αἰγείου ἀναπλασθεῖσα, ἕως ἐμπλαστρῶδες γένηται· κυκλαμίνου ῥίζα ἐγγλυφεῖσα ‹ἐλαίου› σὺν κηρῷ αὐτῇ ἐνεψηθέντος, μολόχης φύλλα ἑφθὰ σὺν ἐλαίῳ, μυρσίνης φύλλα κεκαυμένα σὺν κηρωτῇ, πίτυος φλοιὸς ἢ πεύκης σὺν κηρωτῇ μυρσινίνῃ, καὶ λεῖος δὲ καθ' ἑαυτὸν ἐμπλασσόμενος, καὶ τὰ φύλλα δὲ ἐν οἴνῳ ἑψηθέντα· σεῦτλον ἑφθὸν καταπλασσόμενον, ἄσβεστος λελυμένη σὺν ἐλαίῳ· τοῦτο οὐκ ἐᾷ φλυκταινοῦσθαι καὶ τὰ εἱλκωμένα ἀπουλοῖ.

[171]

[1]    χίμετλα δὲ ἰᾶται καταντλούμενα· κυκλαμίνου ῥίζης ἀφέψημα, ἀσφοδέλου ῥιζῶν ὁμοίως, γογγύλη ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀφηψημένη, βατράχειον σὺν ὕδατι· ἀρκτίου φύλλα καὶ καυλὸς καὶ ῥίζα ἐν οἴνῳ ἀφεψόμενα καὶ αὐτὰ ‹δὲ› καταπλασσόμενα, μάδος ‹ὁ› ἀπὸ βυρσοδεψῶν καταντλούμενος, σιλφίου [2] ἀπόζεμα, ὀρόβου ἀφέψημα, θάλασσα καθ' ἑαυτήν. καταχριόμενα δὲ ὠφελεῖ πρὸ τοῦ ἑλκωθῆναι τὰ χίμετλα· ἀκακίας, πρασίου χυλός, ῥοὸς βυρσοδεψικῆς χυλός, λύκιον, ἀμόργη ἑψητή, κηροῦ πλατύσματα θερμὰ παρὰ μέρος ἐπιτιθέμενα ὡς πυρία, στυπτηρία μετὰ ψιμυθίου καὶ κηρωτῆς· ἢ βάτου κεκαυμένης τέφρα μετὰ κηρωτῆς. καταπλάσσεται δὲ πρὸ ἑλκώσεως γογγύλη ἑφθὴ ἐν ἅλμῃ. πρὸς δὲ τὰ εἱλκωμένα ποιεῖ κηρωτὴ ἐν γογγύλῃ ὠμῇ ἐγγλυφείσῃ ἐπὶ θερμοσποδιᾷ ἑψηθεῖσα ἢ ἐν κυκλαμίνου ῥίζῃ [3] ὁμοίως ἐγγλυφείσῃ· δρακοντίου φύλλα ἑφθά, καρκίνοι ποτάμιοι κεκαυμένοι μετὰ μέλιτος, κοτυληδὼν λεία, λιβανωτὸς σὺν στέατι ἀρκείῳ, λιθάργυρος σὺν κηρωτῇ μυρσινίνῃ, ἢ μολύβδαινα ὁμοίως, ἢ ὄνυχες ὄνων ἐπιπασσόμενοι λεῖοι κεκαυμένοι, πνεύμων θαλάσσιος λεῖος καταπλασσόμενος, πράσιον λεῖον ὁμοίως καταπλασσόμενον· [4] σῦκα ξηρὰ μετὰ κηρωτῆς ἢ ὠμὰ μετ' ἐλαίου θερμοῦ λεῖα, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, κρίνου ῥίζα ἑφθὴ λεία καταπλασσομένη μετὰ στέατος χοιρείου ἀνάλου, σίδια ἐν οἴνῳ ἑφθά, σίλφιον μετ' ἐλαίου λεῖον, στέαρ ‹καὶ› κηρὸς ‹μετ' ἐλαίου› μυρσινίνου, ἢ φακὸς ἑφθὸς μετ' ἐλαίου θερμοῦ λεῖος.

[172]

[1]    πρεσβυτικὰ δὲ ἀπουλοῖ ἕλκη ἀναγαλλὶς μετὰ κηρωτῆς, ἄρου φύλλα ἑφθὰ ἐν οἴνῳ ἐπιτιθέμενα, κριθαὶ καεῖσαι καὶ ψιμύθιον μετὰ κηρωτῆς μυρσινίνης τριπλασίονος· ᾠῶν λέκιθοι καὶ λιθάργυρος ὁμοίως κηρωτῇ ἀναλημφθέντα, κηρωτὴ μετὰ μολύβδου κεκαυμένου, μυρσίνη, πίτυος φλοιὸς ὁμοίως.

[173]   τὰ δὲ παλαιὰ ἀπουλοῖ πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσινίνῃ, ἢ διφρυγὲς λεῖον καταπασσόμενον, Εὐπατορίου φύλλα λεῖα σὺν ὀξυγγίῳ, θηλυπτερίδος ῥίζα λεία, ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσινίνης, καδμεία μετὰ κηρωτῆς, Κενταύρειον ‹τὸ λεπτὸν› χλωρὸν λεῖον, κισσοῦ [2] ἄνθη μετὰ κηρωτῆς· κρίνου ῥίζα λεία σὺν ῥοδίνῳ, καὶ τῶν φύλλων καὶ αὐτὸς ὁ χυλὸς ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ σὺν μέλιτι καὶ ὄξει ἔμμοτος καλλίστη ὑγρὰ γίνεται· λάδανον καὶ σμύρνα καὶ μέλι σὺν κηρωτῇ μυρσινίνῃ ἢ ἔλαιον παλαιὸν σὺν μοτῷ.

[174]

[1]    τὰ δὲ ἐν τοῖς ἀκρωτηρίοις δυσαλθῆ εἰς τάξιν ἄγεται καταπλασσόμενα· μύρτα σὺν οἴνῳ, σαραπιάδος ῥίζα καταπλασσομένη, πρόπολις ἐπιτιθεμένη, σηπεδὼν καταπασσομένη ξύλου· ἀρκτίου φύλλα καταπλασσόμενα, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ, ἀστραγάλου ῥίζα ὁμοίως, βαλλωτῆς φύλλα ὁμοίως, βράθυος φύλλα ὡσαύτως, κράμβης φύλλα μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους, λιβανωτίδος φύλλα καὶ ἡ πόα· μελισσόφυλλον ἐπιπλασσόμενον καὶ πευκέδανον, χαμαίδρυς σὺν μέλιτι, περιστερεὼν ὁμοίως, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα σὺν μέλιτι.

[175]   σαπροκνήμους δὲ ἰᾶται καππάρεως ῥίζα καταπλασσομένη, Κενταύρειον τὸ λεπτὸν λεῖον, ὀρόβινον σὺν μέλιτι, ὄρχεως ῥίζα σὺν μέλιτι, πευκεδάνου ῥίζα ὁμοίως, πίσσα ὑγρά, ποταμογείτων ὡσαύτως, σάκχαρον ἐν μοτῷ, σηπεδὼν ξύλου χνοώδης ξηρά· σταφυλίνου ῥίζα ξηρὰ λεία σὺν μέλιτι καὶ ἀλφίτῳ [2] καεῖσα ἐν ὀθονίῳ μέχρις ἀνθρακώσεως· σῦκα ξηρὰ μετὰ χαλκάνθου· ἰός, λεπίς, τερμινθίνη, κηρός, ἴσα· συκῆς τῶν ἁπαλῶν κλάδων τὰ ἀποξύσματα ἑφθὰ σὺν ὕδατι μετὰ ἀλεύρου πυρίνου, ἄχρις ἂν ἐμπλαστρῶδες γένηται, ἐπιτιθέμενα ὡς σπληνίον, καὶ ἐώμενον ἐπὶ ἡμέρας τρεῖς.

[176]

[1]    καθαίρει δὲ ‹τὰ ῥυπαρὰ› ἕλκη πράσιον μετὰ μέλιτος, κνίδης φύλλα μετὰ ἁλῶν, ἀριστολοχεία σὺν μέλιτι, Γεντιανή, ἶρις σὺν μέλιτι, ‹ἐλαῖαι› κολυμβάδες καταπλασθεῖσαι, ἐλελίσφακος λεῖος, ἐχίνου θαλασσίου κεκαυμένα ὄστρακα, ναρκίσσου ῥίζα σὺν ὀρόβῳ καὶ μέλιτι· ἢ νίτρου ἀφρὸν μέλιτι μείξας καῦσον ἐν χύτρᾳ καινῇ καὶ μείξας ἶριν στοχασμῷ χρῶ· ἢ χάρτου κεκαυμένου η΄, ἀρσενικοῦ δ΄ σὺν ῥοδίνῳ ἢ μέλιτι ἢ κηρῷ.

