61998 4511 6 0 16 0 I a. C. Storiografia Diodorus XXI-XL Bibliotheca historica Walton, F.R., Cambridge, Mass., Harvard University Press, 11:1957; 12:1967 Rist. 11:1968. 46

ΔΙΟΔΩΡΟΥ ΤΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ FRAGMENTA LIBRI XXI

[1]   Πᾶσαν μὲν κακίαν φευκτέον ἐστὶ τοῖς νοῦν ἔχουσι, μάλιστα δὲ τὴν πλεονεξίαν· αὕτη γὰρ διὰ τὴν ἐκ τοῦ συμφέροντος ἐλπίδα προκαλουμένη πολλοὺς πρὸς ἀδικίαν μεγίστων κακῶν αἰτία γίνεται τοῖς ἀνθρώποις. διὸ καὶ μητρόπολις οὖσα τῶν ἀδικημάτων, οὐ μόνον τοῖς ἰδιώταις ἀλλὰ καὶ τοῖς μεγίστοις τῶν βασιλέων πολλὰς καὶ μεγάλας ἀπεργάζεται συμφοράς.

   (Const. Exc. 4, pp. 343-344; Exc. Hoesch. p. 489 W.)

[1]    Ὅτι Ἀντίγονος ὁ βασιλεὺς ἐξ ἰδιώτου γενόμενος δυνάστης καὶ πλεῖστον ἰσχύσας τῶν καθ' αὑτὸν βασιλέων οὐκ ἠρκέσθη ταῖς παρὰ τῆς τύχης δωρεαῖς, ἀλλ' ἐπιβαλόμενος τὰς τῶν ἄλλων βασιλείας εἰς αὑτὸν ἀδίκως περιστῆσαι τὴν ἰδίαν ἀπέβαλεν ἀρχὴν ἅμα καὶ τοῦ ζῆν ἐστερήθη.

   (Const. Exc. 2 (1), p. 252.)

[2]    Ὅτι Πτολεμαῖος καὶ Σέλευκος καὶ Λυσίμαχος συνέδραμον ἐπ' Ἀντίγονον τὸν βασιλέα· οὐχ οὕτως ὑπὸ τῆς πρὸς ἀλλήλους εὐνοίας προκληθέντες, ὡς ὑπὸ τοῦ καθ' ἑαυτοὺς φόβου συναναγκασθέντες ὥρμησαν ἑτοίμως πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν.

   Ὅτι οἱ ἐλέφαντες οἱ Ἀντιγόνου καὶ Λυσιμάχου κατὰ τὴν μάχην ἠγωνίζοντο ὡς ἂν τῆς φύσεως ἐφάμιλλον δεδωκυίας αὐτοῖς τὴν ἀλκὴν καὶ βίαν.

   (Const. Exc. 4, p. 344.)

[3]    [Μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τ' Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον ... οὐ μετρίως ἐκινήθη ... καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν. ... δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει. ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις· περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.]

   (Diodorus, 19. 55. 79.)

[4b]    Ὁ Ἀντίγονος ὁ βασιλεὺς Ἀσίας τέσσαρσι βασιλεῦσιν ὁμονοήσασι πολεμήσας, Πτολεμαίῳ τῷ Λάγου Αἰγυπτίων ὄντι βασιλεῖ, Σελεύκῳ Βαβυλωνίων, Λυσιμάχῳ Θρᾳκῶν, Κασάνδρῳ τῷ Ἀντιπάτρου Μακεδονίας, καὶ μάχην συνάψας, πολλοῖς βέλεσι τρωθεὶς ἀνῃρέθη καὶ θάπτεται βασιλικῇ τιμῇ. ὁ δὲ υἱὸς αὐτοῦ Δημήτριος σὺν τῇ μητρὶ αὐτοῦ Στρατονίκῃ διατριβούσῃ περὶ Κιλικίαν σὺν τοῖς χρήμασι πᾶσιν ἔπλευσεν εἰς Σαλαμῖνα τῆς Κύπρου διὰ τὸ κατέχεσθαι ὑπὸ Δημητρίου.

   (Exc. Hoesch. p. 489 W.)

[5]    Ὅτι Σέλευκος μετὰ τὴν διαίρεσιν τῆς Ἀντιγόνου βασιλείας ἀναλαβὼν τὴν δύναμιν παρεγένετο εἰς Φοινίκην καὶ ἐπεχείρησε κατὰ τὰς γενομένας συνθήκας τὴν Κοίλην Συρίαν ἰδιοποιεῖσθαι. προκατειληφότος δὲ τὰς ἐν αὐτῇ πόλεις Πτολεμαίου καὶ κατηγοροῦντος ὅτι φίλος ὢν Σέλευκος προσεδέξατο τὴν ὑπὸ Πτολεμαῖον οὖσαν χώραν εἰς τὴν ἰδίαν καταταχθῆναι μερίδα, πρὸς δὲ τούτοις ὅτι τοῦ πολέμου τοῦ πρὸς Ἀντίγονον κεκοινωνηκότος οὐδὲν αὐτῷ μετέδωκαν οἱ βασιλεῖς τῆς δορικτήτου χώρας, πρὸς ταύτας τὰς διαβολὰς ἀντεῖπε Σέλευκος φάμενος δίκαιον εἶναι τοὺς τῇ παρατάξει κρατήσαντας κυρίους ὑπάρχειν τῶν δορικτήτων, περὶ δὲ τῆς Κοίλης Συρίας διὰ τὴν φιλίαν ἐπὶ τοῦ παρόντος μηδὲν πολυπραγμονήσειν, ὕστερον δὲ βουλεύσεσθαι πῶς χρηστέον ἐστὶν τῶν φίλων τοῖς βουλομένοις πλεονεκτεῖν. (Const. Exc. 4, p. 344.)

[6]    [Οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπ' αὐτοῦ, ἀπ' ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν. ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες.] (Diod. 20. 47. 6.)

   Εἴ τῳ περισπούδαστον ταύτας (sc. τὰς ἐκ τῆς Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας) εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῷ γεωγράφῳ, Φλέγοντί τε καὶ Διοδώρῳ τῷ ἐκ Σικελίας ...

   (Evagrius, Ecclesiastical History, 1. 20. 275.)

[2]

[1]    Ὅτι Κέρκυρα πολιορκουμένη πλοῒ καὶ πεζῇ ὑπὸ Κασάνδρου βασιλέως Μακεδόνων, καὶ ἑτοίμη οὖσα ἁλωθῆναι, ὑπὸ Ἀγαθοκλέους βασιλέως Σικελίας ἐρρύσθη, τῶν νηῶν τῶν Μακεδονικῶν ἁπασῶν ἐμπρησθεισῶν. (Exc. Hoesch. pp. 489-490 W.)

[2]    Ὑπερβολὴν γὰρ ἑκάτεροι φιλοτιμίας οὐ κατέλιπον, οἱ μὲν Μακεδόνες σπεύδοντες σῶσαι τὰς ναῦς, οἱ δὲ Σικελιῶται βουλόμενοι μὴ μόνον Καρχηδονίων καὶ τῶν κατὰ τὴν Ἰταλίαν βαρβάρων περιγενέσθαι δοκεῖν, ἀλλὰ καὶ περὶ τὴν Ἑλλάδα θεωρηθῆναι κρείττους ὄντες Μακεδόνων τῶν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην πεποιημένων δορίκτητον.

[3]    Ὅτι Ἀγαθοκλῆς εἰ μὲν ἀποβιβάσας τὴν δύναμιν ἐπικειμένοις τοῖς πολεμίοις ἐπέθετο, κατέκοψεν ἂν ῥᾳδίως τοὺς Μακεδόνας· ἀγνοήσας δὲ τὴν γεγενημένην προσαγγελίαν καὶ τὴν ἔκπληξιν τῶν ἀνθρώπων ἠρκέσθη τὴν δύναμιν ἀποβιβάσας καὶ τρόπαιον στήσας διαλαβεῖν ἀληθῆ τὸν λόγον εἶναι ὅτι πολλὰ κενὰ τοῦ πολέμου. ἄγνοια γὰρ καὶ ἀπάτη πολλάκις οὐκ ἐλάττω κατεργάζεται τῆς ἐν τοῖς ὅπλοις ἐνεργείας.

   (Const. Exc. 4, pp. 344-345; πολλὰ κενὰ ... ἐνεργείας, Exc. Hoesch. p. 490 W.)

[3]

[1]    Ὅτι παραγενηθεὶς ἐπὶ τὸ καταλειφθὲν στρατόπεδον Ἀγαθοκλῆς μετὰ τὴν ἐκ Κερκύρας ὑποστροφήν, καὶ πυθόμενος τούς τε Λίγυας καὶ τοὺς Τυρρηνοὺς ταραχωδῶς ἀπῃτηκέναι τοὺς μισθοὺς τὸν υἱὸν αὐτοῦ Ἀγάθαρχον κατὰ τὴν ἀπουσίαν αὐτοῦ, πάντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας τῶν δισχιλίων. τῶν δὲ Βρεττίων ἀλλοτρίως διὰ ταῦτα πρὸς αὐτὸν διατεθέντων, ἐπεχείρησε πολιορκῆσαι πόλιν ὀνομαζομένην Ἤθας. τῶν δὲ βαρβάρων ἀθροισάντων μεγάλην δύναμιν καὶ νυκτὸς ἀπροσδοκήτως ἐπιθεμένων αὐτῷ, ἀπέβαλε στρατιώτας τετρακισχιλίους, καὶ οὕτως ἐπανῆλθεν εἰς Συρακόσας.

   (Exc. Hoesch. p. 490 W.; Ὅτι ... δισχιλίων (in part), Const. Exc. 2 (1), pp. 252-253 = Chap. 3. 2 Dind.)

[4]   Ὅτι Ἀγαθοκλῆς τὰς ναυτικὰς δυνάμεις ἀθροίσας διέπλευσεν εἰς Ἰταλίαν. διανοούμενος ἐπὶ Κρότωνος στρατεύειν, θέλων αὐτὴν πολιορκῆσαι, πρὸς Μενέδημον τὸν Κροτωνιάτην τύραννον, ἑαυτοῦ φίλον ὄντα, ἔπεμψεν ἀγγελιαφόρον μὴ θορυβεῖσθαι αὐτὸν ψευδῶς, Λάνασσαν τὴν θυγατέρα λέγων πέμπειν πρὸς τὴν Ἤπειρον ἐπὶ τὸν γάμον, στόλῳ κεκοσμημένην βασιλικῷ, καὶ οὕτως ἀπατήσας εὗρεν ἀνετοίμους. εἶτα πολιορκήσας ἀπὸ θαλάσσης εἰς θάλασσαν περιέβαλε τείχη, καὶ διὰ πετροβόλου καὶ διορυχῆς τὸν μέγιστον οἶκον καταρράξας, ὡς ἴδον οἱ Κροτωνιᾶται, φόβῳ τὰς πύλας ἀνοίξαντες ἐδέξαντο τὸν Ἀγαθοκλέα καὶ τὸ στράτευμα. εἰσπεσόντες δὲ εἴσω τῆς πόλεως, τὰς μὲν οἰκίας διήρπαζον, τοὺς δὲ ἄνδρας κατέσφαξαν. πρὸς δὲ τοὺς ὁμόρους βαρβάρους καὶ Ἰάπυγας καὶ Πευκετίους συμμαχίαν ἐποιήσατο, καὶ ναῦς λῃστρικὰς χορηγῶν αὐτοῖς, τὰ μέρη τῶν λειῶν ἐλάμβανε. καὶ φρουρὰν ἀπολείπων εἰς Κρότωνα εἰς Συράκοσαν ἔπλευσεν.

[5]   Ὅτι Δίυλλος Ἀθηναῖος συγγραφεὺς τὰς κοινὰς πράξεις συντάξας ἔγραψε βιβλία εἴκοσιν ἕξ· Ψάων δὲ ὁ Πλαταιεὺς τὰς ἀπὸ τούτου διαδεξάμενος πράξεις ἔγραψε βιβλία τριάκοντα.

[6]   Ὅτι ἐπὶ τοῦ πολέμου τῶν Τυρρηνῶν καὶ Γαλατῶν καὶ Σαμνιτῶν καὶ τῶν ἑτέρων συμμάχων ἀνῃρέθησαν ὑπὸ Ῥωμαίων, Φαβίου ὑπατεύοντος, δέκα μυριάδες, ὥς φησι Δοῦρις.

   (Exc. Hoesch. p. 490 W.)

[2]    Γράφει τοιοῦτόν τι Δοῦρις, Διόδωρος καὶ Δίων, ὅτι Σαμνητῶν, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πολεμούντων Ῥωμαίοις ὁ Δέκιος ὕπατος Ῥώμης συστρατηγὸς ὢν Τουρκουάτου οὕτως ἀπέδωκεν ἑαυτὸν εἰς σφαγὴν καὶ ἀνῃρέθησαν τῶν ἐναντίων ἑκατὸν χιλιάδες αὐθημερόν.

   (Tzetzes, on the Alexandra of Lycophron, v. 1378.)

[7]

[1]    Ὅτι Ἀντίπατρος διὰ φθόνον τὴν ἰδίαν μητέρα ἀνεῖλε.

   Ὅτι Ἀλέξανδρος ἀδελφὸς Ἀντιπάτρου προσκαλεσάμενος Δημήτριον βασιλέα εἰς βοήθειαν, δολοφονεῖται ὑπ' αὐτοῦ. ὁμοίως καὶ Ἀντίπατρον τὸν μητραλοίαν, ἀδελφὸν τοῦ Ἀλεξάνδρου, καὶ αὐτὸν ἐδολοφόνησεν, οὐ βουλόμενος σύνεδρον ἔχειν τῇ βασιλείᾳ.

[8]   Ὅτι Ἀγαθοκλῆς συναθροίσας δυνάμεις εἰς Ἰταλίαν διεπέρασεν ἔχων πεζοὺς τρισμυρίους, ἱππεῖς τρισχιλίους. τὴν δὲ ναυτικὴν δύναμιν Στίλπωνι παραδούς, λεηλατεῖν ἐπέταξε τὴν Βρεττίων χώραν· οὗτος πορθῶν τὰς παραθαλασσίους κτήσεις, χειμῶνι περιπεσὼν τὰς πλείους τῶν νηῶν ἀπέβαλε. ὁ δὲ Ἀγαθοκλῆς πολιορκήσας τῶν Ἱππωνιατῶν πόλιν ... καὶ διὰ μηχανῶν πετροβόλων τῆς πόλεως ἐκυρίευσαν καὶ ταύτην εἷλον. τῶν δὲ Βρεττίων καταπλαγέντων, πρέσβεις ἀπέστειλαν ὑπὲρ διαλύσεως. καὶ λαβὼν παρ' αὐτῶν ἑξακοσίους ὁμήρους καὶ φρουρὰν ἀπολιπὼν εἰς Συρακόσας ἐπανῆλθεν. οἱ δὲ Βρέττιοι τοῖς ὅρκοις μὴ ἐμμείναντες, ἀλλὰ πανδημεὶ στρατεύσαντες ἐπὶ τοὺς ἀπολειφθέντας στρατιώτας, τούτους κατέκοψαν· τοὺς δὲ ὁμήρους ἀνασώσαντες ἀπελύθησαν τῆς Ἀγαθοκλέους δυναστείας.

   (Exc. Hoesch. pp. 490-491 W.)

[9]   Ὅτι Δημήτριος ὁ βασιλεὺς λαβὼν ὑποχειρίους ἅπαντας τοὺς κατ' αὐτοῦ βλασφημεῖν εἰωθότας ἐν ταῖς ἐκκλησίαις καὶ πάντα κατ' αὐτοῦ πράττειν φιλαπεχθημόνως ἀφῆκεν ἀθῴους, ἐπιφθεγξάμενος ὅτι συγγνώμη τιμωρίας αἱρετωτέρα.

   (Const. Exc. 4, p. 345; last three words, Exc. Hoesch. p. 491 W.)

[10]   Ὅτι οἱ πλεῖστοι τῶν ἀγόντων στρατόπεδα, καθ' οὓς ἂν καιροὺς ἐν ἀτυχήμασιν ὑπάρχωσι μεγάλοις, ἀκολουθοῦσι ταῖς τῶν πολλῶν ὁρμαῖς φοβούμενοι τὰς ἐναντιώσεις αὐτῶν.

   (Const. Exc. 4, p. 345; Exc. Hoesch. p. 491 W.)

[11]   Ὅτι οἱ Θρᾷκες τὸν τοῦ βασιλέως υἱὸν Ἀγαθοκλέα λαβόντες αἰχμάλωτον ἀπέστειλαν μετὰ δώρων, ἅμα μὲν πρὸς τὰ παράδοξα τῆς τύχης ἑαυτοῖς παρασκευάζοντες καταφυγάς, ἅμα δὲ διὰ τῆς φιλανθρωπίας ταύτης ἐλπίζοντες ἀπολήψεσθαι τὴν ἀφῃρημένην αὐτῶν χώραν ὑπὸ Λυσιμάχου. οὐκέτι γὰρ ἤλπιζον αὑτοὺς δύνασθαι κρατῆσαι τῷ πολέμῳ, συμπεφρονηκότων ἁπάντων σχεδὸν τῶν δυνατωτάτων βασιλέων καὶ συμμαχούντων ἀλλήλοις. (Const. Exc. 2 (1), p. 253.)

[12]   Ὅτι ὑπὸ σιτοδείας πιεζομένης τῆς τοῦ Λυσιμάχου στρατιᾶς, καὶ τῶν φίλων αὐτῷ συμβουλευόντων σώζειν ὅπως ποτὲ δύναται καὶ μηδεμίαν ἔχειν ἐλπίδα σωτηρίας ἐν τῷ στρατοπέδῳ, τούτοις ἀπεκρίθη μὴ δίκαιον εἶναι καταλιπόντα τὴν δύναμιν καὶ τοὺς φίλους ἰδίᾳ σωτηρίαν αἰσχρὰν πορίζεσθαι. (Const. Exc. 4, p. 345.)

[2]    Ὅτι ὁ Δρομιχαίτης ὁ τῶν Θρᾳκῶν βασιλεὺς κατὰ πάντα τὸν Λυσίμαχον τὸν βασιλέα δεξιωσάμενος καὶ φιλήσας, ἔτι δὲ πατέρα προσαγορεύσας, ἀπήγαγε μετὰ τῶν τέκνων εἰς πόλιν τὴν ὀνομαζομένην Ἧλιν.

[3]    Ὅτι μετὰ τὴν ἅλωσιν τῆς Λυσιμάχου δυνάμεως συνδραμόντων τῶν Θρᾳκῶν καὶ βοώντων ἄγειν εἰς τὸ μέσον τὸν ἡλωκότα βασιλέα πρὸς τὴν κόλασιν ‑ δεῖν γὰρ τὴν ἐξουσίαν ἔχειν τὸ τῶν κινδύνων μετεσχηκὸς πλῆθος βουλεύσασθαι πῶς χρηστέον ἐστὶν τοῖς ἡλωκόσιν ‑ ὁ μὲν Δρομιχαίτης περὶ τῆς τιμωρίας τοῦ βασιλέως ἀντειπὼν ἐδίδαξε τοὺς στρατιώτας ὅτι συμφέρει σῶσαι τὸν ἄνδρα. ἀναιρεθέντος μὲν γὰρ αὐτοῦ βασιλεῖς ἄλλους καταλήψεσθαι τὴν Λυσιμάχου δυναστείαν, φοβερωτέρους, ἂν τύχῃ, τοῦ προϋπάρξαντος· διαφυλαχθέντος δὲ χάριν ἕξειν ὀφειλομένην τοῖς Θρᾳξὶ παρὰ τοῦ σωθέντος, καὶ τὰ φρούρια τὰ πρότερον ὑπάρξαντα Θρᾳκῶν ἀπολήψεσθαι [4] χωρὶς κινδύνων. συγκαταθεμένου δὲ τοῦ πλήθους, ὁ Δρομιχαίτης ἀναζητήσας ἐκ τῶν αἰχμαλώτων τοὺς φίλους τοῦ Λυσιμάχου καὶ τοὺς περὶ τὴν θεραπείαν εἰωθότας διατρίβειν, ἀπήγαγε πρὸς τὸν ἡλωκότα βασιλέα. μετὰ δὲ ταῦτα συντελέσας θυσίαν παρέλαβεν ἐπὶ τὴν ἑστίασιν τόν τε Λυσίμαχον μετὰ τῶν αὐτοῦ φίλων καὶ τῶν Θρᾳκῶν τοὺς ἐπιτηδειοτάτους. διττὰς δὲ κλισίας κατασκευάσας τοῖς μὲν περὶ τὸν Λυσίμαχον ἔστρωσε τὴν ἁλοῦσαν βασιλικὴν στρωμνήν, ἑαυτῷ δὲ καὶ [5] τοῖς φίλοις εὐτελῆ στιβάδα. ὁμοίως δὲ διττῶν ἑτοιμασθέντων δείπνων, ἐκείνοις μὲν παντοδαπῶν πολυτέλειαν βρωμάτων παρέθηκεν ἐπὶ τραπέζης ἀργυρᾶς, τοῖς δὲ Θρᾳξὶ λάχανα καὶ κρέα μετρίως ἐσκευασμένα, ἐπὶ σανίδος εὐτελοῦς ἐπικειμένης αὐτοῖς τῆς τραπέζης. τὸ δὲ τελευταῖον τοῖς μὲν ἐνέχει τὸν οἶνον ἀργυροῖς καὶ χρυσοῖς ποτηρίοις, τοῖς δὲ μεθ' ἑαυτοῦ κερατίνοις καὶ ξυλίνοις, καθάπερ ἦν ἔθος τοῖς Γέταις. προβαίνοντος δὲ τοῦ πότου πληρώσας τὸ μέγιστον τῶν κεράτων καὶ προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε πότερον αὐτῷ δοκεῖ δεῖπνον βασιλικώτερον, τὸ Μακεδονικὸν ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν εἰπόντος (Ζήτει εἰς τὸ Περὶ Γνωμῶν).

   (Const. Exc. 2 (1), pp. 253-254.)

[6]    Ὅτι τοῦ Δρομιχαίτου τὸν Λυσίμαχον ἐπὶ δεῖπνον κεκληκότος καὶ προβαίνοντος τοῦ πότου, πληρώσας τὸ μέγιστον τῶν κεράτων καὶ προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε πότερον αὐτῷ δοκεῖ δεῖπνον εἶναι βασιλικώτερον, τὸ Μακεδονικὸν ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν εἰπόντος, Τί οὖν, ἔφη, νόμιμα τοιαῦτα καὶ βίον λαμπρὸν ἀπολιπών, ἔτι δὲ ἐπιφανεστέραν βασιλείαν, ἐπεθύμεις εἰς ἀνθρώπους παραγενέσθαι βαρβάρους καὶ ζῶντας θηριώδη βίον καὶ χώραν δυσχείμερον καὶ σπανίζουσαν ἡμέρων καρπῶν, ἐβιάσω δὲ παρὰ φύσιν ἀγαγεῖν δύναμιν εἰς τόπους τοιούτους ἐν οἷς ξενικὴ δύναμις ὑπαίθριος οὐ δύναται διασώζεσθαι; εἰπόντος δὲ πάλιν πρὸς ταῦτα τοῦ Λυσιμάχου διότι τὰ μὲν περὶ ταύτην τὴν στρατείαν ἠγνόησεν, εἰς δὲ τὸ λοιπὸν πειράσεται φίλος ὢν συμμαχεῖν καὶ χάριτος ἀποδόσει μὴ λειφθῆναι τῶν εὖ πεποιηκότων, ἀποδεξάμενος αὐτὸν φιλοφρόνως ὁ Δρομιχαίτης παρέλαβε τῶν χωρίων τὰ παραιρεθέντα ὑπὸ τῶν περὶ Λυσίμαχον καὶ περιθεὶς αὐτῷ διάδημα ἐξαπέστειλεν. (Const. Exc. 4, pp. 345-346.)

[13]

[1]    Οὗτος ὁ Ξερμοδίγεστος, Διόδωρος ὡς γράφει,

   οἶμαι τοῦ Αὐδολέοντος Παιόνων βασιλέως

   φίλος τελῶν πιστότατος, τοὺς θησαυροὺς μηνύει

   ἢ Λυσιμάχῳ ἤ τινι τῆς Θρᾴκης βασιλέων·

   ἀργαλέον δέ μοί ἐστι θεὸν ὣς πάντ' ἀγορεύειν

   ἀβίβλῃ πεφυκότι μοι· οἴδατε οἷσπερ λέγω·

   τοὺς θησαυροὺς ἐμήνυσε τῷ Θρᾴκης στεφη φόρῳ

   τοῦ Σαργεντίου ποταμοῦ κάτωθεν κεκρυμ μένους,

   τοὺς οὓς αὐτὸς κατέκρυπτε σὺν αἰχμαλώτοις μόνοις,

   τρέπων τὴν κοίτην ποταμοῦ καὶ κατορύττων κάτω,

   εἶτα τὸν ῥοῦν ἐπαφιείς, τοὺς δ' αἰχμαλώτους σφάττων. (Tzetzes, Hist. 6. 470480.)

[14]   Ὅτι Δημήτριος ὁ βασιλεύς, τὸ δεύτερον ἀποστατησάντων Θηβαίων, πολιορκίᾳ τὰ τείχη καθελών, τὴν πόλιν κατὰ κράτος εἷλε, δέκα μόνους ἄνδρας ἀνελὼν τοὺς τὴν ἀποστασίαν κατεργαζομένους. (Exc. Hoesch. p. 491 W.)

[2]    Ὅτι ὁ βασιλεὺς Δημήτριος παραλαβὼν καὶ τὰς ἄλλας πόλεις, προσηνέχθη τοῖς Βοιωτοῖς μεγαλοψύχως. πλὴν γὰρ ἀνδρῶν δέκα καὶ τεττάρων τῶν αἰτιωτάτων τῆς ἀποστάσεως ἀπέλυσε τῶν ἐγκλημάτων ἅπαντας. (Const. Exc. 2 (1), p. 254.)

[3]    Ὅτι ἐπὶ πολλῶν τὸ θυμομαχεῖν εἰς τέλος χαριζομένους τῷ θυμῷ παραιτητέον· συμφέρει γὰρ ἐνίοτε διαλύεσθαι καὶ χρημάτων ὠνεῖσθαι τὴν ἀσφάλειαν καὶ καθόλου προκρίνειν τῆς τιμωρίας τὴν συγγνώμην. (Const. Exc. 4, p. 346.)

[15]

[1]    Ὅτι Ἀγαθοκλῆς ἀπέστειλεν Ἀγαθοκλῆ τὸν υἱὸν πρὸς Δημήτριον τὸν βασιλέα φιλίαν συνθέσθαι καὶ συμμαχίαν. ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὸν νεανίσκον, στολὴν περιτιθεὶς βασιλικὴν καὶ δῶρα δοὺς μεγαλοπρεπῆ, συναπέστειλεν Ὀξύθεμιν, τῶν φίλων ἕνα, τῷ μὲν δοκεῖν τὰ πιστὰ λαβεῖν τῆς συμμαχίας, τῷ δὲ ἔργῳ κατασκεψόμενον τὴν Σικελίαν. (Exc. Hoesch. p. 491 W.)

[16]   [Οὐ μὴν ἀλλ' ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτῆς, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον.] (Diod. 20. 101. 4.)

   Ὅτι Ἀγαθοκλῆς ὁ βασιλεὺς πολὺν χρόνον εἰρηνεύων πρὸς Καρχηδονίους, μεγάλην ἐπεποίητο παρασκεύασιν ναυτικῶν δυνάμεων· διενοεῖτο γὰρ πάλιν εἰς τὴν Λιβύην διαβιβάζειν στρατόπεδα, καὶ ταῖς ναυσὶν εἴργειν τοὺς Φοίνικας τῶν ἀπὸ τῶν Σαρδῶν καὶ Σικελῶν σιτοπομπιῶν. καὶ ἐν τῷ προγεγονότι κατὰ τὴν Λιβύην πολέμῳ θαλαττοκρατοῦντες οἱ Καρχηδόνιοι διέσωσαν ἐκ τῶν κινδύνων τὴν πατρίδα. εἶχε δὲ ναῦς Ἀγαθοκλῆς ὁ βασιλεὺς ἐξηρτυμένας διακοσίας τετρήρεις καὶ ἑξήρεις· ὅμως εἰς πέρας τὴν προαίρεσιν οὐκ ἤνεγκε διὰ τοιαύτας [2] αἰτίας. Μένων ἦν Αἰγεσταῖος τὸ γένος· ἐν δὲ τῇ καταλήψει τῆς πατρίδος ἡλωκὼς δοῦλος ἐγένετο διὰ τὴν εὐπρέπειαν τοῦ σώματος τῷ βασιλεῖ. καὶ μέχρι μέν τινος εὐδοκεῖν προσεποιεῖτο, τῶν ἐρωμένων καὶ φίλων εἷς ἀριθμούμενος· διὰ δὲ τὴν τῆς πατρίδος συμφορὰν καὶ τὴν περὶ αὑτὸν ὕβριν ὑπούλως ἔχων πρὸς τὸν δυνάστην, καιρὸν ἔλαβε τῆς κατ' αὐτοῦ τιμωρίας. ὁ γὰρ βασιλεὺς ἤδη γεγηρακὼς τὰς ὑπαίθρους δυνάμεις Ἀρχαγάθῳ παραδεδώκει.

[3] οὗτος δὲ ἦν Ἀρχαγάθου μὲν υἱὸς τοῦ κατὰ Λιβύην σφαγέντος, υἱωνὸς δὲ τοῦ βασιλέως Ἀγαθοκλέους, ἀνδρείᾳ δὲ καὶ ψυχῆς εὐτολμίᾳ πολὺ τοῦ κατὰ λόγον ὑπεραίρων. ... στρατοπεδεύοντος αὐτοῦ περὶ τὴν Αἴτνην, ὁ μὲν βασιλεὺς βουλόμενος προάγειν ἐπὶ τὴν διαδοχὴν τῆς βασιλείας τὸν υἱὸν Ἀγαθοκλῆ, πρῶτον μὲν ἐν ταῖς Συρακούσαις συνέστησε τὸν νεανίσκον, ἀποφαινόμενος διάδοχον ἀπολείψειν τῆς ἀρχῆς· μετὰ δὲ ταῦτα ἐξέπεμψεν αὐτὸν ἐπὶ τὸ στρατόπεδον. γράψας ἐπιστολὴν ἐπὶ τὸν Ἀρχάγαθον, προσέταξε τούτῳ παραδιδόναι τὰς πεζικὰς καὶ ναυτικὰς δυνάμεις. δι' ἃς αἰτίας ὁ μὲν Ἀρχάγαθος ὁρῶν τὴν βασιλείαν εἰς ἕτερον καταντῶσαν, ἀμφοτέροις ἐπιβουλεῦσαι διέγνω. πρὸς Μένωνα τὸν Αἰγεσταῖον διαπεμψάμενος ἔπεισεν ἀνελεῖν τὸν βασιλέα διὰ φαρμάκου, αὐτὸς δὲ ἔν τινι νήσῳ θυσίαν ἐπιτελέσας, καὶ καταπλεύσαντα τὸν νεώτερον Ἀγαθοκλέα παραλαβὼν πρὸς τὴν εὐωχίαν, νυκτὸς καταμεθύσας ἀπέσφαξε. τοῦ δὲ σώματος ῥιφθέντος εἰς τὴν θάλασσαν καὶ πρὸς τὴν γῆν ὑπὸ τοῦ κλύδωνος ἐκβρασθέντος, ἐπιγνόντες τινὲς ἀπεκόμισαν εἰς Συρακόσας.

[4]    Ὁ δὲ βασιλεὺς εἰωθὼς μετὰ τὸ δεῖπνον ἀεὶ πτερῷ διακαθαίρεσθαι τοὺς ὀδόντας, ἀπολυθεὶς τοῦ πότου τὸν Μένωνα τὸ πτερὸν ᾔτησεν. εἶτα ὁ μὲν φαρμάκῳ σηπτικῷ χρίσας ἀπέδωκεν, ὁ δὲ χρησάμενος αὐτῷ φιλοτιμότερον διὰ τὴν ἄγνοιαν ἥψατο πανταχόθεν τῆς περὶ τοὺς ὀδόντας σαρκός. καὶ πρῶτον μὲν πόνοι συνεχεῖς ἐγένοντο καὶ καθ' ἡμέραν ἐπιτάσεις ἀλγηδόνων, ἔπειτα σηπεδόνες ἀνίατοι πάντῃ τοὺς ὀδόντας περιεῖχον. ἐπὶ δὲ τῆς τελευτῆς γενόμενος ἐκκλησιάσας τὸν λαὸν κατηγόρησε τῆς ἀσεβείας Ἀρχαγάθου, καὶ τὰ μὲν πλήθη παρώξυνε πρὸς τὴν αὑτοῦ τιμωρίαν, τῷ δὲ δήμῳ τὴν δημοκρατίαν [5] ἔφησεν ἀποδιδόναι. μετὰ δὲ ταῦτα τὸν βασιλέα διακείμενον ἐσχάτως ἤδη κατέθηκεν ἐπὶ τῆς πυρᾶς Ὀξύθεμις ὁ πεμφθεὶς ὑπὸ Δημητρίου τοῦ βασιλέως, καὶ κατέκαυσεν ὄντα μὲν ἔμπνουν ἔτι, διὰ δὲ τὴν ἰδιότητα τῆς περὶ τὴν σηπεδόνα συμφορᾶς οὐ δυνάμενον φωνὴν προΐεσθαι. Ἀγαθοκλῆς μὲν πλείστους καὶ ποικιλωτάτους φόνους ἐπιτελεσάμενος κατὰ τὴν δυναστείαν, καὶ τῇ κατὰ τῶν ὁμοφύλων ὠμότητι προσθεὶς καὶ τὴν εἰς θεοὺς ἀσέβειαν, πρέπουσαν παρέσχε τῇ παρανομίᾳ τὴν τοῦ βίου καταστροφήν, δυναστεύσας μὲν ἔτη δύο τῶν τριάκοντα λείποντα, βιώσας δὲ δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη, καθὼς Τίμαιος ὁ Συρακόσιος συγγράφει, καὶ Καλλίας καὶ αὐτὸς Συρακούσιος, εἴκοσι δύο βίβλους συγγράψας, καὶ Ἄντανδρος ὁ [6] ἀδελφὸς Ἀγαθοκλέους καὶ αὐτὸς συγγραφεύς. οἱ δὲ Συρακόσιοι τῆς δημοκρατίας τυχόντες τὴν Ἀγαθοκλέους οὐσίαν ἐδήμευσαν, τὰς δὲ εἰκόνας τὰς ἀνατεθείσας ὑπ' αὐτοῦ κατέσπασαν. Μένων δὲ ὁ ἐπιβουλεύσας τῷ βασιλεῖ διέτριβεν ἐν τοῖς περὶ Ἀρχάγαθον, πεφευγὼς ἐκ τῶν Συρακουσῶν· πεφρονηματισμένος δὲ ἐπὶ τῷ δοκεῖν καταλελυκέναι τὴν βασιλείαν, τὸν μὲν Ἀρχάγαθον ἐδολοφόνησε, τοῦ δὲ στρατοπέδου κυριεύσας καὶ τὰ πλήθη λόγοις φιλανθρώποις ἰδιοποιησάμενος, διέγνω πολεμεῖν τοῖς Συρακοσίοις καὶ δυναστείας ἀντέχεσθαι. (Exc. Hoesch. pp. 491-493 W.)

[7]    Ὅτι Ἀγάθαρχος ἀνδρείᾳ καὶ ψυχῆς εὐτολμίᾳ πολὺ τοῦ κατὰ λόγον ὑπεραίρων τῆς ἰδίας ἡλικίας· ἦν γὰρ παντελῶς νέος. (Const. Exc. 2 (1), p. 254.)

[17]

[1]    Ὅτι οὗτος ὁ ἱστορικὸς τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐλέγξας κατὰ μὲν τἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ' Ἀγαθοκλέους ἐκ τῆς Σικελίας, ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτήσαντα δὲ διὰ τῆς ἱστορίας [2] ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. καθόλου γὰρ ταῖς προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα πολλὰ παρ' ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι' αὐτὸν μόνον γενομένας, ἀλλὰ καὶ τὰς διὰ τύχην μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτόντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ διαλείπει παρ' ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάττοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιεποιήσατο; χειροτέχνης γὰρ ἐκ παίδων γενόμενος δι' ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν, ἐξ ὑστέρου διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας σχεδὸν ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ [3] Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. θαυμάσαι δ' ἄν τις τοῦ συγγραφέως τὴν εὐχέρειαν· παρ' ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων ἀνδρείαν, τὸν τούτων κρατήσαντα δειλίᾳ φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ φιλάληθες τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς ἰδίας ἕνεκεν ἔχθρας καὶ φιλονικίας. διόπερ τὰς ἐσχάτας τῆς συντάξεως πέντε βίβλους τοῦ συγγραφέως τούτου, καθ' ἃς περιείληφε τὰς Ἀγαθοκλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀποδέξαιτο.

   (Const. Exc. 2 (1), pp. 254-255; Suidas, s. v. Τίμαιος.)

[4]    Ὅτι καὶ Καλλίας ὁ Συρακούσιος δικαίως ἂν καὶ προσηκόντως κατηγορίας ἀξιωθείη. ἀναληφθεὶς γὰρ ὑπ' Ἀγαθοκλέους καὶ δώρων μεγάλων ἀποδόμενος τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν, οὐ διαλέλοιπεν ἀδίκως ἐγκωμιάζων τὸν μισθοδότην. οὐκ ὀλίγων γὰρ αὐτῷ πεπραγμένων πρὸς ἀσεβείας θεῶν καὶ παρανομίας ἀνθρώπων, φησὶν ὁ συγγραφεὺς αὐτὸν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ πολὺ τοὺς ἄλλους ὑπερβεβληκέναι. καθόλου δὲ καθάπερ Ἀγαθοκλῆς ἀφαιρούμενος τὰ τῶν πολιτῶν ἐδωρεῖτο τῷ συγγραφεῖ μηδὲν προσήκοντα παρὰ τὸ δίκαιον, οὕτως ὁ θαυμαστὸς ἱστοριογράφος ἐχαρίζετο διὰ τῆς γραφῆς ἅπαντα τἀγαθὰ τῷ δυνάστῃ. ῥᾴδιον δ' ἦν, οἶμαι, πρὸς ἄμειψιν χάριτος τῷ γραφεῖ τῶν ἐγκωμίων μὴ λειφθῆναι τῆς ἐκ τοῦ βασιλικοῦ γένους δωροδοκίας.

   (Const. Exc. 2 (1), p. 255; Suidas, s. v. Καλλίας.)

[18]

[1]    Ὅτι Ἱκέταν στρατηγὸν ἀπέλυσαν Συρακόσιοι μετὰ δυνάμεως πρὸς Μένωνα πολεμῆσαι. καὶ μέχρι μέν τινος διεπολέμει, φυγομαχούντων τῶν ἐναντίων καὶ εἰς παράταξιν οὐδαμῶς καταβαινόντων. τῶν δὲ Καρχηδονίων συνεπιλαβομένων τοῖς περὶ Μένωνα, πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, ἠναγκάσθησαν οἱ Συρακόσιοι δόντες ὁμήρους τοῖς Φοίνιξι τετρακοσίους διαλύσασθαι τὸν πόλεμον καὶ καταγαγεῖν τοὺς φυγάδας. τῶν δὲ μισθοφόρων ἀτιμαζομένων ἐν ταῖς ἀρχαιρεσίαις, συνέβη στάσεως πληρωθῆναι τὴν πόλιν. διαστάντων οὖν ἐν τοῖς ὅπλοις τῶν τε Συρακοσίων καὶ τῶν μισθοφόρων, οἱ πρεσβῦται διαπρεσβευσάμενοι καὶ πολλὰ δεηθέντες ἀμφοτέρων μόγις κατέπαυσαν τὴν ταραχὴν ἐπὶ τῷ τοὺς μισθοφόρους ἐν τακτῷ χρόνῳ τὰς ἑαυτῶν κτήσεις ἀποδομένους ἀπελθεῖν ἐκ Σικελίας. τούτων δὲ κυρωθέντων, οἱ μὲν ξένοι κατὰ τὰς ὁμολογίας ἐκλιπόντες τὰς Συρακόσας καὶ παραγενηθέντες ἐπὶ τὸν πορθμόν, ὑπεδέχθησαν ὑπὸ τῶν Μεσσηνίων ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς οἰκίας, νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξαμένους, καὶ τὰς τούτων γυναῖκας γήμαντες κατέσχον τὴν πόλιν. ἐκάλεσαν δὲ ταύτην Μαμερτίνην ἀπὸ τοῦ Ἄρεως, διὰ τὸ τοῦτον κατὰ τὴν ἐκείνων διάλεκτον Μάμερτον καλεῖσθαι. (Exc. Hoesch. p. 493 W.)

[3]    Ὅτι οἱ μισθοφόροι κατὰ τὰς ὁμολογίας ἐκλιπόντες τὰς Συρακούσας προσεδέχθησαν ὑπὸ τῶν Μεσσηνίων, ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς ἰδιωτικὰς οἰκίας νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξαμένους, καὶ τὰς τῶν παρανομηθέντων γυναῖκας γήμαντες κατέσχον τὴν πόλιν.

   (Const. Exc. 2 (1), p. 256.)

[2]    Οἷς γὰρ οὐ μέτεστι τῆς δημαρχίας, τούτους οὐδὲ τῆς ὑπὸ δημάρχου κυρουμένης ψήφου κοινωνεῖν.

   (Exc. Hoesch. p. 493 W.)

[19]

[1]    [Μηνύσει δ' ἀκριβέστερον τὸ τῆς γυναικὸς ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον βασιλείας.] (Diod. 19. 59. 6.)

[20]   Ὅτι τοῦ Δημητρίου φυλαττομένου εἰς Πέλλαν Λυσίμαχος πρέσβεις ἀποστείλας ἠξίου τὸν Σέλευκον μηδενὶ τρόπῳ τὸν Δημήτριον ἐκ τῶν χειρῶν ἀφεῖναι, πλεονέκτην ἄνδρα καὶ πᾶσι τοῖς βασιλεῦσιν ἐπιβεβουλευκότα· ἐπηγγέλλετο δὲ αὐτῷ δώσειν ὑπὲρ τῆς ἀναιρέσεως τῆς τούτου τάλαντα δισχίλια. ὁ δὲ βασιλεὺς τοῖς μὲν πρεσβευταῖς ἐπετίμησε παρακαλοῦσιν αὐτὸν μὴ μόνον ἀθετῆσαι πίστιν, ἀλλὰ καὶ εἰς συνῳκειωμένον αὐτῷ τὸ μύσος ἐκεῖνο ἐπανελέσθαι· πρὸς δὲ τὸν υἱὸν Ἀντίοχον ἐν τῇ Μηδίᾳ διατρίβοντα γράψας, συνεβούλευσε πῶς χρηστέον ἐστὶν τῷ Δημητρίῳ. κεκρικὼς γὰρ ἦν αὐτὸν ἀπολύειν καὶ κατάγειν ἐπὶ τὴν βασιλείαν μεγαλοπρεπῶς· ἔσπευδεν δὲ καὶ τὴν τοῦ υἱοῦ χάριν συνεπιγράψαι ταῖς εὐεργεσίαις, ὡς ἂν γεγαμηκότος αὐτοῦ Στρατονίκην τὴν Δημητρίου καὶ τέκνα γεγεννηκότος ἐξ αὐτῆς.

   (Const. Exc. 2 (1), p. 256.)

[21]   Ὅτι δεῖ τοῖς μὲν πολεμίοις εἶναι φοβερώτατον, τοῖς δὲ φίλοις διαμένειν βέβαια προσηνέστατον.

[2]   Ἐπειδὴ κατ' ἐκεῖνον τὸν καιρὸν ἀγνοήσαντες τὸ συμφέρον τοῖς πρὸς χάριν λόγοις ἐπηκολουθήσατε, νῦν τοῖς ἔργοις ἑωρακότες τὰ κατὰ τὴν χώραν ἀτυχήματα μεταδιδάχθητε.

[3]    Τὸ μὲν γὰρ ἀγνοῆσαί ποτε κατὰ τὸν βίον ἐστὶν ἀνθρώπου, τὸ δὲ ἐπὶ τοῖς αὐτοῖς πράγμασι πλεονάκις ἁμαρτάνειν τέλεον ἐξεστηκότος τοῖς λογισμοῖς. ὅσῳ γὰρ πλείοσιν ἐλαττώμασι περιπεπτώκαμεν, τοσούτῳ μείζονος τιμωρίας ἄξιοι τυχεῖν ὑπάρχομεν.

[4]   Ἐπὶ τοσοῦτον γάρ τινες τῶν πολιτῶν προεληλύθασι πλεονεξίας ὥστε βούλεσθαι τοὺς ἰδίους οἴκους λαμπροὺς κατασκευάζειν ἐκ τῶν τῆς πατρίδος ἀτυχημάτων.

[5]    Οἱ δὲ περὶ τοὺς βοηθοῦντας τοῖς ἄλλοις ἀνομήσαντες πῶς ἂν χρήσαιντο περὶ αὑτῶν;

[6]    Ὅτι δεῖ τοῖς μὲν ἡμαρτημένοις δοῦναι συγγνώμην, εἰς δὲ τὸν λοιπὸν χρόνον ἔχειν εἰρήνην.

[7]    Ὅτι οὐ δεῖ τοὺς ἁμαρτήσαντας ἐκ παντὸς τρόπου κολάζειν, ἀλλὰ τοὺς ἐπὶ τοῖς ἡμαρτημένοις μὴ μεταδιδασκομένους.

[8]    Ὅτι προτερεῖ παρὰ τοῖς ἀνθρώποις ἡ μὲν ἐπιείκεια τῆς ὀργῆς, ἡ δὲ εὐεργεσία τῆς τιμωρίας.

[9]    Ὅτι καλὸν καὶ εὔθετόν ἐστι λύειν μὲν τὴν ἔχθραν, ἀντεισάγειν δὲ φιλίαν. ὅταν γὰρ εἰς ἀπορίαν ἔλθῃ ὁ ἄνθρωπος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἀρωγὴν ὁρμᾶν εἴωθεν. (Exc. Hoesch. pp. 493-494 W.)

   Ὅτι ὅταν εἰς ἀπορίαν ἔλθῃ στρατιώτης ἀλλόφυλος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἁρπαγὴν ὁρμᾶν εἴωθεν.

[10]    Ἔμφυτος γὰρ οὖσα τοῖς βασιλεῦσιν ἡ τοῦ πλέονος ἐπιθυμία τοιαύτης οὐκ ἀφέξεται πόλεως.

   (Const. Exc. 4, p. 346.)

   Ὅτι ἔμφυτος οὖσα τοῖς ἀνθρώποις ἡ τοῦ πλείονος ἐπιθυμία τῆς τοιαύτης ὁρμῆς οὐδ' ὅλως ἀφέξεται.

[11]    Δεῖ γὰρ τὸ τῆς ὑπερηφανίας μέγεθος καὶ τὸ τῆς ἐσθῆτος τυραννικὸν οἴκοι φυλάττειν, εἰς δὲ πόλιν ἐλευθέραν εἰσιόντα τοῖς ἐνθάδε νόμοις πείθεσθαι.

[12]    Οὗ γάρ τις τὸ γένος καὶ τὴν βασιλείαν κεκληρονόμηκε, τούτου θελήσει καὶ τῆς εὐδοξίας γενέσθαι διάδοχος· αἰσχρὸν γάρ ἐστι τὸ μὲν ὄνομα φέρειν Πύρρου τοῦ Ἀχιλλέως, ταῖς δὲ πράξεσι φαίνεσθαι Θερσίτην.

[13]    Ὅσῳ γάρ τις πλείονος κυριεύει δόξης, τοσούτῳ μείζονα χάριν ἕξει τοῖς αἰτίοις τῶν εὐτυχημάτων. ὥστε ὧν δύναταί τις τυγχάνειν μετὰ δόξης καὶ χάριτος, τούτων οὐκ ἂν ἐπιθυμήσαι μετὰ ἀδικίας καὶ ὀνείδους κυριεῦσαι.

[14]    Καλὸν οὖν ἐστιν, ὦ ἄνθρωποι, ἐν τοῖς ἀλλοτρίοις ἁμαρτήμασι περὶ τῆς ἰδίας ἀσφαλείας λαμβάνειν τὴν πεῖραν.

[15]    Ὅτι οὐ δεῖ προκρίνειν τινὰ τῆς μὲν συγγενείας τὴν ἀλλοτριότητα, τῆς δὲ τῶν συμμάχων εὐνοίας τὸ τῶν πολεμίων μῖσος. (Exc. Hoesch. p. 494 W.)

FRAGMENTA LIBRI XXII

[1]   Ὅτι πάτριόν ἐστι τοῖς Ἠπειρώταις μὴ μόνον περὶ τῆς ἰδίας πατρίδος ἀγωνίζεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν φίλων καὶ συμμάχων κινδυνεύειν.

[2]    Ὅτι Δέκιος ὁ Ῥωμαῖος χιλίαρχος φύλαξ γενόμενος Ῥηγίου διὰ Πύρρον τὸν βασιλέα κατέσφαξεν αὐτοὺς καὶ τὰς κτήσεις καὶ τὰς γυναῖκας ἰδιοποιήσατο. Καμπανοὶ δὲ οὗτοι ἦσαν, καὶ ἐποίησαν κατὰ τὸν ὅμοιον τρόπον Μαμερτίνοις, ὥσπερ ἐκεῖνοι Μεσσηνίους σφάξαντες. εἶτα τὴν διαίρεσιν τῆς κτήσεως τῶν ἠτυχηκότων ἄδικον ποιησάμενος ἐξέπεσεν ἐκ τοῦ Ῥηγίου φυγαδευθεὶς ὑπὸ τῶν ἰδίων Καμπανῶν. συνήργησαν δὲ καὶ Μαμερτῖνοι ... μετὰ τῶν ληφθέντων χρημάτων στρατηγὸν ἐποίησαν. καὶ δὴ ὀφθαλμίας νόσου αὐτὸν περιεχούσης, τῶν ἰατρῶν τὸν δόκιμον μεταστειλαμένου αὐτοῦ, οὗτος τὴν ὕβριν τῆς πατρίδος ἐκδικῶν κανθαρίσιν ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως αὐτὸν ἀπεστέρησε καὶ φεύγει ἐκ Μεσσήνης.

   (Exc. Hoesch. pp. 494-495 W.)

[3]    Ὅτι εἰς τὸ Ῥήγιον ἀπεστάλη φρουρὰ ὑπὸ Ῥωμαίων. ὁ δὲ χιλίαρχος Δέκιος, τὸ γένος Καμπανός, πλεονεξίᾳ καὶ τόλμῃ διαφέρων ἐμιμήσατο τὴν τῶν Μαμερτίνων παρανομίαν. ἐκεῖνοί τε γὰρ προσδεχθέντες ὑπὸ Μεσσηνίων ὡς φίλοι τὴν μὲν πόλιν κατελάβοντο, τοὺς δὲ Μεσσηνίους ἐπὶ τῆς ἰδίας ἑστίας ἑκάστους σφάξαντες ἔγημαν τὰς τῶν ἰδιοξένων γυναῖκας καὶ τὰς τῶν σφαγέντων κτήσεις κατέσχον· οἱ δὲ περὶ τὸν Δέκιον Καμπανοὶ δοθέντες ὑπὸ Ῥωμαίων φύλακες τῶν Ῥηγίνων ἐζήλωσαν τὴν τούτων ὠμότητα· τοὺς γὰρ Ῥηγίνους σφάξαντες καὶ τὰς κτήσεις διελόμενοι κατέσχον τὴν πόλιν ὡς δορίκτητον. ὁ δὲ ἐπὶ τῆς φρουρᾶς τεταγμένος Δέκιος ἐξαργυρισάμενος τὰς τῶν ἠτυχηκότων κτήσεις καὶ τὴν διαίρεσιν τῆς ὠφελείας ἄδικον ποιησάμενος ἐξέπεσεν ἐκ τοῦ Ῥηγίου, φυγαδευθεὶς ὑπὸ τῶν συνασεβησάντων Καμπανῶν. οὐ μὴν ἐξέφυγον τὴν τιμωρίαν οἱ παρανομήσαντες, ἀλλ' ὁ μὲν Δέκιος εἰς ὀφθαλμίαν χαλεπὴν ἐμπεσὼν μετεπέμψατο τῶν ἰατρῶν τὸν ἄριστον· οὗτος δὲ τὴν ὑπὲρ τῆς πατρίδος τιμωρίαν λαμβάνων ἱκανῶς κανθαρίσιν ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως αὐτὸν στερήσας ἔφυγεν ἐκ τῆς Μεσσήνης.

   (Const. Exc. 2 (1), pp. 256-257.)

[2]

[1]    Κατὰ δὲ Σικελίαν ἦσαν τύραννοι Ἱκέτας ἐν Συρακόσῃ, Φιντίας εἰς Ἀκράγαντα, Τυνδαρίων ἐν Ταυρομενίῳ, καὶ ἕτεροι τῶν ἐλαττόνων πόλεων. Φιντίας δὲ καὶ Ἱκέτας πρὸς ἀλλήλους πόλεμον ἐνστησάμενοι παρετάξαντο περὶ τὸν Ὕβλαιον, καὶ τὴν νίκην Ἱκέτας ἀπηνέγκατο. καταδρομὰς δὲ πρὸς ἀλλήλους ποιούμενοι τὰς κτήσεις διήρπασαν, τὴν δὲ χώραν ἀγεώργητον ἐποίησαν. Ἱκέτας δὲ τῇ νίκῃ ἐπαιρόμενος παρετάξατο πρὸς Καρχηδονίους, καὶ λειφθεὶς πολλοὺς στρατιώτας ἀπέβαλε [2] περὶ τὸν Τηρίαν ποταμόν. κτίζει δὲ Φιντίας πόλιν, ὀνομάσας αὐτὴν Φιντιάδα, Γελῴους ἀναστάτους ὄντας οἰκίσας ἐν αὐτῇ· ἐστὶ δὲ αὕτη παραθαλάσσιος. καθαιρῶν τὰ τείχη καὶ τὰς οἰκίας, τοὺς λαοὺς τῆς Γέλας εἰς τὴν Φιντιάδα μετήνεγκε, κτίσας τεῖχος καὶ ἀγορὰν ἀξιόλογον καὶ ναοὺς θεῶν.

[3]    Ὅθεν μιαιφόνου γεγονότος, ὑπὸ πασῶν τῶν πόλεων ἐμισήθη τῶν οὐσῶν ὑπ' αὐτῷ, καὶ τοὺς πρὸς φρουρὰν ὄντας ἐδίωξαν, ἐν οἷς πρῶτον ἀπέστησαν Ἀγυριναῖοι. (Exc. Hoesch. p. 495 W.)

[4]    Ὅτι Φιντίας τῶν πόλεων βιαίως ἄρχων καὶ πολλοὺς τῶν εὐπόρων ἀναιρῶν ὑπὸ τῶν ὑποτεταγμένων διὰ τὴν παρανομίαν ἐμισεῖτο. διόπερ ἁπάντων ὄντων πρὸς ἀπόστασιν, ταχὺ ταπεινωθεὶς μετεβάλετο τὸν τρόπον καὶ φιλανθρωπότερον ἄρχων διακατέσχεν αὐτοὺς ὑπὸ χεῖρα.

[3]

[1]    Ὅτι Πτολεμαῖος ὁ Μακεδόνων βασιλεὺς τὴν μὲν ἡλικίαν νέος ὢν παντελῶς, πραγμάτων δὲ πολεμικῶν ἄπειρος, φύσει δὲ θρασὺς καὶ προπετὴς οὐδὲν τῶν χρησίμων προενοεῖτο· τῶν γὰρ φίλων αὐτῷ συμβουλευόντων ἀναδέξασθαι τοὺς ἀφυστεροῦντας, οὐ προσέσχεν. (Const. Exc. 2 (1), p. 257.)

[2]    Ὅτι ὑπὸ Γαλατῶν Πτολεμαῖος ὁ βασιλεὺς ἐσφάγη καὶ πᾶσα ἡ Μακεδονικὴ δύναμις κατεκόπη καὶ διεφθάρη. (Exc. Hoesch. p. 495 W.)

[4]

[1]    Κατὰ δὲ τοὺς χρόνους τούτους, τῶν Γαλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτήν, διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος, ἀδελφὸς Πτολεμαίου τοῦ Λάγου, πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών· ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας τεσσαράκοντα πέντε· μεθ' οὓς Σωσθένης, ἔτι δὲ Πτολεμαῖος, πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης· οἱ πάντες ἔτη τρία κατὰ Διόδωρον.

   (Georgius Syncellus, p. 507.)

[5]   Ὅτι Ἀπολλόδωρος ἐπιθέμενος τυραννίδι καὶ βεβαιῶσαι κρίνας τὴν συνωμοσίαν, μειρακίσκον τινὰ φίλον αὐτοῦ καλέσας ὡς ἐπὶ θυσίαν καὶ σφαγιάσας τοῖς θεοῖς τά τε σπλάγχνα τοῖς συνομόσασιν ἔδωκε φαγεῖν καὶ τὸ αἷμα κεράσας οἴνῳ πιεῖν παρεκελεύσατο.

[2]    Ὅτι ὁ αὐτὸς Ἀπολλόδωρος Γαλάτας εὑρὼν καὶ τούτοις ὅπλα διδοὺς καὶ δωρεαῖς τιμήσας δορυφόροις ἐχρῆτο πιστοῖς καὶ πρὸς τὰς κολάσεις εὐθέτοις διὰ τὴν ὠμότητα. τὰς δὲ τῶν εὐπόρων οὐσίας δημεύων πλῆθος χρημάτων ἤθροιζεν. ἀναβιβάσας δὲ τοὺς στρατιωτικοὺς μισθοὺς καὶ μεταδιδοὺς τοῖς πένησι τῆς εὐπορίας δύναμιν ἀξιόλογον περιεποιήσατο. ἐκτραπεὶς δὲ εἰς ὠμότητα καὶ πλεονεξίαν εἰσεπράττετο τοὺς πολιτικοὺς χρήματα, καὶ πολλοὺς μὲν ἄνδρας, οὐκ ὀλίγας δὲ γυναῖκας τῇ διὰ τῶν βασάνων τιμωρίᾳ βιαζόμενος ἠνάγκασε πάντας ἄργυρον καὶ χρυσὸν παραδιδόναι. εἶχε δὲ τυραννίδος εἰσηγητὴν καὶ διδάσκαλον Καλλιφῶντα τὸν Σικελόν, συνδιατετριφότα πολλοῖς τοῖς κατὰ τὴν Σικελίαν τυράννοις. (Const. Exc. 2 (1), p. 257.)

[6]

[1]    Ὅτι ἡ Καδμεία νίκη παροιμία ἐστίν. ἐστὶ δὲ οὕτω· τὸ τοὺς νικήσαντας συμφορὰν ἔχειν, τοὺς δὲ ἡττημένους μηδὲν κινδυνεύειν διὰ τὸ μέγεθος τῆς ἡγεμονίας. (Exc. Hoesch. p. 495 W.)

[2]    Ὅτι Πύρρος ὁ βασιλεὺς πολλοὺς τῶν Ἠπειρωτῶν τῶν συνδιαβεβηκότων ἀποβεβληκώς, ἐπεί τις ἠρώτησεν αὐτὸν τῶν ἰδιοξένων πῶς τὰ κατὰ τὴν μάχην ἀπήντησεν αὐτῷ, εἰπεῖν ὅτι ἐὰν ἔτι μιᾷ μάχῃ νικήσῃ τοὺς Ῥωμαίους, οὐδεὶς αὐτῷ τῶν στρατιωτῶν τῶν συνδιαβεβηκότων ἀπολειφθήσεται. ταῖς γὰρ ἀληθείαις ἁπάσας τὰς νίκας ἔσχε Καδμείας κατὰ τὴν παροιμίαν· οἱ γὰρ ἡττηθέντες οὐδὲν ἐταπεινώθησαν διὰ τὸ μέγεθος τῆς ἡγεμονίας, ὁ δὲ νικήσας τὴν τῶν ἡττημένων βλάβην καὶ συμφορὰν ἀνεδέδεκτο.

[3]    Ὅτι Κινέας πρεσβευτὴς ἀποσταλεὶς παρὰ Πύρρου περὶ διαλύσεως πρὸς Ῥωμαίους, οὗτος πειστικὸς ὢν ἐν τῷ πρεσβεύειν καὶ δῶρα πολυτελῆ τοῖς εὐθέτοις ἐδίδου. οἱ δὲ οὐκ ἔλαβον ταῦτα, πάντες δὲ μίαν καὶ τὴν αὐτὴν ἀπόκρισιν ἔδωκαν αὐτῷ, ὅτι νῦν μὲν ὄντος αὐτοῦ πολεμίου μηδαμῶς ἁρμόζειν τὴν δωρεάν, ἐὰν δὲ καταπράξηται τὴν εἰρήνην καὶ γένηται φίλος Ῥωμαίων, ἡδέως προσδέξεσθαι τὴν δόσιν οὖσαν ἀκατηγόρητον.

   (Const. Exc. 4, pp. 346-347.)

[7]

[1]    Ὅτι Φιντίας ὁ Φιντιάδος κτίστωρ, Ἀκράγαντος τύραννος, εἶδεν ὄναρ δηλοῦν τὴν τοῦ βίου καταστροφήν, ὗν ἄγριον κυνηγοῦντος, ὁρμῆσαι κατ' αὐτοῦ τὸν ὗν καὶ τὴν πλευρὰν αὐτοῦ τοῖς ὀδοῦσι πατάξαι καὶ διελάσαντα τὴν πληγὴν κτεῖναι.

[2]  Ὅτι Ἱκέτας ἐννέα ἔτη δυναστεύσας Συρακόσας ὑπὸ Θοίνωνος τοῦ Μαμέως ἐκβάλλεται τῆς τυραννίδος.

[3]  Ὅτι Θοίνων καὶ Σώστρατος διαδεξάμενοι Ἱκέταν, οὕτω πάλιν προκαλοῦνται Πύρρον τὸν βασιλέα εἰς Σικελίαν.

[4]  Ὅτι Μαμερτῖνοι οἱ Μεσσηνίους δολοφονήσαντες συμμαχίαν μετὰ Καρχηδονίων ποιήσαντες, ἔκριναν κοινῇ διακωλύειν Πύρρον τὴν εἰς Σικελίαν διάβασιν· Τυνδαρίων δὲ ὁ Ταυρομενίας τύραννος ἔκλινε πρὸς αὐτόν, καὶ ἕτοιμος ἦν δέξασθαι τῇ πόλει τὰς μετ' αὐτοῦ δυνάμεις.

[5]    Ὅτι Καρχηδόνιοι συμμαχίαν ποιήσαντες μετὰ Ῥωμαίων πεντακοσίους ἄνδρας ἔλαβον εἰς τὰς ἰδίας ναῦς, καὶ εἰς τὸ Ῥήγιον διαβάντες προσβολὰς ποιούμενοι τῆς μὲν πολιορκίας ἀπέστησαν, τὴν δὲ παρεσκευασμένην ὕλην εἰς ναυπηγίαν ἐνέπρησαν, καὶ διέμειναν φυλάττοντες τὸν πορθμόν, παρατηροῦντες τὴν διάβασιν Πύρρου.

[6]    Ὅτι Θοίνωνος τῆς Νήσου κυριεύοντος, καὶ Σωστράτου τῆς Συρακόσης τυραννοῦντος, ἔχοντες στρατιώτας μυρίους διεπολέμουν ἀλλήλοις· ἀμφότεροι δὲ κάμνοντες ἐν τῷ πολέμῳ διεπρεσβεύοντο πρὸς Πύρρον.

[8]

[1]    Ὅτι Πύρρος ἐν Ἰταλίᾳ ἐπολέμησεν ἔτη δύο καὶ μῆνας τέσσαρας. ὅτι τούτου παρασκευαζομένου πρὸς τὸν ἔκπλουν, τὰς Συρακόσας Καρχηδόνιοι ἐπολιόρκουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἑκατὸν ναυσὶν ἐφορμοῦντες τῷ μεγάλῳ λιμένι· πεζῇ δὲ πέντε μυριάσι πλησίον τῶν τειχῶν στρατεύοντες, τειχήρεις συνεῖχον τοὺς Συρακοσίους, καὶ τὴν χώραν αὐτῶν κατατρέχοντες ἔρημον [2] κατεσκεύασαν. διὸ τῷ πολέμῳ κάμνοντες οἱ Συρακόσιοι τὰς ἐλπίδας εἶχον ἐν τῷ Πύρρῳ διὰ Λάνασσαν τὴν γυναῖκα, τὴν θυγατέρα Ἀγαθοκλέους, ἐξ ἧς ἐγέννησεν Ἀλέξανδρον υἱόν, καὶ διὰ τοῦτο καθ' ἡμέραν ἄλλους ἐπ' ἄλλοις πρέσβεις ἔστελλον πρὸς αὐτόν. ἐμβιβάσας δὲ τὸν λαὸν εἰς τὰς ναῦς καὶ τοὺς ἐλέφαντας καὶ τὴν ἄλλην παρασκευήν, ἐξέπλευσεν ἐκ τῆς Τάραντος, καὶ δεκαταῖος εἰς [3] Λοκροὺς κατῆρεν. ἐντεῦθεν καταπλεύσας τὸν πορθμὸν καὶ διάρας Σικελίαν, κατῆρεν εἰς τὴν Ταυρομένιον. ἐκεῖθεν προσλαβόμενος εἰς συμμαχίαν Τυνδαρίωνα τὸν δυνάστην Ταυρομενίας, καὶ λαβὼν παρ' αὐτοῦ στρατιώτας, κατέπλευσεν εἰς τὴν Κατάνην. καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγάλως καὶ χρυσοῖς στεφάνοις στεφθείς, ἀπεβίβασε τὴν πεζὴν δύναμιν. ταύτης δὲ πορευομένης εἰς Συρακόσας. καὶ ὁ στόλος συμπαρέπλει κεκοσμημένος πρὸς ναυμαχίαν. ὡς δὲ πλησίον ἐγένοντο Συρακόσης, οἱ μὲν Καρχηδόνιοι προαπεσταλκότες τριάκοντα ναῦς διά τινας χρείας ἀναγκαίας, ταῖς καταλελειμμέναις οὐκ ἐτόλμησαν πολεμῆσαι.

[4] διόπερ Πύρρος ἀκινδύνως διέπλευσεν εἰς Συρακόσας, καὶ παρέλαβε τὴν Νῆσον παρὰ Θοίνωνος, τὴν δὲ ἄλλην πόλιν παρὰ Συρακοσίων καὶ Σωσιστράτου. οὗτος δὲ ἐκυρίευσεν Ἀκράγαντος καὶ πολλῶν ἄλλων πόλεων, ἔχων στρατιώτας ὑπὲρ τοὺς μυρίους. καὶ τὸν μὲν Θοίνωνα καὶ Σωσίστρατον καὶ τοὺς Συρακοσίους κατήλλαξε καὶ εἰς ὁμόνοιαν ἤγαγεν, ὡς μεγάλης τευξόμενος ἀποδοχῆς [5] διὰ τὴν εἰρήνην. ὁ δὲ βασιλεὺς παραλαβὼν τά τε βέλη καὶ τὰς μηχανὰς καὶ τὰς ἐν τῇ πόλει παρασκευάς· αἱ δὲ ναῦς ἃς παρέλαβεν ἐν ταῖς Συρακόσαις κατάφρακτοι ἑκατὸν εἴκοσι καὶ ἄφρακτοι εἴκοσι· ἡ μὲν βασιλικὴ ἐννήρης· ὁ δὲ σύμπας στόλος σὺν ταῖς μετ' αὐτοῦ κομισθείσαις πλείους διακοσίων. ἐν τούτῳ δὲ ὄντος αὐτοῦ, ἧκον πρέσβεις ἐκ Λεοντίνων ἀπὸ Ἡρακλείδου τοῦ δυνάστου λέγοντος παραδώσειν τῷ βασιλεῖ τὴν πόλιν καὶ τὰ φρούρια καὶ στρατιώτας πεζοὺς τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους. ἧκον δὲ καὶ ἕτεροι πλεῖστοι εἰς Συράκοσαν, λέγοντες τὰς πόλεις παραδώσειν καὶ συνεργήσειν τῷ Πύρρῳ. ὁ δὲ πάντας φιλανθρώπως ἀποδεξάμενος ἀπέλυσεν εἰς τὰς ἰδίας πατρίδας, ἐλπίζων καὶ Λιβύης τυχεῖν.

[6]    Ὅτι ὁ λιμὴν ὁ Κορινθιακὸς Λέχαιον καλεῖται.

[9]

[1]    Ὅτι Βρέννος ὁ βασιλεὺς Γαλατῶν μετὰ πεντεκαίδεκα μυριάδων θυρεοφόρων καὶ ἱππέων μυρίων καὶ ἑτέρου ἀγοραίου ὄχλου καὶ ἐμπόρων πλείστων καὶ ἁμαξῶν δισχιλίων εἰς Μακεδονίαν ἐλθὼν πόλεμον ἐποίησεν, ἐν ᾧ πολλοὺς στρατιώτας ἀποβαλών, ὡς μὴ ἰσχύσας ... ὕστερον εἰς τὴν Ἑλλάδα ἐλθὼν καὶ εἰς τὸ ἐν Δελφοῖς μαντεῖον, θέλων ἀποσυλῆσαι αὐτό. καὶ πολλοῦ πολέμου γεγονότος, μυριάδας ἐκεῖσε στρατιωτῶν ἀποβαλὼν ἐπλήγη [2] καὶ αὐτὸς Βρέννος τρισὶ πληγαῖς. βαρυνόμενος δὲ καὶ πρὸς θάνατον, συναγαγὼν τὸν λαὸν αὐτοῦ, διελάλησε τοῖς Γαλάταις, συμβουλεύσας αὐτοῖς ἑαυτὸν καὶ τοὺς τραυματίας ἅπαντας ἀποκτεῖναι καὶ τὰς ἁμάξας καύσαντας εὐζώνους εἰς τὰ οἰκεῖα ἐπανελθεῖν· βασιλέα δὲ καταστῆσαι Κιχώριον. Βρέννος δὲ ἄκρατον πολὺν ἐμφορησάμενος ἑαυτὸν [3] ἀπέσφαξε. Κιχώριος δὲ τοῦτον θάψας, τοὺς τραυματίας καὶ τοὺς ἀπὸ χειμῶνος καὶ πείνης ταλαιπωρήσαντας ἀνεῖλεν, ὄντας περὶ δισμυρίους· καὶ οὕτως τοῖς λοιποῖς διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς οἶκον τὴν πορείαν ἐποιεῖτο. κατὰ δὲ τὰς δυσχωρίας οἱ Ἕλληνες ἐπιτιθέμενοι τὰς οὐραγίας ἀπέκοπτον καὶ τὴν ἀποσκευὴν ἦραν ἅπασαν· πορευόμενοι δὲ πρὸς Θερμοπύλας, καὶ σπανιζούσης αὐτοῦ τροφῆς, ἀπέλιπον ἄλλους δισμυρίους. διὰ δὲ τῶν Δαρδάνων διερχόμενοι ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὑπελείφθη ἀπελθεῖν οἶκον.

   (Exc. Hoesch. pp. 495-497 W.)

[4]    Ὅτι Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς εἰς ναὸν ἐλθὼν ἀργυροῦν μὲν ἢ χρυσοῦν οὐδὲν εὗρεν ἀνάθημα, ἀγάλματα δὲ μόνον λίθινα καὶ ξύλινα καταλαβὼν κατεγέλασεν ὅτι θεοὺς ἀνθρωπομόρφους εἶναι δοκοῦντες ἵστασαν αὐτοὺς ξυλίνους τε καὶ λιθίνους.

[5]    Ὅτι οἱ ἐν Δελφοῖς ὄντες κατὰ τὴν τῶν Γαλατῶν ἔφοδον θεωροῦντες πλησίον ὄντα τὸν κίνδυνον ἐπηρώτησαν τὸν θεὸν εἰ τὰ χρήματα καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποκομίσωσιν ἐκ τοῦ μαντείου πρὸς τὰς ὀχυρωτάτας τῶν πλησίον πόλεων. ἡ δὲ Πυθία τοῖς Δελφοῖς ἀπόκρισιν ἔδωκεν προστάττειν τὸν θεὸν ἐᾶν τὰ ἀναθήματα καὶ τἄλλα τὰ πρὸς τὸν κόσμον τῶν θεῶν ἀνήκοντα κατὰ χώραν ἐν τῷ μαντείῳ· φυλάξειν γὰρ ἅπαντα τὸν θεὸν καὶ μετ' αὐτοῦ τὰς λευκὰς κόρας. ὄντων δὲ ἐν τῷ τεμένει δυεῖν νεῶν παντελῶς ἀρχαίων Ἀθηνᾶς Προναίας καὶ Ἀρτέμιδος, ταύτας τὰς θεοὺς ὑπέλαβον εἶναι τὰς διὰ τοῦ χρησμοῦ προσαγορευομένας λευκὰς κόρας. (Const. Exc. 4, p. 347.)

[10]

[1]    Ὁ Πύρρος τὰ κατὰ Συρακόσας καὶ Λεοντίνους καταστησάμενος μετὰ δυνάμεως ἐπὶ τὴν Ἀκράγαντα προῆλθεν. ὄντος δὲ αὐτοῦ περὶ τὴν ὁδοιπορίαν, ἧκον Ἐνναῖοι λέγοντες τὴν φρουρὰν τὴν Καρχηδονίων ἐκβεβληκέναι, ἣν εἶχον ὅπως μὴ Φιντίας δυναστεύσῃ αὐτῶν, λέγοντες τὴν πόλιν παραδώσειν καὶ συμμάχους γενέσθαι. αὐτοῦ δὲ ἀναλαβόντος τὴν στρατιάν ... εἰς Ἀκράγαντα παραγενόμενος τὴν μὲν πόλιν ἔλαβε παρὰ Σωσιστράτου καὶ τοὺς στρατιώτας, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, πάντας δὲ ἐπιλέκτους, οὐδὲν ἀπολειπομένους τῶν Ἠπειρωτῶν· παρέλαβε δὲ καὶ τριάκοντα πόλεις ὧν ἦρχε [2] Σωσίστρατος. μετὰ δὲ ταῦτα ἀποστείλας ἐς Συρακόσας ἤγαγεν ὄργανα πολιορκητικὰ καὶ βελῶν πλῆθος. ἐστράτευσεν ἐπὶ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ἔχων πεζοὺς τρισμυρίους, ἱππεῖς δὲ χιλίους πεντακοσίους καὶ ἐλέφαντας. καὶ πρώτην πόλιν Ἡράκλειαν ὑπηγάγετο φρουρουμένην ὑπὸ Καρχηδονίων· μετὰ δὲ ταῦτα Ἀζῶνας παρέλαβεν. εἶτα Σελινούντιοι τῷ βασιλεῖ προσεχώρησαν, εἶτα Ἁλικυαῖοι καὶ Αἰγεσταῖοι καὶ ἄλλαι πλεῖσται [3] πόλεις. Ἐρυκίνης δὲ ἐχούσης φρουρὰν ἀξιόλογον Καρχηδονίων καὶ φύσιν ἐχούσης ὀχυρὰν καὶ δυσπολιόρκητον, ἔκρινεν ὁ Πύρρος βίᾳ ταύτην ἐξελεῖν διὰ πολιορκίας. διὸ καὶ τοῖς τείχεσι προσαγαγὼν μηχανάς, καὶ πολιορκίας μεγάλης γενομένης καὶ ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον, βουλόμενος φιλοδοξῆσαι ὁ βασιλεὺς καὶ πρὸς τὴν Ἡρακλέους τάξιν ἁμιλλώμενος, πρῶτος τοῖς τείχεσιν ἐπέβαλε καὶ μάχην ἡρωικὴν συστησάμενος τοὺς ἐπιρράξαντας Καρχηδονίους ἀπέκτεινε· συνεπιλαβομένων δὲ καὶ τῶν ἄλλων φίλων, κατὰ κράτος εἷλε τὴν πόλιν.

[4] φρουρὰν δὲ καταστήσας ἐν αὐτῇ, ἀπῆρε πρὸς τὴν Ἰαιτίνων πόλιν, ὀχυρότητι διαφέρουσαν καὶ κατὰ τοῦ Πανόρμου καλῶς κειμένην. τῶν δὲ Ἰαιτίνων ἑκουσίως προσχωρησάντων, εὐθὺς ἧκεν ἐπὶ τῶν Πανορμιτῶν πόλιν, ἔχουσαν λιμένα κάλλιστον τῶν κατὰ Σικελίαν, ἀφ' οὗ καὶ τὴν πόλιν συμβέβηκε τετευχέναι ταύτης τῆς προσηγορίας. εἷλε δὲ καὶ ταύτην κατὰ κράτος· καὶ τῶν Ἑρκτῶν κατασχὼν τὸ ὀχύρωμα, πάσης τῆς Καρχηδόνος ἐπεκράτησε δυνάμεως καὶ κύριος ἐγένετο πλὴν τοῦ Λιλυβαίου· αὕτη γὰρ ἡ πόλις ὑπὸ Καρχηδονίων ἐκτίσθη μετὰ τὴν ἅλωσιν τῆς Καρχηδονίων Μοτύης ὑπὸ Διονυσίου τοῦ τυράννου. τοὺς γὰρ ἐκ ταύτης ὑπολειφθέντας ἀθροίσαντες κατῴκισαν εἰς τὸ Λιλύβαιον.

[5] τοῦ δὲ Πύρρου περὶ τὴν πολιορκίαν ταύτης παρασκευαζομένου, διεβίβασαν ἐκ τῆς Λιβύης οἱ Καρχηδόνιοι δύναμιν ἀξιόλογον εἰς τὸ Λιλύβαιον· πολὺν δὲ σῖτον ἐκόμισαν θαλασσοκρατοῦντες, μηχανὰς δὲ καὶ βέλη πλῆθος ἄπιστον. οὔσης δὲ τῆς πόλεως τὸ πλεῖστον μέρος ἐν θαλάσσῃ, τὰς ἀπὸ τῆς γῆς προσόδους ἐτείχισαν καὶ πύργους πυκνοὺς ἐποίησαν, καὶ τάφρον ὀρύξαντες μέγαν, διεπρεσβεύσαντο πρὸς τὸν βασιλέα ὑπὲρ διαλύσεως καὶ εἰρήνης ... συνθέσθαι καὶ χρημάτων πλῆθος [6] δοῦναι. τοῦ βασιλέως χρήματα λαβεῖν μὴ προσδεχομένου, πεισθέντος δὲ τὸ Λιλύβαιον συγχωρῆσαι τοῖς Καρχηδονίοις, οἱ μετέχοντες τοῦ συνεδρίου φίλοι καὶ οἱ ἀπὸ τῶν πόλεων ἀποκαλοῦντες ἐκέλευον μηδενὶ τρόπῳ συγχωρεῖν τοῖς βαρβάροις ἐπιβάθραν ἔχειν κατὰ τῆς Σικελίας, ἀλλ' ἐξ ἁπάσης αὐτῆς ἐξελάσαι τοὺς Φοίνικας καὶ διορίσαι τῷ πελάγει τὴν ἐπαρχίαν. εὐθὺς ὁ βασιλεὺς πλησίον τῶν τειχῶν καταστρατοπεδεύσας, τὸ μὲν πρῶτον συνεχεῖς τοῖς τείχεσιν ἐποιεῖτο προσβολὰς ἐκ διαδοχῆς· ἠμύναντο δὲ οἱ Καρχηδόνιοι διὰ τὸ πλῆθος τῶν ἀγωνιζομένων καὶ τὸ μέγεθος τῆς [7] παρασκευῆς. τοσοῦτον γὰρ πλῆθος καταπελτῶν ὀξυβελῶν τε καὶ πετροβόλων ἤθροιστο παρὰ Καρχηδονίων ὥστε τὸ τεῖχος μὴ χωρεῖν τὸ πλῆθος τῆς παρασκευῆς. διὸ καὶ βελῶν παντοδαπῶν ἀφιεμένων ἐπὶ τοὺς πολιορκοῦντας, πολλῶν πιπτόντων, πολλῶν δὲ τραυματιζομένων, ἠλαττοῦτο Πύρρος. ἐπεβάλετο κρείττονας μηχανὰς ὁ βασιλεὺς κατασκευάζειν τῶν ἐκ Συρακούσης ἐνεχθεισῶν αὐτῷ, καὶ διὰ τῆς μεταλλείας ἐπεβάλετο τὰ τείχη σαλεῦσαι. τῶν δὲ Καρχηδονίων ἀντιμαχομένων διὰ τὸ πετρώδη εἶναι τὸν τόπον, δύο μῆνας πολιορκήσας καὶ ἀπογνοὺς τὴν ἐκ τῆς βίας ἅλωσιν, ἔλυσε τὴν πολιορκίαν. κρίνας οὖν στόλον μέγαν κατασκευάζειν, καὶ διὰ τούτου θαλασσοκρατήσας δυνάμεις πρὸς Λιβύην διαβιβάζειν, ἔτρεπε τὴν ὁρμήν. (Exc. Hoesch. pp. 497-497 W.)

[11]

[1]    Ὅτι Πύρρος προτερήσας περιβοήτῳ νίκῃ τοὺς τῶν Γαλατῶν θυρεοὺς ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς καὶ τῶν ἄλλων λαφύρων τὰ πολυτελέστατα, τὴν ἐπιγραφὴν τήνδε ποιησάμενος,

   Τοὺς θυρεοὺς ὁ Μολοττὸς Ἰτωνίδι δῶρον Ἀθηνᾷ

   Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατῶν

   πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν. οὐ μέγα θαῦμα·

   αἰχματαὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.

[2]    Συνειδότες οὖν ἑαυτοῖς ἠσεβηκόσι τηλικαῦτα προσεδόκων εἰκότως τεύξεσθαι τῆς ἁρμοζούσης τοῖς ἀνομήμασι τιμωρίας. (Const. Exc. 4, p. 347.)

[12]

[1]    Ὅτι τὰς Αἰγέας διαρπάσας ὁ Πύρρος, ἥτις ἦν ἑστία τῆς Μακεδονικῆς βασιλείας, τοὺς Γαλάτας ἐκεῖσε κατέλιπεν. οἱ δὲ πυθόμενοί τινων ὅτι κατὰ τοὺς βασιλικοὺς τάφους τοῖς τετελευτηκόσι συγκατωρύχθη χρήματα πολλὰ κατά τινα παλαιὰν συνήθειαν, ἅπαντας ἀνέσκαψαν καὶ τυμβωρυχήσαντες τὰ μὲν χρήματα διείλαντο, τὰ δὲ ὀστᾶ τῶν τετελευτηκότων διέρριψαν. ὁ δὲ Πύρρος ἐπὶ τούτοις βλασφημούμενος οὐκ ἐκόλαζε τοὺς βαρβάρους διὰ τὰς ἐν τοῖς πολέμοις χρείας.

   (Const. Exc. 2 (1), p. 258.)

[13]   Τῶν δὲ τὴν Μεσσήνην οἰκούντων Μαμερτίνων ηὐξημένων ... πολλὰ μὲν φρούρια ... αὐτοὶ δὲ εὔζωνον ποιήσαντες τὴν δύναμιν ἧκον ἐν τάχει βοηθήσοντες τῇ Μεσσηνίᾳ πολεμουμένῃ. ὁ δὲ Ἱέρων ἀπαλλαγεὶς ἐκ τῆς πολεμίας, Μύλας κατὰ κράτος ἑλὼν ἐκυρίευσε στρατιωτῶν χιλίων πεντακοσίων. εὐθὺς δὲ καὶ τἄλλα χωρία χειρούμενος, κατήντησεν ἐπὶ τὸ Ἀμήσελον, κείμενον μεταξὺ Κεντοριπίνων καὶ Ἀγυρίου. ἐχυροῦ δὲ ὄντος καὶ πολλοὺς στρατιώτας ἔχοντος, ἐκπολιορκήσας τὸ χωρίον τοῦτο μὲν κατέσκαψε, τοὺς δὲ φρουροῦντας ἀπολύσας τῶν ἐγκλημάτων ἔταξεν εἰς τὰς ἰδίας τάξεις. τῆς δὲ χώρας τὴν μὲν τοῖς Κεντοριπίνοις, τὴν δὲ τοῖς Ἀγυριναίοις ἐδωρήσατο.

[2] μετὰ δὲ ταῦτα Ἱέρων ἔχων δύναμιν ἀξιόλογον ἐστράτευσεν ἐπὶ Μαμερτίνους, καὶ τὴν μὲν Ἅλαισαν παραδόσει προσηγάγετο, ὑπὸ δὲ τῶν Ἀβακαινίνων καὶ Τυνδαριτῶν προθύμως προσδεχθεὶς ἐκυρίευσε τῶν πόλεων τούτων, καὶ εἰς στενὴν χώραν συνήλασε τοὺς Μαμερτίνους. ἀπὸ μὲν γὰρ τοῦ Σικελικοῦ πελάγους τὴν ἐγγὺς Μεσσήνης εἶχε πόλιν τὴν τῶν Ταυρομενιτῶν, ἀπὸ δὲ τοῦ Τυρρηνικοῦ τὴν Τυνδαριτῶν. ἐμβαλὼν δὲ εἰς Μεσσήνην κατεστρατοπέδευσε παρὰ τὸν Λοίτανον ποταμόν, πεζοὺς ἔχων μυρίους, ἱππεῖς δὲ χιλίους πεντακοσίους· ἀντεστράτευσαν δὲ καὶ Μαμερτῖνοι ἔχοντες πεζοὺς ὀκτακισχιλίους, ἱππεῖς δὲ μ΄· στρατηγὸν δὲ [3] εἶχον Κίων. οὗτος δὲ μάντεις ἀθροίσας ἱεροσκόπους, θύσας ἐπηρώτησε περὶ τῆς μάχης· τῶν δὲ ἀποφηναμένων ὅτι διὰ τῶν ἱερῶν οἱ θεοὶ σημαίνουσι νυκτερεύσειν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων, περιχαρὴς ἦν, ὡς κυριεύσων τῆς τοῦ βασιλέως στρατοπεδείας. εὐθὺς ἐκτάξας τὴν δύναμιν ἐπειρᾶτο [4] διαβαίνειν τὸν ποταμόν. Ἱέρων δ' ἔχων τοὺς φυγάδας Μεσσήνης διακοσίους συστρατεύοντας, διαφόρους ταῖς ἀνδρείαις καὶ ἀρεταῖς, προσθεὶς αὐτοῖς ἄλλους τετρακοσίους ἐπιλέκτους προσέταξε τὸν πλησίον λόφον τὸν ὀνομαζόμενον Θώρακα περιελθεῖν καὶ τοῖς πολεμίοις κατὰ νώτου προσπεσεῖν· αὐτὸς δὲ τὴν δύναμιν ἐκτάξας, κατὰ στόμα ἀπήντα. γενομένης δὲ περὶ τὸ ῥεῖθρον ἱππομαχίας, ἅμα καὶ τῶν πεζῶν ἐκ προστάξεως τοῦ βασιλέως προκατειληφότων ὀφρῦν τινα περὶ τὸν ποταμὸν καὶ τὴν εὐκαιρίαν τοῦ τόπου πλεονεκτούντων, μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος· ἐπεὶ δὲ καὶ οἱ τὸν λόφον περιελθόντες ἐπέρραξαν παραδόξως τοῖς Μαμερτίνοις καὶ νεαλεῖς ὄντες τοὺς κάμνοντας τῇ μάχῃ ῥᾳδίως ἀνῄρουν, τότε δὴ πανταχόθεν κυκλωθέντες πρὸς φυγὴν ὥρμησαν. ἐπικειμένων τῶν [5] Συρακοσίων δυνάμει, πάντας κατέκοψαν. ὁ δὲ στρατηγὸς τῶν Μαμερτίνων ἀγωνιζόμενος ἐκθύμως καὶ περιπεσὼν πολλοῖς τραύμασι καὶ λιποψυχήσας ἐζωγρήθη. οὗτος ἀνεκομίσθη ἔμπνους εἰς τὴν τοῦ βασιλέως παρεμβολὴν καὶ παρεδόθη ἰατροῖς εἰς θεραπείαν. καὶ κατὰ τὴν μαντείαν καὶ τὴν τῶν ἱεροσκόπων πρόρρησιν νυκτερεύσαντος αὐτοῦ εἰς τὴν τῶν ἐναντίων παρεμβολήν, τοῦ βασιλέως δὲ θέλοντος περὶ πολλοῦ θεραπεῦσαι τὸν Κίων, ἧκόν τινες ἵππους φέροντες ἐκ τοῦ πολέμου εἰς τὸν [6] βασιλέα. ὁ Κίως δὲ ἐπιγνοὺς τὸν τοῦ ἰδίου υἱοῦ ἵππον ὑπέλαβεν ἀνῃρῆσθαι τὸν νεανίσκον. περιαλγὴς δὲ γενόμενος τὰς ῥαφὰς τῶν τραυμάτων διέρρηξε, τὴν ἀπώλειαν τοῦ τέκνου θανάτου τιμησάμενος. οἱ δὲ Μαμερτῖνοι, ἀπαγγελίας γενομένης ὅτι σὺν τῷ στρατηγῷ Κίῳ καὶ οἱ λοιποὶ στρατιῶται πάντες ἀπολώλασιν, ἔκριναν μεθ' ἱκετηρίας ἀπαντᾶν τῷ βασιλεῖ. οὐ μὴν ἡ τύχη εἴασε παντελῶς πεσεῖν [7] τὰ κατὰ Μαμερτίνους πράγματα. Ἀννίβας γὰρ ὁ τῶν Καρχηδονίων στρατηγὸς ἔτυχεν ὁρμῶν ἐν τῇ Λιπάρας νήσῳ. ἀκούσας δὲ τὸ παράδοξον ἧκε κατὰ τάχος εἰς τὸν βασιλέα, τῷ μὲν λόγῳ συγχαίρων, τῷ δὲ ἔργῳ σπεύδων τὸν Ἱέρωνα καταστρατηγῆσαι δι' ἀπάτης. ὁ μὲν βασιλεὺς πεισθεὶς τῷ Φοίνικι τὰς ἡσυχίας ἔσχεν. ὁ δὲ Ἀννίβας παρελθὼν εἰς Μεσσήνην καὶ καταλαβὼν Μαμερτίνους μέλλοντας παραδιδόναι τὴν πόλιν ἀνέπεισε, καὶ προσποιησάμενος βοήθειαν εἰσήγαγεν εἰς τὴν πόλιν στρατιώτας μ΄. οἱ μὲν οὖν Μαμερτῖνοι ἀπογνόντες ἑαυτῶν διὰ τὴν ἧτταν, πάλιν ἀπεκατεστάθησαν [8] εἰς ἀσφάλειαν τὸν εἰρημένον τρόπον. ὁ δὲ Ἱέρων καταστρατηγηθεὶς ὑπὸ τοῦ Φοίνικος, τὴν πολιορκίαν ἀπογνοὺς ἐπανῆλθε εἰς Συρακόσας, περιβόητον εὐημερίαν περιπεποιημένος.

[9]    Οἱ δὲ Καρχηδόνιοι καὶ Ἱέρων, ἀποπεπτωκότες τῆς Μεσσήνης, συνῆλθον εἰς σύλλογον καὶ συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι συνέθεντο κοινῇ πολεμῆσαι Μεσσήνην.

   (Exc. Hoesch. pp. 499-500 W.)

FRAGMENTA LIBRI XXIII

[1]   Ὅτι Σικελία πασῶν τῶν νήσων καλλίστη ὑπάρχει, ὡς μεγάλα δυναμένη συμβάλλεσθαι πρὸς αὔξησιν ἡγεμονίας.

[2]    Ὅτι Ἄννων ὁ Ἀννίβου εἰς Σικελίαν ἐλθὼν καὶ τὰς δυνάμεις ἀθροίσας εἰς τὸ Λιλύβαιον, προῆλθε μέχρι Σολοῦντος, καὶ τὴν πεζὴν στρατιὰν ἀπέλιπε πλησίον τῆς πόλεως παρεμβεβληκυῖαν, αὐτὸς δὲ παρελθὼν εἰς τὴν Ἀκράγαντα τὴν ἄκραν ἐτείχισε, πείσας τὸν δῆμον φίλον ὄντα συμμαχῆσαι Καρχηδονίων. ἐπανελθόντος δὲ αὐτοῦ εἰς τὴν ἰδίαν στρατοπεδείαν, ἧκον παρὰ Ἱέρωνος πρέσβεις περὶ τοῦ κοινῇ συμφέροντος. ἐποιήσαντο γὰρ συμμαχίαν Ῥωμαίους πολεμῆσαι, ἐὰν μὴ τὴν ταχίστην [3] ἐκ τῆς Σικελίας ἀπαλλάττωνται. ἀμφοτέρων δὲ τὰς δυνάμεις ἀγαγόντων ἐπὶ τὴν Μεσσήνην, Ἱέρων μὲν ἐπὶ τοῦ λόφου τοῦ καλουμένου Χαλκιδικοῦ κατεστρατοπέδευσεν, οἱ δὲ Καρχηδόνιοι τῇ πεζῇ στρατιᾷ παρενέβαλον εἰς τὰς καλουμένας Εὐνεῖς, τῇ δὲ ναυτικῇ κατέσχον τὴν ἄκραν τὴν καλουμένην Πελωριάδα· συνεχῶς δ' ἐπολιόρκουν τὴν Μεσσήνην.

[4] ὁ δὲ Ῥωμαίων δῆμος πυθόμενος ἀπέστειλε τὸν ἕτερον ὕπατον καλούμενον Ἄππιον Κλαύδιον μετὰ δυνάμεως ἁδρᾶς, ὃς εὐθὺς ἦλθεν εἰς Ῥήγιον. πρὸς δὲ τὸν Ἱέρωνα καὶ Καρχηδονίους πρέσβεις ἐξέπεμψε περὶ διαλύσεως τῆς πολιορκίας. προσεπηγγέλλετο ... δημογορεῖν δὲ πρὸς Ἱέρωνα πολέμῳ μὴ ἐπιβήσεσθαι. ὁ δὲ Ἱέρων ἀπεκρίνατο διότι Μαμερτῖνοι Καμάριναν καὶ Γέλαν ἀναστάτους πεποιηκότες, Μεσσήνην δὲ ἀσεβέστατα κατειληφότες, δικαίως πολιορκοῦνται, Ῥωμαῖοι δέ, θρυλλοῦντες τὸ τῆς πίστεως ὄνομα, παντελῶς οὐκ ὀφείλουσι τοὺς μιαιφόνους, μάλιστα πίστεως καταφρονήσαντας, ὑπερασπίζειν· εἰ δὲ ὑπὲρ ἀσεβεστάτων τηλικοῦτον ἐπαναιροῦνται πόλεμον, φανεροὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις ὅτι τῆς ἰδίας πλεονεξίας πρόφασιν πορίζονται τὸν τῶν κινδυνευόντων ἔλεον, τὸ δὲ ἀληθὲς Σικελίας ἐπιθυμοῦσιν.

   (Exc. Hoesch. pp. 500-501 W.)

[2]

[1]    Ὅτι Φοίνικες καὶ Ῥωμαῖοι ναυμαχήσαντες, μετὰ δὲ ταῦτα εὐλαβούμενοι τὸ μέγεθος τοῦ προκειμένου πολέμου, διεπρεσβεύσαντο πρὸς τὸν ὕπατον περὶ φιλίας. πολλῶν δὲ λόγων ῥηθέντων καὶ τραχυτέροις λόγοις χρωμένων πρὸς ἀλλήλους, οἱ Φοίνικες θαυμάζειν ἔφασαν πῶς διαβαίνειν τολμῶσιν εἰς Σικελίαν Ῥωμαῖοι θαλαττοκρατούντων Καρχηδονίων· φανερὸν γὰρ εἶναι πᾶσιν ὅτι μὴ τηροῦντες τὴν φιλίαν οὐδὲ νίψασθαι τὰς χεῖρας ἐκ τῆς θαλάσσης τολμήσουσιν. οἱ δὲ Ῥωμαῖοι συμβουλεύειν τοῖς Καρχηδονίοις ἔφασαν μὴ διδάσκειν αὐτοὺς τὰ κατὰ τὴν θάλασσαν πολυπραγμονεῖν· μαθητὰς γὰρ τοὺς Ῥωμαίους ἀεὶ ὄντας γίνεσθαι κρείττους τῶν διδασκάλων. τὸ μὲν γὰρ παλαιὸν αὐτῶν θυρεοῖς τετραγώνοις χρωμένων, Τυρρηνοὶ χαλκαῖς ἀσπίσι φαλαγγομαχοῦντες καὶ προτρεψάμενοι τὸν ὅμοιον ἀναλαβεῖν ὁπλισμὸν ἡττήθησαν. ἔπειτα πάλιν ἄλλων ἐθνῶν θυρεοῖς χρωμένων οἷς νῦν ἔχουσι καὶ κατὰ σπείρας μαχομένων, ἀμφότερα μιμησάμενοι περιεγένοντο τῶν εἰσηγησαμένων τὰ καλὰ τῶν παραδειγμάτων. παρὰ δὲ τῶν Ἑλλήνων μαθόντες πολιορκεῖν καὶ ταῖς μηχαναῖς καταβάλλειν τὰ τείχη, τὰς πόλεις τῶν διδαξάντων ἠνάγκασαν ποιεῖν τὸ προσταττόμενον. καὶ νῦν ἂν Καρχηδόνιοι βιάσωνται μαθεῖν αὐτοὺς ναυμαχεῖν, ταχὺ τοὺς μαθητὰς τῶν διδασκάλων ὄψονται περιγενομένους.

   (Const. Exc. 4, pp. 347-348.)

[2]    Ὅτι Ῥωμαῖοι πρῶτον ἀσπίδας τετραγώνους εἶχον εἰς τὸν πόλεμον· ὕστερον ἰδόντες Τυρρηνοὺς χαλκᾶς ἀσπίδας ἔχοντας, ποιήσαντες οὕτως ἐνίκησαν αὐτούς.

[3]

[1]    Ὅτι διαπεράσαντος τοῦ ὑπάτου εἰς Μεσσήνην, ὁ Ἱέρων νομίζων προδοθῆναι τὴν διάβασιν ὑπὸ Καρχηδονίων ἔφυγεν εἰς Συρακόσας. Καρχηδονίων δὲ πολεμησάντων καὶ ἡττηθέντων, τὴν Ἐχέτλαν ὁ ὕπατος ἐπολιόρκησε, καὶ στρατιώτας πολλοὺς ἀποβαλὼν εἰς Μεσσήνην ἀνέζευξεν.

[4]   Ὅτι τῶν ὑπάτων ἀμφοτέρων εἰς Σικελίαν ἐλθόντων καὶ τὴν Ἁδρανιτῶν πόλιν πολιορκησάντων, εἷλον κατὰ κράτος. εἶτα τὴν Κεντοριπίνων πολιορκούντων καὶ πρὸς ταῖς χαλκαῖς πύλαις καθημένων, ἧκον πρέσβεις πρῶτον παρ' Ἁλαισίνων· εἶτα δειλίας πεσούσης καὶ ἐν ταῖς ἄλλαις πόλεσι, καὶ αὐτοὶ πρέσβεις ἀπέστειλαν περὶ εἰρήνης καὶ ἐπηγγείλαντο ἐπιδώσειν τὰς πόλεις Ῥωμαίοις· ἦσαν δὲ ἑξήκοντα ἑπτά. ὧν παραλαβόντες τὰς δυνάμεις, εἰς Συράκοσαν ἦλθον πολιορκήσοντες Ἱέρωνα. ὁρῶν δὲ τοὺς Συρακοσίους ἀγανακτοῦντας, πρέσβεις ἀπέστειλε πρὸς τοὺς ὑπάτους περὶ διαλύσεως. οἱ δὲ σπεύδοντες πρὸς μόνους Καρχηδονίους διαπολεμεῖν ἀσμένως ὑπήκουσαν, καὶ συνέθεντο εἰρήνην ἐπ' ἔτη πεντεκαίδεκα, λαβόντες δραχμῶν ιε΄ μυριάδας, καὶ τοὺς αἰχμαλώτους ἀποδόντι κυριεύειν συνεχώρησαν Συρακοσίων καὶ τῶν ὑπ' αὐτὸν πόλεων, Ἀκρῶν, Λεοντίνων, Μεγαρέων, Αἱλώρων, Νεαιτίνων, Ταυρομενίων. τούτων πραττομένων κατέπλευσεν Ἀννίβας μετὰ ναυτικῆς δυνάμεως εἰς τὴν Ξιφωνίαν βοηθήσων τῷ βασιλεῖ· μαθὼν δὲ τὰ πεπραγμένα ἀνεχώρησε.

[2]    Ὅτι Ἁδράνωνα κώμην καὶ Μάκελλαν πολλὰς ἡμέρας πολιορκήσαντες Ῥωμαῖοι ἀπῆλθον ἄπρακτοι.

[5]

[1]  Ὅτι Αἰγεσταῖοι πρῶτον κρατούμενοι ὑπὸ Καρχηδονίων εἰς Ῥωμαίους ἀπέκλιναν. παραπλήσιον δὲ καὶ Ἁλικυαῖοι ἐποίησαν· Ἰλαρὸν δὲ καὶ Τυριττὸν καὶ τὴν Ἄσκελον ἐξεπολιόρκησαν. Τυνδάριοι δὲ ἰδόντες αὑτοὺς ἀπολελειμμένους φόβῳ συσχεθέντες ἠβουλήθησαν καὶ αὐτοὶ αὑτοὺς δοῦναι. ὑποπτεύσαντες δὲ Φοίνικες τὴν προαίρεσιν αὐτῶν τοὺς ἐπιφανεστάτους ἔλαβον ὁμήρους εἰς τὸ Λιλύβαιον καὶ σῖτον, οἶνον, καὶ τὴν ἄλλην παρασκευὴν ἀπεκόμισαν.

[6]   Φιλήμων δὲ ὁ κωμικὸς ἔγραψε δράματα ἐνενήκοντα ἑπτά, βιώσας ἔτη ἐνενήκοντα ἐννέα.

[7]   Οἱ δὲ πολιορκοῦντες Ἀκράγαντα τὴν πόλιν σὺν τοῖς Ῥωμαίοις καὶ ταφροποιοῦντες καὶ χάρακας βάλλοντες δέκα μυριάδες ὑπῆρχον. πολλὰ δὲ οἱ Φοίνικες ἀντιμαχήσαντες, τὴν πόλιν Ἀκράγαντα τοῖς Ῥωμαίοις παρέδωκαν.

[8]   Ὅτι Ἄννων ὁ πρεσβύτερος ἐκ τῆς Λιβύης κατὰ τὴν πολιορκίαν Ἀκράγαντος ἐπεραίωσε μεγάλην δύναμιν εἰς Σικελίαν, πεζῶν μυριάδας πέντε, ἱππεῖς δὲ ἑξακισχιλίους, ἐλέφαντας δὲ ἑξήκοντα. Φιλῖνος δὲ ὁ Ἀκραγαντῖνος ἱστορικὸς ἀνεγράψατο. ὁ δὲ οὖν Ἄννων ἀναζεύξας μετὰ πάσης τῆς δυνάμεως ἐκ τοῦ Λιλυβαίου παρῆλθεν εἰς τὴν Ἡράκλειαν, καθ' ὃν καιρὸν ἦλθόν τινες ἀπαγγέλλοντες τὸν Ἑρβησσὸν παραδώσειν. Ἄννων δὲ πολεμήσας ἐν δυσὶ μάχαις ἀπέβαλε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς διακοσίους, ζωγρίας δὲ τετρακισχιλίους· ἐλέφαντας ὀκτὼ θανεῖν, τριάκοντα τρεῖς δὲ κατατραυματισθῆναι.