[177]   ἐσχάρας ‹δὲ› περιρρήσσει τὰς ἀπὸ καύσεως ἐπιτιθέμενα· ἶρις, ὀνωνίδος φύλλα, ὄροβοι ἑφθοί, θέρμοι, ἀρνογλώσσου φύλλα, ἱερὰ βοτάνη, θαλλία, μήκωνος κερατίτιδος φύλλα καὶ ἄνθη, πράσου κεφαλωτοῦ φύλλα μετὰ ἁλῶν καὶ ὄξους, σῶρι κεκαυμένον, τιθυμάλλου ὀπός, ἄρου ῥίζα λεία.

[178]   πληροῖ δὲ τὰ ἕλκη βούτυρον, κηρός, ῥητίνη, ῥόδινον, βουνίου ῥίζα καὶ τὰ φύλλα, ἀριστολοχεία καθ' ἑαυτὴν καὶ σὺν ἴριδι καὶ ‹μέλιτι›, πάνακος ῥίζα σὺν μέλιτι.

[179]   στέλλει δὲ ἕλκη ἄσβεστος, μάννα, λεπίς, ἴσα ἐχῖνος κεκαυμένος, σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα, κεδρία, κηκίς, κήρυκες κεκαυμένοι, λίθος σάπφειρος, μόλυβδος κεκαυμένος, σπόδιον, στυπτηρία πᾶσα καεῖσα, σῶρι καὶ τὰ πλαδῶντα ἀποτήκει· σκόρδιον λεῖον, χαλκῖτις, χάλκανθος, μίσυ, διφρυγές, ὀθόνιον κεκαυμένον.

[180]   πτερύγια δὲ θεραπεύει ἀκακίας χύλισμα καταχριόμενον, ἀλόη ξηρὰ ἐπιπασσομένη, ἰὸς διπλασίων μετὰ λιθαργύρου ἁπλῆς, πενταφύλλου ῥίζα καταπλασσομένη, τιθυμάλλου ὀπὸς ἐπιχριόμενος, γλυκύρριζα ξηρὰ ἐπιπασσομένη, ἰὸς σιδήρου σὺν ὄξει, ῥίνημα ἐλέφαντος ὀστέου ὁμοίως, πράσιον σὺν μέλιτι, στυπτηρία σὺν ὕδατι, σῦκα ξηρὰ μετὰ σιδίων ῥοᾶς ἑφθῶν καὶ μέλιτος, χαλκίτεως καὶ λεπίδος μιγέντων καὶ ὡς ἔμπλαστρος ἐπιτιθεμένων· ἢ στυπτηρίαν σχιστήν, σανδαράκην, ἄσβεστον, διφρυγές, ἴσα μείξας κατάπλασσε.

[181]   παρωνυχίας δὲ θεραπεύει λιβανωτὸς σὺν μέλιτι, μυρσίνη κεκαυμένη σὺν κηρωτῇ· ἢ τοῖς φύλλοις ‹λείοις› ὁμοίως κατάπλασσε, ἢ σταφίδι μετὰ μάννης.

[182]   ἀναστομοῖ δὲ τὰ μύσαντα τῶν τετυλωμένων καὶ χρονίων ἑλκῶν σκίλλης τὸ ἐντὸς ἐν μέλιτι. ἀναξηραίνει δὲ καὶ πτερύγια λεπὶς Κυπρία λεία ἐπιπασσομένη θαυμαστῶς.

[183]   ῥαγάδας ‹δὲ› τὰς ἐν αἰδοίῳ ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ λειωθεῖσα, ἄχρι γλοιωθῇ, μειγνυμένης καὶ ᾠοῦ λεκίθου ὀπτῆς· κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα σὺν ἐλαίῳ ἐν μολυβῇ θυείᾳ· ποιεῖ καὶ ἐπὶ τῶν περὶ τὸν δακτύλιον συρίγγων σὺν παπυρίῳ ἐντιθεμένη.

[184]   τὰ δὲ ἕλκη τὰ ἐν αἰδοίῳ θεραπεύει βαλαύστιον καταπλασσόμενον, ἀλόη, πίτυος φλοιὸς σὺν λιβανωτῷ, ἀσπαλάθου ξύλα, ἀκακίας χύλισμα, ῥοᾶς ἀγρίας χυλός.

[185]   τὰ δὲ ἀλγήματα παύει οἶνος ἀθάλασσος θερμὸς καταντλούμενος καὶ χολὴ αἰγεία καταχριομένη.

[186]   νομὰς δὲ τὰς ἐν αἰδοίῳ ὠφελεῖ ἐγκλυζόμενον μίσυ σὺν ὄξει καὶ τὰ ἱστορηθησόμενα ἐπὶ νομῶν.

[187]   σκώληκας δὲ ἐκβάλλει τοὺς ἐπὶ τοῖς ἕλκεσιν γεννωμένους ἀρνόγλωσσον λεῖον καταπλασθέν, ἐρινεοῦ κεκαυμένου τέφρα καταπασσομένη.

[188]   ἄνθρακας δὲ θεραπεύει καταπλασσόμενα· ἀγριελαίας φύλλα μετὰ μέλιτος καὶ ὁ καρπὸς πεφρυγμένος λεῖος σὺν μέλιτι, ἀείζωον καθ' ἑαυτό, ἀρνόγλωσσον ὁμοίως, αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσί, βρυωνίας ῥίζα λεία μετὰ οἴνου, ἄρου ῥίζα ὁμοίως· ὑὸς ἄφοδος ξηρὰ καταπλασθεῖσα, περιστερᾶς ἄφοδος μετὰ λινοσπέρμου καὶ μέλιτος, ἀσπάλαθος λεῖος καταπλασσόμενος, σταφὶς ‹λεία› σὺν πηγάνῳ ἢ ὀπῷ, βράθυος φύλλα λεῖα σὺν μέλιτι, θέρμοι ἑφθοὶ λεῖοι, κάρδαμον χλωρὸν καὶ τὸ σπέρμα.

[189]   πυοποιεῖ δὲ καὶ περιρρήσσει ‹τοὺς ἄνθρακας› καρύου βασιλικοῦ παλαιοῦ καὶ προσφάτου τὸ ἐντός, στροβίλου τὸ ἐντὸς ὁμοίως, κορίου φύλλα μετὰ σταφίδος, μήκωνος κερατίτιδος φύλλα καὶ τὰ ἄνθη· ὀπὸς σιλφίου μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ' ἑαυτόν· ‹δεῖ δὲ› ἄνωθεν ἀειζώῳ καταλαμβάνειν, ὥστε προσμένειν· ὄροβος λεῖος σὺν οἴνῳ, πίσσα ὑγρὰ σὺν σταφίδι καὶ στέατι, κράμβης φύλλα λεῖα σὺν ὕδατι.

[190]   τὰς δὲ ἐπιγινομένας νομὰς καὶ σηπεδόνας θεραπεύει ἀρσενικὸν καὶ ἄσβεστος μετὰ σανδαράκης καὶ χάρτου κεκαυμένου, νίτρον σὺν ἀσβέστῳ καὶ τρυγὶ ἢ ὄξει ἢ ὕδατι, στυπτηρία πᾶσα κεκαυμένη σὺν διπλασίοσιν ἁλσίν, σῶρι κεκαυμένον, λεπὶς καὶ κίσηρις κεκαυμένη ἴσα, ἅλες ὡς ὅτι πλεῖστοι ἀναλημφθέντες [2] πίσσῃ ὑγρᾷ· ἀριστολοχείας ῥίζα σὺν ῥητίνῃ, ἀρνόγλωσσον καταπλασθέν, αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσίν, ἀμύγδαλα πικρὰ σὺν μέλιτι, σταφὶς μετὰ πηγάνου, γαλήοψις μετὰ ἁλῶν, θαλλία σὺν μέλιτι, σμαρίδος ταριχηρᾶς κεφαλὴ κεκαυμένη, ἰὸς σὺν μίσυι κεκαυμένῳ, κηκὶς καεῖσα καὶ ὄξει σβεσθεῖσα, κήρυκες κεκαυμένοι, κύπρου ἄνθη καέντα καθ' ἑαυτὰ καὶ σὺν μέλιτι [3] καταπλασθέντα· ἢ κυπάρισσος καθ' ἑαυτὴν καὶ σὺν ἀλφίτῳ, μόλυβδος κεκαυμένος λεῖος, λεπὶς σιδήρου σὺν ἐλαίῳ, μάρου φύλλα καταπλασσόμενα, σεῦτλον ἑφθὸν καταπλασσόμενον, περιστέριον σὺν μέλιτι, τιθυμάλλου ὀπός, χαλκὸς κεκαυμένος, [φακὸς κεκαυμένος], φακὸς ἑφθὸς σὺν σιδίοις, [καὶ] θαλλία ‹σὺν› ἅλμῃ καὶ μεθ' ἁλὸς λεία, ἢ σίδια καὶ ἅλες. κατάντλει δὲ ἀφεψήματι κυτίνου, σχίνου, κυπαρίσσου, μυρσίνης, γάρῳ τῷ ἐκ σιλούρων ἢ ἰχθύων.

[191]

[1]    γαγγραίνας δὲ περιχαράσσει αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσὶν καταπλασσόμενον, βράθυος φύλλα, σταφὶς σὺν ῥαφάνου φλοιῷ ἢ ῥαφάνου φλοιὸς σὺν μέλιτι, καρύων βασιλικῶν παλαιῶν τὸ ἐντός, κύτινοι ἑφθοὶ μετὰ σιδίων, λίθος ὀστρακίτης σὺν μέλιτι, μυρσίνης φύλλα ἑφθὰ ἐν οἴνῳ λεῖα μετὰ [2] μέλιτος, ὄροβος σὺν μέλιτι· ῥαφάνου σπέρμα μετ' ὄξους καταπλασθὲν τὰς ἐσχάρας ἄχρις ὀστέου ῥήσσει· πράσιον ‹σὺν› μέλιτι ‹αὐτὰς› καὶ ἀνακαθαίρει· τιθυμάλλου ὀπὸν κατασχίσας ἐντίθει εἰς τὰς διαιρέσεις, ἢ ὀπὸν σιλφίου ὁμοίως. κατάντλει δὲ θέρμων ἀποζέματι συνεχῶς ἢ οὔρῳ ἀνθρωπίνῳ ἢ ὄξει.

[192]

[1]    τὰ δὲ τεθηριωμένα ἕλκη ἰδίως στέλλει χαμαιλέων λεῖος, ὤχρα Ἀττικὴ κεκαυμένη, ἀρσενικὸν καὶ ἄσβεστος ἴσα πλυθέντα σὺν ὕδατι ἐπὶ ἡμέρας λ΄ ἀποχεομένου τοῦ ἐπιπάγου καθ' ἡμέραν.

[193]   πονηρευόμενα ‹δὲ› ἕλκη καὶ σκληρίας κακοήθεις θεραπεύει βαλάνων δρυίνων σὰρξ λεία σὺν ὀξυγγίῳ ἐπιτεθεῖσα, δρακοντίου ῥίζης χυλός ‑ καὶ πρὸς τὰ εἱλκωμένα καὶ ἡ ῥίζα ἐπιπλασθεῖσα ‑ , ἄρου ῥίζης ὁμοίως, γαλίου φύλλα καὶ χυλὸς σὺν ὄξει, βρυωνίας λευκῆς καὶ δρακοντίου ῥίζα σὺν μέλιτι, ἐρέβινθοι ἢ ὄροβοι ἑφθοὶ σὺν μέλιτι· ἰξὸς σὺν λιβανωτῷ, καρκίνων ποταμίων ἡ τέφρα σὺν μέλιτι, κισσὸς λεῖος καταπλασσόμενος· [2] Ἄσσιος λίθος ἢ τὸ ἄνθος αὐτοῦ καταπασσόμενον ἐπουλοῖ, σὺν μέλιτι δὲ ἀνακαθαίρει, καὶ ὄνυξ δὲ ὁ ἐκ τῆς πορφύρας κατουλοῖ τὰ κακοήθη ἕλκη καταπλασσόμενος· πυροῦ ἀγρίου τοῦ χελιδονίου λεγομένου ῥίζα ξηρὰ καταπασσομένη, φιλεταιρίου ῥίζα καταπλασσομένη, περιστέριον σὺν μέλιτι, θέρμων ἀπόζεμα συνεχῶς καταντλούμενον.

[194]

[1]    πρὸς δὲ φαγεδαίνας ποιεῖ μὲν ὅσα καὶ πρὸς κακοήθη καὶ πονηρευόμενα ἕλκη ἀναγέγραπται, ἁρμόζει δὲ καὶ ταῦτα· ἀσφοδέλου ῥίζα μετ' ἐλαίου ἑψηθεῖσα καὶ καταπλασθεῖσα, κνίδης φύλλα μετὰ ἁλῶν, ἅλες σὺν μέλιτι καὶ ἀλφίτῳ [2] καέντες ἐν ὀθονίῳ, μέχρις ἀνθρακωθῶσιν· βρυωνίας λευκῆς καὶ μελαίνης φύλλα καὶ οἱ καυλοὶ μετὰ ἁλῶν καταπλασσόμενα, συκῆς φύλλα λεῖα ἐν οἴνῳ, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, κάρδαμον σὺν μέλιτι. ἀνακαθαίρει δὲ Ἄσσιος λίθος σὺν κηρωτῇ, ῥοὸς βυρσοδεψικῆς φύλλα σὺν μέλιτι, σταφυλίνου ἀγρίου ῥίζα ξηρὰ καταπλασθεῖσα, στυπτηρία πᾶσα κεκαυμένη μετὰ κηκῖδος καὶ τρυγὸς ὄξους· ποιεῖ δὲ καὶ ὄξος συνεχῶς καταντλούμενον.

[195]

[1]   ἐλεφαντιάσεις δὲ ὠφελεῖ ἀρνόγλωσσον ‹καταπλασσόμενον› σὺν μέλιτι ἐπὶ τῶν ἐξοιδούντων μερῶν, ἱερὰ βοτάνη ὁμοίως, χολὴ ἀγρίας αἰγὸς ἢ τράγου καταχρισθεῖσα· ὠφελεῖ καὶ γάλα σχιστὸν καταπινόμενον ἱκανῶς τοὺς ἐλεφαντιῶντας, ὠφελεῖ καὶ καλαμίνθη ἐσθιομένη ἢ ὁ χυλὸς αὐτῆς πινόμενος ὀρροῦ γάλακτος ἐπιπινομένου, καὶ κεδρία ἐκλειχομένη· ποιεῖ δὲ θαυμαστῶς ἵππειον στέαρ ἐπιχριόμενον τοῖς οἰδηκόσι μέρεσιν.

[196]   ῥαγάδας δὲ τὰς ἐν ποσὶ θεραπεύει ἐντιθέμενα· σκίλλης τὸ ἐντὸς σὺν ἐλαίῳ ζεσθὲν καὶ ῥητίνῃ τερμινθίνῃ συλλεανθέν, καρκίνοι ποτάμιοι καέντες λεῖοι σὺν μέλιτι, πολυποδίου ῥίζα καταπλασσομένη, κέρας αἴγειον κεκαυμένον ἀναλημφθὲν στέατι αἰγείῳ· ἢ μέλιτος λίτρα, κηρὸς καὶ ἔλαιον συντακέντα ἴσα, λιθαργύρου δ΄ ἑψηθέντα, ἕως ἐμπλαστρῶδες γένηται· δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ ‹οὕτω› χρῆσθαι τοῖς φαρμάκοις.

[197]   σύριγγας δὲ ἐκτήκει καὶ αἴρει ἰοῦ β΄, Ἀμμωνιακοῦ θυμιάματος β΄ κολλουριοποιηθέντα καὶ ἐντεθέντα ταῖς σύριγξιν μετὰ ὄξους ἢ ὕδατος· ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη· ἴριδος ῥίζης ἀπόζεμα ἐγκλυζόμενον καὶ πρὸς κόλπους ποιεῖ· ἄρου, ἀρισάρου καρπὸς ἐντιθέμενος, καὶ ἡ ῥίζα δὲ αὐτῶν [2] καὶ τὰ φύλλα λεῖα ὡς κολλούρια ἀναπλασσόμενα. ποιεῖ δὲ καὶ πρασίου ῥαβδίον ἁπαλὸν ἐντιθέμενον, κοτυληδὼν μετὰ μυελοῦ ἐλαφείου ἐντεθεῖσα, Γεντιανῆς χύλισμα, διψάκου ῥίζα χυλισθεῖσα καὶ ἐντεθεῖσα, τιθυμάλλου ὀπός, χαλκῖτις κεκαυμένη ἀναλημφθεῖσα Ἀμμωνιακῷ ὡς κολλούριον, ἐλλέβορος μέλας ἐντεθεὶς καὶ μετὰ τρεῖς ἡμέρας ἐξαιρεθείς, κυπαρίσσου σφαιρία λεῖα μετὰ σύκου λείου ἐγκλυζόμενα σὺν ὄξει, ὤχρα [3] ὁμοίως· σῶρι ὠμὸν ἢ κεκαυμένον μετὰ ὀλίγου κραματίου καὶ μέλιτος ἐγκλυζόμενον καὶ σαρκοῖ, ὀμφάκιον ἐγκλυζόμενον, πενταφύλλου φύλλα σὺν ἁλὶ καὶ μέλιτι, κονία συκίνη ἐγκλυζομένη, τηλεφίου φύλλα ἐμπλασσόμενα λεῖα, σφονδυλίου ῥίζα ξυσθεῖσα καὶ ἐντεθεῖσα· δεῖ δὲ προαναστομοῦν τὰς σύριγγας σπογγίῳ ἢ παπύρῳ ἐσκελετευμένοις, καὶ οὕτως ἔνεστι χρῆσθαι τοῖς προειρημένοις.