[2]    Ὅτι πόλις ἦν καὶ ἡ Ἔντελλα.

[3]    Ὁ δὲ Ἄννων βουλευσάμενος ἐμφρόνως ἑνὶ στρατηγήματι τοὺς ἐχθροὺς ἅμα καὶ τοὺς πολεμίους ἀνεῖλεν.

[9]

[1]    Ἓξ δὲ μῆνας παρακαθίσαντες οὕτω παρέλαβον Ἀκράγαντα, δούλους ἀπάραντες ἅπαντας πλέον τῶν δισμυρίων καὶ πεντακισχιλίων. ἀπέβαλον δὲ καὶ Ῥωμαῖοι πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ [2] μφ΄. Ἄννωνα δὲ οἱ Καρχηδόνιοι ἐζημίωσαν χρυσοῖς ἑξακισχιλίοις ἀτιμάσαντες· ἀντὶ δὲ τούτου στρατηγὸν ἀπέστειλαν εἰς Σικελίαν Ἀμίλκαν.

[3] Μυτίστρατον δὲ πολιορκήσαντες Ῥωμαῖοι, καὶ πολλὰς μηχανὰς ποιήσαντες, μετὰ μῆνας ἑπτὰ ἀνεχώρησαν ἄπρακτοι, πολλοὺς στρατιώτας ἀποβαλόντες.

[4] Ἀμίλκας δὲ τοῖς Ῥωμαίοις συναντήσας εἰς Θέρμας καὶ πολεμήσας, ἐνίκησε καὶ ἀπέκτεινεν ἑξακισχιλίους, παρ' ὀλίγον δὲ ὅλην τὴν δύναμιν. ἦν δὲ καὶ τὸ Μάζαριν φρούριον ὑπὸ Ῥωμαίων ἐξηνδραποδισμένον. Ἀμίλκας δὲ ὁ Καρχηδόνιος Καμάριναν ὑπὸ προδοτῶν παρέλαβε δεύτερον· μετ' ὀλίγας δὲ ἡμέρας καὶ τῆς Ἔννης ἐκυρίευσεν ὃν τρόπον καὶ Καμαρίνης. τὸ δὲ Δρέπανον τειχίσας καὶ πόλιν καταστήσας μετῴκισε τοὺς Ἐρυκίνους, καὶ τὸν Ἔρυκα κατέσκαψε πλὴν τοῦ περὶ τὸ ἱερὸν τόπου. τρίτον δὲ πολιορκήσαντες τὴν Μυτίστρατον Ῥωμαῖοι εἷλον καὶ κατέσκαψαν τὴν πόλιν, καὶ τὰ ὑπολειφθέντα σώματα λαφυροπωλήσαντες.

[5] μετὰ ταῦτα δὲ εἰς Καμάριναν ἦλθον, καὶ ταύτῃ παρακαθίσας ἑλεῖν οὐκ ἐδυνήθη· ὕστερον δὲ παρ' Ἱέρωνος πολεμικὰ ὄργανα μεταστειλάμενος, τὴν πόλιν εἷλε καὶ τὰ σώματα τὰ πλείονα Καμαριναίων ἐπώλησεν. εὐθὺς δὲ ὑπὸ προδοτῶν καὶ τὴν Ἔνναν εἷλε· καὶ τῶν φρουρῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἐξέφυγον πρὸς τοὺς συμμάχους. εἶτα ἐπὶ Σιττάναν ἐλθὼν κατὰ κράτος ταύτην εἷλε. εἶτα ὁμοίως ταῖς ἄλλαις πόλεσι φρουρὰν καταστήσας, ἐπὶ Καμικὸν ἦλθε, φρούριον Ἀκραγαντίνων· εἷλε καὶ αὐτὸ προδοσίᾳ· τὸν δὲ τόπον ἔμφρουρον κατέστησεν. ἐξελείφθη δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ Ἑρβησσός. ἔτι δὲ ποταμὸς Ἅλυκος καὶ ἄλλαις ἔσχατος.

   (Exc. Hoesch. pp. 501-503 W.)

[10]

[1]    Ὅτι ὁ τῶν Καρχηδονίων στρατηγὸς Ἀννίβας ἡττηθεὶς ναυμαχίᾳ καὶ φοβούμενος μὴ διὰ τὴν ἧτταν ἀπὸ τῆς γερουσίας τύχῃ τιμωρίας τεχνάζεταί τι τοιοῦτον. ἀπέστειλέ τινα τῶν φίλων εἰς Καρχηδόνα δοὺς ἐντολὰς ἅς ποτε ἔδοξεν αὐτῷ συμφέρειν. ὁ δὲ καταπλεύσας εἰς τὴν πόλιν καὶ πρὸς τὴν γερουσίαν εἰσαχθεὶς εἶπεν ὅτι προσέταξεν Ἀννίβας ἐρωτῆσαι τὴν βουλὴν εἰ κελεύει ναυμαχῆσαι διακοσίαις ναυσὶ πρὸς Ῥωμαίων ἑκατὸν εἴκοσι. τῶν δὲ ἀναβοησάντων καὶ κελευσάντων, Τοιγαροῦν, ἔφη, νεναυμάχηκε καὶ ἡττήμεθα. ἐκεῖνος δὲ ὑμῶν προσταξάντων ἀπολέλυται τῆς αἰτίας. ὁ μὲν οὖν Ἀννίβας εἰδὼς τοὺς πολίτας ἐκ τῶν ἀποτελεσμάτων συκοφαντοῦντας τοὺς στρατηγούς, τοιούτῳ τρόπῳ τὰς ἐσομένας κατηγορίας ὑπεξείλατο.

[2]

   Διαβεβλημένοι γὰρ ἐν τοῖς πρότερον κινδύνοις ὡς ἂν τῶν ἐλαττωμάτων αἴτιοι γεγονότες ἔσπευδον διὰ ταύτης τῆς ναυμαχίας ἀνακτήσασθαι τὰς περὶ τούτων διαβολάς.

[11]

[1]    Οὐδὲν δ' οὕτω καταπλήττεται τὰς ψυχὰς τὸ ἡττηθῆναι ὡς τοῖς Καρχηδονίοις. δυνάμενοι γὰρ ῥᾳδίως διαφθεῖραι τὴν ναυτικὴν δύναμιν τῶν πολεμίων περὶ τὸν κατάπλουν οὐδὲ ἐπεχείρησαν τούτους ἀμύνασθαι. τριάκοντα γὰρ ναυσὶ τῶν Ῥωμαίων προσφερομένων τῇ χώρᾳ καὶ μήτε τάξεως μήτε συστήματος ἁδροῦ γενομένου τοῦ τε πνεύματος βιαιότερον ἐγκειμένου, χωρὶς κινδύνου παρῆν αἱρεῖν αὔτανδρα τὰ σκάφη. εἰ μὲν οὖν καταβάντες εἰς τὸ πεδίον ἐξ ἴσου παρετάξαντο καὶ πᾶσι τοῖς μέρεσι τῆς δυνάμεως ἐνεργῶς ἐχρήσαντο, ῥᾳδίως ἂν περιεγένοντο τῶν πολεμίων· νῦν δὲ πρὸς αὐτὴν μόνον ἀποβλέψαντες τὴν ἐρυμνότητα τοῦ λόφου, καὶ τῶν χρησίμων τὰ μὲν διὰ τὴν εὐλάβειαν προέμενοι τὰ δὲ διὰ τὴν ἀπειρίαν διαγνοήσαντες, τοῖς ὅλοις ἔπταισαν.

[12]   Ὅτι ἐν ἀθυμίᾳ πολλῇ ὄντων τῶν Καρχηδονίων τρεῖς ἄνδρας ἡ γερουσία τῶν ἐπιφανεστάτων ἀπέστειλε πρεσβευτὰς πρὸς τὸν Ἀτίλιον περὶ εἰρήνης. τούτων δὲ Ἄννων ὁ Ἀμίλκου πρῶτος ὢν τῇ δόξῃ, διαλεχθεὶς τοὺς ἁρμόζοντας λόγους τῷ καιρῷ, παρεκάλει τὸν ὕπατον μετρίως αὐτοῖς χρήσασθαι καὶ τῆς Ῥώμης ἀξίως. ὁ δὲ Ἀτίλιος μεμετεωρισμένος τοῖς εὐημερήμασιν καὶ τύχης ἀνθρωπίνης οὐδεμίαν ἔννοιαν λαμβάνων τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν ὥστε τὴν συντεθειμένην εἰρήνην ὑπ' αὐτοῦ μηδὲν διαφέρειν δουλείας. ἐφ' οἷς ὁρῶν τοὺς πρεσβευτὰς ἀγανακτοῦντας ἔφησεν αὐτοὺς δεῖν τοὐναντίον χάριν ἔχειν ἐπὶ τούτοις· μὴ δυναμένων γὰρ αὐτῶν μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν ὑπὲρ τῆς ἐλευθερίας ἀντιτάξασθαι, πᾶν τὸ συγχωρούμενον ὑφ' ἑαυτοῦ λαμβάνειν ἐν δωρεᾷ. τῶν δὲ περὶ τὸν Ἄννωνα παρρησιαζομένων πρὸς αὐτόν, ὑπερηφάνως ἀπειλήσας προσέταξεν ἀπιέναι τὴν ταχίστην, ἐπιφθεγξάμενος ὅτι δεῖ τοὺς ἀγαθοὺς ἢ νικᾶν ἢ εἴκειν τοῖς ὑπερέχουσιν. ὁ μὲν οὖν ὕπατος οὔτε τὸ τῆς πατρίδος ἔθος ἐν τοῖς τοιούτοις μιμησάμενος οὔτε τὴν ἐκ θεοῦ νέμεσιν εὐλαβηθεὶς συντόμως τῆς ὑπερηφανίας ἀξίᾳ περιέπεσε τιμωρίᾳ.

   (Const. Exc. 4, pp. 348-349.)

[13]   Πάντες μὲν οὖν ἄνθρωποι κατὰ τὰς ἀτυχίας μᾶλλον εἰώθασι τοῦ δαιμονίου μνημονεύειν, καὶ πολλάκις ἐν ταῖς εὐημερίαις καὶ εὐπραξίαις ὡς μύθων πεπλασμένων τῶν θεῶν καταφρονοῦντες κατὰ τὰς ἐλαττώσεις ἀνατρέχουσιν ἐπὶ τὴν φυσικὴν εὐλάβειαν. μάλιστα δὲ οἱ Καρχηδόνιοι διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων φόβων ἀναζητοῦντες τὰς ἐκ τῶν πολλῶν χρόνων παραλελειμμένας θυσίας ἐπολυπλασίαζον τὰς εἰς τὸ θεῖον τιμάς.

   (Const. Exc. 4, p. 350; to εὐλάβειαν, Exc. Hoesch. p. 504 W.)

[14]   Ὅτι ὁ Ξάνθιππος ὁ Σπαρτιάτης συνεβούλευε τοῖς στρατηγοῖς προάγειν ἐπὶ τοὺς πολεμίους· καὶ ταῦτα ἔφησεν αὐτοῖς λέγειν οὐχ ἵνα ἐκείνους παροξύνας καὶ παρακαλέσας αὐτὸς ἐκτὸς ᾖ τῶν κινδύνων, ἀλλ' ὅπως εἰδῶσιν ὅτι πέπεισται ταῦτα ποιούντων αὐτῶν ῥᾳδίως προτερήσειν, αὐτός τε καθηγήσεσθαι τῆς μάχης καὶ πρῶτος ἐν τοῖς κινδύνοις ἀνδραγαθήσειν.

[2]    Ὅτι Ξανθίππου κατὰ τὸν πόλεμον τοῦ Σπαρτιάτου παριππεύοντος καὶ τοὺς πεφευγότας πεζοὺς ἀναστρέφοντος, εἰπόντος δέ τινος ὅτι ῥᾳδίως ἐφ' ἵππου καθήμενος τοὺς ἄλλους εἰς τὸν κίνδυνον παρακαλεῖ, παραχρῆμα καθαλόμενος τὸν μὲν ἵππον τῶν παίδων τινὶ παρέδωκεν, αὐτὸς δὲ πεζῇ παριὼν ἐδεῖτο μὴ γενέσθαι τῆς ἥττης καὶ τῆς ἀπωλείας αἰτίους ἅπαντος τοῦ στρατοπέδου.

   (Const. Exc. 4, p. 350.)

[15]

[1]    Ἡμεῖς δὲ τῆς ἱστορίας οἰκεῖον ὑπολαμβάνομεν εἶναι τὸ μὴ παραλιπεῖν ἀνεπισημάντους τὰς τῶν ἡγεμόνων προαιρέσεις ἐπ' ἀμφότερα. τῇ μὲν γὰρ τῶν ἡμαρτημένων κατηγορίᾳ διορθοῦσθαι συμβαίνει τοὺς ἐπὶ τὴν ὁμοίαν καταφερομένους ἄγνοιαν, τῇ δὲ ἐπὶ τῶν ἀγαθῶν ἐπιτηδευμάτων εὐφημίᾳ προτρέπεσθαι πολλῶν τὰς ψυχὰς πρὸς ἀρετήν. τίς οὖν οὐκ ἂν δικαίως μέμψαιτο τὴν ἀφροσύνην καὶ τὴν ὑπερηφανίαν τὴν Ἀτιλίου; τὴν γὰρ εὐτυχίαν ὥσπερ βαρὺ φορτίον ἐνεγκεῖν ἐπιδεξίως οὐ δυνηθεὶς ἑαυτὸν μὲν ἀπεστέρησε τῆς μεγίστης δόξης, τὴν δὲ πατρίδα μεγάλοις περιέβαλε [2] συμπτώμασι. δυνάμενος γὰρ θέσθαι τὴν εἰρήνην συμφέρουσαν μὲν τῇ Ῥώμῃ, ταπεινὴν δὲ καὶ παντελῶς αἰσχρὰν τῇ Καρχηδόνι, πρὸς δὲ τούτοις ἀπενέγκασθαι παρὰ πᾶσιν ἀνθρώποις αἰώνιον μνήμην ἡμερότητος καὶ φιλανθρωπίας, τούτων μὲν οὐδ' ὁντινοῦν ἐποιήσατο λόγον, τοῖς δὲ τῶν ἠτυχηκότων πταίσμασιν ὑπερηφάνως προσενεχθείς, τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν ὥστε τὸ μὲν δαιμόνιον νεμεσῆσαι, τοὺς δὲ ἡττημένους διὰ τὴν ὑπερβολὴν τῆς ἐκείνου βαρύτητος ἐπαναγκάσαι τραπέσθαι [3] πρὸς ἀλκήν. τοιγαροῦν εὐθὺς τηλικαύτη τῶν πραγμάτων ἐγένετο παλίρροια δι' ἐκεῖνον ὥστε τοὺς μὲν Καρχηδονίους τοὺς διὰ τὴν ἧτταν καὶ τὴν κατάπληξιν ἀπεγνωκότας τὸ πρότερον τὴν σωτηρίαν, ἐκ μεταβολῆς τότε θαρσήσαντας κατακόψαι τὴν τῶν πολεμίων δύναμιν, τὸ δὲ σύνολον τηλικαύτῃ πληγῇ καὶ συμφορᾷ περιπεσεῖν τὴν Ῥώμην ὥστε τοὺς ἐν τῷ πεζομαχεῖν ἁπάντων ἀνθρώπων δοκοῦντας πρωτεύειν μηκέτι τολμᾶν ἐκ τοῦ προχείρου [4] συγκαταβαίνειν εἰς παράταξιν. διὸ καὶ συνέβη τὸν πόλεμον μακρότατον μὲν γενέσθαι τῶν μνημονευομένων, τοὺς δὲ ἀγῶνας μεταπεσεῖν εἰς ναυμαχίας, ἐν αἷς τῶν Ῥωμαίων καὶ τῶν συμμάχων διεφθάρησαν ναῦς παμπληθεῖς, ἄνδρες δ' οὐκ ἐλάττους τῶν δέκα μυριάδων σὺν τοῖς ἐν ταῖς ναυαγίαις ἀπολομένοις· χρημάτων δὲ ἐδαπανήθη τοσοῦτος ἀριθμὸς ὅσον εἰκός ἐστιν ἀναλῶσαι τοὺς στόλους μὲν πληροῦντας ἐκ τοσούτων νηῶν συνεστηκότας, διαπολεμήσαντας δὲ ἀπὸ τούτων τῶν χρόνων ἔτη πεντεκαίδεκα. οὐ μὴν ὅ γε τούτων αἴτιος ἐλαχίστην μερίδα τῆς συμφορᾶς ἀπηνέγκατο. τῆς γὰρ προϋπαρχούσης αὐτῷ δόξης πολλαπλασίαν τὴν ἀτιμίαν καὶ τὴν αἰσχύνην ἠλλάξατο, τοῖς δὲ ἰδίοις συμπτώμασι τοὺς ἄλλους ἐδίδαξε μέτρια φρονεῖν ἐν ταῖς ἐξουσίαις, τὸ δὲ μέγιστον, ὧν ὑπερηφάνησε τὴν ἀτυχίαν, τούτων ἠναγκάσθη τὴν ὕβριν καὶ τὴν ἐξουσίαν φέρειν, προαφῃρημένος ἑαυτοῦ τὴν συγγνώμην καὶ τὸν συγκεχωρημένον τοῖς ἐπταικόσιν [5] ἔλεον. Ξάνθιππος δὲ τῇ καθ' ἑαυτὸν ἀρετῇ τοὺς Καρχηδονίους οὐ μόνον ἐξ αὐτῶν τῶν δεινῶν ἐξήρπασεν, ἀλλὰ καὶ τὸν ἅπαντα πόλεμον εἰς τοὐναντίον περιέστησε. τοὺς μὲν γὰρ ἅπασι κρατοῦντας τοῖς ὅλοις ἠλάττωσε, τοὺς δὲ διὰ τῆς ἥττης προσδοκῶντας τὴν ἀπώλειαν τῷ μεγέθει τοῦ προτερήματος ἐποίησε καταφρονῆσαι τῶν πολεμίων. διὸ καὶ τῆς τῶν πραχθέντων ἐπιφανείας εἰς ἅπασαν σχεδὸν τὴν οἰκουμένην διαδοθείσης, ἕκαστος ἐθαύμαζε τὴν τἀνδρὸς ἀρετὴν εἰκότως· παράδοξον γὰρ ἐφαίνετο πᾶσιν εἰ προσγενομένου τοῖς Καρχηδονίοις ἑνὸς μόνου ἀνδρός, τηλικαύτη τῶν ὅλων ἐγένετο μεταβολὴ ὥστε τοὺς μὲν εἰς πολιορκίαν ἄρτι συγκεκλεισμένους ἐκ μεταβολῆς τοὺς ἐναντίους πολιορκεῖν, τοὺς δὲ πρότερον γῆς καὶ θαλάττης δι' ἀνδρείαν κρατοῦντας ἐν πόλει μικρᾷ συμπεφευγότας προσδέχεσθαι τὴν ἅλωσιν. οὐδὲν δὲ θαυμαστὸν εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων εἶναι περιεγένετο.

   (Const. Exc. 2 (1), pp. 258259.)

[7]    Τῶν δὲ Ῥωμαίων ἐν Λιβύῃ διαβάντων μεγάλῃ δυνάμει σὺν Ἀττιλίῳ ὑπάτῳ, τὸ μὲν πρῶτον Καρχηδονίους ἐνίκησαν, καὶ πόλεις καὶ φρούρια εἷλον πολλὰ καὶ δύναμιν πολλὴν κατέκοψαν. ὕστερον δὲ Ξανθίππου Σπαρτιάτου στρατηγοῦ μισθοφόρου ἐλθόντος ἀφ' Ἑλλάδος, ἐνίκησαν κατὰ κράτος Καρχηδόνιοι Ῥωμαίους καὶ κατέκοψαν μεγάλην δύναμιν. ἔκτοτε ναυμαχίαι ἐγένοντο καὶ πολλῶν σκαφῶν καὶ ἀνδρῶν ἀπώλεια Ῥωμαίοις ἐγένοντο, ὡς εἶναι τὸν τῶν ἀπολωλότων ἀριθμὸν δέκα μυριάδας. (Exc. Hoesch. p. 504 W.)

[10]    Οὐδὲν γὰρ θαυμαστὸν εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων περιεγένοντο. πάντα γὰρ τῇ συνέσει βάσιμα καὶ δυνατὰ γίνεται τῆς τέχνης ἐν πᾶσι χειρουμένης τὴν βίαν.

[11]    Καθάπερ γὰρ τὸ σῶμα τῆς ψυχῆς ἐστι δοῦλον, οὕτως αἱ μεγάλαι δυνάμεις τῇ τῶν ἡγεμόνων ὑπείκουσι φρονήσει.

[12]    Τοῦ πρὸς τὸ συμφέρον βουλευτηρίου πάντα κατισχύοντος ...

   (Exc. Hoesch. p. 504 W.; from πάντα γὰρ to end, Const. Exc. 4, p. 350 Chap. 14. 34 Dind.)

[16]

[1]    Ῥηγούλῳ τῷ Ῥωμαίῳ δὲ Μάρκῳ τῷ στρατηλάτῃ

   κατασχεθέντι Σικελοῖς μάθε τὸ τέλος οἷον.

   τὰ βλέφαρα τῶν ὀφθαλμῶν μαχαίρᾳ συντεμόντες

   ἠνεῳγμένους εἴασαν τοὺς ὀφθαλμοὺς ἐκείνου.

   μικρᾷ δὲ τοῦτον εἴρξαντες καλύβῃ στενωτάτῃ,

   ἄγριον ἐξοιστρήσαντες ἐλέφαντα θηρίον,

   ἐκίνουν τοῦτον καθ' αὑτοῦ συγκατασπᾶν καὶ ξέειν.

   οὕτω ποινηλατούμενος ὁ στρατηγὸς ὁ μέγας

   τὸν βίον ἐξαπέπνευσεν ἠθλιωμένῳ τέλει.

   τοῖς Σικελοῖς καὶ Ξάνθιππος ὁ Σπαρτιάτης θνήσκει.

   περὶ γὰρ τὸ Λιλύβαιον τῶν Σικελῶν τὴν πόλιν

   Ῥωμαίοις τε καὶ Σικελοῖς πόλεμος ἐκροτεῖτο,

   πρὸς εἴκοσι καὶ τέσσαρας τοὺς χρόνους ἐξαρκέσας.

   οἱ Σικελοὶ ταῖς μάχαις δὲ πολλάκις ἡττημένοι

   Ῥωμαίοις ἐνεχείριζον τὴν πόλιν εἰς δουλείαν.

   τῶν δὲ Ῥωμαίων μηδαμῶς μηδ' οὕτω πειθομένων,

   ἀλλὰ γυμνοὺς τοὺς Σικελοὺς λεγόντων ἐξιέναι,

   ὁ Σπαρτιάτης Ξάνθιππος ἐλθὼν ἀπὸ τῆς Σπάρτης

   σὺν στρατιώταις ἑκατόν, ἢ μόνος καθ' ἑτέρους,

   κατ' ἄλλους δὲ πεντήκοντα τοὺς στρατιώτας ἔχων,

   καὶ προσβαλὼν τοῖς Σικελοῖς, οὖσιν ἐγκεκλεισμένοις,

   δι' ἑρμηνέως τε αὐτοῖς πολλὰ συνομιλήσας,

   τέλος θαρρύνει κατ' ἐχθρῶν· καὶ συναράξας μάχῃ

   ἅπαν Ῥωμαίων στράτευμα σὺν τούτοις κατακόπτει.

   τοῖς εὐηργετημένοις δὲ τὴν ἀμοιβὴν λαμβάνει

   ἀξίαν καὶ κατάλληλον τῆς τούτων δυστροπίας.

   πλοίῳ σαθρῷ τὸν ἄνδρα γὰρ οἱ μιαροὶ βαλόντες

   ὑπὸ στροφαῖς βυθίζουσι πελάγει τοῦ Ἀδρίου

   βασκήναντες τὸν ἥρωα καὶ τούτου τὸ γενναῖον.

   τῆς ἱστορίας μέμνηται τῆσδε καὶ τῆς Ῥηγούλου

   ὁ Σικελὸς Διόδωρος.

   (Tzetzes, Hist. 3. 356-386.)

[17]   Φίλιστος δὲ ἱστορικὸς ἦν.

[18]   Οἱ δὲ Ῥωμαῖοι εἰς τὴν Λιβύην διαπεράσαντες καὶ τὸν πόλεμον μετὰ τῶν Καρχηδονίων νεῶν ποιήσαντες, καὶ νικήσαντες καὶ ναῦς εἴκοσι τέσσαρας παραλαβόντες Καρχηδονίας, τοὺς ἀπὸ τοῦ πεζικοῦ πολέμου διασωθέντας Ῥωμαίους ἀναλαβόντες καὶ πρὸς Σικελίαν διαπερῶντες ἐγγὺς τῆς Καμαρίνας ἐκινδύνευσαν, καὶ ἀπώλεσαν μακρὰς ναῦς τριακοσίας τεσσαράκοντα, ἱππαγωγοὺς δὲ καὶ πλοῖα ἕτερα τριακόσια· ἀπὸ δὲ Καμαρίνης ἕως Παχύνου τὰ σώματα καὶ τὰ ἄλογα καὶ τὰ ναυάγια ἔκειντο. τοὺς δὲ διασωθέντας Ἱέρων φιλανθρώπως παραλαβών, ἐσθῆτι καὶ τροφῇ καὶ τῇ λοιπῇ χρείᾳ [2] ἀναπαύσας ἕως Μεσσήνης διέσωσε. Καρθάλων μὲν ὁ Καρχηδόνιος μετὰ τὴν ναυαγίαν τῶν Ῥωμαίων πολιορκήσας Ἀκράγαντα ταύτην εἷλε, καὶ τὴν μὲν πόλιν ἐνέπρησε, τὰ δὲ τείχη καθεῖλεν. οἱ [3] δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ Ὀλύμπιον. οἱ δὲ Ῥωμαῖοι ἕτερον στόλον μετὰ τὸ ναυάγιον ναυπηγήσαντες, καὶ διακοσίαις πεντήκοντα ναυσὶν εἰς τὸ Κεφαλοίδιον ἐλθόντες, τοῦτο διὰ προδοσίαν παρέλαβον. ἐπὶ δὲ τὰ Δρέπανα ἐλθόντες καὶ πολιορκήσαντες, τοῦ Καρθάλωνος βοηθοῦντος, ἐξέπεσον καὶ [4] ἦλθον εἰς τὴν Πάνορμον. καθορμισθέντες ἐν τῷ λιμένι πλησίον τῶν τειχῶν καὶ τὴν δύναμιν ἐκβιβάσαντες, ἐχαράκουν καὶ ἐτάφρευον τὴν πόλιν· καταδένδρου γὰρ τῆς χώρας μέχρι τῶν πυλῶν οὔσης, ἀπὸ θαλάσσης εἰς θάλασσαν τὰ χώματα ἐχαρακώθησαν καὶ ἐταφρεύθησαν. εἶτα Ῥωμαῖοι συνεχεῖς προσβολὰς ποιούμενοι ταῖς μηχαναῖς κατέβαλον τὸ τεῖχος, καὶ τῆς ἐκτὸς πόλεως κυριεύσαντες πολλοὺς ἀνεῖλον· οἱ δὲ ἄλλοι ἔφυγον εἰς τὴν ἀρχαίαν πόλιν, καὶ πέμψαντες πρέσβεις πρὸς τοὺς [5] ὑπάτους ἠξίουν τοῖς σώμασι ἀσφάλειαν. τῶν δὲ συμφωνούντων δύο μνᾶς τῷ σώματι διδόντας ἐλευθέρους εἶναι, παρέλαβον τὴν πόλιν οἱ Ῥωμαῖοι, καὶ μύρια τετρακισχίλια σώματα τιμῆς συνεχωρήθη τῷ εὑρεθέντι ἀργυρίῳ καὶ ἀπελύθη. τοὺς δὲ λοιπούς, μυρίους τρισχιλίους ὄντας, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐλαφυροπώλησαν. Ἰαιτῖνοι δὲ ἐκβαλόντες τὴν τῶν Φοινίκων φρουρὰν τὴν πόλιν Ῥωμαίοις ἔδωκαν. παραπλησίως δὲ τούτοις ἐποίησαν Σολουντῖνοι καὶ Πετρῖνοι καὶ Ἠνατταρῖνοι καὶ Τυνδαρῖται. οἱ δὲ ὕπατοι φρουρὰν ἐν Πανόρμῳ λιπόντες ἀπῆλθον εἰς Μεσσήνην.

[19]

[1]    Τοῦ δὲ ἐπιγενομένου ἔτους πλεύσαντες οἱ Ῥωμαῖοι δεύτερον εἰς Λιβύην, καὶ τῶν Καρχηδονίων μὴ ἐασάντων αὐτοὺς ὁρμῆσαι, ὑποστρέφοντες ἦλθον εἰς Πάνορμον. ἐκεῖθεν ἀπάραντες εἰς Ῥώμην δεύτερον ἐναυάγησαν χειμῶνος αὐτοὺς καταλαβόντος, καὶ ἀπώλεσαν ναῦς μακρὰς ἑκατὸν πεντήκοντα καὶ τὴν ἄλλην ἅπασαν τῶν ἱππαγωγῶν καὶ λαφύρων. ... τοῦ δὲ Θερμῶν πυλωροῦ περὶ τὰ ἔξω γενομένου εἰς ἀναγκαίας χρείας, ὑπὸ τοῦ Ῥωμαίων στρατοῦ συνελήφθη· καὶ ἐπρέσβευσε πρὸς τὸν ἄρχοντα, ὅτι ἐὰν ἀπολύσῃ αὐτὸν ἀνοίξειν αὐτῷ τὴν πύλην τῆς πόλεως νυκτός. τοῦ δὲ ἀπολύσαντος, καὶ συνθεμένου καιρόν, ἀπέστειλεν ὁ ἄρχων χιλίους νυκτός. καὶ φθάσαντες, ὁ μὲν κατὰ τὴν ὡρισμένην ἤνοιξε πύλην· τὴν δὲ οἱ πρώτιστοι καὶ ἐπιφανεῖς εἰσῆλθον, καὶ εἶπον τῷ πυλωρῷ κλεῖσαι καὶ μηδένα ἄλλον ἐᾶσαι εἰσελθεῖν, θέλοντες μόνως τὸν πλοῦτον τῆς πόλεως ἆραι. οὗτοι πάντες κατεκόπησαν, ἄξιον τῆς πλεονεξίας θάνατον ὑπομείναντες.

[20]

   Ἐν ἄλλῳ δὲ καιρῷ τὰς Θέρμας καὶ τὴν Λιπάραν Ῥωμαῖοι παρέλαβον ἄμφω. πολιορκήσαντες δὲ Ῥωμαῖοι καὶ Ἑρκτὴν φρούριον μυριάσι τέσσαρσι καὶ χιλίοις ἱππεῦσιν ἑλεῖν οὐκ ἴσχυσαν.

[21]   Ἀσδρούβας δὲ ὁ στρατηγὸς τῶν Καρχηδονίων βλασφημούμενος ὑπὸ τῶν ἰδίων διὰ τὸ μὴ πολεμεῖν, ἀναζεύξας μετὰ πάσης δυνάμεως διὰ τῆς Σελινουντίας δυσχωρίας ἦλθεν εἰς τὸ Πάνορμον. καὶ διαβιβάσας τὸν ποταμὸν τὸν σύνεγγυς, περὶ τὰ τείχη ἐστρατοπέδευσε, μήτε χαράκωμα μήτε τάφρον τάξας διὰ τὸ καταφρονεῖν. πάλιν δὲ καὶ τῶν ἐμπόρων πολὺν οἶνον ἐπιφερομένων, οἱ Κέλται μεθυσθέντες καὶ κραυγῆς καὶ ἀταξίας πληρούμενοι, ἐπιπεσόντος Καικιλίου τοῦ ὑπάτου αὐτοῖς κατὰ κράτος, αὐτοὺς νικήσας καὶ τῶν ἐλεφάντων ἑξήκοντα κρατήσας, εἰς Ῥώμην ἀπέστειλε. καὶ θαῦμα Ῥωμαῖοι ἔσχον. (Exc. Hoesch. pp. 505506 W.)

[22]   Ὅτι Ἀμίλκας ὁ Βάρκας καλούμενος ὁ Καρχηδόνιος καὶ Ἀννίβας ὁ υἱὸς αὐτοῦ μέγιστοι στρατηγοὶ Καρχηδονίων οὐ μόνον ὄντες τῶν προτέρων, ἀλλὰ καὶ τῶν μεταγενεστέρων ὁμολογουμένως οὗτοι διελήφθησαν, καὶ ταῖς ἰδίαις πράξεσιν ηὔξησαν μάλιστα τὴν πατρίδα.

   (Const. Exc. 2 (1), pp. 259-260.)

[1]  

FRAGMENTA LIBRI XXIV

[1]   Τὴν δὲ Σελινουντίων πόλιν Καρχηδόνιοι κατασκάψαντες μετῴκισαν εἰς τὸ Λιλύβαιον. Ῥωμαῖοι δὲ ναυσὶ μακραῖς διακοσίαις τεσσαράκοντα καὶ κερκούροις ἑξήκοντα καὶ πλοίων πλήθει παντοδαπῶν κατέπλευσαν εἰς τὴν Πάνορμον, ἐκεῖθεν εἰς τὸ Λιλύβαιον, ὃ πολιορκεῖν ἤρξαντο. τὴν μὲν γῆν ἀπὸ θαλάσσης εἰς θάλασσαν τάφρῳ ἀπετείχισαν, καταπέλτας δὲ καὶ κριοὺς καὶ χωστρίδας καὶ χελώνας κατεσκεύασαν. τὸ δὲ στόμιον τοῦ λιμένος, πεντεκαίδεκα κερκούρους ναῦς λίθων πληρώσαντες, κατέχωσαν. ἦν δὲ ὁ λαὸς ὁ τῶν Ῥωμαίων ἕνδεκα μυριάδες, τῶν δὲ πολιορκουμένων πεζοὶ ἑπτακισχίλιοι, [2] ἱππεῖς δὲ ἑπτακόσιοι. πολιορκουμένων δὲ αὐτῶν, ἦλθεν αὐτοῖς βοήθεια ἀπὸ Καρχηδόνος, ἄνδρες τετρακισχίλιοι καὶ σῖτος, καὶ ἀνεθάρσησαν οἱ μετὰ τοῦ Ἀτάρβου. οἱ δὲ Ῥωμαῖοι θεασάμενοι τὴν εἰσβολὴν τῆς δυνάμεως, λίθοις καὶ χώμασιν ἐκ δευτέρου τὸ στόμιον τοῦ λιμένος ἔχωσαν καὶ ξύλοις μεγίστοις καὶ ἀγκύραις τὰ βάθη ἐσταύρωσαν. πνεύματος δὲ βιαίου πνεύσαντος καὶ τῆς θαλάσσης ἀγριανθείσης, πάντα κατέλυσεν. ἐποίησαν δὲ Ῥωμαῖοι πετροβόλον ὄργανον, ἔκτισαν δὲ ἔνδοθεν ἄλλο τεῖχος Καρχηδόνιοι. τὴν δὲ τάφρον τῆς πόλεως ἔχωσαν Ῥωμαῖοι, ἔχουσαν τὸ πλάτος ἑξήκοντα πήχεις καὶ τὸ βάθος τεσσαράκοντα. πόλεμον δὲ συνάψαντες εἰς τὸ πρὸς θάλασσαν τεῖχος ἔστησαν κατὰ πρόσωπον ἐνέδρας. καὶ τοῦ λαοῦ εἰς τὸν πρὸς θάλασσαν πόλεμον κενωθέντος, οἱ κατὰ τὰς ἐνέδρας κλίμακας ἑτοίμους ἔχοντες [3] ἀνέβησαν, καὶ τὸ πρῶτον τεῖχος εἷλον. ἀκούσας δὲ ὁ Καρχηδόνιος στρατηγός, ἐπιπεσὼν αὐτοῖς ἐν ἑνὶ τόπῳ ἐφόνευσε μυρίους καὶ τοὺς ἄλλους ἠνάγκασε φεύγειν. πάντα δὲ πολεμικὰ ὄργανα, χελώνας, πετροβόλους, κριούς, χωστρίδας, πνεύματος μεγάλου ἐπιπνεύσαντος, ἐνέπρησαν Ῥωμαίων. ἰδόντες δὲ οἱ Καρχηδόνιοι οὐδὲν ὠφελοῦντας τοὺς ἱππεῖς αὐτῶν ἐν τοῖς στενοῖς τόποις, ἐξαπέστειλαν αὐτοὺς εἰς τὰ Δρέπανα, καὶ πολλὴ βοήθεια Καρχηδονίοις [4] ἐγένετο. ἐξαπορηθέντες δὲ οἱ Ῥωμαῖοι διὰ τὴν καῦσιν τῶν ὀργάνων καὶ διὰ τὴν σπανίαν τῶν τροφῶν καὶ τὴν λοιμικὴν νόσον, κρεωβοροῦντες γὰρ μόνον Ῥωμαῖοι καὶ οἱ σύμμαχοι εἰς τὴν νόσον ἔπιπτον, ὡς ἐν ὀλίγαις ἡμέραις μυρίους τεθνάναι. ὅθεν καὶ τὴν πολιορκίαν ἠθέλησαν καταλῦσαι· Ἱέρων δὲ ὁ βασιλεὺς Συρακούσης σῖτον πολὺν ἀποστείλας αὐτοῖς ἀνεθάρσυνεν αὐτοὺς πρὸς τὴν πολιορκίαν πάλιν.

[5]    Τῶν δὲ Ῥωμαίων τὸν ὕπατον διαδεξαμένων, τὴν ἀρχὴν παρέδωκαν Κλαυδίῳ ὑπάτῳ τῷ τοῦ Ἀππίου υἱῷ. καὶ παραλαβὼν τὰς δυνάμεις πάλιν τὸν λιμένα ἔχωσεν, ὥσπερ καὶ οἱ πρὸ αὐτοῦ, καὶ πάλιν ἡ θάλασσα κατεσκόρπισε. τοῦ δὲ Κλαυδίου μέγα ἐπαρθέντος, τὰς ἀρίστας ναῦς ἐξήρτυσε διακοσίας δέκα, καὶ εἰς τὰ Δρέπανα πρὸς Καρχηδονίους ἀπῆλθε πολεμήσων αὐτούς. καὶ ἡττήθη ἀπολέσας ναῦς ἑκατὸν ἑπτακαίδεκα καὶ ἄνδρας δισμυρίους. ναυμαχίαν δὲ καρτερὰν καὶ νίκην λαμπροτέραν οὐχ ὅτι Καρχηδονίοις ἀλλ' οὐδ' ἄλλοις τοιαύτην γεγενημένην ῥᾳδίως ἂν εὕροις περὶ τούτους τοὺς χρόνους, καί, τὸ παράδοξον, ἐν τηλικούτῳ κινδύνῳ ὄντας Καρχηδονίους καὶ μετὰ νεῶν δέκα ... οὐ μόνον ἀνῃρέθη μὲν οὐδείς, ἐτραυματίσθησαν δὲ [6] ὀλίγοι. μετὰ δὲ ταῦτα ἀπέστειλαν Ἀννίβαν τριηράρχην εἰς Πάνορμον μετὰ τριάκοντα νεῶν, καὶ τὴν ἀγορὰν τῶν Ῥωμαίων τοῦ σίτου ἔφερον εἰς Δρέπανα. καὶ τῆς λοιπῆς ἀγορᾶς τὴν χρείαν ἐκ τῆς Δρεπάνης λαβόντες, εἰς τὸ Λιλύβαιον ἦλθον, καὶ τοὺς πολιορκουμένους ἐνέπλησαν παντοίων ἀγαθῶν.

[7] ἔφθασε δὲ καὶ Καρθάλων στρατηγὸς ἐκ Καρχηδόνος μετὰ νεῶν μακρῶν ἑβδομήκοντα καὶ σιτηγῶν ἴσων. ἐπιθεμένων δὲ καὶ αὐτῶν Ῥωμαίοις, τινὰς μὲν ναῦς ἐβύθισε, τῶν δὲ νεῶν τῶν ὁρμουσῶν εἰς γῆν ἀπέσπασε πέντε. ἀκούσας δὲ τὸν στόλον τῶν Ῥωμαίων ἐκ Συρακουσῶν ἀφωρμηκέναι, πείσας τοὺς συνάρχοντας ἀνήχθη ναυσὶν ἑκατὸν εἴκοσι ταῖς ἀρίσταις. τῶν δὲ στόλων εἰς σύνοψιν ἐλθόντων κατὰ τὴν Γελῴαν χώραν, οἱ Ῥωμαῖοι φοβηθέντες κατέπλευσαν εἰς τὴν Φιντιάδα, καὶ τὰ πλοῖα τὰ τὴν ἀγορὰν κομίζοντα καὶ τὰς λοιπὰς ναῦς ἀπέλιπον ὑπὸ τὴν γῆν· τῶν δὲ Καρχηδονίων καταπλευσάντων συνέστη καρτερὸς ἀγών. τέλος δὲ οἱ Καρχηδόνιοι τῶν σκαφῶν τῶν μεγάλων κατέδυσαν πεντήκοντα, τῶν δὲ μακρῶν ἐβύθισαν ἑπτακαίδεκα, συντρίψαντες [8] δὲ τρισκαίδεκα ἀχρήστους ἐποίησαν. μετὰ δὲ ταῦτα οἱ Καρχηδόνιοι ἐπὶ τὸν Ἅλυκον ποταμὸν παραγενόμενοι τοὺς τραυματίας ἀνέπαυσαν. ὁ δὲ ὕπατος Ἰούνιος οὐδὲν τῶν γεγενημένων εἰδὼς ἐκ τῆς Μεσσήνης ἀνήχθη ναυσὶ μακραῖς τριάκοντα ἕξ, φορτηγοῖς οὐκ ὀλίγοις. περιπλεύσας δὲ τὸν Πάχυνον καὶ καθορμισθεὶς πλησίον Φιντιάδος κατεπλάγη [9] τὸ γεγενημένον. μετὰ δὲ ταῦτα Καρχηδονίων παντὶ στόλῳ πρὸς αὐτοὺς ἐλθόντων, φοβηθεὶς ὁ ὕπατος τὰς μὲν τρισκαίδεκα τὰς ἀχρήστους ἐνέπρησεν, ἐπὶ δὲ Συρακόσας τὸν πλοῦν ἐποιεῖτο, νομίζων Ἱέρωνα παρέξεσθαι τὴν ἀσφάλειαν. κατάληπτος δὲ γενόμενος πρὸς τὴν γῆν τῆς Καμαρίνας, εἰς τὴν γῆν κατέφυγε πρὸς τόπους τραχεῖς καὶ ὑφαλώδεις. τοῦ δὲ πνεύματος βιαιότερον ἐπιπνέοντος, οἱ μὲν Καρχηδόνιοι κάμψαντες τὸν Πάχυνον εἰς ὑπεύδιον τόπον καθωρμίσθησαν, οἱ δὲ Ῥωμαῖοι κινδύνου μεγάλου γεγενημένου τὰ μὲν σιτηγὰ πλοῖα ἀπώλεσαν πάντα, τὰς δὲ μακρὰς ναῦς οὔσας ἑκατὸν πέντε ὁμοίως, ὥστε δύο μόνας σωθῆναι, τὰ δὲ πλείω [10] σώματα ἀπολωλέναι. ὁ δὲ Ἰούνιος τὰς δύο ναῦς ἀπολαβὼν καὶ τοὺς ὑπολειφθέντας ἄνδρας εἰς τὸ στρατόπεδον ἦλθε τὸ Λιλύβαιον. νυκτὸς δὲ οὗτος ἐπιπεσὼν τὸν Ἔρυκα παρέλαβε· καὶ τὸν Αἰγίθαλλον ἐτείχισεν, ὅνπερ νῦν Ἄκελλον καλοῦσι, καὶ στρατιώτας [11] ὀκτακοσίους εἰς φυλακὴν κατέλιπε. Καρθάλων δὲ πυθόμενος τοὺς περὶ τὸν Ἔρυκα τόπους προκατειλῆφθαι, νυκτὸς ἐν ταῖς ναυσὶ παρεκόμισε δύναμιν· ἐπιπεσὼν δὲ τοῖς φρουροῖς τοῦ Αἰγιθάλλου ἐκυρίευσε τοῦ χωρίου, καὶ περιγενόμενος οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐφυγάδευσεν εἰς τὸν Ἔρυκα· καὶ τὸ μὲν φρούριον τρισχίλιοι στρατιῶται ἐφύλαξαν. ἐν δὲ τῇ πρώτῃ ναυμαχίᾳ Ῥωμαῖοι ἔπεσον τρισμύριοι καὶ πεντακισχίλιοι, τῶν δὲ ἑαλωκότων οὐκ ἔλαττον τούτων.

   (Exc. Hoesch. pp. 506-508 W.)

[2]

[1]    Ὅτι τοὺς φιλαργυρωτάτους ἐπελέξαντο πρὸς τὸν ἐμπρησμὸν τῶν μηχανημάτων καὶ τοὺς θρασυτάτους οἱ Καρχηδόνιοι, τριακοσίους ὄντας τὸν ἀριθμόν· τὰ γὰρ πάθη ταῦτα μάλιστα προτρέπεται τοὺς προχείρους παντὸς καταφρονεῖν κινδύνου. ὡς ἐπὶ πολὺ γὰρ ἐν ταῖς προσβολαῖς καὶ τειχομαχίαις συνέβαινε τοὺς ἀρίστους ἀποθνήσκειν ἑκουσίως προπίπτοντας εἰς κινδύνους δυσβοηθήτους.

   (Const. Exc. 4, pp. 350-351.)

[3]   Ὅτι Κλώδιος παραγενόμενος εἰς τὴν Σικελίαν παρέλαβε τὰς πρὸς τῷ Λιλυβαίῳ δυνάμεις, καὶ τὰ πλήθη συναγαγὼν κατηγόρησε πικρῶς τῶν παραδόντων αὐτῷ τὸ στρατόπεδον ὑπάτων, φάσκων αὐτοὺς ῥᾳθύμως κεχειρικέναι τὸν πόλεμον, μεθυσκομένους καὶ ζῶντας ἐν ἀνέσει καὶ τρυφῇ, καὶ τὸ σύνολον πεπολιορκῆσθαι μᾶλλον ἢ πεπολιορκηκέναι. ὢν δὲ φύσει παράθερμος καὶ τῇ διανοίᾳ παρακεκινηκὼς πολλὰ διῴκει μανίᾳ προσεμφερῶς. πρῶτον μὲν γὰρ ὧν τῆς στρατηγίας κατηγόρησε, τούτων τὴν ἄνοιαν μιμησάμενος παραπλησίως ἐν τῇ θαλάσσῃ τά τε χώσματα καὶ τὰ κλεῖθρα κατεσκεύαζε, τοσοῦτον ἀφροσύνῃ διενέγκας ἐκείνων, ὅσῳ μεῖζόν ἐστιν ἁμάρτημα τὸ μηδὲ ἐκ τῆς πείρας δύνασθαι μεταδιδαχθῆναι τοῦ πρώτως ἐπιβαλλόμενον σφαλῆναι. τιμωρητικὸς δὲ ὢν φύσει τοὺς μὲν πολιτικοὺς τοῖς πατρίοις ἔθεσιν ἐκόλαζεν ἀπαραιτήτως, τοὺς δὲ συμμάχους ῥάβδοις ἐμαστίγου. καθόλου δὲ διὰ τὴν ὑπεροχὴν τοῦ γένους καὶ τὴν τῆς οἰκίας δόξαν διεφθαρμένος ὑπεροπτικὸς ἦν καὶ κατεφρόνει πάντων.

   (Const. Exc. 2 (1), p. 260; in part, Suidas, s. v. παράθερμος.)

[4]

   Περικατάληπτος γενόμενος κατέφυγε πρὸς τὴν γῆν, ἐν ἐλάττονι θέμενος τὸν ἀπὸ τῆς ναυαγίας φόβον τοῦ παρὰ τῶν πολεμίων κινδύνου.

   (Const. Exc. 4, p. 351.)

[5]   Ὅτι Ἀμίλκας καὶ πρὸ τῆς στρατηγίας φανερὰν ἔσχε τὴν λαμπρότητα τῆς ψυχῆς, καὶ τὴν ἀρχὴν παρειληφὼς ἄξιος ἐφαίνετο τῆς πατρίδος, ἀντεχόμενος μὲν τῆς δόξης, καταφρονῶν δὲ τῶν κινδύνων.

[2]    Ὅτι οὗτος συνέσει διαφέρειν ἐδόκει καὶ τόλμαν καὶ πρᾶξιν τὴν ἐν τοῖς ὅπλοις ἔχων ὑπὲρ ἅπαντας τοὺς πολίτας ὑπῆρχεν

   ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχ   μητής. (Const. Exc. 2 (1), p. 260.)

[6]

[1]    Εἰς δὲ τὸν Λόγγωνα Κατάνης φρούριον ὑπῆρχε, καλούμενον Ἰτάλιον. ὅπερ πολεμήσας Βάρκας ὁ Καρχηδόνιος ... (Exc. Hoesch. p. 508 W.)

[7]   Οὐδενὶ δηλώσας τὸ βεβουλευμένον· ὑπελάμβανε γὰρ τὰ τοιαῦτα τῶν στρατηγημάτων διαδιδόμενα πρὸς τοὺς φίλους ἢ τοῖς πολεμίοις γνώριμα γίνεσθαι διὰ τῶν αὐτομόλων ἢ τοῖς στρατιώταις ἐμποιεῖν δειλίαν προσδοκῶσι μέγεθος κινδύνου.

   (Const. Exc. 4, p. 351.)

[2]    Τὰ γὰρ τῶν στρατηγῶν βουλεύματα καὶ στρατηγήματα διαδιδόμενα τοῖς φίλοις τοῖς πολεμίοις γνώριμα γίνεται διὰ τῶν αὐτομόλων, καὶ τοῖς στρατιώταις δειλίαν ἐντίκτοντα προσδοκίαν μεγάλου κινδύνου ἐντίθησι.

[8]

[1]    Βάρκας δὲ νυκτὸς καταπλεύσας καὶ τὴν δύναμιν ἀποβιβάσας, αὐτὸς πρῶτος ἡγησάμενος τῆς ἀναβάσεως τῆς πρὸς Ἔρυκα οὔσης σταδίων τριάκοντα, παρέλαβε τὴν πόλιν καὶ πάντας ... ἀνεῖλε. μετῴκισε δὲ τοὺς λοιποὺς εἰς τὰ Δρέπανα.

[9]   Ἐν παντὶ γὰρ καιρῷ καὶ πράγματι συμβαίνει τὴν εὐταξίαν γίνεσθαι μεγάλων ἀγαθῶν αἰτίαν.

   (Exc. Hoesch. p. 509 W.)

   Ὅτι τοῦ Ἀμίλκου διαταξαμένου μὴ διαρπάζειν τοὺς στρατιώτας, Οὐοδόστωρ οὐκ ἐπείσθη καὶ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν. οὕτως ἐν παντὶ καιρῷ συμβαίνει τὴν εὐταξίαν γίνεσθαι μεγάλων ἀγαθῶν αἰτίαν ὥσθ' οἱ μὲν πεζοὶ προγεγενημένης εὐημερίας τηλικαύτης οὐχ ὅτι ταύτην ἀνέτρεψαν, ἀλλὰ καὶ πάντες ἐκινδύνευσαν ἀπολέσθαι, οἱ δὲ ἱππεῖς οὐ πλείους διακοσίων ὄντες οὐ μόνον ἑαυτοὺς διέσωσαν, ἀλλὰ καὶ τοῖς ἄλλοις τὴν ἀσφάλειαν παρεσκεύασαν.

[2]    Ὅτι Ἀμίλκας ἔπεμψεν εἰς Ἔρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως. ὁ δὲ ὕπατος Φονδάνιος ἐκέλευσε τοῖς ἥκουσι μὴ τοὺς νεκροὺς ἀλλὰ τοὺς ζῶντας, εἰ νοῦν ἔχουσιν, ὑποσπόνδους αἰτεῖσθαι. ὑπερηφάνου μὲν οὖν γενομένης τῆς ἀποκρίσεως, οὗτος οὐ τοῖς τυχοῦσιν ἐλαττώμασι περιέπεσεν εὐθύς, ὥστε πολλοῖς δόξαι τὴν μεγαλαυχίαν τετευχέναι τῆς παρὰ τοῦ δαιμονίου νεμέσεως.

[3]    Ὅτι τοῦ Φονδανίου περὶ τῆς τῶν νεκρῶν ταφῆς ἀποστείλαντος κήρυκας, Βάρκας πολὺ κεχωρισμένην τῆς προγεγενημένης ἀπόφασιν ἐποιήσατο. φήσας γὰρ μάχεσθαι μὲν τοῖς ζῶσι, διαλελύσθαι δὲ πρὸς τοὺς τετελευτηκότας συνεχώρησε τὴν ταφήν.

   (Const. Exc. 4, p. 351.)

[10]

[1]    Ὅτι ὁ Ἄννων μεγαλεπίβολος ὢν καὶ δόξης ὀρεγόμενος, καὶ τὸ μέγιστον, ἔχων δύναμιν σχολάζουσαν ἅμα μὲν ταύτην γυμνάσειν ἤλπιζεν ἐν ταύτῃ τῇ στρατείᾳ, τρέφων ἐκ τῆς πολεμίας καὶ τὴν πόλιν κουφίζων τῶν δαπανημάτων, ἅμα δὲ πολλὰ καταπράξεσθαι τῇ πατρίδι καὶ πρὸς δόξαν καὶ πρὸς τὸ συμφέρον.

[2]    Ὅτι Ἄννωνος τὴν Ἑκατόμπυλον ἐκπολιορκήσαντος, καὶ τῶν πρεσβυτέρων προσελθόντων μεθ' ἱκετηριῶν καὶ δεομένων ἀνθρωπίνως ἑαυτοῖς χρήσασθαι, φιλόδοξος ὢν ὁ στρατηγὸς καὶ προκρίνας τὴν εὐεργεσίαν τῆς τιμωρίας τρισχιλίους μὲν ὁμήρους ἔλαβε, τὴν δὲ πόλιν καὶ τὰς κτήσεις ἀκεραίους ἐάσας ἔτυχε στεφάνων καὶ τιμῶν μεγάλων παρὰ τῶν εὖ παθόντων. οἱ δὲ στρατιῶται, τῶν ἐγχωρίων αὐτοὺς ὑποδεχομένων λαμπρῶς μετὰ πάσης προθυμίας, εἱστιῶντο πάντων ὄντων δαψιλῶν πρὸς ἀπόλαυσιν.

   (Const. Exc. 2 (1), pp. 260-261.)

[11]

[1]    Λυτάτιος δὲ ὁ ὕπατος ναυσὶ μακραῖς τριακοσίαις καὶ πλοίοις καὶ πορείοις ἑπτακοσίοις, ὁμοῦ χιλίοις, εἰς Σικελίαν ἔπλευσε, καὶ εἰς τὸ Ἐρυκίνων ἐμπόριον καθωρμίσθη. Ἄννων δὲ καὶ αὐτὸς ἐκ Καρχηδόνος ναυσὶ διακοσίαις πεντήκοντα μακραῖς καὶ τοῖς φορτηγοῖς εἰς τὴν νῆσον τὴν Ἱερὰν ἦλθεν. εἶτα δὲ ἐξ αὐτῆς πρὸς τὸν Ἔρυκα ἐρχόμενος, καὶ τῶν Ῥωμαίων ὑπαντησάντων, παρ' ἀμφοτέρων πόλεμος ἐγένετο μέγας. κατὰ δὲ τοῦτον τὸν πόλεμον ἀπέβαλον Καρχηδόνιοι ναῦς ἑκατὸν ἑπτακαίδεκα, αὐτάνδρους μὲν τούτων εἴκοσι (Ῥωμαῖοι δὲ ὀγδοήκοντα, τριάκοντα μὲν εἰς τέλος, πεντήκοντα δὲ εἰς ἐπιμερισμόν) αἰχμαλώτους δέ, ὡς Φιλῖνος ἀνέγραψε, Καρχηδονίων ἑξακισχιλίους, ὡς δὲ ἕτεροι, τετρακισχιλίους τεσσαράκοντα. αἱ δὲ ἄλλαι νῆες πνεύματος ἐπιπνεύσαντος οὐρίου εἰς Καρχηδόνα ἔφυγον. (Exc. Hoesch. p. 509 W.)

[3]    Ἐπὶ τοσοῦτον γὰρ προέβη τῆς ἀνδραγαθίας ὥστε καὶ τοὺς στρατηγοὺς αὐτοὺς παρ' ἀμφοτέροις ἀριστεύειν καὶ τῶν κινδύνων προκαθηγεῖσθαι. ἔνθα δὴ συνέβαινεν ἀλογώτατα πάθη τοῖς ἀρίστοις τῶν ἀνδρῶν ἐνίοτε. οἱ γὰρ ταῖς εὐψυχίαις ὑπερέχοντες τῶν ἀνθεστηκότων καταδυομένης τῆς ἰδίας νηὸς ἡλίσκοντο, ταῖς μὲν ἀρεταῖς οὐκ ἐνδιδόντες, τῷ δὲ τῆς ἀνάγκης ἀβοηθήτῳ κρατούμενοι. τί γὰρ ὄφελος ἀνδρείας ὅταν τοῦ σκάφους βυθισθέντος τὸ σῶμα τῆς βάσεως ἀποστερηθὲν ὑπὸ τῆς θαλάσσης τοῖς πολεμίοις ἐγχειρίζηται;

   (Const. Exc. 4, p. 352; last sentence, Exc. Hoesch. p. 509 W. Chap. 11. 2 Dind.)

[12]

[1]    Ὅτι ἡ μήτηρ τῶν νεανίσκων βαρέως φέρουσα τὴν τἀνδρὸς τελευτὴν καὶ νομίσασα δι' ἀμέλειαν αὐτὸν ἐκλελοιπέναι τὸ ζῆν, ἐποίησε τοὺς υἱοὺς κακουχεῖν τοὺς αἰχμαλώτους. συγκλεισθέντων οὖν αὐτῶν εἰς οἴκημα στενὸν παντελῶς, τὰ σώματα καθάπερ τῶν θηρίων ἠναγκάζετο συνεσπειραμένα καρτερεῖν διὰ τὴν στενοχωρίαν. ἔπειτα τῆς τροφῆς παραιρεθείσης ἐφ' ἡμέρας πέντε, Βοδόστωρ μὲν διὰ τὴν ἀθυμίαν καὶ τὴν ἔνδειαν ἐτελεύτησεν, Ἀμίλκας δὲ διαφέρων εὐψυχίᾳ διεκαρτέρει, καίπερ ἀπεγνωσμένης ἐλπίδος ἀντεχόμενος. πολλάκις δὲ αὐτοῦ δεομένου τῆς γυναικὸς καὶ μετὰ δακρύων τὴν ἐπιμέλειαν τὴν εἰς τὸν ἄνδρα διεξιόντος, τοσοῦτον ἀπέσχεν ἐκείνη φιλανθρωπίας καὶ λογισμῶν ἀνθρωπίνων ὥστε τὸν μὲν νεκρὸν αὐτῷ συγκατακλεῖσαι πέντε ἡμέρας, τροφὴν δὲ ὀλίγην χορηγῆσαι, πρὸς αὐτὸ μόνον στοχαζομένην τὸ δύνασθαι τὴν ἀτυχίαν [2] ἐνεγκεῖν. ὁ δὲ Ἀμίλκας ἀπογνοὺς τὸν ἐκ τῆς ἱκεσίας ἔλεον ἀνεβόησεν ἐπιμαρτυρόμενος Δία Ξένιον καὶ θεοὺς τοὺς ἐποπτεύοντας τὰ κατ' ἀνθρώπους, ὡς ἀντὶ καλῆς χάριτος τῆς ὀφειλομένης ἀπολαμβάνει τιμωρίας ὑπὲρ ἄνθρωπον. οὐ μὴν ἐξέλειπε τὸ ζῆν, εἴτε δαιμονίου τινὸς ἐλεήσαντος, εἴτε καὶ ταὐτομάτου [3] παράδοξον ἐνεγκόντος βοήθειαν. ἐσχάτως γὰρ αὐτοῦ διακειμένου διά τε τὴν ἀποφορὰν τὴν ἀπὸ τοῦ νεκροῦ καὶ τὴν ὅλην κακουχίαν, τῶν οἰκετῶν τινες τῶν κατὰ τὴν οἰκίαν διηγήσαντό τισι τὸ γινόμενον. οἱ δὲ μισοπονηρήσαντες τοῖς δημάρχοις προσήγγειλαν. δεινῆς δ' οὖν τῆς ὠμότητος φανείσης, οἱ ἄρχοντες ἀνεκαλέσαντο τοὺς Ἀτιλίους καὶ παρ' ὀλίγον θανάτου κρίσιν προέθηκαν ὡς καταισχύνουσι τὴν Ῥώμην· διηπειλήσαντο δὲ τὴν ἁρμόττουσαν παρ' αὐτῶν λήψεσθαι τιμωρίαν εἰ μὴ πᾶσαν ἐπιμέλειαν ποιήσονται τῶν αἰχμαλώτων. οἱ δὲ τῇ μητρὶ πολλὰ καταμεμψάμενοι, τὸν μὲν Βοδόστορα καύσαντες ἀπέστειλαν τὴν τέφραν τοῖς συγγενέσι, τὸν δὲ Ἀμίλκαν ἐκ τῆς κακουχίας ἀνέλαβον.

   (Const. Exc. 2 (1), pp. 261-262.)

[13]

[1]    Ὅτι ὁ Βάρκας, ἐπειδὴ παρεγενήθησαν πρὸς αὐτὸν οἱ πρέσβεις τῶν Ῥωμαίων μετὰ τοῦ Γέσκωνος καὶ τὰς συνθήκας ἀνεγίνωσκον, μέχρι μέν τινος ἐσιώπα· ὡς δὲ ἤκουσε τά τε ὅπλα παραδιδόναι καὶ τοὺς αὐτομόλους, οὐκ ἐκαρτέρησεν, ἀλλ' ἐκέλευσεν ἀπιέναι τὴν ταχίστην· ἕτοιμος γὰρ ἔφησεν εἶναι μᾶλλον ἀποθανεῖν μαχόμενος ἢ φιλοψυχήσας προσδέξασθαι πρᾶξιν ἐπονείδιστον, καὶ ταῦτ' εἰδὼς τὴν τύχην πρὸς τοὺς ἐγκαρτεροῦντας τοῖς δεινοῖς αὐτομολοῦσαν καὶ μεγίστην ἀπόδειξιν τῆς ἀνελπίστου μεταβολῆς παρεσχημένην τὴν περὶ τὸν Ἀτίλιον συμφοράν. (Const. Exc. 4, p. 352.)

[14]   Εἴκοσι τέσσαρα ἔτη πολεμήσαντες οἱ Ῥωμαῖοι Καρχηδονίους, Λιλύβαιον δὲ δεκαετῆ χρόνον πολιορκήσαντες, πρὸς ἀλλήλους διελύθησαν.

   (Exc. Hoesch. p. 509 W.)

[1]  

FRAGMENTA LIBRI XXV

[1]   Ὅτι Ἐπίκουρος ὁ φιλόσοφος ἐν ταῖς ἐπιγεγραμμέναις ὑπ' αὐτοῦ Κυρίαις Δόξαις ἀπεφήνατο τὸν μὲν δίκαιον βίον ἀτάραχον ὑπάρχειν, τὸν δὲ ἄδικον πλείστης ταραχῆς γέμειν, βραχεῖ παντελῶς λόγῳ πολὺν καὶ ἀληθῆ νοῦν περιλαβὼν καὶ τὸ σύνολον δυνάμενον τὴν κακίαν τῶν ἀνθρώπων διορθοῦσθαι. ἡ γὰρ ἀδικία μητρόπολις οὖσα τῶν κακῶν οὐ μόνον τοῖς ἰδιώταις ἀλλὰ καὶ αὐτοῖς συλλήβδην ἔθνεσι καὶ δήμοις καὶ βασιλεῦσι τὰς μεγίστας ἀπεργάζεται συμφοράς.

   (Const. Exc. 4, p. 352; Exc. Hoesch. p. 509 W.)

[2]   Ὅτι οἱ Καρχηδόνιοι περὶ τῆς Σικελίας μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντες καὶ πρὸς Ῥωμαίους εἴκοσι τέτταρα ἔτη συνεχῶς διαπολεμήσαντες οὐ τηλικούτων ἐπειράθησαν ἀτυχημάτων ὅσων ὁ πόλεμος αὐτοῖς αἴτιος ὑπῆρξεν ὁ πρὸς τοὺς ἀδικηθέντας ὑπ' αὐτῶν μισθοφόρους. ἀποστερήσαντες γὰρ τοὺς ὀφειλομένους μισθοὺς τοῖς ἀλλοεθνέσιν παρ' ὀλίγον αὐτῆς τῆς ἡγεμονίας ἅμα καὶ τῆς πατρίδος ἐστερήθησαν. οἱ γὰρ ἀδικηθέντες μισθοφόροι παραχρῆμα ἀποστάντες ταῖς ἐσχάταις συμφοραῖς περιέβαλον τὴν Καρχηδόνα.

   (Const. Exc. 2 (1), p. 262.)

[2]    Ὑπῆρχον γὰρ οἱ μετὰ Καρχηδονίων στρατευσάμενοι Ἴβηρες, Κελτοί, Βαλεαρεῖς, Λίβυες, Φοίνικες, Λιγυστῖνοι, καὶ μιξέλληνες δοῦλοι· οἳ καὶ ἐστασίασαν. (Exc. Hoesch. p. 509 W.)

[3]

[1]    Ὅτι οἱ Καρχηδόνιοι ἐξαπέστειλαν πρὸς τοὺς ἀποστάντας κήρυκα, τὴν τῶν νεκρῶν ἀναίρεσιν αἰτούμενοι. οἱ δὲ περὶ τὸν Σπόνδιον ἡγεμόνες ἐπιτείνοντες τὴν ἀποθηρίωσιν οὐ μόνον ἀντεῖπον περὶ τῆς ταφῆς, ἀλλὰ καὶ διηπειλήσαντο μηκέτι πέμπειν μηδένα κήρυκα περὶ μηδενὸς πρὸς αὐτούς, ὡς τῆς αὐτῆς κολάσεως γενησομένης τῷ παραγενομένῳ. εἰς δὲ τὸ λοιπὸν ἐνομοθέτησαν τῶν αἰχμαλώτων τοὺς μὲν Καρχηδονίους τῆς αὐτῆς τούτοις ἀξιοῦν τιμωρίας, τοὺς δὲ συμμαχοῦντας τοῖς Φοίνιξι χειροκοπεῖν καὶ πέμπειν ἠκρωτηριασμένους εἰς τὴν Καρχηδόνα. οἱ μὲν οὖν περὶ τὸν Σπόνδιον ἡγεμόνες διὰ τῆς εἰρημένης ἀσεβείας καὶ ὠμότητος ὑπετέμοντο τὴν διὰ τῆς φιλανθρωπίας στρατηγίαν τοῦ Βάρκα. τοῦτον τὸν τρόπον Ἀμίλκας δυσχρηστούμενος τῇ ὠμότητι καὶ αὐτὸς ἠναγκάζετο τῆς φιλανθρωπίας τῆς εἰς τοὺς αἰχμαλώτους ἀποστῆναι, τὴν δὲ τιμωρίαν παραπλησίαν ἐπιτιθέναι τοῖς ὑποπεσοῦσι. διόπερ τοὺς ἁλισκομένους αἰκιζόμενος παρερρίπτει τοῖς θηρίοις, ὑφ' ὧν καταπατούμενοι πικραῖς τιμωρίαις περιέπιπτον.

[2]    Ὅτι οἱ Ἱππακρῖνοι καὶ οἱ Ἰτυκαῖοι ἀπέστησαν καὶ τοὺς φυλάσσοντας τὰς πόλεις ἔρριψαν ἀτάφους κατὰ τῶν τειχῶν, καὶ τοῖς παρὰ Καρχηδονίων πρεσβεύσασι περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀντέπιπτον περὶ τῆς ταφῆς.

   (Const. Exc. 2(1), pp. 262-263.)

[4]

[1]    Διὸ καὶ τοῖς ἀποστάταις οὐχ ἧττον πολιορκεῖσθαι συνέβαινεν ἢ πολιορκεῖν διὰ τὸ σπανίζειν τροφῆς.

[2]    Συνέβαινε δὲ ταῖς μὲν τόλμαις αὐτοὺς μὴ λείπεσθαι τῶν πολεμίων, διὰ δὲ τὰς ἀπειρίας τῶν ἡγεμόνων μεγάλα βλάπτεσθαι. διὸ καὶ τότε συνιδεῖν ἦν ἐπ' αὐτῆς τῆς πείρας ἡλίκην ὑπερβολὴν ἔχοι στρατηγικὴ σύνεσις ἰδιωτικῆς ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς.

   (Const. Exc. 4, pp. 352-353; τότε συνιδεῖν to end, Exc. Hoesch. p. 510 W. Chap. 4. 3 Dind.)

[5]

[1]    Τὸ γὰρ δαιμόνιον, ὡς ἔοικε, ταύτην ἀμοιβὴν τῶν ἀσεβημάτων αὐτοῖς ἐδικαίωσεν.

[2]    Ὅτι τὸν Σπόνδιον ἀνεσταύρωσεν Ἀμίλκας. ὁ δὲ Μάθως Ἀννίβαν εἰς τὸν αὐτὸν σταυρὸν αἰχμάλωτον λαβὼν προσήλωσεν, ὥστε δοκεῖν τὴν τύχην ὥσπερ ἐπίτηδες ἐναλλὰξ τὰς εὐημερίας καὶ τὰς ἥττας ἀπονέμειν τοῖς περὶ τὴν ἀνθρωπίνην φύσιν ἠσεβηκόσιν.

[3]    Ὅτι αἱ δύω πόλεις οὐδεμίαν ἀφορμὴν εἶχον πρὸς διάλυσιν διὰ τὸ μὴ καταλελοιπέναι σφίσιν ἐλέῳ μηδὲ συγγνώμῃ τόπον τινὰ κατὰ τὰς πρώτας ἐπιβολάς. οὕτω κατὰ τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ὑπὲρ ἄνθρωπον ἐπιτηδεύειν.

   (Const. Exc. 4, p. 353; last sentence, Exc. Hoesch. p. 510 W. Chap. 5. 4 Dind.)

[6]

[1]    Μετὰ δὲ τὴν ἐκ Σικελίας ἐπαναχώρησιν οἱ μισθοφόροι Καρχηδονίων ἐπανέστησαν αὐτοῖς διὰ τοιαύτας αἰτίας. ὑπὲρ τῶν ἵππων τῶν θανόντων ἐν Σικελίᾳ καὶ τῶν σφαγέντων ἀνδρῶν τιμὰς ὑπερβαλλούσας ... καὶ ἐπολέμησαν ἔτη τέσσαρα καὶ μῆνας τέσσαρας. σφάζονται δὲ ὑπὸ Ἀμίλκα τοῦ Βάρκα στρατηγοῦ, ὃς καὶ ἐν Σικελίᾳ εἰς τοὺς Ῥωμαίους ἀνδρικῶς ἐκρατύνατο.

   (Exc. Hoesch. p. 510 W.)

[7]   [Ἐπὶ τοσοῦτο γὰρ ἡ νῆσος διωνομάσθη τῇ τῶν καρπῶν ἀφθονίᾳ ὥστε Καρχηδονίους ὕστερον αὐξηθέντας ἐπιθυμῆσαι τῆς νήσου, καὶ πολλοὺς ἀγῶνας καὶ κινδύνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.] (Diod. 4. 29. 6.)

[8]   Ὅτι Ἀμίλκας ὁ καὶ Βάρκας πολλὰς καὶ μεγάλας χρείας παρασχόμενος τῇ πατρίδι κατὰ μὲν τὴν Σικελίαν ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, κατὰ δὲ τὴν Λιβύην, ὅτε τὴν ἀπόστασιν οἱ μισθοφόροι καὶ Λίβυες ποιησάμενοι συνεῖχον ἐν πολιορκίᾳ τὴν Καρχηδόνα. ἐπ' ἀμφοτέροις γὰρ τοῖς πολέμοις τούτοις ἐπιφανεστάτας πράξεις κατεργασάμενος καὶ πολιτευόμενος ἐμφρόνως δικαίας ἀποδοχῆς ἐτύγχανε παρὰ πᾶσι τοῖς πολίταις. ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τοῦ κατὰ τὴν Λιβύην πολέμου συστησάμενος ἑταιρείαν τῶν πονηροτάτων ἀνθρώπων καὶ ἐκ τούτων ἀθροίζων καὶ ἐκ τῶν λαφύρων ὠφελείας, ἔτι δὲ αὑτὸν ὁρῶν ταῖς πράξεσιν αὐξανόμενον καὶ δοὺς εἰς δημοκοπίαν καὶ πλήθους ἀρέσκειαν παρεστήσατο τὸν δῆμον ἑαυτῷ παραδοῦναι τὴν στρατηγίαν ὅλης τῆς Ἰβηρίας εἰς χρόνον ἀόριστον. (Const. Exc. 2 (1), p. 263.)

[9]   Ὅτι οἱ μὲν Κελτοὶ τοῖς πλήθεσιν ὄντες πολλαπλάσιοι καὶ πεφρονηματισμένοι τῷ θράσει καὶ ταῖς ἀλκαῖς καταπεφρονηκότως διηγωνίζοντο, οἱ δὲ περὶ τὸν Βάρκαν τὸ τοῦ πλήθους ἐλλιπὲς ταῖς ἀρεταῖς καὶ ταῖς ἐμπειρίαις ἐπειρῶντο διορθώσασθαι. οἱ μὲν οὖν πᾶσιν ἔδοξαν ἐμφρόνως περὶ τούτων βεβουλεῦσθαι, ἡ δὲ τύχη παρ' ἐλπίδας ἐβράβευσε τὰς πράξεις καὶ τὸ δοκοῦν ἀδύνατον εἶναι καὶ ἐπικίνδυνον παραδόξως κατώρθωσεν.

   (Const. Exc. 4, p. 353.)

[10]   Ἀμίλκας δὲ στρατηγήσας κατὰ Καρχηδόνα ταχὺ τὴν πατρίδα ηὔξησε, καὶ εἰς τὰς Ἡρακλείους στήλας καὶ εἰς τὰ Γάδειρα καὶ εἰς τὸν Ὠκεανὸν κατέπλευσεν. ἔστι δὲ τὰ Γάδειρα πόλις ἄποικος Φοινίκων· κεῖται μὲν εἰς τὰ ἔσχατα τῆς οἰκουμένης κατὰ αὐτὸν τὸν Ὠκεανόν, ὅρμον ἔχουσα. πολεμήσας δὲ Ἴβηρας καὶ Ταρτησίους μετὰ Ἰστολατίου στρατηγοῦ τῶν Κελτῶν καὶ τοῦ ἀδελφοῦ αὐτοῦ πάντας κατέκοψεν, ἐν οἷς καὶ τοὺς δύο ἀδελφοὺς σὺν ἄλλοις ἐπιφανεστάτοις ἡγεμόσι· καὶ τρισχιλίους ζῶντας παραλαβὼν ἔταξεν εἰς τὰς ἰδίας στρατιάς.

[2] Ἰνδόρτης δὲ πάλιν ἀθροίσας πεντακισμυρίους, καὶ πρὶν πολέμου τραπεὶς καὶ φυγὼν εἰς λόφον τινά, καὶ πολιορκηθεὶς ὑπ' Ἀμίλκα καὶ νυκτὸς πάλιν φυγών, τὸ πλεῖστον αὐτοῦ κατεκόπη, αὐτὸς δὲ Ἰνδόρτης καὶ ζωγρίας ἐλήφθη. ὃν τυφλώσας Ἀμίλκας καὶ τὸ σῶμα αἰκισάμενος ἀνεσταύρωσε· τοὺς δὲ ἄλλους αἰχμαλώτους ὄντας μυρίων πλείους ἀπέλυσε. πολλὰς δὲ πόλεις τῇ πειθοῖ προσηγάγετο, [3] πολλὰς δὲ καὶ καταπολεμήσας. Ἀσδρούβας δὲ ὁ γαμβρὸς Ἀμίλκου πεμφθεὶς παρὰ τοῦ κηδεστοῦ εἰς Καρχηδόνα εἰς πόλεμον τῶν Νομάδων τῶν ἐπαναστάντων Καρχηδονίοις κατέκοψεν ὀκτακισχιλίους, ζωγρίας δὲ ἔλαβεν δισχιλίους, οἱ δὲ λοιποὶ ἐδουλώθησαν φόρους τελέσαντες. ὁ δὲ Ἀμίλκας περὶ τὴν Ἰβηρίαν πόλεις πολλὰς ὑποτάξας ἔκτισε πόλιν μεγίστην, καλέσας αὐτὴν ἐκ τῆς τοῦ τόπου θέσεως Ἄκραν Λευκήν. Ἀμίλκας δὲ Ἑλικῇ τῇ πόλει παρακαθήμενος καὶ πολιορκῶν, τὸ πλεῖστον στράτευμα καὶ τοὺς ἐλέφαντας εἰς παραχειμασίας ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ πόλει Λευκῇ Ἄκρᾳ ἀποστείλας, μετὰ τῶν λοιπῶν παρέμεινε. συνεκβοηθήσαντος δὲ τοῦ Ὀρισσῶν βασιλέως τοῖς πολιορκουμένοις, δόλῳ φιλίαν συνθέμενος [4] καὶ συμμαχήσας ἔτρεψεν Ἀμίλκαν. τούτου δὲ φεύγοντος, τοῖς υἱοῖς καὶ τοῖς φίλοις τὴν σωτηρίαν κατεσκεύασε δι' ἄλλης ὁδοῦ ἐκκλίνας· καταδιωκόμενος γὰρ ὑπὸ τοῦ βασιλέως εἰς ποταμὸν μέγαν σὺν τῷ ἵππῳ ἐμβὰς ὑπὸ τοῦ ῥεύματος διεφθάρη ὑπὸ τοῦ ἵππου. οἱ δὲ περὶ τὸν Ἀννίβαν καὶ Ἀσδρούβαν τοὺς υἱοὺς διεσώθησαν εἰς τὴν Λευκὴν Ἄκραν.

[5]    Ἀμίλκας μὲν οὖν, καίπερ πολλοῖς ἔτεσι πρότερον τῆς ἡμετέρας ἡλικίας τετελευτηκώς, ἐχέτω παρὰ τῆς ἱστορίας ὥσπερ ἐπιτάφιον τὸν ἴδιον ἔπαινον.

   (Exc. Hoesch. pp. 510511 W.)

[11]

[1]    Ὅτι Ἀσδρούβας μαθὼν πρακτικωτέραν οὖσαν τῆς βίας τὴν ἐπιείκειαν προέκρινε τὴν εἰρήνην τοῦ πολέμου.

[2]    Διὸ πᾶσα ἡ πόλις ἀεὶ τὰ παραγγελλόμενα φιλοπευστοῦσα καὶ ταῖς διαδιδομέναις φήμαις μετάμελος οὖσα πολλῆς ἀγωνίας ἐπληροῦτο.

   (Const. Exc. 4, p. 353.)

[12]

[1]    Ἀσδρούβας δὲ ὁ γαμβρὸς Ἀμίλκα μαθὼν τοῦ κηδεστοῦ τὸ ἀκλήρημα, ταχέως ἀναζεύξας πρὸς τὴν Λευκὴν Ἄκραν ἦλθεν, ἔχων θηρία πλέον τῶν ἑκατόν. οὗτος δὲ στρατηγὸς ἀναγορευθεὶς ὑπό τε τοῦ λαοῦ καὶ Καρχηδονίων πεντακισμυρίους ἐμπείρους πεζοὺς συνέλεξε καὶ ἱππεῖς ἑξακισχιλίους, ἐλέφαντας δὲ διακοσίους. πολεμήσας δὲ πρῶτον τὸν Ὀρισσῶν βασιλέα κατέσφαξε πάντας τοὺς αἰτίους τῆς Ἀμίλκα φυγῆς. παρέλαβε δὲ τὰς πόλεις αὐτῶν οὔσας δώδεκα καὶ πάσας τὰς πόλεις Ἰβηρίας. γήμας δὲ θυγατέρα βασιλέως Ἰβήρου ὑπὸ πάντων τῶν Ἰβήρων ἀνηγορεύθη στρατηγὸς αὐτοκράτωρ. ὅθεν ἔκτισε παραθαλασσίαν πόλιν, ἣν προσηγόρευσε Νέαν Καρχηδόνα, καὶ ἑτέραν πόλιν ὕστερον, θέλων τὴν Ἀμίλκα δύναμιν ὑπερβῆναι. καὶ ἐστράτευσεν ἑξακισμυρίους, ἱππεῖς ὀκτακισχιλίους, ἐλέφαντας διακοσίους. ὑπὸ δὲ οἰκέτου ἐπιβουλευθεὶς ἐσφάγη, στρατηγήσας ἔτη ἐννέα.

[13]   Κελταὶ δὲ μετὰ Γαλατῶν κατὰ Ῥωμαίων πόλεμον συνῆψαν ἀθροίσαντες λαὸν μυριάδας εἴκοσι, καὶ πρῶτον μὲν πόλεμον ἐνίκησαν· καὶ δεύτερον προσβαλόντες ἐνίκησαν, ἀνεῖλον δὲ καὶ τὸν ἕνα Ῥωμαίων ὕπατον. Ῥωμαῖοι δὲ καὶ αὐτοὶ ἔχοντες πεζῶν μυριάδας ἑβδομήκοντα, ἱππέων δὲ ἑπτακισμυρίους, τῶν δύο πολέμων ἡττημένων Ῥωμαίων, τῷ τρίτῳ πολέμῳ κατὰ κράτος ἐνίκησαν Ῥωμαῖοι καὶ ἀνεῖλον μυριάδας τέσσαρας καὶ τοὺς ὑπολοίπους ἐζώγρησαν, ὥστε καὶ τὸν μέγιστον αὐτῶν βασιλέα ἑαυτοῦ θερίσαι τὸν τράχηλον, τὸν δὲ δεύτερον αὐτοῦ ζῶντα ἁλῶναι. ἐκ δὲ τούτου τοῦ ἀνδραγαθήματος ἀνθύπατος γενόμενος Αἰμίλιος κατέδραμε τὴν χώραν τῶν Γαλατῶν καὶ Κελτῶν, καὶ πολλὰς πόλεις καὶ φρούρια εἷλε, καὶ ὠφελείας πολλῆς ἐπλήρωσε τὴν Ῥώμην.

[14]   Ἱέρων δὲ ὁ βασιλεὺς Συρακόσης εἰς τὸν Κελτικὸν πόλεμον Ῥωμαίοις σῖτον ἀπέστειλε βοηθῶν Ῥωμαίοις, οὗ καὶ τὴν τιμὴν ἔλαβε μετὰ τὴν τοῦ πολέμου κατάλυσιν.

[15]   Μετὰ δὲ τὴν σφαγὴν Ἀσδρούβα τοῦ Καρχηδονίου ἀναρχίας οὔσης τὸν μείζονα υἱὸν Ἀμίλκα Ἀννίβαν στρατηγὸν ἐχειροτόνησαν. Ζακανθαίων δὲ ἡ πόλις πολιορκουμένη ὑπὸ Ἀννίβα, συναγαγόντες τὰ ἱερὰ καὶ τὸν χρυσὸν καὶ ἄργυρον τὸν ἐν τοῖς οἴκοις καὶ τὰ τῶν γυναικῶν κόσμια καὶ ἐνώτια καὶ ἀργύρια, χωνεύσαντες ἔμιξαν χαλκὸν καὶ μόλιβδον, καὶ ἄχρηστον ποιήσαντες τὸν χρυσὸν ἐξῆλθον, καὶ ἡρωικῶς ἀγωνισάμενοι πάντες κατεκόπησαν, πολλοὺς δὲ καὶ αὐτοὶ φονεύσαντες. αἱ δὲ γυναῖκες τὰ τέκνα φονεύσασαι ἑαυτὰς δι' ἀγχόνης ἀπέπνιξαν. οὕτως ἀκερδῆ τὴν πόλιν παρέλαβεν Ἀννίβας. τὸν δὲ Ἀννίβαν Ῥωμαῖοι πρὸς δίκην αἰτήσαντες δι' ὧν παρηνόμησε καὶ μὴ λαβόντες πόλεμον τὸν Ἀννιβαϊκὸν καλούμενον ἔστησαν. (Exc. Hoesch. pp. 511512 W.)

[16]   Ὅτι ὁ πρεσβύτατος τῶν ἐκ τῆς Ῥώμης ἐκπεμφθέντων πρεσβευτῶν ἐν τῷ συνεδρίῳ τῶν Καρχηδονίων δείξας τῇ γερουσίᾳ τὸν κόλπον ἔφησε φέρειν αὐτοῖς καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον· ἀπολείψειν οὖν τούτων ὁπότερον ἂν οἱ Καρχηδόνιοι βουληθῶσιν. τοῦ δὲ τῶν Καρχηδονίων βασιλέως εἰπόντος ποιεῖν αὐτὸν ὁπότερον ἂν βούλοιτο, ἔφη, Τὸν πόλεμον ἐφίημι. τῶν δὲ Καρχηδονίων οἱ πλείους εὐθὺς ἀνεβόησαν δέχεσθαι.

[17]   Ὅτι οἱ κατὰ τὴν Οὐικτόμελαν πόλιν ἐκπολιορκηθέντες συνέφυγον εἰς τὰς ἰδίας οἰκίας ἐπὶ τέκνα καὶ γυναῖκας, τὴν ἐσχάτην παρ' αὐτῶν ληψόμενοι τέρψιν. ἐπειδὴ τίς ἐστι τέρψις τοῖς ἀπολλυμένοις εἰ μὴ δάκρυα καὶ τὸ τελευταῖον ἐν τῷ ζῆν τῶν συγγενῶν ἄσπασμα; ταῦτα γὰρ τοῖς ἀτυχοῦσιν ἔχειν τινὰ δοκεῖ κουφισμὸν τῶν ἀκληρημάτων. οἱ μὲν οὖν πλεῖστοι τὰς οἰκίας ἐμπρήσαντες πανοικὶ μετὰ τῶν συγγενῶν κατεφλέχθησαν καὶ τὸν ἐπὶ τῆς ἰδίας ἑστίας τάφον ἑαυτοῖς ἐπέστησαν, τινὲς δὲ εὐψυχοτάτως τοὺς ἰδίους προανελόντες ἑαυτοὺς ἐπικατέσφαξαν, αἱρετώτερον τὸν αὐτόχειρα θάνατον ὑπολαβόντες τοῦ διὰ τῶν πολεμίων μεθ' ὕβρεως συντελουμένου. (Const. Exc. 4, pp. 353-354.)

[18]   Τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δημητρίου κρατεῖ Μακεδόνων ἔτη δώδεκα, κατὰ δὲ Διόδωρον ἔτη ἐννέα.

   (Georgius Syncellus, p. 508 Dind.)

[19]   Ἀννίβας, ὡς Διόδωρος γράφει καὶ Δίων ἅμα,

   σὺν τούτοις Διονύσιος ὁ Ἁλικαρνασσόθεν,

   ἦν στρατηγὸς τῶν Σικελῶν, υἱὸς δὲ τοῦ Ἀμίλκα.

   ὅστις Ἀμίλκας σύμπασαν εἷλε τὴν Ἰβηρίαν,

   δόλοις ἐπιθεμένων δὲ κτείνεται τῶν Ἰβήρων.

   τὸν πάντα τούτου γὰρ στρατὸν φεύγειν κελεύσας τότε

   καὶ προσπλακέντας τοὺς υἱοὺς καὶ συνθανεῖν ποθοῦντας

   μάστιξι παρωσάμενος συμφεύγειν τοῖς ἑτέροις,

   Ἀννίβαν πεντεκαίδεκα τῶν χρόνων ὑπηργμένον,

   Ἀσδρούβαν δὲ δυώδεκα, τὸν λόφον, τὴν κυνέαν

   ἄρας αὐτοῦ τῆς κεφαλῆς τοῖς Ἴβηρσιν ἐγνώσθη.

   πάντων δ' Ἰβήρων ἐπ' αὐτὸν ὡς εἶχον ὁρμησάντων,

   οἱ φεύγοντες ἐσώζοντο τυγχάνοντες ἀδείας.

   ὡς δὲ σωθέντα τὸν στρατὸν εἶδε, στραφεὶς ὀπίσω

   λοιπὸν σπουδάζει μηδ' αὐτὸς Ἴβηρσι κρατηθῆναι.

   ἐπικειμένων δὲ σφοδρῶς κυκλόθεν τῶν Ἰβήρων

   τὸν ἵππον ἀκρατέστερον ἐλάσας τὸν οἰκεῖον

   τοῦ ποταμοῦ τοῦ Ἴβηρος τοῖς ῥεύμασιν ἐμπίπτει.

   βάλλεται δὲ παρά τινος ὁρμῶν ἐν ἀκοντίῳ·

   πλὴν καὶ πνιγεὶς οὐδὲ νεκρὸς τοῖς Ἴβηρσιν εὑρέθη·

   ὃ τούτῳ πόθος ἦν· σύρεται γὰρ τοῖς ῥείθροις.

   τούτου τοῦ ἥρωος ἀνδρὸς ὢν γόνος ὁ Ἀννίβας

   ὑπὸ γαμβρῷ ἐτάττετο, σὺν ᾧ τὴν Ἰβηρίαν

   πᾶσαν ἐλεηλάτησε ποινὴν πατρῴου φόνου.

   ὡς δ' ἐν τοῖς μεταξὺ χρόνοις οἱ Αὔσονες Ῥωμαῖοι

   τοὺς Σικελοὺς ἐνίκησαν πολλάκις νικηθέντες,

   κέλευσμά τε βαρύτατον ἐκέλευσαν ἐκείνοις

   ὡς μηδὲ ξίφος ἀπ' αὐτῶν ποτέ τινα κατέχειν,

   Ἀννίβας, χρόνων εἴκοσι γενόμενος καὶ πέντε,

   χωρὶς συγκλήτου τῆς βουλῆς καὶ τῶν ὑπερεχόντων

   τοὺς θερμοτέρους συλλαβὼν καὶ τοὺς ὀξεῖς τῶν νέων

   ὡς ἑκατὸν καὶ πλείονας, λῃστεύων Ἰβηρίαν

   ἔζη, καὶ προσεπηύξανεν ἀεὶ στρατὸν τῶν νέων.

   ὡς δ' ἡ πληθὺς ἐνίκα μὲν ἑκατοντάδας ἤδη,

   εἰς χιλιάδας δ' ἔτρεχεν, εἶτα καὶ μυριάδας

   καὶ μέγας γέγονε στρατὸς καὶ τῶν ἀξιομάχων,

   ἄνευ μισθοῦ καὶ δωρεῶν οὕτω συνηθροισμένος,

   εὐθὺ τοῦτο κατάδηλον ἐγένετο Ῥωμαίοις.

   καὶ συνταχθέντες σύμπαντες στρατῷ πεζῷ καὶ στόλῳ,

   ἑπτὰ καὶ ἑβδομήκοντα πληθύος μυριάδες

   πίτυος δίκην ἔσπευδον τοὺς Σικελοὺς ἐκτρῖψαι.

   οἱ Σικελοὶ δ' ἱκέτευον παύσασθαι τὸν Ἀννίβαν

   μὴ παντελῶς τὰ Σικελῶν ἄρδην ἀποφθαρείη.

   ὁ δὲ παρεὶς τοὺς θέλοντας καὶ λέγειν καὶ λαβράζειν

   οὐκ ἀναμείνας τὴν ὁρμὴν ἐκείνων τῶν Ῥωμαίων

   μόνος ἐκ πάντων Σικελῶν χωρεῖ πρὸς< Ἰταλίαν,

   ἄνωθεν πορευόμενος Ἀλπιανῶν ὀρέων,

   καὶ τούτων τὰ δυσείσβολα καὶ πέτρας κατατέμνων

   ἐν ἓξ μησὶν ἐμπέπτωκε τάγμασι τῶν Ῥωμαίων.

   ἐν διαφόροις μάχαις δὲ τούτων πολλοὺς ἀνεῖλεν.

   Ἀσδρούβαν δὲ τὸν ἀδελφὸν ἐκαραδόκει μένων,

   ὃς διαβὰς τὰ ὄρεα ταῦτα τὰ τῶν Ἀλπίων

   ἡμέραις πεντεκαίδεκα προσήγγιζεν Ἀννίβᾳ

   ἄγων καὶ πλῆθος στρατιᾶς. ὃ γνόντες οἱ Ῥωμαῖοι,

   λαθραίως ἐπιθέμενοι τοῦτον μὲν ἀναιροῦσι,

   τὴν κεφαλὴν δ' ἐνέγκαντες ἐπέρριψαν Ἀννίβᾳ.

   ὁ δὲ θρηνήσας, ὡς ἐχρῆν, τὸν ἀδελφὸν τὸν φίλον,

   ὕστερον ἀντετάξατο Ῥωμαίοις ἐν ταῖς Κάνναις,

   Ῥωμαίων ὄντων στρατηγῶν Παύλου καὶ Τερεντίου.

   αἱ Κάνναι πεδιάδες δέ εἰσι τῆς Ἀπουλίας,

   οὗ Διομήδης ἔκτισε τὴν πόλιν Ἀργυρίππαν,

   τουτέστιν Ἄργος Ἵππειον τῇ γλώσσῃ τῇ Ἑλλήνων.

   αἱ πεδιάδες αὗται δὲ τυγχάνουσι Δαυνίων,

   τῶν Ἰαπύγων ὕστερον, ἔπειτα Σαλαντίων,

   τὰ νῦν δὲ πᾶσι Καλαυρῶν τὴν κλῆσιν λεγομένων,

   τῶν Καλαυρῶν μεσόριον αὖτε καὶ Λογγιβάρδων,

   οὗπερ ὁ μέγας πόλεμος ἐκείνοις ἀνερράγη.

   τούτου ῥαγέντος τότε δὲ πολέμου τοῦ φρικώδους,

   σεισμὸς ἐγένετο δεινός, ὡς ὄρη διαστῆναι,

   ἐξ οὐρανοῦ δ' ἐχύθησαν ὄμβροι μεγάλων λίθων·

   οἱ δὲ θερμῶς μαχόμενοι τούτων οὐδὲν ἐπέγνων.

   τέλος τοσοῦτο πέπτωκε πλῆθος ἀνδρῶν Ῥωμαίων

   ὡς τὸν Ἀννίβαν στρατηγὸν πέμψαι τῇ Σικελίᾳ

   τοὺς δακτυλίους στρατηγῶν καὶ τῶν λοιπῶν ἐνδόξων

   μεδίμνοις τε καὶ χοίνιξι πολλοῖς ἐμμετρη θέντας·

   τὰς εὐγενεῖς καὶ πρώτας δὲ γυναῖκας τῶν Ῥωμαίων

   ὀδυρομένας προσδραμεῖν ναοῖς τοῖς ἐν τῇ Ῥώμῃ

   καὶ ταῖς θριξὶν ταῖς ἑαυτῶν καθαίρειν ἕδη τούτων,

   ὕστερον καὶ μιγῆναι δὲ καὶ δούλοις καὶ βαρβάροις,

   λειψανδρησάσης παντελῶς τῆς Ῥωμαΐδος χώρας,

   ὅπως μὴ πρόρριζον αὐτῶν ἐκθαμνισθῇ τὸ γένος.

   τότε δ' ἡ Ῥώμη, παντελῶς πάντων ἀνῃρημένων,

   ἄκλειστος ἵστατο πολλοῖς ἡμεροδρόμοις κύκλοις.

   οἱ γέροντες δ' ἑζόμενοι τοῖς ταύτης προπυλαίοις

   τὴν συμφορὰν ὠδύροντο τὴν ὑπερπαθεστάτην·

   τοὺς παριόντας δ' ἤροντο μή πού τις ζῶν ἐλείφθη.

   τοιαύτης τότε συμφορᾶς τὴν Ῥώμην κατασχούσης,

   Ἀννίβας κατημέλησε ταύτην ἐγκατασκάψαι

   νίκαις καὶ πότοις καὶ τρυφαῖς φανεὶς ἀμβλὺς πρὸς τοῦτο,

   ἔστ' ἂν συνήχθη στράτευμα Ῥωμαίων τοῖς Ῥωμαίοις.

   τότε τριττῶς ἀπείρχθη δὲ πρὸς Ῥώμην ἐξορμήσας·

   αἴφνης ἐκ τῆς αἰθρίας γὰρ χάλαζα σφοδρωτάτη

   καὶ γνόφος ἐγγινόμενος εἶργε πορείας τοῦτον.

   ὕστερον δὲ φθονούμενος τοῖς Σικελοῖς Ἀννίβας,

   ἐν σίτου χρείᾳ γεγονώς, καὶ μὴ στελλόντων τούτων,

   ὁ πρὶν γενναῖος νικητὴς λιμῷ νενικημένος

   φυγὰς ὑπὸ Σκηπίωνος γίνεται τοῦ Ῥωμαίου

   καὶ Σικελοῖς παραίτιος δεινῆς πανωλεθρίας.

   αὐτὸς δὲ φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν,

   πρός τι χωρίον Λίβυσσαν καλούμενον τῇ κλήσει,

   δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν.

   ἦν γὰρ Ἀννίβᾳ τις χρησμὸς οὕτω που γεγραμμένος·

   Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας.

   (Tzetzes, Hist. 1. 700-802.)

FRAGMENTA LIBRI XXVI

[1]   Οὔτε ποιητὴς οὔτε συγγραφεὺς οὔτε ἄλλος τεχνίτης οὐδεὶς παραγγελίας τινὸς λογικῆς δύναται πᾶσι τοῖς ἀναγινώσκουσι κατὰ πᾶν εὐαρεστῆσαι· θνητῇ δὲ φύσει, κἂν ὅλως ἐπιτετευγμένη γένηται, οὐ δυνατὸν ἐφικέσθαι τῆς ἀμέμπτου πάντων εὐαρεστήσεως. οὔτε γὰρ Φειδίας, μάλιστα τεθαυμασμένος ἐπὶ τῇ τῶν ἐλεφαντίνων ἀγαλμάτων κατασκευῇ, οὔτε Πραξιτέλης ὁ καταμίξας ἄκρως τοῖς λιθίνοις ἔργοις τὰ τῆς ψυχῆς πάθη, οὔτε Ἀπελλῆς ἢ Παρράσιος οἱ τοῖς ἐμπειρικῶς κεκραμένοις χρώμασι προαγαγόντες εἰς ἀκρότατον τὴν ζωγραφικὴν τέχνην, οὕτως ἐπέτυχον ἐν τοῖς ἔργοις ὥστε κατὰ πᾶν ἄμεμπτον ἐπιδείξασθαι τὸ τῆς ἐμπειρίας ἀποτέλεσμα. τίς γὰρ ἐπιφανέστερος τῶν μὲν ποιητῶν Ὁμήρου, τῶν δὲ ῥητόρων Δημοσθένους, τῶν δὲ εὖ βεβιωκότων Ἀριστείδου καὶ Σόλωνος; ἀλλ' ὅμως ταῖς τούτων εὐφημίαις καὶ δυνάμεσι προσῆλθεν ὁ μεμφόμενος καὶ τὰς ἀγνοίας [2] ἐλέγχων λόγος. ἄνθρωποι γὰρ ὄντες καὶ ταῖς τῶν ἐγχειρουμένων ὑπεροχαῖς ἐπιτυγχάνοντες, ὅμως διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν διέπιπτον ἐν πολλοῖς. ἔστι γάρ τινα τῶν ἀνθρωπίων φιλόφθονα καὶ μικρόσοφα, τὰ παραπέμποντα μὲν τὰ καλῶς ἔχοντα τῶν ἐπιτελεσθέντων, προσπλεκόμενα δὲ τοῖς ἐπιδεχομένοις διαστροφήν τινα καὶ πιθανὴν μέμψιν, ἐξ ὧν φιλοτιμοῦνται διὰ τῆς τῶν ἄλλων κατηγορίας τὴν ἰδίαν αὐξήσειν ἐμπειρίαν, ἀγνοοῦντες ὅτι πᾶσα δύναμις οὐκ ἐκ τῆς ἀλλοπαθείας ἀσθενεῖ, ἀλλ' [3] ἐκ τῆς ἰδίας ἕξεως θεωρεῖται. θαυμάσειε δὲ ἄν τις τῆς τοιαύτης ἀβελτερίας τὴν εἰς τὰ φαῦλα φιλοπονίαν, δι' ἧς τινες πειρῶνται ταῖς κατὰ τῶν ἄλλων βλασφημίαις ἰδίαν εὐδοξίαν ἀποφέρεσθαι. εἰσὶ γάρ τινες, οἶμαι, φύσεις σκαιότητι βλάπτουσαι, καθάπερ ἐκκαίουσαι τὰ καλὰ τῶν γεννημάτων πάχναι καὶ χιόνες. καὶ γὰρ διὰ τὴν ἀνταύγειαν τῆς κατὰ τὴν χιόνα λευκότητος ἀμαυρουμένη ἡ ὄψις τῆς ἀκριβοῦς θεωρίας ἀποστερεῖται, καὶ προαιρέσεις ἀνθρώπων ἀξιόλογον μὲν ἔργον οὔτε βουλόμεναι δρᾶν οὔτε δυνάμεναι, τὰ δὲ ὑπὸ τῶν ἄλλων πεποιημένα διασύρουσι. διὸ χρὴ τοὺς εὖ φρονοῦντας τοῖς μὲν διὰ ἐπιμέλειαν κατωρθωκόσιν ἀρετῆς ἀπομερίζειν τὸν ἔπαινον, τοῖς δὲ σπανίως κατορθοῦσι μὴ συκοφαντεῖν ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν. περὶ μὲν οὖν τῶν βασκαίνειν ἐπιτηδευόντων ἱκανὸν ἡμῖν εἰρήσθω. (Exc. Hoesch. pp. 512-513 W.)

[2]

[1]    Ὅτι Ἀννίβας ἦν φύσει μάχιμος, καὶ τῇ τῶν πολεμικῶν ἔργων ἐκ παιδὸς πείρᾳ πεπονημένος καὶ συνεστρατευκὼς ἔτη πλείω μεγάλοις ἡγεμόσι πολλὴν εἶχε τριβὴν τῶν πολεμικῶν ἀγώνων. κεχορηγημένος δὲ ὑπὸ τῆς φύσεως ἀγχινοίᾳ καὶ πεποιημένος στρατηγικὴν ἀρετὴν διὰ τῆς πολυχρονίου περὶ τὸν πόλεμον ἀσκήσεως μεγάλας ἐλπίδας εἶχεν ἐν ἑαυτῷ. (Const. Exc. 2 (1), p. 263.)

[3]   Ὅτι Ἀννίβας πρὸς τὴν τοῦ δικτάτωρος Φαβίου σύνεσιν ἀντιμηχανώμενος εἰς παράταξιν αὐτὸν προὐκαλεῖτο, καὶ τοῖς τῆς δειλίας ὀνείδεσιν ἐπειρᾶτο συναναγκάζειν εἰς τὴν διὰ μάχης κρίσιν συγκαταβαίνειν. ὡς δὲ οὐκ ἔπειθεν, ὁ δῆμος τῶν Ῥωμαίων ἐβλασφήμει τὸν δικτάτωρα καὶ παιδαγωγὸν ἐπικαλῶν αὐτὸν ὠνείδιζε τὴν δειλίαν· ὁ δὲ τὴν ὕβριν ἀταράχως καὶ βαθέως ἔφερεν.

   (Const. Exc. 4, p. 354.)

[2]    Καθάπερ γὰρ ἀθλητὴς ἀγαθὸς πολὺν χρόνον χειραλειπτήσας ἐπὶ τὸν ἀγῶνα καταντᾷ ἐμπειρίαν μεγάλην καὶ δύναμιν πεποιημένος.