[198]

[1]   αἱμορραγίας δὲ ἵστησιν τὰς ἐκ τῶν τραυμάτων· Αἰθιοπίδος ῥίζα λεία καταπλασθεῖσα σὺν ὄξει, Λυσιμάχειος πόα ὁμοίως, ἀλόη λεία καταπλασθεῖσα, φλοιὸς ἀμπέλου λεῖος καὶ τὰ φύλλα ξηρὰ λεῖα, ἀμύγδαλα, ἀνδρόσαιμον ἐπιπλασθέν, ἀπαρίνης φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς ἢ ἵππου ἢ ὄνου ἄκαυστος ὡς ἄλφιτα ἐπιπλασσομένη μοτῶν ὄξει βραχέντων καὶ ἐπιτεθέντων· ποιοῦσι δὲ καὶ κεκαυμέναι καθ' ἑαυτὰς καὶ ὄξει ἀναλημφθεῖσαι· ἀρνόγλωσσον λεῖον, ἀράχνης ὕφος.

[199]   τὰς ‹δὲ› ῥήξεις τὰς ἐπιπολαίους στέλλει ἀστραγάλου ῥίζα καταπλασθεῖσα, ἄσφαλτος ξηρά, Ἀχιλλείου τῆς σιδηρίτιδος φύλλα καταπλασσόμενα, βατράχων καέντων ἡ τέφρα καταπασσομένη, ὀθονίου καέντος ὁμοίως ἢ διφρυγοῦς καταπασθεῖσα· [2] θαλλία λεία, ἐλελίσφακος ὁμοίως· θεῖον ἄπυρον, Ἰδαία ῥίζα, ἰὸς σιδήρου καὶ λεπίς, ‹χαλκῖτις›, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, καδμεία λεία, κηκὶς λεία, κύπερος, κυπαρίσσου σφαιρία σὺν ὄξει, λίβανος, μάννα, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, μυρσίνη ξηρὰ καὶ ὑγρά, πενταφύλλου ῥίζα· στυπτηρία πᾶσα, ἡ δὲ ὑγρὰ καεῖσα, καὶ σπόγγος ἀραιὸς πίσσῃ βραχεὶς καὶ καεὶς λεῖος καταπασσόμενος.

[200]

[1]    τὰς δὲ ἐκ μυκτήρων αἱμορραγίας στέλλει ὀξύσχοινος ἐντιθεμένη λεία, κνίδης φύλλων χυλὸς ἐν μοτοῖς ἐντιθέμενος καὶ αὐτὰ ‹δὲ› τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου ἐπιτιθέμενα, χαλκῖτις, χάλκανθον κεκαυμένον· ἢ ἀνθήλη κεκαυμένη ξηρὰ ἐν μοτοῖς ἐντιθεμένη, ὁμοίως φλόμος ὁ εἰς τὰ ἐλλύχνια καὶ ἐλελισφάκου φύλλα λεῖα· βολβοὶ λεῖοι κατὰ τοῦ μετώπου καταπλασσόμενοι ἐν πράσου χυλῷ ἢ ὄξει, ὀνὶς ὁμοίως· [2] γύψος σὺν ‹ὄξει ἢ› ὕδατι ἢ ᾠοῦ τῷ λευκῷ καταχρισθεῖσα καθ' ὅλης τῆς κεφαλῆς ψιλωθείσης καὶ μετώπου, ἱππουρίδος χυλὸς ἢ περικλυμένου σὺν μοτῷ ἀναλημφθείς, κοχλίου σὰρξ ἐν ὄξει καὶ ὅλοι ‹δὲ› κοπέντες σὺν τῷ ὀστράκῳ καταπλασσόμενοι καθ' ὅλου τοῦ μετώπου ἢ τοῦ μυκτῆρος· κύμινον σὺν ὄξει ἐντιθέμενον λεῖον, νάρθηκος τὸ μέσον σὺν ὄξει, πήγανον ἐντεθὲν λεῖον, κρόμυον λεπισθὲν καὶ ἐντεθὲν ξηρόν, πυτία λεανθεῖσα καὶ ἐμπλασθεῖσα.

[3] ἐπέχει καὶ τὰ ὦτα κηρῷ ἁπαλωτάτῳ ἐμπλασσόμενα ἐπιμελῶς καὶ τὸ ἐν βαλανείῳ ἐκλούεσθαι αὐτοὺς καὶ ἡ πόσθη ἀποδεδεμένη ῥάμματι· ἐνστάζεται δὲ ὠφελίμως καὶ εἰς τὸ οὖς ὕδωρ ψυχρόν. φασὶ δὲ ἐπέχεσθαι τὰς ἐκ μυκτήρων αἱμορραγίας μόρων ἄνθους μεμυκότος πρὸ τοῦ πεσεῖν ἐνδεομένου κυτίδι καὶ περιαπτομένου τραχήλῳ· δεῖ δὲ λαμβάνειν τὸ πρώτως ἐν ἐκείνῳ τῷ θέρει εὑρεθὲν ἢ ὁραθέν.

[201]

[1]    διαχεῖ δὲ θρόμβους τοὺς ἐκ τραυμάτων ἐν βάθει γινομένους ἢ ‹ἐν› κοιλίᾳ ἢ κύστει· κονία συκίνη μετὰ ὕδατος ποθεῖσα, θύμβρα ‹ἢ› θύμος ἐν ὀξυκράτῳ, ἑλιχρύσου ἀπόζεμα ἐν οἰνομέλιτι, [ἢ] ὀπὸς σιλφίου λεῖος σὺν ὀξυκράτῳ ἢ ὕδατι πινόμενος.

[202]   ἐφίστησι δὲ πλεοναζούσας αἱμορροίδας ἀλόη καταπασθεῖσα, λεπὶς σιδήρου, λιβανωτίδος φύλλα, λίθος Ἀραβικός ‑ ἔστι δὲ ὅμοιος ἐλέφαντι ‑ , μόλυβδος κεκαυμένος, ὀξυκράτου ἐπαντλήσεις καὶ τῶν λοιπῶν στυμμάτων.

[203]   ἀναστομοῖ δὲ αἱμορροίδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον· ἐρεθίζει αὐτὰς καὶ χολὴ βοεία ὡς βάλανος προστεθεῖσα, καὶ πρὸ τῆς χειρουργίας δὲ περιχρισθεῖσα· κατέχει δὲ καὶ οὐκ ἐᾷ ἐκτρέπεσθαι αὐτάς, ὁμοίως κυκλαμίνου χυλός.

[204]   αἱμορροίδας ‹δὲ› αἴρει θαυμαστῶς τοῦτο· κωνείου ξηροῦ β΄, ὑοσκυάμου χυλίσματος δ΄, στυπτηρίας σχιστῆς β΄, χαλκάνθου κεκαυμένου β΄, Σινωπίδος α΄, ψιμυθίου α΄, κηρωταρίῳ ῥοδίνῳ ἀναλημφθέντα καὶ ἐπιτεθέντα· ῥοᾶς ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα· ἂν δὲ ἐνδοτέρω [2] ὦσιν, ὡς μαζίον ποιήσας ἐντίθει. ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σανδαράκης η΄, ἀρσενικοῦ χρυσίζοντος η΄, ἐπίχριε προεσχηματισμένῳ· ἀπονεκροῦται ‹γὰρ› καὶ ἀποπίπτει ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἐκ τῆς βάσεως ἀποκυλιομένη· ἀνίεται δὲ στακτῇ ‹καὶ› κύκλῳ χρίεται κηρωτῇ· γίνεται δὲ ἢ ἐν ἡλίῳ ἢ παρὰ πυρί.

[205]

[1]    ἐπέχει δὲ αἱμορροίδας παραχρῆμα· ἀκακίας κιρρᾶς δ΄, μολυβδαίνης δ΄, τραγακάνθης β΄, κατὰ ἓν λειώσας ἕκαστον, εἶτα μείξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς μοτὸν ἢ ἔριον καὶ ἐπιτίθει. προσκλύσματι δὲ χρῶ χαλκάνθῳ ἢ κηκῖδι ‹καὶ› στυπτηρίᾳ, ἴσοις λείοις διειμένοις θερμῷ ὀξυκράτῳ ἢ ὕδατι καὶ προσκλυζομένοις.

[206]   φλεγμονὰς δὲ τὰς τοῦ δακτυλίου ὠφελεῖ ἄρτος ἐκ μελικράτου καταπλασσόμενος, σόγχου χυλὸς ἐν ἐρίῳ προστεθείς, μολόχη ἑφθὴ καὶ ὠμὴ καταπλασσομένη, ἀλθαίας ῥίζα ἣν Ῥωμαῖοι ἐβίσκον καλοῦσιν ἐν μελικράτῳ ἑφθὴ ὁμοίως· ἀμαράκινον περιχριόμενον, μελίλωτον σὺν οἰσύπῳ καὶ βουτύρῳ, σιλφίου ‹ῥίζα› σὺν ὄξει ἐν σιδίοις ἡψημένη, πίσσα ὑγρὰ σὺν κηρίῳ ἴσα, σιδήρου ἰὸς σὺν κηρωτῇ.

[207]   τὰ δὲ ἀλγήματα ὠφελεῖ πευκεδάνου ὀπὸς ἐπιχριόμενος, σμύρνα σὺν μέλιτι, ἠριγέροντος ἄνθη σὺν οἴνῳ γλυκεῖ, κισσοῦ ἄνθη ὁμοίως, ἑλξίνη καθ' ἑαυτὴν καὶ σὺν ἄρτῳ.

[208]   τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ' ὕδατος καταπλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, βαλλωτῆς φύλλα καταπλασθέντα, βάτου φύλλα ‹ὁμοίως› καὶ ὁ χυλὸς ‹δὲ› καταχριόμενος καὶ σὺν ῥοδίνῃ κηρωτῇ ἐπιτιθέμενος· πενταφύλλου ῥίζα καταπλασθεῖσα, κύπρου φύλλα ὁμοίως, κυπαρίσσου φύλλα ὁμοίως σὺν ἀλφίτῳ, καὶ τῷ ἀφεψήματι δὲ αὐτοῦ πυρία· [2] λιβανωτίδος φύλλα ὁμοίως· μελίλωτον σὺν οἴνῳ γλυκεῖ ἑψηθὲν μιγείσης αὐτῷ λεκίθου ᾠῶν ἢ μελιλώτου καὶ σχοίνου ἄνθους μετὰ βουτύρου ἢ λινοσπέρμου ἢ σέρεως ἢ τήλεως ἢ κωδυῶν. ἢ Κυδώνια ἑφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαυμένα σὺν κηρωτῇ, λύκιον διαψώμενον, ἀμόργη ἡψημένη ὁμοίως, [3] ἅλμη πυριωμένη ὁμοίως. κατάχριε δὲ καὶ τῷ ἀφρῷ τοῦ ἑψομένου μέλιτος· ποιεῖ δὲ ‹καὶ› μελίλωτον ‹ἢ› σχοῖνος ἀναπλασθέντα σὺν βουτύρῳ, καὶ ἀρνογλώσσου φύλλα σὺν ἁλσὶ καταπλασσόμενα, ἔρια οἰσυπηρὰ κεκαυμένα συλλημφθέντα ῥοδίνῳ καὶ στέατι χηνείῳ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη.

[209]

[1]    αἴρει δὲ ‹τὰ› κονδυλώματα καὶ τὰς συκᾶς ἀρσενικὸν ἐπιπλασθέν, βολβοὶ ἐν θερμοσποδιᾷ ὀπτηθέντες καὶ λεῖοι καταπασθέντες μετὰ μαινίδων κεφαλῶν κεκαυμένων· ἄσβεστος καὶ τρὺξ ἰξῷ ἀναλημφθέντα καὶ ὡς σπλήνιον ἐπιτεθέντα.

[210]   τὰς δὲ ὑπερμεγέθεις συκᾶς ἀποβάλλει λιβάνου ὑποκαπνισμὸς ἐπὶ ἡμέρας ἓξ ἐπιτηδευόμενος, ἰὸς σιδήρου σὺν οἴνῳ γλυκεῖ ἐπιχρισθείς, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπασσομένη, χάλκανθος καὶ σίδια σὺν ὄξει λεῖα, στυπτηρία [ὑγρὰ] σχιστὴ κεκαυμένη ὁμοίως σὺν ὄξει λεία, ἐλατήριον σὺν ἁλσί, στυπτηρία ὑγρὰ μετὰ ἄρτου καὶ οἴνου καὶ σελίνου.

[211]   συκᾶς δὲ ἀφαιρεθείσας καὶ θύμους καὶ κονδυλώματα ἀποθεραπεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεσθαι τέφρα κλημάτων ἢ καὶ ἡ ἐκ τῶν γιγάρτων σὺν ὄξει καταπλασσομένη.

[212]   τὰς δὲ ῥαγάδας θεραπεύει διφρυγὲς σὺν ῥοδίνῳ, ἀλόη σὺν γλυκεῖ καταχριομένη, διψάκου ῥίζα λεία ἀναλημφθεῖσα κηρωτῇ, καρκίνων ποταμίων καέντων ἡ τέφρα σὺν κηρωτῇ ῥοδίνῃ ἐπιτεθεῖσα, οἴσυπος σὺν μελιλώτῳ καὶ βουτύρῳ, πίσσα ὑγρὰ καθ' ἑαυτήν, σέριδος χυλὸς σὺν μάννῃ, πορφύρας ὄστρακον καὲν καὶ σμύρνα ἴσα κηρωτῇ ἀναλημφθέντα ὑγρᾷ.

[213]   περὶ τῶν κατὰ τὸν δακτύλιον τραυμάτων· μελάνθιον μετὰ ῥοδίνου τριβὲν καὶ λεῖον ἐπιτεθέν.

[214]   τὰς δὲ ἐντὸς τῆς ἕδρας ὠφελεῖ ἑλκώσεις ἀμόργη ἑψηθεῖσα καὶ ἐγκλυζομένη, ἄκοπον τὸ δυσῶδες διὰ πυουλκοῦ ἐντιθέμενον.

[215]   σκώληκας δὲ καὶ ἀσκαρίδας φθείρει κεδρία προστιθεμένη, ὀξύγγιον παλαιὸν ὡς βάλανος ἐντιθέμενον.

[216]   τὰς δὲ προπτώσεις τοῦ δακτυλίου στέλλει περιχριόμενα· ἀκακίας χύλισμα, βάτου χυλὸς καὶ τὰ φύλλα καταπλασσόμενα, ἀναγαλλὶς ἡ τὸ κυάνεον ἄνθος ἔχουσα καταπλασθεῖσα ‑ ἡ δὲ ἐρυθρὰ ἐρεθίζει καὶ ἐκτρέπει ‑ , κηκῖδος ἀφέψημα ἢ Κυδωνίων ἢ μυρρίνης ἢ σιδίων ἐγκαθεζόμενον ἢ ὀξύκρατον· λιβανωτίδος φύλλα καταπλασσόμενα, Κυδώνια ἑφθὰ λεῖα ἐπιτιθέμενα, μυρσίνη ὁμοίως καταπλασσομένη, [ἢ] νάρκη θαλασσία προστιθεμένη, οἰνάνθη ‹ἡ› ἀπὸ τῆς ἀγρίας ἀμπέλου ἢ κύπρου φύλλα καταπλασσόμενα.

[217]   παρατρίμματα δὲ ἤδη εἱλκωμένα χαλκῖτις μεθ' ὕδατος τριβεῖσα καὶ ἐπιχρισθεῖσα παραυτίκα ὠφελεῖ, μολύβδαινα σὺν ὄξει καὶ ῥοδίνῳ λεία ἢ λιθάργυρος ὁμοίως, πίτυος ‹φλοιὸς ὁμοίως›.

[218]   στρέμματα δὲ ἰᾶται καταπλασσόμενα· ἄγνου σπέρμα σὺν ἁλσὶ καὶ νίτρῳ καὶ κηρωτῇ, ἀγχούσης φύλλα σὺν μέλιτι καὶ ἀλφίτοις, ἀκάνθου τοῦ παιδέρωτος φύλλα, κνίδης φύλλα σὺν ἁλσὶ πολλοῖς, ἅλες σὺν ἀλεύρῳ καὶ μέλιτι, ἀμόργη ἑψηθεῖσα σὺν ἐρίῳ οἰσυπηρῷ ἐπιτεθεῖσα, τέφρα κληματίνη καὶ ἡ ἐκ γιγάρτων μετ' ὄξους, ὑὸς ἄφοδος ξηρὰ μετὰ κηρωτῆς, ἀρκίου [2] ῥίζα, ἄσβεστος σὺν πίσσῃ ἢ ὀξυγγίῳ παλαιῷ· βολβοὶ μετὰ μέλιτος, ἐνίοτε δὲ καὶ ἄρτου μειγνυμένου, μάλιστα δὲ ἐπὶ τῶν τρυφεροχρώτων· ἄλευρα μετ' ὄξους ἑψηθέντα μετὰ ἀφόδου ὑὸς λεῖα, ἡλιοτρόπιον τὸ μέγα λεῖον, καλάμου φραγμίτου ῥίζα σὺν ὄξει, κάρυα βασιλικὰ σὺν πηγάνῳ καὶ μέλιτι, κρίνου ῥίζα ἑψηθεῖσα ἐν οἴνῳ ἢ λεανθεῖσα ἐν μέλιτι, τήλινον ἄλευρον σὺν ὠμῇ [3] λύσει, ναρκίσσου ῥίζα λεία σὺν μέλιτι· νίτρον σὺν κηρωτῇ, ὀξυακάνθου ῥίζα ἑφθή, πολυποδίου ῥίζα ὁμοίως, σύμφυτον σὺν κηρωτῇ, τέφρα κληματίνη σὺν ὀξυγγίῳ παλαιῷ. τὰ δὲ λίαν ‹χρόνια› στρέμματα ἰᾶται ἀπόπατος ‹βοὸς› θερμὴ καταπλασθεῖσα, κύπρου ἀφέψημα καταντλούμενον.