   (Exc. Hoesch. p. 513 W.; cp. Suidas, s. v. χειραλειπτήσας.)

[3]

   Ὅτι τοῦ Μινυκίου ἡττηθέντος ὑπὸ τοῦ Ἀννίβου, ἐκ τῶν ἀποτελεσμάτων ὑπὸ πάντων ἐκρίθη Μινύκιος μὲν ἀφροσύνῃ καὶ ἀπειρίᾳ τοῖς ὅλοις ἐπταικώς, Φάβιος δὲ ἀγχινοίᾳ καὶ ἀρετῇ στρατηγικῇ διὰ παντὸς προνενοημένος τῆς ἀσφαλείας.

   (Const. Exc. 2 (1), p. 263.)

[4]

[1]    Μηνόδοτος δὲ ὁ Περίνθιος τὰς Ἑλληνικὰς πραγματείας ἔγραψεν ἐν βιβλίοις πεντεκαίδεκα, Σώσιλος δὲ ὁ Ἠλεῖος τὰ περὶ Ἀννίβαν ἔγραψεν ἐν βιβλίοις ἑπτά.

[5]   Κατὰ δὲ Ῥωμαίους ἡ λεγεὼν πεντακισχίλιοί εἰσιν. (Exc. Hoesch. p. 513 W.)

[6]   Ὅτι φύσει οἱ ἄνθρωποι ταῖς μὲν εὐημερίαις προστρέχουσι, τῇ δὲ τῶν πταισάντων τύχῃ συνεπιτίθενται.

   (Const. Exc. 4, p. 354; Exc. Hoesch. p. 513 W.)

[2]    Τὴν γὰρ τύχην εὐμετάβολον οὖσαν φύσει ταχὺ τὴν ἐναντίαν εἰσάξειν μεταβολήν.

   (Exc. Hoesch. p. 513 W.)

[7]

[1]    Ὅτι Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς ἀσεβῆ συνετελέσατο πρᾶξιν· τὸ γὰρ περὶ Δωδώνην μαντεῖον συλήσας, ἐνέπρησε τὸ ἱερὸν πλὴν τοῦ σηκοῦ. (Const. Exc. 2 (1), p. 264.)

[8]   Ῥόδου γὰρ ὑπὸ σεισμοῦ μεγάλου καταπτωθείσης, Ἱέρων ὁ Συρακούσιος ἔδωκεν εἰς οἰκοδομὴν τοῦ τείχους ἀργυρίου ἓξ τάλαντα καὶ ἀργυρίους λέβητας ἀξιολόγους χωρὶς τοῦ νομίσματος καὶ ἀτέλειαν τοῖς σιτηγοῖς πλοίοις.

[9]   Ἡ νῦν δὲ καλουμένη Φιλιππόπολις κατὰ τὴν Θετταλίαν Φθιώτιδες Θῆβαι ἐκαλοῦντο.

   (Exc. Hoesch. p. 513 W.)

[10]   Ὅτι κατὰ τὴν Καπύην προτεθείσης βουλῆς ἐν ἐκκλησίᾳ κοινῇ τί πρακτέον εἴη περὶ τῆς ἀποστάσεως, ἐπέτρεψαν οἱ Καπυηνοὶ γνώμην ἀποφήνασθαι τῷ προσαγορευομένῳ Παγκύλῳ Παύκῳ. ὁ δὲ ἐκτὸς τῶν φρενῶν γεγονὼς διὰ τὸν Ἀννίβου φόβον ὤμοσε τοῖς πολίταις ἰδιότροπον ὅρκον. ἔφησε γάρ, εἰ τῶν ἑκατὸν ἐλπίδα μίαν εἶχεν ἐν τοῖς Ῥωμαίοις, οὐκ ἂν μετέστη πρὸς Καρχηδονίους· νῦν δὲ φανερᾶς οὔσης τῆς τῶν πολεμίων ὑπεροχῆς καὶ τοῦ κινδύνου ταῖς πύλαις ἐφεστῶτος, ἀναγκαῖον εἶναι ταῖς ὑπεροχαῖς εἴκειν. τούτῳ δὲ τῷ τρόπῳ πάντων συγκαταθεμένων προστίθεσθαι τοῖς Καρχηδονίοις ...

   (Const. Exc. 4, pp. 354-355.)

[11]   Ὅτι ἡ τοῦ Ἀννίβου δύναμις πολὺν χρόνον τῆς τῶν Καμπανῶν εὐδαιμονίας ἀπλήστως ἐμπλησθεῖσα μετέβαλε ταῖς ἀγωγαῖς εἰς τοὐναντίον· τρυφῆς γὰρ συνεχοῦς καὶ μαλακῆς εὐνῆς καὶ μύρων παντοίων καὶ παντοίας τροφῆς πολυτέλεια τὴν μὲν ἀλκὴν καὶ συνήθη τῶν δεινῶν ἐξέλυσεν ὑπομονήν, τὰ δὲ σώματα καὶ τὰς ψυχὰς εἰς γυναικώδη καὶ τρυφερὰν διάθεσιν μετέστησεν. ἡ γὰρ ἀνθρωπίνη φύσις τὴν μὲν ἀσυνήθη τῶν πόνων ἄσκησιν καὶ δίαιταν εὐτελῆ δυσχερῶς προσίεται, τὴν δὲ ῥᾳστώνην καὶ τρυφὴν ἑτοίμως διώκει.

   (Ὅτι ἡ ... μετέστησεν, Const. Exc. 2 (1), p. 264; τρυφῆς to end, Exc. Hoesch. p. 514 W.; last sentence, Const. Exc. 4, p. 355.)

[12]   Ποικίλη δέ τις ἀνωμαλία κατεῖχε τὰς πόλεις, ὡς ἂν τῆς ὁμονοίας δεῦρο κἀκεῖσε λαμβανούσης τὰς ῥοπάς.

[2]    Ὅτι ταῖς τῶν πραγμάτων μεταβολαῖς καὶ τὰς τῶν φίλων εὐνοίας θεωρεῖν ἔστιν συμμεταβαλλούσας.

[3]  Ὅτι αἱ τῶν ἀγαθῶν ἀνδρῶν ἀρεταὶ καὶ παρὰ πολεμίοις ἐνίοτε τυγχάνουσι τιμῆς.

[4]   Ὅτι πολλαὶ γυναῖκες καὶ παρθένοι καὶ παῖδες ἐλεύθεροι συνείποντο τοῖς Καπυηνοῖς διὰ τὴν ἀπορίαν τῆς τροφῆς· καὶ γὰρ ὁ πόλεμος ἐνίοτε βιάζεται τοὺς κατὰ τὴν εἰρήνην ἐν πολλῇ σεμνότητι ζῶντας ὑπομένειν ἀνάξια τῆς ἡλικίας πάσχοντας.

   (Const. Exc. 4, p. 355.)

[13]

[1]    Ἀννίβας γὰρ κακουχίᾳ πολλῇ καὶ τὰς πόλεις τῆς Βρεττίας παραλαβὼν ὕστερον καὶ τὴν Κρότωνα εἷλε καὶ τὸ Ῥήγιον πολιορκήσων. ἀπὸ δυσμῶν γὰρ ἀρξάμενος καὶ τῶν Ἡρακλειωτικῶν στηλῶν πᾶσαν τῶν Ῥωμαίων χώραν ὑπέταξε πλὴν Ῥώμης καὶ Νεαπόλεως, πολεμήσας ἕως Κροτώνης.

   (Exc. Hoesch. p. 514 W.)

[14]   Ὅτι τῶν Ῥωμαίων ὁ Ἀννίβας πολλὰ κατηγορήσας εἰς ὠμότητα καὶ πονηρίαν, μᾶλλον δ' ὑπερηφανίαν, τοὺς τῶν συγκλητικῶν υἱοὺς καὶ συγγενεῖς ἐκλέξας ἀπέσφαξεν, ταύτην παρὰ τοῦ συνεδρίου λαμβάνων τιμωρίαν.

[2]    Ὅτι ὁ Ἀννίβας ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους ἐκ τῶν αἰχμαλώτων ἐπιλέξας τοὺς εὐθέτους εἰς μονομαχίαν συνέζευξεν. ἀδελφοὺς μὲν ἀδελφοῖς, πατέρας δὲ υἱοῖς, συγγενεῖς δὲ συγγενέσι μονομαχεῖν ἠνάγκαζεν. ἔνθα δὴ δικαίως ἄν τις τοῦ μὲν Φοίνικος ἐμίσησε τὴν ὠμότητα, τῶν δὲ Ῥωμαίων ἐθαύμασε τὴν εὐσέβειαν καὶ τὴν ἐν τοῖς δεινοῖς ὑπομονήν τε καὶ καρτερίαν. πυρὸς γὰρ αὐτοῖς προσαγομένου καὶ κέντρων, ἔτι δὲ χαλεπωτάτων πληγῶν, οὐδεὶς ὑπήκουσε προσενεγκεῖν τὰς χεῖρας τοῖς ἀναγκαιοτάτοις· πάντες γὰρ εὐγενῆ παραστήματα λαβόντες ἐναπέπνευσαν ταῖς ἀνάγκαις, ἀθίκτους ἑαυτοὺς τηρήσαντες τῆς προσαλλήλου μιαιφονίας.

[15]

[1]    Ὅτι Γέλωνος καὶ Ἱέρωνος τῶν βασιλέων κατὰ τὴν Σικελίαν τετελευτηκότων ἐν Συρακούσαις, Ἱερωνύμου δὲ τὴν ἀρχὴν διαδεδεγμένου καὶ τὴν ἡλικίαν ὄντος ἀντίπαιδος, οὐκ εἶχεν ἡ βασιλεία τὸν προστησόμενον ἀξιόχρεων. διὸ καὶ τὸ μειράκιον ταῖς τῶν κολάκων πρὸς χάριν ὁμιλίαις ἐξετράπη πρὸς τρυφὴν καὶ ἀκολασίαν καὶ τυραννικὴν ὠμότητα. ἐπετελεῖτο γὰρ γυναικῶν ὕβρεις καὶ τοὺς παρρησίᾳ χρωμένους τῶν φίλων ἀπέκτεινεν καὶ πολλῶν ἀκρίτως οὐσίας ἐδήμευσεν καὶ τοῖς πρὸς χάριν ὁμιλοῦσιν ἐδωρεῖτο. τὸ μὲν οὖν πρῶτον ἐπηκολούθει ἐκ τῶν ὄχλων μῖσος, εἶτα καὶ ἐπιβουλία καὶ ὁ τοῖς πονηροῖς δυνάσταις εἰωθὼς ἐπακολουθεῖν ὄλεθρος.

[2]    Ὅτι μετὰ τὴν Ἱερωνύμου τελευτὴν οἱ Συρακούσιοι ἐλθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο τοὺς συγγενεῖς τοῦ τυράννου κολάσαι καὶ τὰς γυναῖκας ὁμοίως τοῖς ἀνδράσιν ἀνελεῖν, καὶ μηδὲ ῥίζαν ἀπολιπεῖν τυραννικῆς συγγενείας.

[16]

[1]    Ὅτι τὸ σῶμα τοῦ Σεμπρωνίου Μάγωνος ἀποστείλαντος πρὸς Ἀννίβαν, οἱ μὲν στρατιῶται κείμενον ὁρῶντες ἐβόων κατατέμνειν καὶ κατὰ μέρη διασφενδονῆσαι· ὁ δὲ Ἀννίβας φήσας οὐ προσήκειν τὴν ὀργὴν εἰς ἀναίσθητον σῶμα ἐναποτίθεσθαι καὶ λαβὼν πρὸ ὀφθαλμῶν τὸ τῆς τύχης ἄδηλον, ἅμα δὲ καὶ θαυμάζων τὴν ἀρετὴν τοῦ ἀνδρός, πολυτελοῦς ταφῆς ἠξίωσε τὸν τετελευτηκότα. ἀναλέξας δὲ τὰ τοῦ σώματος ὀστᾶ καὶ φιλανθρώπως περιστείλας ἀπέστειλεν εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον.

   (Const. Exc. 2 (1), pp. 264265.)

[17]   Ὅτι ἡ τῶν Ῥωμαίων σύγκλητος, ὡς ἤκουσε τὴν Καπύην περιειλημμένην πανταχόθεν τείχει διπλῷ, νομίζουσα .̣α̣ρον ἔσεσθαι τὴν ἅλωσιν ὅμως οὐ διετήρησεν ἀμετάθετον τὴν ἔχθραν, ἀλλὰ διὰ τὴν συγγένειαν ἐψηφίσαντο πρὸ τακτῆς ἡμέρας τοὺς μεταθεμένους τῶν Καμπανῶν ἀθῴους εἶναι. ἧς δὴ παραπέμψαντες τὴν φιλανθρωπίαν οἱ Καμπανοὶ καὶ τὴν παρ' Ἀννίβου γενομένην βοήθειαν ψυχαγωγούμενοι τότε μετενόησαν ὅτ' οὐδὲν ὄφελος ἦν μεταμελεῖσθαι. (Const. Exc. 4, p. 355.)

[18]   [Θαυμάσαι δ' ἄν τις εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι διαβεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλικίαν ἔλθωμεν ἀκριβῶς διέξιμεν.] (Diod. 5. 37. 4.)

   Ὁ Ἀρχιμήδης ὁ σοφὸς μηχανητὴς ἐκεῖνος

   τῷ γένει Συρακούσιος, ἦν γέρων γεωμέτρης,

   χρόνους τε ἑβδομήκοντα καὶ πέντε παρελαύνων.

   ὅστις εἰργάσατο πολλὰς μηχανικὰς δυνάμεις

   καὶ τῇ τρισπάστῳ μηχανῇ χειρὶ λαιᾷ καὶ μόνῃ

   πεντεμυριομέδιμνον καθείλκυσεν ὁλκάδα.

   καὶ τοῦ Μαρκέλλου στρατηγοῦ ποτὲ δὲ τῶν Ῥωμαίων

   τῇ Συρακούσῃ κατὰ γῆν προσβάλλοντος καὶ πόντον,

   τινὰς μὲν πρῶτον μηχαναῖς ἀνείλκυσεν ὁλκάδας,

   καὶ πρὸς τὸ Συρακούσιον τεῖχος μετεωρίσας

   αὐτάνδρους πάλιν τῷ βυθῷ κατέπεμπεν ἀθρόως.

   Μαρκέλλου δ' ἀποστήσαντος μικρόν τι τὰς ὁλκάδας,

   ὁ γέρων πάλιν ἅπαντας ποιεῖ Συρακουσίους

   μετεωρίζειν δύνασθαι λίθους ἁμαξιαίους,

   καὶ τὸν καθένα πέμποντα βυθίζειν τὰς ὁλκάδας·

   ὡς Μάρκελλος δ' ἀπέστησε βολὴν ἐκείνας τόξου,

   ἑξάγωνόν τι κάτοπτρον ἐτέκτηνεν ὁ γέρων·

   ἀπὸ δὲ διαστήματος συμμέτρου τοῦ κατόπτρου

   μικρὰ τοιαῦτα κάτοπτρα θεὶς τετραπλᾶ γωνίαις

   κινούμενα λεπίσι τε καί τισι γιγγλυμίοις,

   μέσον ἐκεῖνο τέθεικεν ἀκτίνων τῶν ἡλίου

   μεσημβρινῆς καὶ θερινῆς καὶ χειμεριωτάτης.

   ἀνακλωμένων δὲ λοιπὸν εἰς τοῦτο τῶν ἀκτίνων

   ἔξαψις ἤρθη φοβερὰ πυρώδης ταῖς ὁλκάσι,

   καὶ ταύτας ἀπετέφρωσεν ἐκ μήκους τοξοβόλου.

   οὕτω νικᾷ τὸν Μάρκελλον ταῖς μηχαναῖς ὁ γέρων.

   ἔλεγε δὲ καὶ Δωριστὶ φωνῇ Συρακουσίᾳ,

   Πᾷ βῶ καὶ χαριστίωνι τὰν γᾶν κινήσω πᾶσαν;

   οὗτος κατὰ Διόδωρον τῆς Συρακούσης ταύτης

   προδότου πρὸς τὸν Μάρκελλον ἀθρόως γενομένης,

   εἴτε κατὰ τὸν Δίωνα Ῥωμαίοις πορθηθείσης,

   Ἀρτέμιδι τῶν πολιτῶν τότε παννυχιζόντων,

   τοιουτοτρόπως τέθνηκεν ὑπό τινος Ῥωμαίου.

   ἦν κεκυφὼς διάγραμμα μηχανικόν τι γράφων·

   τὶς δὲ Ῥωμαῖος ἐπιστὰς εἷλκεν αἰχμαλωτίζων.

   ὁ δὲ τοῦ διαγράμματος ὅλος ὑπάρχων τότε,

   τίς ὁ καθέλκων οὐκ εἰδὼς ἔλεγε πρὸς ἐκεῖνον,

   Ἀπόστηθι, ὦ ἄνθρωπε, τοῦ διαγράμματός μου.

   ὡς δ' εἷλκε τοῦτον, συστραφεὶς καὶ γνοὺς Ῥωμαῖον εἶναι,

   ἐβόα Τὶ μηχάνημά τις τῶν ἐμῶν μοι δότω.

   ὁ δὲ Ῥωμαῖος πτοηθεὶς εὐθὺς ἐκεῖνον κτείνει,

   ἄνδρα σαθρὸν καὶ γέροντα, δαιμόνιον τοῖς ἔργοις.

   ἐθρήνησε δὲ Μάρκελλος τοῦτο μαθὼν εὐθέως,

   λαμπρῶς τε τοῦτον ἔκρυψεν ἐν τάφοις τοῖς πατρῴοις

   σὺν τοῖς ἀρίστοις πολιτῶν καὶ τοῖς Ῥωμαίοις πᾶσι.

   τὸν δὲ φονέα τοῦ ἀνδρός, οἶμαι, πελέκει κτείνει.

   ὁ Δίων καὶ Διόδωρος γράφει τὴν ἱστορίαν.

   (Tzetzes, Hist. 2. 103-149.)

[19]   Διόδωρος ὁ ἱστορικὸς τετράπολίν φησι Συρακούσας ἐν οἷς ἀφομοιοῖ Ἀντιόχειαν τὴν πρὸς τῷ Ὀρέντῃ ταῖς Συρακούσαις.

   (Scholiast on Strabo, 6. 2. 4, pp. 429-430 Kramer.)

[20]   Ὅτι τῶν Συρακουσίων μετὰ τὴν ἅλωσιν τῆς πόλεως ἀπαντησάντων Μαρκέλλῳ μεθ' ἱκετηρίας, τῶν μὲν ἐλευθέρων ἔφη σωμάτων φείσεσθαι, τὰς δὲ κτήσεις ἁπάσας διαρπάσειν.

   (Const. Exc. 2 (1), p. 265.)

[2]    Ὅτι οἱ Συρακούσιοι διὰ πενίαν ἀποροῦντες τροφῆς μετὰ τὴν ἅλωσιν ἑαυτοὺς ὡμολόγουν εἶναι δούλους, ὅπως πραθέντες τροφῆς μεταλάβωσι παρὰ τῶν ὠνησαμένων. οὕτω τοῖς ἐπταικόσι Συρακουσίοις ἡ τύχη πρὸς τοῖς ἄλλοις ἀκληρήμασι τηλικαύτην ἐπέστησε συμφορὰν ὥστε ἀντὶ τῆς διδομένης ἐλευθερίας ἑκουσίως αἱρεῖσθαι δουλείαν.

[21]

[1]    Ὅτι Σκιπίων τοὺς ὁμήρους ἀπολύσας ἐπεδείξατο ὡς πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ προσέταττε συλλήβδην εἰς ἔθνη βασιλεῖς.

[22]   Ὅτι ὁ Ἰνδιβέλης ὁ Κελτίβηρ συγγνώμης τυχὼν παρὰ Σκιπίωνος καιρὸν εὑρὼν ἐπιτήδειον πάλιν ἐξέκαυσε πόλεμον. οὕτω γὰρ οἱ τοὺς πονηροὺς εὖ ποιοῦντες πρὸς τῷ τὴν χάριν ἀποβαλεῖν ἀγνοοῦσι πολεμίους ἑαυτῶν πολλάκις σωματοποιοῦντες. (Const. Exc. 4, pp. 355-356.)

[23]   Ὅτι Καρχηδόνιοι καταλύσαντες τὸν Λιβυκὸν πόλεμον, τὸ τῶν Μικατανῶν Νομάδων ἔθνος σὺν γυναιξὶ καὶ τέκνοις τιμωρησάμενοι πάντας τοὺς συλληφθέντας ἀνεσταύρωσαν. διόπερ οἱ τούτων ἀπόγονοι τῆς εἰς τοὺς πατέρας ὠμότητος ἀναμιμνησκόμενοι χαλεπώτατοι τοῖς Καρχηδονίοις πολέμιοι καθεστήκεισαν.

[24]   Ὅτι οὐκ εἴασε τὴν τοῦ ἀνδρὸς ἀρετήν, φημὶ δὴ τοῦ Ἀσδρούβου, ἀνεπισήμαντον, ἀλλά φησιν· ἦν γὰρ υἱὸς Ἀμίλκου τοῦ Βάρκα μὲν ἐπικαλουμένου, μεγίστην δὲ δόξαν ἐσχηκότος τῶν καθ' ἑαυτόν· καὶ γὰρ ἐν τῷ Σικελικῷ πολέμῳ μόνος τῶν ἡγεμόνων πολλάκις ἐνίκησε Ῥωμαίους καὶ τὸν ἐμφύλιον καθελὼν πόλεμον πρῶτος διεβίβασε δύναμιν εἰς Ἰβηρίαν. τοιούτου δ' ὢν πατρὸς οὐκ ἀνάξιον ἑαυτὸν παρείχετο τῆς ἐκείνου δόξης· ὁμολογουμένως γὰρ ἄριστος ἦν στρατηλάτης ἁπάντων Καρχηδονίων μετὰ τὸν ἀδελφὸν Ἀννίβαν· διὸ καὶ τῶν ἐν Ἰβηρίᾳ δυνάμεων Ἀσδρούβαν κατέλιπεν ἡγεμόνα. πολλὰς δὲ μάχας ἀγωνισάμενος κατὰ τὴν Ἰβηρίαν καὶ διὰ παντὸς ἐκ τῶν ἐλαττωμάτων ἀναλαμβάνων τὰς δυνάμεις πολλοὺς καὶ παντοίους ὑπέμεινε κινδύνους. καὶ εἰς τὴν μεσόγειον ἀποδιωχθεὶς διὰ τὴν ἰδίαν ἀρετὴν μεγάλην ἤθροισε δύναμιν καὶ παρεγενήθη παρ' ἐλπίδας εἰς Ἰταλίαν.

   (Const. Exc. 2 (1), pp. 265-266.)

[2]    Ὅτι ὁ Ἀσδρούβας εἰ μὲν καὶ τὴν τύχην ἔσχε συνεπιλαμβανομένην, ὁμολογουμένως οὐκ ἂν ἠδυνήθησαν οἱ Ῥωμαῖοι πρὸς τοῦτον ἅμα καὶ πρὸς Ἀννίβαν διαγωνίσασθαι. διόπερ χρὴ τὴν ἀρετὴν τἀνδρὸς ἐξετάζειν οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἀλλ' ἐκ τῆς ἐπιβολῆς καὶ τόλμης. τούτων μὲν γὰρ συμβαίνει τοὺς πράττοντας εἶναι κυρίους, ἐκείνων δὲ τὴν τύχην ἔχειν ἐξουσίαν.

   (Const. Exc. 4, p. 356.)

FRAGMENTA LIBRI XXVII

[1]   Ὅτι Νάβις ὁ τύραννος τῶν Λακεδαιμονίων ἀνεῖλε Πέλοπα τὸν Λυκούργου μὲν τοῦ βασιλεύσαντος υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα· εὐλαβεῖτο γὰρ μή ποτε ὁ παῖς παραγενηθεὶς εἰς ἡλικίαν ἀποκαταστήσῃ τῇ πατρίδι τὴν ἐλευθερίαν, πεφρονηματισμένος διὰ τὴν εὐγένειαν. αὐτὸς δὲ τοὺς χαριεστάτους τῶν Λακεδαιμονίων ἐπιλεγόμενος ἀνῄρει καὶ μισθοφόρους πανταχόθεν τοὺς χειρίστους συνήγαγε φύλακας τῆς δυναστείας. διόπερ ἐκ παντὸς τόπου συνέρρεον εἰς τὴν Σπάρτην ἱερόσυλοι, φῶρες, λῃσταί, κατάδικοι θανάτου. ἀσεβῶς γὰρ τὴν τυραννίδα περιποιησάμενος ὑπὸ μόνων τούτων ἤλπιζε βεβαιότατα τηρηθήσεσθαι.

   (Const. Exc. 2 (1), p. 266.)

[2]    Ὅτι Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος πολλὰς τιμωρίας ἐπενόησε πρὸς τοὺς πολίτας, νομίζων τῇ τῆς πατρίδος ταπεινώσει τὴν ἰδίαν αὐξήσειν δυναστείαν. ἀνὴρ γάρ, οἶμαι, πονηρὸς τυχὼν ἐξουσίας οὐκ εἴωθε φέρειν τὴν εὐτυχίαν κατ' ἄνθρωπον.

[2]

[1]    Ὢν γὰρ μέγιστος ἱερεὺς ἠναγκάζετο μὴ μακρὰν τῆς Ῥώμης ἀποσπᾶσθαι διὰ τὴν τῶν ἱερῶν ἐπιμέλειαν. (Const. Exc. 4, p. 356.)

[2]   Οὕτω κατὰ τὴν Διοδώρου ἱστορίαν καὶ Σκιπίων ὁ στρατηγὸς τοῖς πρώτοις τῶν Σικελιωτῶν προέθηκεν ἢ στρατεύειν μετ' αὐτοῦ εἰς Λιβύην ἢ τοὺς ἵππους καὶ τοὺς οἰκέτας παραδοῦναι τοῖς μετ' αὐτοῦ.

   (Eustathius, Commentary on the Iliad, Book 23, p. 1302.)

[3]   Ὅτι Κρῆτες ναυσὶν ἑπτὰ πειρατεύειν ἐπιβαλόμενοι τῶν πλεόντων ἐλῄστευον οὐκ ὀλίγους. διὸ καὶ τῶν ἐμπόρων ἀθυμούντων, Ῥόδιοι πρὸς αὑτοὺς τἀδικήματα νομίσαντες ἥξειν πρὸς τοὺς Κρῆτας πόλεμον ἐξήνεγκαν.

[4]   Ὅτι Πλημήνιος ὁ κατασταθεὶς Λοκρῶν ἡγεμὼν παρὰ Σκιπίωνος ἀσεβὴς ὢν τοὺς τῆς Φερσεφόνης θησαυροὺς ἀνασπάσας καὶ τὰ χρήματα συλήσας ἀπήνεγκε. τῶν δὲ Λοκρῶν ἀγανακτούντων ἐπὶ τούτοις καὶ τὴν τῶν Ῥωμαίων ἀνακαλουμένων πίστιν, δύο τῶν χιλιάρχων μισοπονηρεῖν ἐπὶ τοῖς ἀδικήμασι προσεποιήθησαν. τοῦτο δὲ ἔπραττον οὐκ ἐπὶ τοῖς γινομένοις ἀγανακτοῦντες, ἀλλ' ἐπὶ τῷ τὸ μέρος μὴ εἰληφέναι τῶν σεσυλημένων [2] χρημάτων ἐγκαλοῦντες τῷ Πλημηνίῳ. ταχὺ δ' αὐτοῖς ἅπασιν ἀξίαν τῆς πονηρίας ἐπέθηκε τὸ δαιμόνιον. καὶ γὰρ ἐπιφανέστατον τῶν κατὰ τὴν Ἰταλίαν ἱερῶν τοῦτ' εἶναι λέγεται καὶ διὰ παντὸς [3] ἁγνὸν ὑπὸ τῶν ἐγχωρίων τετηρῆσθαι. καθ' ὃν γὰρ καιρὸν Πύρρος ἐκ τῆς Σικελίας διεβίβαζε τὰς δυνάμεις εἰς Λοκροὺς καὶ ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος τοὺς μισθοὺς ἠναγκάσθη δι' ἀπορίαν ἅψασθαι τῶν χρημάτων, κατὰ τὸν ἔκπλουν ἐπιγενηθῆναι πνεύματά φασιν, ὥστε στόλῳ παντὶ ναυαγῆσαι τοῦτον. τὸν δὲ Πύρρον δεισιδαιμονήσαντα τὴν θεὸν ἐξιλάσασθαι καὶ μὴ πρότερον ἀπελθεῖν ἕως ἀπεκατέστησε τὰ χρήματα.

[4]    Οἱ δὲ χιλίαρχοι προσποιούμενοι μισοπονηρεῖν προΐσταντο τῶν Λοκρῶν καὶ τὸν Πλημήνιον κακῶς ἔλεγον καὶ δίκην ἐπιθήσειν ἠπείλουν. τέλος ἐπὶ πλεῖον τῆς λοιδορίας προβαινούσης εἰς χεῖρας ἦλθον. οἱ δὲ χιλίαρχοι τοῦτον δόντες ἐπὶ γῆν τά τε ὦτα περιέτραγον αὐτοῦ καὶ τὴν ῥῖνα, πρὸς δὲ [5] τούτοις καὶ τὰ χείλη διέσχισαν. ὁ δὲ Πλημήνιος συλλαβὼν τοὺς χιλιάρχους καὶ δειναῖς αἰκίαις περιβαλὼν διέφθειρεν. ἡ δὲ σύγκλητος τῶν Ῥωμαίων διὰ τὴν ἱεροσυλίαν οὐ μετρίως ἐδεισιδαιμόνει· οἱ δὲ ἀντιπολιτευόμενοι τῷ Σκιπίωνι καιρὸν εὑρόντες οἰκεῖον διαβολῆς κατηγόρουν αὐτοῦ, λέγοντες ὡς ἀπὸ τῆς ἐκείνου γνώμης ἅπαντα πέπραχεν ὁ Πλημήνιος.

[6] ἡ δὲ σύγκλητος ἀπέστειλε πρεσβευτὰς ἀγορανόμον καὶ δύο δημάρχους, εἰ μὲν εὕρωσιν ἀπὸ τῆς Σκιπίωνος γνώμης γεγενημένην τὴν ἱεροσυλίαν, κατὰ τάχος ἀγαγεῖν αὐτὸν εἰς τὴν Ῥώμην, εἰ δὲ μή, ἐᾶν αὐτὸν διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Λιβύην. τούτων δὲ κατὰ τὴν ὁδὸν ὄντων, ὁ Σκιπίων μεταπεμψάμενος τὸν Πλημήνιον ἔδησεν εἰς ἅλυσιν καὶ περὶ τὴν γυμνασίαν ἦν τῶν δυνάμεων.

[7] οἱ δὲ δήμαρχοι ταῦτα θαυμάσαντες ἐπῄνεσαν τὸν Σκιπίωνα. εἰς δὲ Ῥώμην ἀπαχθέντος τοῦ Πλημηνίου, τοῦτον ἡ σύγκλητος εἰς φυλακὴν ἀπέθετο, καθ' ἣν αὐτὸν τελευτῆσαι συνέβη· τὴν δὲ οὐσίαν αὐτοῦ καθιέρωσε καὶ τὰ προσελλείποντα τῶν ἱεροσυληθέντων χρημάτων ἐκ τοῦ δημοσίου προσθεῖσα τῇ θεῷ καθιέρωσεν. ἐψηφίσατο δὲ καὶ τοὺς Λοκροὺς ἐλευθέρους εἶναι, καὶ τῶν στρατιωτῶν τοὺς ἔχοντάς τι τῶν τῆς Φέρσεως χρημάτων, ἐὰν μὴ καταθῶσιν, ἐνόχους εἶναι θανάτου.

   (Const. Exc. 2 (1), pp. 266-267.)

[8]    Ὅτι μετὰ τὸ ψηφισθῆναι τὰ κατὰ Πλημήνιον φιλοφρονοῦντες τοὺς Λοκροὺς οἱ τὰ πολλὰ τῶν ἀναθημάτων ἡρπακότες καὶ θεωροῦντες τὴν τῶν χιλιάρχων καὶ τοῦ Πλημηνίου τιμωρίαν ἐπὶ δεισιδαιμονίαν ἐνέπιπτον. οὕτως ὁ συνειδώς τι φαῦλον ἑαυτῷ σιωπωμένην ἀναδέχεται τιμωρίαν, κἂν τύχῃ διαλεληθὼς τοὺς ἄλλους. διὸ ποινηλατούμενοι τὰς ψυχὰς τὸ θεῖον ἐξιλασκόμενοι ἐρρίπτουν τὰ χρήματα.

[5]   Ὅτι τὸ ψεῦδος ἐν τοῖς οἰκείοις τιθέμενον καιροῖς ἐνίοτε γίνεται μεγάλων ἀγαθῶν αἴτιον.

   (Const. Exc. 4, p. 356.)

[6]

[1]    Ὅτι ὁ Σκιπίων παραγενηθέντων πρὸς αὐτὸν τῶν περὶ Σόφακα τὸ μὲν πρῶτον ἰδὼν τὸν ἄνδρα δεδεμένον ἐδάκρυσε, λογιζόμενος τὴν πάλαι ποτὲ μακαριζομένην αὐτοῦ βασιλείαν. μετ' ὀλίγον δὲ χρόνον κρίνας ἀνθρώπινα φρονεῖν ἐν τοῖς εὐτυχήμασιν ἐπέταξεν αὐτὸν λῦσαι καὶ τὴν ἰδίαν σκηνὴν ἀπέδωκε καὶ τὴν ἄλλην ἀκολουθίαν ἔχειν συνεχώρησε· τηρῶν δὲ αὐτὸν ἐν ἐλευθέρᾳ φυλακῇ φιλανθρώπως ὡμίλει καὶ πολλάκις ἐπὶ δεῖπνα παρελαμβάνετο. (Const. Exc. 2 (1), pp. 267-268.)

[2]    Ὅτι Σκιπίων τὸν Σόφακα τὸν βασιλέα αἰχμάλωτον λαβὼν καὶ δεδεμένον λύσας φιλανθρώπως ὡμίλει αὐτόν· ᾤετο γὰρ δεῖν τὴν ἐπὶ τοῦ πολέμου ἔχθραν μέχρι τοῦ νικᾶν φυλάττειν, εἰς δὲ τύχην αἰχμάλωτον ἀνδρὸς βασιλέως γεγονότος μηδὲν ἐξαμαρτάνειν ἄνθρωπον ὄντα· ἐφορᾷ γάρ, ὡς ἔοικε, τὸν ἀνθρώπινον βίον νέμεσίς τις θεοῦ, ἣ τοὺς ὑπὲρ ἄνθρωπον φρονοῦντας ταχὺ τῆς ἰδίας ἀσθενείας ὑπομιμνήσκει. διὸ καὶ τὸν Σκιπίωνα τίς οὐκ ἂν ἐπαινέσειε θεωρῶν πρὸς τὸν κατὰ τῶν πολεμίων φόβον καταπληκτικὸν γενόμενον, ὑπὸ δὲ τοῦ πρὸς τοὺς ἠτυχηκότας ἐλέου τὴν ψυχὴν ἡττώμενον; ὡς ἐπὶ πολὺ γὰρ εἰώθασιν οἱ πρὸς τοὺς ἀντιταττομένους φοβεροὶ πρὸς τοὺς ὑποπεσόντας ὑπάρχειν μέτριοι. διὸ καὶ ταχὺ τοῦ Σόφακος ὁ Σκιπίων τῆς εἰς αὐτὸν ἐπιεικείας ἐκομίσατο χάριν.

   (Const. Exc. 4, pp. 356-357.)

[7]

[1]    Ὅτι Σοφόνβα ἡ πρότερον μὲν Μασανάσσῃ, μετὰ δὲ ταῦτα συνοικήσασα Σόφακι, τὸ δὲ τελευταῖον πάλιν εἰς συμβίωσιν ἐλθοῦσα διὰ τὴν αἰχμαλωσίαν τῷ Μασανάσσῃ τήν τε ὄψιν ἦν εὐπρεπὴς καὶ τοῖς τρόποις ποικίλη καὶ πᾶν ἐξομηρεύσασθαι δυναμένη. οὖσα δὲ Καρχηδονίων συμμαχὶς προσέκειτο λιπαροῦσα καὶ δεομένη καθ' ἡμέραν τἀνδρὸς ὅπως ἀποστῇ Ῥώμης· ἦν γὰρ ἡ γυνὴ δεινῶς φιλόπατρις. ἃ δὴ γινώσκων ὁ Σόφαξ ἐδήλωσε τῷ Σκιπίωνι περὶ τῆς γυναικὸς καὶ παρεκελεύσατο φυλάττεσθαι. τούτοις δὲ σύμφωνα καὶ Λαιλίου λέγοντος, ὁ Σκιπίων ἐκέλευσεν ἄγειν πρὸς ἑαυτὸν τὴν γυναῖκα. παραιτουμένου δὲ τοῦ Μασανάσσου, πικρότερον ἐπέπληξεν. ὁ δὲ εὐλαβηθεὶς ἐκέλευσεν ἀποστέλλειν τοὺς παραληψομένους· αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν φάρμακον θανάσιμον τῇ γυναικὶ δοὺς πιεῖν ἠνάγκασε.

[8]   Ὅτι Σκιπίων διὰ τὸν πρὸς τοὺς ἐπταικότας ἔλεον βεβαίαν ἔσχε τὴν Μασανάσσου συμμαχίαν εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον.

[9]   Ὅτι Ἀννίβας συγκαλεσάμενος τοὺς συμμάχους ἐδήλωσεν αὐτοῖς ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν διαβῆναι εἰς Λιβύην, καὶ ἔδωκεν ἐξουσίαν αὐτῶν τοῖς βουλομένοις αὐτῷ συστρατεύειν. ἔνιοι μὲν εἵλαντο τὴν μετ' Ἀννίβου διάβασιν, τοῖς δ' ἐχομένοις τῆς ἐν Ἰταλίᾳ μονῆς περιστήσας τὴν δύναμιν τὸ μὲν πρῶτον τοῖς στρατιώταις ἔδωκεν ἐξουσίαν, εἴ τινα βούλοιντο λαμβάνειν ἐξ αὐτῶν δοῦλον· τοὺς δὲ λοιποὺς κατέσφαξεν, ἄνδρας μὲν περὶ δισμυρίους, ἵππους δὲ περὶ τρισχιλίους καὶ τῶν ὑποζυγίων ἀναρίθμητον πλῆθος.

[10]   Ὅτι αὐτόμολοι ἦλθον πρὸς Ἀννίβαν ἱππεῖς τετρακισχίλιοι. οὗτοι δὲ τοῦ Σόφακος πταίσαντος πρὸς Μασανάσσην ἦσαν ἀφεστηκότες. ὁ δὲ ὀργισθεὶς αὐτοῖς περιέστησε τὴν δύναμιν καὶ πάντας κατακοντίσας διέδωκε τοὺς ἵππους τοῖς μετ' αὐτοῦ στρατιώταις. (Const. Exc. 2 (1), pp. 268-269.)

[11]   Ὅτι οἱ Καρχηδόνιοι σιτοδείας ἐμπεσούσης οἱ καχέκται τῶν πολιτῶν ἐπιθυμοῦντες λῦσαι τὴν εἰρήνην προετρέψαντο τὸν δῆμον ἐπιπλεῦσαι ταῖς ναυσὶ καὶ τὸν σῖτον εἰς λιμένα κομίσαι. τῆς δὲ γερουσίας οὐκ ἐώσης λῦσαι τὰς συνθήκας οὐδεὶς ἐπήκουσε· τὴν γὰρ κοιλίαν ἔφασκον οὐκ ἔχειν ὦτα.

[2]    Τὸ κακὸν ἀγαθοῦ παρείχετο φαντασίαν.

   (Const. Exc. 4, p. 357.)

[12]

[1]    Ὅτι Σκιπίων ἀπέστειλε πρὸς Καρχηδονίους πρέσβεις, οἱ δὲ ὄχλοι παρ' ὀλίγον αὐτοὺς ἀνεῖλον. οἱ δὲ συνέσει διαφέροντες τούτους ἐξήρπασαν καὶ μετὰ τριήρων ἐξέπεμψαν. οἱ δὲ δημοκοποῦντες ἐν Καρχηδόνι τὸν ναύαρχον παρεκελεύσαντο, ὅταν αἱ παραπέμψασαι τριήρεις ἀναστρέψωσιν, ἐπιπλεῦσαι τοῖς πρεσβευταῖς καὶ πάντας κατασφάξαι. ὃ καὶ γέγονεν· οἱ δὲ καταφυγόντες ἐπὶ τὴν γῆν διεσώθησαν πρὸς τὸν Σκιπίωνα. τὸ δὲ θεῖον τοῖς ἀσεβῆσαι βουλομένοις ταχέως ἐνεδείξατο τὴν αὑτοῦ δύναμιν. οἱ γὰρ εἰς Ῥώμην ἀποσταλέντες πρεσβευταὶ τῶν Καρχηδονίων ἀναστρέφοντες ὑπὸ χειμῶνος κατηνέχθησαν εἰς τὸν τῶν Ῥωμαίων ναύσταθμον. ὧν ἀναχθέντων ἐπὶ τὸν Σκιπίωνα καὶ πάντων βοώντων ἀμύνασθαι τοὺς ἀσεβεῖς, ὁ Σκιπίων οὐκ ἔφη δεῖν πράττειν ἃ τοῖς Καρχηδονίοις ἐγκαλοῦσιν. οὗτοι μὲν οὖν ἀφεθέντες διεσώθησαν εἰς τὴν Καρχηδόνα, θαυμάζοντες τὴν τῶν Ῥωμαίων εὐσέβειαν.

   (Const. Exc. 2 (1), p. 269.)

[2]    Ὅτι τῶν Καρχηδονίων προημαρτηκότων εἰς Ῥωμαίους, ὑπὸ χειμῶνος δὲ ἀναχθέντων ποτὲ πρὸς Σκιπίωνα καὶ πάντων βοώντων ἀμύνασθαι τοὺς ἀσεβεῖς, ὁ Σκιπίων οὐκ ἔφη δεῖν πράττειν ἃ τοῖς Καρχηδονίοις ἐγκαλοῦσιν.

[13]

[1]    Ὅτι τὰ μὲν καλὰ πεῖσαι πάντων, οἶμαι, δυσχερέστατόν ἐστιν, ὁ δὲ πρὸς χάριν λόγος δεινὸς παραστῆσαι φαντασίαν τοῦ συμφέροντος, κἂν ἐπ' ὀλέθρῳ λέγηται τῶν βουλευομένων.

[14]   Ἀλλ' οὐ καλὸν τοῖς μὲν ὅπλοις ἅπαντας νικᾶν, ὑπὸ δὲ τῆς πρὸς τοὺς ἀκληροῦντας ὀργῆς ἡττᾶσθαι, καὶ πικρότατα μισοῦντας τοὺς ὑπὲρ ἄνθρωπον φρονοῦντας, ἐν ταῖς εὐτυχίαις αὐτοὺς ταῦτα πράττειν ἃ τοῖς ἄλλοις ἐγκαλοῦντες τυγχάνουσι. τότε γὰρ ἀληθὴς κλῆρός ἐστιν ἡ δόξα τῶν εὐτυχηκότων, ὅταν ὁ κρατῶν τὴν εὐτυχίαν φέρῃ κατ' ἄνθρωπον. ἐπιφθέγγεται γὰρ ἕκαστος ἐπὶ τῇ τούτων μνείᾳ διότι τῆς νίκης ὑπάρχουσιν ἄξιοι, τοῖς δὲ ἐπιλαθομένοις τῆς ἀνθρωπίνης φύσεως ὁ φθόνος ἀντικάθηται λυμαινόμενος τὴν τῶν εὐτυχούντων δόξαν. οὐδὲν γάρ ἐστι μέγα τὸν ἑκουσίως ὑποπίπτοντα φονεύειν οὐδὲ θαυμαστὸν ἀφανίσαι τὸν τῶν ἠτυχηκότων βίον. οὐκ ἀλόγως γὰρ οἱ τοιοῦτοι τυγχάνουσιν ἀδοξίας, ὅταν τὰς κοινὰς τῶν ἀκληρούντων καταφυγὰς ἀναιρῶσι, τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιλαθόμενοι.

[15]   Ὅτι προτερεῖ τοῖς ἀνθρώποις τῆς μὲν τιμωρίας εὐεργεσία, τῆς δὲ ὠμότητος ἡ πρὸς τοὺς ἐπταικότας ἐπιείκεια.

[2]    Ὅτι ὅσῳ τις εὐροοῦσαν ἔχει τὴν τύχην, τοσούτῳ μᾶλλον εὐλαβεῖσθαι χρὴ τὴν τὸν ἀνθρώπινον βίον ἐπισκοποῦσαν νέμεσιν.

[3]    Ὅτι οὐδὲν παρὰ ἀνθρώποις οὔτε κακὸν οὔτε ἀγαθὸν ἑστηκυῖαν ἔχει τὴν τάξιν, τῆς τύχης ὥσπερ ἐπίτηδες πάντα μετακινούσης. διὸ καὶ προσήκει τὸ πολὺ φρόνημα κατατιθεμένους ἐν τοῖς ἀλλοτρίοις ἀκληρήμασι τὸν ἴδιον ἐξασφαλίζεσθαι βίον· ὁ γὰρ τοῖς ἐπταικόσιν ἐπιεικῶς χρησάμενος δικαιοτάτης ἂν ἐν ταῖς τοῦ βίου μεταβολαῖς τύχοι πολυωρίας. παρὰ μὲν οὖν τοῖς ἐκτὸς εἴωθε τοῖς τοιούτοις ἀείμνηστος ἐπακολουθεῖν ἔπαινος, παρὰ δὲ τοῖς εὖ παθοῦσιν ἡ κατ' ἀξίαν τῆς εὐεργεσίας φυλάττεσθαι χάρις. καὶ γὰρ ἂν ἀλλοτριώτατός τις ὢν ἐλέου τύχῃ, μεταβάλλει διὰ τὴν εὐεργεσίαν καὶ ταχὺ γίνεται φίλος, ἑαυτῷ μεμφόμενος.

[16]

[1]    Ὅτι δεῖ παρὰ τοῖς εὖ φρονοῦσι τὰς μὲν φιλίας ἀθανάτους ὑπάρχειν, τὰς δὲ ἔχθρας εἶναι θνητάς. οὕτω γὰρ μάλιστα τοὺς μὲν εὐνοοῦντας συμβήσεται πλείστους γενέσθαι, τοὺς δὲ ἀλλοτρίως διακειμένους ἐλάττους.

[2]    Ὅτι τοὺς ἡγεῖσθαι βουλομένους τῶν ἄλλων οὐχ οὕτω τοῖς ἄλλοις ὑπερέχειν ἀναγκαῖον ὡς ἐπιεικείᾳ καὶ μετριότητι δεῖ νικᾶν ἅπαντας. ὁ μὲν γὰρ ἐκ τοῦ κρατεῖσθαι φόβος μισεῖσθαι ποιεῖ τοὺς κρατοῦντας, ἡ δὲ εἰς τοὺς ἡττωμένους εὐγνωμοσύνη τῆς εὐνοίας αἰτία γινομένη βεβαίως συνέξει τὰς ἡγεμονίας. διόπερ ἐφ' ὅσον προνοούμεθα τῆς πατρίδος, ἐπὶ τοσοῦτον εὐλαβητέον ἀνήκεστόν τι καὶ σκληρὸν πρᾶξαι κατὰ τῶν ἑαυτοὺς ἑκουσίως παραδιδόντων. πᾶς γὰρ τοὺς μὲν ὑπερβαλλούσαις συμφοραῖς περιπεσόντας ἐλεεῖ, κἂν μηδὲν προσήκωσι, τοὺς δὲ ὑπερηφάνως ταῖς εὐτυχίαις χρωμένους μισεῖ, κἂν τύχωσιν ὄντες σύμμαχοι· ἀνάγει γάρ, οἶμαι, τὸ πραχθὲν ἕκαστος πρὸς ἑαυτὸν καὶ συναγανακτεῖ τοῖς ἠκληρηκόσι, φθονῶν ταῖς τῶν κατορθωσάντων εὐπραξίαις.

[17]

[1]    Ὅτι ὅταν πόλις ἐπισημοτάτη πασῶν οὕτως ἀνηλεῶς ἀναρπασθῇ, τότε δὴ καὶ μᾶλλον ἡ περὶ τούτων ὑπόληψις διὰ πάσης ἔρχεται τῆς οἰκουμένης. οὐ γὰρ οὕτως τοὺς εὖ πράξαντας ἅπαντες ἐπαινοῦσιν ὡς τοὺς ἀνημέρως χρησαμένους τοῖς ὑποπεσοῦσιν ὁμολογουμένως μισοῦσιν.

[2]    Ὅτι τὴν διδομένην εὐτυχίαν παρὰ θεοῦ μὴ φέρειν ἀνθρωπίνως πολλῶν κακῶν εἴωθεν αἴτιον γίνεσθαι.

[3]  Ὅτι τοῖς τὴν τύχην μὴ φέρουσι κατ' ἄνθρωπον ἱκανὴ πᾶσα πρόφασις ἐπὶ τὸ χεῖρον μεταβαλεῖν. ὁρᾶτε οὖν μήποτε τοὺς ἀπεγνωσμένους ἄνδρας ἀγαθοὺς γενέσθαι ποιήσωμεν. καὶ γὰρ τὰ δειλότατα τῶν ζῴων ἔχοντα μὲν ἀναστροφὴν φεύγει, συγκλεισθέντα δὲ εἰς στενὸν τόπον ἀπίστως ἀγωνίζεται· καὶ Καρχηδόνιοι τὰς μὲν ἐλπίδας τῆς σωτηρίας ἔχοντες ὑποχωροῦσιν, ἀπογνόντες δὲ πᾶν τὸ δεινὸν ὑπομενοῦσιν ἐν ταῖς μάχαις. ὅταν γὰρ καὶ φεύγουσι καὶ μαχομένοις ὑποκείμενον ᾖ τελευτᾶν, ὁ μετὰ δόξης θάνατος τοῦ μετ' αἰσχύνης αἱρετώτερος κριθήσεται παρ' αὐτοῖς.

[4]    Ὅτι ὁ βίος πολλὰ ἔχει παράδοξα. δυστυχοῦντας μὲν οὖν παραβάλλεσθαι χρὴ καὶ τοῖς μεγίστοις κινδύνοις θηρᾶσθαι τὴν παραβολήν. οὐ καλὸν δὲ τὴν τύχην εὐροοῦσαν ἔχοντας αὑτοὺς εἰς τὸ παράβολον διδόναι.

[5]    Ὅτι οὐδεὶς ἡγεῖσθαι δυνάμεως τῶν ἐκτὸς δυναστείας λαχὼν ἑτέροις ἑκουσίως ἐκχωρεῖ.

[18]

[1]    Ὅτι ἀτυχίαν ἀδικίας πλεῖστον ἡγοῦμαι διαφέρειν καὶ δεῖν ἑκατέρῳ τούτων οἰκείως προσφέρεσθαι· ταῦτα γάρ ἐστιν εὖ βουλευομένων ἀνδρῶν. ὁ μὲν οὖν πταίσας ἐν τῷ μηδὲν ἁμαρτεῖν μέγα δικαίως ἂν καταφύγοι πρὸς τὸν κοινὸν τοῖς ἀκληροῦσιν ἔλεον, ὁ δὲ μέγιστα ἀσεβήσας καὶ τὸ δὴ λεγόμενον ἄρρητα πρὸς ὕβριν καὶ ὠμότητα πράξας αὐτὸς αὑτὸν ἀπέστησε τοιαύτης φιλανθρωπίας· οὐ γὰρ δυνατὸν τὸν εἰς ἑτέρους ὠμὸν γενόμενον ἐν μέρει πταίσαντα τυγχάνειν ἐλέους, οὐδὲ τὸν οἶκτον ἐξ ἀνθρώπων τὸ καθ' αὑτὸν μέρος ἄραντα καταφεύγειν ἐπὶ τὴν τῶν ἄλλων ἐπιείκειαν. δίκαιον γάρ ἐστιν, ὃν καθ' ἑτέρων τις νόμον ἔθηκε, τούτῳ κεχρῆσθαι.

[2]    Ὅτι ὁ τοὺς κοινοὺς ἐχθροὺς ὑπὲρ ἁπάντων τιμωρησάμενος δῆλον ὡς κοινὸς ἂν εὐεργέτης νομίζοιτο, καὶ καθάπερ οἱ τὰ δεινότερα τῶν θηρίων ἀναιροῦντες ὡς εὖ ποιοῦντες τὸν κοινὸν βίον ἐπαίνου τυγχάνουσιν, οὕτως οἱ τὴν Καρχηδονίων ὠμότητα καὶ τὸ θηριῶδες τῆς ἀνθρωπότητος κολάσαντες ὁμολογουμένως τεύξονται τῆς μεγίστης δόξης.

[3]    Ὅτι τότε ἕκαστος ἀνδρείως ὑπομένει τὸν κίνδυνον ὅτε ἡ τοῦ νικᾶν ἐλπίς ἐστιν ὑποκειμένη· ὁ δὲ προειδὼς ἑαυτὸν ἡττηθησόμενον ἐν τῷ δρασμῷ καὶ φυγῇ τὴν σωτηρίαν ἔχει κειμένην.

   (Const. Exc. 4, pp. 357-360.)

 

FRAGMENTA LIBRI XXVIII

[1]   Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Δικαίαρχον τὸν Αἰτωλόν, ἄνδρα τολμηρόν, πείσας πειρατεύειν ἔδωκεν αὐτῷ ναῦς εἴκοσι· προσέταξε δὲ τὰς μὲν νήσους φορολογεῖν, τοῖς δὲ Κρησὶ παραβοηθεῖν ἐν τῷ πρὸς Ῥοδίους πολέμῳ. οὗτος δὲ κατὰ τὰς ἐντολὰς τοὺς μὲν ἐμπόρους ἐλῄστευε, τὰς δὲ νήσους λεηλατῶν ἀργύριον εἰσεπράττετο.

[2]   Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Ἡρακλείδην τινὰ Ταραντῖνον εἶχε μεθ' ἑαυτοῦ, πονηρὸν ἄνθρωπον, ὃς κατ' ἰδίαν αὐτῷ λαλῶν πολλὰς καὶ ψευδεῖς διαβολὰς τῶν ἐν ἀξιώματι κειμένων φίλων ἔλεγε· τέλος δὲ εἰς τοῦτο ἦλθεν ἀσεβείας ὥστε τοὺς πρώτους τοῦ συνεδρίου πέντε ἄνδρας ἀπέσφαξε. διὸ καὶ τὸ λοιπὸν ἐπὶ τὸ χεῖρον αὐτῷ τὰ πράγματα προήγετο· πολέμους γὰρ οὐκ ἀναγκαίους ἐπαναιρούμενος ἐκινδύνευσεν ἀποβαλεῖν τὴν βασιλείαν ὑπὸ Ῥωμαίων. οὐκέτι γὰρ οὐδεὶς ἐτόλμα τῶν φίλων ἔχειν παρρησίαν οὐδὲ ἐπιπλήττειν τῇ τοῦ βασιλέως ἀνοίᾳ, πεφρικὼς αὐτοῦ τὴν προπέτειαν. ἐστράτευσε δὲ ἐπὶ Δαρδάνους οὐδὲν ἀδικοῦντας, καὶ τούτους παρατάξει νικήσας ἀνεῖλεν ὑπὲρ τοὺς μυρίους.

[3]   Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς χωρὶς τῆς πλεονεξίας οὕτως ὑπερήφανος ἦν ἐν ταῖς εὐτυχίαις ὥστε τοὺς μὲν φίλους ἀκρίτως ἀποσφάξαι, τοὺς δὲ τάφους τῶν προτετελευτηκότων καὶ πολλὰ τῶν ἱερῶν κατασκάπτειν. Ἀντίοχος δὲ τὸ κατὰ τὴν Ἐλυμαΐδα τέμενος τοῦ Διὸς συλᾶν ἐπιβαλόμενος πρέπουσαν τὴν καταστροφὴν εὗρε τοῦ βίου, μετὰ πάσης τῆς δυνάμεως ἀπολόμενος. ἀμφότεροι δὲ τὰς αὑτῶν δυνάμεις ἀνυποστάτους εἶναι νομίσαντες μιᾷ παρατάξει συνηναγκάσθησαν ἑτέροις ποιεῖν τὸ προσταττόμενον. διὸ καὶ τῆς μὲν περὶ αὐτοὺς γενομένης ἀτυχίας τὰς ἰδίας ἁμαρτίας ᾐτιῶντο, τῶν δὲ συγχωρηθέντων φιλανθρώπων τὰς χάριτας εἶχον τοῖς ἐν τῷ κρατεῖν ἐπιεικῶς αὐτοῖς χρησαμένοις. τοιγαροῦν ὥσπερ ἀπὸ περιγραφῆς τῶν ἰδίων πράξεων ἐπὶ τὸ χεῖρον ἑώρων τὰς αὑτῶν βασιλείας ὑπὸ τοῦ δαιμονίου προαγομένας. οἱ δὲ Ῥωμαῖοι καὶ τότε καὶ μετὰ ταῦτα δικαίους ἐνιστάμενοι πολέμους καὶ πλεῖστον ὅρκων καὶ σπονδῶν ποιούμενοι λόγον οὐκ ἀλόγως συμμάχους εἶχον τοὺς θεοὺς ἐν ἁπάσαις ταῖς ἐπιβολαῖς.

   (Const. Exc. 2 (1), pp. 269-270.)

[4]   Ὅτι οὐ μόνον ἄν τις ἐπὶ τῶν ἰδιωτικῶν συμβολαίων εὕροι τοὺς πονηρευομένους ταῖς ἐκ τῶν νόμων ζημίαις περιπίπτοντας, ἀλλὰ καὶ τῶν βασιλέων τοὺς ἀδίκοις πράγμασιν ἐπιβαλλομένους παρὰ τοῦ δαιμονίου τιμωρίας τυγχάνοντας. ὥσπερ γὰρ τοῖς ἐν δημοκρατίᾳ πολιτευομένοις ὁ νόμος, οὕτω τοῖς ἐν ἐξουσίαις ὁ θεὸς βραβευτὴς γίνεται τῶν πραττομένων, καὶ τοῖς μὲν τὴν ἀρετὴν μεταδιώξασιν οἰκεῖα τῆς ἀρετῆς ἔπαθλα ἐπιτίθησι, τοῖς δὲ τὴν πλεονεξίαν ἤ τινα ἄλλην κακίαν ἐπανελομένοις οὐκ εἰς μακρὰν τὴν προσήκουσαν ἐφίστησι τιμωρίαν. (Const. Exc. 4, p. 360.)

[5]   Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς σπανίζων τροφῆς οὐ διέλιπε τὴν ὑπ' Ἄτταλον χώραν λεηλατῶν μέχρι τῆς τῶν Περγαμηνῶν πόλεως. κατέσκαψε δὲ καὶ τὰ περὶ τὸ Πέργαμον ἱερά, τό τε Νικηφόριον πολυτελῶς κατεσκευασμένον καὶ τἄλλα γλυφὰς ἔχοντα θαυμαζομένας εἰς τέλος παρῴνησε. δι' ὀργῆς γὰρ ἔχων τὸν Ἄτταλον, ἐπεὶ τοῦτον οὐ κατέλαβε περὶ τούτους τοὺς τόπους, τὸν θυμὸν εἰς ταῦτα κατετίθετο.

   (Const. Exc. 2 (1), pp. 270-271.)

[6]   Ὅτι Μάρκος Αἰμίλιος ἀποπλεύσας εἰς Ἄβυδον πρὸς Φίλιππον τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν συμμάχων ἀπήγγειλεν αὐτῷ. ὁ δὲ ἔφησεν, ἐὰν μὲν ἐμμένωσι ταῖς ὁμολογίαις Ῥωμαῖοι, ποιήσειν αὐτοὺς ὀρθῶς, ἐὰν δὲ ἐπεμβαίνωσι, τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἀμυνεῖσθαι τοὺς ἀδίκου πολέμου κατάρχοντας.

   (Const. Exc. 4, p. 361.)

[7]   Ὅτι Φίλιππος ὁ Μακεδὼν ἐπὶ τὰς Ἀθήνας ἐλθὼν κατεστρατοπέδευσεν ἐπὶ τὸ Κυνόσαργες. μετὰ δὲ ταῦτα τὴν Ἀκαδημίαν ἐνέπρησε καὶ τοὺς τάφους κατέσκαψεν, ἔτι δὲ τὰ τεμένη τῶν θεῶν ἐλυμήνατο. χαρισάμενος δὲ τῷ θυμῷ, καθάπερ εἰς Ἀθήνας ἀλλ' οὐκ εἰς τὸ θεῖον ἐξαμαρτάνων, ὑπὸ μὲν τῶν ἀνθρώπων καὶ πάλαι βλασφημούμενος τότε τελέως ἐμισήθη, ὑπὸ δὲ θεῶν ταχὺ τῆς προσηκούσης ἐπιτιμήσεως ἔτυχε, διὰ μὲν τὴν ἰδίαν ἀβουλίαν τοῖς ὅλοις σφαλείς, διὰ δὲ τὴν Ῥωμαίων ἐπιείκειαν τυχὼν συγγνώμης.    (Const. Exc. 2 (1), p. 271.)

[8]   Ὅτι ὁ Φίλιππος συννοήσας τὴν ἀθυμίαν τῶν στρατιωτῶν, τούτους παραθαρσύνων ἐδίδασκεν ὅτι τοῖς μὲν νικῶσιν οὐδὲν τούτων γίνεται, τοῖς δὲ κατὰ τὴν ἧτταν ἀπολλυμένοις οὐ διαφέρειν ὑπὸ πηλίκων ἂν τραυμάτων ἀποθάνωσι.

[2]    Ὅτι ὡς ἐπὶ πολὺ εἰώθασιν οἱ τοῖς τρόποις φαῦλοι τοὺς συναναστρεφομένους ὁμοίους ἑαυτοῖς συγκατασκευάζειν. (Const. Exc. 4, p. 361.)

[9]

[1]    Ὅτι Φίλιππος θεωρῶν τῶν Μακεδόνων τοὺς πλείστους ἑαυτῷ χαλεπῶς ἔχοντας ἐπὶ τῷ τὸν Ἡρακλείδην ἔχειν φίλον, παρέδωκεν αὐτὸν εἰς τὴν φυλακήν. ἦν δὲ οὗτος Ταραντῖνος μὲν τὸ γένος, πονηρίᾳ δὲ ὑπερβαλλούσῃ χρώμενος καὶ τὸν Φίλιππον ἐξ ἐπιεικοῦς βασιλέως πεποιηκὼς πικρὸν καὶ ἀσεβῆ τύραννον. διὸ δὴ καὶ παρὰ πᾶσι τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησι ὑπερβαλλόντως συνέβαινε μισεῖσθαι τὸν Ἡρακλείδην.

   (Const. Exc. 2 (1), p. 271.)

[11]   Ὅτι τῶν Ἠπειρωτῶν πρέσβεις πεμψάντων πρὸς Φίλιππον καὶ Φλαμίνιον, Φλαμίνιος μὲν ᾤετο δεῖν τὸν Φίλιππον ἐκχωρεῖν ἁπάσης τῆς Ἑλλάδος, ὅπως ἀφρούρητος ᾖ καὶ αὐτόνομος, ἀποδοῦναι δὲ καὶ τοῖς παρεσπονδημένοις τὰς βλάβας εὐδοκουμένως. ὁ δὲ ἔφη δεῖν τὰ μὲν παρὰ τοῦ πατρὸς αὐτῷ καταλελειμμένα βεβαίως ἔχειν, ὅσα δὲ τυγχάνει προσηγμένος, ἐκ τούτων ἐξάγειν τὰς φρουράς, περὶ δὲ τῆς βλάβης κρίνεσθαι. εἰπόντος δὲ πρὸς ταῦτα Φλαμινίου μὴ δεῖσθαι κρίσεως, δεῖν δὲ αὐτὸν τοὺς πεπονθότας πείθειν, καὶ διότι παρὰ τῆς βουλῆς ἐντολὰς ἔχοι ταύτας ὅπως μὴ μέρος τῆς Ἑλλάδος ἀλλὰ πᾶσαν αὐτὴν ἐλευθεροῦν, ὑπολαβὼν ὁ Φίλιππος, Καὶ τί τούτου βαρύτερόν, φησιν, προσετάξατ' ἄν μοι πολέμῳ κρατήσαντες; καὶ ταῦτ' εἰπὼν ἐχωρίσθη διωργισμένος.

[12]   Ὅτι ὄντος τοῦ Ἀντιόχου τοῦ τῆς Ἀσίας βασιλέως περὶ τὸν τῆς Λυσιμαχείας πόλεως ἀνοικισμὸν παρεγενήθησαν οἱ παρὰ Φλαμινίου πρέσβεις. εἰσαχθέντες δὲ εἰς τὸ συνέδριον παρεκάλουν Ἀντίοχον ἐκχωρῆσαι τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον γεγενημένων πόλεων, καὶ καθόλου θαυμάζειν ἔφασαν τί βουλόμενος πεζικάς τε καὶ ναυτικὰς συνάγει δυνάμεις καὶ τί διανοούμενος διαβέβηκεν εἰς τὴν Εὐρώπην, εἰ μὴ Ῥωμαίοις ἐπιβάλλεται πολεμεῖν. ὁ δὲ Ἀντίοχος τοῖς εἰρημένοις ἀντιλέγων ἔφη θαυμάζειν πῶς Ῥωμαῖοι τῆς Ἀσίας ἀντιποιοῦνται, τῶν κατὰ τὴν Ἰταλίαν αὐτοῦ μηδὲν πολυπραγμονοῦντος· Λυσιμαχεῖς δὲ ἀνοικίζων οὔτε Ῥωμαῖον οὔτε ἄλλον οὐδένα βλάπτειν· τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς φροντίζειν ὅπως μηδεμιᾶς ἀμφισβητήσεως τυγχάνῃ· δώσειν γὰρ αὐτῷ τὴν θυγατέρα γυναῖκα. καὶ τούτων ῥηθέντων τῶν λόγων οἱ Ῥωμαῖοι οὐκ εὐδοκοῦντες ἐχωρίσθησαν.

   (Const. Exc. 4, pp. 361-362.)

[10]   Ὅτι Ἀννίβας διὰ μόνης τῆς περὶ αὐτὸν φήμης καθ' ὅλην τὴν οἰκουμένην περίβλεπτος ἐγίνετο, κατὰ πᾶσαν πόλιν ἑκάστου σπεύδοντος θεάσασθαι τὸν ἄνδρα. (Const. Exc. 2 (1), p. 271.)

[13]   Ὅτι οἱ παρὰ Νάβιδος καὶ Φλαμινίου πεμφθέντες εἰς Ῥώμην πρεσβευταὶ περὶ τῶν συνθηκῶν ἐπεὶ διελέχθησαν τῇ συγκλήτῳ περὶ ὧν τὰς ἐντολὰς εἶχον, ἔδοξε τῇ γερουσίᾳ βεβαιοῦν τὰς ὁμολογίας καὶ τὰς φρουρὰς τὰς ἐκ τῆς Ἑλλάδος καὶ τὰς στρατιὰς ἀπάγειν. ὁ δὲ Φλαμίνιος ἀκούσας τὰ διῳκημένα πανταχόθεν τοὺς ἀρίστους τῶν Ἑλλήνων μετεπέμψατο καὶ συναγαγὼν ἐκκλησίαν τὰς τῶν Ῥωμαίων εἰς τοὺς Ἕλληνας εὐεργεσίας ἀνενεώσατο καὶ περὶ τῶν κατὰ τὸν Νάβιν ἀπελογεῖτο, διότι κατὰ τὸ δυνατὸν πεποιήκασι, καὶ ὅτι κατὰ τὴν τοῦ δήμου προαίρεσιν ἅπαντες οἱ τὴν Ἑλλάδα κατοικοῦντές εἰσιν ἐλεύθεροι καὶ ἀφρούρητοι καὶ τὸ μέγιστον τοῖς ἰδίοις νόμοις πολιτευόμενοι. ᾐτήσατο δὲ παρὰ τῶν Ἑλλήνων χάριν ὅπως τοὺς δουλεύοντας παρ' αὐτοῖς Ἰταλιώτας ἀναζητήσαντες ἀποστείλωσιν ἐν ἡμέραις τριάκοντα. ὃ καὶ γέγονεν.

   (Const. Exc. 1, p. 397.)

[14]   Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς μέχρι μέν τινος ἐπῃνεῖτο· Ἀριστομένη δὲ τὸν ἐπίτροπον αὐτοῦ γεγενημένον καὶ πάντα καλῶς διῳκηκότα τὴν μὲν ἀρχὴν ἠγάπα καθαπερεὶ πατέρα καὶ πάντα ἔπραττεν ἀπὸ τῆς ἐκείνου γνώμης· μετὰ δὲ ταῦτα ὑπὸ τῶν κολακευόντων διαφθαρεὶς τὴν ψυχὴν τόν τε Ἀριστομένη παρρησιαζόμενον ἐμίσησε καὶ τέλος συνηνάγκασεν αὐτὸν πιόντα κώνειον τελευτῆσαι. ἀεὶ δὲ μᾶλλον θηριούμενος καὶ τυραννικὴν παρανομίαν ἀλλ' οὐ βασιλικὴν ἐξουσίαν ζηλώσας, ἐμισήθη μὲν ὑπὸ τῶν Αἰγυπτίων, ἐκινδύνευσε δὲ ἀποβαλεῖν τὴν βασιλείαν.

   (Const. Exc. 2 (1), p. 271.)

[15]   Ὅτι πάλιν ἡ σύγκλητος διήκουσε τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβειῶν καὶ ταύταις φιλανθρώπως προσεφώνει βουλομένη προθύμους αὐτοὺς ἔχειν πρὸς τὸν Ἀντιοχικὸν πόλεμον, ὃν ταχέως προσεδόκα. τοῖς δὲ παρὰ Φιλίππου πρέσβεσιν ἀπεκρίθη διότι φυλάττοντος αὐτοῦ τὴν πίστιν τῶν τε φόρων αὐτὸν ἀπολύσει καὶ Δημήτριον τὸν υἱόν. τοῖς δὲ ἐληλυθόσι παρὰ Ἀντιόχου συνέστησεν ἐκ τῆς βουλῆς ἄνδρας δέκα τοὺς διακουσομένους περὶ ὧν [2] ἔφησαν ἐντολὰς ἔχειν παρὰ τοῦ βασιλέως. ὧν συνεδρευσάντων ὁ τῆς πρεσβείας ἀφηγούμενος Μένιππος ἔλεγεν ἥκειν ὅπως Ἀντιόχῳ φιλίαν καὶ συμμαχίαν συνάψηται πρὸς Ῥωμαίους. ἔφησε δὲ θαυμάζειν τὸν βασιλέα διὰ τίνα ποτ' αἰτίαν προστάττουσιν αὐτῷ Ῥωμαῖοι τινὰ μὲν τῶν κατὰ τὴν Εὐρώπην μὴ πολυπραγμονεῖν, τινῶν δὲ τῶν πόλεων ἀφίστασθαι καὶ παρ' ἐνίων τοὺς ὀφειλομένους φόρους μὴ λαμβάνειν· ταῦτα γὰρ οὐ τοῖς ἐξ ἴσου τὴν φιλίαν ποιουμένοις ἔθος εἶναι ποιεῖν, ἀλλὰ τοῖς πολέμῳ νενικηκόσι· τοὺς δὲ πρὸς αὐτὸν πρεσβεύοντας ἐπὶ Λυσιμάχειαν ἐπιτακτικῶς αὐτῷ διαστέλλειν περὶ τούτων· Ἀντιόχῳ δὲ πρὸς Ῥωμαίους πόλεμον μὲν μηδέποτε γεγονέναι· φιλίαν δ' ἂν συνθέσθαι βούλωνται πρὸς αὐτόν, ἕτοιμον εἶναι.

[3] ὁ δὲ Φλαμίνιος ἔφη δυοῖν πραγμάτων ὄντων ἕτερον τῷ βασιλεῖ τὴν σύγκλητον συγχωρεῖν, εἰ μὲν βούλεται τῆς Εὐρώπης ἀπέχεσθαι, μηδὲν πολυπραγμονεῖν Ῥωμαίους τῶν κατὰ τὴν Ἀσίαν· εἰ δὲ τοῦτο μὴ προαιρεῖται, γινώσκειν ὅτι Ῥωμαῖοι τοῖς ἑαυτῶν [4] φίλοις καταδουλουμένοις βοηθήσουσιν. τῶν δὲ πρεσβευτῶν ἀποκριναμένων ὡς οὐδὲν τοιοῦτον συνθήσονται δι' οὗ ταπεινώσουσι τὴν βασιλέως ἀρχήν, τῇ ἐχομένῃ τοῖς Ἕλλησιν ἡ σύγκλητος εἶπεν ὡς ἐὰν Ἀντίοχος περιεργάζηταί τι τῶν κατὰ τὴν Εὐρώπην, Ῥωμαῖοι μετὰ πολλῆς σπουδῆς τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐλευθερώσουσιν. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν, οἱ παρὰ τοῦ βασιλέως ἠξίουν τε τὴν σύγκλητον ἐνθυμηθῆναι ἡλίκων ἑκατέροις κατάρχεται κινδύνων καὶ μηδὲν ταχέως πράττειν, ἀλλὰ τῷ βασιλεῖ δοῦναι χρόνον εἰς βουλήν, καὶ αὐτὴν ἐπιμελέστερον περὶ τούτων βουλεύεσθαι.

   (Const. Exc. 1, pp. 397-398.)

FRAGMENTA LIBRI XXIX

[1]   Ὅτι τὸ Δήλιον ἱερὸν ἦν οὐ μακρὰν ἀπέχον τῆς Χαλκίδος ... διόπερ ὁ βασιλεὺς ὑπὸ τῶν Ἑλλήνων ἐβλασφημεῖτο, τὴν ἀρχὴν τοῦ πρὸς Ῥωμαίους πολέμου πεποιημένος ἐξ ἀσεβείας. οὗ †συνελθόντος Φλαμίνιος περὶ Κόρινθον διατρίβων ἐπεμαρτύρατο πάντας ἀνθρώπους τε καὶ θεοὺς ἐπὶ τῷ προκατῆρχθαι τοῦ πολέμου τὸν βασιλέα.

[2]   Ὅτι Ἀντίοχος ἐν Δημητριάδι τὴν παραχειμασίαν ποιούμενος καὶ πλείω τῶν πεντήκοντα ἐτῶν βεβιωκὼς τῆς μὲν περὶ τὸν πόλεμον παρασκευῆς ἠμέλησε, παρθένου δὲ εὐπρεποῦς ἐρασθεὶς ἐκάθητο τοὺς ταύτης ἐπιτελῶν γάμους καὶ πανηγύρεις λαμπρὰς συνήγαγε. ταῦτα δὲ πράττων οὐ μόνον ἑαυτοῦ τὸ σῶμα καὶ τὴν ψυχὴν διέφθειρεν, ἀλλὰ καὶ τὰς τῶν δυνάμεων ὁρμὰς ἐξέλυσε, καὶ οἱ στρατιῶται τὸν χειμῶνα κατατετριφότες ἐν ἀνέσει καὶ τρυφῇ κακῶς ἀπήλλαττον ἐν ταῖς ἀπορίαις, οὔτε δίψαν οὔτε ἄλλην κακοπάθειαν φέρειν δυνάμενοι. διόπερ αὐτῶν οἱ μὲν εἰς νόσους ἐνέπιπτον, οἱ δὲ ἐν ταῖς ὁδοῖς ὑπολειπόμενοι πολὺ τῶν τάξεων ἀπεσπῶντο.

[3]   Ὅτι Ἀντίοχος ὁ βασιλεὺς τὰς ἐν Θετταλίᾳ πόλεις πυνθανόμενος πρὸς Ῥωμαίους μετατεθεῖσθαι, τὰς δὲ ἐκ τῆς Ἀσίας δυνάμεις ὑστερούσας καὶ τοὺς Αἰτωλοὺς καταμελοῦντας καὶ προφάσεις ἀεὶ ποριζομένους, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκει. διὸ καὶ τοὺς πεπεικότας αὐτὸν ἀπαράσκευον ὄντα ἐπὶ τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ τὸν πόλεμον ἐπανελέσθαι δι' ὀργῆς εἶχε· τὸν δὲ Ἀννίβαν τὴν ἐναντίαν γνώμην ἐσχηκότα τότε ἐθαύμαζε καὶ τὰς ἐλπίδας εἶχεν ἐν τούτῳ, τόν τε πρὸ τοῦ χρόνον ὑπόπτως πρὸς αὐτὸν διακείμενος τότε πιστότατον αὐτὸν εἶχε φίλον καὶ ἀπὸ τῆς τούτου γνώμης πάντα ἔπραττεν. (Const. Exc. 2 (1), pp. 271-272.)

[4]   Ὅτι τοῖς Αἰτωλοῖς διαπρεσβευσαμένοις περὶ διαλύσεων ἐδογμάτισεν ἡ σύγκλητος ἢ τὰ καθ' ἑαυτοὺς ἐπιτρέπειν Ῥωμαίοις ἢ χίλια τάλαντα ἀργυρίου δοῦναι παραχρῆμα Ῥωμαίοις. οἱ δὲ διὰ τὴν ἀποτομίαν τῆς ἀποκρίσεως οὐ προσδεξάμενοι τὰ προσταττόμενα εἰς φόβους καὶ μεγάλους κινδύνους ἐνέπεσον· συνηγωνισμένοι γὰρ τῷ βασιλεῖ ἐκτενέστατα εἰς ἀπορίαν ἐνέπιπτον οὐδεμίαν ἔκβασιν ἔχοντες τῶν κακῶν. (Const. Exc. 1, p. 398.)

[5]   Ὅτι ὁ Ἀντίοχος διὰ τὴν ἧτταν ταπεινωθεὶς ἔκρινε τῆς μὲν Εὐρώπης ἐξίστασθαι, περὶ δὲ τῆς Ἀσίας διαγωνίζεσθαι. καὶ προσέταξε τοῖς Λυσιμαχεῦσι πανδημεὶ τὴν πόλιν ἐκλιπεῖν, εἰς δὲ τὰς κατὰ τὴν Ἀσίαν πόλεις μετοικῆσαι. καὶ ἔδοξε πᾶσιν ἀφρόνως βεβουλεῦσθαι καὶ πόλιν ἐπικαιρότατα κειμένην πρὸς τὸ διακωλῦσαι τοὺς πολεμίους ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν περαιοῦν τὰς δυνάμεις ἀκονιτὶ προέσθαι τοῖς πολεμίοις. ἀκολούθως δὲ τῇ διαλήψει ταύτῃ καὶ τὸ τῶν ἀποτελεσμάτων ἔργον ἐπληρώθη. ὁ γὰρ Σκιπίων τὴν πόλιν καταλαβὼν ἔρημον αὐτομάτως εὐημέρησε ταύτην παραλαβών. (Const. Exc. 2 (1), p. 272.)

[6]   Ὅτι εἰσὶν ἐν τοῖς πολέμοις αἱ τῶν χρημάτων παρασκευαί, καθάπερ ἡ κοινὴ παροιμία φησίν, ἑταῖραι τῶν πράξεων· ὁ γὰρ τούτων εὐπορῶν οὐκ ἀπορεῖ τῶν μάχεσθαι δυναμένων ἀνδρῶν. οἱ γὰρ Καρχηδόνιοι προσφάτως Ῥωμαίους εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγον, οὐ πολιτικοῖς στρατιώταις τὰς τηλικαύτας παρατάξεις νικῶντες ἀλλὰ τῷ τῶν μισθοφόρων πλήθει. ἔστιν γὰρ τὸ πλῆθος τῆς ξενικῆς δυνάμεως εὐχρηστότατον μὲν τοῖς ἔχουσι, φοβερώτατον δὲ τοῖς πολεμίοις· οἱ μὲν γὰρ ὀλίγου χρήματος ἀθροίζουσι τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας, οἱ δὲ κἂν νικήσωσιν, οὐδὲν ἧττον ἄλλους ἔχουσιν ἀνταγωνιστὰς ἐξ ἑτοίμου. ἐπὶ μὲν γὰρ τῶν πολιτικῶν δυνάμεων ὁ καταγωνισθεὶς ἅπαξ τοῖς ὅλοις ἔπταικεν, ἐπὶ δὲ τῶν ξενικῶν ὁσάκις ἂν ἡττηθῶσιν, οὐδὲν ἧττον ἀκεραίους ἔχουσι τὰς δυνάμεις μέχρις ἂν χρημάτων εὐπορῶσιν. Ῥωμαῖοι δὲ οὔτε μισθοφόρους εἰώθασιν ἔχειν οὔτε χρημάτων εὐποροῦσιν.

[2]    Ὅτι εἰώθασιν ὡς ἐπίπαν οἱ στρατιῶται τῶν αὐτῶν τοῖς ἀφηγουμένοις μιμηταὶ γίνεσθαι.

[3]    Ὁ δὲ Ἀντίοχος ταχὺ τῆς ἰδίας ἀνοίας τἀπίχειρα κομισάμενος μετὰ συμφορῶν μεγάλων ἔμαθεν σωφρονεῖν ἐν ταῖς εὐπραξίαις. (Const. Exc. 4, p. 362.)

[7]

[1]    Ὅτι ὁ Ἀντίοχος πυθόμενος τοὺς Ῥωμαίους εἰς τὴν Ἀσίαν διαβεβηκέναι πρεσβευτὴν ἐξέπεμψε πρὸς τὸν ὕπατον Ἡρακλείδην τὸν Βυζάντιον περὶ διαλύσεων, ἀποδιδοὺς μὲν τὴν ἡμίσειαν τῆς δαπάνης, διδοὺς δὲ Λάμψακον καὶ Σμύρναν καὶ Ἀλεξάνδρειαν, δι' ἃς ὁ πόλεμος ἐδόκει κεκινῆσθαι. αὗται γὰρ αἱ πόλεις πρῶται τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἐπεπρεσβεύκεισαν πρὸς τὴν σύγκλητον παρακαλοῦσαι περὶ τῆς ἐλευθερίας αὑτῶν.

[8]   Ὅτι ὁ Ἀντίοχος Ποπλίῳ Σκιπίωνι τῷ τοῦ συνεδρίου προεστῶτι τὸν υἱὸν προσεπηγγείλατο ἄνευ λύτρων ἀποδώσειν, ὃν ἦν εἰληφὼς ὅτε περὶ Εὔβοιαν διέτριβεν, οὐδὲν δ' ἧττον καὶ χρημάτων πλῆθος, συνεπιλαβομένῳ τῆς εἰρήνης. ὁ δὲ Σκιπίων ὑπὲρ μὲν τῆς κατὰ τὸν υἱὸν ἀποδόσεως ἔφησε χάριν ἕξειν τῷ βασιλεῖ, χρημάτων δὲ πλήθους μὴ προσδεῖσθαι. ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας συμβουλεύειν αὐτῷ μὴ παρατάττεσθαι Ῥωμαίοις πεπειραμένον τῆς ἀρετῆς αὐτῶν. ὁ δὲ δόξας βαρύτερα τοῦ προσήκοντος προστάττειν τοῦτον οὐ προσεδέξατο τὰς ἀποκρίσεις.

   (Const. Exc. 1, pp. 398-399.)

[2]    Ὅτι ὁ Ἀντίοχος πρὸς τὰ παράλογα τῆς τύχης ἔκρινε συμφέρειν ἀποδοῦναι τῷ Σκιπίωνι τὸν υἱόν, καὶ τοῦτον ἀπέστειλε κοσμήσας πολυτελέσι κατασκευαῖς. (Const. Exc. 4, p. 362.)

[10]   Ὅτι ὁ Ἀντίοχος ἀπογνοὺς τὸν πόλεμον ἀπέστειλε πρέσβεις πρὸς τὸν ὕπατον ἀξιῶν αὑτῷ συγγνώμην δοθῆναι περὶ τῶν ἡμαρτημένων καὶ τυχεῖν ἐφ' οἷς δυνατόν ἐστι τῆς εἰρήνης. ὁ δὲ ὕπατος διατηρῶν τὴν πάτριον τῆς Ῥώμης ἐπιείκειαν καὶ παρακληθεὶς ὑπὸ τοῦ ἀδελφοῦ Ποπλίου συνεχώρησε τὴν εἰρήνην ἐπὶ τοῖσδε· ἐκχωρῆσαι τὸν βασιλέα τοῖς Ῥωμαίοις τῆς τε Εὐρώπης καὶ τῆς ἐπὶ τάδε τοῦ Ταύρου χώρας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ ἐθνῶν· παραχωρῆσαι δὲ τῶν τε ἐλεφάντων καὶ μακρῶν νηῶν, καὶ τὰς δαπάνας τὰς γεγενημένας εἰς τὸν πόλεμον ἀποδοῦναι, ὧν ἦν ἡ διατίμησις ταλάντων Εὐβοϊκῶν μυρίων πεντακισχιλίων· ἐκδότους δὲ παραδοῦναι τόν τε Καρχηδόνιον Ἀννίβαν καὶ τὸν Αἰτωλὸν Θόαντα καί τινας ἑτέρους, καὶ ὁμήρους εἴκοσι, οὓς ἂν ἀπογράψωσι Ῥωμαῖοι. ὁ δὲ πάντα προσδεξάμενος διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν ἀπελύθη τοῦ πολέμου.

[9]   Ὅτι ἐν τῇ Ῥώμῃ πρὸ τῆς κατὰ τὸν Ἀντίοχον ἥττης εἰσαχθέντων εἰς τὴν σύγκλητον τῶν ἐξ Αἰτωλίας πρεσβευτῶν καὶ περὶ μὲν τῶν ἰδίων ἁμαρτημάτων οὐδὲν διαλεχθέντων, αὐτὰ δὲ τὰ τοῖς Αἰτωλοῖς καλῶς πρὸς τοὺς Ῥωμαίους πραχθέντα διεξιόντων, ἀναστάς τις τῶν ἐκ τοῦ συνεδρίου τοὺς πρέσβεις ἠρώτησεν εἰ παραδιδόασιν ἑαυτοὺς Αἰτωλοὶ εἰς τὴν πίστιν τῶν Ῥωμαίων. ἀποσιωπησάντων δὲ τῶν πρέσβεων, ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα. (Const. Exc. 1, pp. 399-400.)

[11]   Ὅτι μετὰ τὴν κατὰ τὸν Ἀντίοχον ἧτταν ἀπὸ πασῶν τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ δυναστῶν καταντησάντων πρέσβεων, τῶν μὲν περὶ τῆς ἐλευθερίας, τῶν δὲ καὶ περὶ εὐχαριστηρίων ἀνθ' ὧν εὐεργετήκασι τὴν Ῥώμην συναγωνισάμενοι κατὰ Ἀντιόχου. οἷς πᾶσιν ἡ σύγκλητος ἀγαθὰς ἐλπίδας ὑπογράφουσα ἔφησε δέκα πρεσβευτὰς ἀποστέλλειν εἰς τὴν Ἀσίαν τοὺς μετὰ τῶν στρατηγῶν ἅπαντα τάξοντας. ἐπανελθόντων δὲ εἰς τὰς πατρίδας, καὶ τῶν δέκα πρέσβεων μετὰ τῶν περὶ Σκιπίωνα καὶ τὸν Αἰμίλιον συνεδρευσάντων, ἔκριναν οὗτοι καὶ διεσάφησαν τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου χώραν Εὐμένους εἶναι καὶ τοὺς ἐλέφαντας, Ῥοδίοις δὲ προσώρισαν Καρίαν καὶ Λυκίαν· τῶν δὲ πόλεων τὰς μὲν Εὐμένει φόρους δεδωκυίας ὑπὸ τὸν Εὐμένη τετάχθαι, τὰς δὲ Ἀντιόχῳ φόρον φερούσας ἀπολελύσθαι τῶν φόρων.

[12]

[1]    Ὅτι Γναῖος Μάλλιος ὁ ἀνθύπατος, παραγενομένων πρὸς αὐτὸν πρεσβευτῶν παρὰ Γαλατῶν περὶ συλλύσεως τοῦ πολέμου, τούτοις ἔδωκεν ἀπόκρισιν ὅτι τότε ποιήσεται πρὸς αὐτοὺς τὰς ὑπὲρ τῆς εἰρήνης συνθήκας, ὅταν οἱ βασιλεῖς αὐτῶν καταντήσωσι πρὸς αὐτόν.

[13]   Ὅτι ὁ αὐτὸς παρελθὼν εἰς Λυκαονίαν τὸν προσοφειλόμενον σῖτον ἐκομίσατο παρὰ Ἀντιόχου καὶ τὸν κατὰ τὰς συνθήκας φόρον ἐνιαυτοῦ χίλια τάλαντα. (Const. Exc. 1, p. 400.)

[14]   Ὅτι Μάρκος Φόλουιος στρατηγὸς ὢν παρανομήσας εἰς τοὺς κατὰ τὴν Λιγυστικὴν συμμάχους ἔτυχε τῆς προσηκούσης κολάσεως. παρελθὼν γὰρ εἰς τοὺς ὀνομαζομένους Κενομανοὺς ὡς φίλος παρείλετο τὰ ὅπλα, μηδὲν ἔχων ἔγκλημα. ὁ δὲ ὕπατος πυθόμενος τὸ γεγονὸς τούτοις μὲν ἀπέδωκε τὰ ὅπλα, τὸν δὲ Μάρκον ἐζημίωσε χρήμασι.

[15]   Ὅτι Ἀντίοχος ἀπορῶν χρημάτων, ἀκούων δὲ κατὰ τὴν Ἐλυμαΐδα τὸ ἱερὸν τὸ τοῦ Βήλου πολὺν ἐκ τῶν ἀναθημάτων ἔχειν ἄργυρόν τε καὶ χρυσόν, ἔγνω τοῦτο συλῆσαι. καὶ ἧκεν εἰς τὴν Ἐλυμαΐδα, καὶ καταιτιασάμενος τοὺς ἐγχωρίους πολέμου κατάρχεσθαι τὸ μὲν ἱερὸν ἐσύλησε, χρημάτων δὲ πλῆθος ἀθροίσας ταχὺ τῆς προσηκούσης ἐκ θεῶν ἔτυχε κολάσεως. (Const. Exc. 2 (1), p. 273.)

[16]   Ὅτι Φίλιππος ὠνείδισε τοῖς Θετταλοῖς ὡς τῆς ἐλευθερίας ἀνελπίστως διὰ Ῥωμαίων κυριεύσαντες λοιδοροῦσι τοὺς προγεγονότας κυρίους, οὐκ εἰδότες ὅτι οὔπω πᾶς αὐτοῖς ὁ ἥλιος δέδυκε. τούτου δὲ τοῦ λόγου ῥιφέντος ὑπόνοια τοῖς ἀκούουσιν εἰσέπεσεν ὡς Φιλίππου διαπολεμήσοντος πρὸς Ῥωμαίους, καὶ παροξυνθέντες ἔκριναν μηδεμίαν πόλιν πλὴν τῶν κατὰ Μακεδονίαν οὐσῶν ἔχειν Φίλιππον.

   (Const. Exc. 4, pp. 362363.)

[17]   Ὅτι κατὰ τὴν Πελοπόννησον τῆς κοινῆς συνόδου τῶν Ἀχαιῶν συνελθούσης, εἰσήχθησαν οἱ τῶν Ῥωμαίων πρέσβεις. οὗτοι δὲ ἔφησαν τὴν σύγκλητον δυσαρεστεῖσθαι τῇ τῶν τειχῶν τῶν ἐν Λακεδαίμονι καθαιρέσει, ἣν ἐποίησε τὸ κοινὸν τῶν Ἀχαιῶν ὅτε τῆς Σπάρτης ἐκράτησε καὶ τοὺς Λακεδαιμονίους κατέταξεν εἰς τὴν κοινὴν πολιτείαν. μετὰ δὲ τούτους εἰσήχθησαν οἱ παρ' Εὐμένους πρέσβεις κομίζοντες δωρεὰν ταλάντων εἴκοσι, ἐξ ὧν ᾤετο δεῖν ὁ βασιλεὺς ὀψωνιάζεσθαι τὴν τῶν Ἀχαιῶν σύνοδον. οἱ δὲ Ἀχαιοὶ τὴν δόσιν τῶν χρημάτων ἀποδοκιμάσαντες οὐ προσεδέξαντο τὴν δωρεάν. ἧκον δὲ καὶ παρὰ Σελεύκου πρέσβεις τὴν προγεγενημένην εἰς τὸν Ἀντίοχον τὸν βασιλέα συμμαχίαν ἀνανεούμενοι. οἱ δὲ τὴν συμμαχίαν ἀνενεώσαντο καὶ τὴν δωρεὰν προσεδέξαντο.

   (Const. Exc. 1, pp. 400-401.)

[18]   Ὅτι ὁ Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἀνὴρ ἐγεγόνει φρονήσει καὶ στρατηγίᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέρων, πάντα τὸν τοῦ ζῆν χρόνον πεπολιτευμένος ἀμέμπτως. καὶ πολλάκις μὲν στρατηγίας ἠξιώθη, τεσσαράκοντα ἔτη τοῦ πολιτεύματος ἡγούμενος, μάλιστα δὲ τῶν ἄλλων εἰς κοινὸν ηὐξηκὼς τὴν Ἀχαιῶν συμπολιτείαν, πρός τε τοὺς ἰδιώτας ἡμερώτατα πολιτευόμενος καὶ δι' ἀρετὴν παρὰ Ῥωμαίων ἀποδοχῆς τετευχώς, ἐπὶ δὲ τῆς τοῦ βίου καταστροφῆς ἀγνώμονι τύχῃ συγκεχρημένος. ἀλλ' ὅμως μετὰ τὴν τελευτὴν ὡσπερεί τινι θείᾳ προνοίᾳ τὰς ἰσοθέους τιμὰς ἠλλάξατο τῶν κατὰ τὴν τελευτὴν ἀπηντηκότων ἀκληρημάτων. χωρὶς δὲ τῶν κοινῇ τοῖς Ἀχαιοῖς καταψηφισθέντων εἰς τιμὴν τἀνδρὸς ἡ πατρὶς ἱδρύσατο βωμὸν καὶ ... τοῦ βουθυτεῖν αὐτῷ κατ' ἐνιαυτὸν καὶ τῆς ἀρετῆς ἐγκώμιά τε καὶ ὕμνους κατέδειξεν ᾄδειν τοὺς νέους.

[19]   Ὅτι ὁ Ἀννίβας στρατηγικῇ συνέσει καὶ μεγέθει πράξεων πάντων Καρχηδονίων πεπρωτευκὼς οὐδέποτε στάσιν ἔσχεν ἐν τῷ στρατεύματι, ἀλλὰ τῇ φύσει πλεῖστον διεστῶτα καὶ διαλέκτοις πολυφώνοις διειλημμένα διὰ τῆς ἰδίας προνοίας ἐν ὁμονοίᾳ καὶ συμφωνίᾳ διετήρησεν. ὁμοίως δὲ τῶν ἀλλοεθνῶν εἰωθότων διὰ τὰς τυχούσας αἰτίας ἀφίστασθαι πρὸς τοὺς ἐναντίους, οὐδεὶς ἐπ' αὐτοῦ τοῦτο ἐτόλμησε. μεγάλας δὲ δυνάμεις ἀεὶ τρέφων οὐδέποτε χρημάτων οὐδὲ τροφῆς ἠπόρησε, καὶ τὸ πάντων παραδοξότατον, οἱ μετ' αὐτοῦ στρατευόμενοι τῶν ἀλλοεθνῶν τῆς πολιτικῆς εὐνοίας οὐκ ἀπελείφθησαν, ἀλλὰ πολὺ διήνεγκαν. τοιγαροῦν καλῶς ἄρχων τῶν στρατιωτῶν καλὰς καὶ τὰς πράξεις ἐπετελέσατο. πρὸς γὰρ τοὺς δυνατωτάτους πόλεμον ἐξενέγκας ἑπτακαίδεκα ἕτη σχεδὸν τὴν Ἰταλίαν ἐπόρθησεν, ἀήττητος δὲ ἐν πάσαις ταῖς μάχαις ἐγένετο· τηλικαύταις δὲ καὶ τοσαύταις πράξεσι τοὺς τῆς οἰκουμένης ἡγεμόνας ἐνίκησεν ὥστε διὰ τὸ πλῆθος τῶν κατακοπτομένων ὑπ' αὐτοῦ μηδένα ποτὲ τολμᾶν ἔτι κατὰ στόμα μάχεσθαι πρὸς αὐτόν. πολλὰς μὲν πόλεις δοριαλώτους κατέκαιε, τὰ δὲ κατὰ τὴν Ἰταλίαν ἔθνη πολυανθρωπίᾳ διαφέροντα σπανίζειν ἐποίησεν ἀνδρῶν. καὶ τὰς περιβοήτους πράξεις ἐπετελέσατο πολιτικοῖς μὲν τελέσμασι, δυνάμεσι δὲ μισθοφόροις καὶ συμμαχικαῖς παμμιγέσι, καὶ τῶν διὰ τὴν συμφωνίαν δυσυποστάτων περιεγένετο διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγικῆς ἀρετῆς, καὶ πᾶσιν ἔδειξεν ὅτι καθάπερ ἐπὶ τοῦ σώματος ὁ νοῦς, οὕτως ἐπὶ στρατεύματος ὁ τὴν ἡγεμονίαν ἔχων ποιεῖ τὰ κατορθώματα.

[20]   Ὅτι ὁ Σκιπίων νέος ὢν παντελῶς τοῖς κατὰ τὴν Ἰβηρίαν ἀνελπίστως ἐχρήσατο καταπολεμήσας τοὺς Καρχηδονίους, τὴν δὲ πατρίδα κινδυνεύουσαν ἐξείλετο τῶν μεγίστων κινδύνων. τὸν γὰρ ἀήττητον Ἀννίβαν διὰ τῆς ἐπινοίας ἠνάγκασεν ἄνευ μάχης καὶ κινδύνων ἐκ τῆς Ἰταλίας ἐκχωρῆσαι. τὸ δὲ τελευταῖον ἐκ τῆς ἀνδρείας τε καὶ στρατηγίας μεγάλῃ παρατάξει τὸν ἀνίκητον γεγενημένον Ἀννίβαν καταπολεμήσας ἥττησε τὴν Καρχηδόνα.

   (Const. Exc. 2 (1), pp. 273-274.)

[21]   Ὅτι ὁ Σκιπίων διὰ τὸ μέγεθος τῶν πράξεων βαρύτερος ἐφαίνετο τοῦ τῆς πατρίδος ἀξιώματος. κατηγορούμενος γὰρ ὑπ' αὐτῶν δεινῷ θανάτῳ, παραλαβὼν τὸν λόγον τοῦτο μόνον εἶπεν ὅτι Ῥωμαίοις οὐ πρέπει κατ' αὐτοῦ φέρειν ψῆφον, δι' ὃν καὶ οἱ κατήγοροι ἐξουσίαν ἔχουσι λέγειν μετὰ παρρησίας. τούτου δὲ ῥηθέντος ὁ μὲν δῆμος ἅπας ἐντραπεὶς τὸ βάρος τοῦ λόγου παραχρῆμα ἐκ τῆς ἐκκλησίας ἀπεχώρησεν, ὁ δὲ κατήγορος μόνος ἀπολειφθεὶς ἀπῆλθεν εἰς τὴν οἰκίαν καταφρονηθείς. πάλιν δὲ ἐν τῷ συνεδρίῳ χρείας ἐμπεσούσης χρημάτων καὶ τοῦ ταμίου οὐ φάσκοντος ἀνοίξειν, αὐτὸς ..ν̣..χη τὰς κλεῖς παρέλαβεν ὡς τοῦτο πράξων· αὐτὸς γὰρ καὶ τοῦ κλείειν τοὺς ταμίας ὑπάρχειν αἴτιος. πάλιν δέ τινος λόγον αὐτὸν ἀπαιτοῦντος ἐν τῷ συνεδρίῳ χρημάτων ὧν ἔλαβεν εἰς τὰς τῶν στρατιωτῶν δαπάνας, ὡμολόγησε μὲν ἔχειν τὸν λογισμόν, ἀπεῖπεν δὲ μὴ ἀποδώσειν· οὐ γὰρ ὀφείλειν τοῖς ἄλλοις ὁμοίως ὑπὸ τὸν ἐξετασμὸν πίπτειν. ἐπικειμένου δὲ τοῦ κατηγόρου πέμψας ἐπὶ τὸν ἀδελφὸν ἐκόμισεν ἐπὶ τὸ συνέδριον τὸ βιβλίον καὶ κατασπαράξας αὐτὸ τῷ κατηγόρῳ προσέταξε ψῆφον ἐκ τούτων προστιθέναι, τοὺς δὲ ἄλλους συγκλητικοὺς ἤρετο πῶς τῶν δεδαπανημένων τρισχιλίων ταλάντων τὸν λόγον ἀπαιτοῦσι, τῶν δὲ μυρίων καὶ πεντακοσίων ὧν παρὰ Ἀντιόχου λαμβάνουσι λόγον οὐκ ἀπαιτοῦσιν, οὐδὲ λογίζονται πῶς ὑφ' ἕνα σχεδὸν καιρὸν οὐ μόνον Ἰβηρίας καὶ Λιβύης ἀλλὰ καὶ τῆς Ἀσίας κυριεύουσιν. ὧν ῥηθέντων διὰ τὸ βάρος τῆς παρρησίας οὔθ' ὁ κατήγορος οὔτε τῶν συνέδρων οὐδεὶς ἐφθέγξατο.

   (Const. Exc. 4, pp. 363-364.)

[28]   Ὅτι ἡ πόλις Κεμελετῶν ὑπὸ λῃστῶν καὶ δραπετῶν ᾠκισμένη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνεδέξατο, πρέσβεις δὲ ἐξαπέστειλε πρὸς Φόλουιον ὑπὲρ ἑκάστου τῶν τεθνηκότων αἰτοῦσα σάγον καὶ ἐγχειρίδιον ἔτι δὲ ἵππον· εἰ δὲ μή, καταπολεμήσειν ἠπείλει. ὁ δὲ Φόλουιος ἐντυχὼν τοῖς πρέσβεσιν εἶπε μὴ κακοπαθεῖν· αὐτὸς γὰρ ἐπὶ τὴν πόλιν ἥξειν καὶ φθάσειν τὴν ἔξοδον. τὰς δὲ ἐπαγγελίας βεβαιῶσαι βουλόμενος παραχρῆμα ἀνέζευξεν ἐπὶ τοὺς βαρβάρους ἐκ ποδὸς ἀκολουθῶν τοῖς πρέσβεσιν.

[29]   Ὅτι τῶν φίλων τινὸς εἰπόντος Πτολεμαίῳ τῷ βασιλεῖ διὰ τί τῆς Κοίλης Συρίας οὔσης αὐτοῦ δικαίως ἀφροντιστεῖ, πολλὰ περὶ τούτων ἔφησεν αὑτῷ μέλειν. ὑπειπόντος δὲ τοῦ προσομιλοῦντος πόθεν εὐπορήσει χρημάτων εἰς τὸν πόλεμον ὁ βασιλεὺς δείξας τοὺς φίλους εἶπεν, Ὁρᾷς τοὺς ἐμοὺς θησαυροὺς περιπατοῦντας.

   (Const. Exc. 4, p. 364.)