[219]

[1]    κεχαλασμένα δὲ ἄρθρα ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος, ἀκάνθης ἀφέψημα ἢ βάτου ἢ μυρσίνης ‹ἢ σιδίων› ἢ σχίνου ἢ φηγοῦ ἢ πτελέας τῶν ῥιζῶν [ἢ] τοῦ φλοιοῦ, ἐλάτη λεία μετὰ κηρωτῆς, ἔλαιον μυρσίνινον ἢ σχίνινον περιχριόμενον συνεχῶς, σίδια καταπλασθέντα, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ ἐπιτιθέμενα.

[220]   κόπους ‹δὲ› λύει ἐπιτιθέμενα· Ἀμμωνιακὸν μετ' ὄξους καὶ κυπρίνου ἐλαίου καὶ ὀλίγου νίτρου, ἀπίου σπέρμα μετ' ἐλαίου, δάφνινον ἔλαιον, κρόκινον, σαμψούχινον, ἀφρόνιτρον ‹ἢ› νίτρον σὺν ἐλαίῳ καὶ οἴνῳ καὶ ὄξει. φασὶ δὲ ἐν ταῖς ὁδοιπορίαις μὴ παρατρίβεσθαι τοὺς βουβῶνας ἄγνου ῥάβδου ἢ ‹Ἀρτεμισίας› τῆς θαλασσίας κρατουμένης.

[221]   τετανικοῖς δὲ καὶ τοῖς ἄλλοις σπωμένοις ἁρμόζει ἐν ποτῷ μὲν γλήχων μεθ' ἁλὸς καὶ μελικράτου, ἴρεως β΄ σὺν μελικράτῳ, σὰρξ ἐχίνου ἐσκελετευμένη ὁμοίως, κύπρινον ἢ καστόριον· κράμβη ἑφθὴ ἐσθιομένη, ὀξαλλίδος ῥίζα σὺν οἴνῳ, ὀπὸς σιλφίου περιπλασθεὶς κηρῷ ἀντὶ καταποτίου, σέσελι, σταφυλίνου ἀγρίου ῥίζα ‹καὶ› σπέρμα, ἀκάνθης λευκῆς σπέρμα.

[222]   παιδίοις ‹δὲ› σπωμένοις βοηθεῖ δαμασωνίου α΄ τῶν φύλλων ἐν μελικράτῳ, βατράχων ζωμὸς ἁλσὶ καὶ ἐλαίῳ ἠρτυμένος καὶ ἐσθιόμενος, καὶ αὐτοὶ ‹δὲ› οἱ βάτραχοι, καρκίνων ζωμὸς ὁμοίως, ξυλοβαλσάμου τριώβολον ἐν οἴνῳ.

[223]   τοὺς δὲ προσφάτους σπασμοὺς θεραπεύει σέσελι μετὰ μελικράτου πινόμενον. συγχριόμενα δὲ ἐπὶ τετάνου καὶ σπασμωδῶν τρόμων ἁρμόζει· καστόριον σὺν ἐλαίῳ, ὑπερικὸν ὁμοίως, πευκεδάνου ὀπός, πισσέλαιον, σάμψουχον σὺν ὠμῇ λύσει, κονία συκίνη σὺν ἐλαίῳ· ἁρμόζει καὶ ἔλαιον συνεχῶς καταχεόμενον κατὰ τοῦ αὐχένος, καὶ εἰς τὴν ἔμβασιν τοῦ ἐλαίου κατάβασις. ἐπιμενούσης δὲ τῆς τάσεως ἐπὶ χρόνον ἱκανὸν ὠφελοῦνται καιόμενοι τὸ κατὰ τοῦ τένοντος δέρμα.

[224]   τρομώδεσι δὲ ἁρμόζει πινόμενα· καστόριον μετὰ μελικράτου, λαγωοῦ ἐγκέφαλος ἑφθὸς ἐσθιόμενος, κράμβη ἑφθὴ ἐσθιομένη, ἀλθαίας ῥίζης ἀφέψημα, δαμασωνίου φύλλων α΄ μετὰ μελικράτου, Εὐπατόριον σὺν ὕδατι ἐπὶ πλεῖον πινόμενον.

[225]

   γλώσσης ‹δὲ› παραλυθείσης ἁρμόζει ὀπὸς καὶ ὀπόφυλλον μετὰ ῥοφήματος λαμβανόμενον, καὶ σταφὶς ἀγρία καὶ πέπερι καὶ σίνηπυ διαμασώμενα.

[226]   παραλυτικοῖς δὲ ποιεῖ ποτά· καρδαμώμου α΄ σὺν ὕδατι ἢ οἴνῳ, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ β΄ σὺν οἴνῳ ‹καὶ› τῆς ῥίζης ὁμοίως, καστόριον ἐν ὕδατι ἢ μελικράτῳ ἢ οἴνῳ, πενταφύλλου ῥίζης χυλός, καὶ ‹τὰ› ἀρθριτικοῖς ἁρμόζοντα συγχρίσματα ἐπιτηδείως παραλαμβάνεται ἐπὶ παραλύσεως ‹καὶ› κόστος σὺν ἐλαίῳ καὶ τὰ θερμαντικὰ τῶν ἀκόπων.

[227]   ποδαγρικοὺς ‹δὲ› καὶ ἀρθριτικοὺς πινόμενα ὠφελεῖ· ἀμώμου ἀφέψημα, ἀνδρόσακες μεθ' ὕδατος, Κενταυρείου ‹τοῦ› λεπτοῦ χύλισμα, μήου ἀπόζεμα, πήγανον ἄγριον σὺν ἀνήθῳ ἀποζεσθέν, ὀπόφυλλον καὶ ὀπὸς σὺν τροφῇ λαμβανόμενος, χαμαίδρυος ἀπόζεμα, Βεττονικὴ πόα μετ' οἴνου πινομένη· ὠφελεῖ καὶ ἐχιδνοφαγία.