[22]   Ὅτι καταντησάντων εἰς Ῥώμην τῶν ἀπὸ τῆς Ἀσίας βασιλέων πρεσβευτῶν ἀποσταλέντων οἱ περὶ τὸν Ἄτταλον βασιλεῖς μεγάλης ἀποδοχῆς ἔτυχον. ἀπάντησις γὰρ αὐτοῖς ἐγένετο μεγαλοπρεπὴς καὶ ξένια καὶ τἄλλα φιλάνθρωπα διαφέροντα. σφόδρα γὰρ οἱ βασιλεῖς οὗτοι φιλορώμαιοι καθεστῶτες καὶ πάντα τῇ συγκλήτῳ πειθαρχοῦντες, ἔτι δὲ τοὺς παραβάλλοντας Ῥωμαίων εἰς τὴν βασιλίδα ὑποδεχόμενοι φιλανθρωπότατα, μεγίστης ἀποδοχῆς ἠξιοῦντο. δι' ὧν καὶ τῶν πρέσβεων ἁπάντων ἡ σύγκλητος ἀκούσασα καὶ μάλιστα σπεύδουσα τοῖς περὶ τὸν Εὐμένη βασιλεῦσι χαρίζεσθαι προσηνῆ τούτοις τὴν ἀπόκρισιν ἐποιήσατο. ἀπεφήνατο γὰρ ἀποστελεῖν ἐκ τοῦ συνεδρίου πρέσβεις τοὺς ἐκ παντὸς τρόπου συλλύσοντας τὸν πρὸς Φαρνάκην πόλεμον. (Const. Exc. 1, p. 401.)

[23]   Ὅτι Λεώκριτος ὁ τοῦ Φαρνάκου στρατηγὸς συνεχεῖς προσβολὰς ποιούμενος ἠνάγκασε τοὺς ἐν τῷ Τίῳ μισθοφόρους τὴν μὲν πόλιν παραδοῦναι, αὐτοὺς δὲ ὑποσπόνδους προπεμφθῆναι μετὰ ἀσφαλείας. τῶν δὲ μισθοφόρων τότε μὲν ἐκ τῆς πόλεως κατὰ τὰς συνθήκας προπεμπομένων, ἐν δὲ τοῖς ἐπάνω χρόνοις ἠδικηκότων τὸν Φαρνάκην, ὁ Λεώκριτος ἐντολὰς ἔχων παρὰ τοῦ Φαρνάκου πάντας ἀνελεῖν παρεσπόνδησε τοὺς μισθοφόρους· κατὰ δὲ τὴν ἐκ τοῦ Τίου μετάστασιν αὐτοῖς ἐπέθετο κατὰ τὴν ὁδοιπορίαν καὶ πάντας κατηκόντισεν.

[24]   Ὅτι ὁ Σέλευκος ἀξιόλογον δύναμιν ἀναλαβὼν προῆγεν ὡς ὑπερβησόμενος τὸν Ταῦρον ἐπὶ τὴν βοήθειαν τοῦ Φαρνάκου· ἔννοιαν δὲ λαβὼν τῶν πρὸς Ῥωμαίους τῷ πατρὶ γενομένων συνθηκῶν, καθ' ἃς οὐκ ἐξῆν ...

[25]   Ὅτι οἱ τὰ δεινὰ τολμήσαντες καὶ τὸν Δημήτριον ἀνελόντες οὐκ ἐξέφυγον τὴν τοῦ δικαίου δαιμονίου τιμωρίαν, ἀλλ' οἱ μὲν ἐκ Ῥώμης τὰς ψευδεῖς διαβολὰς πλασάμενοι μετ' ὀλίγον χρόνον τῷ βασιλεῖ προσκόψαντες ἀνῃρέθησαν, ὁ δὲ Φίλιππος τὸν λοιπὸν τοῦ ζῆν χρόνον ὀνειροπολούμενος καὶ διὰ τὴν συνείδησιν τῆς εἰς τὸν εὐγενέστατον υἱὸν ἀσεβείας ταραττόμενος οὐδὲ διετῆ χρόνον ἐπεβίωσε, τῇ δὲ λύπῃ ἀδιορθώτως συνεχόμενος κατέστρεψε τὸν βίον. ὁ δὲ πάντων τῶν κακῶν ἀρχιτέκτων Περσεὺς ὑπὸ Ῥωμαίων καταπολεμηθεὶς καὶ φυγὼν εἰς Σαμοθρᾴκην, ἄκυρον ἔσχε τὴν τῶν ἁγνοτάτων θεῶν ἱκεσίαν διὰ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ἀδελφὸν τετολμημένης ἀσεβείας.

[26]   Ὅτι Τιβέριος Γράκχος ἑξαπέλεκυς ὢν στρατηγὸς ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον. οὗτος γὰρ νέος ὢν τὴν ἡλικίαν πάντων ἡλικιωτῶν διέφερεν ἀνδρείᾳ καὶ φρονήσει, θαυμαζόμενος δὲ ἐπ' ἀρετῇ καὶ μεγάλας τοῦ μέλλοντος ὑποφαίνων ἐλπίδας πολὺ τῶν ἡλικιωτῶν προεῖχε δόξῃ.

[27]   Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος ὁ καὶ πάτρων γεγονὼς ἦν εὐγενής τε καὶ κατὰ τὴν ὄψιν εὐπρεπής, ἔτι δὲ συνέσει πολὺ διαφέρων τῶν ἄλλων. διόπερ ἡ μὲν πατρὶς αὐτὸν ἁπάσαις ταῖς ἐπιδόξοις ἀρχαῖς ἐτίμησεν, αὐτὸς δὲ ἔν τε τῷ ζῆν διετέλεσεν ἐπαινούμενος καὶ τῆς μετὰ θάνατον εὐφημίας προενοήθη μετὰ τοῦ τῆς πατρίδος συμφέροντος.

   (Const. Exc. 2 (1), pp. 274-275.)

[30]   Ὅτι Περσεὺς τὴν αὐτὴν ἔχων προαίρεσιν τῷ πατρὶ καὶ ταύτην σπεύδων ὑπὸ Ῥωμαίων ἀγνοεῖσθαι πρεσβευτὰς ἀπέστειλεν εἰς Ῥώμην τοὺς ἀνανεωσομένους τὴν πατρικὴν φιλίαν. ἡ δὲ σύγκλητος τὰ πλεῖστα τῶν πραγμάτων αἰσθανομένη τὴν φιλίαν ὅμως ἀνενεώσατο, τὸν ἐξαπατῶντα ὁμοίως ἐξαπατῶσα.

[31]   Ὅτι τὰς ἐπιμελείας οὐχ οὕτω τῷ διὰ τῶν ὅπλων φόβῳ λαμβάνειν αὔξησιν ὡς τῇ πρὸς τοὺς κρατηθέντας μετριότητι. Θόαντα γάρ τινα ἔκδοτον ἡ σύγκλητος λαβοῦσα καὶ μεγαλοψύχως ἐνέγκασα τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπέλυσεν.

   (Const. Exc. 4, p. 364.)

[32]   Ὅτι Ἀντίοχος προσφάτως παρειληφὼς τὴν βασιλείαν ἐνεστήσατο βίον παράλογον καὶ ἀσυνήθη τοῖς ἄλλοις βασιλεῦσι. πρῶτον μὲν γὰρ ἐκ τῶν βασιλείων ὑπάγων λάθρᾳ τῆς θεραπείας περιῄει τὴν πόλιν ἀλύων ὅπου τύχοι δεύτερος ἢ τρίτος· μετὰ δὲ ταῦτα ἐφιλοτιμεῖτο μετὰ δημοτῶν ἀνθρώπων συγκαταρριπτεῖν οἷ τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων ξένων τῶν εὐτελεστάτων συμπίνειν. καθόλου δ' εἴ τινας τῶν νέων αἴσθοιτο ἀφ' ἡμέρας μετ' ἀλλήλων γενομένους, ἐξαίφνης ἐπὶ κῶμον παρεγίνετο μετὰ κερατίου καὶ συμφωνίας, ὥστε διὰ τὸ παράδοξον τῶν ἰδιωτῶν τοὺς μὲν φεύγειν, τοὺς δὲ διὰ τὸν φόβον σιωπᾶν. τὸ δὲ τελευταῖον τὴν βασιλικὴν ἐσθῆτα καταθέμενος περιεβάλλετο τήβενναν, καθάπερ ἦν ἑωρακὼς ἐν Ῥώμῃ τοὺς μεταπορευομένους τὰς ἀρχάς, ἐνετύγχανέ τε τοῖς ἰδιώταις ἀσπαζόμενος καὶ περιπτύσσων ἕκαστον, καὶ ποτὲ μὲν παρακαλῶν φέρειν ἑαυτῷ τὴν ψῆφον ὡς ἀγορανόμῳ, ποτὲ δὲ ὡς δημάρχῳ· τυχὼν δὲ ἀρχῆς ἐκάθιζεν ἐπὶ δίφρον ἐλεφάντινον, καὶ καθώς ἐστι Ῥωμαίοις ἔθιμον, διήκουε τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων περὶ τῶν ἐν τῷ βίῳ συμβολαίων. καὶ ταῦτ' ἔπραττε μετὰ πολλῆς ἐπιστάσεως καὶ φιλοτιμίας ὥστε τοὺς χαριεστάτους ἄνδρας ἀπορεῖν περὶ αὐτοῦ· οἱ μὲν γὰρ ἀφέλειαν, οἱ δὲ ἀλογίαν, τινὲς δὲ μανίαν αὐτοῦ κατεγίνωσκον.

   (Const. Exc. 2 (1), pp. 275-276.)

[33]   Ὅτι τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ τὴν Θεσσαλίαν ζηλωθείσης, καὶ πάσης πόλεως εἰς στάσεις καὶ ταραχὰς ἐμπιπτούσης, ἡ σύγκλητος ὑπέλαβεν ἐκ τοῦ Περσέως γεγονέναι τὴν σύγχυσιν, καὶ ἀπελογίσατο τοῖς τοῦ Περσέως πρεσβευταῖς περὶ μὲν τῶν ἄλλων ἀπολύσειν αὐτὸν τῶν ἐγκλημάτων, περὶ δὲ τῆς Ἀβρουπόλιδος τοῦ Θρᾳκὸς ἐκ τῆς βασιλείας ἐκβολῆς ἐκέλευσε διορθώσασθαι τὸν Περσέα τὸ γεγονός.

[34]   Ὅτι τοῦ Ἁρπάλου τοῦ Περσέως πρεσβευτοῦ σιωπήσαντος, ἡ σύγκλητος τὸν Εὐμένη ἐλεφαντίνῳ τιμήσασα δίφρῳ καὶ τῆς ἄλλης ἀποδοχῆς ἀξιώσασα φιλοφρόνως, ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν.

   (Const. Exc. 1, p. 401.)

[2]    Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Εὐμένους εἰς τὸ Πέργαμον διαδοθείσης φήμης ὅτι τετελεύτηκεν Εὐμένης, Ἄτταλος ἐπεπλάκη τῇ βασιλίσσῃ προχειρότερον. οὐ μὴν Εὐμένης γε προσεποιήθη μετὰ ταῦτ' ἀνακάμψας, ἀλλὰ φιλοφρόνως ἀσπασάμενος τὸν ἀδελφὸν διέμεινεν ἐν τῇ πρὸς αὐτὸν εὐνοίᾳ. (Const. Exc. 2 (1), p. 276.)

 

FRAGMENTA LIBRI XXX

[7]   Ὅτι διασαφούντων τῶν Ῥωμαίων ὡς Περσέα κατεστρατήγησαν ἄνευ τῶν ὅπλων, ἐπεχείρησάν τινες τῶν ἐκ τῆς βουλῆς ἐπαινεῖν αὐτούς. οὐ μὴν τοῖς πρεσβυτάτοις ἤρεσκε τὸ γεγενημένον, ἀλλ' ἔλεγον μὴ πρέπειν Ῥωμαίοις μιμεῖσθαι Φοίνικας ὥστε δι' ἀπάτης ἀλλ' οὐ δι' ἀρετῆς τῶν πολεμίων περιγίνεσθαι. (Const. Exc. 4, p. 364.)

[1]   Ὅτι ἡ σύγκλητος αὐθημερὸν ἐψηφίσατο τὸν πρὸς Περσέα πόλεμον καὶ τοῖς πρεσβευταῖς ἐχρημάτισε μέν, ἀπόκρισιν δὲ οὐδεμίαν ἔδωκε. προσέταξε δὲ τοῖς ὑπάτοις ἐν ἐκκλησίαις διαρρήδην ἀναγορεύειν· τούς τε πρεσβευτὰς καὶ πάντας Μακεδόνας ἐκ μὲν Ῥώμης ἀπελθεῖν αὐθημερόν, ἐκ δὲ τῆς Ἰταλίας ἐν ἡμέραις τριάκοντα.

[2]   Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰδὼς τοὺς αὑτοῦ προγόνους ἐσχηκότας τὴν Κοίλην Συρίαν παρασκευὰς ἐποιεῖτο μεγάλας ἀμφισβητῶν ταύτης· ἤλπιζέ τε τὴν ἀδίκῳ πολέμῳ πρότερον ἀνειμένην τότε δικαίως τοῖς αὐτοῖς νόμοις ἀνακτήσεσθαι. ἃ δὴ πυθόμενος ὁ Ἀντίοχος ἐξαπέστειλεν εἰς Ῥώμην πρέσβεις ἐντειλάμενος μαρτύρασθαι τὴν σύγκλητον ὅτι πολεμεῖν ἀδίκως ἐπιβάλλεται Πτολεμαῖος. ἐξαπέστειλε δὲ καὶ ὁ προειρημένος τοὺς ἀπολογησομένους καὶ διδάξοντας τὴν σύγκλητον ὅτι παρὰ πάντα τὰ δίκαια κρατεῖ τῆς Κοίλης Συρίας Ἀντίοχος ἑαυτοῦ προγονικῆς ὑπαρχούσης. ἐνετείλατο δὲ τά τε φιλάνθρωπα πρὸς Ῥωμαίους ἀνανεώσασθαι καὶ περὶ τῆς πρὸς Περσέα διαλύσεως πειραθῆναι. (Const. Exc. 1, pp. 401402.)

[3]   Ὅτι ὁ Κότυς ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἦν ἐν τοῖς πολέμοις ἀνὴρ ἔμπρακτος ἐμφερόμενος καὶ γνώμῃ διαφέρων, ἔν τε τοῖς ἄλλοις σπουδαῖος καὶ φιλίας ἄξιος. ἦν δὲ καὶ νήπτης καὶ σώφρων καθ' ὑπερβολήν, ἔτι δὲ τὸ μέγιστον, πάντων τῶν τοῖς Θρᾳξὶ παρακολουθούντων κακῶν ἀλλοτριώτατος.

[4]   Ὅτι τὸ Χάλεστρον τὸ πολισμάτιον πολιορκήσας ὁ Περσεὺς καὶ πάντας ἀποσφάξας, περὶ πεντακοσίους δὲ συμφυγόντων εἴς τινα τόπον ὀχυρὸν μετὰ τῶν ὅπλων καὶ αἰτησαμένων ἀσφάλειαν, ἔδωκεν αὐτοῖς τὴν ἐξουσίαν ἀποθεμένοις τὰ ὅπλα σώζεσθαι. τῶν δὲ ποιησαμένων τὸ συγχωρηθέν, οἱ Μακεδόνες εἴτ' ἀφ' ἑαυτῶν εἴτε καὶ τοῦ βασιλέως προστάξαντος ἐπηκολούθησαν τοῖς λαβοῦσι τὴν πίστιν καὶ πάντας ἀπέσφαξαν.

[5]   Ὅτι κατὰ τὴν Ἤπειρον Χάροψ υἱωνὸς τοῦ τὴν αὐτὴν ἔχοντος προσηγορίαν καὶ κατὰ τὸν πρὸς Φίλιππον πόλεμον ἐξαπεσταλκότος Φλαμενίνῳ τὸν ἡγησόμενον τὰς ἀνελπίστους διὰ τῶν ὀρῶν ἀτραπούς, δι' ὧν οἱ Ῥωμαῖοι παραδόξως πορευθέντες τῶν στενῶν ἐκράτησαν. τραφεὶς δὲ ἐν Ῥώμῃ διὰ τὴν τοῦ πάππου πρὸς Ῥωμαίους φιλίαν πολλοῖς τῶν ἐπισήμων ἐπεξενώθη. ὢν δὲ τολμηρὸς καὶ πονηρίᾳ διαφέρων τοὺς ἐνδοξοτάτους τῶν Ἠπειρωτῶν διέβαλλε πρὸς Ῥωμαίους, ψευδεῖς ἐπιρρίπτων αἰτίας, ὅπως ἅπαντας καταπληξάμενος τοὺς δυναμένους ἀντιπολιτεύεσθαι περιείη κύριος ἁπάσης τῆς Ἠπείρου. διόπερ πρὸς Περσέα ἐξαπέστειλαν εἰς Μακεδονίαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν Ἤπειρον. (Const. Exc. 2 (1), pp. 276-277.)

[5]   Ὅτι Ὁστιλίου τοῦ ὑπάτου παραγενηθέντος ἐκ Ῥώμης εἰς Ἤπειρον, Θεόδοτος καὶ Φιλόστρατος οἱ μάλιστα περσίζοντες ἐπεβάλοντο τῷ βασιλεῖ παραδοῦναι τὸν ὕπατον. μεταπεμπομένων δὲ αὐτῶν τὸν Περσέα κατὰ τάχος, ὁ μὲν Ὁστίλιος λαβὼν ὑποψίαν μετῆλθε νυκτός, ὁ δὲ Περσεὺς ὑστερηκὼς τῶν καιρῶν τῆς περὶ τὸν ὕπατον συλλήψεως ἀπέτυχεν. (Const. Exc. 3, p. 198.)

[6]   Ὅτι οἱ περὶ τὸν Εὐμένη τὴν τῶν Ἀβδηριτῶν πόλιν πολιορκοῦντες καὶ τὴν ἐκ τῆς βίας ἅλωσιν ἀπογνόντες διεπέμψαντο λάθρᾳ πρός τινα Πύθωνα τῇ δόξῃ πρωτεύοντα τῶν Ἀβδηριτῶν καὶ τὸ κυριεῦον μέρος διαφυλάττοντα διὰ δούλων ἰδίων καὶ ἀπελευθέρων διακοσίων. ψυχαγωγήσαντες οὖν αὐτὸν ἐπαγγελίαις διὰ τούτου παρεισήχθησαν ἐντὸς τοῦ τείχους καὶ τῆς πόλεως ἐκυρίευσαν. ὁ δὲ τὴν πόλιν προδοὺς Πύθων μετρίας τυχὼν εὐεργεσίας, πρὸ ὀφθαλμῶν λαμβάνων τὴν τῆς πατρίδος κατασκαφὴν ἐν ἀθυμίᾳ καὶ μεταμελείᾳ τὸν καταλειπόμενον ἐβίωσε χρόνον. (Const. Exc. 2 (1), p. 277.)

[7]

[2]    Ὅτι Ἀνδρόνικος, ὁ τὸν παῖδα Σελεύκου δολοφονήσας καὶ πάλιν αὐτὸς ἀναιρεθείς, εἰς ἀσεβῆ καὶ δεινὴν πρᾶξιν ἑκουσίως ἐπιδοὺς ἑαυτὸν τῷ [3] παθόντι τῆς ὁμοίας τύχης ἐκοινώνησεν. οἱ γὰρ δυνάσται συνήθεις εἰσὶν ἑαυτοὺς ἐκ τῶν κινδύνων ταῖς τῶν φίλων ῥύεσθαι συμφοραῖς.

[8]

[1]    Ὅτι προνοητικῶς τοῦ συνεδρίου προνοησαμένου καὶ κατὰ πάντα εὐκαίρως τῆς τῶν φιλανθρώπων μεταθέσεως ἐπιλαβομένου. τοῦ γὰρ Περσέως ἀντοφθαλμοῦντος παραδόξως καὶ τὸν πόλεμον διαφέροντος ἰσόρροπον ἐμετεωρίζοντο πολλοὶ τῶν Ἑλλήνων, ἡ δὲ σύγκλητος ἀεί τι καινοποιοῦσα τοὺς Ἕλληνας φιλανθρώπως ἀνθεῖλκε καὶ παρ' ἕκαστον ἐπελαμβάνετο τῆς τῶν ὄχλων εὐνοίας. ἃ τίς ἂν ἡγεμονίας ἀνὴρ πραγματικὸς ὀρεγόμενος οὐκ ἂν ζηλώσειεν, ἢ τίς εὖ φρονῶν συγγραφεὺς παραλείποι τοῦ συνεδρίου τὴν ἐπίνοιαν ἀνεπισήμαντον; πᾶς γὰρ ἂν εἰκότως διαλάβοι Ῥωμαίους τοῦ πλείστου μέρους τῆς οἰκουμένης κεκρατηκέναι τοιούτοις χρωμένους διαβουλίοις. τοιγαροῦν περιενεχθῆναι πᾶσι τοῖς καιροῖς ἁρμοζόντως, καὶ τινὰ μὲν περιορᾶν, τινὰ δὲ ἑκουσίως παρακούειν, καὶ τοτὲ μὲν τὴν ἄλογον ὁρμὴν τοῦ θυμοῦ παρακατέχειν, τοτὲ δὲ ἀφέμενον τὸ μέγεθος τῆς ἰδίας δυνάμεως τοὺς καταδεεστέρους θεραπεύειν χρήσιμον προκατασκευαζόμενον ἔργον, ἐστὶν κατ' ἀρετὴν ἀνδρὸς παντελείου καὶ συνεδρίου κατὰ πάντα πραγματικοῦ καὶ πόλεως ἀγαθῆς καὶ νοῦν ἐχούσης. ἃ δὴ τότε Ῥωμαίων ἡ σύγκλητος ποιοῦσα καθαπερεὶ τινὰς τύπους καὶ ὑποδείγματα καταλέλοιπε τοῖς ἡγεμονίας ἀντεχομένοις καὶ δυναμένοις παραπλάσασθαι πῶς τὰ συμπίπτοντα δεῖ χειρίζειν κατὰ τὰς περιστάσεις.

[9]

   Ὅτι ὁ Περσεὺς διεπέμπετο πρὸς Γέντιον τὸν τῶν Ἰλλυριῶν βασιλέα μέγιστον ὄντα τῶν τότε δυναστῶν περὶ κοινοπραγίας. τοῦ δὲ φήσαντος ἐθέλειν μὲν πολεμεῖν πρὸς Ῥωμαίους, ἀπορεῖν δὲ χρημάτων, πάλιν διεπέμπετο πρὸς αὐτὸν ἐθελοκωφῶν περὶ τῶν χρημάτων. τὴν δὲ αὐτὴν λαβὼν ἀπόκρισιν τὸ τρίτον ἀπέστειλε, νοῶν μὲν τὴν τοῦ Γεντίου διάνοιαν, οὐ προσποιούμενος δέ, ἔφησε κατὰ νοῦν γενομένων αὐτοῖς τῶν πραγμάτων τὰ εὐδοκοῦντα ποιήσειν.

[2]    Ὅτι ὁ Περσεὺς οὐδέπω βουλόμενος προέσθαι χρήματα πάλιν ἐξέπεμψε πρεσβευτὰς πρὸς Γέντιον, παρασιωπῶν μὲν περὶ τοῦ δώσειν παραυτίκα χρήματα, μετὰ δὲ τὴν τῶν πραγμάτων συντέλειαν μεγάλας ὑποφαίνων ἐλπίδας· ὥστε διαπορήσαι τις ἂν πότερον τὴν τοιαύτην διάδυσιν ἀφροσύνην ἢ τελέως μανίαν ἡγήσαιτο τῶν τὰ τοιαῦτα πραττόντων. ἐπιβάλλονται μὲν γὰρ μεγάλοις καὶ τὴν ἰδίαν παραβάλλονται ψυχήν, παρορῶσι δὲ τὸ μάλιστα ἀναγκαιότατον, καὶ ταῦτα νοοῦντες αὐτοὶ καὶ δυνάμενοι συντελεῖν. Φίλιππος μὲν οὖν ὁ Ἀμύντου, πραγματικὸς ἀνὴρ γενόμενος, οὐδέποτε ἐν ταῖς τοιαύταις περιστάσεσιν ἐφείσατο χρημάτων, ἀλλὰ διαδοὺς πλείονα τῶν αἰτουμένων ταχὺ καὶ προδοτῶν πλῆθος ηὕρισκε καὶ συμμάχων. τοιγαροῦν ἐν τοῖς ἐλαχίστοις τῶν κατὰ τὴν Εὐρώπην ἐγένετο βασιλέων, καὶ δύναμιν κατέλιπε δι' ἧς ὁ διαδεξάμενος Ἀλέξανδρος τὸ πλεῖστον τῆς οἰκουμένης κατεστρέψατο. Περσεὺς δὲ χρημάτων σεσωρευμένων ἔχων πλῆθος διά τε τὰς πατρικὰς καὶ τὰς ἰδίας ἐκ πολλῶν χρόνων παρασκευὰς οὐδενὶ τρόπῳ τούτων ἠθέλησεν ἅψασθαι· τοιγαροῦν ἑαυτὸν συμμάχων ἐποίησεν ἔρημον καὶ τοὺς ἑαυτοῦ κρατήσαντας ὕστερον πλουσιωτέρους ἐποίησεν. καίτοι γε τοῦτο φανερὸν ἦν πᾶσιν ὡς διὰ χρημάτων, βουλόμενος ἐκτείνειν τὰς χεῖρας, πολλοὺς ἂν τῶν τότε βασιλέων καὶ δήμων ἔπεισε συμμαχεῖν· ἀλλὰ καλῶς ποιῶν οὐκ ἔπραττε ταῦτα δι' ὧν ἢ κρατηθεὶς ἂν ἐποίησε πολλοὺς τῶν Ἑλλήνων τῆς αὐτῆς ἀτυχίας μετασχεῖν ἢ καὶ κρατήσας τῶν ὅλων ἐξουσίαν ὑπερήφανον καὶ βάρος δυσυπόστατον περιεποιήσατο. (Const. Exc. 4, pp. 365-367.)

[10]

[1]    Ὅτι ὁ Περσεὺς κάλλιστον εἰληφὼς παρὰ τῆς τύχης καιρὸν εἰς τὸ διαφθεῖραι τὴν δύναμιν ἄρδην τῶν Ῥωμαίων διέτριβε περὶ Δῖον τῆς Μακεδονίας, ἀπέχων μὲν οὐ πολὺ τῶν τόπων, ῥᾳθυμῶν δὲ περὶ τὰ μέγιστα τῶν πραγμάτων. κραυγῆς γὰρ μόνον ἦν χρεία καὶ σάλπιγγος εἰς τὸ τὴν στρατιὰν τῶν πολεμίων λαβεῖν αἰχμάλωτον, περικεκλεισμένην ἐν κρημνοῖς καὶ φάραγξι δυσεξιτήτοις. διόπερ ἐκείνου περὶ τούτων ἠμεληκότος, καὶ οἱ τὴν παρεμβολὴν ἔχοντες ἐπὶ ταῖς ἀκρωρείαις Μακεδόνες περὶ τὰς φυλακὰς καὶ τὰς ἐκκοιτίας ἐρρᾳθύμουν.

   (Const. Exc. 2 (1), p. 277.)

[2]    Ὅτι τοῦ Περσέως ἐν Δίῳ περὶ τὴν τοῦ σώματος θεραπείαν γινομένου, τῶν σωματοφυλάκων τις εἰσδραμὼν εἰς τὸν λουτρῶνα τὴν παρουσίαν τῶν πολεμίων ἐδήλωσεν. ὁ δὲ ἐπὶ τοσοῦτον ἐπτοήθη τὴν ψυχὴν ὥστε ἐξαλόμενος ἐκ τῆς πυρίας καὶ πατάξας τὸν μηρὸν ἐμπαθῶς, Οὐδὲ παραταξαμένους ἡμᾶς, εἶπεν, ὦ θεοί, παραδίδοτε τοῖς πολεμίοις ἀγεννῶς; (Const. Exc. 4, p. 367.)

[11]

[1]    Ὅτι τελέως ὁ Περσεὺς νομίσας ἐπταικέναι τοῖς ὅλοις, κατὰ πᾶν συντριβεὶς τῇ ψυχῇ Νίκωνα μὲν τὸν θησαυροφύλακα ἐξέπεμψε, συντάξας τὴν ἐν τῷ Φάκῳ γάζαν καὶ τὰ χρήματα καταποντίσαι, Ἀνδρόνικον δὲ τὸν σωματοφύλακα εἰς Θεσσαλονίκην, συντάξας ἐμπρῆσαι τὰ νεώρια τὴν ταχίστην. ὃς γενηθεὶς τούτου φρονιμώτερος ἦλθεν εἰς Θεσσαλονίκην, οὐ μὴν ἐποίησε τὸ προσταχθέν, νομίζων †φίλιον τοῖς ὅλοις κρατεῖν Ῥωμαίοις.

[2]    Ὅτι ὁ αὐτὸς τοὺς χρυσοῦς ἀνδριάντας ἀνασπάσας ἐκ Δίου, πάντας τοὺς ἐκ τῆς πόλεως ἀναλαβὼν μετὰ τέκνων καὶ γυναικῶν ἀνεχώρησεν εἰς Πύδναν. οὗ μεῖζον ἁμάρτημα τῷ Περσεῖ πεπραγμένον οὐκ ἄν τις εὕροι. (Const. Exc. 2 (1), pp. 277-278.)

[12]

[1]    Ὅτι οἱ Ῥωμαῖοι τοὺς νενικηκότας ἐτρέψαντο· ἐνίοτε γὰρ τὰ παραστήματα τῶν ἀνδρῶν καὶ τὰ τελέως ἀπηλπισμένα πρὸς ἀπεγνωσμένην ἄγει συντέλειαν. (Const. Exc. 4, p. 367.)

[13]   Ὅτι οἱ Κυδωνιᾶται ἐπετελέσαντο πρᾶξιν ἔκνομον καὶ τελέως ἀλλοτριωτάτην τῶν Ἑλληνικῶν νομίμων. ἐν εἰρήνῃ γὰρ ὡς φίλοι πιστευόμενοι καταλαβόντες τὴν τῶν Ἀπολλωνιατῶν πόλιν τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀνεῖλον, τέκνα δὲ καὶ γυναῖκας διανειμάμενοι κατεῖχον τὴν πόλιν.

[14]   Ὅτι ὁ Ἀντίοχος δυνάμενος ἐλασσωθέντας τοὺς Αἰγυπτίους ἀποκτεῖναι, παριππεύων ἐβόα μὴ κτείνειν αὐτούς, ἀλλὰ ζῶντας συλλαμβάνειν. ταχὺ δὲ τοὺς καρποὺς ταύτης τῆς ἀγχινοίας ἐκομίσατο, καὶ πρὸς τὴν τοῦ Πηλουσίου κατάληψιν καὶ μετὰ ταῦτα πρὸς τὴν κατάκτησιν τῆς Αἰγύπτου ταύτης τῆς φιλανθρωπίας μέγιστα συμβαλομένης.

   (Const. Exc. 2 (1), p. 278.)

[15]   Ὅτι οἱ ἐπίτροποι Πτολεμαίου τοῦ μείρακος, Εὐλαῖος ὁ εὐνοῦχος καὶ Λήναιος ὁ Σύρος, πάντα πόρον καὶ μηχανὴν ἐπενόουν καὶ ἄργυρον καὶ χρυσὸν καὶ τὴν ἄλλην γάζαν εἰς τὸ βασιλικὸν ἐσώρευον, ὥστε οὐκ ἄν τις θαυμάσειεν εἰ διὰ τοιούτων ἀνθρώπων ἐν οὕτω βραχεῖ καιρῷ τηλικαῦται τὸ μέγεθος θεωρίαι κατεσκευάσθησαν, καὶ ὅπως ὁ μὲν εὐνοῦχος ὢν καὶ προσφάτως τὸν κτένα καὶ τοὺς ἀλαβάστρους ἀποτεθειμένος τῶν τῆς Ἀφροδίτης ἔργων τοὺς Ἄρεως ἀγῶνας ἠλλάξατο, ὁ δὲ Κοιλοσυρίτης γεγονὼς δοῦλος καὶ μόνον οὐ μετὰ χεῖρας ἔχων ἔτι τὸ λογιστήριον ἐτόλμησε τὸν περὶ Συρίας πόλεμον ἀναλαβεῖν, Ἀντιόχου καὶ δυνάμεσι καὶ ταῖς ἄλλαις χορηγίαις οὐδενὸς ἧττον ἰσχύσαντος· τὸ δὲ μέγιστον, ὄντες ἄπειροι τελείως τῶν κατὰ πόλεμον ἀγώνων καὶ μηδένα μήτε σύμβουλον ἔχοντες ἀξιόχρεων μήθ' ἡγεμόνα δυνατὸν ἐπεβάλοντο τηλικούτοις ἔργοις. τοιγαροῦν αὐτοί τε τῆς ἀφροσύνης ταχέως τὴν προσήκουσαν ἐκομίσαντο τιμωρίαν καὶ τὴν βασιλείαν ἀνέτρεψαν ἄρδην τὸ καθ' αὑτοὺς μέρος.

   Τὰ γὰρ τοιαῦτα παρασημαινόμεθα πρὸς τὸ τὰς αἰτίας ἀκριβῶς θεωρεῖσθαι τῶν ἐλαττωμάτων καὶ κατορθωμάτων, καὶ τοῖς μὲν καλῶς προστατοῦσι τῶν πραγμάτων ἔπαινον ἀπομερίζοντες, τῶν δὲ φαύλως διοικούντων κατηγοροῦντες. ἅμα μὲν γὰρ τὰς ἐφ' ἑκάτερα προαιρέσεις τῶν ἀνδρῶν ἐμφανεῖς κατασκευάζομεν καὶ τὸν οἰκεῖον λόγον ἑκατέροις ἀπονέμοντες προτρεπόμεθα τὰς τῶν ἀναγινωσκόντων ψυχὰς πρὸς τὸν τῶν καλῶν ζῆλον, ἅμα δὲ τὴν ἱστορίαν ἔγκαρπον καὶ πᾶσι χρησίμην ἐφ' ὅσον ἡμῖν δυνατὸν κατασκευάζομεν διὰ τὸ τὰς ψιλῶς ἐχούσας ναυμαχίας καὶ παρατάξεις, ἔτι δὲ νομοθεσίας, μηδὲν διαφέρειν μύθων.

[16]   Ὅτι τὰ πλήθη συναγαγόντες εἰς ἐκκλησίαν οἱ τοῦ Πτολεμαίου ἐπίτροποι καὶ σύντομον τέλος ἐπιθήσειν τῷ πολέμῳ κατεπαγγειλάμενοι τοῦτό γε οὐ διεψεύσαντο, ταχὺ καὶ τῷ πολέμῳ καὶ σφίσιν αὐτοῖς τὸ τέλος περιποιήσαντες. ἐπὶ τοσοῦτον δὲ διὰ τὴν ἀπειρίαν εὐέλπιδες ἦσαν τοῦ μὴ μόνον Συρίας κρατήσειν, ἀλλὰ καὶ τῆς βασιλείας Ἀντιόχου πάσης, ὥστε τῶν συναχθέντων χρημάτων ἐκόμιζον τὰ πλεῖστα καὶ τῶν ἐκ κυλικείου χρυσωμάτων· ἀπεσκευάσαντο δὲ καὶ τῶν βασιλείων κλίνας τὰς πλείστας μὲν ἀργυρόποδας, ὀλίγας δὲ καὶ χρυσόποδας, πρὸς δὲ τούτοις ἱματίων καὶ κόσμου γυναικείου καὶ τῶν πολυτελεστάτων λίθων πλῆθος· ταῦτα δὲ ἔφασαν κομίζειν εἰς τοὺς προχείρως αὐτοῖς ἢ πόλεις ἢ φρούρια παραδώσοντας. τὰ δὲ οὐχ οὕτως εἶχεν, ἀλλ' ἔφερον ἕτοιμα χορηγεῖα πρὸς τὸν καθ' αὑτῶν ὄλεθρον.

   (Const. Exc. 4, pp. 367-368.)

[17]   Ἡμεῖς δὲ τοῦ Πτολεμαίου τὴν οὕτως ἀγεννῆ φυγὴν οὐκ ἂν προηγουμένως ἀνεπισήμαντον ἐάσαιμεν. τὸ γὰρ ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀφεστηκότα τῶν πολεμίων αὐτόθεν καθάπερ ἀκονιτὶ παραχωρῆσαι βασιλείας μεγίστης καὶ μακαριωτάτης πῶς οὐκ ἄν τις ἡγήσαιτο ψυχῆς τελείως ἐκτεθηλυμμένης εἶναι; ἣν εἰ μὲν συνέβαινε φυσικῶς ὑπάρχειν Πτολεμαίῳ τοιαύτην, ἴσως ἄν τις ἐκείνην καταμέμψαιτο· ὅτε δὲ διὰ τῶν ὕστερον πράξεων ἡ φύσις ἱκανῶς ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν βασιλέα καὶ στάσιμον ὄντα καὶ δραστικὸν οὐδενὸς ἧττον, ἀναγκαῖόν ἐστι τὰς αἰτίας ἀνατιθέναι τῆς τότε δειλίας καὶ ἀγεννείας εἰς τὸν σπάδωνα καὶ τὴν ἐκείνου συντροφίαν· ὃς ἐκ παιδὸς τὸ μειράκιον ἐν τρυφῇ καὶ γυναικείοις ἐπιτηδεύμασι συνέχων διέφθειρεν αὐτοῦ τὴν ψυχήν.

[18]   Ὅτι ὁ Ἀντίοχος ἀνὴρ ἐφάνη πραγματικὸς καὶ τοῦ προσχήματος τῆς βασιλείας ἄξιος πλὴν τοῦ κατὰ τὸ Πηλούσιον στρατηγήματος.

   (Const. Exc. 2 (1), pp. 278-279.)

[2]    Ὅτι ὁ Ἀντίοχος διὰ στρατηγήματος ἀμφιδοξουμένου ἐκυρίευσε τοῦ Πηλουσίου. πᾶς γὰρ πόλεμος ἐκβεβηκὼς τὰ νόμιμα καὶ δίκαια τῶν ἀνθρώπων ὅμως ἔχει τινὰς ἰδίους καθαπερεὶ νόμους, οἷον ἀνοχὰς μὴ λύειν, κήρυκα μὴ ἀναιρεῖν, τὸν τὸ σῶμα αὑτοῦ πρὸς τὴν τοῦ κατισχύοντος πίστιν ... τιμωρεῖσθαι. ταῦτα καὶ τὰ τούτοις ὅμοια ... προσηκόντως ἄν τις ἀποφήναιτο τὸν Ἀντίοχον, καθάπερ τοὺς ἀπὸ τῶν δικαστηρίων συκοφάντας, τὸ μὲν ῥητὸν τοῦ νόμου τετηρηκέναι μετὰ τὰς ἀνοχὰς τὴν κατάληψιν πεποιημένον, τὸ μέντοι γε δίκαιον καὶ καλόν, δι' ὧν ὁ πάντων συνέχεται βίος, μὴ τετηρηκέναι. διὰ γὰρ τὴν συγγένειαν ὀφείλων φείδεσθαι τοῦ μειρακίου, καθάπερ αὐτὸς ἔφησε, τοὐναντίον ἐξαπατήσας ἐπεβάλετο τοῖς ὅλοις σφῆλαι τὸν πεπιστευκότα. (Const. Exc. 4, pp. 368369.)

[19]

[1]    Ὅτι ὁ Περσεὺς πυθόμενος ἐπιλέκτους Γαλάτας πεπερακέναι τὸν Ἴστρον ἐπὶ συμμαχίᾳ, περιχαρὴς γενόμενος ἀπέστειλεν εἰς τὴν Μαιδικήν, προτρεπόμενος ἥκειν τὴν ταχίστην. ὁ δὲ τῶν Γαλατῶν ἡγούμενος συμφωνήσας μισθὸν ᾔτει τακτόν, τοῦ σύμπαντος χρήματος εἰς πεντακόσια τάλαντα γινομένου. τοῦ δὲ Περσέως ὁμολογήσαντος μὲν δώσειν, οὐ ποιοῦντος δὲ τὸ συμφωνηθὲν διὰ φιλαργυρίαν, ἐπανῆλθον εἰς τὴν οἰκείαν πάλιν οἱ Γαλάται.

[20]   Ὅτι Αἰμίλιος ὁ Ῥωμαῖος παραλαβὼν τὰς δυνάμεις καὶ συναγαγὼν εἰς ἐκκλησίαν προετρέψατο τῶν στρατιωτῶν τὰς ψυχὰς εἰς τὸ θαρρεῖν. ἦν γὰρ ὁ ἀνὴρ οὗτος περὶ ἑξήκοντα ἔτη καὶ διὰ τὰς προκατεργασθείσας πράξεις μέγιστον ἔχων τότε Ῥωμαίων ἀξίωμα. πολλὰ δὲ καὶ κατὰ τὸν πόλεμον ἐπενοήσατο ξένα καὶ τοῖς ἄλλοις δυσεξεύρετα, καὶ διὰ τῆς ἰδίας ἀγχινοίας καὶ τόλμης κατεπολέμησε τοὺς Μακεδόνας.

[21]   Ὅτι ὁ Περσεὺς βουλόμενος κατὰ τὴν φυγὴν προτρέψασθαι πλείους αὐτῷ συνεκπλεῦσαι, τῶν χρημάτων εἰς ἑξήκοντα τάλαντα προθεὶς ἔδωκε τοῖς βουλομένοις διαρπάσαι. ἐκπλεύσας δὲ καὶ κατενεχθεὶς εἰς Γαληψὸν ἔφησε πρὸς τοὺς διαρπάσαντας τὰ χρήματα ζητεῖν τὰ διὰ τῶν ὑπ' Ἀλεξάνδρου καταληφθέντων κατασκευασθέντα. ἐπαγγειλάμενος οὖν ἀντιστήσειν τοῖς ἀποδοῦσι τὴν τιμήν, ἠξίου ταχέως ἀνενεγκεῖν ταῦτα· πάντων δὲ προθύμως ποιησάντων, ἀπολαβὼν τὰ διαρπασθέντα τοὺς δόντας ἀπεστέρησε τῆς ἐπαγγελίας.

   (Const. Exc. 2 (1), p. 279.)

[2]    Ὅτι ὁ Περσεὺς τὰ δοθέντα πρὸς διαρπαγὴν χρήματα ἀναλαβόμενος τῆς ἐπαγγελίας ἀπεστέρησε τοὺς δόντας, μέγιστον παρεχόμενος σημεῖον ὡς ἡ φιλαργυρία τῶν ἀνθρώπων πρὸς τοῖς ἄλλοις κακοῖς καὶ τὸ φρονεῖν ἀφαιρεῖται. τὸ γὰρ μηδ' ἐν ἀπεγνωσμέναις ἐλπίσι παύεσθαι τοῦ λυσιτελοῦς καὶ τῆς πρὸς τὸ κέρδος ἐπιθυμίας, πῶς οὐκ ἄν τις ἡγήσαιτο τῶν φρενῶν τελέως ἐξεστηκέναι τοὺς ταῦτα πράττοντας, ὡς μὴ θαυμάζειν πῶς κατεπολεμήθησαν οἱ Μακεδόνες ὑπὸ Ῥωμαίων, ἀλλ' ὅπως τετραετῆ χρόνον ἀντέσχον τοιοῦτον ἔχοντες ἡγεμόνα. (Const. Exc. 4, p. 369.)

[3]    Ὅτι ὁ Ἀλέξανδρος οὐχ ὁμοίαν ἔσχε τῷ Περσεῖ τῆς ψυχῆς διάθεσιν, ἀλλ' ὁ μὲν διὰ τὴν μεγαλοψυχίαν ἁρμόζουσαν ταῖς ἰδίαις ἐπιβολαῖς ἐκτήσατο βασιλείαν, ὁ δὲ διὰ τὴν σμικρολογίαν τούς τε Κελτοὺς ἀποτριψάμενος καὶ τἄλλα τούτοις ἀκόλουθα πράξας κατέλυσε πολυχρόνιον καὶ μεγάλην βασιλείαν. (Const. Exc. 2 (1), pp. 279-280.)

[4]    Ὅτι Δαρείου μετὰ τὴν πρώτην μάχην ἐκχωροῦντος τοῦ μέρους τῆς βασιλείας καὶ τετρακισμύρια τάλαντα καὶ τὴν θυγατέρα πρὸς γάμον διδόντος, ἀπεκρίθη μήτε τὸν κόσμον ὑπὸ δυεῖν ἡλίων δύνασθαι διοικεῖσθαι μήτε τὴν οἰκουμένην ὑπὸ δυεῖν δεσποτῶν. (Const. Exc. 4, p. 369.)

[22]

[1]    Ὅτι ὁ Αἰμίλιος μετὰ τὴν φυγὴν Περσέως ἐπεζήτει τὸν νεώτερον τῶν υἱῶν Πόπλιον Ἀφρικανόν, ὃς ἦν Αἰμιλίου κατὰ φύσιν υἱός, Σκιπίωνος δὲ τοῦ καταπολεμήσαντος Ἀννίβαν κατὰ θέσιν υἱιδοῦς, κομιδῇ νέος, ὡς ἂν περὶ τὸ ἑπτακαιδέκατον γεγονὼς ἔτος· ὃς ἐκ νέου τηλικούτοις ἀγῶσι συμπαρὼν καὶ τριβὴν λαμβάνων τῶν κατὰ πόλεμον ἔργων οὐχ ἥττων ἐγένετο τοῦ πάππου. οὐ μὴν ἀλλὰ τούτου εὑρεθέντος ... εἰς τὴν παρεμβολήν, ἀπελύθη τῆς ἀγωνίας ὁ ὕπατος, ἔχων οὐ πατρὸς πρὸς υἱὸν μόνον ἀλλὰ καθάπερ ἐρωμανῆ τινα διάθεσιν πρὸς τὸ μειράκιον.

   (Const. Exc. 2 (1), p. 280.)

[23]   Ὅτι ὁ ὕπατος Αἰμίλιος τὸν Περσέα λαβόμενος τῆς χειρὸς εἰς τὸ περὶ αὑτὸν συνέδριον ἐκάθισεν, ἁρμόζουσι λόγοις τοῦτον παραμυθησάμενος. τοὺς δὲ ἐν τῷ συνεδρίῳ παρεκάλει, καὶ μάλιστα τούτων τοὺς νέους, βλέποντας εἰς τὰ παρόντα καὶ θέντας ὑπὸ τὴν ὅρασιν τὴν Περσέως τύχην μήτε μέγα λέγειν ἐπὶ τοῖς κατορθώμασι παρὰ τὸ καθῆκον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον περὶ μηδενός, μηδὲ καθόλου πιστεύειν μηδέποτε ταῖς εὐτυχίαις, ἀλλ' ἐάν τις μάλιστα ἐπιτυγχάνῃ κατὰ τὸν ἴδιον βίον ἢ τὰς κοινὰς πράξεις, τότε μάλιστα τῆς ἐναντίας τύχης ἔννοιαν λαμβάνειν καὶ διὰ μνήμης ἔχειν ἑαυτὸν ἄνθρωπον ὄντα. διαφέρειν γὰρ ἀπεφήνατο τοὺς ἀνοήτους τῶν νοῦν ἐχόντων τῷ τοὺς μὲν ἐν ταῖς ἰδίαις ἀτυχίαις, τοὺς δὲ ἐν ταῖς τῶν ἄλλων διδάσκεσθαι.

   Ὅτι πολλὰ καὶ ἄλλα πρὸς τὴν τοιαύτην προαίρεσιν διαλεχθεὶς οὕτως ἐποίησε συμπαθεῖς τοὺς ἐν τῷ συνεδρίῳ καὶ ταπεινοὺς τοῖς φρονήμασιν ὥστε δοκεῖν αὐτοὺς ἡττῆσθαι καὶ μὴ νενικηκέναι.

   (Const. Exc. 4, pp. 369-370.)

[2]    Ὅτι ὁ Αἰμίλιος φιλανθρώπως προσενεχθεὶς τῷ Περσεῖ καὶ πρὸς τὰ σύνδειπνα παραλαβὼν καὶ τοῦ συνεδρίου μεταδιδοὺς πᾶσιν ἐνεδείξατο πρὸς μὲν τοὺς ὑφισταμένους ὄντα βαρὺν ἑαυτόν, πρὸς δὲ τοὺς κρατηθέντας ἐπιεικῆ. τὴν παραπλησίαν δὲ διάθεσιν καὶ τῶν ἄλλων ζηλούντων, τὴν τῆς οἰκουμένης ἡγεμονίαν οὐκ ἐπίφθονον εἶχεν ἡ Ῥώμη, τοιούτοις χρωμένη τῶν ὅλων προστάταις.

   (Const. Exc. 2 (1), p. 280.)

[24]

[1]    Ὅτι οἱ τῶν Ῥοδίων πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐλθεῖν ὡμολόγουν· τὸν γὰρ πόλεμον πᾶσιν ὄντα βλαβερὸν ἀπεφήναντο.

   (Const. Exc. 4, p. 370.)

FRAGMENTA LIBRI XXXI

[1]   Ὅτι ὁ Ἀντίοχος τὴν ἀρχὴν ἐσεμνύνετο λέγων οὐ τῆς κατ' Αἴγυπτον βασιλείας ἑαυτὸν ἐπιθυμοῦντα παρεσκευάσθαι μεγάλας δυνάμεις εἰς τὸν πόλεμον, ἀλλὰ τῷ πρεσβυτέρῳ Πτολεμαίῳ βούλεσθαι συγκατασκευάσαι τὴν πατρῴαν ἀρχήν. οὐ μὴν τό γε ἀληθὲς οὕτως εἶχεν, ἀλλὰ διαγωνοθετῶν τὰ μειράκια διελάμβανε μεγάλην χάριτος ἀφορμὴν παρέχων ἀκονιτὶ κυριεύσειν τῆς Αἰγύπτου. τῆς γὰρ τύχης αὐτοῦ τὴν προαίρεσιν ἐξελεγχούσης καὶ τὴν προειρημένην πρόφασιν ἀφαιρούσης φανερὸς ἐγένετο τῶν πολλῶν ὢν βασιλέων οἳ τοῦ λυσιτελοῦς οὐδὲν τῶν καλῶν προὐργιαίτερον τίθενται.

[2]   Ὅτι ἀπαντήσασι τὸν Ἀντίοχον τοῖς Ῥωμαίοις, κἀκείνου μακρόθεν ἅμα τῇ φωνῇ ἀσπαζομένου καὶ τὴν δεξιὰν ἐκτείνοντος, ὁ μὲν Ποπίλλιος πρόχειρον ἔχων τὸ βυβλίον ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατεκεχώριστο προέτεινε καὶ αὐτὸν ἐκέλευσεν ἀναγνῶναι τὸν Ἀντίοχον· τοῦτο δὲ ἔδοξε ποιεῖν ὅπως μὴ πρότερον ὡς φίλον δεξιώσηται πρὶν ἢ διὰ τῆς προαιρέσεως γνωσθῇ πότερον πολέμιός ἐστιν ἢ φίλος. ἐπεὶ δὲ ἀναγνοὺς ὁ βασιλεὺς ἔλεξε παρὰ τῶν φίλων γνώμην ἂν λαβεῖν περὶ τούτων, ἀκούσας ὁ Ποπίλλιος ἐποίησε πρᾶγμα βαρὺ δοκοῦν εἶναι καὶ παντελῶς ὑπερήφανον. ἔχων γὰρ προχειρότατον ἀμπέλινον βακτήριον περιέγραψε τῷ κλήματι τὸν Ἀντίοχον καὶ διεκελεύσατο τὴν ἀπόκρισιν [2] ἐν τούτῳ τῷ γύρῳ ποιεῖσθαι. ὁ δὲ βασιλεὺς τὰ μὲν ξενιζόμενος ἐπὶ τῷ γεγονότι, τὰ δὲ καταπεπληγμένος τὴν ὑπεροχὴν τῆς Ῥωμαίων ἡγεμονίας, πρὸς ἀμηχανίαν ἐλθὼν καὶ τὰ σύμπαντα λογιζόμενος ἔφη ποιήσειν πᾶν τὸ παρακελευόμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Ποπίλλιον ἅμα πάντες τὴν δεξιὰν αὐτοῦ λαβόντες ἠσπάζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν παραχρῆμα τὸν πρὸς Πτολεμαῖον πόλεμον. ὁ δὲ βασιλεὺς ἀκολούθως τοῖς γεγραμμένοις τὰς δυνάμεις ἐξήγαγεν ἐξ Αἰγύπτου, ἐκπεπληγμένος τὴν Ῥωμαίων ὑπεροχήν, ἅτε καὶ προσφάτως ἀκηκοὼς τὸ τῶν Μακεδόνων πταῖσμα· τοῦτο γὰρ μήπω γεγενῆσθαι δοκῶν οὔποτ' ἂν ἑκουσίως προσεῖχε τῷ δόγματι.

[3]

[1]    Ὅτι ἀληθὲς ἦν ἄρα, ὡς ἔοικε, τὸ ῥηθὲν ὑπό τινων τῶν πάλαι σοφῶν, ὅτι συγγνώμη τιμωρίας αἱρετωτέρα· πάντες γὰρ ἀποδεχόμεθα τοὺς ἐπιεικῶς χρωμένους ταῖς ἐξουσίαις, προσκόπτομεν δὲ τοῖς προπετῶς τὰς κολάσεις λαμβάνουσι παρὰ τῶν ὑποπεσόντων. διόπερ ὁρῶμεν τοὺς μὲν πρὸς τὰ παράδοξα τῆς τύχης καλῶς τεθησαυρικότας τὰς χάριτας παρὰ τοῖς εὖ παθοῦσι, τοὺς δὲ οὐ μόνον ἐν ταῖς ἐναντίαις περιστάσεσιν ὁμοίαν ἀπολαμβάνοντας τιμωρίαν παρὰ τῶν ἀγνωμονηθέντων, ἀλλὰ καὶ τὸν κοινὸν πρὸς τοὺς ἐπταικότας ἔλεον ἑαυτῶν [2] παρῃρημένους. οὐ γὰρ δίκαιον τὸν ἐπὶ τῶν ἄλλων ἀπειπάμενον πᾶσαν φιλανθρωπίαν αὐτὸν ἐν μέρει περιπταίσαντα τυγχάνειν τῆς παρὰ τῶν κρατούντων ἐπιεικείας. καίτοι γε πολλοὶ τῷ μεγέθει τῆς κατὰ τῶν ἐχθρῶν τιμωρίας σεμνύνεσθαι τολμῶσιν, οὐ προσηκόντως τοῦτο ποιοῦντες· τί γὰρ λαμπρὸν ἢ μέγα τὸ τοὺς πεσόντας ὑπὸ τὴν ἐξουσίαν περιβαλεῖν ἀνηκέστοις συμφοραῖς; τί δὲ ὄφελος τῆς γεγενημένης νίκης, ἂν ὑπερηφάνως χρησάμενοι τοῖς κατορθώμασιν ἐξαλείφωμεν τὴν προϋπάρχουσαν εὐφημίαν, ἀνάξιοι φανέντες τῶν εὐτυχηθέντων; μέγιστον γὰρ καρπὸν δικαίως ἄν τις ἡγήσαιτο τοῖς πραγμάτων ὀρεγομένοις τὴν ἐπὶ τοῖς καλοῖς ἔργοις [3] εὐδοξίαν. διὸ καὶ θαυμάσαι τις ἂν πῶς ἅπαντες σχεδὸν ὁμολογοῦντες εἶναι τὴν ἐν ἀρχῇ περιβοηθεῖσαν ἀπόφασιν ἀληθῆ καὶ συμφέρουσαν ἐπὶ τῆς πείρας οὐ βεβαιοῦσι τὴν ἰδίαν γνώμην. δεῖ δέ, οἶμαι, τοὺς νοῦν ἔχοντας, ὅταν τὰ μέγιστα ἐπιτυγχάνωσι, τότε μάλιστα τῆς ἐναντίας περιστάσεως ἔννοιαν λαμβάνειν, καὶ νικᾶν μὲν ἀνδρείᾳ τοὺς ἀντιτεταγμένους, ἡττᾶσθαι δὲ εὐγνωμοσύνῃ τοῦ τῶν ἐπταικότων ἐλέου· ταῦτα γὰρ συμβάλλεται μεγάλα πρὸς αὔξησιν πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ τοῖς ἡγεμονίας προεστηκόσιν. ἕκαστος γὰρ τῶν ἠσθενηκότων ἑκουσίως ὑποταττόμενος προθύμως ὑπηρετεῖ καὶ πάντα συμπράττει μετ' εὐνοίας.

[4]    Ταύτης δ' ἐοίκασι Ῥωμαῖοι μάλιστα πεποιῆσθαι πρόνοιαν, βουλευόμενοι πραγματικῶς καὶ ταῖς εἰς τοὺς κρατηθέντας εὐεργεσίαις θηρώμενοι παρὰ μὲν τῶν εὖ παθόντων χάριτας ἀειμνήστους, παρὰ δὲ τῶν ἄλλων πάντων τὸν δίκαιον ἔπαινον.

[4]

[1]    Ὅτι τῆς τύχης εὐροούσης τοῖς Ῥωμαίοις ἐβουλεύοντο μετὰ πολλῆς ἐπισκέψεως πῶς καθήκει χρήσασθαι τοῖς εὐτυχήμασι ... κατὰ τρόπον εὐχερέστερον εἶναι τοῦ καταγωνίσασθαι τοῖς ὅπλοις τοὺς ἀντιταχθέντας. οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει· πλείους γὰρ εὑρεῖν ἔστι τοὺς εὐγενῶς κινδυνεύοντας τῶν ταῖς εὐημερίαις ἀνθρωπίνως χρωμένων. (Const. Exc. 4, pp. 370-372.)

[5]   Ἅμα δὲ τούτοις πραττομένοις εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων, τὰς γεγενημένας διαβολὰς κατ' αὐτῶν ἀπολύσασθαι· ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. μηδὲν δὲ ἀνύοντες ὧν ἐπρέσβευον εἰς ἀθυμίαν ἐνέπιπτον, καὶ μετὰ δακρύων ἐποιοῦντο τὰς ἐντεύξεις. εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων Ἀντωνίου, πρῶτος μὲν ἐποιεῖτο τὸν ὑπὲρ τῆς πρεσβείας λόγον Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. πολλὰ δὲ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες καὶ τὸ τελευταῖον κατὰ τὴν παροιμίαν τὸ κύκνειον ᾄσαντες μόλις ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρελύθησαν, περὶ δὲ τῶν ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν. (Photius, Bibl. p. 381 B.)

[3]    Ὅτι εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων πρὸς τὰς γεγενημένας κατ' αὐτῶν διαβολὰς ἀπολογησόμενοι. ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. ὁρῶντες δὲ τὴν ἀλλοτριότητα τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις συναγαγὼν ἐκκλησίαν παρεκάλει τὰ πλήθη πρὸς τὸν κατὰ Ῥοδίων πόλεμον, τόθ' ὁλοσχερῶς δείσαντες περὶ τῆς πατρίδος εἰς τοιαύτην ἦλθον κατάπληξιν ὥστε πένθιμον ἀναλαβεῖν ἐσθῆτα, κατὰ δὲ τὰς ἐντεύξεις τῶν φίλων μηκέτι παρακαλεῖν μηδὲ ἀξιοῦν, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον περὶ αὐτῶν βουλεύεσθαι. εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων, τοῦ καὶ τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους. ... καὶ πολλὰ πρὸς δέησιν εἰπόντες ἔλαβον ἀποκρίσεις δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρείθησαν, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν.

   (Const. Exc. 1, p. 402.)

[2a]    Οὗτοι δὲ πολλὰ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες καὶ τὸ τελευταῖον κατὰ τὴν παροιμίαν τὸ κύκνειον ᾄσαντες μέλος μόγις ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ φόβου παρείθησαν.

[2b]    Ὅτι τῶν ἐπηρτημένων φόβων ἐδόκουν ἀπολελύσθαι, τὰ δ' ἄλλα καίπερ ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον. ὡς ἐπίπαν γὰρ οἱ πολλοὶ διὰ τὸ μέγεθος τῶν προσδοκωμένων κακῶν καταφρονοῦσι τῶν ἐλαττόνων συμπτωμάτων. (Const. Exc. 4, p. 372.)

[6]

[a]    Διόπερ ἰδεῖν ἔστι παρὰ Ῥωμαίοις τοὺς ἐπιφανεστάτους ἄνδρας ὑπὲρ δόξης ἁμιλλωμένους, δι' ὧν ἅπαντα σχεδὸν τὰ μέγιστα τῷ δήμῳ κατορθοῦνται. ἐν μὲν γὰρ τοῖς ἄλλοις πολιτεύμασι ζηλοτυποῦσιν ἀλλήλους, Ῥωμαῖοι δὲ ἐπαινοῦσιν. ἐξ οὗ συμβαίνει μάλιστα τοὺς μὲν πράσσειν τὰ κάλλιστα τῶν ἔργων, ἁμιλλωμένους αὔξειν τὸ κοινῇ συμφέρον, τοὺς δ' ἄλλους ἀδικοδοξοῦντας καὶ τὰς ἀλλήλων ἐπιβολὰς λυμαινομένους βλάπτειν τὴν πατρίδα. (Photius, Bibl. p. 381 B.)

[7]   Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους ἧκον εἰς Ῥώμην πάντοθεν οἱ πρεσβευταὶ συγχαρησόμενοι τοῖς γεγονόσι κατορθώμασιν. ἡ δὲ σύγκλητος φιλανθρώπως ἅπαντας ἀποδεχομένη καὶ τὰς ἀποκρίσεις ἐπιεικεῖς διδοῦσα συντόμως ἑκάστους ἀπέλυσεν εἰς τὰς πατρίδας. (Const. Exc. 1, p. 402.)

[8]   Ὅτι οἱ Ῥωμαῖοι ἐν τοῖς ἔμπροσθε χρόνοις τῶν μεγίστων βασιλέων Ἀντιόχου καὶ Φιλίππου πολέμῳ περιγενόμενοι τοσοῦτον ἀπέσχοντο τοῦ τιμωρίαν λαβεῖν παρ' αὐτῶν ὥστε μὴ μόνον συγχωρῆσαι τὰς βασιλείας ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς ποιήσασθαι. ἐν δὲ τούτοις τοῖς χρόνοις, προδιηγωνισμένοι πολλάκις πρὸς Περσέα καὶ κινδύνους μεγάλους ὑπομεμενηκότες, ἐπειδὴ τῆς Μακεδόνων βασιλείας ἐκράτησαν, ἐλευθέρας ἀφῆκαν τὰς ἁλούσας πόλεις παρὰ τὴν ἁπάντων προσδοκίαν. οὐ γὰρ οἷον τῶν ἄλλων ὑπέλαβεν ἄν τις, ἀλλ' οὐδ' αὐτοὶ Μακεδόνες ἤλπιζον ἀξιωθήσεσθαι τηλικαύτης φιλανθρωπίας, συνειδότες αὑτοῖς πολλὰ καὶ μεγάλα παρανενομηκόσιν εἰς Ῥωμαίους· τετυχηκότες γὰρ ἐπὶ τοῖς πρότερον ἀγνοήμασι συγγνώμης, εἰκότως ἂν τοῖς ὕστερον ἁμαρτήμασιν ὑπελάμβανον ἑαυτοῖς μηδένα λόγον δίκαιον εἰς ἔλεον καὶ παραίτησιν ἀπολελεῖφθαι.

[b]    Οὐ μὴν ἡ σύγκλητος ἡ τῶν Ῥωμαίων ἐμνησικάκησεν, ἀλλὰ μεγαλοψύχως καὶ προσηκόντως ἑκάστοις προσηνέχθη. Περσέα μὲν γὰρ ἐκ προγόνων ὀφείλοντα χάριτας, ἐπειδὴ παρὰ τὰς συνθήκας ἄδικον ἐξήνεγκε πόλεμον, λαβόντες αἰχμάλωτον εἰς ἐλευθέραν ἀπέθεντο φυλακήν, ἐλάττονα δὴ τῶν παρανομημάτων λαμβάνοντες τιμωρίαν· τὸ δὲ τῶν Μακεδόνων ἔθνος εἰς δουλείαν δικαίως ἂν ἀγαγόντες ἠλευθέρωσαν, οὕτως εὐγενῶς καὶ ταχέως προέμενοι τὴν εὐεργεσίαν ὥστε μηδὲ τὴν παρὰ τῶν ἐπταικότων δέησιν ἀναμεῖναι. ὁμοίως καὶ τῶν Ἰλλυριῶν πολέμῳ κρατήσαντες αὐτονόμους ἀφῆκαν, οὐχ οὕτως ἀξίους ἡγούμενοι χάριτος τοὺς βαρβάρους, ὡς ἑαυτοῖς προσήκειν νομίζοντες κατάρχειν εὐεργεσίας καὶ μὴ μεγάλα φρονεῖν ἐν ταῖς ἐξουσίαις.

[c]    Ὅτι ἔδοξε τῇ συγκλήτῳ τούς τε Μακεδόνας καὶ τοὺς Ἰλλυριοὺς ἐλευθέρους ἀφεῖναι, τὰ ἡμίση διδόντας ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν.

   (Const. Exc. 2 (1), pp. 280-281.)

[d]    Αἰμίλιος Μάρκος Ῥωμαίων ὕπατος καὶ ἄριστος στρατηγός, Περσέα λαβὼν αἰχμάλωτον, τοῦτον μὲν ἄδικον πρὸς Ῥωμαίους ἐξαγαγόντα παρὰ τὰς συνθήκας πόλεμον εἰς ἐλευθέραν ἀπέθετο φυλακήν, τὰς δὲ πόλεις Μακεδόνων καὶ Ἰλλυριῶν ἁλούσας παρ' ἐλπίδα πάσας ἐλευθέρας ἀφῆκεν, καίτοι μεγάλους κινδύνους ὑπομεινάντων Ῥωμαίων πολλάκις ἐν τοῖς πρὸς Περσέα πολέμοις καὶ πρό γε τούτου κρατησάντων πολέμῳ Φιλίππου τοῦ πατρὸς αὐτοῦ καὶ Ἀντιόχου τοῦ Μεγάλου, καὶ τοσοῦτον ἐπ' αὐτοῖς φιλανθρωπευθέντων ὡς μὴ μόνον τὰς βασιλείας αὐτῶν ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς εἶναι συγχωρῆσαι· ἐφ' οἷς ἑαυτοὺς Μακεδόνες ἀγνωμονήσαντες ἀναξίους ἐδόκουν ἔσεσθαι παντὸς ἐλέους χειρωθέντες Ῥωμαίοις σὺν τῷ Περσεῖ. ἀλλ' ἡ σύγκλητος ἀμνησικάκως καὶ μεγαλοψύχως αὐτοῖς προσηνέχθη, τὴν ἐλευθερίαν ἀντὶ δουλείας χαρισαμένη.

[e] ὁμοίως δὲ καὶ τοῖς Ἰλλυριοῖς· καὶ τούτων γὰρ τὸν βασιλέα Γετίωνα αἰχμάλωτον ἔλαβον σὺν τῷ Περσεῖ. εὐγενῶς οὖν αὐτοῖς Ῥωμαῖοι τὴν ἐλευθερίαν χαρισάμενοι τὰ ἡμίση δίδειν τῶν τελῶν προσέταξαν ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν.

[f]    Ἐξέπεμψάν τε δέκα μὲν πρεσβευτὰς ἐκ τοῦ συνεδρίου εἰς Μακεδονίαν, πέντε δὲ εἰς Ἰλλυριούς, οἳ καὶ πρὸς Αἰμίλιον Μάρκον ἐλθόντες συνεῖδον τὰ τείχη Δημητριάδος πόλεως Μακεδόνων πρώτης καθελεῖν, Ἀμφιλόχους δὲ τῶν Αἰτωλῶν ἀποζεῦξαι, καὶ τοὺς ἐπιφανεῖς ἄνδρας τῶν Μακεδόνων εἰς ἓν συναγαγεῖν· ἔνθα ἐλευθέρους καὶ ἀφρουρήτους [g] αὐτοὺς ἀφῆκαν. κατέλυσαν δὲ καὶ τὰς ἐκ τῶν μετάλλων ἀργύρου καὶ χρυσοῦ προσόδους διά τε τὸ τῶν ἐνοικούντων ἀνεπηρέαστον καὶ ὅπως μή τινες μετὰ ταῦτα νεωτερίζοιεν διὰ τῶν χρημάτων ἀνα[8]κτώμενοι τὴν Μακεδόνων ἀρχήν. τὴν δὲ χώραν ὅλην διεῖλον εἰς τέσσαρα μέρη, ὧν πρῶτον τὸ μεταξὺ Νέστου ποταμοῦ καὶ Στρυμόνος καὶ τὰ πρὸς ἀνατολὴν τοῦ Νέστου ἐρύματα πλὴν τὰ πρὸς Ἄβδηραν καὶ Μαρώνειαν καὶ Αἶνον πόλεις, πρὸς δυσμὰς δὲ τοῦ Στρυμόνος Βισαλτία πᾶσα μετὰ τῆς ἐν τῇ Σιντικῇ Ἡρακλείας· δεύτερον μέρος, ὅπερ ἀπὸ μὲν ἀνατολῆς ὁρίζει ὁ Στρυμὼν ποταμός, ἀπὸ δὲ δυσμῶν ὁ καλούμενος Ἀξιὸς ποταμὸς καὶ οἱ παρακείμενοι αὐτῷ τόποι· τρίτον, ὃ περιέχει κατὰ δυσμὰς μὲν ὁ Πηνειὸς ποταμός, κατὰ δὲ ἄρκτον τὸ λεγόμενον Βέρνον ὄρος, προστεθέντων καί τινων τόπων τῆς Παιονίας, ἐν οἷς καὶ πόλεις ἀξιόλογοι Ἔδεσσα καὶ Βέροια· τέταρτον καὶ τελευταῖον, ὅπερ ὑπὲρ τὸ Βέρνον ὄρος συνάπτει τῇ Ἠπείρῳ καὶ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις. ἡγοῦντο δὲ καὶ πόλεις τέσσαρες τῶν αὐτῶν τεσσάρων μερῶν, τοῦ μὲν πρώτου Ἀμφίπολις, τοῦ δευτέρου Θεσσαλονίκη, τοῦ τρίτου Πέλλα, καὶ τοῦ τετάρτου Πελαγονία. [9] ἐν ταύταις ἀρχηγοὶ τέσσαρες κατεστάθησαν καὶ οἱ φόροι ἠθροίζοντο. ἐν δὲ τοῖς ἐσχάτοις τῆς Μακεδονίας τόποις διὰ τὰς τῶν παρακειμένων ἐθνῶν ἐπιβουλὰς κατέστησαν στρατιώτας.

   Ἐπὶ τούτοις ὁ Αἰμίλιος ἀγῶνας καὶ πότους μεγαλοπρεπεῖς τῷ πλήθει συντάξας τὰ εὑρεθέντα χρήματα εἰς τὴν Ῥώμην ἀπέστειλεν· καταλαβὼν δὲ καὶ αὐτὸς θρίαμβον καταγαγεῖν ἅμα τοῖς σὺν αὐτῷ [10] στρατηγοῖς κελεύεται παρὰ τῆς συγκλήτου. καὶ πρῶτος μὲν Ἀνίκιος καὶ Ὀκτάουιος ὁ τῆς ναυτικῆς δυνάμεως ἡγησάμενος ἀνὰ μίαν ἡμέραν ἑκάτερος ἐθριάμβευσεν, ὁ δὲ σοφώτατος Αἰμίλιος ἐπὶ τρεῖς. καὶ τῇ μὲν πρώτῃ ἅμαξαι χίλιαι διακόσιαι προῆλθον φέρουσαι λευκὰς καὶ τραχείας ἀσπίδας, καὶ ἄλλαι χίλιαι διακόσιαι ἅμαξαι πλήρεις ἀσπίδων χαλκῶν, καὶ ἕτεραι τριακόσιαι λόγχας καὶ σαρίσας καὶ τόξα καὶ ἀκόντια γέμουσαι· προηγοῦντο δὲ αὐτῶν ὡς ἐν πολέμῳ σαλπιγκταί. ἦσαν δὲ καὶ ἄλλαι πολλαὶ ποικίλα εἴδη φέρουσαι ὅπλων, κάμακες [11] ὀκτακόσιαι καθωπλισμέναι. τῇ δὲ δευτέρᾳ προεκομίσθη νομισμάτων τάλαντα χίλια, ἀργύρου τάλαντα δισχίλια διακόσια, ἐκπωμάτων πλῆθος, ἀγαλμάτων καὶ ἀνδριάντων ποικίλων ἅμαξαι πεντακόσιαι, ἀσπίδες τε χρυσαῖ καὶ πίνακες ἀναθεματικοὶ [12] πάμπολλοι. τῇ τρίτῃ προηγοῦντο λευκαὶ βόες εὐπρεπεῖς ἑκατὸν εἴκοσι, χρυσοῦ τάλαντα ἐν φορήμασι διακοσίοις εἴκοσι, φιάλη δέκα ταλάντων χρυσοῦ διάλιθος, χρυσωμάτων παντοῖαι κατασκευαὶ ταλάντων δέκα, ἐλεφάντων ὀδόντες δισχίλιοι τριπήχεις, ἅρμα ἐλεφάντινον ἐκ χρυσοῦ καὶ λίθων, ἵππος φαλάροις διαλίθοις καὶ τῇ λοιπῇ κατασκευῇ διαχρύσῳ πολεμικῶς κεκοσμημένος, κλίνη χρυσῆ στρωμναῖς πολυανθέσι κατεστρωμένη, φορεῖον χρυσοῦν περιπεπετασμένον πορφύραν, ἐφ' οἷς Περσεὺς ὁ δυστυχὴς βασιλεὺς Μακεδόνων ἅμα δυσὶν υἱοῖς καὶ θυγατρὶ μιᾷ καὶ τοῖς ἡγεμόσι διακοσίοις πεντήκοντα, στέφανοι τετρακόσιοι δοθέντες ἐκ τῶν πόλεων καὶ τῶν βασιλέων, καὶ ἐπὶ πᾶσιν Αἰμίλιος ἐφ' ἅρματος ἐλεφαντίνου καταπληκτικοῦ.

   (Georgius Syncellus, pp. 508-511 Dind.)

[13]    Ὅτι πρὸς τοὺς θαυμάζοντας τὴν ἐν τῷ θεάτρῳ ἐπιμέλειαν ὁ στρατηγὸς Αἰμίλιος ἀπεφήνατο τῆς αὐτῆς εἶναι ψυχῆς ἀγῶνάς τε τάξαι κατὰ τρόπον καὶ τὰ κατὰ πότον οἰκείως χειρίσαι καὶ παρατάξασθαι τοῖς ἀντιτεταγμένοις στρατηγικῶς.

   (Const. Exc. 4, p. 372.)

[9]

[1]    Ὅτι Περσέα τὸν τελευταῖον Μακεδονίας βασιλέα, πολλάκις Ῥωμαίοις διὰ φιλίας ἰόντα, πολλάκις δὲ καὶ στρατιᾷ οὐκ ἀναξιολόγῳ πολεμήσαντα, τέλος Αἰμίλιος καταπολεμήσας εἷλε, καὶ λαμπρὸν θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε. Περσεὺς δὲ τηλικαύταις περιπεσὼν συμφοραῖς ὥστε δοκεῖν ὅμοια μύθοις ἀγενήτοις εἶναι τὰ πάθη τὰ περὶ αὐτόν, οὐδ' ὣς ἀπολυθῆναι τοῦ ζῆν ἤθελε. πρὶν γὰρ ἢ τὴν σύγκλητον ὑπὲρ αὐτοῦ διαλαβεῖν ὃ χρὴ παθεῖν, τῶν κατὰ πόλιν στρατηγῶν εἷς ἐνέβαλεν αὐτὸν εἰς τὸν ἐν Ἄλβαις κάρκαρον μετὰ τῶν [2] τέκνων. ἔστι δὲ ὁ κάρκαρος ὄρυγμα κατάγειον βαθύ, τὸ μὲν μέγεθος ἔχον οἴκου μάλιστά πως ἐννεακλίνου, σκότου δὲ πλῆρες καὶ δυσοσμίας διὰ τὸ πλῆθος τῶν παραδεδομένων εἰς τοῦτον τὸν τόπον ἀνδρῶν τῶν ἐπὶ θανατικοῖς ἐγκλήμασι καταδικαζομένων, ὧν ἐν ἐκείνοις τοῖς χρόνοις οἱ πλείους ἐνταῦθα καθείργνυντο· ἐν οὕτω γὰρ στενῷ τόπῳ συγκεκλεισμένων πολλῶν ἀνδρῶν ἀπεθηριοῦτο τὰ τῶν ἀτυχῶν σώματα, τῶν τε πρὸς τροφὴν καὶ τὴν ἄλλην πᾶσαν χρείαν ἀνηκόντων πάντων ἐν ταὐτῷ πεφυρμένων τοσαύτην προσπίπτειν δυσωδίαν συνέβαινεν ὥστε μηδένα τῶν προσιόντων ῥᾳδίως [3] δύνασθαι καρτερῆσαι. ἐφ' ἡμέρας μὲν οὖν ἑπτὰ διετέλεσεν ἐνταῦθα κακουχούμενος, ὥστε καὶ παρὰ τῶν ἐσχάτων καὶ τακτὰ σιτουμένων ἐπικουρίας δεηθῆναι· συμπαθεῖς γὰρ οὗτοι γινόμενοι διὰ τὸ μέγεθος τῶν ἀκληρημάτων, ὧν μετελάμβανον, φιλανθρώπως τούτων ἐκείνῳ μετεδίδοσαν δακρύοντες. ἔρριπτο δ' οὖν αὐτῷ καὶ ξίφος πρὸς ἀναίρεσιν καὶ κάλως πρὸς ἀγχόνην, ἐξουσίας διδομένης ὡς [4] βούλοιτο χρήσασθαι. ἀλλ' οὐδὲν οὕτω γλυκὺ φαίνεται τοῖς ἠτυχηκόσιν ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων. καὶ πέρας ἐν ταύταις ἂν ταῖς ἀνάγκαις κατέστρεψε τὸν βίον, εἰ μὴ Μάρκος Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου, τηρῶν τό τε περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικές, παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἀνθρώπινον φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην [5] νέμεσιν αἰδεῖσθαι. διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακήν, καὶ κεναῖς ἐλπίσι προσανέχων, ὁμοίαν τοῖς προητυχημένοις ἔσχε τοῦ βίου τὴν καταστροφήν. διετῆ γὰρ χρόνον φιλοψυχήσας, καὶ προσκόψας τοῖς φυλάττουσι βαρβάροις, κωλυόμενος ὑπ' ἐκείνων ὕπνου τυχεῖν ἐτελεύτησεν.

   (Photius, Bibl. pp. 381-382 B.)

[6]    Ὅτι οὐδὲν οὕτω γλυκὺ φαίνεται τῶν ἠτυχηκότων ἐνίοις ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων· ὅπερ συνέβη εἰς Περσέα τὸν Μακεδόνων βασιλέα γενέσθαι. (Const. Exc. 4, p. 372.)

[7]    Ὅτι ὁ Περσεὺς εἰς τὸ κατάγειον ἐμβληθεὶς οἴκημα ἐκεῖσε ἂν κατέστρεψε τὸν βίον, εἰ μὴ ὁ Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου καὶ τηρῶν τὸ περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικὲς παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἐξ ἀνθρώπων φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην νέμεσιν αἰδεῖσθαι. διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακὴν διὰ τὴν τῆς συγκλήτου χρηστότητα κεναῖς ἐλπίσι προσανεῖχεν. (Const. Exc. 2 (1), p. 281.)

[10]

[1]    Ὅτι ἀκμαζούσης τῆς τῶν Μακεδόνων βασιλείας Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ Περὶ Τύχης ὑπομνήματι καθάπερ χρησμῳδῶν ὑπὲρ τῶν αὐτῇ συμβησομένων εὐστόχως τούτους τοὺς λόγους ἀποπεφοίβακεν· Εἰ γὰρ λάβοις πρὸ τῆς ἐννοίας μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίης ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα· πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθ' ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προὔλεγε τὸ μέλλον, πιστεῦσαί ποτ' ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδ' ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδ' ὄνομα πρότερον ἦν γνώριμον; [2] ἀλλ' ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀδιαλόγιστος τύχη καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, ὁμοίως ἐνδείκνυται Μακεδόνας εἰς τὴν Περσῶν ἡγεμονίαν ἐνοικίσασα, διότι καὶ τούτοις ἡ τύχη τἀγαθὰ κέχρηκεν ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν. ὃ συνέβη κατὰ τοὺς νῦν χρόνους συντελεσθῆναι. διόπερ καὶ ἡμεῖς ἐκρίναμεν τῇ περιστάσει ταύτῃ τὸν ἁρμόζοντα λόγον ἐπιφθέγξασθαι καὶ τῆς ἀποφάσεως τῆς Δημητρίου μνησθῆναι, μείζονος οὔσης ἢ κατ' ἄνθρωπον· προεῖπε γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι περὶ τῶν ὕστερον συμβησομένων.

[11]

[1]   Ὅτι τῶν τοῦ Αἰμιλίου παίδων τῶν δύο παραδόξως τελευτησάντων, καὶ τοῦ δήμου παντὸς διαφερόντως συναλγοῦντος, ὁ πατὴρ τούτων συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περὶ τῶν κατὰ τὸν πόλεμον πραχθέντων ἀπολογισάμενος ἐπὶ τέλους διεξῆλθε τοιούτους τινὰς λόγους. ἔφη γὰρ ἑαυτὸν ἐξ Ἰταλίας εἰς τὴν Ἑλλάδα μέλλοντα περαιοῦν τὰς δυνάμεις ἀποθεωρῆσαι τὴν ἀνατολὴν καὶ τότε τὸν πλοῦν ποιησάμενον ἐνάτης ὥρας καταπλεῦσαι μηδενὸς ἀπολειφθέντος εἰς Κέρκυραν, ἐκεῖθεν δὲ τεταρταῖον ἐν Δελφοῖς καλλιερήσαντα τῷ θεῷ μετὰ πέντε ἡμέρας εἰς Μακεδονίαν γενέσθαι καὶ παραλαβεῖν τὰς δυνάμεις, ἐν ἡμέραις δὲ ταῖς ἁπάσαις πεντεκαίδεκα βιάσασθαι τὰ στενὰ τὰ κατὰ τὴν Πέτραν καὶ παρατάξασθαι καὶ νικῆσαι Περσέα· καθόλου δὲ τέταρτον ἔτος ἀντοφθαλμοῦντος τοῦ βασιλέως τοῖς Ῥωμαίοις, ἑαυτὸν ἐν ταῖς προειρημέναις ἡμέραις ἀπεφήνατο κεκυριευκέναι πάσης Μακεδονίας.

[2] καὶ τότε μὲν θαυμάζειν ἔφη τὸ παράλογον τῶν κατορθωμάτων· ὡς δὲ μετ' ὀλίγον κύριος ἐγένετο τοῦ βασιλέως καὶ τῶν τέκνων καὶ τῆς βασιλείας γάζης, πολὺ μᾶλλον θαυμάζειν τὴν εὔροιαν τῆς τύχης· διακομισθέντων δὲ τῶν χρημάτων καὶ τῶν στρατιωτῶν εἰς τὴν Ἰταλίαν ἀβλαβῶς καὶ ταχέως, τόθ' ὁλοσχερῶς διαπορεῖν ἐπὶ τῷ πάντα κάλλιον ἢ προσεδόκα συντελεῖσθαι, πάντων δὲ συγχαιρόντων καὶ μακαριζόντων τὴν εὐποτμίαν αὐτοῦ τότε μάλιστα προσδέχεσθαι παρὰ τῆς τύχης σύμπτωμα· διόπερ προσεύχεσθαι τῷ θεῷ τῶν μὲν δημοσίων εἰς μηδὲν ἐμπεσεῖν τὴν μεταβολήν, ἀλλ' εἰ πάντως αὐτῷ τι πρᾶξαι δέδοκτο δυσχερές, τοῦτ' εἰς αὐτὸν [3] ἐναπερείσασθαι. διόπερ ἅμα τῷ γενέσθαι τὴν περὶ τοὺς παῖδας ἀτυχίαν ἐπὶ μὲν ταύτῃ διαφερόντως λυπηθῆναι, περὶ δὲ τῶν τῆς πατρίδος πραγμάτων εὐθαρσὴς εἶναι καθ' ὅσον ἡ τύχη τὴν παλίρροιαν καὶ τὸν φθόνον οὐκ εἰς τὸ κοινὸν τῶν πολιτῶν ἀλλ' εἰς τὸν ἴδιον ἐκείνου βίον ἀπέσκηψεν. τούτων ῥηθέντων πᾶς ὁ δῆμος τὴν μεγαλοψυχίαν αὐτοῦ ἐθαύμασεν, ἐπὶ δὲ τοῖς παισὶ πολλαπλάσιον ἔσχε συμπάθειαν.

[12]

[1]    Ὅτι μετὰ τὴν Περσέως ἧτταν Εὐμένης ὁ βασιλεὺς μεγάλαις καὶ παραδόξοις ἐχρήσατο μεταβολαῖς. ὑπολαβὼν γὰρ ἐν ἀσφαλείᾳ κατακεῖσθαι τὴν ἰδίαν ἀρχήν, ὡς ἂν τῆς πολεμιωτάτης αὐτῷ βασιλείας καταλελυμένης, τότε μεγίστοις περιέπεσε κινδύνοις. ἀγαθὴ γὰρ ἡ τύχη τὰ βεβηκέναι δοκοῦντα ἀσφαλῶς ἀνατρέψαι, κἂν συναγωνίσηταί τι, πάλιν ἐκ μεταβολῆς ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθωθέντα. (Const. Exc. 4, pp. 373-374.)

[13]   Ὅτι ὁ τῶν βαρβάρων Γαλατῶν στρατηγὸς ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ συναθροίσας τοὺς αἰχμαλώτους πρᾶξιν ἐπετελέσατο βαρβαρικὴν καὶ παντελῶς ὑπερήφανον. τούς τε γὰρ τοῖς εἴδεσι καλλίστους καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους καταστέψας ἔθυσε τοῖς θεοῖς, εἴ γέ τις τῶν θεῶν δέχεται τὰς τοιαύτας τιμάς· τοὺς δὲ ἄλλους πάντας κατηκόντισεν, πολλῶν μὲν ἐν αὐτοῖς γνωριζομένων διὰ τὰς προγεγενημένας ἐπιξενώσεις, οὐδενὸς δὲ διὰ τὴν φιλίαν ἐλεουμένου. καὶ θαυμαστὸν οὐδὲν εἰ βάρβαροι παρ' ἐλπίδας κατορθώσαντες ὑπὲρ ἄνθρωπον ἐχρήσαντο τοῖς εὐτυχήμασιν.

[14]   Ὅτι ὁ Εὐμένης ξενολογήσας τά τε ὀψώνια ἅπασιν ἀπέδωκε καὶ δωρεαῖς ἐτίμησε καὶ ἐπαγγελίαις ἐψυχαγώγει πάντας, ἐκκαλούμενος τὴν εὔνοιαν, οὐχ ὁμοίως τῷ Περσεῖ. ἐκεῖνος γὰρ δισμυρίων Γαλατῶν παραγενομένων εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἀπετρίψατο τὴν τηλικαύτην συμμαχίαν, ἵνα φείσηται τῶν χρημάτων· ὁ δὲ Εὐμένης οὐ λίαν εὐπορούμενος ξενολογῶν δωρεαῖς ἐτίμα τοὺς δυναμένους μάλιστα χρείας παρέχεσθαι. τοιγαροῦν ἐκεῖνος μὲν οὐ βασιλικὴν μεγαλοφροσύνην ἀλλ' ἰδιωτικὴν τοῦ τυχόντος ἀναλαβὼν μικροψυχίαν, ἅμα τῇ βασιλείᾳ πάσῃ καὶ τὸν τηρηθέντα πλοῦτον ἐπεῖδεν αἰχμάλωτον· οὗτος δὲ τῆς νίκης πάντα δεύτερα τιθέμενος οὐ μόνον ἐκ μεγάλων κινδύνων ἐρρύσατο τὴν βασιλείαν, ἀλλὰ καὶ πᾶν τὸ τῶν Γαλατῶν ἔθνος ὑποχείριον ἐποιήσατο.

   (Const. Exc. 2 (1), pp. 281-282.)

[15]   Ὅτι καὶ Προυσίας ὁ τῆς Βιθυνίας βασιλεὺς ἧκε συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς τοὺς πολέμους κατορθώσασι στρατηγοῖς· οὗ τὸ τῆς ψυχῆς ἀγεννὲς οὐκ ἄξιον παραλιπεῖν ἀνεπισήμαντον. τῆς μὲν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαινουμένης ἀρετῆς, πολλοὶ τῶν ἐπιγινομένων προάγονται πρὸς τὸν ὅμοιον ζῆλον, τῆς δὲ τῶν φαύλων ἀνανδρίας ὀνειδιζομένης, οὐκ ὀλίγοι τῶν πρὸς τὴν κακίαν ὁρμώντων ἀποτρέπονται. διὸ καὶ χρηστέον οὐ παρέργως τῇ τῆς ἱστορίας παρρησίᾳ πρὸς ἐπανόρθωσιν τοῦ κοινοῦ βίου.

   (Const. Exc. 4, pp. 374-375.)

[2]    Ὅτι Προυσίας ἀνάξιος γεγονὼς τοῦ τῆς βασιλείας προσχήματος καὶ διατελέσας πάντα τὸν τοῦ ζῆν χρόνον αἰσχρῶς κολακεύων τοὺς ὑπερέχοντας, καί ποτε Ῥωμαίων πρὸς αὐτὸν παραγενομένων πρεσβευτῶν, τὰ μὲν τῆς βασιλείας σύμβολα, τό τε διάδημα καὶ τὴν πορφύραν, ἀπέθετο, μιμησάμενος δὲ τὴν τῶν προσφάτως ἀπελευθερουμένων παρὰ Ῥωμαίοις τάξιν ἀπήντησεν ἐξυρημένος τὴν κεφαλὴν καὶ πίλεον ἔχων λευκόν, ἔτι δὲ φορῶν τήβενναν καὶ καλίκιον, ἀσπασάμενος δὲ τοὺς πρεσβευτὰς ἀπέφαινεν ἑαυτὸν ἀπελεύθερον εἶναι Ῥωμαίων· ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν.

[3]    Πολλὰ δὲ καὶ ἄλλα τούτοις οἰκεῖα πρότερον διεπράξατο, καὶ τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, κατὰ τὸ θύρετρον ἀντίον στὰς τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους ἐπιφθεγξάμενος, Χαίρετε θεοὶ σωτῆρες, ὑπερβολὴν οὐδεμίαν ἀπολιπὼν κολακείας ἀνάνδρου καὶ γυναικισμοῦ. ἀκολούθως δὲ τούτοις καὶ τὸν λόγον ἐν τῇ συγκλήτῳ ποιησάμενος, τοιαῦτα διῆλθεν ὥστε καὶ γράφειν ἡμῖν ἀπρεπὲς εἶναι. ἡ δὲ σύγκλητος τοῖς πλείστοις τῶν λεγομένων προσκόπτουσα καὶ τοῦ Προυσίου καταγινώσκουσα πρεπούσας τῇ κολακείᾳ τὰς ἀποκρίσεις ἐποιήσατο· Ῥωμαῖοι γὰρ καὶ πολεμίους ἐπ' ἀνδρείᾳ μεγαλοφρονοῦντας νικᾶν σπεύδουσιν.

   (Const. Exc. 1, p. 80.)

[15]   Ὅτι τῶν φίλων Πτολεμαίου Διονύσιος ὁ καλούμενος Πετοσάραπις ἐπεχείρησεν ἐξιδιοποιεῖσθαι τὰ πράγματα· παρὸ καὶ τῇ βασιλείᾳ μεγάλους κινδύνους περιέστησεν. ἰσχύων γὰρ μάλιστα τῶν περὶ τὴν αὐλὴν καὶ πάντων Αἰγυπτίων προέχων ἐν τοῖς κατὰ πόλεμον κινδύνοις κατεφρόνησε τῶν βασιλέων ἀμφοτέρων διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν. προσποιηθεὶς δὲ ὑπὸ τοῦ πρεσβυτέρου παρακεκλῆσθαι πρὸς φόνον ἐμφύλιον διέδωκε λόγον εἰς τὰ πλήθη, φάσκων ἐπιβουλεύεσθαι τὸν νεώτερον [4] Πτολεμαῖον ὑπὸ τοῦ ἀδελφοῦ. συνδραμόντος δὲ τοῦ πλήθους εἰς τὸ στάδιον, καὶ πάντων παροξυνθέντων ἐπὶ τοσοῦτον ὥστε ἐπιχειρεῖν ἀνελεῖν μὲν τὸν πρεσβύτερον, ἐγχειρίσαι δὲ τῷ νεωτέρῳ τὴν βασιλείαν, ἀπαγγελθείσης δὲ τῆς ταραχῆς εἰς τὴν αὐλήν, ὁ βασιλεὺς μεταπεμψάμενος τὸν ἀδελφὸν ἀπελογεῖτο μετὰ δακρύων, μὴ πιστεύειν τῷ τὴν βασιλείαν ἐπιχειροῦντι σφετερίσασθαι καὶ τῆς ἀμφοτέρων ἡλικίας καταπεφρονηκότι· εἰ δ' ἔτι διστάζων τῇ διανοίᾳ φοβεῖται, παραλαμβάνειν αὐτὸν [5] ἐκέλευσε καὶ τὸ διάδημα καὶ τὴν ἀρχήν. ταχὺ δὲ τοῦ μειρακίου τὸν ἀδελφὸν ἀπολύοντος τῆς [3] ὑποψίας, ἀμφότεροι βασιλικὰς ἀναλαβόντες στολὰς ἐξῆλθον εἰς τὸ πλῆθος, φανερὸν ποιοῦντες πᾶσιν ὡς ὁμονοοῦσιν. ὁ δὲ Διονύσιος ἀποτυχὼν τῆς ἐπιβολῆς ἐκποδὼν ἑαυτὸν ἐποίησε· καὶ τὸ μὲν πρῶτον διαπεμπόμενος ἔπειθε τῶν στρατιωτῶν τοὺς οἰκείους ἀποστάσεως κοινωνεῖν τῶν ἐλπίδων, εἶτα εἰς Ἐλευσὶν ἀναχωρήσας προσεδέχετο τοὺς νεωτερίζειν προαιρουμένους, καὶ τῶν ταραχωδῶν στρατιωτῶν [4] ἀθροισθέντων εἰς τετρακισχιλίους ... ὁ δὲ βασιλεὺς ἐπ' αὐτοὺς στρατεύσας καὶ νικήσας, καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ διώξας, συνηνάγκασε τὸν Διονύσιον γυμνὸν διανήξασθαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ καὶ τὴν ἀναχώρησιν εἰς τοὺς Αἰγυπτίους ποιησάμενον ἀνασείειν τὰ πλήθη πρὸς ἀπόστασιν. δραστικὸς δὲ ὢν καὶ μεγάλης ἀποδοχῆς τετευχὼς παρὰ τοῖς Αἰγυπτίοις ταχὺ πολλοὺς ἔσχε τοὺς κοινοπραγεῖν βουλομένους.

   (Const. Exc. 3, pp. 198-199.)

[16]   Ὅτι ἔνιαι τῶν ἐπιβολῶν τοῦ Ἀντιόχου καὶ τῶν πράξεων βασιλικαὶ καὶ θαυμάσιαι τελέως ἦσαν, τινὲς δὲ πάλιν οὕτως εὐτελεῖς καὶ ληρώδεις ὥσθ' ὁλοσχερῶς ὑπὸ πάντων καταφρονεῖσθαι. συντελῶν γὰρ τοὺς ἀγῶνας πρῶτον μὲν ἐναντίαν τοῖς ἄλλοις βασιλεῦσι ἔσχε προαίρεσιν. ἐκεῖνοι γὰρ αὔξοντες τὴν ἰδίαν βασιλείαν καὶ δυνάμεσι καὶ χρημάτων πλήθεσι, καθὸ οἷοί τ' ἦσαν ἐπεκρύπτοντο τὴν αἵρεσιν διὰ τὴν Ῥωμαίων ὑπεροχήν· οὗτος δὲ τὴν ἐναντίαν λαβὼν διάθεσιν συνήγαγεν σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τοὺς ἐπιφανεστάτους ἄνδρας εἰς τὴν πανήγυριν, καὶ πάντα τὰ τοῦ βασιλείου μέρη διαφερόντως ἐκόσμησεν, εἰς ἕνα δὲ τόπον ἀθροίσας καὶ καθάπερ ἐπὶ σκηνὴν ἀναβιβάσας τὴν βασιλείαν ἅπασαν ἐποίησε μηδὲν ἀγνοεῖν τῶν περὶ αὐτόν.

[5]    Ὅτι τοὺς πολυτελεῖς ἀγῶνας καὶ τὴν θαυμαστὴν πανήγυριν ἐκτελέσας ὁ Ἀντίοχος πάντας τοὺς πρὶν ὑπερέβαλεν· ὁ δὲ δι' αὐτοῦ χειρισμὸς πολλῆς εὐτελείας καὶ καταφρονήσεως ἦν οἰκεῖος. παρέτρεχε γὰρ παρὰ τὴν πομπὴν ἱππάριον ἔχων εὐτελὲς καὶ τοὺς μὲν προάγειν κελεύων, τοὺς δὲ ἐπέχειν, ἄλλους δὲ ὡς ἔτυχε διατάττων· ὥστε εἴ τις ἀφεῖλεν αὐτοῦ τὸ διάδημα, μηδέν' ἂν τῶν ἀγνοούντων πιστεῦσαι τοῦτον εἶναι τὸν βασιλέα τὸν τῶν ὅλων κύριον, ὁρῶντα μηδ' ὑπηρέτου μετρίου φαντασίαν ἔχοντα. ἐν δὲ τοῖς πότοις αὐτὸς ἐφιστάμενος ταῖς εἰσόδοις οὓς μὲν εἰσῆγεν οὓς δὲ ἀνέκλινεν, καὶ τοὺς διακόνους τοὺς τὰς παραθέσεις φέροντας διέταττεν.

[6] ἀκολούθως δὲ τούτοις προσιὼν τοῖς εὐωχουμένοις, εἰ τύχοι, ποτὲ μὲν ἐκάθιζεν ποτὲ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποτιθέμενος τὸ ποτήριον, ποτὲ δὲ ῥίπτων τὸν ψωμὸν ἀνεπήδα καὶ μετανίστατο, καὶ περιῄει πάντα τὸν πότον, προπόσεις λαμβάνων ὀρθός τε καὶ τοῖς ἀκροάμασι προσπαίζων. καὶ δή ποτε προκοπτούσης ἐπὶ πολὺ τῆς ἑστιάσεως καὶ τῶν πλειόνων ἤδη κεχωρισμένων, ἧκεν ὑπὸ τῶν μίμων ἐκφερόμενος περικεκαλυμμένος· τεθεὶς δὲ ἐπὶ τὴν γῆν ὑπὸ τῶν συμπαιζόντων, μετὰ ταῦτα τῆς συμφωνίας προκαλουμένης ἀνεπήδα γυμνὸς καὶ τοῖς μίμοις προσπαίζων ὠρχεῖτο τῶν ὀρχήσεων τὰς γέλωτα καὶ χλευασμὸν εἰωθυίας ἐπισπᾶσθαι, ὡς πάντας αἰσχυνθέντας ἐπὶ τοῖς πραττομένοις φεύγειν ἐκ τοῦ πότου, καὶ ἕκαστον τῶν ἀπηντηκότων ἐπὶ τὴν πανήγυριν, ὅτε μὲν εἰς τὴν ὑπερβολὴν τῆς χορηγίας ἐμβλέψαι καὶ τὴν ἐν τοῖς ἀγῶσι καὶ πομπείαις οἰκονομίαν καὶ διάταξιν τῶν ὅλων, καταπλήττεσθαι καὶ θαυμάζειν καὶ τὸν βασιλέα καὶ τὴν βασιλείαν, ὅτε δὲ εἰς αὐτὸν ἀτενίσαι καὶ τὸ τῶν ἐπιτηδευμάτων κατεγνωσμένον, ἀπιστεῖν εἰ περὶ μίαν καὶ τὴν αὐτὴν φύσιν τοσαύτην ἀρετὴν καὶ κακίαν ὑπάρξαι δυνατόν ἐστιν.

[17]

[1]    Ὅτι τούτων συντελεσθέντων ἧκον οἱ τοῦ Γράκχου πρεσβευταὶ κατασκεψόμενοι τὴν βασιλείαν. οἷς ὁ βασιλεὺς ὡμίλησε φιλοφρόνως, ὥστε μηδὲν ὑποπτεῦσαι περὶ αὐτοῦ πραγματικὸν ἢ διαφορᾶς ἔμφασιν ἔχον τῆς δοκούσης ὑποικουρεῖν ἐκ τῆς κατὰ τὴν Αἴγυπτον γενομένης προσκοπῆς. οὐκ ἦν δὲ τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ καὶ τοὐναντίον ἀλλοτριώτατα διέκειτο πρὸς Ῥωμαίους.

   (Const. Exc. 2 (1), pp. 282-284.)

[17]   Ὅτι Ἀρτάξης ὁ τῆς Ἀρμενίας βασιλεὺς ἀποστὰς Ἀντιόχου πόλιν ἔκτισεν ἐπώνυμον ἑαυτοῦ καὶ δυνάμεις ἁδρὰς συνήγαγεν. ὁ δὲ Ἀντίοχος ἰσχύων κατ' ἐκείνους τοὺς χρόνους ὡς οὐδεὶς τῶν ἄλλων βασιλέων ἐστράτευσεν ἐπ' αὐτὸν καὶ νικήσας ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον.

[18]   Ὅτι πάλιν ἄλλη κίνησις συνέστη κατὰ τὴν Θηβαΐδα, ἐμπεσούσης ὁρμῆς τοῖς πλήθεσι πρὸς ἀπόστασιν. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἀναζεύξας ἐπ' αὐτοὺς μετὰ πολλῆς δυνάμεως τὰ μὲν ἄλλα μέρη τῆς Θηβαΐδος ῥᾳδίως προσηγάγετο, τῆς δὲ καλουμένης Πανῶν πόλεως βεβηκυίας ἐπί τινος ἀρχαίου χώματος καὶ δοκούσης ὀχυρᾶς εἶναι ἐκ δυσπροσίτου, συνέδραμον εἰς ταύτην οἱ πρακτικώτατοι τῶν ἀφεστηκότων. Πτολεμαῖος δὲ τήν τε ἀπόνοιαν †ἐν Αἰγυπτίων καὶ τοῦ τόπου τὴν ὀχυρότητα, συνίστατο πολιορκίαν καὶ πᾶσαν κακοπάθειαν ὑπομείνας ἐκράτησε τῆς πόλεως, καὶ κολάσας τοὺς αἰτίους ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν.

   (Const. Exc. 3, pp. 199-200.)

[7]

[2]    Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους πολλῶν παραγεγονότων πρεσβευτῶν, πρώτοις τοῖς περὶ Ἄτταλον ἐχρημάτισεν ἡ σύγκλητος· ὑπόπτως γὰρ εἶχον οἱ Ῥωμαῖοι τὰ πρὸς τὸν Εὐμένη ἕνεκεν τῶν γραμμάτων τῶν εὑρημένων, ἐν οἷς συμμαχίαν ἦν συντεθειμένος πρὸς Περσέα κατὰ Ῥωμαίων. κατηγορησάντων δὲ πλειόνων ἀπὸ τῆς Ἀσίας πρεσβευτῶν καὶ μάλιστα τῶν ἀπεσταλμένων παρὰ Προυσίου βασιλέως καὶ Γαλατῶν, οἱ περὶ τὸν Ἄτταλον ἐνδεχομένως ἀπολογησάμενοι πρὸς ἕκαστον τῶν ἐγκαλουμένων οὐ μόνον ἀπετρίψαντο τὰς διαβολάς, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν οἰκείαν. ἡ δὲ σύγκλητος οὐ κατὰ πᾶν ἔληγε τῆς κατ' Εὐμένους ὑποψίας, προχειρισαμένη δὲ Γάϊον ἐξαπέστειλε κατοπτεύσοντα τὰ κατὰ τὸν Εὐμένη.

   (Const. Exc. 1, pp. 402-403.)

[18]   Ὅτι τοῦ Πτολεμαίου τοῦ βασιλέως ἐκπεσόντος καὶ πεζῇ ἀπερχομένου εἰς Ῥώμην, ἐγνώρισεν αὐτὸν ὁ Δημήτριος ὁ τοῦ Σελεύκου, καὶ θαυμάσας τὸ παράδοξον ἐποίησέ τι βασιλικὸν καὶ μεγαλοπρεπὲς δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως. παραχρῆμα γὰρ προχειρισάμενος βασιλικὴν ἐσθῆτα καὶ διάδημα, πρὸς δὲ τούτοις καὶ ἵππον πολυτελῆ χρυσοφάλαρον, μετὰ τῶν ἰδίων παίδων ἀπήντησε τῷ Πτολεμαίῳ. συμμίξας δὲ αὐτῷ τῆς πόλεως ἀπὸ διακοσίων σταδίων καὶ φιλοφρόνως ἀσπασάμενος παρεκάλει κοσμηθέντα τοῖς τῆς βασιλείας παρασήμοις ἀξίαν ἑαυτοῦ ποιήσασθαι τὴν εἰς τὴν Ῥώμην εἴσοδον, ἵνα μὴ τελείως εὐκαταφρόνητος εἶναι δόξῃ. ὁ δὲ Πτολεμαῖος τὴν μὲν προθυμίαν ἀπεδέξατο, τοσοῦτον δὲ ἀπέσχε τοῦ δέξασθαί τι τῶν διδομένων ὥστε καὶ τὸν Δημήτριον ἠξίωσεν ἔν τινι τῶν κατὰ τὴν ὁδὸν πόλεων καταμεῖναι καὶ τοὺς περὶ τὸν Ἀρχίαν μετ' αὐτοῦ.

   (Const. Exc. 2 (1), p. 284.)

[3]    Ὅτι ὁ Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου, ἐκπεσὼν τῆς βασιλείας παρὰ τοῦ ἰδίου ἀδελφοῦ, ἐν ἰδιώτου σχήματι οἰκτρῷ κατήντησεν εἰς τὴν Ῥώμην μετὰ σπάδωνος ἑνὸς καὶ τριῶν παίδων. πεπυσμένος δὲ κατὰ τὴν πορείαν τὸ κατάλυμα τὸ τοῦ Δημητρίου τοῦ τοπογράφου, πρὸς τοῦτον ζητήσας κατέλυσε πεφιλοξενημένον ὑπ' αὐτοῦ πλεονάκις ἐν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν ἐπιδημίᾳ· ᾤκει δὲ ἐν ὑπερῴῳ στενῷ καὶ παντελῶς εὐτελεῖ διὰ τὸ μέγεθος [4] τῶν ἐν τῇ Ῥώμῃ μισθῶν. ὥστε τίς ἂν πιστεύσειεν τοῖς ὑπὸ τῶν πολλῶν νομιζομένοις ἀγαθοῖς ἢ τοὺς ὑπὲρ τὸ μέτριον εὐτυχοῦντας μακαριστοὺς ἡγήσαιτο; ὀξυτέραν γὰρ καὶ μείζονα μεταβολὴν τύχης [3] καὶ περιπέτειαν οὕτως ἀνέλπιστον οὐκ ἄν τις ἑτέραν ῥᾳδίως εὕροι. οὐδεμιᾶς γὰρ αἰτίας ἀξιολόγου γενομένης, τὸ τηλικοῦτο τῆς βασιλείας ἀξίωμα πρὸς ἰδιωτικὴν ταπεινότητα τύχης ἐπεπτώκει, καὶ ὁ τοσαύταις μυριάσιν ἐλευθέρων ἐπιτάττων ἄφνω τρεῖς οἰκέτας ἔσχε μόνον περιλελειμμένους ἀπὸ τῶν τῆς ἰδίας τύχης ναυαγίων. (Const. Exc. 4, p. 375.)

[18]   Polybius et Diodorus qui Bibliothecarum scribunt historias, narrant eum non solum contra Deum fecisse Judaeae, sed avaritiae facibus accensum, a δaa εa, a ditissimum, spoliare conatum: oppressumque a custodibus templi et vicinis circum gentibus, et quibusdam aa a amentiam, ac postremum morbo interiisse et hoc ei accidisse commemorant, quia templum Dianae violare conatus est. (St. Jerome, Commentary on Daniel, Chap. 11. 36, Vol. 25, pp. 570-571 Migne.)

[20]   Ὅτι τοῦ Ἀντιπάτρου ταῖς ἀνάγκαις ἐναποθανόντος, Ἀσκληπιάδην τὸν ἐπὶ τῆς πόλεως τεταγμένον ἤγαγον βοῶντα διότι Τιμόθεος τοῦτο τὸ δρᾶμα συντέθεικε καὶ τὸ μειράκιον προκεκλημένος εἴη πρὸς ἄδικον καὶ ἀσεβῆ τιμωρίαν τἀδελφοῦ. τοῦ δὲ πλήθους τῶν ἡγεμόνων ἐκ τούτου κατ' ὀλίγον ἔννοιαν λαμβάνοντος τῆς ὅλης ῥᾳδιουργίας καὶ τοὺς ἀνήκεστα πάσχοντας ἐλεοῦντος, φοβηθέντες οἱ περὶ Τιμόθεον τοὺς λοιποὺς τῶν καταιτιαθέντων ἀπολύσαντες τῶν βασάνων κατ' ἰδίαν ἐπανείλαντο. (Const. Exc. 2 (1), p. 284.)

[20]   Ὅτι μετὰ τὴν τοῦ Τιμοθέου ἀναίρεσιν τὰ πλήθη ... καὶ τῷ βασιλεῖ δυσχεραίνοντες κατὰ τὴν Ἀλεξάνδρειαν ἐπὶ τοῖς τετολμημένοις κατὰ τἀδελφοῦ, τήν τε θεραπείαν τὴν βασιλικὴν περιέσπασαν καὶ τὸν πρεσβύτερον Πτολεμαῖον ἐκ τῆς Κύπρου μετεπέμποντο. (Const. Exc. 3, p. 200.)

[19]   Ὅτι λέγουσιν ἑαυτοὺς οἱ τῆς Καππαδοκίας βασιλεῖς εἰς Κῦρον ἀναφέρειν τὸ γένος τὸν ἐν Πέρσαις, διαβεβαιοῦνται δὲ καὶ τῶν ἑπτὰ Περσῶν τῶν τὸν μάγον ἐπανελομένων ἑνὸς ὑπάρχειν ἀπόγονοι. καὶ τὴν μὲν ἀπὸ Κύρου συγγένειαν οὕτω καταριθμοῦνται. Καμβύσου τοῦ Κύρου πατρὸς ἀδελφὴν ὑπάρξαι γνησίαν Ἄτοσσαν· ταύτης δὲ καὶ Φαρνάκου τοῦ Καππαδοκίας βασιλέως γενέσθαι παῖδα Γάλλον, καὶ τούτου γενέσθαι Σμέρδιν, οὗ Ἀρτάμνην, τοῦ δὲ Ἀναφᾶν, ὃν καὶ διενεγκεῖν μὲν ἀνδρείᾳ καὶ τόλμῃ, γενέσθαι δ' ἕνα τῶν ἑπτὰ [4] Περσῶν. τὴν μὲν οὖν εἰς Κῦρον συγγένειαν οὕτω γενεαλογοῦσι καὶ τὴν εἰς Ἀναφᾶν, ᾧ φασι δι' ἀνδρείαν συγχωρηθῆναι τὴν Καππαδοκίας δυναστείαν, ὥστε μὴ τελεῖν φόρους Πέρσαις. οὗ τελευτήσαντος ὁμώνυμος υἱὸς ἄρχει. μετὰ δὲ τὴν τούτου τελευτὴν ἀπολειφθέντων δυοῖν υἱοῖν, Δατάμου καὶ Ἀριμναίου, διαδέξασθαι τὴν ἀρχὴν Δατάμην, ἄνδρα καὶ κατὰ πόλεμον καὶ κατ' ἄλλα μέρη τῆς βασιλείας ἐπαινούμενον, ὃς Πέρσαις διὰ μάχης ἐλθὼν καὶ λαμπρῶς κατὰ τὴν μάχην ἀγωνισάμενος ἐν αὐτῇ τελευτᾷ. διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀριάμνης, οὗ γίνονται παῖδες Ἀριαράθης καὶ Ὁλοφέρνης· οὗτος δὲ ἔτη πεντήκοντα δυναστεύσας καὶ [5] μηδὲν ἔργον ἄξιον μνήμης πράξας τελευτᾷ. τὴν δὲ ἀρχὴν διεδέξατο ὁ πρεσβύτερος τῶν υἱῶν Ἀριαράθης, ὃς φιλοστοργῆσαι διαφερόντως λέγεται τὸν ἀδελφόν, καὶ προάγειν αὐτὸν εἰς τὰς ἐπιφανεστάτας τάξεις· ὃν καὶ Πέρσαις κατ' Αἰγυπτίων ἀποσταλέντα συμμαχῆσαι μετὰ μεγάλων τιμῶν ἐπανελθεῖν, ἃς Ὦχος ὁ Περσῶν βασιλεὺς ὑπὲρ ἀνδρείας ἐδίδου, καὶ τὸν βίον ἐν τῇ πατρίδι λιπεῖν, [6] υἱοὺς ἐγκαταλιπόντα Ἀριαράθην καὶ Ἀρύσην. ὁ δὲ ἀδελφὸς καὶ τῆς Καππαδοκίας ἔχων τὴν ἀρχήν, οὐ γὰρ ἦν αὐτῷ γονὴ γνησία, τὸν πρεσβύτερον τῶν παίδων τἀδελφοῦ Ἀριαράθην υἱοποιεῖται. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀλέξανδρος ὁ Μακεδὼν καταπολεμεῖ μὲν Πέρσας, εἶτα καὶ τελευτᾷ, καὶ Περδίκκας ὁ τῶν ὅλων τότε ἡγούμενος Εὐμένη πέμπει Καππαδοκίας στρατηγόν. καὶ καταπολεμηθέντος Ἀριαράθου πεσόντος τε ἐν τῇ μάχῃ, αὐτή τε ἡ Καππαδοκία καὶ τὰ πλησιόχωρα αὐτῆς ἔπεσεν [7] ὑπὸ Μακεδόνας. Ἀριαράθης δὲ ὁ τοῦ προβεβασιλευκότος υἱὸς ἀπελπίσας κατὰ τὸ παρὸν ἀποχωρεῖ μετ' ὀλίγων πρὸς τὴν Ἀρμενίαν. μετ' οὐ πολὺν δὲ χρόνον τῶν περὶ τὸν Εὐμένη καὶ Περδίκκαν τελευτησάντων, Ἀντιγόνου δὲ καὶ Σελεύκου περισπωμένων, λαβὼν δύναμιν παρὰ τοῦ βασιλέως τῶν Ἀρμενίων Ἀρδοάτου, τὸν μὲν τῶν Μακεδόνων στρατηγὸν Ἀμύνταν ἀπέκτεινεν, ἐξέβαλε δὲ καὶ Μακεδόνας ταχέως τῆς χώρας, καὶ τὴν οἰκείαν [8] ἀρχὴν ἀνεκτήσατο. τούτῳ δὲ τριῶν παίδων γενομένων, παρέλαβε τὴν βασιλείαν ὁ πρεσβύτατος Ἀριάμνης· ὃς ἐπιγαμίαν πρὸς Ἀντίοχον ποιησάμενος τὸν ἐπονομασθέντα Θεόν, τὴν τούτου θυγατέρα Στρατονίκην συνῴκισε τῷ πρεσβυτέρῳ τῶν υἱῶν Ἀριαράθῃ. ὑπάρχων δὲ φιλότεκνος διαφερόντως περιέθετο τῷ παιδὶ διάδημα, καὶ συνάρχειν πάντων τῶν τῆς βασιλείας προτερημάτων ἐπ' ἴσης μεταδίδωσι. τοῦ δὲ πατρὸς τελευτήσαντος, Ἀριαράθης βασιλεύει καθ' ἑαυτόν, καὶ μεταλλάσσων τὸν βίον κατέλιπε τὴν βασιλείαν Ἀριαράθῃ τῷ υἱῷ, [9] νηπίῳ παντελῶς ὄντι τὴν ἡλικίαν. οὗτος δὲ ἔγημε θυγατέρα τοῦ Μεγάλου κληθέντος Ἀντιόχου, ὀνομαζομένην Ἀντιοχίδα, πανοῦργον μάλιστα. ταύτην δὲ μὴ γινομένων τέκνων ὑποβαλέσθαι δύο παῖδας ἀγνοοῦντος τοῦ ἀνδρὸς Ἀριαράθην καὶ Ὁλοφέρνην. μετὰ δέ τινα χρόνον τῆς φύσεως ἐπιδεξαμένης ἀνελπίστως τεκεῖν αὐτὴν δύο μὲν θυγατέρας, υἱὸν δὲ ἕνα τὸν ὀνομασθέντα Μιθριδάτην. ἐξ οὗ τοὺς ὑποβολιμαίους ἀναδιδαξαμένην τἀνδρὶ τὸν μὲν πρεσβύτερον μετὰ συμμέτρου χορηγίας εἰς Ῥώμην ἀποσταλῆναι παρασκευάσαι, τὸν δὲ νεώτερον εἰς τὴν Ἰωνίαν χάριν τοῦ μὴ διαμφισβητεῖν ὑπὲρ τῆς βασιλείας τῷ γνησίῳ. τοῦτον δὲ ἀνδρωθέντα καὶ Ἀριαράθην φασὶ μετονομασθῆναι, παιδείας τε Ἑλληνικῆς μετασχεῖν, καὶ κατὰ τὴν ἄλλην ἐπαινεῖσθαι [10] ἀρετήν. καὶ ὁ μὲν πατὴρ φιλοπάτορι ὄντι τῷ υἱῷ ἔσπευδεν ἀποδοῦναι τὴν τοῦ φιλοτέκνου σπουδήν, καὶ ἐπὶ τοσοῦτον αὐτοῖς προέβη τὰ τῆς πρὸς ἀλλήλους εὐνοίας ὥστε ὁ μὲν πατὴρ ἐξίστασθαι τῆς ὅλης ἀρχῆς ἠγωνίζετο τῷ παιδί, ὁ δὲ ἀδύνατον ἐδείκνυ δέξασθαι αὑτὸν παρὰ γονέων ἔτι ζώντων τὴν τοιαύτην χάριτα. οὗτος τὸν πατέρα τοῦ πεπρωμένου καταλαβόντος διεδέξατο τὴν βασιλείαν, τήν τε ἄλλην ἀγωγὴν τοῦ βίου ἀξιολογωτάτην ἐνδεικνύμενος καὶ φιλοσοφίᾳ προσανέχων, ἐξ οὗ καὶ ἡ παρὰ τοῖς Ἕλλησιν ἀγνοουμένη πάλαι Καππαδοκία τότε τοῖς πεπαιδευμένοις ἐμβιωτήριον ὑπῆρχεν. ἀνενεώσατο δ' οὗτος καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τε καὶ συμμαχίαν. ἀλλὰ τὰ μὲν περὶ τῆς εἰς Κῦρον ἀναφορᾶς τῶν μέχρι τοῦδε τῆς Καππαδοκίας βασιλευσάντων ἐν τούτοις.

   (Photius, Bibl. pp. 382-383 B.)

[11]    Καππαδόκων βασιλεῖς ἑπτά, χρόνους ἑκατὸν ἑξήκοντα διαρκέσαντες, κατὰ τούτους ἤρξαντο τοὺς χρόνους, ὡς Διόδωρος γράφει.

   (Georgius Syncellus, p. 523 Dind.)

[21]   Ὅτι ὁ Φιλοπάτωρ κληθεὶς Ἀριαράθης διαδεξάμενος τὴν πατρῴαν βασιλείαν, πρῶτον μὲν τὸν πατέρα μεγαλοπρεπῶς ἔθαψεν· ἔπειτα τῶν τε φίλων καὶ τῶν ἐφ' ἡγεμονίας τεταγμένων καὶ τῶν ἄλλων τῶν ὑποτεταγμένων τὴν καθήκουσαν ἐπιμέλειαν ποιησάμενος, μεγάλην εὔνοιαν παρὰ τοῖς πλήθεσιν ἀπηνέγκατο.

[22]

[1]    Ὅτι τὸν Μιθροβουζάνην ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταγαγόντος Ἀριαράθου, Ἀρταξίας ὁ τῆς Ἀρμενίας βασιλεὺς οὐκ ἀφιστάμενος τῆς ἐξ ἀρχῆς πλεονεξίας πρέσβεις ἀπέστειλε πρὸς Ἀριαράθην, παρακαλῶν συμφρονῆσαι, καὶ τῶν νεανίσκων ἑκάτερον τὸν παρ' ἑαυτῷ διαχειρισάμενον διελέσθαι τὴν Σωφηνήν. ὁ δὲ Ἀριαράθης πολὺ κεχωρισμένος τῆς τοιαύτης ῥᾳδιουργίας τοῖς πρεσβευταῖς ἐπέπληξε, καὶ πρὸς Ἀρταξίαν ἔγραψε παρακαλῶν αὐτὸν ἀπέχεσθαι τῶν τοιούτων ἔργων. Ἀριαράθης μὲν οὖν ἀκολούθως, οὕτω γενηθείσης τῆς πράξεως, οὐ μετρίως ηὔξησε τὴν περὶ αὑτοῦ δόξαν· ὁ δὲ Μιθροβουζάνης διὰ τὴν θαυμαζομένην τοῦ καταγαγόντος αὐτὸν πίστιν καὶ καλοκἀγαθίαν ἐκράτησε τῆς πατρῴας ἀρχῆς. (Const. Exc. 2 (1), pp. 284-285.)

[22]   Ὅτι ὁ τῆς Κομμαγηνῆς ἐπιστάτης Πτολεμαῖος ἔτι μὲν καὶ πρότερον καταφρονήσας τῶν Συριακῶν βασιλέων ἀποστάτης ἐγένετο, καὶ διὰ τοὺς ἰδίους ἐκείνων περισπασμοὺς ἀδεῶς τῆς χώρας ἐδυνάστευσε, μάλιστα πιστεύων ταῖς τῶν τόπων ὀχυρότησιν· καὶ οὐκ ἀρκούμενος τῇ πλεονεξίᾳ ταύτῃ, συναγαγὼν δύναμιν ἐνέβαλεν εἰς τὴν καλουμένην Μελιτηνὴν οὖσαν τῆς Καππαδοκίας καὶ τεταγμένην ὑπὸ Ἀριαράθην, καὶ τοὺς εὐθέτους προκατέλαβε τόπους. στρατεύσαντος δὲ ἐπ' αὐτὸν μετὰ πολλῆς δυνάμεως Ἀριαράθου, ἀνεχώρησεν εἰς τὴν ἰδίαν ἐπαρχίαν. (Const. Exc. 3, p. 200.)

[23]   Ὅτι ἧκον πρεσβευταὶ εἰς Ῥώμην παρά τε τοῦ νεωτέρου Πτολεμαίου καὶ παρὰ τοῦ πρεσβυτέρου. δοθέντος δὲ αὐτοῖς ἐν τῷ συνεδρίῳ λόγου, διακούσασα ἡ σύγκλητος τὰ κατὰ μέρος ἐδογμάτισε τοὺς μὲν παρὰ τοῦ πρεσβυτέρου Πτολεμαίου πρεσβευτὰς ἐν ἡμέραις πέντε ταῖς πάσαις ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, καὶ τὴν συμμαχίαν ἀνελεῖν τὴν πρὸς αὐτόν, πρὸς δὲ τὸν νεώτερον Πτολεμαῖον πέμψαι πρεσβευτὰς τοὺς ἐμφανιοῦντας αὐτῷ τὴν εὔνοιαν τῆς συγκλήτου καὶ τὰ διασεσαφημένα τἀδελφῷ. (Const. Exc. 1, p. 403.)

[24]   Ὅτι νεανίσκων τινῶν πριαμένων ἐρώμενον μὲν ταλάντου, κεράμιον δὲ Ποντικοῦ ταρίχου τριακοσίων δραχμῶν Ἀττικῶν Μάρκος Πόρκιος Κάτων, τῶν εὐδοκιμουμένων ἀνδρῶν, εἶπεν ἐν τῷ δήμῳ διότι μάλιστα δύνανται κατιδεῖν ἐκ τούτου τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀγωγῆς καὶ πολιτείας διαστροφήν, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν ἐρώμενοι τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγηλατῶν. (Const. Exc. 4, p. 375.)

[25]   Ὅτι ὁ Αἰμίλιος ὁ Περσέα καταπολεμήσας τιμητὴς ὢν καὶ σχεδὸν ἐν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς πρωτεύων τῶν πολιτῶν ἐτελεύτησεν. ὡς δὲ ἡ περὶ αὐτοῦ φήμη τῆς τελευτῆς διεδόθη καὶ συνήγγιζεν ὁ τῆς ἐκφορᾶς καιρός, τοιαύτην συνέβη γενέσθαι πάσης τῆς πόλεως συμπάθειαν ὥστε μὴ μόνον τοὺς ἐργαστηριακοὺς καὶ τὸν ἄλλον ὄχλον συντρέχειν, ἀλλὰ καὶ τοὺς ἄρχοντας καὶ τὴν σύγκλητον ὑπερθέσθαι τοὺς χρηματισμούς. ἀκολούθως δὲ τούτοις καὶ τῶν περιοικουσῶν τὴν Ῥώμην πόλεων ὅσαις ὁ χρόνος τὴν ἀναστροφὴν ἐδίδου ἐλθεῖν πρὸς τὸν τῆς ἐκφορᾶς καιρόν, κατήντων εἰς τὴν Ῥώμην σχεδόν τι πανδημεὶ μετὰ προθυμίας, ἅμα θεασόμενοι καὶ τιμήσοντες τὸν μετηλλαχότα.

   (Const. Exc. 2 (1), p. 285.)

[2]    Ὅτι περὶ Λευκίου Αἰμιλίου τοῦ Περσέα καταπολεμήσαντος τῆς ταφῆς διερχόμενος, καὶ λαμπρὰν αὐτὴν ἐς τὰ μάλιστα γενέσθαι λέγων ἐπάγει· τῶν γὰρ Ῥωμαίων οἱ ταῖς εὐγενείαις καὶ προγόνων δόξῃ διαφέροντες μετὰ τὴν τελευτὴν εἰδωλοποιοῦνται κατά τε τὴν τοῦ χαρακτῆρος ὁμοιότητα καὶ κατὰ τὴν ὅλην τοῦ σώματος περιγραφήν, μιμητὰς ἔχοντες ἐκ παντὸς τοῦ βίου παρατετηρηκότας τήν τε πορείαν καὶ τὰς κατὰ μέρος ἰδιότητας τῆς ἐμφάσεως. παραπλησίως δὲ καὶ τῶν προγόνων ἕκαστος προηγεῖται τοιαύτην ἔχων διασκευὴν καὶ κόσμον ὥστε τοὺς θεωμένους διὰ τῆς ἐκ τούτων ἐμφάσεως γινώσκειν ἐφ' ὅσον ἕκαστοι τιμῆς προήχθησαν καὶ μετέσχον τῶν ἐν τῇ πολιτείᾳ καλῶν.

   (Photius, Bibl. p. 383 B.)

[26]

[1]    Ὅτι ὁ αὐτὸς Αἰμίλιος οἷος ἐν τῷ ζῆν ὑπάρχειν τὴν ψυχὴν ἐδοξάζετο, τοιοῦτον ἀπέλιπε τὸν βίον μεταλλάττων. πλεῖστον μὲν γὰρ τῶν καθ' αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν κομίσας εἰς τὴν Ῥώμην, μεγίστων δὲ θησαυρῶν τῶν κατὰ Μακεδονίαν ἐγκρατὴς γενόμενος, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας, τοσοῦτον ἀπέσχετο τοῦ σφετερίσασθαί τι τῶν χρημάτων ὥστε μετὰ τὴν τελευτὴν τοὺς υἱοὺς αὐτοῦ τοὺς δοθέντας εἰς υἱοθεσίαν διαδεξαμένους τὴν κληρονομίαν ἐκ πάντων τῶν ἐπίπλων μὴ δύνασθαι διαλῦσαι τῇ γυναικὶ τὴν φερνήν, εἰ μὴ καὶ τῶν ἐγγείων κτημάτων ἔνια [2] προσαπέδοντο. διὸ καὶ πολλοῖς ἔδοξεν ὑπερβεβηκέναι κατὰ τὴν ἀφιλαργυρίαν τοὺς παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος θαυμασθέντας Ἀριστείδην τε καὶ Ἐπαμινώνδαν. ἐκείνους μὲν γὰρ διδομένων χρημάτων ἐπὶ τῷ λυσιτελεῖ τῶν διδόντων ἀπέχεσθαι τῆς δωρεᾶς, τοῦτον δὲ αὐτὸν ἐξουσίαν ἔχοντα λαβεῖν ὁπόσα βούλοιτο μηδενὸς τῶν τοιούτων ἐπιθυμῆσαι. εἰ δὲ ἄπιστόν τισι φαίνεται τὸ λεγόμενον, ἐκεῖνο δεῖ λογίζεσθαι, ὅτι οὐ χρὴ τὴν τῶν ἀρχαίων ἀφιλαργυρίαν ἐκ τῆς νῦν Ῥωμαίων πλεονεξίας τεκμαίρεσθαι. ἐπὶ γὰρ τοῦ καθ' ἡμᾶς βίου μεγίστην ὁρμὴν τοῦτο τὸ ἔθνος ἐσχηκέναι δοκεῖ πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν.

[3]    Ἐπεὶ δὲ περὶ ἀνδρὸς νῦν ἐμνήσθην ἀγαθοῦ, βούλομαι βραχέα διελθεῖν περὶ τῆς Σκιπίωνος διαγωγῆς τοῦ Νομαντίαν ὕστερον κατασκάψαντος, ὅπως μὴ παράδοξός τισιν ἡ προκοπὴ τούτου δόξῃ γεγονέναι κατὰ τοὺς ὕστερον χρόνους, ἀγνοουμένης τῆς κατὰ τὴν νεότητα περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων σπουδῆς.

[4]    Πόπλιος τοίνυν Σκιπίων Αἰμιλίου μὲν τοῦ Περσέα θριαμβεύσαντος ἦν κατὰ φύσιν υἱός, καθάπερ ἤδη προείρηται, δοθεὶς δὲ εἰς υἱοθεσίαν Σκιπίωνι τῷ παιδὶ τοῦ τὸν Ἀννίβαν καὶ Καρχηδονίους καταπολεμήσαντος ἔσχε κατὰ θέσιν πάππον Σκιπίωνα τὸν Ἀφρικανὸν προσαγορευθέντα, μέγιστον τῶν πρὸ αὐτοῦ Ῥωμαίων. ἀπὸ δὲ τοιαύτης ῥίζης γεγονὼς καὶ τηλικοῦτο βάρος οἰκίας καὶ γένους διαδεδεγμένος ἄξιος ἐφάνη τῆς τῶν προγόνων [5] δόξης. ἐκ παίδων γὰρ Ἑλληνικῆς παιδείας ἐπὶ πολὺ μεταλαβών, καὶ γεγονὼς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὀκτωκαίδεκα ἐτῶν, ἔδωκεν ἑαυτὸν πρὸς τοὺς ἐν φιλοσοφίᾳ λόγους, λαβὼν ἐπιστάτην Πολύβιον τὸν Μεγαλοπολίτην τὸν τὰς ἱστορίας συντεταγμένον. τούτῳ δὲ συμβιώσας καὶ πάσης ἀρετῆς ζηλωτὴς γενόμενος οὐχ οἷον τῶν ἡλικιωτῶν ἀλλὰ καὶ τῶν πρεσβυτέρων πάντων πολὺ προέσχε σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ καὶ μεγαλοψυχίᾳ καὶ [6] καθόλου πᾶσι τοῖς τῆς ἀρετῆς γένεσι. καίτοι γ' ἐν ἀρχαῖς, πρὸ τοῦ φιλοσοφίας ἅψασθαι, διάληψιν ἔσχε παρὰ τοῖς πολλοῖς ὡς νωθρὸς ὢν τὴν ψυχὴν καὶ τοῦ βάρους τῆς οἰκίας οὐκ ἀξιόχρεως διάδοχος καὶ προστάτης. οὐ μὴν ἀλλὰ τῆς ἡλικίας οἰκείως πρῶτον ἤρξατο περιποιεῖσθαι τὴν ἐπὶ σωφροσύνῃ δόξαν. πολλὴ γάρ τις ὁρμὴ πρὸς τὰς ἀνέδην ἡδονὰς καὶ τὴν ὑπερβολὴν τῆς ἀκολασίας τοῖς τότε νέοις [7] ἐνεπεπτώκει. οἱ μὲν γὰρ εἰς ἐρωμένους, οἱ δὲ εἰς ἑταίρας, οἱ δὲ εἰς ἀκροάματα παντοδαπὰ καὶ πότους καὶ καθόλου τὴν ἐπὶ τούτοις πολυτέλειαν ἐξεκέχυντο. ἐν γὰρ τῷ Περσικῷ πολέμῳ χρόνον πλείονα διατρίψαντες ταχέως ἐζήλωσαν τῶν Ἑλλήνων τὴν περὶ τοῦτο τὸ μέρος εὐχέρειαν, ἄλλως τε καὶ χρημάτων εὐπορηκότες καὶ χορηγὸν ἀξιόχρεων τὸν πλοῦτον ἔχοντες ταῖς πρὸς τὰς ἡδονὰς δαπάναις.

[27]

[1]    Ὅτι ὁ Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς τῆς φύσεως ἐπιθυμίαις ὥσπερ τισὶ θηρίοις ἀντιταξάμενος, ἐν οὐδ' ὅλοις πέντε ἔτεσι περιεποιήσατο πάνδημον καὶ συγχωρουμένην τὴν ἐπ' εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν. ταύτης δ' αὐτῷ συμφώνως μαρτυρουμένης καὶ παρὰ πᾶσι μεγάλης ἐπισημασίας τυγχανούσης, ὥρμησεν ἐπὶ τὸ μεγαλοψυχίᾳ καὶ τῇ περὶ τὰ χρήματα ἐλευθεριότητι διενεγκεῖν τῶν ἄλλων.

[2] πρὸς δὲ τοῦτο τὸ μέρος τῆς ἀρετῆς εἶχε μὲν καὶ τὸ ἦθος τοῦ κατὰ φυσὶν πατρὸς Αἰμιλίου πρὸς μίμησιν κάλλιστον ἀρχέτυπον, καὶ καθόλου τὴν μετ' ἐκείνου συμβίωσιν πεποιημένος προεῖχεν ἤδη τι τῶν προὔργου καὶ προὐτετύπωτο. οὐκ ὀλίγα δὲ αὐτῷ συνήργησε καὶ ταὐτόματον, παρασχόμενον ἀφορμὰς τοῦ ταχὺ περιβόητον αὐτοῦ γενέσθαι τὴν ἀφιλαργυρίαν.

[3]    Αἰμιλία γὰρ ἡ τοῦ μεγάλου μὲν γυνὴ Σκιπίωνος, ἀδελφὴ δὲ τοῦ Περσέα καταπολεμήσαντος Αἰμιλίου μετήλλαξε τὸν βίον ἀπολιποῦσα μεγάλην οὐσίαν, ἧς οὗτος ὑπῆρξε κληρονόμος. ἐν τούτοις οὖν πρώτην ἔδωκε πεῖραν τῆς ἰδίας προαιρέσεως ἐκ περιστάσεως τοιαύτης. ἡ γὰρ μήτηρ αὐτοῦ Παπειρία πολὺ πρὸ τῆς τοῦ πατρὸς τελευτῆς ἐτύγχανε κεχωρισμένη μὲν ἀπὸ τἀνδρός· κατ' ἰδίαν δὲ διάγουσα τὴν τοῦ βίου χορηγίαν ἐλλιπεστέραν εἶχε [4] τῆς περὶ αὐτὴν εὐγενείας. ἡ δὲ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ τὴν κληρονομίαν ἀπολιποῦσα χωρὶς τῆς ἄλλης εὐπορίας μεγάλην ἐσχήκει περικοπὴν κόσμου περὶ αὑτὴν καὶ θεραπαινίδων καὶ τῶν ἄλλων, ὡς ἂν συνηκμακυῖα τῷ τε βίῳ καὶ τῇ τύχῃ τοῦ μεγάλου Σκιπίωνος. ταύτην ἅπασαν τὴν κατασκευήν, πολλῶν οὖσαν ταλάντων, φέρων ἐδωρήσατο τῇ μητρί. ἧς κατὰ τὰς ἐπισήμους ἐξόδους χρωμένης τῇ δοθείσῃ χορηγίᾳ καὶ λαμπρότητι, τὸ μὲν πρῶτον ἐν ταῖς γυναιξίν, εἶτα ἐν τοῖς ἀνδράσι καθ' ὅλην τὴν πόλιν περιβόητος ἦν ἡ χρηστότης καὶ μεγαλοψυχία τοῦ νεανίσκου καὶ τὸ σύνολον πρὸς τὴν [5] τεκοῦσαν ὁσιότης. τοῦτο δὲ κατὰ πᾶσαν πόλιν κρίνοιτ' ἂν καλὸν καὶ θαυμαστόν, μάλιστα δὲ παρὰ Ῥωμαίοις παρ' οἷς οὐδεὶς οὐδενὶ δίδωσι τῶν ὑπαρχόντων εὐχερῶς ἑκὼν οὐδέν. μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος τοῦ μεγάλου θυγατράσι προσοφειλομένων εἰς τὴν φερνὴν πολλῶν χρημάτων, καὶ τῶν Ῥωμαίων πάντων εἰθισμένων ἐν τρισὶν ἔτεσι κατὰ μέρος ἀποδιδόναι τὰς φερνάς, οὗτος εὐθέως ἁπάσας ἀπέλυσεν. ἑξῆς δὲ μεταλλάξαντος Αἰμιλίου τοῦ κατὰ φύσιν πατρὸς καὶ τούτῳ τε καὶ τῷ Φαβίῳ τοῖς δοθεῖσιν εἰς υἱοθεσίαν ἀπολιπόντος τὴν οὐσίαν, ἐποίησεν ὁ Σκιπίων καλόν τι καὶ μνήμης ἄξιον.

[6] ὁρῶν γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ κατεδεέστερον ὄντα τοῖς χρήμασι, ἐπεχορήγησεν αὐτῷ τὴν ἰδίαν μερίδα τῆς κληρονομίας, οὔσης ὑπὲρ ἑξήκοντα τάλαντα τῆς τιμήσεως, καὶ τοῦτον τὸν τρόπον ἐποίησεν ἴσην ἑαυτῷ πρὸς τὸν ἀδελφὸν γενέσθαι τὴν ὅλην ὕπαρξιν. ἀποδοχῆς δὲ τυγχάνων καὶ φήμης ἀγαθῆς παρὰ πᾶσι θαυμασιώτερόν τι διεπράξατο. τοῦ γὰρ ἀδελφοῦ Φαβίου μονομαχίας βουλομένου ποιεῖν ἐπὶ τῷ πατρί, μὴ δυναμένου δὲ ὑποδέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων εἰς ταῦτα χρημάτων, τὴν ἡμίσειαν τῶν ἀναλωμάτων ἔδωκεν [7] ἐκ τῆς ἰδίας οὐσίας. ἀποθανούσης δὲ τῆς μητρός, τοσοῦτον ἀπέσχετο τοῦ κομίσασθαί τι τῶν πρότερον δωρηθέντων ὥστε καὶ ταῦτα καὶ τὴν ἄλλην οὐσίαν συνεχώρησεν ἔχειν ταῖς ἀδελφαῖς, οὐ προσηκούσης αὐταῖς κατὰ νόμον τῆς κληρονομίας. ἀεὶ δὲ καὶ μᾶλλον περίβλεπτος ἐγένετο κατὰ τὴν πόλιν ἀναντίρρητον ἀπολαμβάνων ἔπαινον χρηστότητος καὶ μεγαλοψυχίας, οὐχ οὕτως τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δωρεᾶς καὶ τῷ χειρισμῷ τῆς προθέσεως. τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, τῶν δὲ ἐπιθυμιῶν ἀποσχόμενος προσωφελήθη τήν τε σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ πάντα τὸν βίον συμπαραμείνασα καλὰς [8] ἀμοιβὰς καὶ χάριτας ἀπέδωκε. τοῦ δὲ κατὰ τὴν ἀνδρείαν μέρους λοιποῦ ὄντος, ὅπερ ἐστὶν ἀναγκαιότατον παρὰ πᾶσι μέν, μάλιστα δὲ Ῥωμαίοις, ἐξεπόνησε καὶ τοῦτο περιττῶς, ἀφορμὴν δούσης αὐτῷ μεγάλην τῆς τύχης. τῶν γὰρ κατὰ τὴν Μακεδονίαν βασιλέων πλείστην πεποιημένων σπουδὴν περὶ τὰς κυνηγεσίας πάντας ὑπερέβαλε.

   (Const. Exc. 2 (1), pp. 285-289.)

[27]   Ὅτι γνωσθείσης τῆς πρὸς Δημήτριον ἀλλοτριότητος τῶν Ῥωμαίων, συνέβη μὴ μόνον τοὺς ἄλλους βασιλεῖς καταφρονῆσαι τῆς αὐτοῦ βασιλείας, ἀλλὰ καί τινας τῶν ὑπ' αὐτὸν τεταγμένων σατραπῶν, ὧν ἦν ἐπιφανέστατος Τίμαρχος. ἦν δὲ οὗτος τὸ μὲν γένος Μιλήσιος, Ἀντιόχου δὲ τοῦ προβεβασιλευκότος φίλος· ὃς πολλάκις εἰς τὴν Ῥώμην ἐξαπεσταλμένος πρεσβευτὴς πολλὰ κακὰ διειργάσατο τὴν σύγκλητον. χρημάτων γὰρ πλῆθος κομίζων ἐδωροδόκει τοὺς συγκλητικούς, καὶ μάλιστα τοὺς τοῖς βίοις ἀσθενεῖς ὑπερβαλλόμενος ταῖς δόσεσιν ἐδελέαζεν. διὰ δὲ τοῦ τοιούτου τρόπου πολλοὺς ἐξιδιαζόμενος καὶ διδοὺς ὑποθέσεις ἀλλοτρίας τῆς Ῥωμαίων αἱρέσεως ἐλυμήνατο τὸ συνέδριον, συμπράττοντος Ἡρακλείδου τἀδελφοῦ, πάντων ὄντος εὐφυεστάτου πρὸς ταύτην τὴν χρείαν. τῷ δὲ αὐτῷ τρόπῳ κατὰ τὸν ἐνεστῶτα καιρὸν σατράπης ὢν Μηδίας κατήντησεν εἰς τὴν Ῥώμην, καὶ πολλὰ τοῦ Δημητρίου κατηγορήσας ἔπεισε τὴν σύγκλητον δόγμα περὶ αὐτοῦ θέσθαι τοιοῦτον· Τιμάρχῳ ἕνεκεν ... αὐτῶν βασιλέα εἶναι. ὁ δὲ ἐπαρθεὶς τῷ δόγματι συνεστήσατο κατὰ τὴν Μηδίαν στρατόπεδον ἀξιόλογον· ἐποιήσατο δὲ καὶ συμμαχίαν κατὰ Δημητρίου πρὸς Ἀρταξίαν τὸν βασιλέα Ἀρμενίας· ἔτι δὲ τὰ πρόσχωρα τῶν ἐθνῶν καταπληξάμενος διὰ τὸ βάρος τῆς δυνάμεως καὶ πολλοὺς ὑπηκόους ποιήσας ὥρμησεν ἐπὶ τὸ Ζεῦγμα, καὶ τέλος τῆς βασιλείας ἐγκρατὴς ἐγένετο.

   (Const. Exc. 3, pp. 200-201.)

[28]   Ὅτι κατὰ τὴν ἑκατοστὴν πεντηκοστὴν πέμπτην ὀλυμπιάδα πρέσβεις παρεγένοντο παρὰ Ἀριαράθου στέφανον κομίζοντες ἀπὸ χρυσῶν μυρίων καὶ διασαφοῦντες τὴν εὔνοιαν τοῦ βασιλέως ἣν ἔχει πρὸς Ῥωμαίους, ἔτι δὲ τὴν δι' ἐκείνους γενομένην ἀπόρρησιν τοῦ γάμου καὶ φιλίας πρὸς Δημήτριον. συνεπιμαρτυρούντων δὲ καὶ τῶν περὶ τὸν Γράκχον πρεσβευτῶν, ἡ σύγκλητος ἐπαινέσασα τὸν Ἀριαράθη τόν τε στέφανον ἐδέξατο καὶ τὰ μέγιστα τῶν παρ' αὐτοῖς νομιζομένων δώρων ἀπέστειλεν.

[29]

[1]    Ὅτι κατὰ τὸν αὐτὸν χρόνον συνεισήχθησαν καὶ οἱ παρὰ Δημητρίου πρέσβεις οἱ τὸν στέφανον κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ τοὺς αἰτίους τοῦ κατὰ τὸν Ὀκτάουιον φόνου δεσμίους ἀγαγόντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε πῶς χρηστέον ἦν τοῖς πράγμασιν. καὶ ἡ σύγκλητος τὸν μὲν στέφανον προσεδέξατο, τοὺς δὲ μετὰ τοῦ στεφάνου παραδιδομένους Ἰσοκράτη καὶ Λεπτίνην οὐκ ἐβουλήθη παραλαβεῖν.

   (Const. Exc. 1, p. 403.)

[30]   Ὅτι τοῦ Δημητρίου πρέσβεις ἀποστείλαντος εἰς Ῥωμαίους, ἀπόκρισιν ἔδωκεν αὐτῷ σκολιὰν καὶ δυσεύρετον, ὅτι τεύξεται τῶν φιλανθρώπων Δημήτριος, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. (Const. Exc. 4, p. 375.)

[31]   Ὅτι οἱ Ῥωμαῖοι καταπολεμήσαντες Περσέα τῶν μετασχόντων τοῦ πολέμου τοῖς Μακεδόσι τοὺς μὲν ἐκόλασαν, τοὺς δὲ ἀπήγαγον εἰς τὴν Ῥώμην. τῶν δὲ κατὰ τὴν Ἤπειρον λαβὼν ἐξουσίαν Χάροψ διὰ τὸ δοκεῖν εἶναι φιλορώμαιος τὸ μὲν πρῶτον ὀλίγα καὶ πεφεισμένως εἰς αὐτοὺς ἐξημάρτανεν· αἰεὶ δὲ προβαίνων τῇ παρανομίᾳ εἰς τέλος ἐλυμήνατο τὰ κατὰ τὴν Ἤπειρον. οὐ γὰρ διέλειπεν αἰτίας ψευδεῖς ἐπιφέρων τοῖς εὐπορωτάτοις, καὶ τοὺς μὲν φονεύων, τοὺς δὲ φυγαδεύων καὶ τὰς οὐσίας δημεύων οὐ μόνον τοὺς ἄνδρας ἠργυρολόγησεν, ἀλλὰ καὶ τὰς γυναῖκας διὰ τῆς μητρὸς Φιλώτας (πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον εἰς ὠμότητα καὶ παρανομίαν πλείονα ἢ κατὰ γυναῖκα), καὶ πολλοὺς εἰσήγαγεν εἰς τὸν δῆμον, καταιτιασάμενος φρονεῖν ἀλλότρια Ῥωμαίων. καὶ πάντων κατέγνωσαν θάνατον.

[32]   Ὅτι Ὀροφέρνης τὸν ἀδελφὸν Ἀριαράθην ἐκβαλὼν τῆς ἀρχῆς τοῦ μὲν νουνεχῶς ἕκαστα διοικεῖν καὶ ταῖς εὐεργεσίαις καὶ φιλανθρωπίαις ἐκκαλεῖσθαι τὰ πλήθη πρὸς εὔνοιαν πλεῖστον ὅσον ἀπέσχεν. ἀργυρολογῶν δὲ καὶ πολλοὺς ἐπαναιρούμενος πεντήκοντα μὲν ταλάντοις ἐστεφάνωσε Τιμόθεον, ἑβδομήκοντα δὲ ταλάντοις Δημήτριον τὸν βασιλέα, καὶ χωρὶς τούτων ἑξακόσια τάλαντα ... προσεπαγγειλάμενος καὶ τὰ λοιπὰ τετρακόσια δώσειν ἐν ἑτέρῳ καιρῷ. ὁρῶν δὲ τοὺς Καππάδοκας ἀλλοτρίως διακειμένους ἐνήρξατο πάντας ἀργυρολογεῖν καὶ τὰς οὐσίας τῶν ἐπιφανεστάτων εἰς τὸ βασιλικὸν ἀναλαμβάνειν. ἀθροίσας δὲ χρημάτων πλῆθος τετρακόσια τάλαντα παρέθετο Πριηνεῦσι πρὸς τὰ τῆς τύχης παράλογα· ἅπερ ὕστερον ἀπέδωκαν. (Const. Exc. 2 (1), p. 289.)

[32]   Ὅτι Εὐμένης ὁ βασιλεὺς ἐπὶ τῇ κατὰ τὸν Ἀριαράθην ἐκπτώσει βαρυνόμενος, καὶ διὰ τῆς ἰδίας ἀφορμῆς σπεύδων ἀμύνασθαι τὸν Δημήτριον, μετεπέμψατο μειρακίσκον τινὰ τὴν ὡραιότητα τῆς ὄψεως καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχοντα καθ' ὑπερβολὴν Ἀντιόχῳ τῷ πρότερον βεβασιλευκότι τῆς Συρίας. διέτριβε δ' οὗτος ἐν Σμύρνῃ διαβεβαιούμενος ἑαυτὸν Ἀντιόχου τοῦ βασιλέως υἱὸν εἶναι, καὶ παρὰ πολλοῖς πιστευόμενος διὰ τὴν ὁμοιότητα. ὡς δὲ παρεγένετο εἰς Πέργαμον, ἐκόσμησεν αὐτὸν διαδήματι καὶ τῇ λοιπῇ προσηκούσῃ βασιλέως περικοπῇ, καὶ πρός τινα τῶν Κιλίκων ἔπεμψεν ὄνομα Ζηνοφάνην. οὗτος δὲ ἔκ τινος αἰτίας προσκόψας μὲν τῷ Δημητρίῳ, συνεπιληφθεὶς δὲ ἔν τισι στενοχωρουμένοις καιροῖς ὑπ' Εὐμένους τοῦ τότε βασιλέως, κατὰ λόγον πρὸς ὃν μὲν ἀλλοτρίως διέκειτο, πρὸς ὃν δὲ φιλανθρώπως. εἰς δὲ χωρίον τῆς Κιλικίας δεξάμενος τὸν μειρακίσκον διεδίδου λόγους εἰς τὴν Συρίαν ὡς μέλλοντος ἐπὶ τὴν πατρῴαν ἀρχὴν κατιέναι τοῦ μειρακίσκου σὺν ἰδίῳ καιρῷ. οἱ δὲ κατὰ τὴν Συρίαν ὄχλοι ἐπὶ ταῖς τῶν προτέρων βασιλέων φιλανθρώποις ἐντεύξεσι βαρέως ἔφερον τοῦ Δημητρίου τὴν αὐστηρίαν καὶ τὸ τῶν ἐπιβολῶν δραστικόν. διόπερ οἰκεῖοι τῆς μεταβολῆς ὄντες μετέωροι ταῖς προσδοκωμέναις ἐλπίσιν ἦσαν, ὡς αὐτίκα μάλα μεταπεσουμένης τῆς ἐξουσίας εἰς ἕτερον ἐπιεικέστερον βασιλέα.

[33]   Ὅτι οἱ Ὀροφέρνου πρεσβευταὶ ἀπὸ Ῥώμης ἀνερχόμενοι καὶ κατὰ τὸν πλοῦν ἐπιβουλεύσαντες Ἀριαράθῃ περὶ Κόρκυραν αὐτοὶ προανῃρέθησαν ὑπὸ Ἀριαράθου. ὁμοίως δὲ καὶ περὶ Κόρινθον ἐπιβουλὴν κατ' αὐτοῦ συστησαμένων τῶν τοῦ Ὀροφέρνου, καὶ ταύτην παραδόξως διεκφυγὼν διεσώθη πρὸς τὸν Ἄτταλον εἰς τὸ Πέργαμον.

   (Const. Exc. 3, p. 201.)

[33]   Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ταχὺ διὰ τὸ μέγεθος τῆς στρατιᾶς συγκλείσας τὸν ἀδελφὸν εἰς πολιορκίαν καὶ πεῖραν πάσης ἀπορίας λαβεῖν ἀναγκάσας ἐπανελέσθαι μὲν αὐτὸν οὐκ ἐτόλμησεν, ἅμα μὲν διὰ τὴν χρηστότητα καὶ διὰ τὸ τῆς φύσεως συγγενές, ἅμα δὲ καὶ διὰ τὸν ἀπὸ Ῥωμαίων φόβον. συνεχώρησε δὲ αὐτῷ τὴν ἀσφάλειαν, καὶ συνθήκας ἐποιήσατο καθ' ἃς ἔδει Κυρήνην ἔχοντα τὸν νεώτερον εὐδοκεῖν καὶ σίτου πλῆθος τακτὸν λαμβάνειν κατ' ἐνιαυτόν. καὶ τὰ κατὰ τοὺς βασιλεῖς εἰς πολλὴν ἀλλοτριότητα καὶ κινδύνους ἀπηλπισμένους προαχθέντα παραδόξου καὶ φιλανθρώπου συλλύσεως ἔτυχε.

[34]   Ὅτι οἱ περὶ τὸν Ὀροφέρνην, ἐπὶ τὸ χεῖρον αὐτοῖς τῶν πραγμάτων προβαινόντων, ἔσπευδον ἀποδοῦναι τοὺς μισθούς, φοβούμενοι μὴ στασιάζειν ἐπιχειρήσωσιν. ἀπορούμενος δὲ τὸ παρὸν χρημάτων ἠναγκάσθη ἱεροσυλῆσαι τὸ τοῦ Διὸς ἱερόν, ὃ καθίδρυται μὲν ὑπὸ τὸ καλούμενον ὄρος Ἀριάδνης, ἄσυλον δ' ἦν ἐκ παλαιῶν χρόνων. τοῦτο μὲν ἐσύλησε καὶ τὰ προσοφειλόμενα τῶν ὀψωνίων ἀπέδωκεν.

[35]   Ὅτι Προυσίας ὁ Βιθυνῶν βασιλεὺς ἀποτυχὼν τῆς ἐπιβολῆς τῆς περὶ τὸν Ἄτταλον τὸ πρὸ τῆς πόλεως τέμενος τὸ καλούμενον Νικηφόριον διέφθειρεν καὶ τὸν νεὼν ἐλυμήνατο. ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ τῶν θεῶν ξόανα καὶ τὸ περιβόητον ἄγαλμα τοῦ Ἀσκληπιοῦ, δοκοῦν ἔργον εἶναι Φυρομάχου, περιττῶς κατεσκευασμένον, καὶ τὰ ἱερὰ πάντ' ἐσύλα. ἀνθ' ὧν αὐτῷ ταχὺ τὸ δαιμόνιον ἐπεσήμαινε· τῆς γὰρ δυνάμεως δυσεντερίᾳ περιπεσούσης οἱ πλεῖστοι τῶν στρατιωτῶν διεφθάρησαν. παραπλήσιον δέ τι συνέβη καὶ περὶ τὴν ναυτικὴν δύναμιν· τοῦ γὰρ στόλου χειμῶνι παραλόγῳ περιπεσόντος ἐν τῇ Προποντίδι συνέβη τῶν νηῶν πολλὰς μὲν αὐτοῖς τοῖς ἀνδράσιν ὑπὸ τῆς θαλάσσης καταποθῆναι, τινὰς δὲ πρὸς τὴν γῆν ἐκπεσόντας ναυαγῆσαι. καὶ τὰς πρώτας ἀμοιβὰς τῆς εἰς τὸ θεῖον ἀσεβείας τοιαύτας ἐκομίσατο.

   (Const. Exc. 2 (1), pp. 289-290.)

[36]   Ὅτι οἱ Ῥόδιοι ἔχοντες ἀγχίνοιαν καὶ προστασίαν, καὶ ταύτῃ χρώμενοι, διετέλουν καθαπερεί τινας ἑκουσίους φόρους λαμβάνοντες παρὰ τῶν βασιλέων. ἐπιδεξίοις γὰρ θωπεύμασι καὶ ψηφίσμασι τιμῶντες τοὺς ἐν ἐξουσίαις ὄντας, καὶ τοῦτο πράττοντες βεβαίως καὶ μετὰ πολλῆς προνοίας, πολλαπλασίους χάριτας κομίζονται καὶ δωρεὰς λαμβάνουσι παρὰ τῶν βασιλέων. παρὰ γὰρ Δημητρίου ἔλαβον πυρῶν δωρεὰν εἴκοσι μυριάδας μεδίμνων, κριθῆς δὲ δέκα, καὶ Εὐμένης προσοφείλων τρεῖς μυριάδας ἐτετελευτήκει· ἐπηγγείλατο δὲ καὶ τὸ θέατρον ὁ βασιλεὺς κατασκευάσειν ἐκ λίθου λευκοῦ. Ῥόδιοι μὲν οὖν κάλλιστα τῶν Ἑλλήνων πολιτευόμενοι πολλοὺς ἔσχον ἁμιλλωμένους τῶν δυναστῶν εἰς τὰς τῆς πόλεως εὐεργεσίας.

[37]   Καθόλου δὲ εἰς τοὺς ἀγῶνας ἐλθὼν ὥσπερ τὰ κίβδηλα τῶν νομισμάτων ἀλλοῖος ἐφάνη καὶ τὸν πόλεμον τοῖς ἰδίοις ἐλαττώμασιν ηὔξησεν.

[38]   Ὅτι οἱ Ῥόδιοι ἐδόκουν παραπλήσιόν τι πεπονθέναι ταῖς τῶν ἄρκτων κυνηγίαις. καὶ γὰρ ἐκεῖνα τὰ θηρία κατὰ τὸ μέγεθος καὶ τὴν ἀλκὴν δοκοῦντα εἶναι φοβερά, ἐπειδὰν αὐτοῖς προσβάλωσιν οἱ κυνηγοῦντες κυνίδια μικρά, ἐνεργὰ δὲ ταῖς ἀλκαῖς, ὑπὸ τούτων εὐχερέστατα τρέπονται. ἐχόντων γὰρ αὐτῶν τοὺς πόδας ἁπαλοὺς καὶ σαρκώδεις, ἐκ τῶν ὑποκάτω μερῶν δάκνοντα τὰς πτέρνας ἀναγκάζει καθίζειν, ἕως ἄν τις τῶν κυνηγετῶν βαλὼν ἐπιτύχῃ· διὰ γὰρ τὴν βραδυτῆτα καὶ δυσκινησίαν ἀδυνατεῖ †ψαῖραι τῆς τῶν κυνιδίων ἐλαφρότητος. καὶ οἱ Ῥόδιοι διαβεβοημένην ἔχοντες τὴν ἐν τοῖς ναυτικοῖς ἀγῶσιν ὑπεροχὴν ὑπὸ μυδίων καὶ τραγωδίων παντελῶς μικρῶν παραδόξως συγκυκλούμενοι πανταχόθεν εἰς δυσχρηστίαν ἐνέπιπτον τὴν μεγίστην.

[39]   Ὅτι ἐν τῇ Κελτιβηρίᾳ πόλις ἦν μικρὰ Βεγέδα καλουμένη, καὶ ταύτης μεγάλην ἐπίδοσιν λαβούσης ἐψηφίσαντο αὐτὴν μείζονα κατασκευάζειν. ἡ δὲ σύγκλητος ὑποπτεύσασα τὴν ἐπὶ πλεῖον αὐτῶν ἰσχὺν ἐξαπέστειλε τοὺς κωλύσοντας κατὰ τὰς συνθήκας, ἐν αἷς ἦν σὺν ἄλλοις πλείοσι γεγραμμένον μηδὲ κτίζειν πόλιν ἐξουσίαν ἔχειν Κελτίβηρας ἄνευ Ῥωμαίων. ἀπεκρίθη δέ τις τῶν πρεσβυτέρων ὄνομα Κάκυρος ὅτι κτίζειν μὲν αὐτοὺς αἱ συνθῆκαι κωλύουσιν, αὔξειν δὲ τὰς πατρίδας οὐκ ἀπαγορεύουσιν· αὑτοὺς δὲ μὴ κτίζειν μὴ γεγενημένην πόλιν, ἀλλὰ τὴν οὖσαν ἐπισκευάζειν· οὐδὲν δὲ παρὰ τὰς συνθήκας πράττειν οὐδὲ τὸ κοινὸν ἔθος πάντων ἀνθρώπων. καὶ τὰ μὲν ἄλλα πειθαρχεῖν Ῥωμαίοις καὶ συμμάχους εἶναι προθύμως, ὁπόταν αὐτοῖς χρεία γένηται, τῆς δὲ κατὰ τὴν πόλιν οἰκοδομίας κατ' οὐδένα δὴ τρόπον ἀποστήσεσθαι. τοῦ δὲ πλήθους ὁμοθυμαδὸν ἐπισημαινομένου τὴν γνώμην, οἱ πρεσβευταὶ τῇ συγκλήτῳ ταῦτα ἀπήγγειλαν· ἡ δὲ ἔλυσε τὰς συνθήκας καὶ πόλεμον ἐπήνεγκεν.

[40]   Ὅτι τοὺς Ἑλληνικοὺς πολέμους εἷς καιρὸς κρίνει, τοὺς δὲ Κελτιβηρικοὺς ἡ νὺξ κατὰ τὸ πλεῖστον διέλυσε, τῆς ἀκμῆς τῶν ἀνδρῶν καὶ τῆς ὁρμῆς ἔτι μενούσης, τὸν δὲ πόλεμον οὐδὲ χειμὼν διέλυσε. διὸ καὶ τὸν ὑπό τινων λεγόμενον πύρινον πόλεμον οὐκ ἂν ἕτερόν τις ἢ τοῦτον νοήσειεν.

   (Const. Exc. 4, pp. 375-377.)

[40]   Ὅτι τῷ Δημητρίῳ πάλιν ἐκ τῶν ὄχλων ἐπέστη περὶ τῆς βασιλείας κίνδυνος διὰ τὴν πρὸς αὐτὸν ἀλλοτριότητα. τῶν γὰρ μισθοφόρων τις Ἀνδρίσκος ὄνομα, τὴν δὲ ὄψιν καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχων Φιλίππῳ τῷ Περσέως υἱῷ, τὸ μὲν πρῶτον ὑπὸ τῶν γνωρίμων ἐσκώπτετο καὶ Περσέως υἱὸς ἀπεκαλεῖτο· ταχὺ δὲ παρὰ τοῖς πολλοῖς ὁ λόγος ἐπιστεύθη. τοῦ δὲ Ἀνδρίσκου κατὰ τὴν τῶν πολλῶν φημὴν ἀποτολμήσαντος, καὶ μὴ μόνον ἑαυτὸν Περσέως φάσκοντος υἱόν, ἀλλὰ καὶ πλαστὴν γένεσιν καὶ τροφὴν ἀποφαινομένου, καὶ μετὰ ὄχλου προσελθόντος τῷ Δημητρίῳ καὶ παρακαλοῦντος αὐτὸν καταγαγεῖν εἰς Μακεδονίαν ἐπὶ τὴν πατρῴαν βασιλείαν, τὸ μὲν πρῶτον ὁ Δημήτριος ἔσχεν ὡς περὶ μωροῦ. τοῦ δὲ πλήθους ἀθροισθέντος, καὶ πολλῶν λεγόντων δεῖν ἢ κατάγειν τὸν Ἀνδρίσκον ἢ παραχωρεῖν τῆς ἀρχῆς τὸν Δημήτριον, εἰ μήτε δύναται μήτε βούλεται βασιλεύειν, φοβηθεὶς τὴν τῶν ὄχλων ὀξύτητα νυκτὸς συνέλαβε τὸν Ἀνδρίσκον καὶ παραχρῆμα εἰς τὴν Ῥώμην ἀπέστειλε, διασαφῶν τὰ λεγόμενα περὶ αὐτοῦ τῇ συγκλήτῳ.

   (Const. Exc. 3, pp. 201-202.)

[41]   Ὅτι οἱ Κελτίβηρες μετὰ τὴν νίκην οὐκ ἀφρόνως προνοούμενοι τοῦ μέλλοντος πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν ὕπατον περὶ διαλύσεως. ὁ δὲ ἀναγκαῖον ἡγούμενος τηρεῖν τὸ τῆς πατρίδος μεγαλόψυχον ἀπεκρίθη τούτοις ἢ διδόναι περὶ πάντων ἐπιτροπὴν Ῥωμαίοις ἢ πράττειν ἐνεργῶς τὰ τοῦ πολέμου. (Const. Exc. 1, pp. 403-404.)

[42]   Ὅτι τοὺς Ἴβηρας καὶ Λυσιτανοὺς ὀνομάζει. φησὶ γὰρ ὡς Μέμμιος ἑξαπέλεκυς στρατηγὸς εἰς τὴν Ἰβηρίαν ἐξαπέσταλτο μετὰ δυνάμεως, οἱ δὲ Λυσιτανοὶ συστραφέντες πρὸς αὐτὸν καὶ λαβόντες ἀπαράσκευον ἐκ κατάπλου, μάχῃ τε ἐνίκησαν καὶ τὸ πλεῖστον τοῦ στρατοῦ διέφθειραν. περιβοήτου δὲ γενομένης τῆς τῶν Ἰβήρων εὐημερίας, οἱ μὲν Ἀρουακοί, νομίσαντες πολὺ κρείττους εἶναι τῶν Ἰβήρων, κατεφρόνησαν τῶν πολεμίων, καὶ τὸ πλῆθος τὸ κατὰ τὴν ἐκκλησίαν διὰ ταύτην μάλιστα τὴν αἰτίαν εἵλετο τὸν πρὸς Ῥωμαίους πόλεμον.

   (Photius, Bibl. p. 383 B.)

[43]   Ὅτι ὁ τῶν Ῥοδίων δῆμος ἐπηρμένος μὲν τῷ θυμῷ πρὸς τὴν εἰς τὸν πόλεμον ὁρμὴν καὶ παρασκευήν, ἀποπίπτων δὲ ἐν ταῖς ἐπιβολαῖς, εἰς παραλόγους ἐννοίας ἐνέπιπτε καὶ παραπλησίους τοῖς ἐν ταῖς μακραῖς νόσοις δυσποτμοῦσιν. ἐκεῖνοί τε γὰρ ὅταν ταῖς παρὰ τῶν ἰατρῶν θεραπείαις ὑπακούσαντες μηδὲν βέλτιον ἀπαλλάττωσι, καταφεύγουσιν ἐπὶ τοὺς θύτας καὶ μάντεις, ἔνιοι δὲ προσδέχονται τὰς ἐπῳδὰς καὶ παντοδαπὰ γένη περιάπτων, καὶ οἱ Ῥόδιοι παραλόγως ἐν πάσαις ταῖς ἐπιβολαῖς ἀποπίπτοντες εἰς τὰς ἀπὸ τῶν καταφρονουμένων βοηθείας κατέφευγον καὶ τοιαῦτ' ἔπραττον ἐξ ὧν καταγέλαστοι παρὰ τοῖς ἄλλοις ἔμελλον ὑποληφθήσεσθαι.

[44]   Ὅτι οὐχ ἡ κατασκευὴ καὶ τὸ μέγεθος τῶν νηῶν, ἀλλ' ἡ τόλμα καὶ τῶν ἀνδραγαθούντων ἐπιβατῶν αἱ χεῖρες καταγωνίζονται.

   (Const. Exc. 4, p. 377.)

[45]   Ὅτι οἱ Κρῆτες καταπλεύσαντες εἰς Σίφνον προσέβαλον τῇ πόλει καὶ τὰ μὲν καταπληξάμενοι τὰ δὲ ἐξαπατήσαντες παρεδέχθησαν ἐντὸς τῶν τειχῶν· δόντες δὲ πίστιν ὥστε μηδὲν ἀδικήσειν, χρώμενοι δὲ τῇ συνήθει τοῖς Κρησὶν ἀθεσίᾳ τήν τε πόλιν ἐξηνδραποδίσαντο καὶ τοὺς τῶν θεῶν ναοὺς συλήσαντες εἰς Κρήτην ... κατάγομοι ταῖς ὠφελείαις ὄντες. ταχὺ δὲ τῆς παρανομίας αὐτοῖς τὸ θεῖον ἐπέθηκε τὴν δίκην, παραδόξως τὴν ἀσέβειαν αὐτῶν ἐπισημηναμένου τοῦ δαιμονίου. συναναγκασθέντες γὰρ ὑπὸ τῶν πολεμίων νυκτὸς ποιήσασθαι τὸν ἔκπλουν διὰ τὸ δεδιέναι τὰ μεγέθη τῶν σκαφῶν, μεγάλου πνεύματος ἐπιρράξαντος οἱ πλεῖστοι μὲν ὑποβρύχιοι κατεπόθησαν ὑπὸ τῆς θαλάσσης, τινὲς δὲ ταῖς πρὸς τῇ γῇ πέτραις προσραχθέντες ἀπώλοντο, παντελῶς δὲ ὀλίγοι διεσώθησαν οἱ τῆς κατὰ τοὺς Σιφνίους ἀθεσίας μὴ μετασχόντες. (Const. Exc. 2 (1), pp. 290-291.)

[1]  

FRAGMENTA LIBRI XXXII

[1]   Ὅτι Καρχηδόνιοι πολεμήσαντες πρὸς Μασανάσσην ἔδοξαν καταλελυκέναι τὰς πρὸς Ῥωμαίους συνθήκας. πρεσβευσάντων δὲ αὐτῶν, ἀπόκρισιν ἔδωκαν εἰδέναι ὃ δεῖ γενέσθαι. ἀσαφῆ δὲ τὴν ἀπόκρισιν οἱ Καρχηδόνιοι λαβόντες ἐν μεγάλῃ ταραχῇ ὑπῆρχον.

[2]   Ὅτι οἱ τὰς ἡγεμονίας περιποιήσασθαι βουλόμενοι κτῶνται μὲν αὐτὰς ἀνδρείᾳ καὶ συνέσει, πρὸς αὔξησιν δὲ μεγάλην ἄγουσιν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, ἀσφαλίζονται δὲ φόβῳ καὶ καταπλήξει· τούτων δὲ τὰς ἀποδείξεις λάβοις ἂν ταῖς πάλαι ποτὲ συσταθείσαις δυναστείαις ἐπιστήσας τὸν νοῦν καὶ τῇ μετὰ ταῦτα γενομένῃ Ῥωμαίων ἡγεμονίᾳ.

[3]   Ὅτι τῶν πρεσβευτῶν τῶν Καρχηδονίων τοὺς αἰτίους τοῦ πολέμου τοῦ πρὸς Μασανάσσην κεκολακέναι ἀποφαινομένων, τῶν ἐκ τοῦ συνεδρίου τινὸς ἀναφωνήσαντος, Καὶ πῶς οὐ παρ' αὐτὸν τὸν καιρὸν κατεδικάσθησαν οἱ τῆς διαφορᾶς αἴτιοι γεγονότες, ἀλλὰ μετὰ τὴν κατάλυσιν τοῦ πολέμου; οἱ τῶν Καρχηδονίων πρέσβεις ἀπεσιώπησαν, οὐκ ἔχοντες δίκαιον οὐδὲ εὔλογον ἀπόφασιν. ἡ δὲ σύγκλητος ἀπόφασιν ἔδωκε δυστράπελον καὶ δυσκατανόητον· ἐδογμάτισε γὰρ γινώσκειν τοὺς Ῥωμαίους ὃ δεῖ πράττειν αὐτούς.

   (Const. Exc. 4, p. 378.)

[4]   Ὅτι Φίλιππος ὁ Ἀμύντου δουλεύουσαν Ἰλλυριοῖς τὴν ἡγεμονίαν παραλαβών, τοῖς ὅπλοις ἅμα καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀγχινοίᾳ τὴν βασιλείαν ἀνεκτήσατο, ταύτην δὲ μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασεν, ἐπιεικῶς προσφερόμενος τοῖς κρατηθεῖσιν. Ἀθηναίους γὰρ ἀμφισβητοῦντας τῆς ἡγεμονίας νικήσας ἐπιφανεῖ μάχῃ, τοὺς μὲν τετελευτηκότας τῶν ἡττημένων ἀτάφους ἀπολελειμμένους μετὰ πολλῆς ἐπιμελείας ἐκήδευσε, τοὺς δὲ ἁλόντας ὑπὲρ δισχιλίους ὄντας τὸν ἀριθμὸν ἄνευ λύτρων ἀπέλυσεν εἰς τὴν ἰδίαν [2] πατρίδα. τοιγαροῦν οἱ περὶ τῆς ἡγεμονίας διὰ τῶν ὅπλων ἀγωνισάμενοι διὰ τὴν εἰς αὐτοὺς ἐπιείκειαν ἑκουσίως ἐξεχώρησαν τῆς τῶν Ἑλλήνων ἀρχῆς, ὁ δὲ διὰ πολλῶν ἀγώνων καὶ κινδύνων μὴ δυνάμενος τυχεῖν τῆς ἀρχῆς διὰ μιᾶς φιλανθρωπίας ἔλαβε παρὰ τῶν πολεμίων ἐθελοντὴν τὴν τῆς Ἑλλάδος ἡγεμονίαν, καὶ τὴν τελευταίαν τῆς βασιλείας παραμονὴν τῷ φόβῳ κατέσχε, κατασκάψας πόλιν [3] μυρίανδρον τὴν Ὄλυνθον. ὁμοίως δὲ τούτῳ καὶ ὁ υἱὸς Ἀλέξανδρος Θήβας μὲν ἁρπάσας τῇ ταύτης τῆς πόλεως ἀπωλείᾳ τοὺς πρὸς νεωτερισμὸν ὁρμωμένους Ἀθηναίους καὶ Λακεδαιμονίους τῆς ἀποστάσεως ἀπέτρεψεν, ἐν δὲ τοῖς πρὸς τοὺς Πέρσας πολέμοις ἐπιεικέστατα χρώμενος τοῖς αἰχμαλώτοις οὐ μόνον ἀνδρείᾳ ἀλλὰ καὶ ἡμερότητι περιβοήτῳ τοὺς κατὰ τὴν Ἀσίαν οἰκοῦντας ἐπιθυμητὰς ἔσχε τῆς ἰδίας ἀρχῆς.

[4]    Ἐν δὲ τοῖς νεωτέροις χρόνοις Ῥωμαῖοι τῆς τῶν ὅλων ἡγεμονίας ὀρεχθέντες συνεστήσαντο μὲν αὐτὴν διὰ τῆς τῶν ὅπλων ἀνδρείας, πρὸς αὔξησιν δὲ μεγίστην ἤγαγον ἐπιεικέστατα χρώμενοι τοῖς καταπολεμηθεῖσιν. τοσοῦτον γὰρ ἀπέσχον τῆς κατὰ τῶν ὑποπεπτωκότων ὠμότητος καὶ τιμωρίας ὥστε δοκεῖν μὴ ὡς πολεμίοις ἀλλ' ὡς εὐεργέταις καὶ φίλοις προσφέρεσθαι. οἱ μὲν γὰρ κρατηθέντες προσεδόκων τῆς ἐσχάτης τεύξεσθαι τιμωρίας ὡς πολέμιοι γεγονότες, οἱ δὲ κρατοῦντες ὑπερβολὴν ἐπιεικείας ἑτέροις οὐ κατέλειπον. οἷς μὲν γὰρ πολιτείας μετέδοσαν, οἷς δὲ ἐπιγαμίας συνεχώρησαν, τισὶ δὲ τὴν αὐτονομίαν ἀπέδοσαν, οὐδενὶ [5] μνησικακήσαντες πικρότερον τοῦ δέοντος. τοιγαροῦν διὰ τὴν ὑπερβολὴν τῆς ἡμερότητος οἵ τε βασιλεῖς καὶ αἱ πόλεις καὶ συλλήβδην τὰ ἔθνη πρὸς τὴν Ῥωμαίων ἡγεμονίαν ηὐτομόλησαν. οὗτοι δὲ σχεδὸν τὴν ἀρχὴν πάσης τῆς οἰκουμένης ἔχοντες ταύτην ἠσφαλίσαντο φόβῳ καὶ τῇ τῶν ἐπιφανεστάτων πόλεων ἀπωλείᾳ. Κόρινθον γὰρ κατέσκαψαν καὶ τοὺς κατὰ τὴν Μακεδονίαν ἐρριζοτόμησαν, οἷον τὸν Περσέα, καὶ Καρχηδόνα κατέσκαψαν καὶ ἐν Κελτιβηρίᾳ τὴν Νομαντίαν, καὶ πολλοὺς κατεπλήξαντο.

[5]

[1]  Ὅτι σφόδρα οἱ Ῥωμαῖοι φιλοτιμοῦνται δικαίους ἐνίστασθαι τοὺς πολέμους καὶ μηδὲν εἰκῇ καὶ προπετῶς περὶ τῶν τοιούτων ψηφίζεσθαι.

   (Const. Exc. 2 (1), pp. 291-292.)

[6]   Ὅτι τῶν Ῥωμαίων στρατευσάντων πρὸς Καρχηδονίους, οἱ Καρχηδόνιοι πυθόμενοι τὸν εἰς τὸ Λιλύβαιον κατάπλουν καὶ πρὸς τὸν πόλεμον οὐδαμῶς καταβαίνοντες πρεσβευτὰς ἐξέπεμψαν εἰς Ῥώμην, οἳ ἐνεχείρισαν τοῖς Ῥωμαίοις ἑαυτούς τε καὶ τῆς πατρίδος τὰ πράγματα. ἡ δὲ σύγκλητος δεξαμένη τὴν παράδοσιν τῆς χώρας ἔδωκεν ἀπόκρισιν, ἐπεὶ καλῶς βουλεύονται Καρχηδόνιοι, δίδωσιν αὐτοῖς ἡ σύγκλητος νόμους, χώραν, ἱερά, τάφους, ἐλευθερίαν, ὕπαρξιν, οὐδαμοῦ προστιθεῖσα πόλιν τὴν Καρχηδόνα, παρακρύπτουσα δὲ τὴν ταύτης ἀναίρεσιν. τεύξεσθαι δὲ τούτων τῶν φιλανθρωπιῶν, ἐὰν ὁμήρους δῶσι τριακοσίους υἱοὺς τῶν συγκλητικῶν καὶ πείθωνται τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις.

[2] οἱ δὲ νομίσαντες ἀπολελύσθαι τοῦ πολέμου τοὺς ὁμήρους ἐξέπεμψαν μετὰ πολλῆς οἰμωγῆς. εἶτα ἦλθον εἰς Ἰτύκην. οἱ δὲ πάλιν πρεσβευτὰς ἐξέπεμψαν τοὺς πευσομένους εἴ τι ἕτερον αὐτοῖς οἱ Ῥωμαῖοι ποιεῖν κελεύουσι. τῶν δὲ ὑπάτων εἰπόντων παραδοῦναι τὰ ὅπλα ἀδόλως καὶ τοὺς καταπέλτας, οἱ δὲ τὸ μὲν πρῶτον διὰ τὸν πρὸς Ἀσδρούβαν πόλεμον βαρέως ἔφερον· παρέλαβον δὲ ὅπλων παντοδαπῶν εἴκοσι μυριάδας καὶ καταπέλτας δισχιλίους. εἶτα πάλιν οἱ Ῥωμαῖοι διεπέμψαντο πρὸς Καρχηδονίους ἀποστεῖλαί τινας ἐκ τῆς γερουσίας κελεύοντες, οἷς τὸ καταλειπόμενον πρόσταγμα [3] διασαφήσουσιν. οἱ δὲ τριάκοντα τῶν ἐπιφανεστάτων ἀπέστειλαν. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων Μανίλιος εἶπεν ὅτι τῇ συγκλήτῳ δέδοκται ἣν μὲν νῦν οἰκοῦσι πόλιν ἐκλιπεῖν, ἑτέραν δὲ κτίσαι τῆς θαλάσσης ἀπέχουσαν σταδίους ὀγδοήκοντα. τῶν δὲ πρεσβευτῶν εἰς οἶκτον καὶ ἔλεον τραπέντων, καὶ πάντων ῥιψάντων ἑαυτοὺς ἐπὶ τὴν γῆν καὶ πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπὴ μεγάλη τὸ συνέδριον ἐπέσχεν. μόγις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων, μόνος ὁ Βλάννων καλούμενος οἰκείαν τῆς περιστάσεως φωνὴν προέμενος διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος, εἴς τε οἶκτον προαγόμενος τοὺς ἀκούοντας.

[4]    Ὅτι οἱ Ῥωμαῖοι ἀμετάθετοι ταῖς γνώμαις ὄντες πρὸς τὴν κατάλυσιν τῆς Καρχηδόνος προσέταξαν ἀπιέναι ταχέως εἰς τὴν Καρχηδόνα καὶ τὰ δεδογμένα τοῖς πολίταις ἀπαγγέλλειν. τῶν δὲ πρέσβεών τινες μὲν ἀπογνόντες τὴν εἰς τὴν πατρίδα πορείαν ἔφυγον οἷ ποτ' οὖν ἕκαστος ἐδύνατο, οἱ δὲ λοιποὶ τὴν ἐπάνοδον ἑλόμενοι ἐπανῆλθον τὴν ὀλέθριον πρεσβείαν τετελεκότες. τῶν δὲ ὄχλων ὑπαπαντώντων, τούτοις μὲν οὐδὲν ἐλάλουν, τὰς δὲ ἑαυτῶν κεφαλὰς τύπτοντες καὶ τὰς χεῖρας ἐπανατείνοντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι προῆγον εἰς τὴν ἀγοράν, καὶ τῇ γερουσίᾳ ἀπήγγειλαν τὰ προστεταγμένα.

   (Const. Exc. 1, pp. 404-405.)

[7]

[1]    Ὅτι Σκιπίων ὁ Ἀφρικανὸς κληθεὶς ὕστερον, τότε δὲ χιλίαρχος ὤν, τῶν ἄλλων τοὺς εἰς ὁμολογίαν καὶ ὅρκους καταντήσαντας παρασπονδούντων καὶ τὴν δοθεῖσαν πίστιν ἀθετούντων, οὗτος τοὐναντίον μάλιστα τὰς δοθείσας πίστεις τοῖς πολιορκουμένοις ἐτήρει καὶ τοῖς ἑαυτοὺς ἐγχειρίζουσιν ἐπιεικῶς προσεφέρετο. διὸ καὶ τῆς περὶ αὐτοῦ φήμης δικαίας διαδιδομένης κατὰ τὴν Λιβύην, οὐθεὶς τῶν πολιορκουμένων ἐνεπίστευεν αὑτόν, εἰ μὴ Σκιπίωνι συντίθοιτο τὰς ὁμολογίας.

[8]   Ὅτι κατὰ τὴν μάχην τριῶν Ῥωμαίων πεσόντων καὶ τούτων ἀτάφων γεγονότων, πάντες χαλεπῶς ἔφερον ἐπὶ τῇ τῶν ἀνδρῶν ἀπωλείᾳ τε καὶ στερήσει τῆς ταφῆς. ὁ δὲ Σκιπίων συγχωρήσαντος τοῦ ὑπάτου διὰ γραμμάτων παρεκάλεσε τὸν Ἀσδρούβαν θάψαι τοὺς ἄνδρας. οὗ ποιήσαντος τὸ παρακληθὲν καὶ μετὰ μεγάλης τιμῆς κηδεύσαντος τοὺς ἄνδρας καὶ τὰ ὀστέα πέμψαντος πρὸς τὸν ὕπατον, ὁ Σκιπίων προέκοπτε τῇ δόξῃ, ὡς ἂν καὶ παρὰ τοῖς πολεμίοις μεγάλης τυγχάνων ἀποδοχῆς.

   (Const. Exc. 2 (1), p. 292.)

[9]   Ὅτι αἱ γυναῖκες τῶν Καρχηδονίων προσέφερον χρυσοῦς κόσμους· ἐσχάτης γὰρ οὔσης τῆς τοῦ βίου περιγραφῆς, ἅπαντες οὐκ ἀπολλύναι τὰ χρήματα διελάμβανον, ἀλλὰ διὰ τῆς τούτων δόσεως ἔκρινον ἐπανορθοῦσθαι τὴν ἑαυτῶν σωτηρίαν.

   (Const. Exc. 4, p. 378.)

[13]   [Τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι· περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν.] (Diod. 3. 44. 8.)

[14]   Ὅτι τὸ τεῖχος τῶν Καρχηδονίων τῆς πόλεώς φησιν ὕψος μὲν εἶναι πηχῶν τεσσαράκοντα, πλάτος δὲ εἰκοσιδύο· ὅμως καὶ τοιούτων ὄντων αἱ Ῥωμαίων μηχαναὶ καὶ τὰ κατὰ πόλεμον ἀνδραγαθήματα κρείττους ὤφθησαν τῆς ἐκείνων ἀσφαλείας, καὶ ἑάλω ἡ πόλις καὶ κατηρειπώθη.

   (Photius, Bibl. p. 383 B.)

[15]   [Περὶ αὐτοῦ πάλιν ἄλλως ἡ διήγησις.] Δημητρίου τοῦ βασιλέως ἀναπέμψαντος εἰς τὴν Ῥώμην νεανίσκον τινὰ ὡς Περσέως υἱὸν ὄνομα Ἀνδρίσκον, τοῦτον ἡ σύγκλητος οἰκεῖν προσέταξεν ἔν τινι πόλει τῶν κατὰ τὴν Ἰταλίαν. ὁ δὲ μετά [2] τινα χρόνον διαδρὰς ἀπῆρεν εἰς Μίλητον. ἐν ταύτῃ δὲ διατρίβων ἐλογοποίει περὶ ἑαυτοῦ Περσέως ἑαυτὸν ἀποφαινόμενος ὑπάρχειν υἱόν. ἔφη δ' ἑαυτὸν νήπιον ὄντα δεδόσθαι ...τῳ τῷ Κρητὶ πρὸς ἀνατροφήν, ὑπὸ δὲ τοῦ Κρητὸς αὐτῷ πινακίδιον κατεσφραγισμένον ἀναδεδόσθαι, δι' οὗ τὸν Περσέα διασαφεῖν αὐτῷ θησαυροὺς εἶναι κειμένους δύο, τὸν μὲν ἕνα ἐν Ἀμφιπόλει κείμενον ὑπὸ τὴν ὁδὸν †ὀργυαῖον τὸ βάθος ὄντα δέκα, ἔξοντα δὲ ἀργυρίου τάλαντα ἑκατὸν καὶ πεντήκοντα, τὸν δὲ ἕτερον ἐν Θεσσαλονίκῃ, ταλάντων ἑβδομήκοντα, κατὰ μέσην τὴν ἐξέδραν τὴν ἐν τῷ περιστύλῳ κατὰ [3] τὴν αὐλήν. πολλῶν δὲ αὐτῷ προσεχόντων, ἦλθεν ὁ λόγος ἐπὶ τοὺς ἄρχοντας τῶν Μιλησίων, οἳ συλλαβόντες αὐτὸν εἰς φυλακὴν ἀπέθεντο. καί τινων πρέσβεων παρεπιδημούντων, προσανήνεγκαν αὐτοῖς συμβουλευόμενοι τί χρὴ πρᾶξαι. οἱ δὲ ἐγγελάσαντες ἐκέλευον ἀφεῖναι τὸν ἄνθρωπον [4] πλανᾶσθαι. ὁ δὲ λαβὼν τὴν ἄφεσιν ἐφιλοτιμήθη τὴν τοῦ δράματος συντέλειαν πρὸς τέλος ἀγαγεῖν. ἀεὶ δὲ λαμπρότερον εἰς τὴν βασιλικὴν εὐγένειαν διατιθέμενος ἐξηπάτησεν πολλούς, καὶ αὐτοὺς [5] Μακεδόνας. ἔχων δὲ συνεργὸν Νικόλαόν τινα ψάλτην, Μακεδόνα τὸ γένος, ἐπύθετο παρ' αὐτοῦ παλλακίδα γεγενημένην Περσέως τοῦ βασιλέως ὄνομα Καλλίππαν συνοικεῖν Ἀθηναίῳ τῷ Περγαμηνῷ. πρὸς ταύτην οὖν διελθὼν καὶ τραγῳδήσας τὴν ἑαυτοῦ πρὸς Περσέα συγγένειαν εὐπόρησε παρ' αὐτῆς ἐφόδια καὶ στολὴν βασιλικὴν καὶ διάδημα καὶ δύο παῖδας πρὸς τὰς χρείας εὐθέτους· ἤκουσε δ' αὐτῆς ὅτι καὶ Τήρης ὁ βασιλεὺς τῶν Θρᾳκῶν ἔχει γυναῖκα Φιλίππου τοῦ βεβασιλευκότος θυγατέρα.

[6] ἀπὸ δὲ τούτων τῶν ἀφορμῶν μετεωρισθεὶς προῆγεν εἰς Θρᾴκην. ἐν παρόδῳ δὲ καταντήσας εἰς Βυζάντιον ἐτιμήθη· καὶ ταύτης τῆς ἀφροσύνης ἔδωκαν δίκας τοῖς Ῥωμαίοις οἱ Βυζάντιοι. πλειόνων δὲ πρὸς αὐτὸν συρρεόντων, ἧκεν εἰς Θρᾴκην πρὸς Τήρην. ὁ δὲ τοῦτον τιμήσας ἔδωκεν αὐτῷ στρατιώτας ἑκατὸν καὶ διάδημα περιέθηκεν.

[7] διὰ δὲ τούτου καὶ τοῖς ἄλλοις δυνάσταις συσταθεὶς ἔλαβε παρ' αὐτῶν ἄλλους ἑκατόν, καὶ πορευθεὶς πρὸς Βαρσαβὰν τὸν Θρᾳκῶν βασιλέα ἔπεισεν αὐτὸν συγκοινωνῆσαι τῆς στρατείας καὶ καταγαγεῖν αὐτὸν εἰς Μακεδονίαν, ἀμφισβητῶν τῆς τῶν Μακεδόνων βασιλείας ὡς οὔσης πατρῴας. ὑπὸ δὲ Μακεδονικοῦ καταπολεμηθεὶς ὁ Ψευδοφίλιππος ἔφυγεν εἰς Θρᾴκην ... τέλος ἐγκρατὴς ἐγένετο τῶν κατὰ Μακεδονίαν πόλεων. (Const. Exc. 3, pp. 202-203.)

[16]

[1]    Ὅτι Μασανάσσης ὁ Λιβύων βεβασιλευκὼς καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τετηρηκὼς ἐνενήκοντα μὲν ἐβίω ἔτη ἐν δυνάμει, παῖδας δέκα ἐν τῷ ἀπαλλάττεσθαι καταλιπών, οὓς καὶ Ῥωμαίοις ἐπιτροπεύεσθαι παρεκατέθετο. ἦν δὲ καὶ κατὰ τὴν τοῦ σώματος εὐτονίαν διαφέρων καὶ καρτερίᾳ καὶ πόνοις συνήθης ἐκ παιδός· ὅς γε στὰς ἐν τοῖς ἴχνεσιν ὅλην τὴν ἡμέραν ἀκίνητος ἔμενε, καθεζόμενος δὲ οὐκ ἠγείρετο, μέχρι νυκτὸς ἐνημερεύων ταῖς τῶν πόνων μελέταις, ἐπὶ δὲ τὸν ἵππον ἐπιβαίνων συνεχῶς ἡμέραν καὶ νύκτα καὶ ταῖς ἱππασίαις χρώμενος οὐκ ἐξελύετο. σημεῖον δὲ τῆς περὶ αὐτὸν εὐεξίας τε καὶ δυνάμεως μέγιστον· ἐνενήκοντα γὰρ σχεδὸν ἔχων ἔτη υἱὸν εἶχε τετραετῆ διαφέροντα τῇ τοῦ σώματος ῥώμῃ. ἐν δὲ ταῖς τῶν ἀγρῶν ἐπιμελείαις τοσοῦτον διήνεγκεν ὡς ἑκάστῳ τῶν υἱῶν ἀπολιπεῖν ἀγρὸν μυριόπλεθρον, κεκοσμημένον πάσαις ταῖς κατασκευαῖς. ἐβασίλευσε δ' ἐπιφανῶς ἔτη ἑξήκοντα. (Photius, Bibl. p. 383 B.)

[17]   Ὅτι ὁ Σκιπίων εἰς λόγους συνελθὼν τῷ Φαμέᾳ καὶ μεγάλας αὐτῷ προτείνων ἐλπίδας ἔπεισεν ἀποστῆναι τῶν Καρχηδονίων μεθ' ἱππέων χιλίων καὶ διακοσίων. (Const. Exc. 3, p. 203.)

[17]   Ὅτι ὁ Ψευδοφίλιππος περιβοήτῳ μάχῃ νικήσας Ῥωμαίους ἐξετράπη πρὸς ὠμότητα καὶ παρανομίαν τυραννικήν. πολλοὺς μὲν γὰρ τῶν εὐπόρων ἀνεῖλεν, ἐπιρρίψας αἰτίας διαβολῆς ψευδοῦς, οὐκ ὀλίγους δὲ τῶν φίλων ἐμιαιφόνησεν. ἦν γὰρ φύσει θηριώδης καὶ φονικὸς καὶ κατὰ τὰς ἐντεύξεις ὑπερήφανος, ἔτι δὲ πλεονεξίας καὶ πάσης κακίας ἀνάπλεως. (Const. Exc. 2 (1), p. 293.)

[2]    Ὅτι Κάτων Μάρκος Πόρκιος, ἀποδοχῆς τυγχάνων μεγάλης ἐπὶ συνέσει, ἐρωτηθεὶς ὑπό τινος τί πράττει ὁ Σκιπίων κατὰ τὴν Λιβύην εἶπεν,

   οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. ὁ δὲ δῆμος τηλικαύτην εὔνοιαν ἔσχε πρὸς τὸν ἄνδρα τοῦτον ὥστε ὕπατον αὐτὸν γενέσθαι.

   (Const. Exc. 4, p. 378.)

[3]    Ὅτι ὁ δῆμος τηλικαύτην εὔνοιαν ἔσχε πρὸς τὸν Σκιπίωνα ὥστε μήτε τῆς ἡλικίας συγχωρούσης μήτε τῶν νόμων ἐπιτρεπόντων μεγάλην εἰσφέρεσθαι σπουδὴν εἰς τὸ τὴν ὕπατον ἀρχὴν αὐτῷ περιθεῖναι.

   (Const. Exc. 2 (1), p. 293.)

[18]

[1]    Ὅτι ὁ Ψευδοφίλιππος Τελεστὴν προεχειρίσατο στρατηγόν. ὁ δὲ ταῖς ἀπὸ τῶν Ῥωμαίων ἐλπίσι ψυχαγωγούμενος ἀπέστη μετὰ τῶν ἱππέων καὶ πρὸς Καικίλιον ἀπεχώρησεν. ὁ δὲ Ψευδοφίλιππος ἐπὶ τοῖς πραχθεῖσιν ἀγανακτήσας τήν τε γυναῖκα καὶ τὰ τέκνα τοῦ Τελεστοῦ συλλαβὼν ἐτιμωρήσατο. (Const. Exc. 3, p. 203.)

[17]

[2]    Ὅτι ἡ τύχη πᾶν καθάπερ ἐπίτηδες ἀγωνοθετοῦσα τὰς συμμαχίας ἐναλλὰξ τοῖς διαπολεμοῦσι παρείχετο. (Const. Exc. 4, p. 378.)

[18]

[1]    Ὅτι ὁ τῶν Ῥωμαίων ὕπατος Καλπούρνιος δι' ὁμολογίας τινὰς τῶν πόλεων εἰληφὼς κατέσκαψεν, οὐδὲν τῆς πίστεως φροντίσας. διόπερ ἐν ταῖς ἐπιβολαῖς ἀπιστούμενος ἀπετύγχανεν, ὥσπερ δαιμονίου τινὸς ἀντιπράττοντος. εἰς πολλὰς γὰρ ἐπιβολὰς ... δυσεπιτεύκτους ἔσχε τὰς πράξεις.

[19]   Ὅτι ὁ Προυσίας ὁ βασιλεὺς τήν τε ὄψιν ὢν εἰδεχθὴς καὶ τὸ σῶμα διὰ τὴν τρυφὴν ἔχων γυναικεῖον ὑπὸ τῶν Βιθυνῶν ἐμισεῖτο.

   (Const. Exc. 2 (1), p. 293.)

[20]   Ὅτι ἡ σύγκλητος πρεσβευτὰς ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν τοὺς καταλύσοντας τὸν πόλεμον Νικομήδους καὶ Προυσίου τοῦ ἰδίου πατρός, καὶ εἵλετο ἄνδρας εἰς τὴν πρεσβείαν Λικίννιον ποδαγρικὸν καὶ Μαγκῖνον, ὃς κατατετρημένος ἦν τὴν κεφαλὴν κεραμῖδος ἐπιπεσούσης καὶ τὸ πλεῖον μέρος τῶν ὀστῶν ἐξῃρημένος, καὶ Λεύκιον παντελῶς ἀναίσθητον. ὁ δὲ Κάτων ἀφηγούμενος τοῦ συνεδρίου καὶ συνέσει διαφέρων εἶπεν ἐν τῇ συγκλήτῳ διότι πρεσβείαν ἀποστέλλομεν οὔτε πόδας οὔτε κεφαλὴν οὔτε καρδίαν ἔχουσαν. οὗτος μὲν οὖν τὴν εὐστοχίαν περιβόητον ἔσχε κατὰ τὴν πόλιν.

   (Const. Exc. 4, p. 379.)

[21]   Ὅτι Νικομήδης Προυσίαν τὸν ἑαυτοῦ πατέρα καταπολεμήσας, καὶ καταφυγόντα εἰς τὸ τοῦ Διὸς ἱερὸν ἀνελών, παρέλαβε τὴν βασιλείαν τῆς Βιθυνίας, ἀσεβεστάτῳ φόνῳ κτησάμενος τὴν ἀρχήν.

   (Photius, Bibl. p. 383 B.)

[22]   Ὅτι κατὰ τὴν πολιορκίαν Καρχηδονίων Ἀσδρούβας διαπρεσβευσάμενος πρὸς Γολόσσην προεκαλεῖτο ἐλθεῖν εἰς σύλλογον, καὶ κατὰ τὰς ἐντολὰς τοῦ στρατηγοῦ προέτεινε τῷ Ἀσδρούβᾳ αὐτῷ τε καὶ δέκα οἰκίαις αἷς ἂν βούληται ἀσφάλειαν καὶ δωρεὰν ταλάντων δέκα καὶ δοῦλα σώματα ἑκατόν. ὁ δὲ Ἀσδρούβας ἀπεκρίθη μηδέποτε ἐπόψεσθαι τὸν ἥλιον πυρπολουμένης τῆς πατρίδος ἑαυτὸν διασωζόμενον, καὶ τοῖς μὲν λόγοις ἐθρασύνετο, διὰ δὲ τῶν ἔργων ἐφωράθη διαδιδράσκων, ὅς γε καὶ τῆς πατρίδος οὔσης ἐν ἀπεγνωσμέναις ἐλπίσιν ἐτρύφα, πότους ἀκαίρους συνάγων καὶ πολυτελῆ δεῖπνα ποιῶν καὶ δευτέρας τραπέζας ὑπερηφάνως παρατιθέμενος. καὶ οἱ μὲν πολῖται λιμῷ ἀπέθνησκον, ὁ δὲ πρὸς τοῖς ἄλλοις κακοῖς ἐφόρει πορφύραν καὶ πολυτελῆ χλανίδα, καθάπερ ἐκβακχεύων τοῖς τῆς πατρίδος ἀκληρήμασιν.

[23]   Ὅτι κατὰ τὴν ἅλωσιν τῆς Καρχηδόνος ὁ στρατηγὸς τῆς μεγαλοψυχίας ἢ μᾶλλον μεγαλαυχίας ἐπιλαθόμενος καὶ τοὺς αὐτομόλους καταλιπὼν ἧκε πρὸς Σκιπίωνα μεθ' ἱκετηρίας. προσπεσὼν δὲ τοῖς γόνασι μετὰ δακρύων πᾶσαν δεητικὴν φωνὴν προέμενος εἰς συμπάθειαν ἤγαγε τὸν Σκιπίωνα. ὁ δὲ παρακαλέσας αὐτὸν θαρρεῖν καὶ πρὸς τοὺς συνεδρεύοντας φίλους εἰπών, Οὗτός ἐστιν ὁ πρότερον μὴ βουλόμενος ἐπὶ πολλοῖς φιλανθρώποις σωθῆναι· τοιαύτην μεταβολὴν ἡ τύχη καὶ δύναμιν ἔχει, πᾶσαν ἀνθρωπίνην ὑπεροχὴν ἀνελπίστως σφάλλουσα.

[24]   Ὅτι τῆς Καρχηδόνος ἐμπρησθείσης καὶ τῆς φλογὸς ἅπασαν τὴν πόλιν καταπληκτικῶς λυμαινομένης, ὁ Σκιπίων ἀπροσποιήτως ἐδάκρυεν. ἐρωτηθεὶς δὲ ὑπὸ τοῦ Πολυβίου τοῦ ἐπιστάτου τίνος ἕνεκα τοῦτο πάσχει εἶπε, Διότι τῆς κατὰ τὴν τύχην μεταβολῆς ἔννοιαν λαμβάνω· ἔσεσθαι γὰρ ἴσως ποτέ τινα καιρὸν ἐν ᾧ τὸ παραπλήσιον πάθος ὑπάρξει κατὰ τὴν Ῥώμην· καὶ τούτους τοὺς στίχους παρὰ τοῦ ποιητοῦ προηνέγκατο,

   ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ

   καὶ Πρίαμος καὶ λαός.

   (Const. Exc. 4, pp. 379-380.)

[25]   Ὅτι ὁ Σκιπίων μετὰ τὴν ἅλωσιν Καρχηδόνος τοῖς ἀπὸ τῆς Σικελίας κατηντηκόσι πρεσβευταῖς ἐπιδείξας ἅπαντα τὰ λάφυρα προσέταξεν ἑκάστους τὰ ἐκ τῶν ἰδίων πατρίδων εἰς Καρχηδόνα πάλαι ποτὲ μετενηνεγμένα ἐπιλεγομένους ἀποκομίζειν εἰς Σικελίαν. καὶ πολλαὶ μὲν εὑρέθησαν ἐπισήμων ἀνδρῶν γραφαί, πολλοὶ δὲ ἀνδριάντες ἐπιφανεῖς ταῖς κατασκευαῖς, οὐκ ὀλίγα δὲ ἀναθήματα διαπρεπῆ θεῶν ἀργυρᾶ τε καὶ χρυσᾶ. ἐν δὲ τούτοις ὑπῆρχε καὶ ὁ περιβόητος ταῦρος ἐξ Ἀκράγαντος, ὃν κατασκευάσας Περίλαος Φαλάριδι τῷ τυράννῳ, καὶ πρῶτος τὴν ἀπόδειξιν τῆς ἰδίας τέχνης ἐν τῇ καθ' αὑτὸν τιμωρίᾳ δικαίως ὑπομείνας, ἀνῃρέθη.

   (Const. Exc. 2 (1), p. 293.)

[26]   Ὅτι οὐδέποτε συμφοραὶ τηλικαῦται τὴν Ἑλλάδα κατέσχον ἀφ' ὅτου μνήμης ἱστορικῆς αἱ πράξεις τετεύχασι. διὰ γὰρ τὴν ὑπερβολὴν τῶν ἀκληρημάτων οὔτε γράφων τις οὔτ' ἀναγινώσκων ἄδακρυς ἂν γένοιτο. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν ὅτι πρόσαντές ἐστιν μεμνῆσθαι τῶν Ἑλληνικῶν ἀτυχημάτων καὶ τοῖς ἐπιγινομένοις διὰ τῆς γραφῆς παραδιδόναι τὰ πραχθέντα πρὸς αἰώνιον μνήμην· ἀλλ' ὁρῶ μέρος οὐκ ἐλάχιστον πρὸς διόρθωσιν τῶν ἁμαρτανομένων συμβαλλόμενον τοῖς ἀνθρώποις τὰ διὰ τῆς τῶν ἀποτελεσμάτων πείρας νουθετήματα. ὥστ' οὐ χρὴ τοῖς ἱστοροῦσι τὰς μέμψεις ἀναφέρειν, ἀλλὰ μᾶλλον τοῖς κεχειρικόσι τὰς πράξεις ἀφρόνως· οὐ γὰρ δι' ἀνανδρίαν στρατιωτικὴν ἀλλὰ δι' ἀπειρίαν στρατηγῶν τὸ ἔθνος τῶν Ἀχαιῶν περιέπεσε [2] τοῖς ἀκληρήμασι. περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς δεινοῦ πάθους περὶ τοὺς Καρχηδονίους τελεσθέντος οὐχ ἧττον ἀτύχημα, μεῖζον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀκλήρημα συνέβαινε τοῖς Ἕλλησιν. ἐκεῖνοι μὲν γὰρ ὁλοσχερῶς ἀφανισθέντες καὶ τὴν ἐπὶ τοῖς ἀκληρήμασι λύπην συναπέβαλον, οἱ δὲ ἐν ὀφθαλμοῖς ἰδόντες συγγενῶν καὶ φίλων σφαγὰς καὶ πελεκισμοὺς καὶ πατρίδων ἁλώσεις καὶ ἁρπαγὰς καὶ πανδήμους μεθ' ὕβρεως ἀνδραποδισμοὺς καὶ τὸ σύνολον τὴν ἐλευθερίαν καὶ τὴν παρρησίαν ἀποβαλόντες, μεγίστων ἀγαθῶν ἠλλάξαντο τὰς ἐσχάτας συμφοράς. ἀφρονέστατα γὰρ εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἐμπεσόντες τῶν μεγίστων ἀκληρημάτων ἐπειράθησαν.

[3]    Ἐκ θεῶν γάρ, ὡς ἔοικε, λύσσα τις κατεῖχε τὸ ἔθνος τῶν Ἀχαιῶν καὶ παράδοξος ὁρμὴ πρὸς τὴν ἀπώλειαν. αἴτιοι δ' ἦσαν τῶν πάντων κακῶν οἱ στρατηγοί. οἱ μὲν γὰρ αὐτῶν ὄντες κατάχρεοι κινήσεως καὶ πολέμων ὑπῆρχον οἰκεῖοι καὶ χρεῶν ἀποκοπὰς εἰσηγοῦντο καὶ πολλοὺς τῶν ἀπόρων χρεωφειλετῶν ἔχοντες συνεργοὺς ἀνέσειον τὰ πλήθη, τινὲς δὲ δι' ἀφροσύνην ἐνέπεσον εἰς ἀπεγνωσμένους [4] διαλογισμούς. μάλιστα δὲ ὁ Κριτόλαος ἐξέκαυσε τὰς ὁρμὰς τοῦ πλήθους πρὸς καινοτομίαν, χρώμενος δὲ τῷ τῆς ἀρχῆς ἀξιώματι φανερῶς κατηγόρει Ῥωμαίων εἰς ὑπερηφανίαν καὶ πλεονεξίαν· ἔφη δὲ φίλος μὲν βούλεσθαι Ῥωμαίων ὑπάρχειν, δεσπότας δὲ ἑκουσίως ἀναδεικνύναι μὴ προαιρεῖσθαι. διεβεβαιοῦτο δὲ καθόλου τοῖς πλήθεσιν, ὡς ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δὲ ἀνδράποδα, κυρίων· ἐμφάσεις τε διὰ λόγων ἀπέλειπεν ὡς ἤδη καὶ βασιλεῦσι καὶ πόλεσι διείλεκται περὶ συμμαχίας.