[228]   καταχριόμενα δὲ ποδάγρας καὶ ἀρθρίτιδας ὠφελεῖ καὶ καταπλασσόμενα· ἄσβεστος λεία ὄξει φυραθεῖσα καὶ ἐπιτεθεῖσα ‑ ἐπιχρίειν δὲ δεῖ ἐλαίῳ ἢ κηρωτῇ πρὸς τὸ μὴ ἑλκοῦσθαι ‑ , ἢ ἄσβεστος καὶ ὄστρακον ἴσα μετ' ὄξους καὶ ῥοδίνου ἀνειλημμένα ἢ ὀξυγγίου, ὀπὸς μήκωνος μετ' ὄξους καὶ ῥοδίνου καταχριόμενος· ποιεῖ δὲ δυσκινήτους καὶ βαρεῖς τοὺς [2] πόδας. παραχρῆμα δὲ ποιεῖ ἀπόνους τοῦτο· φλόμου τὰ ἁπαλώτατα τῶν φύλλων μετὰ βολβῶν καὶ ἀλφίτου καὶ ὕδατος καταπλασσόμενα, καὶ κάππαρις ἣν ἐσθίομεν βραχεῖσα ἐν ὕδατι καὶ τριβεῖσα, εἶτα ἐγχλιασθεῖσα μετ' ἐλαίου ὡς κηρωτὴ καὶ ἐν ὀθονίῳ ἐπιτεθεῖσα, αἰγίλωψ ἢ ἀείζωον σὺν κριθίνῳ ἀλεύρῳ καταπλασθέν, πράσιον μετὰ ἁλῶν, βολβοὶ μετὰ μέλιτος, αἰγείρου φύλλα ἐν ὄξει ἑφθά, αἷμα καταμήνιον καταχριόμενον· [3] ἀκτῆς καυλοὶ σὺν τοῖς φύλλοις λεῖοι μετὰ πρασίου καὶ στέατος, ὑοσκυάμου φύλλα, ἅλες σὺν ἐλαίῳ, ἀμόργη ἐλαίου πρόσφατος θερμὴ καταντλουμένη ἢ ἀνέψητος καταχριομένη, Ἀμμωνιακὸν σὺν πίσσῃ ξηρᾷ μαλαχθέν, ἀνδρόσακες καταπλασσόμενον, ἀπόπατος βοὸς θερμὴ καταπλασσομένη, αἰγὸς ἀπόπατος λεία σὺν ὀξυγγίῳ ἢ αἰγείῳ παλαιῷ στέατι, ἀφρόνιτρον καὶ λιβανωτὸς [4] σὺν ὀξυγγίῳ· σμύρνα, πευκέδανον, στύραξ, ὄπιον, ὑοσκύαμος, ἴσα σὺν κηρωτῇ· ἄρου ῥίζα σὺν βολβίτῳ καὶ ὄξει, Περσικῶν φύλλα σὺν ὀξυγγίῳ, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ καὶ ῥοδίνῳ καὶ ὕδατι, κωνείου σπέρμα σὺν λιθαργύρῳ, λευκοίου ῥίζαι σὺν ὄξει ἑφθαί, λιβανωτίδος φύλλα σὺν ὄξει καὶ αἰρίνῳ ἀλεύρῳ, Ἄσσιος λίθος λεῖος ἐν ἐρεγμῷ, μήκωνος ὀπὸς σὺν γυναικείῳ γάλακτι καὶ κρόκῳ καὶ κηρωτῇ ῥοδίνῃ μιγέντα καὶ ἐπιτεθέντα, καὶ τὰ φύλλα δὲ καὶ αἱ κωδύαι σὺν ἀλφίτῳ καταπλασσόμενα [5] μειγνυμένων καὶ ὑοσκυάμου φύλλων· δεῖ δὲ αὐτὰ καὶ ἀλεύρῳ κριθίνῳ ἀναλαβόντα ξηραίνειν ὡς τροχίσκους, ἐπὶ δὲ τῆς χρείας ὄξει διαλύειν· ὀποπάναξ μετὰ σταφίδος ἐδωδίμου, χελιδονίου τοῦ καλουμένου πυροῦ ἀγρίου ῥίζα λεία, σαγαπηνὸν σὺν ἐλαίῳ καταχρισθέν, σέρις μετὰ πάλης ἀλφίτου ἢ σέλινον ἢ κιχόριον [6] ἢ ἀνδράχνη ἢ στρύχνον ἢ περδίκιον ἢ σησάμινον ἔλαιον· σικύου ἀγρίου ῥίζα ἐν ὄξει ἑφθή, σιδήρου ἰὸς ἐν ὄξει καὶ ῥοδίνῳ, σιδήρου σκωρία ἐν ὄξει ζεσθεῖσα καὶ καταντλουμένη, σκόρδιον μετ' ὄξους δριμέος καταχριόμενον ἢ καταπλασσόμενον σὺν ὕδατι, στέαρ αἴγειον σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ στύρακι ἢ σὺν κισσοῦ φύλλοις λείοις ἢ περδικίου, συκῆς ὀπὸς μετὰ σητανίου ἀλεύρου καὶ ὄξους, σταφίδες ἐκγεγιγαρτισμέναι μετὰ γάλακτος, ἄσφαλτος περιχριομένη μετὰ τῆς ὠμῆς λύσεως ἑφθή, τυρὸς ἁπαλὸς καταπλασσόμενος, κράμβης πικροτάτης τὰ [7] φύλλα καυθέντα καὶ ἀναλημφθέντα κηρωτῇ κυπρίνῃ· ποιεῖ καὶ λευκῶν ἐλαιῶν χυλὸς καταντλούμενος καὶ αἱ λευκαὶ ‹δὲ› ἐλαῖαι καταπλασσόμεναι· γογγύλης ἐγκρυβείσης πυρὶ καὶ ὀπτηθείσης τὸ ἔσωθεν καταπλασσόμενον λεῖον, μυροβάλανος καταπλασσομένη σὺν ἀλεύρῳ αἰρίνῳ καὶ μελικράτῳ, φῦκος ἢ βρύον θαλάσσιον, [8] ἔχιδνα ἑφθὴ ἐσθιομένη· ὠφελεῖ ‹καὶ› μανδραγόρου ῥίζα σὺν ἀλφίτῳ καταπλασσομένη, μελισσόφυλλον ἢ πήγανον, σίνηπυ σὺν μέλιτι, βάλανος μυρεψικὴ σὺν πάλῃ ἀλφίτου, γάλα γυναικεῖον μετὰ κωνείου, γαλῆς καείσης ἡ τέφρα μετ' ὄξους, γλήχων μετὰ ἀλφίτου, ἑλξίνη σὺν τραγείῳ στέατι ἢ κηρωτῇ, ἡλιοτροπίου τοῦ μεγάλου τὰ φύλλα σὺν τοῖς καυλοῖς, θαψίας χυλὸς καταχριόμενος πρὸς ὀλίγον, ἐφ' ὧν τὴν ἐπιφάνειαν βούλει [9] ῥευματίσαι· θεῖον ἄπυρον σὺν ὕδατι καὶ νίτρον ὁμοίως, καστόριον σὺν ἐλαίῳ συγχριόμενον, κολοκύνθης ξύσματα λεῖα καταπλασσόμενα, κράμβης ὠμῆς χυλὸς μετὰ τηλίνου ἢ φακίνου ἀλεύρου καὶ ὄξους· ἢ ἀχράδες σὺν ἀλεύρῳ κριθίνῳ καὶ ὄξει, αἴρινον ἄλευρον φυραθὲν ἀφεψήματι κωδυῶν. καταντλεῖται δὲ ὠφελίμως ἐπ' αὐτῶν γογγυλίδων σὺν ἅλμῃ ἑψηθεισῶν τὸ ἀφέψημα, θάλασσα θερμή, ἰτέας φύλλων καὶ φλοιοῦ ἀφέψημα.

[229]

[1]    πώρους δὲ τοὺς ἐπὶ ποδαγρικῶν καὶ συστροφὰς τῶν νεύρων λύει Ἀμμωνιακὸν σὺν πίσσῃ ξηρᾷ ἐπιτεθέν, βδέλλιον σιέλῳ ἀσίτου μαλαχθέν, κάνναβις ἀγρία καταπλασθεῖσα, στύραξ μαλαχθεὶς ἐν σιέλῳ, σήσαμον καταπλασθέν.

[230]   ἰσχιαδικοὺς δὲ ὠφελεῖ πινόμενα· ἑλιχρύσου ἀφέψημα, ἐρυθρόδανον σὺν οἴνῳ ‑ ἄγει δὲ αἷμα δι' οὔρων, λούειν δὲ δεῖ καθ' ἡμέραν τὸν πίνοντα ‑ , ἐρύσιμον σὺν οἴνῳ, σμυρνίου σπέρμα ὁμοίως, καρδάμου α΄ σὺν οἴνῳ, ὑπερικόν, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ β΄ ‑ αἷμα δὲ ἄγουσιν ‑ , ἢ τῆς ῥίζης τοῦ φλοιοῦ ὁμοίως, μήκωνος κερατίτιδος τῆς ῥίζης ἢ τῆς πόας ὀξύβαφον ἑψηθὲν σὺν ὕδατος κο΄ δ΄ εἰς τὸ ἥμισυ· [2] ἴρεως ῥίζα σὺν γλυκεῖ, πηγάνου ἀγρίου καὶ ἡμέρου α΄ σὺν ἀνήθου ἀφεψήματι καὶ οἴνῳ· σπάρτου τὰς ῥάβδους σὺν τοῖς φύλλοις ἐν ὄξει βρέχε ἐπὶ πλείονας ἡμέρας, ἔπειτα κόψας καὶ χυλίσας δίδου πιεῖν ἕνα κύαθον· σύμφυτον πετραῖον ἑψηθὲν σὺν ὑδρομέλιτι, πενταφύλλου ῥίζης ὁ χυλός, ἁβροτόνου ἀφέψημα καὶ τοῦ καρποῦ α΄ μετ' οἴνου, ἀγαρικοῦ ξε΄ α΄ μετ' οἴνου, Αἰθιοπίδος ἀφέψημα μετ' οἴνου, πολύγονον μετὰ οἴνου, ἀρκτίου ῥίζα μετὰ οἴνου καὶ τὸ ἀφέψημα, Κενταυρείου ‹τοῦ [3] λεπτοῦ› ἀπόζεμα, ἀλθαίας ῥίζης ἀφέψημα· Ἀμμωνιακοῦ α΄ σὺν μελικράτῳ ἢ ὕδατι ‑ ἄγει δὲ αἷμα δι' οὔρων ‑ , ὑπερικοῦ ἢ ἀνδροσαίμου β΄ σὺν μελικράτου κο΄ γ΄ ‑ ἄγουσι δὲ κόπρον πολλὴν καὶ φλέγμα ‑ , ἀρκευθίδες μετὰ οἴνου, ἀσπαράγου ῥίζης ἀφέψημα καὶ ὁ καρπός, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη, βαλσάμου καρποῦ ‹› ἓξ σὺν μελικράτῳ, χαμαικίσσου φύλλων ‹ὀβολοὶ› τρεῖς ἐπὶ ἡμέρας μ΄, χαμαιπεύκης β΄ μετὰ οἴνου, σαγαπηνοῦ β΄ μετὰ ὕδατος ἐπὶ ἡμέρας τρεῖς λαμβανόμεναι.

[231] [1]   κλυσμοὶ δὲ ἁρμόζουσιν ἐπὶ ἰσχιαδικῶν γάρος ‹ὁ› ἐξ ἰχθύων ταριχηρῶν καὶ σιλούρων, ἴρεως ἀπόζεμα, Κενταυρείου τοῦ λεπτοῦ, κολοκυνθίδος, ἀριστολοχείας ῥίζης ὁμοίως ἐν ὕδατι, θλάσπιος σπέρμα λεῖον ἐνεθὲν ἢ καὶ ἑψηθὲν ἐν ὕδατι, λεοντοπετάλου ῥίζα ἀφεψηθεῖσα ἐν ὕδατι, ἅλες ἢ νίτρον σὺν μελικράτῳ, ἅλες σὺν πτισάνης χυλῷ· σπάρτον θαλάσσῃ βρέξας ἐφ' ἱκανὰς ἡμέρας, εἶτα ἐγκόψας καὶ χυλίσας ἔνες ‑ αἷμα δὲ ἄγει ‑ , κολοκυνθίδος ἐντεριώνη ἐν πιτύρων ἀφεψήματι ἀποβραχεῖσα.