[5]    Ὅτι διὰ τῶν λόγων ἐκκαύσας τῶν ὄχλων τὴν ὁρμὴν εἰσήνεγκε ψήφισμα πολεμεῖν τῷ μὲν λόγῳ πρὸς Λακεδαιμονίους, τῷ δὲ ἔργῳ πρὸς Ῥωμαίους. οὕτω δὲ πολλάκις ἡ κακία τῆς ἀρετῆς προτερεῖ καὶ ἡ πρὸς τὸν ὄλεθρον νεύουσα γνώμη τῆς πρὸς σωτηρίαν ἀπέχεσθαι παρακλήσεως.

[27]

[1]    Ὅτι περὶ τῆς Κορίνθου καὶ οἱ ποιηταὶ προειρηκότες ἦσαν Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος. αὕτη πρὸς κατάπληξιν τῶν μεταγενεστέρων ὑπὸ τῶν κρατούντων ἠφανίσθη. οὐ μόνον δὲ κατὰ τὸν τῆς καταστροφῆς καιρὸν ἡ πόλις ἔτυχε παρὰ τοῖς ὁρῶσι μεγάλης συμπαθείας, ἀλλὰ καὶ κατὰ τοὺς ὕστερον χρόνους εἰς ἔδαφος κατερριμμένη πολὺν ἐποίει τοῖς ἀεὶ θεωροῦσιν αὐτὴν ἔλεον. οὐδεὶς γὰρ τῶν παροδευόντων αὐτὴν παρῆλθεν ἄδακρυς, καίπερ ὁρῶν λείψανα βραχέα τῆς περὶ αὐτὴν γεγενημένης εὐδαιμονίας τε καὶ δόξης. διὸ καὶ κατὰ τοὺς τῆς παλαιᾶς ἡλικίας καιρούς, διεληλυθότων χρόνων σχεδὸν ἑκατόν, θεασάμενος αὐτὴν Γάϊος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ὀνομασθεὶς θεὸς ταύτην ἀνέστησεν.

[2]    Ἐναντία γὰρ πάθη συνεῖχε τὰς ψυχὰς τῶν ἀνθρώπων ἐλπίδι σωτηρίας καὶ προσδοκίαις τῆς ἀπωλείας. (Const. Exc. 4, pp. 380-381.)

[3]    Ὅτι κατὰ τοὺς τῆς παλαιᾶς ἡλικίας καιρούς, διεληλυθότων σχεδὸν ἐτῶν ἑκατόν, θεασάμενος τὴν Κόρινθον Γάϊος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ὀνομασθεὶς θεὸς εἰς τοιαύτην ἦλθε συμπάθειαν καὶ φιλοδοξίαν ὥστε μετὰ πολλῆς σπουδῆς πάλιν αὐτὴν ἀναστῆσαι. διόπερ τὸν ἄνδρα τοῦτον καὶ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν ἐπιεικείας δίκαιόν ἐστι μεγάλης ἀποδοχῆς ἀξιοῦσθαι καὶ διὰ τῆς ἱστορίας ἀπονέμειν αὐτῷ τὸν αἰώνιον τῆς χρηστότητος ἔπαινον. τῶν γὰρ προγόνων αὐτοῦ σκληρότερον κεχρημένων τῇ πόλει, οὗτος διὰ τῆς ἰδίας ἡμερότητος διωρθώσατο τὰς ἐκείνων ἀποτομίας, προκρίνας τῆς τιμωρίας τὴν συγγνώμην. ὑπερεβάλετο δὲ οὗτος τοὺς πρὸ αὐτοῦ τῷ μεγέθει τῶν κατεργασθέντων καὶ τὴν ἐπωνυμίαν ἀπὸ τῆς περὶ αὑτὸν ἀρετῆς δικαίως ἐκτήσατο. καθόλου δὲ ὁ ἀνὴρ οὗτος εὐγενείᾳ τε καὶ λόγου δεινότητι καὶ στρατηγήμασι πολεμικοῖς καὶ ἀφιλαργυρίᾳ ἀποδοχῆς δίκαιός ἐστιν ἀξιοῦσθαι καὶ διὰ τῆς ἱστορίας ἄξιον ἀπονέμειν αὐτῷ τὸν τῆς χρηστότητος ἔπαινον. μεγέθει γὰρ πράξεων ἅπαντας τοὺς πρὸ ἑαυτοῦ Ῥωμαίους ὑπερέθετο.

   (Const. Exc. 2 (1), pp. 293-294.)

[27]   Ὅτι Πτολεμαῖος ὁ Φιλομήτωρ ἧκεν εἰς Συρίαν συμμαχήσων Ἀλεξάνδρῳ διὰ οἰκειότητα. καταγνοὺς δὲ αὐτοῦ τῆς ψυχῆς παντελῆ ἀδυναμίαν καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι τὴν μὲν θυγατέρα Κλεοπάτραν ἀπήγαγε πρὸς Δημήτριον, καὶ συνθέμενος φιλίαν ἐνεγύησεν αὐτῷ ταύτην. οἱ δὲ περὶ τὸν Ἱέρακα καὶ Διόδοτον τοῦ Ἀλεξάνδρου κατεγνωκότες, τὸν δὲ Δημήτριον φοβούμενοι διὰ τὰς εἰς τὸν πατέρα γεγενημένας ἁμαρτίας, ἀνέσεισαν τοὺς Ἀντιοχεῖς πρὸς ἀπόστασιν, καὶ τὸν Πτολεμαῖον εἰς τὴν πόλιν δεξάμενοι διάδημα περιέθηκαν καὶ τὴν βασιλείαν ἐνεχείρισαν. ὁ δὲ τῆς μὲν βασιλείας οὐκ ὀρεγόμενος, τὴν δὲ Κοίλην Συρίαν ἐπιθυμῶν προσκτήσασθαι, συνέθετο πρὸς Δημήτριον κοινοπραγίαν ἰδίᾳ, κυριεύειν Πτολεμαῖον τῆς Συρίας, τὸν δὲ Δημήτριον τῆς πατρῴας βασιλείας. (Const. Exc. 3, pp. 203-204.)

[27]   Ὁ δὲ Ἀλέξανδρος ἀπὸ μὲν τῆς μάχης μετὰ πεντακοσίων τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. εἶθ' οἱ μὲν περὶ τὸν Ἡλιάδην καὶ Κάσιον ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, λάθρᾳ διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον· συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν. Ἀλέξανδρος μὲν οὖν ὑπὸ τῶν φίλων τοῦτον τὸν τρόπον ἀνῃρέθη.

   (Const. Exc. 3, p. 204; Photius, Bibl. p. 377 B.)

[10]

[2]    Οὐκ ἄξιον δὲ παρελθεῖν τὴν γενομένην περιπέτειαν πρὸ τῆς Ἀλεξάνδρου τελευτῆς, διὰ δὲ τὸ παράδοξον ἴσως ἀπιστηθησομένην. Ἀλεξάνδρου γὰρ τοῦ βασιλέως βραχὺ πρὸ τῶν ἐνεστώτων χρόνων χρηστηριαζομένου κατὰ τὴν Κιλικίαν, ἔνθα φασὶν Ἀπόλλωνος Σαρπηδονίου ἱερὸν εἶναι, ἀνελεῖν αὐτῷ λέγεται τὸν θεὸν φυλάξασθαι τὸν τόπον τὸν ἐνεγκόντα τὸν δίμορφον. καὶ τότε μὲν αἰνιγματώδη τὸν χρησμὸν εἶναι δόξαι, ὕστερον μέντοι μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ἐπιγνωσθῆναι τὸ λόγιον διὰ τοιαύτας τινὰς αἰτίας.

   Τῆς Ἀραβίας ἐν ταῖς καλουμέναις Ἄβαις ᾤκει τις Διόφαντος ὄνομα, τὸ δὲ γένος Μακεδών. οὗτος ἐγχώριον Ἀραβίαν γυναῖκα γήμας ἐγέννησε υἱὸν μὲν ὁμώνυμον ἑαυτῷ, θυγατέρα δὲ τὴν προσαγορευθεῖσαν Ἡραΐδα. τὸν μὲν οὖν υἱὸν πρὸ τῆς ἀκμῆς ἐπεῖδε τελευτήσαντα, τὴν δὲ θυγατέρα γάμου ἔχουσαν ὥραν προικίσας συγκατῴκισέ τινι ὄνομα [3] Σαμιάδῃ. οὗτος μὲν οὖν συμβιώσας τῇ γαμηθείσῃ χρόνον ἐνιαύσιον ἀπεδήμησε μακρὰν ἀποδημίαν. τὴν δ' Ἡραΐδα φασὶν ἀρρωστίᾳ περιπεσεῖν παραδόξῳ καὶ παντελῶς ἀπιστουμένῃ. φλεγμονὴν γὰρ ἰσχυρὰν γενέσθαι περὶ τὸ ἦτρον αὐτῆς. ἐπὶ πλέον δὲ οἰδήσαντος τοῦ τόπου, ἔπειτα τῶν πυρετῶν μεγάλων συνεπιγινομένων, καταδοξάσαι τοὺς ἰατροὺς ἕλκωσιν γεγονέναι περὶ τὸν τράχηλον τῆς μήτρας. χρωμένων δὲ αὐτῶν θεραπείαις αἷς ὑπελάμβανον καταστελεῖν τὰς φλεγμονάς, ἑβδομαίας δ' οὔσης ῥῆξιν ἐπιγενέσθαι τῆς ἐπιφανείας, καὶ προπεσεῖν ἐκ τῶν τῆς Ἡραΐδος γυναικείων αἰδοῖον ἀνδρεῖον ἔχον διδύμους προσκειμένους. τὴν δὲ ῥῆξιν τούτων καὶ τὸ πάθος γενέσθαι μήτε ἰατροῦ μήτ' ἄλλων τῶν ἔξωθεν παρόντων πλὴν μητρὸς [4] καὶ δύο θεραπαινίδων. τότε μὲν οὖν ἀχανεῖς γενομένας διὰ τὸ παράδοξον τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιήσασθαι τῆς Ἡραΐδος καὶ κατασιωπῆσαι τὸ γεγονός. τὴν δὲ ἀπολυθεῖσαν τῆς νόσου τὴν ἐσθῆτα φορεῖν γυναικείαν, καὶ τὴν ἄλλην ἀγωγὴν οἰκουρὸν καὶ ὕπανδρον διαφυλάττειν. καταδοξάζεσθαι δὲ ὑπὸ τῶν συνειδότων τὴν περιπέτειαν ἑρμαφρόδιτον εἶναι, καὶ κατὰ τὴν γεγενημένην μετ' ἀνδρὸς συμβίωσιν, τῆς κατὰ φύσιν ἐπιπλοκῆς ἀντιπραττούσης, δοκεῖν αὐτὴν ταῖς ἀρρενικαῖς [5] συμπεριφοραῖς καθωμιλῆσθαι. λανθανούσης δὲ τοὺς ἐκτὸς τῆς διαθέσεως ταύτης, ἐπανελθεῖν τὸν Σαμιάδην, καὶ καθάπερ ἦν ἐπιβάλλον τὴν γαμηθεῖσαν ἐπιζητεῖν· οὐ τολμώσης δ' ἐκείνης εἰς ὄψιν ἐλθεῖν διὰ τὴν αἰσχύνην, τὸν Σαμιάδην φασὶ βαρέως ἐνεγκεῖν. ἐπικειμένου δὲ συνεχέστερον καὶ ἀπαιτοῦντος τὴν σύμβιον, καὶ τοῦ πατρὸς μὴ συγχωροῦντος μέν, αἰσχυνομένου δὲ τὴν αἰτίαν εἰπεῖν, εἰς μέγα ηὔξετο ἡ διαφορά. ἐπενεγκεῖν τε διὰ τοῦτο δίκην τῷ πατρὶ περὶ τῆς ἰδίας γυναικός, τῆς τύχης ὥσπερ ἐν δράμασι τὸ παράδοξον τῆς περιπετείας ἀγούσης εἰς ἔγκλημα. συνεδρευσάντων δὲ τῶν κριτῶν καὶ λόγων ῥηθέντων συμπαρεῖναι μὲν τῇ κρίσει τὸ ἀμφισβητούμενον σῶμα, διαπορεῖν δὲ τοὺς δικαστὰς πότερον προσήκει τὸν ἄνδρα τῆς γυναικὸς ἢ τὸν πατέρα τῆς θυγατρὸς κυριεύειν.

[6] πέρας τῶν κριτῶν οἰομένων δεῖν ἀκολουθεῖν τἀνδρὶ τὴν γαμηθεῖσαν, τὴν ἀλήθειαν διασαφῆσαι, καὶ θυμῷ τετολμηκότι τὴν καθυποκρινομένην ἐσθῆτα λύσασαν δεῖξαι πᾶσι τὸ τῆς φύσεως ἄρρεν, ῥῆξαί τε φωνὴν δεινοπαθοῦσαν, εἴ τινες ἀναγκάζουσι [7] συνοικεῖν ἀνδρὶ τὸν ἄνδρα. πάντων δὲ καταπλαγέντων καὶ φωνῇ θαυμαζούσῃ τὸ παράδοξον ἐπισημαινομένων, τὴν μὲν Ἡραΐδα φασὶν ἀποκαλυφθείσης τῆς αἰσχύνης μεταμφιάσασθαι τὸν γυναικεῖον κόσμον εἰς νεανίσκου διάθεσιν, τοὺς δὲ ἰατρούς, ἐπιδειχθέντων αὐτοῖς τῶν φανέντων, γνῶναι ὅτι κατεκέκρυπτο φύσις ἄρρενος ἐν ᾠοειδεῖ τόπῳ φύσεως θηλείας, καὶ δέρματος περιειληφότος παρὰ τὸ σύνηθες τὴν φύσιν σύντρησις ἐγεγένητο, δι' ὧν ἐξωδεύοντο τὰ περιττώματα· διόπερ τὸν προσεσυριγγωμένον τόπον ἑλκώσαντας δεῖν κατουλῶσαι, τὴν δὲ ἀνδρὸς φύσιν εὔκοσμον ποιήσαντας [8] †σὺν ἐνδεχομένῃ δόξαι κεχρῆσθαι θεραπείᾳ. τὴν δ' Ἡραΐδα μετονομασθεῖσαν Διόφαντον εἰς τοὺς ἱππεῖς καταλεχθῆναι, καὶ σὺν τῷ βασιλεῖ παραταξάμενον εἰς τὰς Ἄβας συναναχωρῆσαι. διὸ καὶ τὸν πρότερον ἀγνοούμενον χρησμὸν τότε γνωσθῆναι, σφαγέντος τοῦ βασιλέως ἐν ταῖς Ἄβαις καθ' ὃν [9] τόπον ὁ δίμορφος ἐγεγένητο. τὸν δὲ Σαμιάδην λέγουσιν, ἔρωτι καὶ τῇ προγεγενημένῃ συνηθείᾳ δεδουλωμένον, αἰσχύνῃ τε τοῦ παρὰ φύσιν γάμου συνεχόμενον, τῆς μὲν οὐσίας τὸν Διόφαντον ἀναδεῖξαι διαθήκῃ κληρονόμον, ἑαυτὸν δὲ τοῦ ζῆν μεταστῆσαι, ὥστε τὴν μὲν γυναῖκα γεγενημένην ἀνδρὸς ἀναλαβεῖν δόξαν καὶ τόλμαν, τὸν δ' ἄνδρα γυναικείας ψυχῆς ἀσθενέστερον γενέσθαι.

[11]

[1]    Παραπλησία δὲ ταύτῃ τῇ διαθέσει συνετελέσθη περιπέτεια τριάκοντα ἔτεσιν ὕστερον ἐν τῇ πόλει τῶν Ἐπιδαυρίων. ἦν γάρ τις Ἐπιδαυρία, κόρη μὲν εἶναι δοκοῦσα, γονέων δὲ ὀρφανή, Καλλὼ δ' ὄνομα. αὕτη τὸν ἐπὶ τῆς φύσεως ἀποδεδειγμένον ταῖς γυναιξὶ πόρον ἄτρητον εἶχεν, παρὰ δὲ τὸν καλούμενον κτένα συριγγωθέντος τόπου ἐκ γενετῆς τὰς περιττώσεις τῶν ὑγρῶν ἐξέκρινεν. εἰς δὲ τὴν ἀκμὴν τῆς ἡλικίας παραγενομένη συνῳκίσθη τινὶ τῶν πολιτῶν. διετῆ μὲν οὖν χρόνον συνεβίωσε τἀνδρί, τὴν μὲν γυναικείαν ἐπιπλοκὴν οὐκ ἐπιδεχομένη, τὴν δὲ παρὰ φύσιν ὁμιλίαν ὑπομένειν [2] ἀναγκαζομένη. μετὰ δὲ ταῦτα φλεγμονῆς αὐτῇ συμβάσης περὶ τὸν κτένα καὶ δεινῶν ἀλγηδόνων ἐπιγενομένων συνεκλήθη πλῆθος ἰατρῶν. καὶ τῶν μὲν ἄλλων οὐδεὶς ὑπισχνεῖτο θεραπεύειν, φαρμακοπώλης δέ τις ἐπαγγελλόμενος ὑγιάσειν ἔτεμε τὸν ἐπηρμένον τόπον, ἐξ οὗπερ ἐξέπεσεν ἀνδρὸς αἰδοῖα, δίδυμοι καὶ καυλὸς ἄτρητος. πάντων δὲ τὸ παράδοξον καταπλαγέντων ὁ φαρμακοπώλης ἐβοήθει [3] τοῖς λειπομένοις μέρεσι τῆς πηρώσεως. τὸ μὲν οὖν πρῶτον τὸ αἰδοῖον ἄκρον ἐπιτεμὼν συνέτρησεν εἰς τὸν οὐρητῆρα, καὶ καθεὶς ἀργυροῦν καυλίσκον ταύτῃ τὰ περιττώματα τῶν ὑγρῶν ἐξεκόμιζε, τὸν δὲ σεσυριγγωμένον τόπον ἑλκώσας συνέφυσε. καὶ τοῦτον τὸν τρόπον ὑγιοποιήσας διπλοῦν ἀπῄτει τὸν μισθόν· ἔφη γὰρ αὑτὸν παρειληφέναι γυναῖκα νοσοῦσαν, καθεστακέναι δὲ νεανίσκον ὑγιαίνοντα.

[4] ἡ δὲ Καλλὼ τὰς μὲν ἐκ τῶν ἱστῶν κερκίδας καὶ τὴν ἄλλην τῶν γυναικῶν ταλασιουργίαν ἀπέθετο, μεταλαβοῦσα δὲ ἀνδρὸς ἐσθῆτα καὶ τὴν ἄλλην διάθεσιν μετωνομάσθη Κάλλων, ἑνὸς στοιχείου ἐπὶ τῷ τέλει τοῦ Ν προστεθέντος. λέγεται δ' ὑπό τινων ὅτι πρὸ τοῦ μεταλαβεῖν τὴν εἰς ἄνδρα μορφὴν ἱέρεια τῆς Δήμητρος ἐγεγένητο, καὶ τὰ τοῖς ἄρρεσιν ἀόρατα ἰδοῦσα κρίσιν ἔσχεν ἀσεβείας.

[12]

[1]    Ὁμοίως δ' ἐν τῇ Νεαπόλει καὶ κατ' ἄλλους τόπους πλείονας ἱστοροῦνται γεγονέναι τοιαῦται περιπέτειαι, οὐκ ἄρρενος καὶ θηλείας φύσεως εἰς δίμορφον τύπον δημιουργηθείσης, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τῆς φύσεως διὰ τῶν τοῦ σώματος μερῶν ψευδογραφούσης εἰς ἔκπληξιν καὶ ἀπάτην τῶν ἀνθρώπων. διόπερ καὶ ἡμεῖς τὰς περιπετείας ταύτας ἀναγραφῆς ἠξιώσαμεν, οὐ ψυχαγωγίας ἀλλ' ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων. πολλοὶ γὰρ τέρατα τὰ τοιαῦτα νομίζοντες εἶναι δεισιδαιμονοῦσιν, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἔθνη καὶ πόλεις.

[2] κατ' ἀρχὰς γοῦν τοῦ Μαρσικοῦ πολέμου πλησίον τῆς Ῥώμης οἰκοῦντά φασιν Ἰταλικόν, γεγαμηκότα παραπλήσιον τοῖς εἰρημένοις ἀνδρόγυνον, προσαγγεῖλαι τῇ συγκλήτῳ, τὴν δὲ δεισιδαιμονήσασαν καὶ τοῖς ἀπὸ Τυρρηνίας ἱεροσκόποις πεισθεῖσαν ζῶντα προστάξαι καῦσαι. τοῦτον μὲν οὖν ὁμοίας κεκοινωνηκότα φύσεως, ἀλλ' οὐ πρὸς ἀλήθειαν τέρας γεγενημένον, φασὶν ἀγνοίᾳ τῆς νόσου παρὰ τὸ προσῆκον ἀπολωλέναι. μετ' ὀλίγον δὲ καὶ παρ' Ἀθηναίοις τοῦ τοιούτου γενομένου διὰ τὴν ἄγνοιαν τοῦ πάθους ζῶντά φασι κατακαῆναι. καὶ γὰρ τὰς λεγομένας ὑαίνας τινὲς μυθολογοῦσιν ἄρρενας ἅμα καὶ θηλείας ὑπάρχειν, καὶ παρ' ἐνιαυτὸν ἀλλήλας ὀχεύειν, τῆς ἀληθείας οὐχ οὕτως ἐχούσης.

[3] ἑκατέρου γὰρ τοῦ γένους ἁπλῆν ἔχοντος καὶ ἀνεπίμικτον τὴν φύσιν, προσώρισται τὸ ψευδογραφοῦν καὶ παρακρουόμενον τοὺς εἰκῇ θεωροῦντας· τῇ μὲν γὰρ θηλείᾳ πρόσκειταί τι κατὰ τὴν φύσιν παρεμφερὲς ἄρρενι μορίῳ, τῷ δὲ ἄρρενι κατὰ τὸ ἐναντίον ἔμφασις θηλείας φύσεως. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ζῴων, γινομένων μὲν πρὸς ἀλήθειαν πολλῶν καὶ παντοδαπῶν τεράτων, μὴ τρεφομένων δὲ καὶ εἰς τελείαν αὔξησιν ἐλθεῖν οὐ δυναμένων. ταῦτα μὲν εἰρήσθω πρὸς διόρθωσιν δεισιδαιμονίας. (Photius, Bibl. pp. 377-379 B.)

ΔΙΟΔΩΡΟΥ ΤΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ FRAGMENTA LIBRI XXXIII

[1]   Ὅτι Λυσιτανοί, φησί, τὸ μὲν πρῶτον οὐκ ἔχοντες ἀξιόχρεων ἡγεμόνα εὐάλωτοι καθίσταντο Ῥωμαίοις πολεμοῦντες, ὕστερον δὲ Ὑριάτθου κυρήσαντες μεγάλα Ῥωμαίους ἔβλαψαν. ἦν μὲν οὖν οὗτος τῶν παρὰ τὸν Ὠκεανὸν οἰκούντων Λυσιτανῶν, ποιμαίνων δ' ἐκ παιδὸς ὀρείῳ βίῳ κατέστη συνήθης, συνεργὸν ἔχων καὶ τὴν τοῦ σώματος φύσιν· καὶ γὰρ ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν λοιπῶν μερῶν εὐκινησίᾳ πολὺ διήνεγκε τῶν Ἰβήρων.

[2] συνείθισε δὲ αὑτὸν τροφῇ μὲν ὀλίγῃ γυμνασίοις δὲ πολλοῖς χρῆσθαι καὶ ὕπνῳ μέχρι μόνου τοῦ ἀναγκαίου, καθόλου δὲ σιδηροφορῶν συνεχῶς καὶ θηρίοις καὶ λῃσταῖς εἰς ἀγῶνας καθιστάμενος, περιβόητος ἐγένετο παρὰ τοῖς πλήθεσι, καὶ ἡγεμὼν αὐτοῖς ᾑρέθη, καὶ ταχὺ σύστημα περὶ ἑαυτὸν λῃστῶν ἤθροισε. καὶ προκόπτων ἐν τοῖς πολέμοις οὐ μόνον ἐθαυμαστώθη δι' ἀλκήν, ἀλλὰ καὶ στρατηγεῖν [3] ἔδοξε διαφερόντως. ἦν δὲ καὶ δίκαιος ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ' ἀξίαν τοὺς ἀνδραγαθήσαντας ἐξῆρε τοῖς δώροις. προϊὼν δὲ οὐκέτι λῃστὴν ἀλλὰ δυνάστην αὑτὸν ἀναδείξας ἐπολέμησε Ῥωμαίοις καὶ πολλαῖς ἐκράτησε μάχαις, ὡς καὶ στρατηγὸν Ῥωμαίων Οὐιτέλλιον αὐτῷ καταπολεμῆσαι στρατῷ καὶ αἰχμάλωτον λαβεῖν καὶ ξίφει ἀνελεῖν, καὶ πολλὰ ἕτερα εὐημερῆσαι κατὰ πόλεμον, ἕως Φάβιος στρατηγὸς τοῦ πρὸς αὐτὸν πολέμου [4] κεχειροτόνητο. ἐκεῖθεν δ' ἐλαττοῦσθαι ἤρξατο ἐπ' οὐκ ὀλίγον. εἶτα ἀναλαβὼν καὶ κατευδοκιμήσας Φαβίου εἰς συνθήκας αὐτὸν ἐλθεῖν ἀναξίους Ῥωμαίων ἠνάγκασεν. ἀλλ' ὅ γε Καιπίων στρατηγεῖν καθ' Ὑριάτθου αἱρεθεὶς τάς τε συνθήκας ἠκύρωσε, καὶ πολλάκις Ὑρίατθον ἐλαττώσας, εἶτα εἰς ἔσχατον ἥττης συνελάσας ὥστε καὶ πρὸς σπονδὰς ὁρᾶν, διὰ τῶν οἰκείων ἐδολοφόνησε. καὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν στρατηγίαν Ταύταμον καὶ τοὺς μετ' αὐτοῦ καταπληξάμενος καὶ σπονδὰς οἵας ἐβούλετο θέσθαι παρασκευασάμενος, ἔδωκε χώραν καὶ πόλιν εἰς κατοίκησιν. (Photius, Bibl. pp. 383-384 B.)

[5]    Ὅτι Ὑρίατθος ὁ λῄσταρχος ὁ Λυσιτανὸς καὶ δίκαιος ἦν ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ' ἀξίαν τιμῶν τοὺς ἀνδραγαθήσαντας ἐξαιρέτοις δώροις, ἔτι δὲ οὐδὲν ἁπλῶς ἐκ τῶν κοινῶν νοσφιζόμενος. διὸ καὶ συνέβαινε τοὺς Λυσιτανοὺς προθυμότατα συγκινδυνεύειν αὐτῷ, τιμῶντας οἱονεί τινα κοινὸν εὐεργέτην καὶ σωτῆρα.

[2]

[1]    Ὅτι ὁ Πλαύτιος ὁ ἑξαπέλεκυς στρατηγὸς τῶν Ῥωμαίων κακὸς προστάτης ἐγένετο ἐν τῇ ἐπαρχίᾳ· ἀνθ' ὧν κατάκριτος ἐν τῇ πατρίδι γενόμενος ἐπὶ τῷ τεταπεινωκέναι τὴν ἀρχὴν ἔφυγεν ἐκ τῆς Ῥώμης.

[3]   Ὅτι κατὰ τὴν Συρίαν Ἀλέξανδρος ὁ βασιλεὺς διὰ τὴν ἀσθένειαν τῆς ψυχῆς ἄχρηστος ὢν εἰς προστασίαν βασιλείας τὰ κατὰ τὴν Ἀντιόχειαν ἐπέτρεψεν Ἱέρακι καὶ Διοδότῳ.

[4]   Ὅτι Δημήτριος, τεταπεινωμένης τῆς κατ' Αἴγυπτον βασιλείας, καὶ μόνος ἀπολειφθεὶς ἀπολελύσθαι διέλαβεν ἑαυτὸν παντὸς κινδύνου. διόπερ τῆς συνήθους τοῖς ὄχλοις ἀρεσκείας καταφρονήσας καὶ βαρύτερος ἀεὶ μᾶλλον τοῖς προστάγμασι γινόμενος ἀπέσκηψεν εἰς ὠμότητα τυραννικὴν καὶ ποικίλων ἀνομημάτων ὑπερβολάς. αἰτία δ' ἦν αὐτῷ τῆς διαθέσεως ταύτης οὐ μόνον ἡ φύσις, ἀλλὰ καὶ ὁ τῆς βασιλείας προεστηκώς· οὗτος γὰρ ἀσεβὴς ὢν καὶ ῥᾳδιουργὸς πάντων τῶν κακῶν εἰσηγητὴς ἐγένετο, κολακεύων τὸ μειράκιον καὶ προτρεπόμενος [2] πρὸς τὰς αἰσχίστας πράξεις. τὸ μὲν οὖν πρῶτον τοὺς ἐν τῷ πολέμῳ γεγονότας ἀλλοτρίους οὐ μετρίαις ἐπιτιμήσεσιν ἐκόλαζεν, ἀλλὰ τιμωρίαις ἐξηλλαγμέναις περιέβαλλεν. ἔπειτα τῶν Ἀντιοχέων χρωμένων πρὸς αὐτὸν τῇ συνηθείᾳ, ξενικὴν δύναμιν ἀξιόλογον ἐπ' αὐτοὺς συνεστήσατο καὶ τὰ μὲν ὅπλα παρείλετο, τῶν δὲ μὴ προαιρουμένων παραδοῦναι τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ἐν ταῖς οἰκίαις μετὰ τέκνων καὶ γυναικῶν κατεκέντησεν. μεγάλης δὲ ταραχῆς γενομένης περὶ τὸν παροπλισμόν, [3] τὰ πλεῖστα τῆς πόλεως ἐνέπρησε. πολλοὺς δὲ τῶν καταιτιαθέντων τιμωρησάμενος εἰς τὸ βασιλικὸν ταμεῖον τὰς οὐσίας ἀνέλαβε. διὰ δὲ τὸν φόβον καὶ τὸ μῖσος πολλοὶ τῶν Ἀντιοχέων φυγόντες ἐκ τῆς πατρίδος ἠλῶντο καθ' ὅλην τὴν Συρίαν, τηροῦντες τοὺς κατὰ τοῦ βασιλέως καιρούς. ὁ δὲ Δημήτριος ὑπάρχων αὐτοῖς πολέμιος οὐ διέλιπε ποιῶν σφαγὰς καὶ φυγὰς καὶ χρημάτων ἀφαιρέσεις, πολὺ καὶ τὴν τοῦ πατρὸς χαλεπότητα καὶ μιαιφονίαν [4] ὑπερβαλόμενος. καὶ γὰρ ἐκεῖνος οὐ βασιλικὴν ἐπιείκειαν ἀλλὰ τυραννικὴν παρανομίαν ἐζηλωκὼς ἀνηκέστοις κακοῖς τοὺς ὑποταττομένους περιεβεβλήκει· ὥστε συνέβαινε τοὺς μὲν ἀπὸ ταύτης τῆς οἰκίας βασιλεῖς διὰ τὴν παρανομίαν μισεῖσθαι, τοὺς δὲ ἀπὸ τῆς ἑτέρας διὰ τὴν ἐπιείκειαν ἀγαπᾶσθαι. διὸ καὶ παρ' ἕκαστον ἀγῶνες καὶ πόλεμοι συνεχεῖς ἐγίνοντο κατὰ Συρίαν, ἐφεδρευόντων ἀλλήλοις ἀεὶ τῶν δυναστῶν τῶν ἀφ' ἑκάστης οἰκίας. καὶ γὰρ τὰ πλήθη διὰ τὴν τῶν κατιόντων ἀεὶ βασιλέων ἀρέσκειαν εὐθέτως εἶχε πρὸς τὰς μεταβολάς.

   (Const. Exc. 2 (1), pp. 294-295.)

[4]   Ὅτι Διόδοτός τις ἐπικαλούμενος Τρύφων, ὑπάρχων δὲ ἐν πολλῷ ἀξιώματι τῶν παρὰ τῷ βασιλεῖ φίλων, ὁρῶν τὰς ὁρμὰς τῶν ὄχλων καὶ τὸ πρὸς τὸν δυνάστην μῖσος, ἀποστὰς τοῦ Δημητρίου καὶ ταχὺ πολλοὺς εὑρὼν κοινωνοῦντας τῆς προαιρέσεως ... τοὺς περὶ τὴν Λάρισσαν διωνομασμένους ἐπ' ἀνδρείᾳ καὶ τὴν ἐνθάδε κατοικίαν εἰληφότας δι' ἀνδραγαθίαν, ἀποίκους δὲ ὄντας τῆς Θετταλικῆς Λαρίσσης, καὶ τοῖς ἀπὸ Σελεύκου τοῦ Νικάτορος βασιλεῦσι γεγονότας συμμάχους κατὰ τὸ πρῶτον ἄγημα τῆς ἱππικῆς δυνάμεως ... ἐποιήσατο δὲ σύμμαχον καὶ τὸν τῆς Ἀραβίας δυνάστην Ἰάμβλιχον, ὃς ἐτύγχανεν ἔχων παραθήκην Ἀντίοχον τὸν Ἐπιφανῆ χρηματίζοντα, παῖδα μὲν τὴν ἡλικίαν, υἱὸν δὲ ὄντα Ἀλεξάνδρου. τούτῳ μὲν οὖν διάδημα περιθεὶς καὶ τὴν ἁρμόζουσαν βασιλεῖ θεραπείαν κατήγαγεν ἐπὶ τὴν πατρῴαν ἀρχήν. ὑπελάμβανε γάρ, ὅπερ ἦν εἰκός, τὰ πλήθη μεταβολῆς ὀρεγόμενα προθύμως τὸν παῖδα κατάξειν διὰ τὴν ἐπιείκειαν τῶν ... βασιλέων καὶ διὰ τὴν τοῦ τότε ἄρχοντος παρανομίαν. καὶ πρῶτον μὲν ἀθροίσας μέτριον σύστημα κατεστρατοπέδευσε περὶ πόλιν Χαλκίδα κειμένην ἐν τοῖς μεθορίοις τῆς Ἀραβίας, δυναμένην δὲ δυνάμεις ἐνδιατριβούσας διαθρέψαι καὶ παρέχεσθαι τὴν ἀσφάλειαν, ἐντεῦθέν τε ὁρμώμενος προσηγάγετο τοὺς πλησιοχώρους καὶ τῶν πρὸς πόλεμον χρησίμων τὰς παρασκευὰς ἐποιεῖτο. ὁ δὲ Δημήτριος πρῶτον μὲν ὡς λῃστοῦ τινος κατεφρόνει καὶ τοῖς στρατιώταις συλλαβεῖν αὐτὸν προσέταξεν· μετὰ δὲ ταῦτα παράδοξον δύναμιν περιποιησαμένου καὶ πρόσχημα τῆς ἰδίας τόλμης λαβόντος τὴν τοῦ παιδὸς κάθοδον ἐπὶ τὴν βασιλείαν, ἔγνω στρατηγὸν ἐπ' αὐτὸν ἐκπέμπειν.

   (Const. Exc. 3, pp. 204-205.)

[5]   Ὅτι οἱ τὴν Ἄραδον οἰκοῦντες ὑπέλαβον καιρὸν εἰληφέναι πρὸς τὴν τῶν Μαραθηνῶν ἀπώλειαν. ἀποστείλαντες οὖν ἐν ἀπορρήτοις πρὸς Ἀμμώνιον τὸν προεστηκότα τῆς βασιλείας ἔπεισαν τριακοσίοις ταλάντοις παραδοῦναι τὴν Μάραθον αὐτοῖς. ὁ δὲ Ἰσίδωρον αὐτοῖς ἀπέστειλε λόγῳ μὲν ὡς ἐφ' ἑτέρας χρείας, ἔργῳ δὲ τὴν πόλιν ἐξαιρήσοντα καὶ παραδώσοντα [5] τοῖς Ἀραδίοις. οἱ δὲ Μαραθηνοὶ τὸν κεκυρωμένον καθ' αὑτῶν ὄλεθρον ἀγνοοῦντες, τοὺς δὲ Ἀραδίους ὁρῶντες ἐν προτιμήσει παρὰ τῷ βασιλεῖ φερομένους, ἔγνωσαν τοὺς μὲν παρὰ τοῦ βασιλέως στρατιώτας εἰς τὴν πόλιν μὴ προσδέχεσθαι, τῶν δὲ Ἀραδίων αὐτοὺς ἱκέτας γενέσθαι. εὐθὺς οὖν τῶν πρεσβυτάτων τοὺς ἐπιφανεστάτους παρ' ἑαυτοῖς δέκα πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ἄραδον ἱκετηρίαν κομίζοντας μεθ' ἑαυτῶν καὶ τὰ παλαιότατα τῶν κατὰ τὴν πόλιν ἀφιδρυμάτων· ὑπελάμβανον γὰρ ἐλέῳ συγγενείας καὶ θεῶν εὐσεβείᾳ μεταθήσειν τὴν πᾶσαν ὀργὴν τῶν Ἀραδίων.

[6] οἱ δὲ κατὰ τὰς δεδομένας ἐντολὰς ἐκβάντες τῆς νηὸς εἰς ἱκεσίαν καὶ δέησιν ἐτρέποντο τῶν ὄχλων. οἱ δὲ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι κατεφρόνησαν μὲν τῶν κοινῶν τῆς ἱκεσίας νόμων, παρ' οὐδὲν δὲ ἡγήσαντο τὴν τῶν συγγενικῶν ἀφιδρυμάτων καὶ θεῶν εὐσέβειαν· διόπερ τὰ μὲν τῶν θεῶν ἀγάλματα συντρίψαντες ὑβριστικῶς κατεπάτησαν, τοὺς δὲ πρεσβευτὰς ἐπεβάλοντο τοῖς λίθοις καταλεύειν. πρεσβυτέρων δέ τινων ἐπιλαβομένων τῆς ὁρμῆς τῶν ὄχλων, μόγις διὰ τὴν τούτων ἐντροπὴν τοῦ βάλλειν ἀποσχόμενοι προσέταξαν εἰς τὴν φυλακὴν αὐτοὺς [3] ἀπαγαγεῖν. (Const. Exc. 1, p. 405.)

[4]    Ὅτι οἱ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι τοὺς πρεσβευτὰς ἠτίμασαν. ἐπιβοωμένων δὲ τῶν ἀτυχούντων τὴν ἱερὰν τῶν ἱκετῶν τιμὴν καὶ τὴν ἄδειαν τῆς τῶν πρεσβευτῶν ἀσυλίας, παροξυνθέντες οἱ τολμηρότατοι τῶν νέων ἐξεκέντησαν τοὺς ἱκέτας. οἱ δὲ ἀνόσιον φόνον ἐπιτελεσάμενοι συνέδραμον ἐπὶ τὴν ἐκκλησίαν καὶ τοῖς ἑαυτῶν παρανομήμασι συνεπιχειρονομοῦντες ἄλλην κατὰ τῶν Μαραθηνῶν ἐπιβουλὴν [5] ἀσεβῆ συνεστήσαντο. περιελόμενοι γὰρ τῶν σφαγέντων τοὺς δακτυλίους ἔπεμψαν ὡς παρὰ τῶν πρεσβευτῶν ἐπιστολὴν πρὸς τὸν δῆμον τῶν Μαραθηνῶν, ἐν ᾗ ἐδήλουν ἐπαγγελλομένους τοὺς Ἀραδίους πέμψαι στρατιώτας τοὺς βοηθήσοντας, ὅπως πιστευσάντων τῶν Μαραθηνῶν ὡς πρὸς ἀλήθειαν ἔχειν συμμάχους ἀποστελλομένους, προσδεχθῶσιν [6] οἱ παρ' αὐτῶν στρατιῶται. οὐ μὴν ἠδυνήθησάν γε τὴν ἄνομον ἐπιβολὴν εἰς πέρας ἀγαγεῖν, ἀνδρὸς εὐσεβοῦς καὶ δικαίου κατελεήσαντος τὴν τύχην τῶν μελλόντων πάσχειν ἀνήκεστα. τῶν γὰρ Ἀραδίων πάντα τὰ πλοῖα παρελομένων, ὅπως μηδεὶς δυνηθῇ δηλῶσαι τοῖς ἐπιβουλευομένοις τὴν κατ' αὐτῶν σκευωρίαν, θαλαττουργός τις πρὸς τοὺς Μαραθηνοὺς οἰκείως διακείμενος καὶ τὸν αὐλῶνα τὸν περὶ ἐκείνους τοὺς τόπους ἐργαζόμενος, παρῃρημένης αὐτοῦ τῆς ἁλιάδος, διενήξατο νυκτὸς τὸν πόρον καὶ παραβόλως διήνυσε τοὺς ὀκτὼ σταδίους καὶ ἐδήλωσε τοῖς Μαραθηνοῖς τὴν κατ' αὐτῶν ἐπιβουλήν. οἱ δὲ Ἀράδιοι γνόντες διὰ τῶν κατασκόπων μεμηνυμένην τὴν ἰδίαν ἐπιβολὴν ἀπέστησαν τῆς διὰ τῶν ἐπιστολῶν κακουργίας.

   (Const. Exc. 2 (1), pp. 295-296.)

[5]   Ὅτι κατὰ τὴν Πισιδίαν Μολκέστης τις ἦν, τὸ μὲν γένος Βουβωνεύς, ἀξίωμα δὲ μέγιστον ἔχων τῶν περὶ τοὺς τόπους τούτους κατοικούντων, διά τε τὴν ἐπιφάνειαν στρατηγὸς αἱρούμενος. ἐπὶ πολὺ δὲ ἰσχύων σωματοφύλακας ἔσχε καὶ φανερῶς ἑαυτὸν ἀνέδειξε τύραννον. μετὰ δέ τινας χρόνους ἀδελφὸς αὐτοῦ Σεμίας, σπεύδων εἰς ἑαυτὸν περιστῆσαι τὴν δυναστείαν καὶ πιστευόμενος ὡς ἂν ἀδελφός, ἀνεῖλε τὸν Μοκέλτην καὶ τὴν τυραννίδα διεδέξατο. οἱ δὲ υἱοὶ τοῦ σφαγέντος, ἀντίπαιδες ἔτι τὴν ἡλικίαν ὄντες, ὑπό τινος συγγενοῦς ἀπήχθησαν εἰς τὴν Τερμησσὸν λαθραίως. ἐν ταύτῃ δὲ τραφέντες καὶ γενηθέντες ἐνήλικοι τόν τε πατρῷον φόνον μετῆλθον, καὶ τὸν τύραννον ἀνελόντες δυναστεύειν οὐ προείλαντο, τῇ δὲ πατρίδι τὴν δημοκρατίαν ἀπεκατέστησαν. (Const. Exc. 3, p. 205.)

[6]   Ὅτι ὁ Πτολεμαῖος ὁ τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος ἀδελφὸς βασιλεύσας ἐξ ἀνομημάτων ἤρξατο μεγάλων διοικεῖν τὰ κατὰ τὴν βασιλείαν· πολλοὺς μὲν γὰρ ψευδέσιν αἰτίαις περιβάλλων ὡς ἐπιβουλεύοντας αὐτῷ ὠμῶς καὶ παρανόμως ἀνῄρει, ἄλλους δὲ ποικίλαις προφάσεσι συκοφαντῶν ὡς ἀδικοῦντας ἐφυγάδευε καὶ τὰς τούτων οὐσίας ἀφῃρεῖτο. ἐφ' οἷς δυσχεραινόντων καὶ ἀγανακτούντων, τὴν παρὰ πάντων ὀργὴν ἐπαναιρούμενος ταχὺ τοῖς ὑποτεταγμένοις ἦλθεν εἰς μῖσος. ὅμως ἐβασίλευσεν ἔτη πεντεκαίδεκα.

   (Const. Exc. 2 (1), p. 296.)

[6]   Διόδωρος δέ φησιν ὅτι πεντεκαίδεκα (ἔτη) ὁ νεώτερος Πτολεμαῖος ἐβασίλευσεν μετὰ τὸν πρεσβύτερον ἀδελφόν, πολλάς τε παρανομίας διεπράξατο τήν τε ἰδίαν ἀδελφὴν Κλεοπάτραν γήμας καὶ πολλοὺς διαβάλλων ψευδῶς ὡς ἐπιβουλεύοντας αὐτῷ, καὶ τοὺς μὲν ἀναιρῶν τοὺς δὲ συκοφαντίαις φυγαδεύων καὶ τὰς οὐσίας αὐτῶν ἀφαιρούμενος.

   (Georgius Syncellus, p. 539 Dind.)

[7]   Ὅτι Ὑρίατθος, πολλῶν παρατεθέντων κατὰ τὸν γάμον ἀργυρῶν τε καὶ χρυσῶν ἐκπωμάτων καὶ ποικίλων καὶ παντοδαπῶν ὑφασμάτων, τῇ λόγχῃ προσαιωρησάμενος ἀπεθεώρει τὸ τοιοῦτο πλῆθος, οὐ θαυμάζων οὐδὲ ἐκπληττόμενος, ἀλλὰ μᾶλλον καταφρονήσεως ἔννοιαν ἐπιφαίνων. καὶ πολλὰ εἰπὼν πραγματικῶς ἀποκρίσει μιᾷ πολλὰς ἐμφάσεις ἀπέλειπεν ἀχαριστίας εἰς τοὺς εὐεργέτας καὶ ἀφροσύνης ... ἐπὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἀστάτοις τῆς τύχης δωρήμασιν, τὸ δὲ μέγιστον, ὅτι καὶ αὐτὸς ὁ περιβόητος τοῦ συγκηδεστοῦ πλοῦτος δοῦλος ἦν τοῦ τὴν λόγχην ἔχοντος, πρὸς δὲ τούτοις ὅτι χάριν αὐτῷ μᾶλλον ὀφείλει, δίδωσιν δὲ οὐδὲν [7] ἴδιον τῷ κυρίῳ πάντων. ὁ δ' οὖν Ὑρίατθος οὔτε ἐλούσατο λιπαρούντων οὔτε κατεκλίθη· τραπέζης δὲ παρατεθείσης παντοδαπῶν βρωμάτων, ἀφελὼν ἄρτους καὶ κρέα τοῖς μεθ' ἑαυτοῦ πορευθεῖσιν ἔδωκε καὶ αὐτὸς ἀπὸ χειρῶν βραχέα προσενεγκάμενος ἄγειν ἐκέλευσε τὴν νύμφην. θύσας δὲ τοῖς θεοῖς καὶ τὰ νομιζόμενα παρ' Ἴβηρσι ποιήσας ἐπέθετο τὴν παρθένον ἐπὶ τὴν ἵππον, καὶ παραχρῆμα ἀπήλαυνεν εἰς τὰς ἐν τοῖς ὄρεσι παρασκευάς.

[8] ὑπελάμβανεν γὰρ τὴν μὲν αὐτάρκειαν μέγιστον ὑπάρχειν πλοῦτον, τὴν δὲ ἐλευθερίαν πατρίδα, τὴν δὲ ἐκ τῆς ἀνδρείας ὑπεροχὴν βεβαιοτάτην κτῆσιν. ἦν δὲ ὁ ἀνὴρ οὗτος καὶ κατὰ τὰς ὁμιλίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως ἀμωμήτους φέρων τοὺς λόγους.

   (Const. Exc. 2 (1), pp. 296-297.)

[9]    Ὅτι ὁ Ὑρίατθος, ἐπὶ τὸν γάμον πολλῶν προτεθέντων πραγμάτων καὶ πολυτελῶν, ὡς ἄδην εἶχε τῆς θέας, ἐπηρώτησε τὸν Ἀστόλπαν, Εἶτα ταῦθ' ὁρῶντες οἱ Ῥωμαῖοι παρὰ σοὶ κατὰ τὰς ἑστιάσεις πῶς τῆς τούτων πολυτελείας ἀπείχοντο, δυνάμενοι ταῦτ' ἀφαιρεῖσθαι διὰ τὴν ἐξουσίαν; τοῦ δὲ εἰπόντος ὅτι πολλῶν εἰδότων οὐδεὶς ἐπεβάλετο λαβεῖν ἢ αἰτῆσαι, Τί οὖν, εἶπεν, ἄνθρωπε, διδόντων σοι τὴν ἄδειαν καὶ τὴν ἀσφαλῆ τούτων ἀπόλαυσιν τῶν κρατούντων, καταλιπὼν τούτους ἐπεθύμησας τῆς ἐμῆς ἀγραυλίας καὶ ἀγενείας οἰκεῖος γενέσθαι;

[10]    Ἦν δὲ οὗτος κατὰ τὰς ὁμιλίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως φέρων τοὺς λόγους· καὶ γὰρ τῶν τὴν Τύκκην οἰκούντων οὐδέποτε μενόντων ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ἀλλ' ὁτὲ μὲν πρὸς Ῥωμαίους ὁτὲ δὲ πρὸς αὐτὸν ἀφισταμένων, καὶ πολλάκις τοῦτο πραττόντων, αἶνόν τινα διελθὼν οὐκ ἀσόφως ἔσκωψεν ἅμα καὶ ἐπέπληξε [11] τὸ τῆς κρίσεως αὐτῶν ἀβέβαιον. ἔφη γάρ τινα μέσον ἤδη τὴν ἡλικίαν ὄντα γαμῆσαι δύο γυναῖκας, καὶ τὴν μὲν νεωτέραν ἐξομοιοῦν ἑαυτῇ φιλοτιμουμένην τὸν ἄνδρα ἐκ τῆς κεφαλῆς τὰς πολιὰς ἐκτίλλειν αὐτοῦ, τὴν δὲ γραῦν τὰς μελαίνας, καὶ πέρας ὑπ' ἀμφοτέρων αὐτὸν ἐκτιλλόμενον ταχὺ γενέσθαι φαλακρόν. τὸ παραπλήσιον δὲ καὶ τοῖς τὴν Τύκκην οἰκοῦσιν ἔσεσθαι· τῶν μὲν γὰρ Ῥωμαίων ἀποκτεινόντων τοὺς ἀλλοτρίως πρὸς αὐτοὺς ἔχοντας, τῶν δὲ Λυσιτανῶν ἀναιρούντων τοὺς αὑτῶν ἐχθρούς, [12] ταχὺ τὴν πόλιν ἐρημωθήσεσθαι. πολλὰ δὲ καὶ ἕτερά φασιν αὐτὸν ἐν βραχέσιν ἀποφθέγξασθαι, τῆς μὲν ἐγκυκλίου παιδείας ἄπειρον ὄντα, πρακτικῇ δὲ συνέσει πεπαιδευμένον· ἀνδρὸς γὰρ ἀκολούθως τῇ φύσει ζῶντος σύντομος λόγος ἐστὶν ἀρετῇ συνησκημένος, τὸ δὲ ἀφελείᾳ λόγου βραχέως καὶ ἀπερίττως ῥηθὲν τοῦ μὲν εἰπόντος ἀπόφθεγμα γίνεται, τοῦ δὲ ἀκούσαντος ἀπομνημόνευμα.

[8]

[1]    Ὅτι φιλεῖ ἡ μὲν ἀσθένεια καὶ ταπεινότης ἀεὶ τὴν λιτὴν αὐτάρκειαν καὶ τὸ δίκαιον, ἡ δὲ ὑπεροχὴ τὴν πλεονεξίαν καὶ τὴν ἐκ τῆς ἀδικίας παρανομίαν.

   (Const. Exc. 4, p. 382.)

[9]   Ὅτι ὁ Δημήτριος ἐν Λαοδικείᾳ διατρίβων ῥᾳθύμως διῆγε, πότους τε συνάγων καὶ ταῖς πολυτελεστάταις ἀπολαύσεσιν ἐκκεχυμένως χρώμενος. ὁμοίως δὲ κατὰ τὴν ἀγωγὴν ὁ αὐτὸς διέμεινεν εἰς πολλοὺς εἰκῇ παρανομῶν καὶ μὴ δυνάμενος ὑπὸ τῶν ἐλαττωμάτων διορθωθῆναι.

[10]   Ὅτι οἱ Κνώσιοι τῶν πρωτείων ἀντείχοντο. προῆγεν δὲ αὐτοὺς ἐπὶ τὴν τῆς ἡγεμονίας φιλοτιμίαν τὸ παλαιὸν ἀξίωμα τῆς πόλεως καὶ τῶν προγόνων ἡ διαβεβοημένη δόξα κατὰ τοὺς ἡρωικοὺς χρόνους· τόν τε γὰρ Δία παρ' αὐτοῖς τεθράφθαι μυθολογοῦσί τινες καὶ Μίνω τὸν θαλαττοκρατήσαντα Κνώσιον ὄντα παιδευθῆναι ὑπὸ Διὸς καὶ πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν. (Const. Exc. 2 (1), p. 297.)

[11]   Ὅτι κατὰ τὸν μῦθον τὸν λεγόμενον περὶ Ἀγαμέμνονος, ὡς ἔθετο ἀρὰν κατὰ τῶν ἀπολειφθέντων εἰς Κρήτην στρατιωτῶν, παλαιὰ διαμένει παρὰ τοῖς Κρησὶ παροιμία δι' ἑνὸς στίχου μηνύουσα τὴν νῦν γενηθεῖσαν περιπέτειαν,

   Αἰαῖ, Περγάμιοι παρά τοι κακὸν ἡγήσαντο.

   (Const. Exc. 4, p. 383.)

[12]   Ὅτι κατὰ τὴν Αἴγυπτον τὸν Πτολεμαῖον διὰ τὴν πρὸς τοὺς ἀρχομένους ὠμότητα καὶ παρανομίαν οὐ μετρίως ἐμίσει τὸ πλῆθος. παράλληλος γὰρ ὁ τούτου τρόπος πρὸς τὸν τοῦ Φιλομήτορος θεωρούμενος οὐδὲ σύγκρισιν ἐπεδέχετο διὰ τὰς παρ' ἀμφοτέροις ὑπερβολάς, τοῦ μὲν ἐπιεικείας, τοῦ δὲ ὠμότητος καὶ μιαιφονίας. διὸ τὰ πλήθη καὶ πρὸς μεταβολὴν οἰκείως ἔχοντα τὸν τῆς ἀποστάσεως ἐκαραδόκει καιρόν.

[13]   Ὅτι Πτολεμαίου κατὰ τὴν Μέμφιν ἐνθρονιζομένου τοῖς βασιλείοις κατὰ τοὺς Αἰγυπτίων νόμους, παῖς ἐγένετο ἐκ τῆς Κλεοπάτρας τῷ βασιλεῖ. ἡσθεὶς δὲ διαφερόντως προσηγόρευσε τὸν παῖδα Μεμφίτην ἀπὸ τῆς πόλεως καθ' ἣν τὰς θυσίας ἐπιτελοῦντος ἐγεννήθη. ἄγων δὲ παιδογόνια καὶ τῇ συνήθει μιαιφονίᾳ χρώμενος προσέταξεν ἀποκτεῖναι τῶν Κυρηναίων τοὺς συγκαταγαγόντας μὲν αὐτὸν εἰς τὴν Αἴγυπτον, ἐγκαλουμένους δὲ ἐπί τισι δικαίαις παρρησίαις διὰ τὴν παλλακὴν Εἰρήνην. (Ζήτει ἐν τῷ Περὶ Γάμων.)

[14]   Ὅτι Διήγυλις ὁ τῶν Θρᾳκῶν βασιλεὺς παραλαβὼν τὴν βασιλείαν, καὶ παραδόξως αὐτῷ τῶν ἀγαθῶν ἐπιρρεόντων, οὐκέτι τῶν ὑποτεταγμένων ὡς φίλων καὶ συμμάχων ἦρχεν, ἀλλ' ὡς ἀργυρωνήτων ἀνδραπόδων ἢ πολεμίων αἰχμαλώτων ὠμῶς ἐδέσποζεν. πολλοὺς μὲν γὰρ καλοὺς καὶ ἀγαθοὺς ἄνδρας Θρᾳκῶν ἀνεῖλε μετ' αἰκίας, οὐκ ὀλίγους δὲ ὕβριζεν καὶ ταῖς ἐσχάταις παροινίαις περιέβαλλεν. οὐ γὰρ ἦν οὐ γυναικὸς οὐ παιδὸς αὐτῷ κάλλος ἄθικτον, οὐ κατασκευὴ κτημάτων πολυτελὴς ἀναφαίρετος, ἀλλὰ πᾶσαν τὴν ὑφ' ἑαυτὸν δυναστείαν [2] ἐπλήρου παρανομίας. ἐπόρθει δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τὰς πλησιοχώρους καὶ τῶν ἁλισκομένων οὓς μὲν ὕβριζεν, οὓς δὲ δειναῖς καὶ παρηλλαγμέναις αἰκίαις ἐτιμωρεῖτο. κυριεύσας δὲ ὁ αὐτὸς πόλεως Λυσιμαχείας, τεταγμένης ὑπὸ τὸν Ἄτταλον, τὴν μὲν πόλιν ἐνέπρησεν, τῶν δὲ αἰχμαλώτων ἐπιλέξας τοὺς ἀξιολογωτάτους ἰδίαις καὶ παρηλλαγμέναις κατ' αὐτῶν ἐχρήσατο τιμωρίαις.

[3] παίδων μὲν γὰρ ἀποκόπτων χεῖρας καὶ πόδας καὶ κεφαλὰς ἐξῆπτε ταῦτα φέρειν τοῖς τῶν γονέων τραχήλοις, ἀνδρῶν δὲ καὶ γυναικῶν ἐκταμὼν διήλλαττεν ἀμφοτέρων τὰ μέλη, καὶ τινὰς μὲν χειροκοπήσας διεμέλιζεν τὰ σώματα κατὰ ῥάχιν, ἔστιν δ' ὅτε καὶ τὰς διακοπὰς ἐπ' ἄκραις ταῖς λόγχαις ἔφερεν, ὡς Φάλαριν καὶ τὸν Κασσανδρέων τύραννον Ἀπολλόδωρον ὑπερβάλλειν ὠμότητι. παραλιπὼν δ' ἄν τις τὰ λοιπὰ τῆς περὶ αὐτὸν μιαιφονίας ἐξ ἑνὸς τοῦ μέλλοντος λέγεσθαι τεκμήραιτο τὴν ὑπερβολὴν [4] τῆς ὠμότητος. γάμων ἀγομένων τούτῳ κατά τι Θρᾳκικὸν παλαιὸν ἔθος δύο νεανίσκους Ἕλληνας ἐκ τῆς Ἀτταλικῆς βασιλείας καθ' ὁδοιπορίαν συνήρπασεν, ἀδελφοὺς μὲν ὑπάρχοντας, τῇ δὲ εὐπρεπείᾳ διαφόρους, τὸν μὲν ἴουλον κατάγοντα, τὸν δὲ ὑπογραφὴν ἄρτι λαμβάνοντα ταύτης τῆς [5] ἀκμῆς. τούτους ἀμφοτέρους καταστέψας ἱερείου τρόπον εἰσήγαγε, καὶ τὸν μὲν νεώτερον κατατείνας μακρὸν διὰ τῶν ὑπηρετῶν ὡς μέσον διακόψων, ἀνεφώνησεν ὡς οὐχ ὁμοίοις ἱερείοις δεῖ χρῆσθαι τοὺς ἰδιώτας καὶ τοὺς βασιλεῖς. κλαίοντος δὲ τοῦ πρεσβυτέρου καὶ φιλάδελφον πάθος προφαίνοντος καὶ τιθέντος ἑαυτὸν ὑπὸ τὸν σίδηρον, προσέταξεν τοῖς ὑπηρέταις καὶ τοῦτον ὁμοίως τεῖναι μακρόν. διπλασιάζων δὲ τὴν ὠμότητα καὶ μιᾷ πληγῇ καθ' ἑκατέρου χρησάμενος ἐν ἀμφοτέροις εὐστόχησε, παιᾶνι τῶν θεωμένων ἐπισημηνάντων τὴν κατόρθωσιν. πολλὰ δὲ καὶ ἄλλα παράνομα ἐποίησεν.

[15]

[1]    Ὅτι ὁ Ἄτταλος ἀκούων τὸν Διήγυλιν παρὰ τοῖς ὑποτεταγμένοις διαβεβλῆσθαι διά τε τὴν πλεονεξίαν καὶ τὴν ὑπερβολὴν τῆς ὠμότητος ἐζήλωσε τὴν ἐναντίαν προαίρεσιν. διὸ καὶ τοὺς ἁλισκομένους τῶν Θρᾳκῶν ἀπολύων μετὰ φιλανθρωπίας πολλοὺς ἔσχε κήρυκας τῆς ἰδίας ἐπιεικείας. ἃ δὴ πυνθανόμενος ὁ Διήγυλις τῶν μὲν ἀποχωρούντων τοὺς ὁμήρους δειναῖς ὕβρεσι καὶ παρανόμοις αἰκίαις περιέβαλλεν, ὧν ἦσάν τινες τῶν ἀσθενεστάτων παίδων ἡλικίᾳ καὶ φύσει. καὶ γὰρ τούτων οἱ μὲν διαμεμελισμένοι τὰ σώματα ποικίλως, οἱ δὲ κεφαλὰς καὶ χεῖρας καὶ πόδας ἀφῃρημένοι· καὶ τούτων οἱ μὲν ἐπὶ σκόλοψιν, οἱ δὲ ἐπὶ δένδρεσιν [2] ἀνήρτηντο. οὐκ ὀλίγας δὲ καὶ τῶν γυναικῶν ἀνεπτυγμένας τὰ σώματα πρὸς ὕβριν τε ἦν ἰδεῖν πρὸς ταῖς τοῦ θανάτου συμφοραῖς προκειμένας, καὶ παντοίας διαθέσεις αἰσχύνης ἐξ ὑπερηφανίας βαρβάρων συντετελεσμένας, αἳ τοῖς μὲν πράξασιν ὠμότητος ἀναισχύντου δεῖγμα προέκειντο, τῶν δὲ θεωρούντων καὶ τὸν ἥμερον ἐχόντων λογισμὸν πολλοὺς ἐξεκαλοῦντο πρὸς τὸν τῶν ἠτυχηκότων ἔλεον.

   (Const. Exc. 2 (1), pp. 298-300.)

[16]

[1]    Ὅτι Νομαντῖνοι καὶ Τερμήσσιοι περὶ διαλύσεως διαπρεσβευσάμενοι πρὸς Ῥωμαίους συνεχώρησαν αὐτοῖς τὴν εἰρήνην ἐπὶ τούτοις· δοῦναι τῶν πόλεων ἑκατέραν Ῥωμαίοις ὁμήρους τριακοσίους, σάγους ἐνακισχιλίους, βύρσας τρισχιλίας, ἵππους πολεμιστὰς ὀκτακοσίους, ὅπλα πάντα· καὶ ταῦτα πράξαντας φίλους εἶναι καὶ συμμάχους. ταχθείσης δὲ ἡμέρας ἐν ᾗ ταῦτα συντελεῖν ἔδει τὰς πόλεις, [2] κατὰ τὰς ὁμολογίας πάντα ἐτέλεσαν. ὡς δὲ ἐπὶ τελευτῆς ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσιν. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν, εἰ γυναικῶν τρόπον γυμνώσουσιν ἑαυτοὺς ὅπλων. μεταμελόμενοι δὲ τοῖς ψηφισθεῖσιν ἀλλήλους κατεμέμφοντο, καὶ πατέρες μὲν υἱοῖς ἐνεκάλουν, παῖδες δὲ γονεῦσι, γυναῖκες δὲ ἀνδράσι. καὶ ἐπὶ τὴν ἐξ ἀρχῆς διάθεσιν ἀναδραμόντες καὶ τῶν ὅπλων οὐ παραχωρήσαντες ἀνεκαίνισαν τὸν πρὸς Ῥωμαίους πόλεμον.

   (Const. Exc. 1, p. 406.)

[17]

[1]    Ὅτι τοῦ Πομπηίου ἐλθόντος ἐπὶ πόλιν τὴν καλουμένην Λαγνὶ καὶ ταύτην πολιορκοῦντος, οἱ Νουμαντῖνοι βουλόμενοι βοηθῆσαι τοῖς ὁμοεθνέσιν ἔπεμψαν στρατιώτας τετρακοσίους νυκτός. οἳ τούτους ἀσμένως δεξάμενοι σωτῆρας ἀπεκάλουν καὶ δωρεαῖς ἐτίμων. μετὰ δὲ ἡμέρας ὀλίγας καταπλαγέντες καὶ τὴν πόλιν προδιδόντες τοῖς σώμασιν [2] ᾔτουν ἀσφάλειαν. τοῦ δὲ Πομπηίου δόντος ἀπόκρισιν ὡς οὐκ ἂν ἄλλως ποιήσαιτο πρὸς αὐτοὺς ὁμολογίας, εἰ μὴ πρῶτον ἐκδώσουσι τοὺς συμμάχους, τὸ μὲν πρῶτον ἐντρεπόμενοι τὸ πρὸς τοὺς εὐεργέτας ἀνόμημα διεκαρτέρουν· τοῦ δὲ δεινοῦ πλησίον ὄντος διεπρεσβεύοντο, καὶ τῇ τῶν φίλων ἀπωλείᾳ τὴν σωτηρίαν αὑτοῖς ἐπεχείρουν περιποιήσασθαι. οὐ μὴν ἔλαθόν γε τοὺς ἐπιβουλευομένους, ἀλλὰ τοῦτο μαθόντες πρὸς ἀλκὴν ἐτράποντο καὶ νυκτὸς τοῖς κατὰ τὴν πόλιν ἐπιθέμενοι πολὺν ἐποίουν [3] φόνον. ὁ δὲ Πομπήιος τοῦ θορύβου αἰσθόμενος καὶ κλίμακας προσερείσας τοῖς τείχεσιν ἐκυρίευσε τῆς πόλεως. καὶ τοὺς μὲν εὐγενεῖς ἅπαντας ἀπέσφαξεν, τοὺς δὲ συμμάχους ὄντας διακοσίους τὸν ἀριθμὸν ἀπέλυσε τῶν κινδύνων, ἅμα μὲν ἐλεήσας κινδυνεύουσαν ἀρετὴν καὶ τὸ περὶ τοὺς ἀκληροῦντας γενόμενον πάθος δι' ἀχαριστίαν, ἅμα δὲ τὴν Νουμαντίνων εὔνοιαν πρὸς Ῥωμαίους πόρρωθεν ἐκκαλούμενος ταῖς εὐεργεσίαις· τὴν δὲ πόλιν κατέσκαψεν.

[18]   Ὅτι ὁ Ἀρσάκης ὁ βασιλεὺς ἐπιείκειαν καὶ φιλανθρωπίαν ζηλώσας αὐτομάτην ἔσχε τὴν ἐπίρροιαν τῶν ἀγαθῶν καὶ τὴν βασιλείαν ἐπὶ πλεῖον ηὔξησε· μέχρι γὰρ τῆς Ἰνδικῆς διατείνας τῆς ὑπὸ τὸν Πῶρον γενομένης χώρας ἐκυρίευσεν ἀκινδύνως. εἰς τηλικοῦτο δὲ μέγεθος προαχθεὶς βασιλείας οὐκ ἐζήλωσε τρυφὴν οὐδὲ ὑπερηφανίαν, ἅπερ ταῖς πλείσταις δυναστείαις ἀκολουθεῖν εἴωθεν, ἀλλ' ἐπιείκειαν μὲν πρὸς τοὺς ὑποτεταγμένους, ἀνδρείαν δὲ πρὸς τοὺς ἀντιταττομένους. καθόλου δὲ πολλῶν ἐθνῶν ἐγκρατὴς γενόμενος τὰ παρ' ἑκάστοις ἄριστα κατέδειξε τῶν νομίμων τοῖς Πάρθοις.

   (Const. Exc. 2 (1), p. 300.)

[19]

[1]    Ὅτι ὁ ὕπατος Ποπίλλιος Ὑριάτθου περὶ διαλέξεως ἀξιοῦντος ἔκρινε προστάττειν καθ' ἕκαστα τῶν ἀρεσκόντων, ὅπως μὴ λεχθέντων ἀθρόον ἀπογνοὺς ἀποθηριωθῇ πρὸς πόλεμον ἀκατάλλακτον.

   (Const. Exc. 4, p. 383.)

[20]   Ὅτι Γαλαίστης τις Ἀθαμὰν τὸ γένος, υἱὸς δὲ Ἀμυνάνδρου τοῦ βεβασιλευκότος Ἀθαμάνων, γένει καὶ πλούτῳ καὶ δόξῃ πολὺ προέχων τῶν ὁμοεθνῶν, ἐγένετο φίλος Πτολεμαίου τοῦ Φιλομήτορος· ἐν δὲ τῇ πρὸς Δημήτριον μάχῃ τῶν δυνάμεων τῶν ἀπὸ Ἀλεξανδρείας ἡγεμὼν ἐγεγόνει. οὗτος μετὰ τὴν ἧτταν καὶ τελευτὴν Πτολεμαίου ἐλθὼν εἰς διαβολὰς ψευδεῖς ὡς ἑκουσίως τοῖς πολεμίοις καταπροέμενος τὰ πράγματα, καὶ τοῦ διαδεξαμένου τὴν βασιλείαν Πτολεμαίου τὰς δωρεὰς ἀφελομένου καὶ χαλεπῶς διακειμένου πρὸς αὐτόν, φοβηθεὶς ἀπεχώρησεν εἰς τὴν Ἑλλάδα. ἐκπεσόντων δὲ καὶ ἄλλων πολλῶν ἐκ τῆς Αἰγύπτου διὰ τὴν πρὸς τοὺς ὀψωνιαζομένους στρατιώτας στάσιν, ἀνέλαβε τοὺς φυγάδας. φήσας δὲ ἐν παρακαταθήκῃ τὸν βασιλέα Πτολεμαῖον τὸν Φιλομήτορα δεδωκέναι παιδίον αὐτῷ τρέφειν ἐκ τῆς Κλεοπάτρας ἐπὶ βασιλείᾳ, καὶ τούτῳ διάδημα περιθείς, καὶ συναγωνιστὰς ἔχων πολλοὺς φυγάδας, παρεσκευάζετο κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν τὸν παῖδα.

[21]   Ὅτι Αὔδας καὶ Διτάλκης καὶ Νικορόντης ἐκ πόλεως Ὄρσωνος, οἰκεῖοι δὲ ἀλλήλων καὶ φίλοι, θεωροῦντες τὴν περὶ τὸν Ὑρίατθον ὑπεροχὴν καταπονουμένην ὑπὸ Ῥωμαίων καὶ περὶ αὑτῶν δείσαντες, καταθέσθαι τινὰ χάριν τοῖς Ῥωμαίοις ἔκριναν, δι' ἧς ἑαυτοῖς περιποιήσασθαι τὴν ἀσφάλειαν. ... ὁρῶντες γὰρ τὸν Ὑρίατθον ἐπιθυμοῦντα καταλύσασθαι τὸν πόλεμον ἐπηγγείλαντο πείσειν Καιπίωνα συνθέσθαι τὴν εἰρήνην, ἐὰν αὐτοὺς ἀπολύσῃ πρεσβευτὰς περὶ διαλύσεων. προθύμως δὲ τοῦ δυνάστου συγχωρήσαντος, οὗτοι μὲν συντόμως παραγενόμενοι πρὸς τὸν Καιπίωνα ῥᾳδίως ἔπεισαν δοῦναί σφισιν αὐτοῖς τὴν ἀσφάλειαν ἐπαγγελλομένοις δολοφονήσειν τὸν Ὑρίατθον. δόντες οὖν καὶ λαβόντες περὶ τούτων πίστεις ταχέως ἐπανῆλθον εἰς τὴν παρεμβολήν· εἰπόντες δὲ πεπεικέναι τοὺς Ῥωμαίους περὶ τῆς εἰρήνης εἰς ἐλπίδας ἀγαθὰς ἤγαγον τὸν Ὑρίατθον, σπεύδοντες τῆς ἀληθοῦς ἐννοίας ἀπαγαγεῖν αὐτοῦ τὴν διάνοιαν ὡς πορρωτάτω. πιστευόμενοι δ' ὑπ' αὐτοῦ διὰ τὴν φιλίαν νυκτὸς ἔλαθον εἰς τὴν σκηνὴν παρεισελθόντες καὶ τοῖς ξίφεσι διαχρησάμενοι τὸν Ὑρίατθον πληγαῖς εὐκαίροις, ἐκ τῆς παρεμβολῆς ἐκπηδήσαντες παραχρῆμα διὰ τῆς ὀρεινῆς ἀνοδίαις χρησάμενοι διεσώθησαν πρὸς Καιπίωνα.

   (Const. Exc. 3, pp. 205-206.)

[21]   Ὅτι τὸ σῶμα τοῦ Ὑριάτθου ταφῆς παραδόξου καὶ μεγαλοπρεποῦς ἠξίωσαν καὶ διακοσίοις ζεύγεσι μονομάχων ἀγῶνα πρὸς τῷ τάφῳ συνετέλεσαν, τιμῶντες αὐτοῦ τὴν διαβεβοημένην ἀνδρείαν. ὁμολογουμένως γὰρ ἦν πολεμικώτατος μὲν ἐν τοῖς κινδύνοις, στρατηγικώτατος δὲ ἐν τῷ προϊδέσθαι τὸ συμφέρον, τὸ δὲ μέγιστον, διετέλεσε πάντα τὸν τῆς στρατηγίας χρόνον ἀγαπώμενος ὑπὸ τῶν στρατιωτῶν ὡς οὐδεὶς ἕτερος. κατὰ μὲν γὰρ τὰς ἐκ τῆς λῃστείας διανομὰς οὐδὲν πλέον ἀπεφέρετο τῆς τοῖς ἰδιώταις ἐπιβαλλούσης μοίρας, ἀπὸ δὲ τῶν αὐτῷ πορισθέντων ἐτίμα τοὺς ἀξίους χάριτος καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν ὑπελάμβανεν. ὑπῆρχε δὲ καὶ νήπτης καὶ ἀγρυπνητικὸς καὶ παντὸς πόνου καὶ κινδύνου κατεξανεστηκώς, ἔτι δὲ πάσης ἡδονῆς κρείττων. αἱ δὲ ἀποδείξεις τῆς περὶ αὐτὸν ἀρετῆς ἐμφανεῖς εἰσιν· ἕνδεκα γὰρ ἔτη δυναστεύοντος αὐτοῦ Λυσιτανῶν, οὐ μόνον αἱ δυνάμεις ἀστασίαστοι διέμειναν, ἀλλὰ καὶ σχεδὸν ἀνίκητοι. μετὰ δὲ τὴν τούτου τελευτὴν τὸ σύστημα τῶν Λυσιτανῶν διελύθη στερηθὲν τῆς τούτου προστασίας.

[22]   Ὅτι Πτολεμαῖος ... διὰ τὴν ὠμότητα καὶ μιαιφονίαν καὶ διὰ τὰς ἀνέδην τῶν αἰσχίστων ἡδονῶν ἀπολαύσεις καὶ τὸ τοῦ σώματος ἀγεννὲς πάθος, διὸ Φύσκων ἐκαλεῖτο. ὁ δὲ στρατηγὸς Ἱέραξ ἐν τοῖς πολεμικοῖς ἔργοις θαυμαστὸς ὢν καὶ κατὰ τὰς ἐντεύξεις τοῖς ὄχλοις εὔθετος, ἔτι δὲ μεγαλόψυχος, συνέσχε τὴν τοῦ Πτολεμαίου βασιλείαν. τούτου γὰρ ἀπορουμένου χρημάτων, καὶ τῶν στρατιωτῶν βουλομένων ἀφίστασθαι πρὸς Γαλαίστην διὰ τὸ μὴ κομίζεσθαι τοὺς μισθούς, ἐκ τῆς ἰδίας οὐσίας ὀψωνιάσας τὴν δύναμιν διωρθώσατο τὴν ὅλην μεταβολήν.

[23]   Ὅτι τοῦ Πτολεμαίου παντελῶς οἱ Αἰγύπτιοι κατεφρόνησαν, ὁρῶντες ἔν τε ταῖς ὁμιλίαις ὄντα παιδαριώδη καὶ πρὸς τὰς αἰσχίστας ἡδονὰς ἐκκεχυμένον καὶ διὰ τὴν ἀκολασίαν τὸ σῶμα γυναικῶδες περιπεποιημένον. (Const. Exc. 2 (1), p. 301.)

[24]   Ὅτι ἡ πόλις ἡ καλουμένη Κόντοβρις ἀπέστειλε πρεσβευτὰς πρὸς Ῥωμαίους, οἳ κατὰ τὰς δεδομένας ἐντολὰς προὔλεγον ἀπαλλάττεσθαι τὴν ταχίστην ἐκ τῆς χώρας πρὶν ἤ τι παθεῖν· καὶ γὰρ τῶν ἄλλων τοὺς τολμήσαντας ἐμβαλεῖν εἰς τούσδε τοὺς τόπους πολεμίᾳ δυνάμει πάντας ἀπολωλέναι. ὁ δὲ ὕπατος τούτοις ἀπεκρίθη διότι Λυσιτανοὶ μὲν καὶ Κελτίβηρες μάλιστα ἐπιτηδεύουσιν ἀπειλεῖν μεγάλα καὶ πλεονεκτεῖν, Ῥωμαῖοι δὲ κολάζειν τοὺς ἀδικοῦντας καὶ καταφρονεῖν τῶν ἀπειλῶν· προσήκειν οὖν μὴ ταῖς ἀπειλαῖς, ἀλλὰ ταῖς χερσὶν ἐπιδείκνυσθαι τὴν ἀνδρείαν, ἧς δὴ πεῖραν λήψεσθαι τὴν ἀκριβεστάτην.

[25]   Ἔκρινε κρεῖττον εἶναι μαχομένους ἀποθανεῖν ἐπιφανῶς ἢ γυμνὰ τὰ σώματα τῶν ὅπλων εἰς τὴν αἰσχίστην παραδοῦναι δουλείαν.

[26]   Ὁ δὲ Ἰούνιος παρακαλέσας τοὺς στρατιώτας, εἰ καί ποτε, νῦν ἀνδραγαθῆσαι καὶ τῶν προγεγονότων κατορθωμάτων ἀξίους φανῆναι. ... ὅμως οὐκ ἔκαμνον ταῖς ψυχαῖς, κατισχύοντος τοῦ λογισμοῦ τὴν τῶν σωμάτων ἀσθένειαν.

[2]    Ὅτι διεδόθη ἡ τῶν Ῥωμαίων πρὸς μὲν τοὺς ἀντιπραττομένους ἀπαραίτητος τιμωρία, πρὸς δὲ τοὺς πειθαρχοῦντας ἡ τῆς ἐπιεικείας ὑπερβολή.

   (Const. Exc. 4, p. 383.)

[27]

[1]    Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος διὰ τὴν βαρύτητα καὶ δυσκινησίαν τοῦ σώματος τῇ διὰ τὸν ὄγκον ὑπεροχῇ καὶ τῷ πλήθει τῶν περικεχυμένων σαρκῶν ἄχρηστος ἦν ἐν ταῖς κατὰ πόλεμον ἐνεργείαις.

   (Const. Exc. 2 (1), pp. 301-302.)

[28]   Ὅτι κατὰ τὴν Συρίαν Διόδοτος ὁ Τρύφων ἐπικαλούμενος ἀνῃρηκὼς Ἀντίοχον τὸν Ἀλεξάνδρου τὸν ἐπὶ βασιλείᾳ τρεφόμενον, παῖδα τὴν ἡλικίαν ὄντα, περιέθετο διάδημα τῆς βασιλείας, καὶ κρατήσας ἔρημον αὑτὸν ἀνηγόρευσε βασιλέα, καὶ κατὰ τῶν σατραπῶν καὶ τῶν στρατηγῶν τοῦ ἀπὸ τοῦ βασιλικοῦ γένους πολεμεῖν ἐπειρᾶτο. περὶ μὲν γὰρ τὴν Μεσοποταμίαν ἦν Διονύσιος ὁ Μῆδος, περὶ δὲ τὴν Κοίλην Συρίαν οἱ περὶ τὸν Σαρπηδόνα καὶ Παλαμήδην, ἐν δὲ τῇ παρὰ θάλατταν Σελευκείᾳ Αἰσχρίων, ἔχων μεθ' ἑαυτοῦ τὴν βασίλισσαν Κλεοπάτραν, Δημητρίου δὲ γυναῖκα τοῦ ζωγρηθέντος ὑπ' Ἀρσάκου. (Const. Exc. 3, p. 206.)

[28]   Ὅτι Τρύφων ἐξ ἰδιώτου βασιλεὺς γεγονὼς ἔσπευδε τὴν δυναστείαν αὑτῷ διὰ δόγματος συγκλητικοῦ βεβαιῶσαι. διόπερ κατασκευάσας Νίκην χρυσῆν ἄγουσαν ὁλκὴν χρυσίνων μυρίων ἐξαπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς ταύτην κομιοῦντας τῷ δήμῳ. ὑπελάμβανε γὰρ τοὺς Ῥωμαίους ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην, καὶ προσαγορευθῆναι βασιλέα. εὗρε δὲ τὴν σύγκλητον πάνυ πανουργοτέραν ἑαυτοῦ καὶ τοὺς ἀπάτῃ παρακρουομένους συνέσει καταστρατηγοῦσαν. τὸ μὲν γὰρ δῶρον ἐδέξατο καὶ τὴν εὐφημίαν μετὰ τοῦ λυσιτελοῦς ἐτήρησεν, ἀντὶ δὲ Τρύφωνος μεταχρηματίσασα τὴν δόσιν εἰς τὸν ὑπ' αὐτοῦ δολοφονηθέντα βασιλέα τὴν ἐπιγραφὴν ἐποιήσατο. διὰ δὲ ταύτης τῆς πράξεως ἀνέδειξεν ἑαυτὴν μισοπονηροῦσαν ἐπὶ τῇ τοῦ παιδὸς ἀναιρέσει καὶ δωρεὰς ἀσεβῶν ἀνδρῶν οὐ προσδεχομένην.

[29]   Ὅτι ἧκον εἰς Ἀλεξάνδρειαν οἱ περὶ τὸν Σκιπίωνα τὸν Ἀφρικανὸν πρεσβευταὶ κατασκεψόμενοι τὴν ὅλην βασιλείαν. ὁ δὲ Πτολεμαῖος μετὰ μεγάλης ἀπαντήσεως καὶ παρασκευῆς προσδεξάμενος τοὺς ἄνδρας τάς τε ἑστιάσεις πολυτελεῖς ἐποιεῖτο καὶ τὰ βασίλεια περιάγων ἐπεδείκνυτο καὶ [2] τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις ἀρετῇ διαφέροντες τοῖς μὲν βρωτοῖς ὀλίγοις καὶ πρὸς ὑγείαν διατείνουσι χρώμενοι κατεφρόνουν τῆς πολυτελείας, ὡς διαφθειρούσης καὶ ψυχὴν καὶ σῶμα, τῶν δὲ ὑπὸ τοῦ βασιλέως θαυμαζομένων ἐν παρέργῳ τὴν θέαν ὡς οὐδενὸς ἀξίων ποιησάμενοι τὰ θέας ἄξια πρὸς ἀλήθειαν ἐπολυπραγμόνησαν ἀκριβῶς, τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας· πρὸς δὲ τούτοις ἀναπλεύσαντες εἰς Μέμφιν τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας, τό τε πλῆθος τῶν κατ' Αἴγυπτον πόλεων καὶ τὰς ἀναριθμήτους τῶν οἰκητόρων μυριάδας καὶ τὴν ὀχυρότητα τῆς Αἰγύπτου καὶ τὴν ὅλην τῆς χώρας ὑπεροχήν, ὡς εὖ διάκειται πρὸς ἡγεμονίας ἀσφάλειάν [3] τε καὶ μέγεθος. καὶ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα διέλαβον μεγίστην ἡγεμονίαν δύνασθαι συσταθῆναι, τυχούσης τῆς βασιλείας ταύτης ἀξίων τῶν ἡγεμόνων.

   Οἱ μὲν οὖν πρεσβευταὶ κατασκεψάμενοι τὰ κατὰ τὴν Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίας τὴν ἀναγωγὴν ἐποιήσαντο. καθόλου δὲ καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπῆλθον, καὶ παρὰ πᾶσι σώφρονα καὶ θαυμαστὴν ποιησάμενοι τὴν ἐπιδημίαν μεγάλης ἀποδοχῆς ἔτυχον, καὶ μετ' εὐφημίας [4] ὑπὸ πάντων συμφωνουμένης ἐπανῆλθον. τῶν γὰρ ἐχόντων τὰς ἀμφισβητήσεις οὓς μὲν διηλλάχεσαν ἀλλήλοις, οὓς δ' ἐπεπείκεσαν τὰ δίκαια ποιῆσαι τοῖς ἐγκαλοῦσι, τοὺς δὲ ἀναισχυντοῦντας διὰ τῆς ἀνάγκης κατεστάλκεσαν, τοὺς δὲ δυσδιακρίτους ἀνεπεπόμφεσαν ἐπὶ τὴν σύγκλητον. ὡμιληκότες δὲ βασιλεῦσι καὶ δήμοις καὶ τὴν προϋπάρχουσαν αὐτοῖς φιλίαν πρὸς ἅπαντας ἀνανεωσάμενοι πρὸς εὔνοιαν τὴν ἡγεμονίαν ἐπηύξησαν, καὶ πάντες ταῖς αἱρέσεσιν οἰκείως διατεθέντες ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην, καὶ ἐπῄνεσαν ὅτι τοιούτους ἄνδρας ἐξέπεμψαν. (Const. Exc. 1, pp. 406-407.)

FRAGMENTA LIBRORUM XXXIV ET XXXV

[1]   Ὡς Ἀντίοχος ὁ βασιλεύς, φησίν, ἐπολιόρκει τὰ Ἱεροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξαναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθησαν περὶ διαλύσεως διαπρεσβεύσασθαι. οἱ δὲ πλείους αὐτῷ τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν τὴν πόλιν καὶ τὸ γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων· μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινωνήτους εἶναι τῆς πρὸς ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσεβεῖς καὶ μισουμένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰγύπτου [5] πεφυγαδευμένους. τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχοντας ἐν τοῖς σώμασι καθαρμοῦ χάριν ὡς ἐναγεῖς συναθροισθέντας ὑπερορίους ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέντας καταλαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώπους· διὰ τοῦτο δὲ καὶ νόμιμα παντελῶς ἐξηλλαγμένα καταδεῖξαι, τὸ μηδενὶ ἄλλῳ ἔθνει τραπέζης [6] κοινωνεῖν μηδ' εὐνοεῖν τὸ παράπαν. ὑπέμνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγενομένου μίσους τοῖς προγόνοις πρὸς τοῦτο τὸ ἔθνος. Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανὴς καταπολεμήσας τοὺς Ἰουδαίους εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οἷ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα· εὑρὼν δὲ ἐν αὐτῷ λίθινον ἄγαλμα ἀνδρὸς βαθυπώγωνος καθήμενον ἐπ' ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέλαβε Μωυσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετήσαντος τὰ μισάνθρωπα καὶ παράνομα ἔθη τοῖς Ἰουδαίοις· αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι [7] τὰ νόμιμα. διὸ τῷ ἀγάλματι τοῦ κτίστου καὶ τῷ ὑπαίθρῳ βωμῷ τοῦ θεοῦ μεγάλην ὗν θύσας, τό τε αἷμα προσέχεεν αὐτοῖς, καὶ τὰ κρέα σκευάσας προσέταξε τῷ μὲν ἀπὸ τούτων ζωμῷ τὰς ἱερὰς αὐτῶν βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγόμενον παρ' αὐτοῖς λύχνον καὶ καιόμενον ἀδιαλείπτως ἐν τῷ ναῷ κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσενέγκασθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους.

   Ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν Ἀντίοχον παρεκάλουν μάλιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦσαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς [8] ἀγωγὰς μεταθέσθαι. ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλημάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πραξάμενος καὶ τὰ τείχη περιελὼν τῶν Ἱεροσολύμων. (Photius, Bibl. p. 379 B.)

[2]

[1]    Ὅτι μετὰ τὴν Καρχηδονίων κατάλυσιν ἐπὶ ἑξήκοντα ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν, ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ αἰτίας τοιαύτης. ἐπὶ πολὺ τοῖς βίοις ἀναδραμόντες καὶ μεγάλους περιποιησάμενοι πλούτους συνηγόραζον οἰκετῶν πλῆθος, οἷς ἐκ τῶν σωματοτροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χαρακτῆρας ἐπέβαλλον καὶ [2] στιγμὰς τοῖς σώμασιν. ἐχρῶντο δὲ αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ' ἄλλοις ὥς πῃ ἑκάστῳ ἡ χρεία ἐπέβαλλε. βαρέως δ' αὐτοῖς κατά τε τὰς ὑπηρεσίας ἐχρῶντο, καὶ ἐπιμελείας παντελῶς ὀλίγης ἠξίουν, ὅσα τε ἐντρέφεσθαι καὶ ὅσα ἐνδύσασθαι. ἐξ ὧν οἱ πλείους ἀπὸ λῃστείας τὸ ζῆν ἐπορίζοντο, καὶ μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρατευμάτων διεσπαρμένων [3] τῶν λῃστῶν. οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων, οἳ ἐδέσποζον τῶν λῃστῶν, ἠναγκάζοντο περιορᾶν λῃστευομένην τὴν ἐπαρχίαν· οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ τοῖς ἄρχουσιν ὑπῆρχον.

[4]    Πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις καὶ πληγαῖς τὰ πολλὰ παραλόγως ὑβριζόμενοι, οὐχ ὑπέμενον. συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαιρίας συνελάλουν περὶ ἀποστάσεως, ἕως εἰς ἔργον [5] τὴν βουλὴν ἤγαγον. ἦν δέ τις οἰκέτης Ἀντιγένους Ἐνναίου, Σύρος τὸ γένος ἐκ τῆς Ἀπαμείας, ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. οὗτος προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ' ὕπνον προλέγειν τὰ μέλλοντα, καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυΐαν ἐξηπάτα. ἐντεῦθεν προϊὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο, ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν ἀκούειν τὰ [6] μέλλοντα. πολλῶν δ' ὑπ' αὐτοῦ σχεδιαζομένων ἀπὸ τύχης ἔνια πρὸς ἀλήθειαν ἐξέβαινε· καὶ τῶν μὲν μὴ γινομένων ὑπ' οὐδενὸς ἐλεγχομένων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προκοπὴν ἐλάμβανεν ἡ περὶ αὐτὸν δόξα. τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει, καὶ οὕτω τὰ [7] μέλλοντα ἀπεφοίβαζεν. εἰς γὰρ κάρυον ἤ τι τοιοῦτο τετρημένον ἐξ ἑκατέρου μέρους ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυναμένην ὕλην· εἶτα ἐντιθεὶς τῷ στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆρας, ποτὲ δὲ φλόγα ἐξέκαεν. οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινομένην αὐτῷ λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὑτοῦ [8] διετέλει λέγων. εἰς δὲ γέλωτα τρεπομένου τοῦ πράγματος, ὁ μὲν Ἀντιγένης ψυχαγωγούμενος ἐπὶ τῇ τερατείᾳ παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα ‑ τοῦτο γὰρ ὄνομα τῷ τερατίᾳ ‑ καὶ διηρώτα περὶ τῆς βασιλείας καὶ πῶς ἑκάστῳ χρήσεται τῶν παρόντων· τοῦ δὲ ἀτρέπτως πάντα διηγουμένου, καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις, καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο τοῖς παρακεκλημένοις, καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες ἐδωροῦντο, ἐπιλέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάριτος [9] μνημονεύοι. οὐ μὴν ἀλλ' ἡ τερατεία προῆλθεν εἰς ἀληθινὸν ἀποτέλεσμα βασιλείας, καὶ τὴν ἀνταπόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσαμένοις ἐν γέλωτι οὐ χωρὶς σπουδῆς ἐποιήσατο τῆς χάριτος. ἀρχὴ δὲ τῆς ὅλης ἀποστάσεως ἐγένετο τοιαύτη.

[10]    Δαμόφιλός τις ἦν Ἐνναῖος, τὴν δ' οὐσίαν μεγαλόπλουτος, ὑπερήφανος δὲ τὸν τρόπον. οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δούλοις, καὶ ἡ γυνὴ δὴ Μεγαλλὶς ἀντεφιλονείκει τἀνδρὶ πρὸς τὴν τιμωρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν περὶ τοὺς δούλους. ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλακιζόμενοι συνέθεντο πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συνθέμενος ὅτι συγχωροῦσι, παραχρῆμα [11] πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. εὐθὺς οὖν τετρακοσίους τῶν ὁμοδούλων συνήθροισαν, καὶ ὡς ἂν ὁ καιρὸς ἐδίδου καθοπλισθέντες εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγουμένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τερατευομένου τούτοις τοῦ Εὔνου. ταῖς δ' οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον εἰργάζοντο, [12] μηδ' αὐτῶν τῶν ὑπομαζίων φειδόμενοι. ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀποσπῶντες προσήρασσον τῇ γῇ· εἰς δὲ τὰς γυναῖκας οὐδ' ἔστιν εἰπεῖν, καὶ ταῦτα βλεπόντων τῶν ἀνδρῶν, ὅσα ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλήθους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἳ καὶ κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω [13] πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέποντο. οἱ δὲ περὶ τὸν Εὔνουν πυθόμενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλησίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων ἐξ αὑτῶν σταλέντων αὐτόν τε καὶ τὴν γυναῖκα δεδεμένους ἐξαγκωνίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας. μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦλοι ὤφθησαν εἰς πάντα φεισάμενοι διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ δύναμιν. ἐξ ὧν ἐδείκνυτο τῶν δούλων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινόμενα εἰς τοὺς ἄλλους, ἀλλὰ τῶν προϋπηργμένων εἰς [14] αὐτοὺς ἀδικημάτων ἀνταπόδοσις. τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν πόλιν οἱ ἀπεσταλμένοι ἑλκύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ θέατρον εἰσήγαγον, συνεληλυθότος ἐνταῦθα τοῦ πλήθους τῶν ἀποστατῶν. καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν, καὶ οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει τὸν τράχηλον ἔκοψεν. ἐκεῖθεν αἱρεῖται βασιλεὺς ὁ Εὔνους οὔτε δι' ἀνδρείαν οὔτε διὰ στρατηγίαν, διὰ δὲ μόνην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχούσης πρὸς τὴν τῶν ὑποταττομένων εὔνοιαν.

[15]    Τῶν ὅλων δὲ τοῖς ἀποστάταις καταστὰς κύριος καὶ συναγαγὼν ἐκκλησίαν ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων, ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δεδεμένους τοῖς ἔργοις ὑπέβαλλεν. ἔδωκε δὲ καὶ ταῖς θεραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν βούλοιντο· καὶ αὗται κατεκρήμνισαν αἰκισάμεναι. καὶ αὐτὸς δὲ τοὺς ἰδίους [16] ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. περιθέμενος δὲ διάδημα καὶ πάντα τὰ ἄλλα τὰ περὶ αὑτὸν βασιλικῶς διακοσμήσας τήν τε συμβιοῦσαν αὐτῷ, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀποδείξας συνέδρους τε τοὺς συνέσει δοκοῦντας διαφέρειν ποιησάμενος, ὧν ἦν Ἀχαιὸς καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βουλῇ καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρόπον καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι χρωμένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπῄει πᾶσαν λεηλατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσλαμβάνων ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολεμῆσαι, καὶ συμπλακεὶς τῷ πλήθει πολλάκις ἐκράτησεν, ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους.

[17]    Ἐν τούτῳ δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. καὶ πάντων ταῖς ἐλπίσι μετεωρισθέντων ὡς ἀντιπολεμήσει τὰ στασιάσαντα πρὸς ἀλλήλους καὶ αὐτοὶ ἑαυτοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι τὴν Σικελίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῷ τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ οἷα δὴ βασιλεῖ χρείαν ἀποπληροῦντος, ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχιλίων· ἡμέραι δ' ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριάκοντα.

[18]    Καὶ μετὰ βραχὺ ἐκ Ῥώμης ἥκοντι στρατηγῷ Λευκίῳ Ὑψαίῳ, ἔχοντι στρατιώτας ἐκ Σικελίας ὀκτακισχιλίους, εἰς πόλεμον καταστάντες οἱ ἀποστάται ἐνίκησαν, πλῆθος ὄντες δισμύριοι. μετ' οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστημα αὐτῶν εἰς μυριάδας εἴκοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις [19] ἐνευδοκιμήσαντες ἔλαττον αὐτοὶ ἔπταιον. οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπόστασις ἑκατὸν πεντήκοντα συνομοσάντων ἀνήπτετο, καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων, ἔν τε Δήλῳ καὶ κατ' ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῇ σφοδρᾷ κολάσει τῆς τιμωρίας οἱ καθ' ἕκαστον ἐπιμεληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σωφρονίσαντες καὶ τὸ ἄλλο ὅσον ἦν ἐπὶ ἀποστάσει [20] μετέωρον. κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔτανδροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατεκόπησαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων στρατηγὸς τὸ Ταυρομένιον ἀνεσώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πολιορκήσας καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀποστάτας συγκλείσας, ὥστε ἀρξαμένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναικῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφαγίας μηδ' ὅλως φείσασθαι· ὅτε καὶ Κομανὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα ἐκ τῆς πολιορκουμένης [21] πόλεως εἷλε. καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προδόντος, συμπάντων τῶν ἐν τῇ πόλει δραπετῶν ὁ στρατηγὸς ἐκυρίευσεν· οὓς καὶ αἰκισάμενος κατεκρήμνισεν. ἐκεῖθεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παραπλησίως ἐπολιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀποστατῶν ἐλπίδας. καὶ Κλέωνα τὸν στρατηγὸν ἐξελθόντα τῆς πόλεως καὶ ἡρωικῶς ἀγωνισάμενον μετ' ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίᾳ τὴν πόλιν, ἐπεὶ οὐδ' ἦν ἁλώσιμος διὰ τὴν [22] ὀχυρότητα βίᾳ χειρός. ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλακας ὄντας χιλίους ἔφυγεν ἀνάνδρως εἴς τινας παρακρήμνους τόπους. ἀλλ' οἱ μὲν σὺν αὐτῷ ἄφυκτον τὸ περὶ αὑτοὺς δεινὸν ἐπιστάμενοι, ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ' αὐτοὺς ἤλαυνεν, ἀλλήλους τοῖς ξίφεσιν ἔφθαζον ἀπαυχενίσαντες. ὁ δὲ τερατίας Εὔνους καὶ βασιλεὺς καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν ἐξειλκύσθη ἅμα τεττάρων, μαγείρου καὶ ἀρτοποιοῦ καὶ τοῦ τρίβοντος αὐτὸν ἐν τῷ λουτρῷ καὶ τετάρτου τοῦ παρὰ [23] τοὺς πότους εἰωθότος ψυχαγωγεῖν αὐτόν. καὶ παραδοθεὶς εἰς φυλακὴν καὶ τοῦ σώματος αὐτοῦ διαλυθέντος εἰς φθειρῶν πλῆθος οἰκείως τῆς περὶ αὐτὸν ῥᾳδιουργίας κατέστρεψε τὸν βίον ἐν τῇ Μοργαντίνῃ. ἐντεῦθεν Ῥουπίλιος ἐπιτρέχων ὅλην τὴν Σικελίαν ἅμα λογάσιν ὀλίγοις θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε λῃστηρίου.

[24]    Ὅτι ὁ τῶν ἀποστατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπωνόμασεν. (Photius, Bibl. pp. 384-386 B.)

[25]    Ὅτι οὐδέποτε στάσις ἐγένετο τηλικαύτη δούλων ἡλίκη συνέστη ἐν τῇ Σικελίᾳ. δι' ἣν πολλαὶ μὲν πόλεις δειναῖς περιέπεσον συμφοραῖς, ἀναρίθμητοι δὲ ἄνδρες καὶ γυναῖκες μετὰ τέκνων ἐπειράθησαν τῶν μεγίστων ἀτυχημάτων, πᾶσα δὲ ἡ νῆσος ἐκινδύνευσεν πεσεῖν εἰς ἐξουσίαν δραπετῶν, ὅρον τῆς ἐξουσίας τιθεμένων τὴν τῶν ἐλευθέρων ὑπερβολὴν τῶν ἀκληρημάτων. καὶ ταῦτα ἀπήντησε τοῖς μὲν πολλοῖς ἀνελπίστως καὶ παραδόξως, τοῖς δὲ πραγματικῶς ἕκαστα δυναμένοις κρίνειν οὐκ ἀλόγως [26] ἔδοξε συμβαίνειν. διὰ γὰρ τὴν ὑπερβολὴν τῆς εὐπορίας τῶν τὴν κρατίστην νῆσον ἐκκαρπουμένων ἅπαντες σχεδὸν οἱ τοῖς πλούτοις προκεκοφότες ἐζήλωσαν τὸ μὲν πρῶτον τρυφήν, εἶθ' ὑπερηφανίαν καὶ ὕβριν. ἐξ ὧν ἁπάντων αὐξανομένης ἐπ' ἴσης τῆς τε κατὰ τῶν οἰκετῶν κακουχίας καὶ τῆς κατὰ τῶν δεσποτῶν ἀλλοτριότητος, ἐρράγη ποτὲ σὺν καιρῷ τὸ μῖσος. ἐξ οὗ χωρὶς παραγγέλματος πολλαὶ μυριάδες συνέδραμον οἰκετῶν ἐπὶ τὴν τῶν δεσποτῶν ἀπώλειαν. τὸ παραπλήσιον δὲ γέγονε καὶ κατὰ τὴν Ἀσίαν κατὰ τοὺς αὐτοὺς καιρούς, Ἀριστονίκου μὲν ἀντιποιησαμένου τῆς μὴ προσηκούσης βασιλείας, τῶν δὲ δούλων διὰ τὰς ἐκ τῶν δεσποτῶν κακουχίας συναπονοησαμένων ἐκείνῳ καὶ μεγάλοις ἀτυχήμασι πολλὰς πόλεις περιβαλόντων.

[27]  Ὅτι παραπλησίως καὶ πρὸς τὰς γεωργίας ἕκαστος τῶν πολλὴν χώραν κεκτημένων ὅλα σωματοτροφεῖα συνηγόραζον· ... τοὺς μὲν πέδαις δεσμεύειν, τοὺς δὲ ταῖς βαρύτησι τῶν ἔργων καταπονεῖν, πάντας δὲ τοῖς ὑπερηφάνοις χαρακτῆρσι κατέστιζον. διὸ δαὶ τοσοῦτο τῶν οἰκετῶν ἐπέκλυσε πλῆθος ἅπασαν Σικελίαν, ὥστε τοὺς ἀκούοντας τὴν ὑπερβολὴν μὴ πιστεῦσαι. καὶ γὰρ τῶν Σικελιωτῶν οἱ πολλοὺς πλούτους κεκτημένοι διημιλλῶντο πρὸς τὰς τῶν Ἰταλιωτῶν ὑπερηφανίας τε καὶ πλεονεξίας καὶ κακουργίας. εἰς τοιαύτην γὰρ συνήθειαν ῥᾳδιουργίας τοὺς νομεῖς ἤγαγον οἱ πολλοὺς οἰκέτας κεκτημένοι τῶν Ἰταλικῶν ὥστε τροφὰς μὲν [28] μὴ παρέχειν, ἐπιτρέπειν δὲ λῃστεύειν. τοιαύτης δοθείσης ἐξουσίας ἀνθρώποις διὰ μὲν τὴν ἰσχὺν τῶν σωμάτων δυναμένοις πᾶν τὸ κριθὲν ἐπιτελεῖν, διὰ δὲ τὴν ἄνεσιν καὶ σχολὴν εὐκαιροῦσι, διὰ δὲ τὴν τῆς τροφῆς ἔνδειαν ἀναγκαζομένοις ταῖς παραβόλοις ἐγχειρεῖν πράξεσιν, συνέβη ταχὺ τὴν παρανομίαν αὐξηθῆναι. τὸ γὰρ πρῶτον ἐν τοῖς ἐπιφανεστάτοις τόποις τοὺς καθ' ἕνα καὶ δύο τὰς ὁδοιπορίας ποιουμένους ἐφόνευον· εἶτα ἐπὶ τὰς τῶν ἀσθενεστέρων ἐπαύλεις νυκτὸς ἀθρόοι συντρέχοντες ἐξῄρουν βίᾳ ταύτας καὶ τὰς κτήσεις διήρπαζον καὶ τοὺς ἀνθισταμένους [29] ἀνῄρουν. ἀεὶ δὲ μᾶλλον τῆς τόλμης προβαινούσης, οὔτε τοῖς ὁδοιπόροις νυκτὸς ἡ Σικελία βάσιμος ἦν οὔτε τοῖς ἐπὶ τῆς χώρας ζῆν εἰωθόσιν ἀσφαλὴς ἐπὶ ταύτης ἡ διατριβή, πάντα δὲ βίας καὶ λῃστείας καὶ παντοδαπῶν φόνων ἦν μεστά. τοῖς δὲ νομεῦσιν ἀγραυλίας γεγενημένης καὶ σκευῆς στρατιωτικῆς, εὐλόγως ἅπαντες ἐνεπιμπλῶντο φρονήματος καὶ θράσους· περιφέροντες γὰρ ῥόπαλα καὶ λόγχας καὶ καλαύροπας ἀξιολόγους καὶ δέρματα λύκων ἢ συάγρων ἐσκεπασμένοι τὰ σώματα καταπληκτικὴν εἶχον τὴν πρόσοψιν καὶ πολεμικῶν [30] ἔργων οὐ πόρρω κειμένην. κυνῶν τε ἀλκίμων ἄθροισμα συνεπόμενον ἑκάστῳ καὶ τροφῆς καὶ γάλακτος καὶ κρεῶν παρακειμένων πλῆθος ἐξηγρίου τάς τε ψυχὰς καὶ τὰ σώματα. ἦν οὖν πᾶσα χώρα μεστὴ καθάπερ στρατευμάτων διεσπαρμένων, ὡς ἂν ὑπὸ τῆς τῶν δεσποτῶν ἐπιτροπῆς τοῦ [31] θράσους τῶν δούλων καθωπλισμένου. οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν τὴν ἀπόνοιαν τῶν οἰκετῶν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων ἠναγκάζοντο περιορᾶν τὴν ἐπαρχίαν λῃστευομένην. οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες ἐντελεῖς τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ ταῖς ἀρχαῖς ὑπῆρχον.

[32]  Ὅτι οἱ περὶ τὰς γεωργίας ἀσχολούμενοι τῶν Ἰταλικῶν παμπληθεῖς οἰκέτας ὠνούμενοι καὶ πάντας χαράττοντες τοῖς στίγμασι τροφὰς μὲν οὐχ ἱκανὰς παρείχοντο, τῇ δὲ βαρύτητι τῶν ἔργων κατέξαινον ... τὴν παρ' αὐτῶν ταλαιπωρίαν.

   (Const. Exc. 2 (1), pp. 302-303.)

[33]    Ὅτι οὐ μόνον κατὰ τὰς πολιτικὰς δυναστείας τοὺς ἐν ὑπεροχῇ ὄντας ἐπιεικῶς χρὴ προσφέρεσθαι τοῖς ταπεινοτέροις, ἀλλὰ καὶ κατὰ τοὺς ἰδιωτικοὺς βίους πρᾴως προσενεκτέον τοῖς οἰκέταις τοὺς εὖ φρονοῦντας. ἡ γὰρ ὑπερηφανία καὶ βαρύτης ἐν μὲν ταῖς πόλεσιν ἀπεργάζεται στάσεις ἐμφυλίους τῶν ἐλευθέρων, ἐν δὲ τοῖς κατὰ μέρος τῶν ἰδιωτῶν οἴκοις δούλων ἐπιβουλὰς τοῖς δεσπόταις καὶ ἀποστάσεις φοβερὰς κοινῇ ταῖς πόλεσι κατασκευάζει. ὅσῳ δ' ἂν τὰ τῆς ἐξουσίας εἰς ὠμότητα καὶ παρανομίαν ἐκτρέπηται, τοσούτῳ μᾶλλον καὶ τὰ τῶν ὑποτεταγμένων ἤθη πρὸς ἀπόνοιαν ἀποθηριοῦται· πᾶς γὰρ ὁ τῇ τύχῃ ταπεινὸς τοῦ μὲν καλοῦ καὶ τῆς δόξης ἑκουσίως ἐκχωρεῖ τοῖς ὑπερέχουσι, τῆς δὲ καθηκούσης φιλανθρωπίας στερισκόμενος πολέμιος γίνεται τῶν ἀνημέρως δεσποζόντων.

   (Const. Exc. 4, pp. 383-384.)

[34]    Ὅτι Δαμόφιλός τις ἦν τὸ γένος Ἐνναῖος, τὴν οὐσίαν μεγαλόπλουτος, τὸν τρόπον ὑπερήφανος, ὃς πολλὴν χώρας περίοδον γεωργῶν, παμπληθεῖς δὲ βοσκημάτων ἀγέλας κεκτημένος οὐ μόνον τὴν τρυφὴν τῶν κατὰ Σικελίαν Ἰταλικῶν ἐζήλωσεν, ἀλλὰ καὶ τὸ κατὰ τοὺς οἰκέτας πλῆθος καὶ τὴν εἰς τούτους ἀπανθρωπίαν καὶ βαρύτητα. ἐπὶ μὲν γὰρ τῆς χώρας ἵππους τε πολυτελεῖς καὶ τετρακύκλους ἀπήνας μετ' οἰκετῶν στρατιωτικῶν περιήγετο· πρὸς δὲ τούτοις εὐπρεπῶν παίδων πλῆθος, ἔτι δὲ κολάκων ἀνάγωγον παραδρομὴν ἔχειν ἐφιλοτιμεῖτο.

[35] κατὰ δὲ τὴν πόλιν καὶ τὰς ἐπαύλεις ἀργυρωμάτων ἐκθέσεις τορευτῶν καὶ στρωμάτων θαλαττίων πολυτελείας ἐκπονούμενος παρετίθετο τραπέζας ὑπερηφάνους καὶ βασιλικὰς ταῖς δαψιλείαις, ὑπεραίρων τὴν Περσικὴν τρυφὴν ταῖς δαπάναις καὶ πολυτελείαις· ὑπερέβαλε δὲ καὶ κατὰ τὴν ὑπερηφανίαν. ἀνάγωγος γὰρ καὶ ἀπαίδευτος τρόπος ἐξουσίας ἀνυπευθύνου καὶ τύχης μεγαλοπλούτου κυριεύσας τὸ μὲν πρῶτον κόρον ἐγέννησεν, εἶθ' ὕβριν, τὸ δὲ τελευταῖον ὄλεθρόν τε αὐτῷ καὶ συμφορὰς μεγάλας [36] τῇ πατρίδι. ἀγοράζων γὰρ οἰκετῶν πλῆθος ὑβριστικῶς αὐτοῖς προσεφέρετο, στίγμασι σιδήρου χαράττων τὰ σώματα τῶν ἐλευθέρων μὲν ἐν ταῖς πατρίσι γεγενημένων, αἰχμαλωσίας δὲ καὶ δουλικῆς τύχης πεπειραμένων. καὶ τούτων τοὺς μὲν πέδαις δεσμεύων εἰς τὰς συνεργασίας ἐνέβαλλε, τοὺς δὲ νομεῖς ἀποδεικνύων οὔτ' ἐσθῆτας οὔτε τροφὰς ἐχορήγει τὰς ἁρμοττούσας.

   (Const. Exc. 2 (1), p. 304.)

[38]    Ὅτι Δαμόφιλος ὁ Ἐνναῖός ποτε προσελθόντων αὐτῷ τινων οἰκετῶν γυμνῶν καὶ διαλεγομένων ὑπὲρ ἐσθῆτος οὐκ ἠνέσχετο τὴν ἔντευξιν, ἀλλ' εἰπών· Τί γάρ; οἱ διὰ τῆς χώρας ὁδοιποροῦντες γυμνοὶ βαδίζουσι, καὶ οὐχ ἑτοίμην παρέχονται τὴν χορηγίαν τοῖς χρείαν ἔχουσιν ἱματίων; ἐπέταξε προσδῆσαι τοῖς κίοσι καὶ πληγὰς ἐμφορήσας ἐξαπέστειλεν ὑπερηφάνως. (Const. Exc. 4, p. 384.)

[37]    Ὅτι ὁ αὐτὸς Δαμόφιλος διὰ τὴν αὐθάδειαν καὶ τὴν ὠμότητα τῶν τρόπων οὐκ ἦν ἡμέρα καθ' ἣν οὐκ ᾐκίζετό τινας τῶν οἰκετῶν ἐπ' αἰτίαις οὐ δικαίαις. οὐχ ἧττον δὲ ἡ γυνὴ τούτου Μεταλλὶς χαίρουσα ταῖς ὑπερηφάνοις τιμωρίαις ὠμῶς προσεφέρετο ταῖς θεραπαινίσι καὶ τῶν οἰκετῶν τοῖς ὑποπεσοῦσιν. καὶ διὰ τὴν ἐξ ἀμφοτέρων ὕβριν καὶ τιμωρίαν ἀπεθηριώθησαν οἱ δοῦλοι πρὸς τοὺς κυρίους, καὶ διαλαβόντες μηδὲν ἔτι χεῖρον τῶν παρόντων αὐτοῖς κακῶν ἀπαντήσεσθαι. ...

   (Const. Exc. 2 (1), p. 304.)

[24b]    Ὅτι συνετίθεντο πρὸς ἀλλήλους οἱ δοῦλοι περὶ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. παρελθόντες δὲ πρὸς τὸν Εὔνουν οὐκ ἄπωθεν διατρίβοντα ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ τερατευόμενος μετ' ἐνθουσιασμοῦ καὶ περὶ τίνων ἥκουσι ἀκούσας διεσάφησεν ὅτι διδόασιν αὐτοῖς οἱ θεοὶ τὴν ἀπόστασιν, ἐὰν μηδεμίαν ὑπερβολὴν ποιησάμενοι παραχρῆμα μὲν ἐγχειρήσωσι ταῖς ἐπιβολαῖς· ὑπὸ γὰρ τῆς πεπρωμένης αὐτοῖς κεκυρῶσθαι πατρίδα τὴν Ἔνναν, οὖσαν ἀκρόπολιν ὅλης τῆς νήσου. τοιούτων λόγων ἀκούσαντες καὶ διαλαβόντες ὅτι τὸ δαιμόνιον αὐτοῖς συνεπιλαμβάνεται τῆς προαιρέσεως, οὕτως παρέστησαν ταῖς ψυχαῖς πρὸς τὴν ἀπόστασιν ὥστε μηδεμίαν ἀναβολὴν τῶν δεδογμένων ποιεῖσθαι. εὐθὺς οὖν τοὺς μὲν δεδεμένους ἔλυον, τῶν δὲ ἄλλων τοὺς πλησίον διατρίβοντας συλλαβόμενοι περὶ τετρακοσίους συνήθροισαν ἐπί τινος ἀγροῦ πλησίον ὄντος τῆς Ἔννης. συνθέμενοι δὲ πρὸς ἀλλήλους καὶ πίστεις ἐπὶ σφαγίων ἐνόρκους νυκτὸς ποιησάμενοι καθωπλίσθησαν, ὥς ποτ' οὖν ὁ καιρὸς συνεχώρει· πάντες δὲ τὸ κράτιστον τῶν ὅπλων τὸν θυμὸν ἀνελάμβανον κατὰ τῆς ἀπωλείας τῶν ὑπερηφάνων κυρίων· καὶ τούτων ἀφηγεῖτο Εὔνους. καὶ παρακαλοῦντες ἀλλήλους περὶ μέσας νύκτας εἰσέπεσον εἰς τὴν πόλιν καὶ πολλοὺς ἀνῄρουν.

   (Const. Exc. 3, pp. 206-207.)

[39]    Ὅτι κατὰ τὴν Σικελίαν ἦν τοῦ Δαμοφίλου θυγάτηρ, παρθένος μὲν τὴν ἡλικίαν, ἁπλότητι δὲ τρόπων καὶ φιλανθρωπίᾳ διαφέρουσα. αὕτη τοὺς μαστιζομένους ὑπὸ τῶν γονέων ἀεὶ φιλοτίμως εἰώθει παρηγορεῖσθαι, καὶ τοῖς δεδεμένοις τῶν οἰκετῶν ἐπαρκοῦσα διὰ τὴν ἐπιείκειαν θαυμαστῶς ὑπὸ πάντων ἠγαπᾶτο. καὶ τότ' οὖν τῆς προγεγενημένης χάριτος ξενολογησάσης αὐτῇ τὸν παρὰ τῶν εὖ πεπονθότων ἔλεον, οὐ μόνον οὐδεὶς ἐτόλμησε μεθ' ὕβρεως ἐπιβαλεῖν τῇ κόρῃ τὰς χεῖρας, ἀλλὰ πάντες ἄθικτον πάσης ὕβρεως τὴν ἀκμὴν αὐτῆς ἐτήρησαν. προχειρισάμενοι δὲ ἐξ αὑτῶν τοὺς εὐθέτους, ὧν ἐκτενέστατος ἦν Ἑρμείας, ἀπήγαγον εἰς Κατάνην πρός τινας οἰκείους. (Const. Exc. 2 (1), p. 305.)

[40]    Ὅτι ἀπηγριωμένων τῶν ἀποστατῶν δούλων πρὸς ὅλην τὴν οἰκίαν τῶν δεσποτῶν καὶ τρεπομένων πρὸς ἀπαραίτητον ὕβριν καὶ τιμωρίαν, ὑπέφαινον ὡς οὐ δι' ὠμότητα φύσεως, ἀλλὰ διὰ τὰς προγεγενημένας εἰς αὐτοὺς ὑπερηφανίας ἐλύττων πρὸς τὴν τῶν προαδικησάντων κόλασιν τραπέντες.

   Ὅτι καὶ παρὰ τοῖς οἰκέταις αὐτοδίδακτός ἐστιν ἡ φύσις εἰς δικαίαν ἀπόδοσιν χάριτός τε καὶ τιμωρίας. (Const. Exc. 4, p. 384.)

[41]    Ὅτι ὁ Εὔνους μετὰ ἀναγορευθῆναι βασιλεὺς πάντας ἀνελών, ἐκκλέψας μόνους ἀφῆκε τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις κατὰ τὰς τοῦ κυρίου συμπεριφορὰς ἐν τοῖς συνδείπνοις ἀποδεδεγμένους αὐτὸν ἐν τῇ τε μαντικῇ καὶ κατὰ τὰς ἐκ τῆς τραπέζης δόσεις φιλανθρώπως· ὥστε θαυμάσαι ἦν τήν τε τῆς τύχης περιπέτειαν καὶ τὸ τὴν κατὰ τῶν εὐτελεστάτων εὐεργεσίαν ἀμειφθῆναι σὺν καιρῷ τηλικαύτῃ χάριτι. (Const. Exc. 2 (1), p. 305.)

[42]    Ὅτι Ἀχαιὸς ὁ τοῦ βασιλέως Ἀντιόχου σύμβουλος τοῖς πραττομένοις ὑπὸ τῶν δραπετῶν οὐκ εὐαρεστούμενος ἐπετίμα τε τοῖς τολμωμένοις ὑπ' αὐτῶν καὶ μάλα θρασέως προέλεγεν ὅτι συντόμου τεύξονται τιμωρίας. ὃν ὁ Εὔνους παρρησιαζόμενον τοσοῦτον ἀπέσχε τοῦ θανάτῳ περιβαλεῖν ὥστε οὐ μόνον ἐδωρήσατο τὴν τῶν δεσποτῶν οἰκίαν, ἀλλὰ καὶ σύμβουλον ἐποιήσατο. (Const. Exc. 4, p. 384.)

[43]    Ὅτι καὶ ἄλλη τις ἐγένετο ἀπόστασις δραπετῶν καὶ σύστημα ἀξιόλογον. Κλέων γάρ τις Κίλιξ ἐκ τῶν περὶ τὸν Ταῦρον τόπων, συνήθης ὢν ἐκ παίδων τῷ λῃστρικῷ βίῳ καὶ κατὰ τὴν Σικελίαν νομεὺς γεγονὼς ἱπποφορβίων, οὐ διέλιπεν ὁδοιδοκῶν καὶ παντοδαποὺς φόνους ἐπιτελούμενος. ὃς πυθόμενος τὴν κατὰ τὸν Εὔνουν προκοπὴν καὶ τὰς τῶν μετ' αὐτοῦ δραπετῶν εὐημερίας ἀποστάτης ἐγένετο, καί τινας τῶν πλησίον οἰκετῶν πείσας συναπονοήσασθαι κατέτρεχε τὴν πόλιν τῶν Ἀκραγαντίνων καὶ τὴν πλησιόχωρον πᾶσαν. (Const. Exc. 2 (1), p. 305.)

[44]    Ὅτι ἡ κατεπείγουσα χρεία καὶ σπάνις ἠνάγκαζε πάντα δοκιμάζειν τοὺς ἀποστάτας δούλους, οὐ διδοῦσα τὴν τῶν κρειττόνων ἐκλογήν.

[45]    Ὅτι ὑπῆρχεν οὐ διοσημίας δεόμενον τὸ συλλογίσασθαι τῆς πόλεως τὸ εὐάλωτον. φανερὸν γὰρ ἦν καὶ τοῖς εὐηθεστάτοις ὅτι τῶν τειχῶν διὰ τὴν πολυχρόνιον εἰρήνην κατερρυηκότων καὶ πολλῶν ἐξ αὐτῆς στρατιωτῶν ἀπολωλότων, ἔσται τῆς πόλεως εὐκατόρθωτος ἡ πολιορκία.

[46]    Ὅτι ὁ Εὔνους ἐκτὸς βέλους ἐπιστήσας τὴν δύναμιν ἐβλασφήμει τοὺς Ῥωμαίους, ἀποφαινόμενος οὐχ ἑαυτοὺς ἀλλ' ἐκείνους εἶναι δραπέτας τῶν κινδύνων. μίμους δὲ ἐξ ἀποστάσεως τοῖς ἔνδον ἐπεδείκνυτο, δι' ὧν οἱ δοῦλοι τὰς ἀπὸ τῶν ἰδίων κυρίων ἀποστασίας ἐξεθεάτριζον, ὀνειδίζοντες αὐτῶν τὴν ὑπερηφανίαν καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ὄλεθρον προαγούσης ὕβρεως.

[47]    Ὅτι τὰ ἐξηλλαγμένα δυστυχήματα, εἰ καί τινες πεπεισμένοι τυγχάνουσι μηδενὸς τῶν τοιούτων ἐπιστροφὴν ποιεῖσθαι τὸ θεῖον, ἀλλ' οὖν γε σύμφορόν ἐστι τῷ κοινῷ βίῳ τὴν ἐκ θεῶν δεισιδαιμονίαν ἐντετηκέναι ταῖς τῶν πολλῶν ψυχαῖς. ὀλίγοι γὰρ οἱ δι' ἀρετὴν ἰδίαν δικαιοπραγοῦντες, τὸ δὲ πολὺ φῦλον τῶν ἀνθρώπων νομικαῖς κολάσεσι καὶ ταῖς ἐκ θεοῦ τιμωρίαις ἀπέχεται τῶν κακουργημάτων.

[48]    Ὅτι πολλῶν καὶ μεγάλων κακῶν ἐπισυμβάντων τοῖς Σικελιώταις, τούτοις ἅπασιν ὁ δημοτικὸς ὄχλος οὐχ οἷον συνέπασχεν, ἀλλὰ τοὐναντίον ἐπέχαιρε προσεπιφθονῶν ἀνίσου τύχης καὶ ἀνωμάλου ζωῆς. ὁ γὰρ φθόνος ἐκ τῆς προγεγενημένης λύπης μετέβαλεν εἰς χαράν, ὁρῶν τὸ λαμπρὸν τῆς τύχης μεταπεπτωκὸς εἰς τὸ πρότερον ὑπ' αὐτῆς ὑπερορώμενον σχῆμα, καὶ τὸ πάντων δεινότατον, οἱ μὲν ἀποστάται προνοηθέντες ἐμφρόνως περὶ τοῦ μέλλοντος οὔτε τὰς ἐπαύλεις ἐνεπύριζον οὔτε τὰς ἐν αὐταῖς κτήσεις καὶ καρπῶν ἀποθέσεις ἐλυμαίνοντο, τῶν τε πρὸς τὴν γεωργίαν ὡρμηκότων ἀπείχοντο, οἱ δὲ δημοτικοὶ διὰ τὸν φθόνον ἐπὶ τῇ προφάσει τῶν δραπετῶν ἐξιόντες ἐπὶ τὴν χώραν οὐ μόνον τὰς κτήσεις διήρπαζον, ἀλλὰ καὶ τὰς ἐπαύλεις ἐνεπύριζον. (Const. Exc. 4, pp. 384-385.)

[3]

[1]    Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ὁ βασιλεὺς προσφάτως διαδεδεγμένος τὴν ἀρχὴν ἀλλοτρίαν ἔσχε διάθεσιν τῶν προβεβασιλευκότων. καὶ γὰρ ἐκεῖνοι χρηστότητι καὶ φιλανθρωπίᾳ χρώμενοι ταῖς βασιλείαις ἐνευδαιμόνησαν· οὗτος δὲ γενόμενος ὠμὸς καὶ μιαιφόνος πολλοὺς τῶν ὑπὸ τὴν βασιλείαν τεταγμένων ἀνηκέστοις συμφοραῖς καὶ σφαγαῖς περιέβαλε. τῶν δὲ πατρῴων φίλων τοὺς δυνατωτάτους ὑποπτεύσας ὡς κατ' αὐτοῦ τι βουλευσαμένους, ἔκρινε δεῖν ἅπαντας ἐκποδὼν ποιήσασθαι. ἐπιλεξάμενος οὖν τῶν βαρβάρων μισθοφόρων τοὺς ἀγριωτάτους εἰς φόνον, ἀπλήστους δὲ εἰς χρημάτων περιουσίαν, τούτους ἔν τισιν οἰκήμασι κατέκρυψεν ἐν τοῖς βασιλείοις, τῶν δὲ φίλων τοὺς ὑποπτευομένους μετεπέμπετο. παραγενομένων δὲ τῶν φίλων ... πάντας ἀπέκτεινεν, ἔχων ὑπηρέτας οἰκείους τῆς ἰδίας μιαιφονίας. εὐθὺς δὲ τέκνα καὶ γυναῖκας τούτων προσέταξε τῆς αὐτῆς τιμωρίας ἀξιῶσαι. τῶν δὲ ἄλλων φίλων τῶν ἐπ' ἐξουσίᾳ στρατιωτῶν ἢ πόλεων τεταγμένων οὓς μὲν ἐδολοφόνησεν, οὓς δὲ συλλαβὼν πανοικίους ἀνεῖλε. διὰ δὲ τὴν ὠμότητα μισηθεὶς οὐ μόνον ὑπὸ τῶν ἀρχομένων ἀλλὰ καὶ τῶν πλησιοχώρων πάντας τοὺς ὑποτεταγμένους ἐποίησε μετεώρους πρὸς καινοτομίαν.

   (Const. Exc. 2 (1), pp. 305-306.)

[4]   Ὅτι οἱ πλεῖστοι τῶν ἁλόντων βαρβάρων κατὰ τὰς ὁδοιπορίας ἀγόμενοι οἱ μὲν ἑαυτοὺς οἱ δὲ ἀλλήλους ἀνῄρουν, οὐχ ὑπομένοντες τὴν ἐκ τῆς δουλείας ὕβριν. παῖς δέ τις ἄνηβος παραστὰς τρισὶν ἀδελφαῖς κοιμωμέναις διὰ τὸν κόπον, ταύτας ἀπέσφαξεν· ἑαυτὸν δὲ οὐ φθάσας ἀνελεῖν ὑπὸ τῶν συλλαβόντων ἀνεκρίνετο δι' ἣν αἰτίαν τὰς ἀδελφὰς ἀπέκτεινε. τούτοις μὲν οὖν ἀπεκρίθη διότι τοῦ ζῆν οὐδὲν ἄξιον αὐταῖς κατελέλειπτο, αὐτὸς δὲ τροφῆς ἀποσχόμενος ἐνδείᾳ κατέστρεψε τὸν βίον.

[2]    Ὅτι οἱ αὐτοὶ αἰχμάλωτοι ὡς ἐπὶ τοὺς ὅρους τῆς χώρας κατήντησαν, ῥίψαντες ἑαυτοὺς εἰς ἔδαφος τήν τε γῆν κατεφίλουν μετ' οἰμωγῆς καὶ τῆς κόνεως εἰς τοὺς κόλπους ἀνελάμβανον, ὥστε εἰς ἔλεον καὶ συμπάθειαν ἅπαν τραπῆναι τὸ στρατόπεδον. ἕκαστος γὰρ τοῖς κοινοῖς τῆς φύσεως πάθεσιν ἐχειροῦτο θείῳ φόβῳ, θεωρῶν ὅτι καὶ βαρβάρων ψυχαὶ θηριώδεις, ὅταν ἡ τύχη διαζευγνύῃ τὸ σύνηθες ἀπὸ τῆς πατρίδος, ὅμως οὐκ ἐπιλανθάνονται τῆς πρὸς τὴν θρέψασαν γῆν φιλοστοργίας. (Const. Exc. 4, p. 386.)

[5]

[1]    Ὅτι Τιβέριος ὁ Γράκχος ἦν υἱὸς Τιβερίου τοῦ δὶς ὑπατευκότος καὶ πολέμους ἐπιφανεῖς καὶ μεγάλους κεχειρικότος, ἔτι δὲ καλῶς πεπολιτευμένου, θυγατριδοῦς δὲ Ποπλίου Σκιπίωνος τοῦ καταπεπολεμηκότος Ἀννίβαν καὶ Καρχηδονίους. ἐξ ἀμφοτέρων δὲ τῶν γονέων ἐπισημοτάτου γένους πεφυκὼς ἰδίᾳ πολὺ προεῖχε τῶν ἡλικιωτῶν τῇ συνέσει τε καὶ λόγου δεινότητι καὶ τὸ σύνολον πάσῃ παιδείᾳ, καὶ δυνάμενος παρρησίαν ἄγειν πρὸς τὴν ὑπεροχὴν τῶν ἀντιπραττόντων. (Const. Exc. 2 (1), p. 306.)

[6]   Καὶ συνέρρεον εἰς τὴν Ῥώμην οἱ ὄχλοι ἀπὸ τῆς χώρας ὡσπερεὶ ποταμοί τινες εἰς τὴν πάντα δυναμένην δέχεσθαι θάλατταν. οἱ δὲ ὄχλοι μετεωρισθέντες πρὸς τὸ βοηθεῖν ἑαυτοῖς, νόμον μὲν ἔχοντες ἡγεμόνα καὶ σύμμαχον, προστάτην δὲ ἄρχοντα τὸν μήτε χάριτος μήτε φόβου δοῦλον, ὑπὲρ δὲ τοῦ τὴν χώραν ἀνακτήσασθαι τῷ δήμῳ πάντα πόνον καὶ κίνδυνον ὑπομένειν κεκρικότα μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. ...

[2]    ... ἔχων πλῆθος οὐ νεοσύλλογον καὶ φυλῶδες, ἀλλὰ τὸ πρακτικώτατον τοῦ δήμου καὶ τοῖς βίοις κάρπιμον. διὸ καὶ τῆς βίας ἐν ἀμφοτέροις τοῖς μέρεσιν ταλαντευομένης καὶ τῆς ῥοπῆς δεῦρο κἀκεῖσε πάλιν ἐκκλινούσης, πολλῶν μυριάδων ἠθροισμένων τὰ μέρη βιαίως συνίσταντο καὶ καθάπερ ἐν τῇ θαλάττῃ κυμάτων φαντασίαι καὶ διαθέσεις ἐγίνοντο κατὰ τὰς τοῦ πλήθους ἐκκλησίας.

[7]

[1]    Ὅτι ὁ Ὀκτάβιος μετὰ τὴν καθαίρεσιν οὔθ' ὁμολογῶν ἑαυτὸν ἰδιώτην ὑπάρχειν οὔθ' ὡς ἄρχων τολμῶν πρᾶξαί τι δημαρχικόν, ἔμενε κατὰ τὴν ἰδίαν οἰκίαν ἡσυχάζων. καίτοι γε ἐξῆν πρὶν αὐτὸν οὕτως ἔχειν, ὅτε ὁ Γράκχος εἰσέφερε ψήφισμα περὶ τῆς κατ' ἀρχὴν ἀφαιρέσεως αὐτοῦ, κἀκεῖνον ἅμα ψήφισμα κυροῦν περιέχον τὴν ἀφαίρεσιν τῆς Γράκχου δημαρχίας· ἢ γὰρ ἂν ἑκάτεροι κατέστησαν ἰδιῶται τῶν ψηφισμάτων ἐννόμων ὄντων, ἢ πάλιν διακατεῖχον τὴν ἀρχὴν δοξάντων παρανόμως εἰσενηνέχθαι.

[2]

   Οὗτος μὲν οὖν ἀμετάπτωτον ἔχων τὴν ἐπὶ τὸν ὄλεθρον ὁρμὴν ταχὺ τῆς προσηκούσης κολάσεως ἔτυχεν. καὶ ὁ Σκιπίων ξύλον ἁρπάσας ἐκ τῶν παρακειμένων, ὁ γὰρ θυμὸς παντὸς τοῦ δοκοῦντος εἶναι δυσκόλου περιεγένετο. ...

[3]    Ὅτι προσέπεσε τοῖς περὶ τὸ στρατόπεδον ἡ τοῦ Γράκχου τελευτή, καὶ τὸν Ἀφρικανόν φασιν ἐπιβοῆσαι τοιαῦτα,

   ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.

   (Const. Exc. 4, pp. 386-387.)

[8]

[1]    Ὅτι οἱ Σύροι οἱ δραπέται τῶν αἰχμαλώτων τὰς χεῖρας ἀπέκοπτον, οὐκ ἀρκούμενοι ταῖς παρὰ τοὺς καρποὺς τομαῖς, ἀλλὰ σὺν αὐτοῖς τοῖς βραχίοσιν ἀκρωτηριάζοντες. (Const. Exc. 2 (1), p. 306.)

[9]   Ὅτι τοῖς καταφαγοῦσι τοὺς ἱερωμένους ἰχθῦς οὐκ ἦν παῦλα τῶν κακῶν· τὸ γὰρ δαιμόνιον ὥσπερ ἐπίτηδες εἰς παραδειγματισμὸν τοῖς ἄλλοις ἅπαντας τοὺς ἀπονενοημένους περιεῖδεν ἀβοηθήτους. οὗτοι μὲν οὖν ἀκολούθως τῇ παρὰ θεῶν κολάσει καὶ τῆς διὰ τῆς ἱστορίας βλασφημίας τετευχότες ἀπέλαυσαν τῆς δικαίας ἐπιτιμήσεως.

   (Const. Exc. 4, p. 387.)

[10]   Ὅτι ἡ σύγκλητος δεισιδαιμονοῦσα ἐξαπέστειλεν εἰς Σικελίαν κατὰ Σιβυλλιακὸν λόγιον. οἱ δὲ ἐπελθόντες καθ' ὅλην τὴν Σικελίαν τοὺς τῷ Αἰτναίῳ Διὶ καθιδρυμένους βωμούς, θυσιάσαντες καὶ περιφράγματα ποιήσαντες ἀβάτους ἀπεδείκνυον τοὺς τόπους πλὴν τοῖς ἔχουσι καθ' ἕκαστον πολίτευμα πατρίους θύειν θυσίας.

[11]   Ὅτι ἦν τις Γοργὸς Μοργαντῖνος ἐπικαλούμενος Κάμβαλος, πλούτῳ καὶ δόξῃ διαφέρων, ὃς ἐπὶ κυνηγίαν ὁρμήσας καὶ περιπεσὼν λῃστηρίῳ δραπετῶν ἔφευγε πεζὸς πρὸς τὴν πόλιν. ἀπαντήσαντος δὲ αὐτῷ Γοργοῦ τοῦ τούτου πατρὸς ἐφ' ἵππου καὶ καθαλομένου καὶ παραδιδόντος τὸν ἵππον, ὅπως ἐφαλόμενος ἀφιππεύσῃ πρὸς τὴν πόλιν, οὔθ' ὁ παῖς τὴν ἰδίαν σωτηρίαν τῆς τοῦ πατρὸς προέκρινεν οὔθ' ὁ πατὴρ προσεδέχετο τῷ τοῦ τέκνου θανάτῳ διαφυγεῖν τὸν κίνδυνον. δεομένων δὲ ἀλλήλων μετὰ δακρύων καὶ διαφιλοτιμουμένων ὑπὲρ εὐσεβείας τε καὶ φιλοστοργίας, σύγκρισίν τε λαμβάνοντος ἤθους φιλοτέκνου πρὸς τρόπον φιλοπάτορα, συνέβη τοὺς λῃστὰς ἐπιφανέντας ἀμφοτέρους ἀνελεῖν.

[12]   Ὅτι ὁ τοῦ Διηγύλιος υἱὸς Ζιβέλμιος, ἐζηλωκὼς τὰς τοῦ πατρὸς μιαιφονίας, μνησικακῶν δὲ ὑπὲρ τῶν εἰς Διήγυλιν τοῖς Θρᾳξὶ πραχθέντων, ἐπὶ τοσοῦτον προῆλθεν ὠμότητος καὶ παρανομίας ὥστε τοὺς προσκόψαντας πανοικίους τιμωρεῖσθαι. ἐπὶ γὰρ ταῖς τυχούσαις αἰτίαις τοὺς μὲν διεμέλιζε, τοὺς δὲ ἀνεσταύρου, τοὺς δὲ καὶ ζῶντας ἐνεπύριζε. γονέων δὲ ἐν ὄμμασι καὶ κόλποις ἐγκατέσφαζε τέκνα, καὶ κρεανομῶν τὰ σώματα παρετίθει τοῖς συγγενεστάτοις, ἀνανεούμενος τὰς παλαιὰς ἐκείνας Τηρέως ἢ Θυέστου θοινάς. οἱ δὲ Θρᾷκες συλλαβόντες τὸν Ζισέλμιον, τὸ μὲν καθ' ἓν αὐτὸν ἀντιδιατιθέναι σχεδὸν ἀδύνατον ὑπῆρχε· πῶς γὰρ ἐνδεχόμενον ἦν ἓν σῶμα τὴν εἰς ὅλον ἔθνος παρανομίαν γενομένην ἀναδέξασθαι; ὅμως δ' ἐκ τῶν ἐνδεχομένων ἐφιλοτιμήθησαν πᾶσαν ὕβριν καὶ τιμωρίαν προσαγαγεῖν τῷ σώματι.

   (Const. Exc. 2 (1), pp. 306-307.)

[13]   Ὅτι τοῦ Ἀττάλου τοῦ πρώτου βασιλέως χρηστηριαζομένου περί τινος, ἀπαυτοματίσαι τὴν Πυθίαν φασὶ

   Θάρσει, ταυρόκερως, ἕξεις βασιληίδα τιμὴν

   καὶ παῖδες παίδων, τούτων γε μὲν οὐκέτι παῖδες.

   (Const. Exc. 4, p. 387.)

[14]   Ὅτι ὁ Πτολεμαῖος ὁ Φύσκων προσαγορευόμενος πυθόμενος τὴν τῆς Κλεοπάτρας πρὸς αὐτὸν ἀλλοτρίωσιν καὶ οὐ δυνάμενος ἄλλως αὐτὴν λυπῆσαι, πρᾶξιν ἀνοσιωτάτην ἐτόλμησεν ἐπιτελέσασθαι· μιμησάμενος γὰρ τὴν τῆς Μηδείας ὠμότητα καὶ μιαιφονίαν τὸν κοινὸν αὐτοῦ τε κἀκείνης υἱὸν ἔσφαξεν ἐν τῇ Κύπρῳ, παῖδα μὲν ὄντα τὴν ἡλικίαν, ὀνομαζόμενον δὲ Μεμφίτην. οὐκ ἀρκεσθεὶς δὲ τῷ ἀσεβήματι τούτῳ πολλῷ μεῖζον μύσος ἕτερον ἐπετελέσατο· ἀκρωτηριάσας γὰρ τὸ σῶμα τοῦ παιδὸς καὶ ἐνθεὶς εἴς τινα κίστην προσέταξέ τινι τῶν ὑπηρετῶν εἰς τὴν Ἀλεξάνδρειαν διακομίσαι. κατὰ τύχην δὲ σύνεγγυς ὄντων τῇ Κλεοπάτρᾳ τῶν γενεθλίων, τῇ πρὸ τούτων νυκτὶ θεῖναι τὴν κίστην πρὸ τῶν βασιλείων παρεσκευάσατο. οὗ συντελεσθέντος καὶ τῆς περιστάσεως ἐπιγνωσθείσης, ἡ Κλεοπάτρα πένθος ἤρατο, καὶ τὸ πλῆθος παντελῶς ἀπεθηριώθη πρὸς τὸν Πτολεμαῖον.

   (Const. Exc. 2 (1), pp. 307-308.)

[15]   Ὅτι τῆς ἐαρινῆς ὥρας τῇ χλιᾷ τηκούσης τὴν χιόνα καὶ τῶν καρπῶν ἐκ τοῦ συνεχοῦς πάγου πρὸς τὴν φυὴν καὶ βλάστησιν προϊόντων, τῶν δὲ ἀνθρώπων ἐπὶ τὰς πράξεις ὡρμημένων, ὁ Ἀρσάκης ἀποπειραθῆναι βουλόμενος τῶν πολεμίων πρεσβευτὰς ἀπέστειλε περὶ εἰρήνης, οἷς Ἀντίοχος ἀντέδωκεν ἀποκρίσεις διότι συγχωρήσει τὴν εἰρήνην, ἐὰν τὸν μὲν ἀδελφὸν Δημήτριον ἀπολύσας τῆς αἰχμαλωσίας παραδῷ, τῶν δὲ δυναστειῶν τῶν ἀφῃρημένων ἐκχωρήσῃ, τὴν δὲ πάτριον δυναστείαν ἔχων τελῇ φόρον. ὁ δὲ Ἀρσάκης προσκόψας τῇ βαρύτητι τῶν ἀποκρίσεων ἐπ' αὐτὸν ὥρμησεν.

[16]   Ὅτι τῶν τοῦ Ἀντιόχου φίλων παρακαλούντων μὴ συνάπτειν μάχην πρὸς πολλαπλασίους Πάρθους, δύνασθαι γὰρ αὐτοὺς εἰς τὴν ὑπερκειμένην ὀρεινὴν καταφυγόντας ἀποτρίψασθαι τῇ δυσχωρίᾳ τὸν ἀπὸ τῶν ἱππέων κίνδυνον, ὁ Ἀντίοχος οὐδενὶ τρόπῳ προσεδέχετο τοὺς λόγους, ἀποφαινόμενος αἰσχρὸν εἶναι τοὺς νενικηκότας δεδιέναι τὰς τῶν προηττημένων τόλμας. παρακαλέσας οὖν τοὺς μεθ' ἑαυτοῦ πρὸς τὸν κίνδυνον ἀνεδέχετο τὴν τῶν βαρβάρων ἔφοδον εὐρώστως.

[17]   Ὅτι κατὰ τὴν Ἀντιόχειαν ἀναμαθόντες τὸν θάνατον Ἀντιόχου οὐ μόνον κοινὸν ἡ πόλις ἐπήρατο πένθος, ἀλλὰ καὶ πᾶς ἰδιωτικὸς οἶκος κατηφείας καὶ θρήνων ἐπληροῦτο, καὶ μάλιστα τοῦ περὶ τὰς γυναῖκας ὀδυρμοῦ τὸ πάθος ἐκκάοντος. τριάκοντα γὰρ μυριάδων ἀπολομένων σὺν τοῖς ἐκτὸς τῆς τάξεως ἀναβεβηκόσιν οὐκ ἦν εὑρεῖν οἰκίαν ἄμοιρον ἀτυχήματος. αἱ μὲν γὰρ ἀδελφοὺς αἱ δὲ ἄνδρας αἱ δὲ υἱοὺς ἀπολωλότας ἐπένθουν, πολλαὶ δὲ παρθένοι καὶ παῖδες ὀρφανοὶ γεγονότες τὴν ἐρημίαν ἑαυτῶν κατωδύροντο, μέχρις ὅτου τῆς λύπης ὁ κάλλιστος ἰατρὸς χρόνος ἐξέλυσε τὴν ἀκμὴν τοῦ πένθους.

   (Const. Exc. 4, pp. 387-388.)

[2]    Ὅτι ὁ στρατηγὸς Ἀντιόχου Ἀθήναιος πλεῖστα ἐν ταῖς ἐπισταθμίαις εἰργασμένος κακά, τῆς φυγῆς κατάρξας καὶ τὸν Ἀντίοχον ἐγκαταλιπὼν τῆς προσηκούσης καταστροφῆς ἔτυχε. διεκπεσόντος γὰρ αὐτοῦ πρός τινας κώμας ἠδικημένας ἐν ταῖς ἐπισταθμίαις, οὐδεὶς αὐτὸν ἐδέξατο εἰς οἰκίαν οὐδὲ τροφῆς μετέδωκεν, ἀλλὰ κατὰ τὴν χώραν ἀλώμενος λιμῷ κατέστρεψε τὸν βίον.

   (Const. Exc. 2 (1), p. 308.)

[18]

[1]    Ὅτι Ἀρσάκης ὁ Πάρθων βασιλεὺς καταπεπολεμηκὼς Ἀντίοχον διενοεῖτο καταβαίνειν ἐπὶ τὴν Συρίαν, ἐλπίζων ῥᾳδίως αὐτῆς κυριεύσειν. οὐ μὴν ἐξουσίαν γ' ἔλαβε τῆς στρατείας, ἀλλὰ τῷ μεγέθει τῶν ἐπιτετευγμένων ἡ τύχη πολλαπλασίους αὐτῷ κινδύνους καὶ συμφορὰς ἐπέστησεν. οἶμαι γὰρ ἐκ θεοῦ τοῖς ἀνθρώποις οὐδὲν εἰλικρινὲς δίδοται τῶν ἀγαθῶν, ἀλλ' ὡς ἐπίτηδες τοῖς μὲν καλοῖς τὰ φαῦλα, τοῖς δὲ κακοῖς ἐπεισάγει τὰ ἀγαθὰ τὸ δαιμόνιον. οὐ μὴν ἡ τύχη γε ἐπελάθετο τῆς ἰδίας φύσεως, ἀλλὰ καθάπερ κοπιῶσα τῷ τοὺς αὐτοὺς συνεχῶς εὖ ποιεῖν, τηλικαύτην τὴν παλίρροιαν εἰργάσατο τοῦ πολέμου παντὸς ὥστε τοὺς εὐημεροῦντας εἰς τέλος ταπεινῶσαι.

[19]   Ὅτι Ἀρσάκης ὁ τῶν Πάρθων βασιλεὺς ἀλλοτρίως πρὸς Σελευκεῖς διακείμενος καὶ μνησικακῶν ἐπὶ ταῖς ὕβρεσι καὶ ταῖς τιμωρίαις αἷς ἐχρήσαντο κατ' Ἐνίου τοῦ στρατηγοῦ, καὶ τῶν Σελευκέων ἀποστειλάντων πρέσβεις καὶ παρακαλούντων συγγνώμης τυχεῖν ἐπὶ τοῖς γεγονόσι καὶ βουλομένων αὐτῶν ἀπόκρισιν λαβεῖν, ἤγαγε τοὺς πρέσβεις ἐπὶ τὸν τόπον οὗπερ Πιτθίδης τυφλὸς ἐκάθητο ἐπὶ τῆς γῆς ἐκτετυφλωμένος, καὶ προσέταξεν ἀπαγγέλλειν τοῖς Σελευκεῦσιν ὅτι πάντας αὐτοὺς δεῖ τὰ αὐτὰ παθεῖν. οἱ δὲ φοβηθέντες τῶν μὲν προγεγενημένων συμφορῶν ἐπελάθοντο διὰ τὴν ὑπερβολὴν τῶν προσδοκωμένων δεινῶν· ἀεὶ γὰρ ἡ καινότης τῶν κακῶν ἀμαυροῦν εἴωθε τὰς προγεγενημένας ἀτυχίας τοῖς ἀνθρώποις. (Const. Exc. 4, pp. 388-389.)

[20]   Ὅτι ἀποσταλεὶς παρὰ Πτολεμαίου τοῦ πρεσβυτέρου Ἡγέλοχος στρατηγὸς ἐπὶ Μαρσύαν τὸν τῶν Ἀλεξανδρέων στρατηγὸν μετὰ δυνάμεως, αὐτόν τε ἐζώγρησε καὶ τὴν μετ' αὐτοῦ δύναμιν ἄρδην ἀνεῖλεν. ἐπαναχθέντος δὲ τοῦ Μαρσύου πρὸς τὸν βασιλέα, καὶ πάντων προσδοκώντων τιμωρίας αὐτὸν τεύξεσθαι τῆς μεγίστης, ἀπέλυσεν αὐτὸν τῶν ἐγκλημάτων. μετενόει γὰρ ἤδη καὶ ταῖς φιλανθρωπίαις ἔσπευδε διορθώσασθαι τὴν τῶν ὄχλων πρὸς αὑτὸν ἀποθηρίωσιν.

[21]   Ὅτι Εὐήμερος ὁ τῶν Πάρθων βασιλεύς, Ὑρκάνιος ὢν τὸ γένος, ὠμότητι δὲ ὑπερβάλλων πάντας τοὺς μνημονευομένους τυράννους, οὐκ ἔστιν ὁποῖον τιμωρίας γένος ἀπέλιπεν. πολλοὺς δὲ τῶν Βαβυλωνίων καὶ ἐπὶ ταῖς τυχούσαις αἰτίαις πανοικίους ἐξανδραποδισάμενος εἰς τὴν Μηδίαν ἐξέπεμψε, προστάξας λαφυροπωλῆσαι. καὶ τῆς Βαβυλῶνος τὴν ἀγορὰν καί τινα τῶν ἱερῶν ἐνέπρησε καὶ τὸ κράτιστον τῆς πόλεως διέφθειρεν.

[22]   Ὅτι Ἀλέξανδρος ὁ Ζαβινᾶς ἐπικληθείς, ἀξιολόγων ἡγεμόνων ἀποστάντων Ἀντιπάτρου καὶ Κλονίου καὶ Ἀερόπου, τούτους καταλαβομένους Λαοδίκειαν ἐξεπολιόρκησεν. καὶ χρησάμενος μεγαλοψύχως αὐτοῖς ἀπέλυσε τῶν ἐγκλημάτων· ἦν γὰρ πρᾷος καὶ συγγνωμονικός, ἔτι δὲ ἐν ταῖς ὁμιλίαις καὶ ἐν ταῖς ἐντεύξεσι προσηνής. ὧν χάριν διαφερόντως ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο.

[23]   Ὅτι Σεξτίου τὴν τῶν Γαλατῶν πόλιν ἑλόντος καὶ τοὺς ἐν αὐτῇ λαφυροπωλοῦντος, Κράτων τις ὄνομα γεγονὼς φιλορώμαιος καὶ διὰ τοῦτο πολλὰς ὕβρεις καὶ βασάνους ὑπὸ τῶν ἀποστάντων πολιτῶν ὑπομεμενηκὼς ἤγετο δέσμιος μετὰ τῶν ἄλλων αἰχμαλώτων. ἰδὼν δὲ χρηματίζοντα τὸν ὕπατον, καὶ δηλώσας ὅστις ἦν καὶ ὅτι πολλοὺς καὶ πολλάκις ὑπὸ τῶν πολιτῶν ὑποστὰς κινδύνους, ὥσπερ ὑπὲρ Ῥωμαίων πολιτευόμενος, οὐ μόνον αὐτὸς μεθ' ὅλης τῆς συγγενείας ἀπολυθεὶς ἀπέλαβε τὴν κτῆσιν, ἀλλὰ καὶ διὰ τὴν εἰς τοὺς Ῥωμαίους εὔνοιαν ἐξουσίαν ἔλαβεν ἐννακοσίους τῶν πολιτῶν ἐκ τῆς δουλείας ἐξελέσθαι. ὁ γὰρ ὕπατος μεγαλοψυχότερον τῆς ἰδίας ἐλπίδος αὐτῷ προσηνέχθη, πρὸ ὀφθαλμῶν τιθεὶς τοῖς Γαλάταις τὴν εἰς ἑκάτερον μέρος τῶν Ῥωμαίων ὑπερβολὴν τῆς φιλανθρωπίας καὶ τιμωρίας. (Const. Exc. 2 (1), pp. 308-309.)

[24]   Τὸ δὲ πλῆθος οὐ μόνον λαβόντι τὴν ἀρχήν, ἀλλὰ καὶ μεταπορευομένῳ καὶ πρὸ τοῦ μετιέναι παρηκολούθει, καὶ καταπλέοντι ἐκ τῆς Σαρδόνος συνήντα, καὶ ἐκβάντα μετ' εὐφημίας καὶ κρότων ἐδέχετο. τοσαύτη πρὸς αὐτὸν ἦν εὐνοίας ὀχλικῆς ὑπερβολή.

[25]   Ὅτι ὁ Γράκχος δημηγορήσας περὶ τοῦ καταλῦσαι ἀριστοκρατίαν, δημοκρατίαν δὲ συστῆσαι, καὶ ἐφικόμενος τῆς ἁπάντων εὐχρηστίας τῶν μερῶν, οὐκέτι συναγωνιστὰς ἀλλὰ καθάπερ αὐθέντας εἶχε τούτους ὑπὲρ τῆς ἰδίας τόλμης. δεδεκασμένος γὰρ ἕκαστος ταῖς ἰδίαις ἐλπίσιν ὡς ὑπὲρ ἰδίων ἀγαθῶν τῶν εἰσφερομένων νόμων ἕτοιμος ἦν πάντα κίνδυνον ὑπομένειν. τῶν μὲν γὰρ συγκλητικῶν τὸ δικάζειν ἀφελόμενος καὶ ἀποδείξας τοὺς ἱππεῖς κριτάς, τὸ χεῖρον τῆς πολιτείας τοῦ κρείττονος κύριον ἐποίησε, καὶ τὴν προϋπάρχουσαν τῷ συνεδρίῳ πρὸς τοὺς ἱππεῖς σύμπνοιαν διαστήσας βαρὺν τὸν ὄχλον κατ' ἀμφοτέρων κατεσκεύασε, διὰ δὲ τῆς πάντων διχοστασίας ἑαυτῷ δυναστείαν κατασκευάζων καὶ τὸ κοινὸν ταμιεῖον εἰς αἰσχρὰς καὶ ἀκαίρους δαπάνας καὶ χάριτας ἀναλίσκων εἰς ἑαυτὸν πάντας ἀποβλέπειν ἐποίησε, καὶ τῇ μὲν τῶν δημοσιωνῶν τόλμῃ καὶ πλεονεξίᾳ τὰς ἐπαρχίας ὑπορρίψας ἐπεσπάσατο παρὰ τῶν ὑποτεταγμένων δίκαιον μῖσος κατὰ τῆς ἡγεμονίας, τοῖς δὲ στρατιώταις διὰ τῶν νόμων τὰ τῆς ἀρχαίας ἀγωγῆς αὐστηρὰ καταχαρισάμενος ἀπείθειαν καὶ ἀναρχίαν εἰσήγαγεν εἰς τὴν πολιτείαν· τῶν γὰρ ἀρχόντων καταφρονήσας κατεξανίσταται καὶ τῶν νόμων, ἐκ δὲ τούτων τῶν ἐθῶν ὀλέθριος ἀνομία καὶ πόλεως ἀνατροπὴ γίνεται.

[2]    Ὅτι ὁ Γράκχος ἐπὶ τοσοῦτο προέβη δυναστείας καὶ ὕβρεως, ὥστε τῶν ὄχλων κρινάντων ἐκβαλεῖν τὸν Ὀκτάυιον ἐκ τῆς πόλεως ἀφῆκεν αὐτόν, εἰπὼν τῷ δήμῳ διότι ταύτην χάριν δίδωσι τῇ μητρὶ προεντετευγμένος ὑπ' αὐτῆς.

[26]

[1]    Ὅτι ὁ Πόπλιος μετὰ δακρύων ὑπὸ τῶν ὄχλων προεπέμφθη ἐκβαλλόμενος ἐκ τῆς πόλεως. οὐ γὰρ ἠγνόει τὸ πλῆθος τὸ τῆς ἐκβολῆς ἄδικον, ἀλλὰ τῇ κατ' αὐτοῦ δωροδοκίᾳ δεκαζόμενον ἀπεστέρητο τῆς μισοπονηρούσης παρρησίας.

[27]   Ὅτι ἑπτακαίδεκα φυλαὶ τὸν νόμον ἀπεδοκίμαζον, ἄλλαι δὲ ταύταις ἴσαι παρεδέχοντο· τῆς δὲ ὀκτωκαιδεκάτης διαριθμουμένης μία ψῆφος ὑπερῆρε τῶν κυρούντων τὸν νόμον. τῆς δὲ τοῦ δήμου κρίσεως εἰς οὕτω μικρὰν ῥοπὴν συγκλειομένης, ὁ Γράκχος ἠγωνία ὡς ὑπὲρ τοῦ ζῆν κινδυνεύων, τῇ δὲ προσθήκῃ μιᾶς γνώμης μαθὼν ἑαυτὸν νικῶντα μετὰ χαρᾶς ἀνεφθέγξατο, Τὸ μὲν ξίφος ἐπίκειται τοῖς ἐχθροῖς, περὶ δὲ τῶν ἄλλων ὡς ἂν ἡ τύχη βραβεύσῃ στέρξομεν. (Const. Exc. 4, pp. 389-390.)

[28]   Ὅτι ὁ Ἀλέξανδρος οὐ πιστεύων τοῖς ὄχλοις διά τε τὴν ἀπειρίαν τῶν ἐν τῷ πολέμῳ κινδύνων καὶ τὴν πρὸς τὰς μεταβολὰς ὀξύτητα παρατάξασθαι μὲν οὐκ ἐτόλμησε, διενοεῖτο δὲ συσκευάσασθαι τὰ βασιλικὰ χρήματα καὶ τὰ τῶν θεῶν ἀναθήματα συλῆσαι, καὶ μετὰ τούτων νυκτὸς ἀπᾶραι εἰς τὴν Ἑλλάδα. συλᾶν δὲ ἐπιβαλόμενος διά τινων βαρβάρων τὸ τοῦ Διὸς ἱερόν, καὶ φωραθείς, ἐκινδύνευσε μὲν μετὰ τῆς δυνάμεως ἐκ χειρὸς τυχεῖν τῆς ἁρμοττούσης τιμωρίας, φθὰς δὲ καὶ διαδρὰς μετ' ὀλίγων ἐπεβάλετο φεύγειν εἰς Σελεύκειαν. τῆς δὲ φήμης αὐτὸν καταταχούσης, οἱ Σελευκεῖς ἀκούσαντες τὰ περὶ τὴν ἱεροσυλίαν ἀπέκλεισαν αὐτὸν τῆς πόλεως. ὁ δὲ ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς ὥρμησε φεύγειν ἐπὶ τὸ Ποσίδειον, ἀντεχόμενος τῶν παραθαλαττίων τόπων. (Const. Exc. 2 (1), p. 309.)

[2]    Ὅτι Ἀλέξανδρος μετὰ τὸ ἱεροσυλῆσαι ἔφευγεν ἐπὶ τὸ Ποσίδειον. εἵπετο δὲ αὐτῷ, ὡς ἔοικε, τὸ δαιμόνιον ἀόρατον ἐκ ποδῶν διῶκον, καὶ τῇ κατ' αὐτοῦ τιμωρίᾳ συνεργὸν γινόμενον συνέκλειεν εἰς τὸ τυχεῖν τῆς ἁρμοττούσης δίκης· συλληφθεὶς γὰρ ἀνήχθη πρὸς τὸν Ἀντίοχον εἰς τὴν παρεμβολὴν δυσὶν ἡμέραις ὕστερον τῆς ἱεροσυλίας. οὕτως ἀνέκφευκτος ἡ τιμωρὸς δίκη μετέρχεται τὴν τῶν ἀσεβῶν τόλμαν· ἐγρηγορυῖαι γὰρ διώκουσι τοὺς ἀνοσίους ποιναὶ σύντομον τὴν τιμωρίαν φέρουσαι. ἄρτι γὰρ βασιλεὺς ἦν καὶ τεσσάρων μυριάδων στρατοπεδευουσῶν ἀφηγεῖτο, καὶ νῦν δεδεμένος ἐπανήγετο πρὸς ὕβριν καὶ τιμωρίαν πολεμίων.

[3]    Ὅτι ἀγομένου δεδεμένου διὰ τῆς παρεμβολῆς Ἀλεξάνδρου τοῦ βασιλέως τῆς Συρίας, τοῦτο ἄπιστον ἐδόκει οὐ μόνον τοῖς ἀκούουσιν, ἀλλὰ καὶ τοῖς ὁρῶσιν· τὴν γὰρ ἐνάργειαν τῆς αἰσθήσεως τὸ μηδέποτ' ἂν γενέσθαι προσδοκηθὲν εἰς τοὐναντίον ῥέπειν ἐβιάζετο· ἐπεὶ δὲ διὰ τῆς ὁράσεως ἐβεβαιοῦτο τἀληθές, ἅπαντες θαυμάζοντες ἀνέλυον ἀπὸ τῆς θέας, οἱ μὲν ἀθρόοις καὶ συμπαθέσι φωναῖς ἐπισημαινόμενοι τὴν τοῦ δαιμονίου δύναμιν, οἱ δὲ ποικίλως ἐπιφθεγγόμενοι τὸ τῆς τύχης ἄστατον, τὸ παλίντροπον τῶν ἀνθρωπίνων, τὴν ὀξύτητα τῆς παλιρροίας, ὡς εὐμετάβολος ὁ βίος, οἷόν τις οὐκ ἂν προσεδόκησεν. (Const. Exc. 4, pp. 390-391.)

[28]   Ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος, καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συναγαγὼν γὰρ τοὺς συνωμότας εἰς τὴν ἰδίαν οἰκίαν καὶ μετὰ τοῦ Φλάκκου συνεδρεύσας ἔκρινε τοῖς ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῇ συγκλήτῳ προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβένναις φέρειν ξίφη καὶ συνακολουθοῦντας αὐτῷ τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου εἰς τὸ Καπιτώλιον περὶ τοῦ συμφέροντος, ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν· εὑρὼν δὲ τὸν νεὼ προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ' αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέπεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος. ὁ δὲ τυραννικῶς ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολουθοῦσι προσέταξε διαχειρίσασθαι καὶ ταύτην ἀρχὴν ποιήσασθαι τῆς κατὰ τῶν ἐναντιουμένων τιμωρίας. ὁ δὲ ὕπατος καταπλαγεὶς τόν τε φόνον ἐδήλωσε τῇ συγκλήτῳ καὶ τὴν κατ' αὐτῶν ἐπίθεσιν. (Ζήτει ἐν τῷ Περὶ Συμβολῆς Πολέμων.)

   (Const. Exc. 3, p. 207.)

[29]   Ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Γράκχον ὑπὸ τοῦ ἰδίου δούλου, τῶν γεγονότων αὐτοῦ φίλων Λεύκιος Οὐιτέλλιος πρῶτος ἐπιστὰς τῷ πτώματι αὐτοῦ οὐχ ὅπως ἠχθέσθη τῇ συμφορᾷ τοῦ τετελευτηκότος, ἀλλὰ τὴν κεφαλὴν ἀφελὼν καὶ κομίσας πρὸς ἑαυτὸν εἰς οἶκον ἰδίαν τινὰ πλεονεξίας ἐπίνοιαν καὶ ὠμότητος ὑπερβολὴν ἐπεδείξατο. ὁ γὰρ ὕπατος ἦν ἐπικεκηρυχὼς τῷ τὴν κεφαλὴν ἀπενέγκαντι δώσειν ἰσόσταθμον χρυσίον· ὁ δὲ τὸν τράχηλον διατρήσας καὶ τὸν ἐγκέφαλον ἐκκενώσας ἐνέτηξεν ἀντὶ τούτου μόλυβδον· ἀναδοὺς δὲ τὴν κεφαλὴν ἐκομίσατο μὲν τὸ χρυσίον, κατεγνώσθη δὲ εἰς ἅπαντα τὸν βίον ἐπὶ προδοσίᾳ φιλίας. ὁμοίως δὲ οἱ Φλάκκοι διεχειρίσθησαν. (Const. Exc. 2 (1), pp. 309-310.)

[30]

[1]    Ὅτι ὁ Φλάκκος ἐπι ... χάριν γενε̣ὰ̣ν̣ δηλοῦν καὶ ... ρον ἐπειδὰν τὸν ... διαδρομ ... προγραφῆς ... τὴν προσδοκίαν ... ευομένοις ἡ παρανομία α(ὕ)τη προς ...

[30]   Ὅτι οἱ Κορδίσκοι κομίσαντες λάφυρα πλεῖστα πολλοὺς προήγαγον καὶ ἄλλους γενέσθαι τῆς ὁμοίας προαιρέσεως καὶ νομίζειν τὸ τὰ ἀλλότρια συλᾶν καὶ τοῖς ὅπλοις ἄγειν καὶ φέρειν ... τῶν ἀνδραγαθούντων εἶναι· βεβαιώσαντες γὰρ τὸν τῆς φύσεως νόμον οἱ ἰσχυρότεροι τὰς τῶν ἀσθενεστέρων κτήσεις διαρπάζουσι.

[31]   Ὅτι οἱ Σκορδίσκοι ὕστερον ἀναστελλόμενοι πορείαν ἀπεφήναντο καὶ τὴν Ῥώμην ἐπικρατεῖν οὐ διὰ τὴν ἰδίαν δύναμιν ἀλλὰ διὰ τὴν ἄλλων ἀσθένειαν.

[32]

   Ὅτι ἡ φρόνησις δοκοῦσα πάντων κυριεύειν ὑπὸ μόνης τῆς τύχης ἡττᾶται· καὶ γὰρ ἃ διὰ σύνεσιν καὶ ἀγχίνοιαν ... πολλάκις ἡ ταύτης ἐπήρεια παραδόξως ἐλυμήνατο. καὶ ἔστιν ὅτε τὰ δι' ἀφροσύνην ἀπορρηθέντα ... παρὰ τὰς ἁπάντων ἐλπίδας διωρθώσατο· ὥσθ' ὁ μὲν εὐμενοῦς αὐτῆς λαβόμενος ἀδιαλείπτως σχέδον ἀνὰ πᾶσαν ἐπιβολὴν ἐπιτυγχάνοι ἄν, οἱ δὲ ἀλλοτρίαν ἔχοντες ἑκάστοτε πταίουσιν ἐν ταῖς κατὰ μέρος πράξεσιν, καὶ τοὺς μὲν ἔστιν ἰδεῖν ... (2 lines).    (Const. Exc. 4, pp. 391-392, and Appendix I.)

[31]   Ὅτι κατὰ τὴν Λιβύην παραταξαμένων ἀλλήλοις τῶν βασιλέων, Ἰογόρθας κρατήσας τῇ μάχῃ πολλοὺς ἀνεῖλε τῶν Νομάδων· ὁ δὲ Ἀτάρβας ὁ ἀδελφὸς αὐτοῦ καταφυγὼν εἰς Κίρταν, καὶ συγκλεισθεὶς εἰς πολιορκίαν, ἐξαπέστειλε πρεσβευτὰς εἰς Ῥώμην μὴ περιιδεῖν βασιλέα φίλον καὶ σύμμαχον κινδυνεύοντα. ἡ δὲ σύγκλητος ἔπεμψε πρέσβεις λύειν τὴν πολιορκίαν. οὐ προσέχοντος δὲ Ἰογόρθα, πάλιν ἑτέρους ἔπεμψαν ἀξίωμα μεῖζον ἔχοντας. ὁμοίως δὲ καὶ τούτων ἀπράκτων ἐπανελθόντων, ὁ Ἰογόρθας περιταφρεύσας τὴν πόλιν ἐνδείᾳ κατεπόνησε τοὺς ἐν τῇ πόλει· τὸν δὲ ἀδελφὸν ἐξελθόντα μεθ' ἱκετηρίας καὶ τῆς μὲν βασιλείας ἐξιστάμενον, τὸ δὲ ζῆν αἰτούμενον ἀπέσφαξεν, οὐκ ἐντραπεὶς οὔτε συγγένειαν οὔτε τὸν τῆς ἱκεσίας νόμον. ὁμοίως δὲ καὶ τῶν Ἰταλῶν τοὺς συμμαχήσαντας τἀδελφῷ πάντας αἰκισάμενος ἀπέκτεινεν.

   (Const. Exc. 2 (1), p. 310.)

[32]   Ὅτι ὁ βασιλεὺς τῶν Νομάδων Ἰογόρθας θαυμάσας τὴν ἀνδραγαθίαν τῶν Ῥωμαίων καὶ τὰς ἀρετὰς αὐτῶν ἐπαινέσας ἐν τοῖς ἰδίοις φίλοις ἀπεφήνατο διότι τούτοις τοῖς ἀνδράσι δι' ἁπάσης τῆς Λιβύης διεξ... (about 2 lines).

[32]   Ὅτι προσπεσούσης τῆς ἀγγελίας περὶ τῆς τοῦ Ι̣Ο̣Υ̣ΒΙΟΥ τελευτῆς καὶ τῶν μετ' αὐτοῦ ... πολὺς θόρυβος καὶ πένθος ἐπῄει τὴν πόλιν· πολλοὶ μὲν γὰρ παῖδες ὀρφανοὶ ..., οὐκ ὀλίγοι δὲ ἀδελ (the following page of the codex is completely a).

   (Const. Exc. 4, p. 392, and Appendix I.)

[33]   Ὅτι Νασικᾶς ὁ ὕπατος ὑπῆρχεν ἀνὴρ καὶ κατ' ἀρετὴν ἀξιόλογος καὶ κατὰ τὴν εὐγένειαν θαυμαζόμενος· ἐξ ἐκείνου γὰρ ἦν τοῦ γένους ἐξ οὗ τοὺς Ἀφρικανοὺς καὶ τοὺς Ἀσιαγενεῖς καὶ τοὺς Ἱσπανοὺς ὀνομάζεσθαι συμβέβηκεν, ὧν ὁ μὲν τὴν Λιβύην, ὁ δὲ τὴν Ἀσίαν, ὁ δὲ τὴν Ἱσπανίαν καταστρεψάμενος ἔτυχε τῆς ἀπὸ τῶν πράξεων φερωνύμου προσηγορίας. καὶ πρὸς δὲ τῇ κοινῇ τοῦ γένους δόξῃ πατέρα καὶ πάππον ἔσχεν ἐπιφανεστάτους Ῥωμαίων· ἄμφω μὲν γὰρ προεκάθισαν τοῦ συνεδρίου καὶ πρώτην ἐπεῖχον γνώμην μέχρι τῆς τελευτῆς, ὁ δὲ πάππος αὐτοῦ καὶ κατὰ δόγμα [2] τῆς συγκλήτου τῶν πολιτῶν ἄριστος ἐκρίθη. ἐν μὲν γὰρ τοῖς τῆς Σιβύλλης χρησμοῖς εὑρέθη γεγραμμένον ὅτι δεῖ τοὺς Ῥωμαίους ἱδρύσασθαι νεὼν τῆς μεγάλης μητρὸς τῶν θεῶν, καὶ τῶν μὲν ἱερῶν τὴν καταγωγὴν ἐκ Πεσσινοῦντος τῆς Ἀσίας ποιήσασθαι, τὴν δὲ ἐκδοχὴν αὐτῶν ἐν τῇ Ῥώμῃ γενέσθαι πανδημεὶ τῆς ἀπαντήσεως γινομένης, καὶ τῶν τε ἀνδρῶν τῶν ἀρίστων καὶ γυναικῶν ὁμοίως τὴν ἀγαθήν ... καὶ τούτους ἀφηγεῖσθαι τῆς ἀπαντήσεως γενομένης καὶ δέξασθαι τὰ ἱερὰ τῆς θεᾶς. τῆς δὲ συγκλήτου πάντα συντελούσης κατὰ τὸν χρησμόν, ἐκρίθη τῶν μὲν ἀνδρῶν ἄριστος [3] Πόπλιος Νασικᾶς, τῶν δὲ γυναικῶν Οὐαλερία. οὐ μόνον γὰρ τῇ πρὸς θεοὺς εὐσεβείᾳ διαφέρειν ἔδοξεν, ἀλλὰ καὶ πολιτικὸς ὑπῆρξεν καὶ συνετὸς ἐν τῷ τὴν γνώμην ἀποφαίνεσθαι. μετὰ γὰρ τὸν Ἀννιβιακὸν πόλεμον Μάρκος μὲν Κάτων ὁ ἐπικληθεὶς Δημοσθένης εἰώθει λέγειν παρ' ἕκαστον ἐν τῇ συγκλήτῳ κατὰ τὴν ἀπόφασιν τῆς ἰδίας γνώμης Καρχηδόνα μὴ εἶναι. καὶ τοῦτο ἐποίει πολλάκις οὐχ ὑποκειμένης περὶ τούτου βουλῆς, ἀλλ' ἑτέρων τινῶν ἀεὶ ζητουμένων. ὁ δὲ Νασικᾶς ἀεὶ τοὐναντίον [4] ἀπεφαίνετο Καρχηδόνα διὰ παντὸς εἶναι. ἑκατέρα μὲν οὖν ἀπόφασις ἐδόκει τῷ συνεδρίῳ μεγάλην ἔχειν ἀναθεώρησιν· τοῖς δὲ διαφέρουσι τῇ φρονήσει πολὺ προτερεῖν ἡ τοῦ Νασικᾶ διελαμβάνετο. οὐ γὰρ ἐκ τῆς ἄλλων ἀσθενείας ἔκριναν δεῖν θεωρεῖσθαι τὴν τῆς Ῥώμης ἰσχύν, ἀλλ' ἐκ τοῦ φαίνεσθαι τῶν [5] μεγάλων μείζονα. πρὸς δὲ τούτοις σωζομένης μὲν τῆς Καρχηδόνος ὁ ἀπὸ ταύτης φόβος ἠνάγκαζεν ὁμονοεῖν τοὺς Ῥωμαίους καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς καὶ ἐνδόξως ἄρχειν· ὧν οὐδὲν κάλλιόν ἐστιν πρὸς ἡγεμονίας διαμονήν τε καὶ αὔξησιν· ἀπολομένης δὲ τῆς ἀντιπάλου πόλεως πρόδηλος ἦν ἐν μὲν τοῖς πολίταις ἐμφύλιος πόλεμος ἐσόμενος, ἐκ δὲ τῶν συμμάχων ἁπάντων μῖσος εἰς τὴν ἡγεμονίαν διὰ τὴν εἰς αὐτοὺς ἐκ τῶν ἀρχόντων πλεονεξίαν τε [6] καὶ παρανομίαν. ἅπερ ἅπαντα συνέβη τῇ Ῥώμῃ μετὰ τὴν τῆς Καρχηδόνος κατασκαφήν· καὶ γὰρ ἐπικίνδυνοι δημαγωγίαι καὶ χώρας ἀναδασμοὶ καὶ συμμάχων ἀποστάσεις μεγάλαι καὶ ἐμφύλιοι πόλεμοι πολυετεῖς καὶ φοβεροὶ καὶ τἄλλα τὰ προαγορευθέντα ὑπὸ τοῦ Σκιπίωνος ἠκολούθησεν. ὁ τούτου δὲ υἱὸς πρεσβύτης ὢν τὴν ἡλικίαν Τιβέριον Γράκχον τυραννεῖν ἐπιχειρήσαντα ταῖς ἰδίαις χερσὶν [7] ἀπέκτεινε, προηγούμενος τῆς συγκλήτου. τῆς δὲ πληθύος ἀγανακτούσης καὶ τεθηριωμένης πρὸς τοὺς τὸν φόνον δράσαντας, ἔτι δὲ τῶν δημάρχων καθ' ἕνα τῶν συγκλητικῶν προαγαγόντων ἐπὶ τὰ ἔμβολα καὶ ἐπερωτώντων τίς ἔστιν ὁ ἀνελών, οἱ μὲν ἄλλοι ἅπαντες κατεπτηχότες τὴν τῶν ὄχλων ὁρμὴν καὶ βίαν ἠρνοῦντο καὶ τὰς ἀποκρίσεις ἐξηλλάττοντο, ὁ δὲ Σκιπίων μόνος ὡμολόγησεν ὑφ' ἑαυτοῦ γεγονέναι τὴν ἀναίρεσιν, ἐπειπὼν ὅτι τοὺς μὲν ἄλλους ὁ Γράκχος ἐλάνθανεν ἐπιτιθέμενος τυραννίδι, ἑαυτὸν δὲ καὶ τὴν σύγκλητον οὐκ ἔλαθεν. ὁ δὲ ὄχλος, καίπερ ἀγανακτῶν, ἡσύχασεν ἐντραπεὶς [8] τὸ βάρος καὶ τὴν παρρησίαν τἀνδρός. ἀλλὰ μὴν καὶ ὁ τούτου υἱός, κατὰ τὸν ὑποκείμενον ἐνιαυτὸν τελευτήσας, ἀδωροδόκητος μὲν ἅπαντα τὸν βίον διετέλεσεν, μετασχὼν δὲ τῆς πολιτείας, καὶ τῷ βίῳ πρὸς ἀλήθειαν ἀλλ' οὐ τοῖς λόγοις μόνοις φιλοσοφήσας, ἀκόλουθον ἔσχε τῇ τοῦ γένους διαδοχῇ καὶ τὴν τῆς ἀρετῆς κληρονομίαν.

[34]

[1]    Ὅτι ὁ Ἀντίοχος ὁ Κυζικηνὸς ἀρτίως παρειληφὼς τὴν βασιλείαν ἐξέπεσεν εἰς μέθας καὶ τρυφὴν ἀγεννῆ καὶ ζηλώματα βασιλείας ἀλλοτριώτατα. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς, καὶ τὰ τούτων ἐπιτηδεύματα μανθάνειν ἐφιλοτιμεῖτο. ἐπετήδευσε δὲ καὶ νευροσπαστεῖν καὶ δι' αὑτοῦ κινεῖν ζῷα πενταπήχεα κατάργυρα καὶ κατάχρυσα καὶ ἕτερα πλείονα τοιαῦτα μηχανήματα. οὐκ εἶχε δ' ἑλεπόλεων οὐδὲ ὀργάνων πολιορκητικῶν κατασκευάς, ἃ καὶ δόξαν μεγάλην καὶ χρείας ἀξιολόγους ἂν παρέσχετο. ἐνεθουσία δὲ καὶ πρὸς κυνηγεσίας ἀκαίρους, καὶ πολλάκις νύκτωρ λάθρᾳ τῶν φίλων μετὰ δυεῖν ἢ τριῶν οἰκετῶν ἐξιὼν ἐπὶ τὴν χώραν ἐκυνήγει λέοντας καὶ παρδάλεις καὶ ὗς ἀγρίους. παραβόλως δὲ συμπλεκόμενος ἀλόγοις θηρίοις πολλάκις ἦλθεν εἰς τοὺς ἐσχάτους κινδύνους.

[35]   Ὅτι Μικίψας ὁ Μασσανάσσου υἱὸς τοῦ Νομάδων βασιλέως εἶχε καὶ ἄλλους υἱοὺς πλείους, μάλιστα δὲ προτετιμημένους Ἀτάρβαν τὸν πρεσβύτερον τῶν παίδων καὶ Ἰάμψαμον καὶ Μικίψαν. ὃς ἐπιεικέστατος τῶν κατὰ Λιβύην βασιλέων γενόμενος καὶ πολλοὺς τῶν πεπαιδευμένων Ἑλλήνων μεταπεμπόμενος συνεβίου τούτοις. πολλὴν δὲ ἐπιμέλειαν ποιούμενος παιδείας, μάλιστα δὲ φιλοσοφίας, ἐνεγήρασε τῇ δυναστείᾳ καὶ τῇ φιλοσοφίᾳ.

   (Const. Exc. 2 (1), pp. 310-313.)

[35]   Ὅτι ἧκεν εἰς τὴν Ῥώμην ἀπὸ τοῦ βασιλικοῦ γένους ὑπάρχων Ἰογόρθας ἕτερος, ἀντιποιούμενος τῆς Νομαδικῆς βασιλείας. εὐδοκιμοῦντος δὲ αὐτοῦ καθ' ὑπερβολήν, ὁ Ἰογόρθας μισθωσάμενός τινας σφαγεῖς τοῦτον μὲν ἐδολοφόνησεν, αὐτὸς δὲ οὐδενὸς κωλύοντος ἐπανῆλθεν εἰς τὴν βασιλείαν.

   (Const. Exc. 3, pp. 207-208.)

[36]   Ὅτι Κοντωνιατός τις ὁ βασιλεὺς τῆς Γαλατικῆς πόλεως τῆς οὕτω καλουμένης Ἰοντώρας συνέσει καὶ στρατηγίᾳ διάφορος ἦν, φίλος δὲ καὶ σύμμαχος Ῥωμαίων, ὡς ἂν ἐν τοῖς ἔμπροσθεν χρόνοις διατετριφὼς ἐν Ῥώμῃ καὶ κεκοινωνηκὼς ἀρετῆς καὶ ἀγωγῆς νομίμου, διὰ Ῥωμαίων δὲ παρειληφὼς τὴν ἐν Γαλατίᾳ βασιλείαν.

   (Const. Exc. 2 (1), p. 313.)

[38]   Ὅτι ὁ Μάριος εἷς ὢν τῶν συμβούλων καὶ τῶν πρεσβευτῶν ὑπὸ τοῦ στρατηγοῦ παρεθεωρεῖτο, ταπεινότατος ὢν τῶν πρεσβευτῶν τῇ δόξῃ. οἱ μὲν γὰρ ἄλλοι τοῖς ἀξιώμασι καὶ ταῖς εὐγενείαις ὑπερέχοντες μεγάλης ἀποδοχῆς ἐτύγχανον ὑπὸ τοῦ στρατηγοῦ, οὗτος δὲ δοκῶν γεγονέναι δημοσιώνης καὶ τὰς ὑποδεεστέρας ἀρχὰς μόγις εἰληφὼς ἐν ταῖς εἰς δόξαν προαγωγαῖς παρεθεωρεῖτο. καὶ τῶν μὲν ἄλλων ἕκαστος περιφεύγων πᾶσαν ἐν τοῖς πολεμικοῖς ἔργοις κακοπάθειαν ᾑρεῖτο τὴν ῥᾳθυμίαν καὶ ῥᾳστώνην, οὗτος δὲ πρὸς τοὺς ἐν ταῖς μάχαις κινδύνους πολλάκις ἡγεμὼν ἐκπεμπόμενος τὴν μὲν ἐκ τούτων ἀτιμίαν προσεποιεῖτο, ἑτοίμως δ' ἑαυτὸν εἰς τὰς τοιαύτας λειτουργίας ἐπιδιδοὺς πολλὴν ἐμπειρίαν [2] περιεποιήσατο τῶν πολεμικῶν ἔργων. ὢν δὲ εὐφυὴς πρὸς ἀγῶνας καὶ κινδύνους καὶ τούτους ὑπομένων προθύμως ταχὺ μεγάλην ἐκτήσατο δύναμιν καὶ δόξαν ἐπ' ἀνδρείᾳ. ἐπιεικῶς δὲ τοῖς στρατιώταις προσφερόμενος καὶ ταῖς δωρεαῖς καὶ ταῖς ὁμιλίαις καὶ συμπεριφοραῖς κεχαρισμέναις τοῖς ὑποτεταγμένοις χρώμενος μεγάλην εὔνοιαν ἐν τοῖς στρατιώταις περιεποιήσατο. πάντες γὰρ τῆς εὐεργεσίας χάριν ἀποδιδόντες ἐν ταῖς μετὰ τούτου μάχαις φιλοτιμότερον ἠγωνίζοντο, συναύξοντες αὐτοῦ τὴν ἡγεμονίαν· εἰ δὲ τύχοι τις τῶν ἄλλων πρεσβευτῶν ἡγούμενος, ἐθελοκακοῦντες ἀπεδειλίων κατὰ τοὺς ἀναγκαιοτάτους καιρούς. καὶ συνέβαινε κατὰ τὸ πλεῖστον ἐν μὲν ταῖς τῶν ἄλλων ἡγεμονίαις Ῥωμαίους ἡττᾶσθαι, κατὰ δὲ τὰς τοῦ Μαρίου παρουσίας ἀεὶ νικᾶν. (Const. Exc. 2 (1), pp. 313-314.)

[39]

[1]    Ὅτι Βόκχος ὁ κατὰ τὴν Λιβύην βασιλεύων πολλὰ καταμεμψάμενος τοῖς πείσασιν αὐτὸν πολεμεῖν τοῖς Ῥωμαίοις πρέσβεις ἔπεμψε πρὸς τὸν Μάριον, περὶ μὲν τῶν ἡμαρτημένων αἰτούμενος συγγνώμην, ἀξιῶν δὲ φιλίαν συνθέσθαι καὶ πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι Ῥωμαίοις. τοῦ δὲ Μαρίου κελεύσαντος περὶ τούτων πρεσβεύειν πρὸς τὴν σύγκλητον, ὁ μὲν βασιλεὺς ἐξαπέστειλεν εἰς τὴν Ῥώμην πρεσβευτὰς περὶ τούτων, ἡ δὲ σύγκλητος αὐτοῖς ἀπόκρισιν ἔδωκεν ἁπάντων τεύξεσθαι τῶν φιλανθρώπων τὸν Βόκχον, ἐὰν Μάριον πείσῃ. τοῦ δὲ Μαρίου σπεύδοντος αἰχμάλωτον λαβεῖν Ἰογόρθαν τὸν βασιλέα, ὑπακούσας ὁ Βόκχος καὶ μεταπεμψάμενος τοῦτον, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, συνέλαβε τὸν Ἰογόρθαν καὶ δήσας παρέδωκε Λευκίῳ Σύλλᾳ τῷ ταμίᾳ τῷ πρὸς τὴν παράπεμψιν ἐκπεμφθέντι. τῇ δὲ τούτου συμφορᾷ τὴν ἰδίαν σωτηρίαν πορισάμενος διελύθη τῆς παρὰ τῶν Ῥωμαίων τιμωρίας.

   (Const. Exc. 1, pp. 407-408.)

[39]   Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ἐν Σελευκείᾳ τῇ πόλει ὢν συγκεκλεισμένος ὑπό τινος τῶν φίλων ἐπιβουλευθείς, τὸν μὲν ἐπιβουλεύσαντα συλλαβὼν ἐτιμωρήσατο, εἰς δὲ τὸ λοιπὸν οὐ τοῖς τυχοῦσι φίλοις ἑαυτὸν ἐπίστευεν. (Const. Exc. 3, p. 208.)

[37]   ... Κάρβωνος καὶ Σιλανοῦ· τοσούτου δὲ πλήθους ἀνῃρημένου οἱ μὲν υἱοὺς οἱ δὲ ἀδελφοὺς ἐπένθουν, τινὲς δὲ πατέρων ὀρφανοὶ παῖδες ἀπολελειμμένοι τὴν τῶν γονέων ἀπώλειαν καὶ τὴν Ἰταλίας ἐρημίαν κατωδύροντο, πλεῖσται δὲ γυναῖκες ἀνδρῶν ἐστερημέναι χηρείας ἀτυχοῦς ἐλάμβανον πεῖραν. ἡ δὲ σύγκλητος μεγαλοψύχως φέρουσα τὴν συμφορὰν τά τε πολλὰ πένθη καὶ τὴν ὑπερβολὴν τῶν κλαυθμῶν τὸ πολὺ κατέστελλε καὶ τὴν ἐπὶ τῇ συμφορᾷ λύπην ἐπικρυπτομένη βαρέως ἔφερεν.

   (Const. Exc. 4, p. 392.)

FRAGMENTA LIBRI XXXVI

[1]   Ὅτι ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐν Ῥώμῃ, καθ' οὓς Μάριος μὲν τοὺς κατὰ Λιβύην βασιλεῖς Βόκχον καὶ Ἰουγούρθαν κατεπολέμησε μεγάλῃ παρατάξει, καὶ πολλὰς μὲν τῶν Λιβύων μυριάδας ἀνεῖλεν, ὕστερον δὲ αὐτὸν Ἰουγούρθαν συλληφθέντα ὑπὸ Βόκχου, ὥστε τυχεῖν συγγνώμης παρὰ Ῥωμαίων ὑπὲρ ὧν αὐτοῖς κατέστη πρὸς πόλεμον, λαβὼν ἐκεῖθεν αἰχμάλωτον εἶχε, μεγίστοις δὲ πταίσμασι τοῖς κατὰ Γαλατίαν τῶν Κίμβρων πολεμούντων Ῥωμαῖοι περιπεσόντες ἠθύμουν, κατὰ τοὺς αὐτοὺς χρόνους ἧκόν τινες ἀπὸ Σικελίας ἀπόστασιν ἀγγέλλοντες οἰκετῶν εἰς πολλὰς ἀριθμουμένων μυριάδας. οὗ προσαγγελθέντος, ἐν πολλῇ περιστάσει τὸ Ῥωμαϊκὸν ἅπαν συνεχόμενον διετέλει, ὡς ἂν στρατιωτῶν ἐπιλέκτων σχεδὸν ἑξακισμυρίων ἐν τῷ πρὸς Κίμβρους κατὰ Γαλατίαν πολέμῳ διολωλότων, καὶ ἀπόρων ὄντων εἰς ἀποστολὴν στρατιωτῶν λογάδων.

[2]   Πρὸ δὲ τῆς κατὰ τὴν Σικελίαν τῶν δούλων ἐπαναστάσεως ἐγένοντο κατὰ τὴν Ἰταλίαν πλείους ἀποστάσεις ὀλιγοχρόνιοι καὶ μικραί, καθάπερ τοῦ δαιμονίου προσημαίνοντος τὸ μέγεθος τῆς ἐσομένης κατὰ τὴν Σικελίαν ἐπαναστάσεως, πρώτη μὲν ἡ περὶ Νουκερίαν, τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων, δευτέρα ἡ περὶ τὴν Καπύην, διακοσίων οἰκετῶν ἐπαναστάντων [2] καὶ ταχὺ καταλυθέντων. τρίτη δὲ παράδοξος γέγονέ τις. ἦν Τίτος Μενουίτιος, ἱππεὺς μὲν Ῥωμαίων, μεγαλοπλούτου δὲ πατρὸς παῖς. οὗτος ἠράσθη θεραπαινίδος ἀλλοτρίας κάλλει διαφερούσης. συμπλακεὶς δ' αὐτῇ καὶ εἰς ἔρωτα παράδοξον αὐτῆς ἐμπεσὼν ἐξηγόρασεν αὐτήν, οὕτω τοῦ τε μανιώδους ἔρωτος βιαζομένου καὶ τοῦ κυρίου τῆς κόρης τὴν πρᾶσιν μόλις κατανεύσαντος, ταλάντων Ἀττικῶν ἑπτά, καὶ χρόνον ὥρισε καθ' ὃν ἀποτίσει τὸ χρέος· ἐπιστεύετο δὲ διὰ τὴν πατρῴαν περιουσίαν. ἐνστάντος δὲ τοῦ ὁρισθέντος, καὶ μὴ ἔχων ἀποδοῦναι, πάλιν ἔταξε τριάκοντα ἡμερῶν προθεσμίαν.

[3] ὡς δὲ καὶ ταύτης ἐπιστάσης οἱ μὲν ἀπῄτουν, ὁ δὲ οὐδὲν πλέον εἶχεν ἀνύειν, ὁ δ' ἔρως ἤκμαζεν, ἐπεχείρησε πράξει παραλογωτάτῃ. ἐπιβουλεύει μὲν γὰρ τοὺς ἀπαιτοῦντας, ἑαυτῷ δὲ μοναρχικὴν ἐξουσίαν περιέθηκε. συναγοράσας γὰρ πεντακοσίας πανοπλίας καὶ χρόνον τῆς τιμῆς συντάξας, καὶ πιστευθείς, λάθρᾳ πρὸς ἀγρόν τινα παρακομίσας τοὺς ἰδίους ἀνέσεισε πρὸς ἀπόστασιν οἰκέτας, [4] τετρακοσίους ὄντας. εἶτα ἀναλαβὼν διάδημα καὶ περιβόλαιον πορφυροῦν καὶ ῥαβδούχους καὶ τὰ ἄλλα σύσσημα τῆς ἀρχῆς, καὶ βασιλέα ἑαυτὸν συνεργίᾳ τῶν δούλων ἀναδείξας, τοὺς μὲν ἀπαιτοῦντας τὴν τιμὴν τῆς κόρης ῥαβδίσας ἐπελέκισεν, ἐξοπλίσας δὲ τοὺς οἰκέτας ἐπῄει τὰς σύνεγγυς ἐπαύλεις, καὶ τοὺς μὲν προθύμως συναφισταμένους καθώπλιζε, τοὺς δ' ἀντιπράττοντας ἀνῄρει. ταχὺ δὲ συναγαγὼν στρατιώτας πλείους τῶν ἑπτακοσίων καὶ τούτους εἰς ἑκατονταρχίας καταλέξας, ἐνεβάλετο χάρακα καὶ τοὺς ἀφισταμένους ὑπεδέχετο.

[5] τῆς δ' ἀποστάσεως εἰς Ῥώμην ἀπαγγελθείσης, ἡ σύγκλητος ἐμφρόνως περὶ αὐτῆς ἐβουλεύσατο καὶ κατώρθωσε. τῶν γὰρ κατὰ πόλιν στρατηγῶν ἀπέδειξεν ἕνα πρὸς τὴν τῶν δραπετῶν σύλληψιν, Λεύκιον Λούκουλλον. οὗτος δὲ αὐθημερὸν ἐκ τῆς Ῥώμης ἐπιλέξας στρατιώτας ἑξακοσίους, εἰς τὴν Καπύην ἦλθε συναθροίσας πεζοὺς μὲν τετρακισχιλίους, [6] ἱππεῖς δὲ τετρακοσίους. ὁ δὲ Οὐέττιος τὴν ὁρμὴν τοῦ Λουκούλλου πυθόμενος κατελάβετο λόφον καρτερόν, ἔχων τοὺς πάντας πλέον τῶν τρισχιλίων καὶ πεντακοσίων. καὶ τὸ μὲν πρῶτον συμβολῆς γενομένης ἐπλεονέκτησαν οἱ δραπέται ἐκ τόπων ὑπερδεξίων μαχόμενοι· μετὰ δὲ ταῦτα τὸν μὲν στρατηγὸν τοῦ Οὐεττίου Ἀπολλώνιον διαφθείρας ὁ Λούκουλλος καὶ τῇ δημοσίᾳ πίστει τὴν ἄφεσιν τῆς τιμωρίας βεβαιώσας, ἔπεισεν αὐτὸν προδότην γενέσθαι τῶν συναποστατῶν. διὸ καὶ τούτου συνεργοῦντος τοῖς Ῥωμαίοις καὶ τὰς χεῖρας προσφέροντος τῷ Οὐεττίῳ, φοβηθεὶς τὴν ἐκ τῆς ἁλώσεως τιμωρίαν ἑαυτὸν ἀπέσφαξεν, αὐτίκα συναπολωλότων καὶ τῶν τῆς ἀποστάσεως κεκοινωνηκότων πλὴν τοῦ προδόντος Ἀπολλωνίου. καὶ ταῦτα μὲν πρὸ τῆς κατὰ Σικελίαν, ὥσπερ προοιμιαζόμενα ταύτῃ, μεγίστης ἀποστάσεως· ἥτις ἀρχὴν ἔλαβε τοιαύτην. (Photius, Bibl. pp. 386387 B.)

[2]   Ὅτι πολλαὶ ἐπαναστάσεις ἐγένοντο οἰκετῶν· πρώτη μὲν ἡ περὶ τὴν Νουκερίαν, τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων, δευτέρα δὲ ἡ περὶ τὴν Καπύην, διακοσίων οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ κολασθέντων· τρίτη δὲ ἀπόστασις ἐγένετο παράδοξος καὶ πολὺ τὰς εἰθισμένας διαλλάττουσα. ἦν γάρ τις Τίτος μὲν Οὐέττιος, ἱππεὺς δὲ Ῥωμαίων, ὃς ἔχων πατέρα μεγαλόπλουτον καὶ νέος ὢν παντελῶς εἰς ἐπιθυμίαν ἦλθεν ἀλλοτρίας θεραπαινίδος κάλλει διαφερούσης. ἐπιπλακεὶς δὲ αὐτῇ καὶ συμβιώσας ἱκανόν τινα χρόνον εἰς ἔρωτα παράδοξον ἐνέπεσε καὶ διάθεσιν μανίᾳ παρεμφερῆ. διὰ γὰρ τὴν φιλοστοργίαν ἐπιβαλόμενος ἐξαγοράσαι τὴν παιδίσκην τὸ μὲν πρῶτον ἔσχε τὸν δεσπότην αὐτῆς ἀντιπράττοντα, μετὰ δὲ ταῦτα τῷ μεγέθει τῆς τιμῆς προτρεψάμενος ἐξηγόρασεν αὐτὴν ταλάντων Ἀττικῶν ἑπτά, καὶ τὴν ἀπόδοσιν τῆς τιμῆς εἰς τακτὸν χρόνον συνέθετο. πιστευθεὶς δὲ τοῦ χρήματος διὰ τὴν τοῦ πατρὸς εὐπορίαν ἀπήγαγε τὴν θεραπαινίδα, καὶ καταδὺς εἴς τινα τῶν πατρικῶν ἀγρῶν ἐξεπλήρου τὴν ἰδίαν ἐπιθυμίαν. ὡς δὲ ὁ συγκείμενος τοῦ χρέους χρόνος διῆλθεν, ἧκον οἱ πεμφθέντες εἰς τὴν ἀπαίτησιν. ὁ δὲ εἰς τὴν τριακοστὴν ἡμέραν ἀναβαλόμενος τὴν ἀπόλυσιν, καὶ τὸ μὲν χρῆμα οὐ δυνάμενος πορίσαι, τῷ δὲ ἔρωτι δουλεύων, ἐπεχείρησε πράξει παραλογωτάτῃ. διὰ γὰρ τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἐκ τῆς ἀναβολῆς ἐπακολουθοῦσαν αἰσχύνην ἐξετράπη πρὸς διαλογισμοὺς παιδαριώδεις καὶ πολλῆς ἀφροσύνης μεστούς. πρὸ ὀφθαλμῶν γὰρ λαμβάνων τὸν ἐσόμενον τῆς ἐρωμένης διαχωρισμὸν τοῖς μὲν ἀπαιτοῦσι τὴν τιμὴν ἀνέλπιστον ἐπιβουλὴν συνεστήσατο. ...

   (Const. Exc. 3, p. 208.)

[3]   Κατὰ τὴν ἐπὶ τοὺς Κίμβρους τοῦ Μαρίου στρατείαν ἔδωκεν ἡ σύγκλητος ἐξουσίαν τῷ Μαρίῳ ἐκ τῶν πέραν θαλάττης ἐθνῶν μεταπέμπεσθαι συμμαχίαν. ὁ μὲν οὖν Μάριος ἐξέπεμψε πρὸς Νικομήδην τὸν τῆς Βιθυνίας βασιλέα περὶ βοηθείας· ὁ δὲ ἀπόκρισιν ἔδωκε τοὺς πλείους τῶν Βιθυνῶν ὑπὸ τῶν δημοσιωνῶν διαρπαγέντας δουλεύειν ἐν ταῖς [7] ἐπαρχίαις. τῆς δὲ συγκλήτου ψηφισαμένης ὅπως μηδεὶς σύμμαχος ἐλεύθερος ἐν ἐπαρχίᾳ δουλεύῃ καὶ τῆς τούτων ἐλευθερώσεως οἱ στρατηγοὶ πρόνοιαν ποιῶνται, τότε κατὰ τὴν Σικελίαν ὢν στρατηγὸς Λικίνιος Νέρουας ἀκολούθως τῷ δόγματι συχνοὺς τῶν δούλων ἠλευθέρωσε, κρίσεις προθείς, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους τῶν ὀκτακοσίων τυχεῖν τῆς ἐλευθερίας. καὶ ἦσαν πάντες οἱ κατὰ τὴν νῆσον δουλεύοντες μετέωροι πρὸς τὴν ἐλευθερίαν.

[8] οἱ δ' ἐν ἀξιώμασι συνδραμόντες παρεκάλουν τὸν στρατηγὸν ἀποστῆναι ταύτης τῆς ἐπιβολῆς. ὁ δ' εἴτε χρήμασι πεισθεὶς εἴτε χάριτι δουλεύσας τῆς μὲν τῶν κριτηρίων τούτων σπουδῆς ἀπέστη, καὶ τοὺς προσιόντας ἐπὶ τῷ τυχεῖν τῆς ἐλευθερίας ἐπιπλήττων εἰς τοὺς ἰδίους κυρίους προσέταττεν ἐπαναστρέφειν. οἱ δὲ δοῦλοι συστραφέντες καὶ τῶν Συρακουσῶν ἀπαλλαγέντες καὶ καταφυγόντες εἰς τὸ τῶν Παλικῶν τέμενος διελάλουν [9] πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως. ἐκεῖθεν ἐν πολλοῖς τόποις τῆς τῶν οἰκετῶν τόλμης ἐκδήλου γινομένης, πρῶτοι τῆς ἐλευθερίας ἀντεποιήσαντο κατὰ τὴν Ἁλικυαίων χώραν ἀδελφῶν δυεῖν μεγαλοπλούτων οἰκέται τριάκοντα, ὧν ἡγεῖτο Ὀάριος ὄνομα· οἳ πρῶτον μὲν νυκτὸς κοιμωμένους τοὺς ἰδίους δεσπότας ἀπέσφαξαν, εἶτα ἐπὶ τὰς γειτνιώσας ἐπαύλεις παρελθόντες παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν τοὺς δούλους· καὶ ἐν αὐτῇ τῇ νυκτὶ [10] συνέδραμον πλείους τῶν ἑκατὸν εἴκοσι. καὶ καταλαβόμενοι χωρίον φύσει ὀχυρόν, τοῦτο μᾶλλον ἐπωχύρωσαν, προσδεξάμενοι καὶ ἑτέρους δούλους ὡπλισμένους ὀγδοήκοντα. ὁ δὲ στρατηγὸς τῆς ἐπαρχίας Λικίνιος Νέρουας κατὰ τάχος αὐτοῖς ἐπελθὼν καὶ πολιορκῶν ἄπρακτον ἔσχε τὴν σπουδήν. ἐπεὶ δὲ βίᾳ ἀνάλωτον τὸ φρούριον ἑώρα ἐπὶ τὴν προδοσίαν ὁρᾷ, καὶ σωτηρίας ὑποσχέσεσι Γάιον Τιτίνιον ἐπικαλούμενον Γαδαῖον ἀναπείσας (ἦν δ' οὗτος πρὸ δυεῖν ἐτῶν καταδικασθεὶς μὲν θανάτῳ, τὴν τιμωρίαν δ' ἐκφυγὼν καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν ἐλευθέρων κατὰ λῃστείαν ἀναιρῶν, οὐδένα δὲ τῶν οἰκετῶν παραλυπῶν) εἶχεν ὑπηρέτην [11] τοῦ σκοποῦ. οὗτος ἔχων αὑτῷ πιστοὺς οἰκέτας ἱκανοὺς πρόσεισι τῷ φρουρίῳ τῶν ἀποστατῶν, ὡς δὴ συμμεθέξων τοῦ κατὰ Ῥωμαίων πολέμου· εὐμενῶς δὲ καὶ φιλοφρόνως προσδεχθεὶς ᾑρέθη διὰ τὴν ἀνδρείαν καὶ στρατηγός, καὶ προὔδωκε τὸ φρούριον. τῶν δ' ἀποστατῶν οἱ μὲν μαχόμενοι κατεκόπησαν, οἱ δὲ τὴν ἀπὸ τῆς ἁλώσεως δεδιότες τιμωρίαν ἑαυτοὺς κατεκρήμνισαν. ἡ μὲν οὖν πρώτη τῶν δραπετῶν στάσις κατελύθη τὸν εἰρημένον τρόπον.

[4]

[1]    Τῶν δὲ στρατιωτῶν πρὸς τὰ οἰκεῖα ἤθη ἀπολυθέντων, ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πόπλιον Κλόνιον, γενόμενον ἱππέα Ῥωμαίων, ἐπαναστάντες οἱ δοῦλοι κατέσφαξαν ὀγδοήκοντα ὄντες, καὶ ὅτι πλῆθος ἀγείρουσι. καὶ ὁ μὲν στρατηγὸς ἑτέρων βουλαῖς παρακρουσθείς, ἤδη καὶ τῶν πλείστων στρατιωτῶν ἀπολελυμένων, καιρὸν παρεῖχε διὰ τῆς ἀναβολῆς τοῖς ἀποστάταις βέλτιον αὑτοὺ [2] ἀσφαλίσασθαι. προῆγε δὲ μετὰ τῶν ἐνόντων στρατιωτῶν, καὶ διαβὰς τὸν Ἄλβαν ποταμὸν παρῆλθε τοὺς ἀποστάτας διατρίβοντας ἐν ὄρει καλουμένῳ Καπριανῷ, καὶ κατήντησεν εἰς πόλιν Ἡράκλειαν ἐκ γοῦν τοῦ μὴ προσβαλεῖν αὐτοῖς τὸν στρατηγὸν ἀτολμίαν αὐτοῦ διαφημίσαντες συχνοὺς ἀνέσειον τῶν οἰκετῶν. καὶ πολλῶν συρρεόντων καὶ τὸν δυνατὸν τρόπον εἰς μάχην παρασκευαζομένων, ἐν ἑπτὰ ταῖς πρώταις ἡμέραις καθωπλίσθησαν πλείους τῶν ὀκτακοσίων, ἐφεξῆς δ' ἐγένοντο τῶν [3] δισχιλίων οὐκ ἐλάττους. πυθόμενος δ' ἐν Ἡρακλείᾳ τὴν αὔξησιν αὐτῶν ὁ στρατηγὸς ἡγεμόνα προεχειρίσατο Μάρκον Τιτίνιον, δοὺς αὐτῷ στρατιώτας τοὺς ἐκ τῆς Ἔννης φρουροὺς ἑξακοσίους. οὗτος δὲ μάχῃ προσβαλὼν τοῖς ἀποστάταις, ἐπεὶ καὶ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ἐπλεονέκτουν ἐκεῖνοι, ἐτράπη σὺν τοῖς περὶ αὐτόν, πολλῶν μὲν ἀναιρεθέντων, τῶν δὲ λοιπῶν ῥιψάντων τὰ ὅπλα καὶ φυγῇ μόλις διασωθέντων. καὶ οἱ ἀποστάται ὅπλων τε εὐπορήσαντες τοσούτων ἀθρόον καὶ νίκης θρασύτερον εἴχοντο τῶν ἔργων, καὶ πάντες τῶν δούλων [4] ἐμετεωρίζοντο πρὸς ἀπόστασιν. καὶ πολλῶν καθ' ἡμέραν ἀφισταμένων σύντομον καὶ παράδοξον ἐλάμβανον αὔξησιν, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους γενέσθαι τῶν ἑξακισχιλίων. τότε δὴ καὶ εἰς ἐκκλησίαν συνελθόντες καὶ βουλῆς προτεθείσης πρῶτον μὲν εἵλαντο βασιλέα τὸν ὀνομαζόμενον Σάλουιον, δοκοῦντα τῆς ἱεροσκοπίας ἔμπειρον εἶναι καὶ ταῖς γυναικείαις θέαις αὐλομανοῦντα. οὗτος βασιλεύσας τὰς μὲν πόλεις ἀργίας αἰτίας καὶ τρυφῆς νομίζων ἐξέκλινεν, εἰς τρία δὲ μερίσας τοὺς ἀποστάτας καὶ ἴσους ἡγεμόνας ἐγκαταστήσας ταῖς μερίσι προσέταξεν ἐπιέναι τὴν χώραν καὶ πρὸς ἕνα τόπον καὶ [5] καιρὸν ἅπαντας ἀπαντᾶν. διὸ πολλῶν ἐκ τῆς ἐπελασίας ἄλλων τε ζῴων καὶ ἵππων εὐπορήσαντες ἐν ὀλίγῳ χρόνῳ κατεσκευάσθησαν ἱππεῖς μὲν πλείους τῶν δισχιλίων, πεζοὶ δὲ οὐκ ἐλάττους τῶν δισμυρίων, ἤδη καὶ γυμνασίαις πολεμικαῖς ἐνδιαπρέποντες. προσπεσόντες οὖν ἄφνω πόλει ὀχυρᾷ Μοργαντίνῃ προσβολὰς ἐνεργεῖς καὶ συνεχεῖς ἐποιοῦντο.