[2] ὠφελοῦνται δὲ λίαν, εἰ προεγκλύσας τις αὐτοὺς ἐξ οἴνου κλύσματι σικύους ἀγρίους ἐναποθλίψει τῷ δακτυλίῳ· αἷμα γὰρ ἄγουσι. μετὰ τὸ κλύσαι ποιεῖ τὸ διὰ τοῦ νάπυος μέχρι πυρώσεως ἐντιθέμενον, μεθ' ὃ κηρωτὴ τοιαύτη· κηροῦ Ϡ α΄, κυπρίνου Ϡ γ΄, ὀποπάνακος β΄ [ἐν ἄλλῳ α΄].

[232]

[1]    καταπλάσσεται δὲ ἐπὶ ἰσχιαδικῶν πύρινον ἢ κρίθινον ἄλευρον ἑψηθὲν μετ' ὀξυκράτου καὶ πίσσης, αἴρινον ἄλευρον ἑψηθὲν μετὰ μελικράτου καὶ λινοσπέρμου καὶ νίτρου καὶ σύκων ἑφθῶν, ἢ σισυμβρίου σπέρμα, κολοκυνθίδος ‹σπέρμα› ἴσα· μυροβάλανος σὺν μελικράτῳ καὶ αἰρίνῳ ἀλεύρῳ, τῆλις μετὰ αἰρίνου ἀλεύρου καὶ ὀποῦ συκῆς καὶ ὄξους, πίσσα σὺν [2] ὄξει ἐν ὀθονίῳ καὶ γῦρις ἑφθή· καλάμου φραγμίτου ῥίζα μετ' ὄξους, καλαμίνθη μετ' οἴνου ‑ ἐπικαίει δὲ τὴν ἐπιφάνειαν ‑ , λεπίδιον ὁμοίως ὡς τέταρτον ὥρας ἐπιτιθέμενον· δεῖ δὲ θερμῷ ὑποκλύζειν αὐτούς. ποιεῖ δὲ καὶ κάρδαμον σὺν ὄξει καὶ ἀλφίτοις, σελίνου φύλλα σὺν οἴνῳ ἑψηθέντα, θέρμινον ἄλευρον σὺν ὄξει.

[233]

[1]    τὰς δὲ ἀρχομένας ἰσχιάδας ναρθηκισμὸς θεραπεύει ἄχρις ἀπαλλαγῆς, καὶ τὸ σύγχρισμα τοῦτο· σμύρνης, ἀφρονίτρου, πεπέρεως, ἰρίνου ὑποστάθμης ‹ἴσα›, ὄξους τὸ αὔταρκες· ἢ σῦκον, νᾶπυ, νίτρον, κολοκυνθίς, ἴσα ἀφεψηθέντα καὶ συντεθέντα· ἢ θύμος ἢ θύμβρα μετὰ οἴνου καὶ ἀλφίτων, ἢ κολοκυνθίδος χλωρᾶς ὁ χυλὸς ἀναμισγόμενος, σίλφιον λεῖον ἢ πευκέδανον σὺν ἐλαίῳ ἀνατριβόμενον, σκαμμωνίας ῥίζα σὺν [2] ἀλεύρῳ κριθίνῳ καταπλασσομένη· σπάρτον ἐν ὄξει βραχὲν ἐφ' ἱκανὰς ἡμέρας καὶ κοπὲν καὶ χυλισθὲν καὶ μιγὲν νίτρῳ καὶ ἐλαίῳ καὶ συναλειφόμενον· ποιεῖ καὶ πρὸς τὰ συντεταμένα τῶν νεύρων· ποιεῖ καὶ ὁ τῶν σωματεμπόρων δρώπαξ συνεχῶς προστιθέμενος· ἔστι δὲ πίσσα ὑγρὰ μετὰ ξηρᾶς πίσσης ἑψομένη [3] [ἢ] πρὸς ἴσην· μήκωνος ἀγρίας φύλλα καὶ κωδύαι σὺν ἀλφίτῳ καταπλασσόμενα· δεῖ δὲ καὶ ξηραίνειν αὐτὰ μίσγοντα ἀλεύρῳ καὶ ποιοῦντα τροχίσκους ἀποτιθέναι, ἐπὶ δὲ τῆς χρείας ὄξει ἀναλύειν. ποιεῖ δὲ καὶ κρίθινον ἄλευρον μετὰ ἀφεψήματος κωδυῶν ἢ μελικράτου.

[234]

[1]    πυρίαι δὲ ἰσχιάδος καὶ τῶν ἄλλων ἀλγημάτων ἱκανῶς ἐνεργοῦσι· βοὸς νομάδος πρόσφατον ἀπόπατον ἐνειλήσας φύλλοις καὶ θερμάνας ἐν θερμοσποδιᾷ ἐμπλάσας ‹τε› εἰς ὀθόνιον ἐπίθες· ἅλες φρυκτοὶ ἐν σάκκῳ ἢ κέγχρος ‹ἢ› ἀμφότερα μιγέντα ἢ ἔλυμος ὁμοίως, ἢ πίτυρα ἑφθὰ σὺν δάφνης φύλλοις καὶ ἅλμῃ ἢ θαλάσσῃ ἢ μελικράτῳ ὁμοίως εἰς σάκκον βαλλόμενα ἐκ πυκνοῦ πεποιημένου ῥάκους.

[235]   καύσεις δὲ ἰσχιαδικῶν ὠφελοῦσιν αὗται· σπυράθους αἰγὸς πυρώσας ἐπιτίθει ἐπὶ τὸ μεταξὺ τῶν νεύρων τοῦ ἀντίχειρος κοῖλον, ἔλαιον προυποχέας ἢ ἔριον ἐλαίῳ βρέξας, καὶ ὑποθεὶς πύρωσον, ἕως ἂν οὗ διὰ τοῦ βραχίονος ἡ αἴσθησις ἐπὶ τὸ ἰσχίον ἔλθῃ· ἢ πήλινον κυκλίσκον ποιήσας μέγεθος ἀσσαρίου βάθος δὲ δακτύλου, ἐπίθες ἐπὶ τὸν ἀλγοῦντα τόπον· [2] ἔρειδε δὲ κατ' αὐτοῦ πεπυρακτωμένον καυτήριον ἄχρις αἰσθήσεως δυσανασχέτου, ἢ ἀποτείνας τὸ δέρμα κατὰ τὸν ἀλγοῦντα τόπον διαίρει γραφίδι πεπυρωμένῃ ἐκ διδακτυλιαίου διαστήματος. Λίβυες δὲ πυραμίδα ποιήσαντες ἐκ λωτοῦ πρισμάτων καὶ θείου ἀπύρου καὶ ἐλατηρίου ἐπιτιθέασιν ἐπὶ τὸ ἀλγοῦν μέρος, προυποτιθέντες διπλοῦν ὀθόνιον ἢ ταινίδιον ἢ λεπτὸν [3] ὀστάριον, ἐφ' ὧν ἐπιτιθέασιν ἡμμένην τὴν πυραμίδα. Μαρμαρίδες ‹δὲ› ὑγροῖς ξύλοις ἐλαίνοις περικεχυμένοις καίουσιν θερμαίνοντες αὐτά, ὥστε μὴ καίεσθαι, θερμὰ δὲ καὶ ἔνικμα γίνεσθαι. Πάρθοι δὲ μολυβδοῦν σωλῆνα ποιήσαντες ἀπύθμενον ἔχοντα ὦτα ἐπὶ τὰ ἀλγοῦντα ἐπιτιθέασι, προυποχρίσαντες τὴν βάσιν τοῦ σωλῆνος στέατι πρὸς τὸ μὴ παρεκρυῆναι τὸ ἔλαιον· περιβάλλουσι δὲ ἱματίοις ἐπιμελῶς πρὸς τὸ μὴ βλάπτεσθαι ὑπὸ [4] τῶν ἀπορραινομένων ῥανίδων· ἔπειτα καθιᾶσι ζεστὰ καυστήρια τεσσαράκοντα ἢ πεντήκοντα, ἄχρις ἂν οὗ αἴσθησίς τις περὶ τὸν τόπον γένηται· περιμάττουσι δὲ καὶ τὸ πρόσωπον ψυχρῷ ὕδατι διὰ τοὺς ἐκ τῆς θερμασίας ἐπιγινομένους ἱδρῶτας, καὶ διὰ τοῦτο περιβεβλῆσθαι δεῖ ‹καὶ› μὴ λίαν πληροῦν τὸν σωλῆνα· ὑπερχεῖται γὰρ ἐν τῇ ζέσει.

   καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον, τὰ δὲ λοιπὰ ἐν τῷ ἑξῆς διελευσόμεθα.