[6] ὁ δὲ στρατηγὸς ὡς βοηθήσων τῇ πόλει ἐπελθών, νυκτοπορίᾳ χρησάμενος, ἔχων μεθ' ἑαυτοῦ Ἰταλιώτας τε καὶ ἐκ Σικελίας σχεδὸν στρατιώτας μυρίους, κατέλαβε τοὺς ἀποστάτας ἀσχολουμένους περὶ τὴν πολιορκίαν, καὶ ἐπιθέμενος αὐτῶν τῇ παρεμβολῇ καὶ εὑρὼν ὀλίγους μὲν τοὺς φυλάττοντας, πλῆθος δὲ γυναικῶν αἰχμαλώτων καὶ λείας ἄλλης παντοδαποῦς, ῥᾳδίως ἐξεῖλε τὴν στρατοπεδείαν. καὶ ταύτην μὲν διήρπασεν, ἐπὶ δὲ τὴν [7] Μοργαντίνην ἦγεν. οἱ δ' ἀποστάται ἐξαίφνης ἀντεπιθέμενοι, καὶ ὑπερδέξιον τὴν στάσιν ἔχοντες βιαίως τε ἐπιρράξαντες εὐθὺς ἐπὶ προτερήματος ἦσαν· οἱ δὲ τοῦ στρατηγοῦ ἐτράπησαν πρὸς φυγήν. τοῦ δὲ βασιλέως τῶν ἀποστατῶν κήρυγμα ποιησαμένου μηδένα κτείνειν τῶν τὰ ὅπλα ῥιπτούντων, οἱ πλεῖστοι ῥιπτοῦντες ἔφευγον. καὶ τούτῳ τῷ τρόπῳ καταστρατηγήσας τοὺς πολεμίους ὁ Σάλουιος τήν τε παρεμβολὴν ἀνεκτήσατο καὶ περιβόητον νίκην [8] ἀπενεγκάμενος πολλῶν ὅπλων ἐκυρίευσεν. ἀπέθανον δὲ ἐν τῇ μάχῃ τῶν Ἰταλιωτῶν τε καὶ Σικελῶν οὐ πλείους ἑξακοσίων διὰ τὴν τοῦ κηρύγματος φιλανθρωπίαν, ἑάλωσαν δὲ περὶ τετρακισχιλίους. ὁ δὲ Σάλουιος, πολλῶν πρὸς αὐτὸν ἀπὸ τοῦ κατορθώματος συρρεόντων, διπλασιάσας τὴν ἰδίαν δύναμιν ἐκράτει τῶν ὑπαίθρων, καὶ πολιορκεῖν πάλιν ἐπεχείρει τὴν Μοργαντῖναν, κηρύγματι δοὺς τοῖς ἐν αὐτῇ δούλοις τὴν ἐλευθερίαν. τῶν δὲ κυρίων ἀντιπροτεινόντων αὐτοῖς ταύτην, εἰ σφίσι συναγωνίσαιντο, εἵλοντο μᾶλλον τὴν ἀπὸ τῶν κυρίων, καὶ προθύμως ἀγωνισάμενοι ἀπετρίψαντο τὴν πολιορκίαν. ὁ δὲ στρατηγὸς μετὰ ταῦτα τὴν ἐλευθερίαν ἀνατρέψας αὐτομολῆσαι τοὺς πλείστους παρεσκεύασε τοῖς ἀποστάταις.

[5]

[1]    Περὶ δὲ τὴν Αἰγεσταίων καὶ Λιλυβαϊτῶν χώραν, ἔτι δὲ τῶν ἄλλων τῶν πλησιοχώρων, ἐνόσει πρὸς ἀπόστασιν τὰ πλήθη τῶν οἰκετῶν. γίνεται δὲ τούτων ἀρχηγὸς Ἀθηνίων ὄνομα, ἀνὴρ ἀνδρείᾳ διαφέρων, Κίλιξ τὸ γένος. οὗτος οἰκονόμος ὢν δυοῖν ἀδελφῶν μεγαλοπλούτων, καὶ τῆς ἀστρομαντικῆς πολλὴν ἔχων ἐμπειρίαν, ἔπεισε τῶν οἰκετῶν πρῶτον μὲν τοὺς ὑφ' ἑαυτὸν τεταγμένους περὶ διακοσίους ὄντας, ἔπειτα τοὺς γειτνιῶντας, ὥστε ἐν πέντε ἡμέραις συναχθῆναι πλείους τῶν χιλίων.

[2] ὑπὸ δὲ τούτων αἱρεθεὶς βασιλεὺς καὶ διάδημα περιθέμενος ἐναντίαν τοῖς ἄλλοις ἅπασιν ἀποστάταις τὴν διάθεσιν ἐποιεῖτο. οὐ γὰρ προσεδέχετο πάντας τοὺς ἀφισταμένους, ἀλλὰ τοὺς ἀρίστους ποιούμενος στρατιώτας τοὺς ἄλλους ἠνάγκαζε μένοντας ἐπὶ τῶν προγεγενημένων ἐργασιῶν ἐπιμελεῖσθαι τῆς ἰδίας ἕκαστον οἰκονομίας καὶ τάξεως, ἐξ ὧν καὶ τροφὰς ἀφθόνους τῶν στρατιωτῶν ἐχορηγεῖτο.

[3] προσεποιεῖτο δὲ τοὺς θεοὺς αὐτῷ διὰ τῶν ἄστρων προσημαίνειν ὡς ἔσοιτο τῆς Σικελίας συμπάσης βασιλεύς· διὸ δεῖν αὐτῆς τε τῆς χώρας καὶ τῶν ἐν αὐτῇ ζῴων τε καὶ καρπῶν ὡς ἰδίων φείδεσθαι. τέλος ἀθροίσας ὑπὲρ τοὺς μυρίους ἐτόλμησε πόλιν ἀπόρθητον τὸ Λιλύβαιον πολιορκεῖν. μηδὲν δὲ ἀνύων μετανίστατο αὐτῆς, εἰπὼν αὐτῷ τοὺς θεοὺς τοῦτο ἐπιτάττειν· ἐπιμένοντας γὰρ ἂν τῇ πολιορκίᾳ [4] δυστυχήματος πειραθῆναι. παρασκευαζομένου δὲ αὐτοῦ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν, κατέπλευσάν τινες ἐν ταῖς ναυσὶ κομίζοντες ἐπιλέκτους Μαυρουσίους, οἳ ἐπὶ βοήθειαν ἦσαν ἀπεσταλμένοι τοῖς Λιλυβαΐταις, ἔχοντες ἡγούμενον ὃς ὠνομάζετο Γόμων. οὗτος σὺν τοῖς ἅμ' αὐτῷ κατὰ νύκτα καὶ ἀνελπίστως ἐπιθέμενος τοὺς περὶ Ἀθηνίωνα ὁδοιποροῦντας, πολλοὺς καταβαλόντες, οὐκ ὀλίγους δὲ τραυματίσαντες, εἰς τὴν πόλιν ἐπανῆλθον. διόπερ οἱ ἀποστάται τὴν ἐκ τῆς ἀστρομαντείας πρόρρησιν ἐθαύμαζον.

[6]

[1]    Εἶχε δὲ τὴν Σικελίαν πᾶσαν σύγχυσις καὶ κακῶν Ἰλιάς. οὐ γὰρ οἱ δοῦλοι μόνον, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ ἄποροι πᾶσαν ἁρπαγὴν καὶ παρανομίαν ἐργαζόμενοι, καὶ τοὺς περιτυγχάνοντας δούλους τε καὶ ἐλευθέρους, ὅπως μηδεὶς ἀπαγγέλλοι τὴν περὶ αὐτοὺς ἀπόνοιαν, ἐφόνευον ἀναιδῶς. διὸ καὶ πάντες οἱ κατὰ τὰς πόλεις ὑπελάμβανον τὰ μὲν ἐντὸς τειχῶν μόλις εἶναι ἴδια, τὰ δ' ἐκτὸς ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρασίας. καὶ ἄλλα δὲ πολλὰ πολλοῖς ἄτοπα κατὰ τὴν Σικελίαν ἐτολμᾶτο. (Photius, Bibl. pp. 387-389.)

[11]   Ὅτι οὐ μόνον τὸ πλῆθος τῶν οἰκετῶν τὸ πρὸς τὴν ἀπόστασιν ὡρμημένον κατέτρεχεν, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ τὰς ἐπὶ χώρας κτήσεις οὐκ ἔχοντες ἐτρέποντο πρὸς ἁρπαγὴν καὶ παρανομίαν. οἱ γὰρ ἐλλιπεῖς ταῖς οὐσίαις διὰ τὴν ἀπορίαν ἅμα καὶ παρανομίαν ἐξεχέοντο κατὰ συστροφὰς ἐπὶ τὴν χώραν καὶ τὰς μὲν ἀγέλας τῶν θρεμμάτων ἀπήλαυνον, τοὺς δὲ ἐν τοῖς σταθμοῖς τεθησαυρισμένους καρποὺς διήρπαζον, καὶ τοὺς περιτυγχάνοντας ἀνέδην ἐλευθέρους τε καὶ δούλους ἐφόνευον, ὅπως μηδεὶς ἀπαγγείλῃ τὴν περὶ αὐτοὺς ἀπόνοιάν τε καὶ [2] παρανομίαν. ἀναρχίας δ' οὔσης διὰ τὸ μηδεμίαν Ῥωμαϊκὴν ἀρχὴν δικαιοδοτεῖν, πάντες ἀνυπεύθυνον ἐξουσίαν ἔχοντες πολλὰς καὶ μεγάλας συμφορὰς ἀπειργάζοντο· διὸ καὶ πᾶς τόπος ἔγεμεν ἁρπαγῆς βιαίου ταῖς τῶν εὐπόρων οὐσίαις ἐνεξουσιαζούσης. οἱ δὲ πρότερον ἐν ταῖς πόλεσιν πρωτεύοντες ταῖς τε δόξαις καὶ τοῖς πλούτοις τότε διὰ τὴν ἀνέλπιστον τῆς τύχης μεταβολὴν οὐ μόνον ὑπὸ τῶν δραπετῶν ὑβριστικῶς ἀπέβαλλον τὰς εὐπορίας, ἀλλὰ καὶ ὑπὸ τῶν ἐλευθέρων ἐπηρεαζόμενοι καρτερεῖν ἠναγκάζοντο.

[3] διὸ καὶ πάντες ὑπελάμβανον τὰ μὲν ἐντὸς τῶν πυλῶν μόγις ὑπάρχειν ἴδια, τὰ δὲ ἐκτὸς τῶν τειχῶν ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρατίας εἶναι. καθόλου δ' ἦν κατὰ πόλεις φυρμὸς καὶ σύγχυσις τῶν κατὰ νόμους δικαίων. οἱ γὰρ ἀποστάται τῶν ὑπαίθρων κρατοῦντες ἀνεπίβατον ἐποιοῦντο τὴν χώραν, μνησικακοῦντες τοῖς δεσπόταις, οὐκ ἐμπιπλάμενοι δὲ τῶν ἀνελπίστων εὐτυχημάτων· οἱ δὲ ἐντὸς τῶν τειχῶν δοῦλοι νοσοῦντες ταῖς ψυχαῖς καὶ μετεωριζόμενοι πρὸς ἀπόστασιν φοβερώτατοι τοῖς κυρίοις ὑπῆρχον.

   (Const. Exc. 2 (1), p. 314.)

[7]   Ὁ δὲ τὴν Μοργαντίνην πολιορκήσας Σάλουιος, ἐπιδραμὼν τὴν χώραν μέχρι τοῦ Λεοντίνου πεδίου, ἤθροισεν αὐτοῦ τὸ σύμπαν στράτευμα, ἐπιλέκτους ἄνδρας οὐκ ἐλάττους τῶν τρισμυρίων, καὶ θύσας τοῖς Παλικοῖς ἥρωσι τούτοις μὲν ἀνέθηκε μίαν τῶν ἁλουργῶν περιπορφύρων στολὴν χαριστήρια τῆς νίκης, αὐτὸς δ' ἀναγορεύσας ἑαυτὸν βασιλέα Τρύφων μὲν ὑπὸ τῶν ἀποστατῶν προσηγορεύετο. [4] διανοούμενος δὲ τὰ Τριόκαλα καταλαβέσθαι καὶ κατασκευάσαι βασίλεια πέμπει καὶ πρὸς Ἀθηνίωνα, μεταπεμπόμενος αὐτὸν ὡς στρατηγὸν βασιλεύς. πάντες μὲν οὖν ὑπελάμβανον τὸν Ἀθηνίωνα τῶν πρωτείων ἀντιποιήσεσθαι, καὶ διὰ τὴν στάσιν τῶν ἀποστατῶν ῥᾳδίως καταλυθήσεσθαι τὸν πόλεμον· ἡ δὲ τύχη καθάπερ ἐπίτηδες αὔξουσα τὰς τῶν δραπετῶν δυνάμεις ὁμονοῆσαι τοὺς τούτων ἡγεμόνας ἐποίησεν. ἧκε μὲν γὰρ συντόμως μετὰ τῆς δυνάμεως ἐπὶ τὰ Τριόκαλα ὁ Τρύφων, ἧκε δὲ καὶ Ἀθηνίων μετὰ τρισχιλίων, ὑπακούων ὡς στρατηγὸς βασιλεῖ τῷ Τρύφωνι, τὴν ἄλλην αὑτοῦ δύναμιν κατατρέχειν τὴν χώραν καὶ ἀνασείειν πρὸς ἀπόστασιν τοὺς οἰκέτας ἀπεσταλκώς. μετὰ δὲ ταῦτα ὑπονοήσας ὁ Τρύφων τὸν Ἀθηνίωνα ἐπιθήσεσθαι ἐν καιρῷ παρέδωκεν εἰς φυλακήν. τὸ δὲ φρούριον ὀχυρώτατον ὂν κατεσκεύαζε πολυτελέσι κατασκευαῖς [5] καὶ ἐπὶ μᾶλλον ὠχύρου. Τριόκαλα δὲ αὐτό φασιν ὠνομάσθαι διὰ τὸ τρία καλὰ ἔχειν, πρῶτον μὲν ναματιαίων ὑδάτων πλῆθος διαφόρων τῇ γλυκύτητι, δεύτερον παρακειμένην χώραν ἀμπελόφυτόν τε καὶ ἐλαιόφυτον καὶ γεωργεῖσθαι δυναμένην θαυμαστῶς, τρίτον ὑπερβάλλουσαν ὀχυρότητα, ὡς ἂν οὔσης μεγάλης πέτρας ἀναλώτου· ἣν καὶ περιβόλῳ πόλεως σταδίων ὀκτὼ προσπεριβαλὼν καὶ ταφρεύσας βαθείᾳ τάφρῳ βασιλείοις ἐχρῆτο, πάσῃ ἀφθονίᾳ τῶν κατὰ τὸν βίον ἁπάντων [3] πεπληρωμένην. κατεσκεύασε δὲ καὶ βασιλικὴν οἰκίαν καὶ ἀγορὰν δυναμένην δέξασθαι πλῆθος [4] ἀνθρώπων. ἐξελέξατο δὲ καὶ τῶν φρονήσει διαφερόντων ἀνδρῶν τοὺς ἱκανούς, οὓς ἀποδείξας συμβούλους ἐχρῆτο συνέδροις αὐτοῖς· τήβεννάν τε περιπόρφυρον περιεβάλλετο καὶ πλατύσημον ἔδυ χιτῶνα κατὰ τοὺς χρηματισμούς, καὶ ῥαβδούχους εἶχε μετὰ πελέκεων τοὺς προηγουμένους, καὶ τἄλλα πάντα ὅσα ποιοῦσί τε καὶ ἐπικοσμοῦσι βασιλείαν ἐπετήδευε.

[8]

[1]    Προχειρίζεται δὲ κατὰ τῶν ἀποστατῶν ἡ σύγκλητος τῶν Ῥωμαίων Λεύκιον Λικίνιον Λούκουλλον, ἔχοντα στρατιώτας μυρίους μὲν καὶ τετρακισχιλίους Ῥωμαίους καὶ Ἰταλούς, Βιθυνοὺς δὲ καὶ Θετταλοὺς καὶ Ἀκαρνᾶνας ὀκτακοσίους, ἐκ δὲ τῆς Λευκανίας ἑξακοσίους, ὧν ἡγεῖτο Κλέπτιος, ἀνὴρ στρατηγικὸς καὶ ἐπ' ἀνδρείᾳ περιβόητος, ἔτι δὲ καὶ ἑτέρους ἑξακοσίους, ὡς γενέσθαι σύμπαντας ἑπτακισχιλίους καὶ μυρίους, οὓς ἔχων κατέλαβε [2] τὴν Σικελίαν. ὁ δὲ Τρύφων ἀπολύσας Ἀθηνίωνα τῆς αἰτίας ἐβουλεύετο περὶ τοῦ πρὸς Ῥωμαίους πολέμου. καὶ τῷ μὲν ἤρεσκεν ἐν τοῖς Τριοκάλοις ἀγωνίζεσθαι, Ἀθηνίων δὲ συνεβούλευε μὴ συγκλείειν ἑαυτοὺς εἰς πολιορκίαν, ἀλλ' ἐν ὑπαίθρῳ διαγωνίζεσθαι. κρατησάσης δὲ ταύτης τῆς βουλῆς κατεστρατοπέδευσαν πλησίον Σκιρθαίας, ὄντες οὐκ ἐλάττους τῶν τετρακισμυρίων· ἀπεῖχε δ' αὐτῶν ἡ [3] Ῥωμαίων παρεμβολὴ στάδια δυοκαίδεκα. τὸ μὲν οὖν πρῶτον ἐγίνοντο συνεχεῖς ἀκροβολισμοί· εἶτα παραταξαμένων ἑκατέρων καὶ τῆς μάχης ὧδε κἀκεῖσε ῥεπούσης καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, ὁ μὲν Ἀθηνίων ἔχων συναγωνιζομένους διακοσίους ἱππεῖς, ἐπικρατῶν πάντα τὸν περὶ αὑτὸν τόπον νεκρῶν ἐπλήρωσε, τρωθεὶς δ' εἰς ἀμφότερα τὰ γόνατα καὶ τρίτην λαβὼν ἄχρηστος ἐγένετο πρὸς τὴν μάχην· ἐξ οὗ οἱ δραπέται ταῖς ψυχαῖς πεσόντες [4] πρὸς φυγὴν ἐτράπησαν. ὁ δὲ Ἀθηνίων ὡς νεκρὸς ὢν ἔλαθε, καὶ προσποιηθεὶς τετελευτηκέναι τῆς νυκτὸς ἐπιλαβούσης διεσώθη. ἐπεκράτησαν δὲ λαμπρῶς οἱ Ῥωμαῖοι, φυγόντων καὶ τῶν μετὰ Τρύφωνος καὶ αὐτοῦ ἐκείνου· καὶ πολλῶν κατὰ τὴν φυγὴν κοπέντων τέλος οὐκ ἐλάττους τῶν δισμυρίων ἀνῃρέθησαν. οἱ δὲ λοιποί, τῆς νυκτὸς συνεργούσης, διέφυγον εἰς τὰ Τριόκαλα· καίτοι ῥᾴδιον ἦν ἐπιδιώξαντι τῷ στρατηγῷ καὶ τούτους [5] ἀνελεῖν. ἐπὶ τοσοῦτον δ' ἐτεταπείνωτο τὸ οἰκετικὸν ὥστε καὶ ἐβουλεύσαντο ἐπὶ τοὺς κυρίους ἐπαναδραμεῖν καὶ σφᾶς αὐτοῖς ἐγχειρίσαι· πλὴν ἐπεκράτησεν ἡ γνώμη τῶν μέχρι τελευτῆς ὑποθεμένων ἀγωνίσασθαι καὶ μὴ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπροδοῦναι. μετὰ δ' ἐνάτην ἡμέραν ὁ στρατηγὸς ἧκε πολιορκήσων τὰ Τριόκαλα. καὶ τὰ μὲν ἀναιρῶν, τὰ δὲ ἀναιρούμενος, ἔλαττον ἔχων ἀπηλλάγη, καὶ οἱ ἀποστάται αὖθις ἐφρονηματίζοντο. ἤνυε δὲ τῶν δεόντων ὁ στρατηγὸς εἴτε διὰ ῥᾳστώνην εἴτε διὰ δωροδοκίαν οὐδέν· ἀνθ' ὧν καὶ δίκην ὕστερον κριθεὶς Ῥωμαίοις ἔδωκε.

[9]

[1]    Γάιος δὲ Σερουίλιος καταπεμφθεὶς στρατηγὸς διάδοχος Λουκούλλου οὐδ' αὐτός τι ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ὁμοίως Λουκούλλῳ ὕστερον φυγῇ κατεδικάσθη. τελευτήσαντος δὲ Τρύφωνος, διάδοχος τῆς ἀρχῆς ὁ Ἀθηνίων καθίσταται, καὶ τοῦτο μὲν πόλεις ἐπολιόρκει, τοῦτο δὲ πᾶσαν τὴν χώραν ἀδεῶς κατέτρεχε καὶ πολλῶν ἐκυρίευσε, τοῦ Σερουιλίου μηδὲν ἀντιπράττοντος.

   (Photius, Bibl. pp. 389-390.)

[2]    Ὅτι Λούκουλλος ὁ στρατηγὸς πυθόμενος διαβεβηκέναι τὸν πορθμὸν Σερουίλιον Γάιον στρατηγὸν ἐπὶ τὴν διαδοχὴν τοῦ πολέμου, τούς τε στρατιώτας ἀπέλυσε καὶ τοὺς χάρακας καὶ τὰς κατασκευὰς ἐνέπρησε, βουλόμενος τὸν διαδεχόμενον τὴν ἀρχὴν μηδεμίαν ἔχειν ἀξιόλογον ἀφορμὴν εἰς τὸν πόλεμον. βλασφημούμενος γὰρ ἐπὶ τῷ δοκεῖν τὸν πόλεμον αὔξειν ὑπελάμβανε τῇ τούτου ταπεινώσει καὶ ἀδοξίᾳ καὶ τὴν ἑαυτοῦ κατηγορίαν καταλύειν.

   (Const. Exc. 4, pp. 392-393.)

[10]

[1]    Τοῦ δ' ἐνιαυσίου χρόνου διελθόντος ὕπατος ἐν Ῥώμῃ Γάιος Μάριος ᾑρέθη τὸ πέμπτον καὶ Γάιος Ἀκύλλιος· ὧν ὁ Ἀκύλλιος στρατηγὸς κατὰ τῶν ἀποστατῶν σταλεὶς διὰ τῆς ἰδίας ἀνδρείας ἐπιφανεῖ μάχῃ τοὺς ἀποστάτας ἐνίκησε. καὶ πρὸς αὐτὸν δὲ τὸν βασιλέα τῶν ἀποστατῶν Ἀθηνίωνα συμβαλὼν ἡρωικὸν ἀγῶνα συνεστήσατο, καὶ τοῦτον μὲν ἀνεῖλεν, αὐτὸς δ' εἰς τὴν κεφαλὴν τρωθεὶς ἐθεραπεύθη. καὶ στρατεύει ἐπὶ τοὺς ὑπολειπομένους τῶν ἀποστατῶν, ὄντας μυρίους. οὐχ ὑπομεινάντων δὲ τὴν ἔφοδον, ἀλλ' εἰς τὰ ὀχυρώματα καταφυγόντων, ὅμως Ἀκύλλιος οὐκ ἐνεδίδου πάντα πράττων [2] ἕως αὐτοὺς ἐκπολιορκήσας ἐχειρώσατο. ἔτι δ' ὑπολειπομένων χιλίων καὶ στρατηγὸν ἐχόντων τὸν Σάτυρον, τὸ μὲν πρῶτον ἐπεβάλετο διὰ τῶν ὅπλων αὐτοὺς χειρώσασθαι, μετὰ δὲ ταῦτα διαπρεσβευόντων καὶ παραδόντων ἑαυτοὺς τῆς μὲν παραυτίκα τιμωρίας ἀπέλυσεν, ἀπαγαγὼν δὲ εἰς τὴν Ῥώμην [3] θηριομάχας αὐτοὺς ἐποίησε. τοὺς δέ φασί τινες ἐπιφανεστάτην ποιήσασθαι τοῦ βίου καταστροφήν· τῆς μὲν γὰρ πρὸς τὰ θηρία μάχης ἀποστῆναι, ἀλλήλους δὲ ἐπὶ τῶν δημοσίων βωμῶν κατασφάξαι, καὶ τὸν τελευταῖον αὐτὸν τὸν Σάτυρον ἀνελόντα· τοῦτον δὴ ἐπὶ πᾶσιν αὐτοχειρίᾳ ἡρωικῶς καταστρέψαι. ὁ μὲν οὖν κατὰ Σικελίαν τῶν οἰκετῶν πόλεμος, διαμείνας ἔτη σχεδόν που τέτταρα, τραγικὴν ἔσχε τὴν καταστροφήν. (Photius, Bibl. p. 390.)

[12]   Ὅτι Σατορνῖνος ὁ δήμαρχος ζηλώσας βίον ἀκόλαστον καὶ ταμίας ὑπάρχων εἰς τὴν ἐξ Ὠστίας εἰς Ῥώμην τοῦ σίτου παρακομιδὴν ἐτάχθη, διὰ δὲ τὴν ῥᾳθυμίαν καὶ φαυλότητα τῆς ἀγωγῆς δόξας κακῶς προεστάναι τῆς προειρημένης ἐπιμελείας ἐπιτιμήσεως ἔτυχε προσηκούσης. ἡ γὰρ σύγκλητος παρελομένη τὴν ἐξουσίαν παρέδωκεν ἄλλοις τὴν ἐπιστασίαν ταύτην. διορθωσάμενος δὲ τὴν προϋπάρχουσαν ἀκολασίαν καὶ τοῦ σώφρονος ἀντεχόμενος βίου δημαρχίας ὑπὸ τοῦ δήμου κατηξιώθη. (Const. Exc. 2 (1), pp. 314-315.)

[13]

[1]    Ὅτι Βαττάκης τις ὄνομα ἧκε, φησιν, ἐκ Πεσσινοῦντος τῆς Φρυγίας, ἱερεὺς ὑπάρχων τῆς μεγάλης τῶν θεῶν μητρός. οὗτος κατὰ πρόσταγμα τῆς θεοῦ παρεῖναι φήσας τοῖς ἄρχουσιν ἐνέτυχε καὶ τῇ συγκλήτῳ, λέγων τὸ ἱερὸν τῆς θεοῦ μεμιᾶνθαι, καὶ δεῖν αὐτῇ δημοσίᾳ καθαρμοὺς ἐπὶ τῆς Ῥώμης συντελεσθῆναι. ἐφόρει δὲ ἐσθῆτα καὶ τὴν περὶ τὸ σῶμα ἄλλην κατασκευὴν ἐξηλλαγμένην καὶ ὑπὸ τῶν Ῥωμαίων ἐθῶν οὐκ ἐπιχωρουμένην· χρυσοῦν τε γὰρ στέφανον εἶχεν ὑπερμεγέθη καὶ στολὴν ἀνθίνην διάχρυσον, βασιλικὴν ἀξίαν ἐπιφαίνουσαν.

[2] ποιησάμενος δὲ λόγους ἐπὶ τῶν ἐμβόλων ἐν τῷ δήμῳ καὶ τὸ πλῆθος εἰς δεισιδαιμονίαν ἐμβαλών, καταλύματος μὲν δημοσίου καὶ ξενίων ἠξιώθη, τὸν δὲ στέφανον ἐκωλύθη φορεῖν ὑφ' ἑνὸς τῶν δημάρχων Αὔλου Πομπηίου. διά τινος δ' ἑτέρου δημάρχου προαχθεὶς ἐπὶ τὰ ἔμβολα καὶ περὶ τῆς εἰς τὸ ἱερὸν ἁγνείας ἐπερωτώμενος ἀποκρίσεις ἐποιεῖτο δεισιδαιμονίαν περιεχούσας. καταστασιασθεὶς δὲ ὑπὸ τοῦ Πομπηίου καὶ μεθ' ὕβρεως ἀπαλλαγεὶς ἐπὶ τὴν κατάλυσιν οὐκέτι προεπορεύετο, λέγων μὴ μόνον ἑαυτὸν ἀσεβῶς προπεπηλακίσθαι, ἀλλὰ καὶ τὴν θεόν.

[3] ὁ δὲ Πομπήιος παραχρῆμα μὲν λάβρῳ πυρετῷ συνεσχέθη, μετὰ δὲ ταῦτα ἄφωνος γενόμενος καὶ καταληφθεὶς κυναγχικῷ πάθει τριταῖος κατέστρεψε τὸν βίον, παρὰ τοῖς πολλοῖς ὑποληφθεὶς θείᾳ τινὶ προνοίᾳ ἀνθ' ὧν εἰς τὸν ἱερέα καὶ τὴν θεὸν ἐπλημμέλησεν τοῦ ζῆν ἐστερῆσθαι· σφόδρα γὰρ Ῥωμαῖοι δεισιδαιμονοῦσι. διόπερ ὁ Βαττάκης λαβὼν τὴν συγχώρησιν τῆς κατὰ τὴν ἱερὰν στολὴν κατασκευῆς καὶ τιμηθεὶς ἀξιολόγοις ξενίοις ὑπὸ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν προεπέμφθη τὴν ἐκ τῆς Ῥώμης ἐπάνοδον ποιούμενος.

[14]   Ὅτι ἔθος ἦν τοῖς Ῥωμαίων στρατιώταις, ἡνίκα ὁ στρατηγὸς αὐτῶν σὺν αὐτοῖς μάχῃ πρός τινας τῶν πολεμίων συμπλακεὶς ὑπὲρ τοὺς ἑξακισχιλίους τῶν ἐχθρῶν ἐφαίνετο ἀνελών, ἰμπεράτορα αὐτὸν ἀναγορεύειν καὶ ἀποκαλεῖν, ὅ ἐστι βασιλέα. (Photius, Bibl. pp. 390-391.)

[15]

[1]    Ὅτι εἰς τὴν Ῥώμην ἧκον πρεσβευταὶ Μιθριδάτου τοῦ βασιλέως κομίζοντες μεθ' αὑτῶν χρημάτων πλῆθος πρὸς τὴν τῆς συγκλήτου δωροδοκίαν. ὁ δὲ Σατορνῖνος δόξας ἀφορμὴν ἔχειν κατὰ τῆς συγκλήτου μεγάλην ὕβριν τῇ πρεσβείᾳ ἐνεδείξατο. καὶ τῶν συγκλητικῶν παροξυνάντων τοὺς πρεσβευτὰς καὶ συνεργήσειν ἐπαγγελλομένων, οἱ καθυβρισθέντες ἐπήνεγκαν κρίσιν τῷ Σατορνίνῳ περὶ [2] τῆς εἰς αὐτοὺς ὕβρεως. τοῦ δὲ ἀγῶνος ὄντος δημοσίου καὶ μεγάλου διὰ τὴν τῶν πρεσβευτῶν ἀσυλίαν καὶ τὴν συνήθη παρὰ τοῖς Ῥωμαίοις ὑπὲρ τῶν πρεσβειῶν μισοπονηρίαν· ὁ δὲ Σατορνῖνος θανάτου κατηγορούμενος ὑπὸ τῶν συγκλητικῶν, ὡς ἂν ἐκείνων δικαζόντων τὰς τοιαύτας κρίσεις, εἰς τοὺς μεγίστους ἐνέπεσε φόβους τε καὶ κινδύνους, καὶ διὰ τὸ μέγεθος τῶν ὑποκειμένων ἀγώνων πτήξας κατέφυγεν ἐπὶ τὸν κοινὸν τῶν ἀκληρούντων ἔλεον, καὶ τὴν ἐσθῆτα τὴν πολυτελῆ κατέθετο, πιναρὰν δὲ μεταμφιασάμενος καὶ κόμην καὶ πώγωνα τρέφων περιῄει τοὺς κατὰ τὴν πόλιν ὄχλους, καὶ τοῖς μὲν πρὸς τὰ γόνατα πίπτων, τοῖς δὲ ταῖς χερσὶν ἐπιφυόμενος ἐδεῖτο καὶ μετὰ δακρύων καθικέτευε [3] βοηθῆσαι τοῖς ἀκληρήμασιν· καταστασιάζεσθαι γὰρ ἑαυτὸν ἀπεφαίνετο παρὰ πᾶν τὸ δίκαιον ὑπὸ τῆς συγκλήτου, καὶ τοῦτο πάσχειν ἑαυτὸν ἀπεδείκνυε διὰ τὴν εἰς τὸν δῆμον εὔνοιαν, καὶ τοὺς αὐτοὺς ἔχειν ἐχθρούς τε καὶ κατηγόρους καὶ κριτάς. τοῦ δὲ δήμου συνεξαιρομένου ταῖς δεήσεσιν, πολλαὶ μυριάδες συνέδραμον ἐπὶ τὸ κριτήριον, καὶ παραδόξως ἀπελύθη. καὶ συνεργὸν ἔχων τὸν δῆμον πάλιν ἀνερρήθη δήμαρχος. (Const. Exc. 1, pp. 408-409.)

[16]

[1]    Ὅτι περὶ τῆς τοῦ Μετέλλου φυγῆς ἐπ' ἔτη δύω γινομένων λόγων ἐν ταῖς ἐκκλησίαις, ὁ υἱὸς αὐτοῦ κόμην ὑποτρέφων καὶ πώγωνα καὶ πιναρὰν ἔχων ἐσθῆτα περιῄει κατὰ τὴν ἀγοράν, δεόμενος τῶν πολιτῶν, καὶ μετὰ δακρύων προσπίπτων τοῖς ἑκάστου γόνασιν ᾐτεῖτο τὴν τοῦ πατρὸς κάθοδον. ὁ μὲν οὖν δῆμος, καίπερ οὐ βουλόμενος ἀφορμὴν διδόναι τοῖς φυγάσι τῆς καθόδου παρὰ τοὺς νόμους, ὅμως διὰ τὸν ἔλεον τοῦ νεανίσκου καὶ τὴν ὑπὲρ τοῦ γονέως σπουδὴν κατήγαγε τὸν Μέτελλον, καὶ τὸν υἱὸν αὐτοῦ διὰ τὴν περὶ τὸν γεννήσαντα γεγενημένην φιλοτιμίαν Εὐσεβῆ προσηγόρευσεν.

   (Const. Exc. 2 (1), p. 315.)

[1]  

FRAGMENTA LIBRI XXXVII

[1]   Ἀφ' ὧν χρόνων αἱ τῶν ἀνθρώπων πράξεις διὰ τῆς ἱστορικῆς ἀναγραφῆς εἰς αἰώνιον μνήμην παρεδόθησαν, μέγιστον ἴσμεν πόλεμον τὸν Μαρσικὸν ὀνομασθέντα ἀπὸ Μαρσῶν. οὗτος γὰρ πάντας τοὺς προγεγονότας ὑπερεβάλετο ταῖς τῶν στρατηγῶν ἀνδραγαθίαις καὶ τῷ μεγέθει τῶν πράξεων. τὸν γὰρ Τρωικὸν πόλεμον καὶ τὰς τῶν ἡρώων ἀρετὰς ὁ ἐπιφανέστατος τῶν ποιητῶν Ὅμηρος εἰς ὑπερβολὴν δόξης ἐτραγῴδησεν· ἐν ᾧ τῆς Εὐρώπης πρὸς τὴν Ἀσίαν διαπολεμούσης καὶ τῶν μεγίστων ἠπείρων ὑπὲρ τῆς νίκης διαφιλοτιμουμένων, τοιαῦται πράξεις ὑπὸ τῶν ἀγωνιζομένων συνετελέσθησαν ὥστε τοῖς ἐπιγενομένοις ἀνθρώποις ἐμπλησθῆναι τὰ θέατρα [2] μυθικῶν καὶ τραγικῶν ἀγωνισμάτων. ἀλλ' ὅμως ἐκεῖνοι μὲν ἐν ἔτεσι δέκα τὰς ἐν τῇ Τρῳάδι πόλεις κατεπολέμησαν, Ῥωμαῖοι δὲ τοῖς ὕστερον χρόνοις μιᾷ παρατάξει νικήσαντες Ἀντίοχον τὸν μέγαν τῆς Ἀσίας κύριοι κατέστησαν. μετὰ δὲ τὰ Τρωικὰ τοῦ Περσῶν βασιλέως στρατεύσαντος ἐπὶ τὴν Ἑλλάδα καὶ διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους τῶν ἀκολουθούντων αὐτῷ στρατιωτῶν ἀναξηραινομένων τῶν ἀενάων ποταμῶν, ἡ Θεμιστοκλέους στρατηγικὴ σύνεσις μετὰ τῆς τῶν Ἑλλήνων ἀρετῆς τοὺς Πέρσας [3] κατεπολέμησεν. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Καρχηδονίων τριάκοντα μυριάσιν ἐπὶ τὴν Σικελίαν στρατευσάντων, Γέλων ὁ Συρακουσίων ἀφηγούμενος ἑνὶ στρατηγήματι καὶ ἀκαρεῖ χρόνῳ διακοσίας ναῦς ἐνέπρησε καὶ δεκαπέντε μυριάδας πολεμίων ἐν παρατάξει κατακόψας τὰς ἴσας ἐζώγρησεν. ἀλλ' ὅμως οἱ τὸν Μαρσικὸν πόλεμον διαπολεμήσαντες Ῥωμαῖοι τοὺς ἀπογόνους τῶν τὰς τηλικαύτας [4] πράξεις ἐπιτελεσαμένων κατεπολέμησαν. ἑξῆς δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος ὑπερβαλλούσῃ συνέσει καὶ ἀνδρείᾳ τῶν Περσῶν τὴν ἡγεμονίαν καταπολεμήσαντος, Ῥωμαῖοι κατὰ τοὺς νεωτέρους καιροὺς δορίκτητον ἐποιήσαντο τὴν Μακεδονίαν. Καρχηδὼν δὲ περὶ τῆς Σικελίας ἔτη τέσσαρα καὶ εἴκοσι πολεμήσασα τῇ Ῥώμῃ καὶ πλείστας καὶ μεγίστας ἀγωνισαμένη παρατάξεις καὶ ναυμαχίας, τότε μὲν τῷ βάρει τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατεπολεμήθη, μετ' ὀλίγον δὲ τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον συστησαμένη παρατάξεσι καὶ ναυμαχίαις καὶ πολλαῖς περιβοήτοις πράξεσι νικήσασα, στρατηγὸν ἔχουσα πρωτεύοντα κατ' ἀρετὴν Ἀννίβαν, τελευταῖον ὑπό τε τῆς τῶν Ῥωμαίων καὶ τῆς τῶν Ἰταλῶν ἀνδραγαθίας καὶ τῆς Σκιπίωνος ἀρετῆς [5] κατεπολεμήθη. Κίμβρους δὲ ταῖς μὲν ὄψεσι γίγασι παρεμφερεῖς, ταῖς δὲ ἀλκαῖς ἀνυπερβλήτους ...· οὗτοι γὰρ πολλὰς καὶ μεγάλας Ῥωμαίων δυνάμεις κατακόψαντες καὶ μυριάσι τεσσαράκοντα τὴν ἐπὶ Ἰταλίαν στρατείαν στειλάμενοι, ταῖς τῶν Ῥωμαίων ἀνδραγαθίαις ἄρδην κατεκόπησαν.

[6]    Διὸ τοῦ πρωτείου κατὰ τὰς ἐν τοῖς πολέμοις ἀνδραγαθίας ἐκ τῶν ἀποτελεσμάτων κριθέντος ὑπάρχειν παρὰ Ῥωμαίοις καὶ τοῖς τὴν Ἰταλίαν οἰκοῦσιν ἔθνεσιν, ἡ τύχη καθάπερ ἐπίτηδες τούτους εἰς διάστασιν ἀγαγοῦσα τὸν ὑπερβάλλοντα τῷ μεγέθει πόλεμον ἐξέκαυσεν. ἐπαναστάντων γὰρ τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν τῇ τῆς Ῥώμης ἡγεμονίᾳ καὶ τῶν ἐξ αἰῶνος ἀρίστων κεκριμένων ἐλθόντων εἰς ἔριν καὶ φιλοτιμίαν, ὁ γενόμενος πόλεμος εἰς ὑπερβολὴν μεγέθους κατήντησεν, ὃς ὠνομάσθη Μαρσικὸς ἀπὸ τῶν ἀρχηγῶν γενομένων τῆς ἀποστάσεως Μαρσῶν.

   (Const. Exc. 4, pp. 393-394.)

[2]

[1]    Ὅτι τὸν Μαρσικὸν ὀνομασθέντα πόλεμον ἐπὶ τῆς αὑτοῦ ἡλικίας Διόδωρος μείζονα πάντων τῶν προγεγονότων ἀποφαίνεται. ὠνομάσθαι δέ φησι Μαρσικὸν ἐκ τῶν ἀρξάντων τῆς ἀποστάσεως, ἐπεὶ σύμπαντές γε Ἰταλοὶ κατὰ Ῥωμαίων τοῦτον ἐξήνεγκαν τὸν πόλεμον. αἰτίαν δὲ πρώτην γενέσθαι τοῦ πολέμου τὸ μεταπεσεῖν τοὺς Ῥωμαίους ἀπὸ τῆς εὐτάκτου καὶ λιτῆς ἀγωγῆς καὶ ἐγκρατοῦς, δι' ἧς ἐπὶ τοσοῦτον ηὐξήθησαν, εἰς ὀλέθριον ζῆλον [2] τρυφῆς καὶ ἀκολασίας. ἐκ γὰρ τῆς διαφθορᾶς ταύτης στασιάσαντος τοῦ δημοτικοῦ πρὸς τὴν σύγκλητον, εἶτα ἐκείνης ἐπικαλεσαμένης τοὺς ἐκ τῆς Ἰταλίας ἐπικουρῆσαι καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαϊκῆς πολιτείας μεταδοῦναι καὶ νόμῳ κυρῶσαι, ἐπεὶ οὐδὲν τῶν ὑπεσχημένων τοῖς Ἰταλιώταις ἐγένετο, ὁ ἐξ αὐτῶν πόλεμος πρὸς Ῥωμαίους ἐξεκαύθη, ὑπατευόντων ἐν τῇ Ῥώμῃ Λευκίου Μαρκίου Φιλίππου καὶ Σέξτου Ἰουλίου· ὀλυμπιὰς δ' ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα.

[3] ἐν τούτῳ τῷ πολέμῳ ποικίλα καὶ πολύτροπα πάθη καὶ πόλεων ἁλώσεις ἑκατέρῳ μέρει τῶν διαπολεμησάντων συνέβη, ταλαντευομένης ὥσπερ ἐπίτηδες παρὰ μέρος τῆς νίκης καὶ μηδετέροις ἐν βεβαίῳ διαμενούσης· ὅμως ἀπείρου πλήθους ἑκατέρωθεν πεσόντος ὀψὲ καὶ μόλις Ῥωμαίοις ἐξενίκησε βεβαιωθῆναι τὸ κράτος.

[4]    Ἐπολέμουν δὲ Ῥωμαίοις Σαυνῖται, Ἀσκολανοί, Λευκανοί, Πικεντῖνοι, Νωλανοί, καὶ ἕτεραι πόλεις καὶ ἔθνη· ἐν οἷς ἐπισημοτάτη καὶ μεγίστη καὶ κοινὴ πόλις ἄρτι συντετελεσμένη τοῖς Ἰταλιώταις τὸ Κορφίνιον ἦν, ἐν ᾗ τά τε ἄλλα ὅσα μεγάλην πόλιν καὶ ἀρχὴν κρατύνουσι συνεστήσαντο καὶ ἀγορὰν εὐμεγέθη καὶ βουλευτήριον, καὶ τὰ ἄλλα τὰ πρὸς πόλεμον ἀφθόνως ἅπαντα καὶ χρημάτων πλῆθος, [5] καὶ τροφῆς δαψιλῆ χορηγίαν. συνεστήσαντο δὲ καὶ σύγκλητον κοινὴν πεντακοσίων ἀνδρῶν, ἐξ ὧν οἵ τε τῆς πατρίδος ἄρχειν ἄξιοι προαχθήσεσθαι ἔμελλον καὶ οἱ προβουλεύεσθαι δυνάμενοι περὶ τῆς κοινῆς σωτηρίας, καὶ τούτοις ἐπέτρεψαν τὰ κατὰ τὸν πόλεμον διοικεῖν, αὐτοκράτορας ποιήσαντες τοὺς συνέδρους. οὗτοι δ' ἐνομοθέτησαν δύο μὲν ὑπάτους κατ' ἐνιαυτὸν αἱρεῖσθαι, δώδεκα δὲ στρατηγούς.

[6]    Καὶ κατεστάθησαν ὕπατοι μὲν Κόιντος Πομπαίδιος Σίλων, Μάρσος μὲν τὸ γένος, πρωτεύων δὲ τῶν ὁμοεθνῶν, καὶ δεύτερος ἐκ τοῦ Σαυνιτῶν γένους Γάιος Ἀπώνιος Μότυλος, καὶ αὐτὸς δόξῃ καὶ πράξεσι τοῦ ἔθνους προέχων. τὴν δ' ὅλην Ἰταλίαν εἰς δύο μέρη διελόντες ὑπατικὰς ἐπαρχίας [7] ταύτας καὶ μερίδας ἀπέδειξαν. καὶ τῷ μὲν Πομπαιδίῳ προσώρισαν χώραν ἀπὸ τῶν Κερκώλων καλουμένων μέχρι τῆς Ἀδριατικῆς θαλάσσης, τὰ πρὸς δυσμὰς καὶ τὴν ἄρκτον νεύοντα μέρη, καὶ στρατηγοὺς ἔταξαν αὐτῷ ἕξ· τὸ δὲ λοιπὸν τῆς Ἰταλίας, τὴν πρὸς ἕω καὶ μεσημβρίαν νεύουσαν, προσώρισαν Γαΐῳ Μοτύλῳ, στρατηγοὺς ὁμοίως συζεύξαντες ἕξ. οὕτω πάντα δεξιῶς καὶ κατὰ μίμησιν, τὸ σύνολον φάναι, τῆς Ῥωμαϊκῆς καὶ ἐκ παλαιοῦ τάξεως τὴν ἑαυτῶν ἀρχὴν διαθέμενοι, κατὰ τὸ σφοδρότερον λοιπὸν εἴχοντο καὶ τοῦ ἐφεξῆς πολέμου, τὴν κοινὴν πόλιν Ἰταλίαν ἐπονομάσαντες.

[8]    Καὶ διεπολέμησαν Ῥωμαίοις τὰ πλεῖστα κατὰ τὸ ἐπικρατέστερον, ἕως Γναῖος Πομπήιος ὕπατος αἱρεθεὶς καὶ στρατηγὸς τοῦ πολέμου καὶ Σύλλας στρατηγὸς ὑπὸ τῷ ἑτέρῳ ὑπάτῳ Κάτωνι ἐπιφανεστάταις μάχαις τοὺς Ἰταλιώτας οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις νικήσαντες τὰ πράγματα αὐτῶν εἰς τὸ συντρίβεσθαι περιέστησαν. ἐπολέμησαν δ' οὖν καὶ ἔτι· ἀλλὰ Γαΐου Κοσκονίου σταλέντος εἰς [9] Ἰαπυγίαν στρατηγοῦ πολλάκις ἡττήθησαν. εἶτα ἐλαττωθέντες καὶ ἐκ πολλῶν ὀλίγοι καταλειφθέντες κοινῇ γνώμῃ τὴν κοινὴν ἐκλείπουσι πόλιν, τὸ Κορφίνιον, διὰ τὸ τοὺς Μάρσους καὶ πάντα τὰ γειτνιῶντα τῶν ἐθνῶν προσκεχωρηκέναι τοῖς Ῥωμαίοις· εἰς δὲ τὴν ἐν Σαυνίταις Αἰσερνίαν καθιδρύθησαν, πέντε στρατηγοὺς αὑτοῖς ἐπιστήσαντες, ὧν ἑνὶ μάλιστα Κοΐντῳ Πομπαιδίῳ Σίλωνι τὴν πάντων ἡγεμονίαν ἐπίστευσαν διὰ τὴν περὶ αὐτὸν ἐν τῷ στρατηγεῖν ἀρετήν τε καὶ δόξαν. οὗτος δὲ μετὰ τῆς κοινῆς τῶν στρατηγῶν γνώμης κατεσκεύασε μεγάλην δύναμιν, ὡς τοὺς σύμπαντας μετὰ τῶν [10] προϋπαρχόντων περὶ τρισμυρίους γενέσθαι. χωρὶς δὲ τούτων τοὺς δούλους ἐλευθερώσας καὶ ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας συνῆγεν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους. συμβαλὼν δὲ Ῥωμαίοις, Μαμέρκου στρατηγοῦντος αὐτῶν, Ῥωμαίους μὲν ἀναιρεῖ ὀλίγους, τῶν δ' οἰκείων ὑπὲρ ἑξακισχιλίους ἀποβάλλει. καὶ Μέτελλος κατὰ τὴν Ἀπουλίαν τὴν Οὐενουσίαν, πόλιν ἀξιόλογον οὖσαν καὶ στρατιώτας πολλοὺς ἔχουσαν, ἐξεπολιόρκησε κατὰ καιρὸν τὸν αὐτόν, καὶ πλείους τῶν τρισχιλίων [11] αἰχμαλώτους εἷλεν. ἐπικρατούντων δ' ἐπὶ μᾶλλον καὶ μᾶλλον τῶν Ῥωμαίων, πέμπουσιν οἱ Ἰταλοὶ πρὸς Μιθριδάτην τὸν βασιλέα Πόντου, ἀκμάζοντα τότε πολεμικῇ χειρὶ καὶ παρασκευῇ, ἀξιοῦντες ἐπὶ τὴν Ἰταλίαν κατὰ Ῥωμαίων ἄγειν τὰς δυνάμεις· οὕτω γὰρ ῥᾳδίως ἂν συναφθέντων τὸ Ῥωμαϊκὸν καταβληθήσεσθαι κράτος. ὁ δὲ Μιθριδάτης ἀπόκρισιν δίδωσιν ἄξειν τὰς δυνάμεις εἰς τὴν Ἰταλίαν ἐπειδὰν αὑτῷ καταστήσῃ τὴν Ἀσίαν· τοῦτο γὰρ καὶ ἔπραττε. διὸ παντελῶς οἱ ἀποστάται τεταπεινωμένοι ἀπεγίνωσκον· λοιποὶ γὰρ ὑπῆρχον Σαυνιτῶν ὀλίγοι καὶ Σάβελλοι διατρίβοντες ἐν τῇ Νώλᾳ, καὶ πρός γε τούτοις οἱ περὶ Λαμπώνιον καὶ Κλεπίτιον, ἔχοντες λείψανα τῶν Λευκανῶν.

[12]    Διὸ καὶ τοῦ Μαρσικοῦ πολέμου σχεδὸν ἤδη διαλυομένου, πάλιν αἱ προγεγενημέναι στάσεις ἐμφύλιοι κατὰ τὴν Ῥώμην κινήσεις ἐλάμβανον, ἀντιποιουμένων πολλῶν ἐνδόξων τυχεῖν τῆς κατὰ Μιθριδάτου στρατηγίας διὰ τὸ μέγεθος τῶν ἐπάθλων· Γάιός τε γὰρ Ἰούλιος καὶ Γάιος Μάριος ὁ ἑξάκις ὑπατεύσας ἀντεφιλονείκουν, καὶ τὸ πλῆθος ἦν ἑκατέροις συμμεριζόμενον ταῖς γνώμαις. συνέβησαν [13] δὲ καὶ ἕτεραι ταραχαί. ὁ μέντοι Σύλλας ὕπατος ὤν, χωρισθεὶς τῆς Ῥώμης πρὸς τὰς περὶ Νῶλαν ἠθροισμένας παρεγένετο δυνάμεις, καὶ πολλοὺς τῶν πλησιοχώρων καταπληξάμενος ἠνάγκασε παραδοῦναι σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. τοῦ δὲ Σύλλα στρατεύσαντος μὲν ἐπὶ τὴν Ἀσίαν κατὰ Μιθριδάτου, τῆς δὲ Ῥώμης μεγάλαις ταραχαῖς καὶ φόνοις ἐμφυλίοις περισπωμένης, Μάρκος Ἀπώνιος καὶ Τιβέριος Κλεπίτιος, ἔτι δὲ Πομπήιος, οἱ τῶν ὑπολοίπων Ἰταλιωτῶν στρατηγοί, διατρίβοντες ἐν τῇ Βρεττίᾳ, Ἰσίας μὲν πόλιν ὀχυρὰν ἐπὶ πολὺν χρόνον πολιορκήσαντες οὐκ ἴσχυσαν ἑλεῖν, μέρος δ' ἐπὶ τῆς πολιορκίας τοῦ στρατεύματος καταλιπόντες τῇ λοιπῇ τὸ Ῥήγιον ἰσχυρῶς ἐπολιόρκουν, ἐλπίζοντες, εἰ ταύτης κρατήσαιεν, ῥᾳδίως εἰς τὴν Σικελίαν διαβιβάσειν τὰς δυνάμεις καὶ κρατήσειν τῆς εὐδαιμονεστάτης τῶν ὑπὸ τὸν ἥλιον νήσων.

[14] ἀλλ' ὁ ταύτης στρατηγὸς Γάιος Νορβανός, πολλῇ δυνάμει καὶ παρασκευῇ καὶ προθυμίᾳ χρησάμενος, καὶ καταπληξάμενος τοὺς Ἰταλιώτας τῷ μεγέθει τῆς παρασκευῆς, ἐξήρπασε τοὺς Ῥηγίνους. εἶτα τῆς περὶ Σύλλαν καὶ Μάριον ἐμφυλίου στάσεως ἀναρριπισθείσης Ῥωμαίοις, οἱ μὲν Σύλλᾳ οἱ δὲ Μαρίῳ συνεμάχησαν. καὶ τὸ μὲν πλέον αὐτῶν ἔπεσε τοῖς πολέμοις, τὸ δ' ὑπόλοιπον ἐπικρατήσαντι Σύλλᾳ προσεχώρησε. καὶ οὕτω τέλεον τῇ ἐμφυλίῳ συναπέσβη στάσει μέγιστος γεγονὼς καὶ ὁ Μαρσικὸς ἐπικληθεὶς πόλεμος. (Photius, Bibl. pp. 391-392 B.)

[3]

[1]    Ὅτι τὸ παλαιὸν οἱ Ῥωμαῖοι νόμοις τε καὶ ἀγωγαῖς ἀρίστοις χρώμενοι κατ' ὀλίγον ηὐξήθησαν ἐπὶ τοσοῦτον ὥστε ἡγεμονίαν ἐπιφανεστάτην καὶ μεγίστην τῶν μνημονευομένων κατακτήσασθαι. ἐν δὲ τοῖς νεωτέροις καιροῖς, καταπεπολεμημένων μὲν τῶν πλείστων ἐθνῶν, πολυχρονίου δὲ εἰρήνης γενομένης, μετέπεσεν ἐν τῇ Ῥώμῃ τὸ τῆς ἀρχαίας [2] ἀγωγῆς εἰς ὀλέθριον ζῆλον. ἐτράπησαν γὰρ οἱ νέοι μετὰ τὴν ἐκ τῶν πολέμων ἄνεσιν εἰς τρυφὴν καὶ ἀκολασίαν, χορηγὸν ἔχοντες τὸν πλοῦτον ταῖς ἐπιθυμίαις. προεκρίνετο γὰρ κατὰ τὴν πόλιν τῆς μὲν λιτότητος ἡ πολυτέλεια, τῆς δὲ τῶν πολεμικῶν ἔργων μελέτης ἡ ῥᾳστώνη· μακάριος δ' ὑπείληπτο τοῖς πολλοῖς οὐχ ὁ ταῖς ἀρεταῖς κεκοσμημένος, ἀλλ' ὁ ταῖς προσηνεστάταις ἡδοναῖς πάντα τὸν τοῦ ζῆν [3] χρόνον ἐπαπολαύων. διὸ καὶ δείπνων πολυδαπάνων παραθέσεις ἐπεπόλασαν καὶ μύρων θαυμαζομένων εὐωδίαι καὶ στρωμνῆς ἀνθινῆς καὶ μεγαλοπλούτου παρασκευαὶ τρικλίνων τ' ἐξ ἐλέφαντος καὶ ἀργύρου καὶ τῶν ἄλλων τῶν πολυτελεστάτων ὑλῶν περιττῶς δεδημιουργημένων κατασκευαί. τῶν δὲ οἴνων ὁ μὲν μετρίως τέρπων τὴν γεῦσιν ἀπεδοκιμάζετο, Φαλερῖνος δὲ καὶ Χῖος καὶ πᾶς ὁ τούτοις ἐφάμιλλον ἔχων ἡδονήν, ἰχθύων τε καὶ τῶν ἄλλων χρηστῶν τὰ πρωτεύοντα πρὸς ἀπόλαυσιν ἀνέδην ἀνηλίσκοντο.

[4] ἀκολούθως δὲ τούτοις οἱ νέοι κατὰ τὴν ἀγορὰν ἐφόρουν ἐσθῆτας διαφόρους μὲν ταῖς μαλακότησι, διαφανεῖς δὲ κατὰ τὴν λεπτότητα, ταῖς γυναικείαις παρεμφερεῖς. καὶ πάντα τὰ πρὸς ἡδονὴν καὶ ἀλαζονείαν ὀλέθριον ἀνήκοντα παρασκευαζόμενοι ταχὺ τὰς τούτων τιμὰς εἰς ἄπιστον ὑπερβολὴν ἤγαγον. [5] τοῦ μὲν γὰρ οἴνου τὸ κεράμιον ἐπωλεῖτο δραχμῶν ἑκατόν, τῶν δὲ Ποντικῶν ταρίχων τὸ κεράμιον δραχμῶν τετρακοσίων, τῶν δὲ μαγείρων οἱ διαφέροντες ὀψαρτυτικαῖς φιλοτεχνίαις ταλάντων τεττάρων, οἱ δὲ ταῖς εὐμορφίαις ἐκπρεπεῖς παράκοιτοι πολλῶν ταλάντων. ἀδιορθώτου δ' οὔσης τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς, ἐπεβάλοντό τινες τῶν τὰς ἀρχὰς λαμβανόντων ἐν ταῖς ἐπαρχίαις μετατίθεσθαι τὸν τῆς προειρημένης ἀγωγῆς ζῆλον, καὶ τὸν ἑαυτῶν βίον περίοπτον ὄντα διὰ τὴν ἐξουσίαν ἀρχέτυπον εἰς μίμησιν τιθέναι τῶν καλῶν ἐπιτηδευμάτων. (Const. Exc. 2 (1), pp. 315-316.)

[6]    Ὅτι Μάρκος Κάτων, ἀνὰρ σώφρων καὶ ἀγωγῇ καλῇ διαφέρων, ἐν τῇ συγκλήτῳ κατηγορῶν τῆς ἐπιπολαζούσης ἐν τῇ Ῥώμῃ τρυφῆς ἔφησεν ἐν μόνῃ τῇ πόλει ταύτῃ τὰ μὲν κεράμια τῶν Ποντικῶν ταρίχων ὑπάρχειν τιμιώτερα τῶν ζευγηλατῶν, τοὺς δ' ἐρωμένους τῶν ἀγρῶν.

[4]

[1]    Ὅτι φησὶν ὁ ἱστορικὸς Διόδωρος, Μνησθήσομαί τινων παραδείγματος ἕνεκα καὶ ἐπαίνου δικαίου καὶ τοῦ τῷ κοινῷ βίῳ συμφέροντος, ἵν' οἱ μὲν πονηροὶ τῶν ἀνθρώπων διὰ τῆς κατὰ τὴν ἱστορίαν βλασφημίας ἀποτρέπωνται τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς, οἱ δὲ ἀγαθοὶ διὰ τοὺς ἐκ τῆς αἰωνίου δόξης ἐπαίνους ἀντέχεσθαι τῶν καλῶν ἐπιτηδευμάτων ὀρέγωνται. (Const. Exc. 4, pp. 394-395.)

[5]   Ὅτι Κόιντος Σκαιουόλας μεγίστην εἰσηνέγκατο σπουδὴν διὰ τῆς ἰδίας ἀρετῆς διορθώσασθαι τὴν φαυλότητα τοῦ ζήλου. ἐκπεμφθεὶς γὰρ εἰς τὴν Ἀσίαν στρατηγός, ἐπιλεξάμενος τὸν ἄριστον τῶν φίλων σύμβουλον Κόιντον Ῥοτίλιον μετ' αὐτοῦ συνήδρευε βουλευόμενος καὶ πάντα διατάττων καὶ κρίνων τὰ κατὰ τὴν ἐπαρχίαν. καὶ πᾶσαν τὴν δαπάνην ἔκρινεν ἐκ τῆς ἰδίας οὐσίας ποιεῖσθαι τοῖς τε συνεκδήμοις καὶ αὑτῷ. εἶτα λιτότητι καὶ ἀφελείᾳ χρώμενος καὶ ἀκεραίῳ τῇ δικαιοσύνῃ τὴν ἐπαρχίαν ἀνέλαβεν ἐκ τῶν προγεγονότων ἀκληρημάτων. οἱ γὰρ προγεγονότες κατὰ τὴν Ἀσίαν δημοσιώνας κοινωνοὺς ἐσχηκότες, τοὺς ἐν τῇ Ῥώμῃ τὰς δημοσίας κρίσεις διαδικάζοντας, ἀνομημάτων ἐπεπληρώκεσαν τὴν ἐπαρχίαν.

[2]    Ὅτι Μούκιος ὁ Σκαιουόλας ταῖς μὲν δικαιοδοσίαις ἀδιαφθόροις καὶ ἀκριβέσι χρησάμενος οὐ μόνον πάσης συκοφαντίας ἀπήλλαξε τοὺς κατὰ τὴν ἐπαρχίαν, ἀλλὰ καὶ τὰ τῶν δημοσιωνῶν ἀνομήματα διωρθώσατο. πᾶσι γὰρ τοῖς ἠδικημένοις ἀκριβῆ κριτήρια προστάττων, καταδίκους ἐν ἅπασιν ἐποίει τοὺς δημοσιώνας καὶ τὰς μὲν ἀργυρικὰς βλάβας τοῖς ἠδικημένοις ἐκτίνειν ἠνάγκαζε, τὰ δὲ θανατικὰ [3] τῶν ἐγκλημάτων ἠξίου κρίσεως θανατικῆς. ὅτε δὴ τὸν κορυφαῖον τούτων οἰκονόμον, διδόντα μὲν ὑπὲρ τῆς ἐλευθερίας πολλὰ χρήματα καὶ συμπεφωνηκότα πρὸς τοὺς κυρίους, φθάσας τὴν ἀπολύτρωσιν καὶ θανάτου καταδικάσας ἀνεσταύρωσεν.

[4]    Ὅτι ὁ αὐτὸς τοὺς δημοσιώνας κατεδίκαζε καὶ τοῖς ἠδικημένοις ἐνεχείριζε. καὶ συνέβαινε τοὺς ὀλίγῳ πρότερον διὰ τὴν καταφρόνησιν καὶ πλεονεξίαν πολλὰ παρανομοῦντας παρ' ἐλπίδας ὑπὸ τῶν ἠδικημένων ἀπάγεσθαι πρὸς τοὺς καταδίκους. καὶ τὰς συνήθεις τοῖς στρατηγοῖς καὶ συνεκδήμοις δαπάνας ἐκ τῆς ἰδίας οὐσίας ποιούμενος ταχὺ τὰς εὐνοίας τῶν συμμαχούντων εἰς τὴν Ῥώμην ἀνεκτήσατο. (Const. Exc. 2 (1), pp. 316-317.)

[6]

[1]    Ὅτι τὸ προϋπάρχον εἰς τὴν ἡγεμονίαν μῖσος ἡ τοῦ στρατηγοῦ σύνεσις καὶ ἀρετὴ τοῖς ἐνδεχομένοις βοηθήμασι διωρθώσαντο, καὶ παρὰ μὲν τοῖς εὐεργετηθεῖσι τιμῶν ἰσοθέων ἔτυχε, παρὰ δὲ τῶν πολιτῶν πολλὰς ἀμοιβὰς τῶν κατορθωμάτων ἀπέλαβε. (Const. Exc. 4, p. 395.)

[6]   ... ἐφρόνει· ὡς δὲ ἔνιοι, ὅτι κατὰ διαθήκην τῷ ἑτέρῳ υἱῷ τὰ πλείω κατέλιπε τῆς οὐσίας, τοῖς ὅλοις ἐκινδύνευσεν. ὁ γὰρ νεανίσκος τόλμῃ καὶ προπετείᾳ διαφέρων, περιθέμενος διάδημα καὶ βασιλέα Μακεδόνων ἑαυτὸν ἀναδείξας παρεκάλει τοὺς πολλοὺς ἀφίστασθαι Ῥωμαίων καὶ τὴν προγεγενημένην Μακεδόσιν πάτριον βασιλείαν ἀνακτᾶσθαι. πολλῶν δὲ συντρεχόντων, ὡς ἁρπαγῆς ἐσομένης, ὁ δὴ Ἐξήκεστος ἀγωνιάσας ἐξέπεμψέ τινα τὸν διασαφήσοντα Σεντίῳ τῷ στρατηγῷ τὴν περὶ τὸν υἱὸν ἀπόνοιαν. διεπέμψατο δὲ καὶ πρὸς Κότυν τὸν βασιλέα Θρᾳκῶν, ἀξιῶν μεταπέμψασθαι τὸν νεανίσκον καὶ πεῖσαι τῆς ἐπιβολῆς ἀποστῆναι. ὁ δὲ ἔχων φιλίαν πρὸς Εὐφήνην μετεπέμψατο αὐτόν, καὶ παρακατασχὼν ἡμέρας τινὰς παρέδωκε τῷ πατρί· καὶ ἀπελύθη τῶν διαβολῶν.

   (Const. Exc. 3, pp. 208-209.)

[7]   Ῥητέον δὲ ἡμῖν καὶ περὶ τῶν ἐκ ταπεινοτέρας μὲν δόξης ὁρμηθέντων, ὀρεχθέντων δ' οὐχ ἑτέρας ἐπιβολῆς τῶν προειρημένων. ἐπ' ἴσης γὰρ τοῖς ἐν ἀξιώμασι μεγάλοις καὶ τοῖς ὑποδεεστέροις τῆς ἀρετῆς ζῆλος ἔγκειται. (Const. Exc. 4, p. 395.)

[8]   Ὅτι Λεύκιος Ἀσύλλιος, πατρὸς μὲν ὑπάρχων τεταμιευκότος, ἐκπεμφθεὶς δὲ στρατηγὸς εἰς Σικελίαν, κατέλαβε τὴν ἐπαρχίαν διεφθαρμένην, ἀνεκτήσατο δὲ τὴν νῆσον χρησάμενος τοῖς καλλίστοις ἐπιτηδεύμασιν. παραπλησίως γὰρ τῷ Σκαιουόλᾳ προεχειρίσατο τὸν ἄριστον τῶν φίλων πρεσβευτήν τε καὶ σύμβουλον, ὃς ἦν Γάιος, ἐπικαλούμενος δὲ Λόγγος, ζηλωτὴς τῆς ἀρχαίας καὶ σώφρονος ἀγωγῆς, καὶ Πόπλιον σὺν τούτῳ, πρωτεύοντα τῇ δόξῃ [2] τῶν ἐν Συρακούσαις κατοικούντων ἱππέων· χωρὶς γὰρ τῶν ἐκ τῆς τύχης ἀγαθῶν καὶ ταῖς κατὰ ψυχὴν ἀρεταῖς διέφερεν. σημεῖον δὲ τῆς εὐσεβείας αἱ θυσίαι καὶ αἱ ἐν τοῖς ἱεροῖς κατασκευαὶ καὶ τὰ ἀναθήματα, τὸ δὲ τῆς σωφροσύνης τὸ τὰς αἰσθήσεις μέχρι τῆς ἐσχάτης τοῦ βίου γραμμῆς ἀσινεῖς ἔχειν, τὸ δὲ τῆς παιδείας τε καὶ φιλανθρωπίας τὸ προτιμᾶσθαι παρ' αὐτῷ περιττότερον τοὺς πεπαιδευμένους. καθόλου δὲ τοὺς ἀπό τινος ἐπαινουμένης μούσης ὁρμωμένους εὐεργέτει, συλλαμβάνων ἐκ τῆς ἰδίας [3] οὐσίας ἀφειδῶς. οἷς δυσὶν ὁ Σύλλιος προσαναπαυόμενος ὁμοτοίχους μὲν οἰκίας εἰς κατάλυσιν παρεσκευάσατο, συνήδρευε δὲ μετὰ τούτων τὰ κατὰ τὴν δικαιοδοσίαν ἐπακριβούμενος καὶ πάντα φιλοτεχνῶν πρὸς ἐπανόρθωσιν τῆς ἐπαρχίας.

[4]    Ὅτι ὁ αὐτὸς ... τὴν δικαιοδοσίαν πρὸς τὰ συμφέροντα φιλοτιμηθεὶς τὴν συκοφαντίαν ἐκ τῆς ἀγορᾶς ἐφυγάδευσε, τῆς δὲ τῶν ἀσθενεστέρων βοηθείας μεγίστην ἐποιήσατο φροντίδα. τῶν γὰρ ἄλλων στρατηγῶν εἰωθότων διδόναι προστάτας τοῖς ὀρφανοῖς καὶ γυναιξὶν ἐρήμοις συγγενῶν, οὗτος ἑαυτὸν τούτων ἀνέδειξε φροντιστήν· διά τε τῆς ἰδίας σκέψεως καὶ φροντίδος διακρίνων τὰς ἐν τούτοις ἀμφισβητήσεις πᾶσιν ἀπένειμε τὴν πρέπουσαν τοῖς καταδυναστευομένοις ἐπικουρίαν. καθόλου δὲ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσας εἰς ἐπανόρθωσιν τῶν ἰδιωτικῶν καὶ τῶν δημοσίων ἀδικημάτων ἀπεκατέστησε τὴν νῆσον εἰς τὴν πάλαι ποτὰ μακαριζομένην εὐδαιμονίαν. (Const. Exc. 2 (1), pp. 317-318.)

[9]

[1]    Ὅτι ἀπειλούσης τῆς συγκλήτου πόλεμον τῷ Γράκχῳ διὰ τὴν μετάθεσιν τῶν κριτηρίων, τεθαρρηκότως οὗτος εἶπεν ὅτι Κἂν ἀποθάνω, οὐ διαλείψω ... τὸ ξίφος ἀπὸ τῆς πλευρᾶς τῶν συγκλητικῶν διῃρημένον. ὁ δὲ ῥηθεὶς λόγος ὥσπερ τις θεοῦ χρησμὸς ἀκόλουθον ἔσχε τοῖς ῥηθεῖσι τὸ ἀποτέλεσμα. ὁ γὰρ Γράκχος τύραννον ἑαυτὸν ἀναδεδειχὼς ἀκρίτως ἀνῃρέθη. (Const. Exc. 4, p. 395.)

[10]   Ὅτι Μάρκος Λίβιος Δροῦσος ἀνὴρ νέος μὲν ἦν τὴν ἡλικίαν, κεκοσμημένος δὲ πᾶσι τοῖς πρωτείοις. πατρός τε γὰρ ἦν ἐπιφανεστάτου καὶ παρὰ τοῖς πολίταις δι' εὐγένειαν καὶ ἀρετὴν θαυμαστῶς ἀγαπωμένου, αὐτός τε ὑπῆρχε λόγῳ μὲν δεινότατος τῶν ἡλικιωτῶν, πλούτῳ δὲ πάντας τοὺς πολίτας ὑπερβάλλων, μεγάλην δὲ ἀξιοπιστίαν ἔχων καὶ κατὰ τὰς ὑποσχέσεις ὢν βεβαιότατος, ἔτι δὲ πλήρης εὐγενοῦς φρονήματος. διὸ καὶ μόνος ἔδοξεν ἔσεσθαι προστάτης τῆς συγκλήτου.

   (Const. Exc. 2 (1), p. 318.)

[2]    Ὅτι πλεῖστον ἴσχυεν ἡ τῶν Δρούσων οἰκία διὰ τὴν εὐγένειαν τῶν ἀνδρῶν καὶ διὰ τὴν πρὸς τοὺς πολίτας ἐπιείκειαν καὶ φιλανθρωπίαν. διὸ καὶ νόμου τινὸς προκειμένου καὶ προσφάτως κεκυρωμένου, τῶν πολιτῶν τις ἐν παιδιᾷ τῷ νόμῳ προσέγραψεν ὅτι Ὅδε ὁ νόμος κύριός ἐστι τῶν πολιτῶν πλὴν δυεῖν Δρούσων.

[3]    Ὅτι ὁ Δροῦσος τῆς συγκλήτου τοὺς νόμους αὐτοῦ ἀκυρούσης ἔφη ἑαυτὸν ἐξουσίαν ἔχοντα πᾶσαν τῶν νόμων δυνάμενόν τε ἑαυτὸν κωλῦσαι δόγματα γράφειν, τοῦτο μὲν ἑκουσίως μὴ ποιήσειν, καλῶς εἰδότα τοὺς ἐξαμαρτήσαντας ταχὺ τευξομένους τῆς προσηκούσης δίκης. ἀκυρουμένων δὲ τῶν ὑφ' αὑτοῦ γραφέντων νόμων ἄκυρον ἔσεσθαι καὶ τὸν περὶ τῶν κριτηρίων νόμον· οὗ συντελεσθέντος τὸν μὲν ἀδωροδοκήτως βεβιωκότα μηδεμιᾶς τεύξεσθαι κατηγορίας, τοὺς δὲ τὰς ἐπαρχίας σεσυληκότας ἀχθήσεσθαι πρὸς τὰς τῆς δωροδοκίας εὐθύνας· ὥστε τοὺς διὰ φθόνον καθαιροῦντας τὴν ἑαυτοῦ δόξαν τοῖς ἰδίοις δόγμασι καθάπερ αὐτόχειρας κινδυνεύειν γενέσθαι.

[11]

[1]    Ὄμνυμι τὸν Δία τὸν Καπετώλιον καὶ τὴν Ἑστίαν τῆς Ῥώμης καὶ τὸν πατρῷον αὐτῆς Ἄρην καὶ τὸν γενάρχην Ἥλιον καὶ τὴν εὐεργέτιν ζῴων τε καὶ φυτῶν Γῆν, ἔτι δὲ τοὺς κτίστας γεγενημένους τῆς Ῥώμης ἡμιθέους καὶ τοὺς συναυξήσαντας τὴν ἡγεμονίαν αὐτῆς ἥρωας, τὸν αὐτὸν φίλον καὶ πολέμιον ἡγήσεσθαι Δρούσῳ, καὶ μήτε βίου μήτε τέκνων καὶ γονέων μηδεμιᾶς φείσεσθαι ψυχῆς, ἐὰν μὴ συμφέρῃ Δρούσῳ τε καὶ τοῖς τὸν αὐτὸν ὅρκον ὀμόσασιν. ἐὰν δὲ γένωμαι πολίτης τῷ Δρούσου νόμῳ, πατρίδα ἡγήσομαι τὴν Ῥώμην καὶ μέγιστον εὐεργέτην Δροῦσον. καὶ τὸν ὅρκον τόνδε παραδώσω ὡς ἂν μάλιστα πλείστοις δύνωμαι τῶν πολιτῶν. καὶ εὐορκοῦντι μέν μοι ἐπίκτησις εἴη τῶν ἀγαθῶν, ἐπιορκοῦντι δὲ τἀναντία.

[12]   Ὅτι συντελουμένων κατὰ τύχην ἀγώνων καὶ τοῦ θεάτρου πεπληρωμένου τῶν ἐπὶ τὴν θέαν κατηντηκότων Ῥωμαίων, κωμῳδὸν ἐπὶ τῆς σκηνῆς ἀγανακτοῦντα κατέσφαξαν ἐν τῷ θεάτρῳ, φήσαντες οὐκ ἀκολούθως αὐτὸν ὑποκρίνασθαι τῇ περιστάσει. τῆς δὲ πανηγυρικῆς θέας εἰς πολεμικὴν σκυθρωπότητα καὶ φόβων ὑπερβολὴν ἐκτραπείσης, ἡ τύχη σατυρικὸν τῷ καιρῷ τούτῳ πρόσωπον ἐπεισήγαγεν.

[2] ἦν γάρ τις Λατῖνος ὄνομα μὲν Σαυνίων, γελωτοποιὸς δὲ καὶ χάριτας ὑπερβαλλούσας ἔχων εἰς ἱλαρότητα· οὐ γὰρ μόνον ἐν τοῖς λόγοις ἐκίνει γέλωτας, ἀλλὰ καὶ κατὰ τὴν σιωπὴν καὶ καθ' ὁποίαν σώματος ἐπιστροφὴν ἅπαντας ἐποίει τοὺς θεωμένους μειδιᾶν, φυσικῆς τινος ἐπιτρεχούσης πιθανότητος. διὸ καὶ παρὰ Ῥωμαίοις μεγάλης ἀποδοχῆς ἐν τοῖς θεάτροις ἐπηξιοῦτο· οἱ δὲ Πικεντῖνοι τὴν ἀπόλαυσιν καὶ τέρψιν ταύτην τῶν Ῥωμαίων ἀφελέσθαι βουλόμενοι τοῦτον διέγνωσαν [3] ἀποκτεῖναι. ὁ δὲ προαισθόμενος τὸ μέλλον τελεῖσθαι προῆλθεν ἐπὶ τὴν σκηνὴν καὶ τῆς τοῦ κωμῳδοῦ σφαγῆς ἄρτι γεγενημένης, Ἄνδρες, εἶπε, θεαταί, καλλιεροῦμεν· ἐπ' ἀγαθῷ δ' εἴη συντετελεσμένον τὸ κακόν· οὐ γάρ εἰμι Ῥωμαῖος, ἀλλ' ὅμοιος ὑμῶν ὑπὸ ῥάβδοις τεταγμένος περινοστῶ τὴν Ἰταλίαν καὶ χάριτας ἐμπορευόμενος ἡδονὰς καὶ γέλωτας θηρῶμαι. διὸ φείσασθε τῆς κοινῆς ἁπάντων χελιδόνος, ᾗ τὸ θεῖον ἔδωκεν ἐν ταῖς ἁπάντων οἰκίαις ἐννεοττεύειν ἀκινδύνως· οὐ γὰρ δίκαιον ὑμᾶς πολλὰ κλαίειν. οὐκ ὀλίγα δὲ καὶ ἄλλα πρὸς διάλυσιν καὶ γέλωτα διελθὼν καὶ τῇ πιθανότητι καὶ χάριτι τῆς ὁμιλίας τὸ πικρὸν τῆς τιμωρίας παραιτησάμενος ἀπελύθη τῶν κινδύνων. (Const. Exc. 4, pp. 395-397.)

[13]

[1]    Ὅτι ὁ τῶν Μαρσῶν ἡγούμενος Πομπαίδιος ἐπεβάλετο μεγάλῃ καὶ παραβόλῳ πράξει. μυρίους γὰρ ἀναλαβὼν ἐκ τῶν τὰς εὐθύνας φοβουμένων, ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη, προῆγεν ἐπὶ τῆς Ῥώμης. διενοεῖτο δὲ περιστῆσαι τῇ συγκλήτῳ τὰ ὅπλα καὶ τὴν πολιτείαν αἰτεῖσθαι, ἢ μὴ πείσας πυρὶ καὶ σιδήρῳ τὴν ἡγεμονίαν διαλυμήνασθαι. ἀπαντήσαντος δὲ αὐτῷ Γαΐου Δομιτίου καὶ ἐρομένου, Ποῖ προάγεις, Πομπαίδιε, μετὰ τοσούτου πλήθους; εἶπεν, Εἰς Ῥώμην ἐπὶ τὴν πολιτείαν, κεκλημένος ὑπὸ τῶν δημάρχων. ὁ δὲ Δομίτιος ὑπολαβὼν ἔφησεν ἀκινδυνότερον αὐτὸν καὶ κάλλιον τεύξεσθαι τῆς πολιτείας, ἂν μὴ πολεμικῶς ἐπὶ τὴν σύγκλητον παραγένηται· ταύτην γὰρ βούλεσθαι τὴν χάριν δοῦναι τοῖς συμμάχοις μὴ βιασθεῖσαν ἀλλ' [2] ὑπομνησθεῖσαν. ὁ δὲ ἱεράν τινα τὴν συμβουλὴν τἀνδρὸς θέμενος καὶ πεισθεὶς τοῖς λόγοις ἐπανῆλθεν ἐπὶ τὴν οἰκείαν. Δομίτιος μὲν οὖν φρονίμοις λόγοις ἐκ μεγάλων κινδύνων ἐξήρπασε τὴν πατρίδα, πολὺ κρείττονα τὴν ὁμιλίαν ποιησάμενος τῆς γενομένης Σερουιλίῳ τῷ στρατηγῷ πρὸς Πικεντίνους. ἐκεῖνος γὰρ οὐχ ὡς ἐλευθέροις καὶ συμμάχοις ὁμιλῶν, ἀλλ' ὡς δούλοις ἐνυβρίζων καὶ φόβων μεγάλων ἀπειλαῖς παρώξυνεν τοὺς συμμάχους ἐπὶ τὴν καθ' ἑαυτοῦ καὶ τῶν ἄλλων τιμωρίαν. οὗτος δὲ πεφρονηματισμένων ἀποστατῶν ἀλόγους ὁρμὰς ἐπιεικέσι λόγοις εἰς εὔνοιαν προετρέψατο.

   (Const. Exc. 2 (1), pp. 318-319.)

[14]

[1]    Τῆς δὲ λείας τοῖς στρατιώταις μετέδωκαν, ὅπως τῆς ἐκ τῶν πολέμων ὠφελείας οἱ διακινδυνεύσαντες γευσάμενοι τοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνας ἐθελοντὴν ἀναδέχωνται.

[15]   Ὅτι ὁ Μάριος ἤγαγε τὴν δύναμιν ἐπὶ τὸ Σαμνιτῶν πεδίον καὶ τοῖς πολεμίοις ἀντεστρατοπέδευσε. Πομπαίδιος δὲ τὴν τῶν ὅλων ἡγεμονίαν παρειληφὼς παρὰ τοῖς Μαρσοῖς καὶ αὐτὸς προῆγε τὴν δύναμιν. καὶ πλησίον ἀλλήλων γενομένων τὸ σκυθρωπὸν τοῦ πολέμου εἰς εἰρηνικὴν μετέπεσε [2] διάθεσιν. εἰς ἐπίγνωσιν γὰρ ὄψεως ἐλθόντες οἱ παρ' ἀμφοτέροις στρατιῶται πολλοὺς μὲν ἰδιοξένους ἐπεγίνωσκον, οὐκ ὀλίγους δὲ συστρατιώτας ἀνενεοῦντο, συχνοὺς δὲ οἰκείους καὶ συγγενεῖς κατενόουν, οὓς ὁ τῆς ἐπιγαμίας νόμος ἐπεποιήκει κοινωνῆσαι τῆς τοιαύτης φιλίας. διὸ καὶ τῆς συμπαθείας ἀναγκαζούσης προΐεσθαι φωνὴν φιλάνθρωπον, ἀλλήλους ἐξ ὀνόματος προσηγόρευον καὶ παρεκάλουν ἀπέχεσθαι τῆς τῶν ἀναγκαίων μιαιφονίας, τὰς δὲ ἐν προβολῇ πολεμικῶς διακειμένας πανοπλίας ἀποτιθέμενοι τὰς δεξιὰς ἐξέτεινον ἀσπαζόμενοι καὶ [3] φιλοφρονοῦντες ἀλλήλους. ἃ δὴ κατανοήσας ὁ Μάριος καὶ αὐτὸς προῆλθεν ἐκ τῆς παρατάξεως· ποιήσαντος δὲ καὶ τοῦ Πομπαιδίου τὸ παραπλήσιον διελέχθησαν ἀλλήλοις συγγενικῶς. πολλῶν δὲ λόγων γενομένων τοῖς ἡγεμόσι περὶ τῆς εἰρήνης καὶ τῆς ἐπιθυμουμένης πολιτείας, καὶ τῶν στρατευμάτων ἀμφοτέρων χαρᾶς καὶ καλῶν ἐλπίδων πληρουμένων, ἡ πᾶσα σύνοδος ἐκ πολεμικῆς τάξεως εἰς πανηγυρικὴν διάθεσιν μετέπεσε, καὶ τῶν στρατιωτῶν τοῖς οἰκείοις λόγοις ἐπὶ τὴν εἰρήνην προκαλεσαμένων ἅπαντες ἀσμένως τῆς ἀλληλοφονίας ἀπελύθησαν. (Const. Exc. 4, p. 397.)

[16]

[1]    Ὅτι ἦν τις ἐν Ἄσκλῳ παραδεδομένος ὑπὸ Ῥωμαίων εἰς φυλακήν, ὄνομα μὲν Ἀγαμέμνων, Κίλιξ δὲ τὸ γένος, διὰ δέ τινα περιπέτειαν καὶ συμμάχων φόνους ἐζωγρημένος· ὃς ὑπὸ τῶν Πικεντίνων ἀπολυθεὶς ἐκ τῆς φυλακῆς διὰ τὴν εὐεργεσίαν προθύμως ἐστρατεύετο. λῃστείας δὲ πολλὴν ἐμπειρίαν ἔχων τὴν πολεμίαν χώραν κατέτρεχε μετὰ στρατιωτῶν ὁμοίων ταῖς παρανομίαις.

   (Const. Exc. 2 (1), p. 319.)

[17]   Οὗτος γὰρ οὐ προγονικὴν δόξαν οὐδ' ἀφορμὴν ἰδίαν ἔχων εἰς προκοπῆς μέγεθος παραδόξως ἦλθεν εἰς ὑπερβολὴν ἀξιώματός τε καὶ δόξης.

   Ἐπιστρέφειν δὲ εἴωθεν ἡ τύχη πρὸς τὸ δέον καὶ τοὺς καθ' ἑτέρων ἄδικόν τι μηχανησαμένους τοῖς αὐτοῖς περιβάλλειν συμπτώμασι. ... κατὰ τὸ παρὸν ἴσως τυραννοῦσιν, ἀλλ' ὕστερον ὑφέξουσι τὰς τῶν τυραννικῶν ἀνομημάτων εὐθύνας.

[18]   Ὅτι Κρὴς ὁ ἐλθὼν πρὸς Ἰούλιον τὸν ὕπατον ἐπὶ προδοσίαν εἶπεν, Ἂν δι' ἐμοῦ κρατήσῃς τῶν πολεμίων, τίνα δώσεις μισθὸν τῆς εὐεργεσίας; ὁ στρατηγὸς εἶπε, Ποιήσω σε πολίτην Ῥωμαῖον καὶ ἔσῃ παρ' ἐμοὶ τίμιος. ὁ δὲ Κρὴς διαχυθεὶς ἐπὶ τῷ ῥηθέντι, Πολιτεία, φησί, παρὰ Κρησὶν εὐφημούμενός ἐστι λῆρος. τοξεύομεν γὰρ ἡμεῖς ἐπὶ τὸ κέρδος, καὶ πᾶν βέλος ἡμῶν χάριν καὶ ἀργυρίου, νεμόμενοι πᾶσαν χώραν καὶ θάλατταν. διὸ κἀγὼ νῦν ἀργυρίου χάριν ἥκω· τὰ δὲ τῆς πολιτείας τίμια τοῖς περὶ ταύτης νῦν διαφερομένοις παραχώρει, οἵτινες αἵματος ἀγοράζουσι λῆρον περιμάχητον. πρὸς ὃν γελάσας ὁ ἄλλος εἶπε, Γενομένης ἡμῖν τῆς ἐπιβολῆς χαρίσομαί σοι χιλίας δραχμάς.

[19]   Ὅτι τοὺς δούλους διά τινος ἐπινοίας οἱ Αἰσερνῖται λιμῷ πιεζόμενοι ἐκ τῆς πόλεως ἐξήγαγον· πάντα γὰρ ἡ τῆς περιστάσεως ἰδιότης ἠνάγκαζε πράττειν καὶ τῇ τῶν ἄλλων ἀπωλείᾳ τὴν ἰδίαν περιποιεῖσθαι σωτηρίαν. οἱ δὲ οἰκέται δεινῇ καὶ παρηλλαγμένῃ συμφορᾷ περιπεσόντες, ἀναχωρήσαντες τὴν τῶν δεσποτῶν ὠμότητα τῇ τῶν πολεμίων ἐπιεικείᾳ διωρθώσαντο.

[2]    Ὅτι τοὺς κύνας καὶ τἄλλα ζῷα οἱ Αἰσερνῖται ἐστιτοῦντο· πάντα γὰρ ἡ τῆς φύσεως ἀνάγκη παρὰ τὸ καθῆκον ποιεῖν ἠνάγκαζε, βιαζομένη τὴν ἀπεγνωσμένην καὶ ἀσυνήθη τροφὴν προσφέρεσθαι.

[3]    Ὅτι αἱ ἀνθρώπιναι ψυχαὶ μετέχουσι θείας τινὸς φύσεως ἐνίοτε προκαταμαντευόμεναι τὰ μέλλοντα, καὶ κατά τινας φυσικὰς εἰδωλοποιίας προορῶνται τὸ συμβησόμενον. ὅπερ ταῖς τῶν Πιννητῶν γυναιξὶ συνέβη γενέσθαι· προκατωδύροντο γὰρ τὴν ἐσομένην συμφοράν.

[4]    Ὅτι τῶν Ἰταλιωτῶν τὰ τέκνα τῶν Πιννητῶν ἅπαντα πρὸ τῶν τειχῶν τῆς πόλεως ἀγαγόντων καὶ ἀπειλούντων ταῦτα κατασφάττειν, ἐὰν μὴ ἀποστῶσιν ἀπὸ Ῥώμης, οἱ Πιννῆται ἐγκαρτεροῦντες τοῖς δεινοῖς ἔδωκαν ἀπόκρισιν ὅτι τέκνων στερηθέντες ἕτερα ῥᾳδίως ποιήσουσιν, ἐὰν τηρήσωσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν.

[5]    Ὅτι οἱ αὐτοὶ Ἰταλιῶται ἀπογνόντες τὴν ἐκ τῆς πειθοῦς σύλλυσιν ἐπετελέσαντο πρᾶξιν ὠμότητι διαφέρουσαν· προσαγαγόντες γὰρ ἐγγὺς τοῦ τείχους τοὺς παῖδας προσέταττον τοῖς μέλλουσιν ἀναιρεῖσθαι δεῖσθαι τῶν πατέρων ἐλεῆσαι τοὺς ἐξ αὑτῶν γεγονότας καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνοντας ἐπικαλεῖσθαι τὸν πάντων ἐφορῶντα τὸν βίον τῶν ἀνθρώπων ἥλιον σῶσαι ψυχὰς νηπίων παίδων.

   (Const. Exc. 4, pp. 398-399.)

[20]

[1]    Ὅτι οἱ Πιννῆται δειναῖς συνείχοντο συμφοραῖς. ἀμετάπειστον δ' ἔχοντες τὴν πρὸς Ῥωμαίους συμμαχίαν ἠναγκάζοντο κατεξανίστασθαι τῶν περὶ ψυχὴν παθῶν καὶ περιορᾶν τὰ τέκνα στερισκόμενα τοῦ ζῆν ἐν ὀφθαλμοῖς τῶν γεγεννηκότων.

   (Const. Exc. 2 (1), p. 319.)

[21]   Τοιαῦτα γὰρ ἦν αὐτοῖς τὰ τῆς ψυχῆς παραστήματα κατὰ τοὺς ἀγῶνας ὥστε μηδεμίαν ὑπερβολὴν ἄλλοις ὑπολείπεσθαι κατὰ τὰς τῶν δεινῶν ὑπομονάς. πολλαπλασίων δὲ ὄντων τῶν πολιορκούντων, τὸ τοῦ πλήθους ἐλλιπὲς τῇ τῆς ἀρετῆς ὑπερβολῇ προσανεπλήρουν.

[22]   Ὅτι οἱ μὲν Ἰταλιῶται πολλάκις ὑπὲρ τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἠγωνισμένοι λαμπρῶς, τότε περὶ τῆς ἰδίας κινδυνεύοντες ὑπερέβαλλον ταῖς ἀνδραγαθίαις τὰς προγεγενημένας νίκας, οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς πρότερον ὑποτεταγμένους αὐτοῖς ἀγωνιζόμενοι δεινὸν ἡγοῦντο φανῆναι τῶν ἡττόνων ἥττους.

[23]   Ὅτι ὁ δὲ Λαμπώνιος ὥρμησεν ἐπὶ τὸν Κράσσον, ὑπολαμβάνων προσήκειν μὴ τοὺς πολλοὺς ὑπὲρ τῶν ἡγεμόνων, ἀλλὰ τοὺς ἡγεμόνας ὑπὲρ τοῦ πλήθους διαγωνίζεσθαι.

[24]   Ὅτι οἱ Ῥωμαῖοι καὶ οἱ Ἰταλιῶται περὶ τῆς τῶν καρπῶν συγκομιδῆς διηγωνίζοντο. ἐπιθέσεων δὲ γενομένων καὶ συμπλοκῶν ἀλληλοκτονοῦντες οὐ διέλιπον. μετὰ χεῖρας ἔχοντες τὸν θεριζόμενον στάχυν διεκρίνοντο πρὸς ἀλλήλους αἵματι περὶ τῆς ἀναγκαίας τροφῆς. οὐδεὶς δὲ ἀνέμενε παράκλησιν ἡγεμόνος, ἀλλ' ἡ φύσις αὐτὴ προετρέπετο πρὸς τὴν ἀλκήν, προβάλλουσα τὴν τῆς ἐνδείας ἀνάγκην. ὑπέμενεν ἕκαστος εὐψύχως τὴν διὰ σιδήρου γινομένην τοῦ βίου καταστροφήν, δεδιὼς τὸν ἐκ τῆς ἐνδείας θάνατον. (Const. Exc. 4, pp. 399-400.)

[25]   Ὅτι ὁ Σύλλας τὰς πράξεις καλῶς ἐχείριζε καὶ ἐνεργῶς, καὶ δόξης καὶ καλῆς φήμης ἐν Ῥώμῃ κατηξιοῦτο, καὶ τὸ πλῆθος ἐδοκίμασεν αὐτὸν ἄξιον ὑπάρχειν ὕπατον αἱρεῖσθαι, καὶ περιβόητος ἦν ἐπ' ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει, καὶ καθόλου φανερὸς ὑπῆρχεν εἰς μεῖζον πρόσχημα δόξης προαχθησόμενος.

[26]   Ὅτι ὁ Μιθριδάτης τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατὰ τὴν Ἀσίαν νικήσας καὶ πολλοὺς ζωγρήσας, ἅπαντας τιμήσας καὶ ἐσθῆσι καὶ ἐφοδίοις ἀπέλυσεν εἰς τὰς πατρίδας. διαβοηθείσης δὲ τῆς τοῦ Μιθριδάτου φιλανθρωπίας, ἐνέπεσεν εἰς τὰς πόλεις ὁρμὴ προστίθεσθαι τῷ βασιλεῖ, παρῆν δὲ ὁρᾶν ἀπὸ πασῶν τῶν πόλεων πρεσβευτὰς μετὰ ψηφισμάτων καλούντων αὐτὸν εἰς τὰς ἰδίας πατρίδας καὶ θεὸν καὶ σωτῆρα προσαγορευόντων. ἀκολούθως δὲ τούτοις καὶ κατὰ τὴν παρουσίαν τοῦ βασιλέως ἀπήντων αἱ πόλεις ἐκχεόμεναι πανδημεὶ μετ' ἐσθῆτος λαμπρᾶς καὶ πολλῆς χαρᾶς.

[27]   Ὅτι κατὰ τὴν Ἀσίαν ἐπικρατοῦντος Μιθριδάτου καὶ τῶν πόλεων ἀφισταμένων ἀκατασχέτως ἀπὸ Ῥωμαίων, οἱ ἐν τῇ Λέσβῳ διέγνωσαν οὐ μόνον ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ, ἀλλὰ καὶ τὸν Ἀκίλλιον εἰς Μιτυλήνην συμπεφευγότα καὶ νοσοκομούμενον παραδοῦναι τῷ Μιθριδάτῃ. ἐπιλέξαντες οὖν τῶν νέων τοὺς ἀλκῇ διαφέροντας ἔπεμψαν ἐπὶ τὸ κατάλυμα. οἱ δὲ ἀθρόοι προσπεσόντες τούτῳ καὶ τὸν Ἀκίλλιον ἁρπάσαντες ἔδησαν, ὡς καλλίστην τῷ βασιλεῖ καὶ κεχαρισμένην δωρεὰν ἐκπέμψοντες.

[2]

   Ὁ δέ, καίπερ νέος ὢν παντελῶς τὴν ἡλικίαν, ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν ἡρωικήν· φθάσας γὰρ τοὺς μέλλοντας συναρπάζειν αὐτόν, ἀντὶ τῆς ὕβρεως καὶ τῆς αἰσχρᾶς τιμωρίας ἠλλάξατο θάνατον. σφάζων γὰρ ἑαυτὸν καὶ τῇ δεινότητι τῆς πράξεως καταπληξάμενος τοὺς ἐπ' αὐτὸν ὁρμῶντας ἐποίησε μὴ τολμῆσαι πλησίον αὐτοῦ προελθεῖν· μετὰ πάσης δὲ ἀδείας ἑαυτὸν ἀπαλλάξας τοῦ ζῆν καὶ τῶν ἐπιφερομένων κακῶν περιβόητον ἔσχε τὴν ἐπ' εὐψυχίᾳ δόξαν.

[28]

[1]    Ὅτι καθόλου κατὰ τὴν ναυμαχίαν παρὰ τοῖς Ῥοδίοις πλὴν τοῦ πλήθους τὰ λοιπὰ πάντα μεγάλας εἶχεν ὑπεροχάς, τέχνη κυβερνητῶν, τάξις τῶν νηῶν, ἐρετῶν ἐμπειρία, δυνάμεις ἡγεμόνων, ἐπιβατῶν ἀρεταί· παρὰ δὲ τοῖς Καππάδοξιν ὑπῆρχον ἀπειρίαι καὶ ἀγυμνασίαι καὶ ἡ πάντων τῶν κακῶν παραιτία ἀταξία. προθυμίᾳ μὲν γὰρ οὐκ ἐλείποντο τῶν Ῥοδίων, ὡς ἂν ἔχοντες ἐπίσκοπον καὶ θεατὴν τῶν κινδύνων τὸν βασιλέα καὶ τούτῳ σπεύδοντες ἐνδείκνυσθαι τὴν πρὸς αὐτὸν εὔνοιαν· μόνῳ δὲ ὑπερέχοντες τῷ πλήθει τῶν σκαφῶν περιεχέοντο τὰς πολεμίας ναῦς καὶ κυκλοῦντες εἰς μέσον αὐτὰς ἀπελάμβανον. (Const. Exc. 2 (1), pp. 319-321.)

[29]   Ὅτι ὁ Μάριος εἰς τὸν κάμπον καθ' ἡμέραν βαδίζων ἐγυμνάζετο πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας· ἔσπευδε γὰρ τὴν τοῦ γήρως ἀσθένειαν καὶ βραδυτῆτα τῇ καθ' ἡμέραν ἀθλήσει καὶ φιλοπονίᾳ πρὸς τοὐναντίον διορθώσασθαι. (Const. Exc. 4, p. 400.)

[2]    Ὅτι Γάιος Μάριος τῶν ἀνθρώπων ἐπιφανέστατος γεγονὼς ἐπὶ μὲν τῆς νεότητος ἐζήλωσεν ἀφιλαργυρίαν, τῶν καλῶν ἔργων ὀρεχθείς· καὶ μεγάλας πράξεις ἐπί τε τῆς Λιβύης καὶ τῆς Εὐρώπης κατεργασάμενος περιεποιήσατο τὴν περιβόητον ἐπιφάνειάν τε καὶ δόξαν. ἐπὶ δὲ τοῦ ἐσχάτου γήρως ἐπιθυμήσας τὸν Μιθριδάτου τοῦ βασιλέως πλοῦτον καὶ τὴν ἐν ταῖς κατὰ τὴν Ἀσίαν πόλεσιν εὐπορίαν εἰς τὸν ἴδιον μετενεγκεῖν βίον τοῖς ὅλοις ἔπταισε· τήν τε γὰρ αὐτῷ προϋπάρχουσαν εὐδαιμονίαν κατῄσχυνε καὶ τοῦ Σύλλα Κορνηλίου τὴν δεδομένην ἐπαρχίαν παραιρούμενος παρανόμως τῇ προσηκούσῃ [3] περιέπεσε συμφορᾷ. οὐ μόνον γὰρ τὸν ἐπιθυμηθέντα πλοῦτον οὐκ ἔλαβεν, ἀλλὰ καὶ τὴν ἰδίαν οὐσίαν προσαπέβαλε, δημευθείσης αὐτοῦ τῆς ὑπάρξεως διὰ τὴν τῆς πλεονεξίας ὑπερβολήν. καταγνωσθεὶς δὲ ὑπὸ τῆς πατρίδος θανάτῳ καὶ διαδρὰς τὴν παραυτίκα τιμωρίαν ἠλᾶτο κατὰ τὴν χώραν μόνος φεύγων. καὶ τέλος ἐξέπεσε τῆς Λιβύης εἰς τὴν Νομαδίαν ἄδουλος, ἄπορος, ἔρημος φίλων. ὕστερον δὲ τῆς Ῥώμης ἐμπεσούσης εἰς πολέμους ἐμφυλίους, συνεργήσας τοῖς τῆς πατρίδος πολεμίοις οὐκ ἠρκέσθη τῇ καθόδῳ, πόλεμον δὲ ἐκκαύσας καὶ τυχὼν ὑπατείας τὸ ἕβδομον οὐκ ἐτόλμησεν ἔτι τῆς τύχης λαβεῖν πεῖραν, δεδιδαγμένος περὶ τῆς κατ' [4] αὐτὴν ἀβεβαιότητος μεγάλοις συμπτώμασι. προορώμενος γὰρ τὸν ἀπὸ τοῦ Σύλλα πόλεμον ἐπικρεμάμενον τῇ Ῥώμῃ μετέστησεν ἑαυτὸν ἐκ τοῦ ζῆν ἑκουσίως. ἀπολιπὼν δὲ ἀρχὰς μεγάλας πολέμων αἴτιος ἐγένετο τῷ τε υἱῷ καὶ τῇ πατρίδι τῶν ἐσχάτων ἀκληρημάτων· ὁ μὲν γὰρ ἀναγκασθεὶς πολεμεῖν τοῖς κρείττοσι κατέστρεψεν ἀτυχῶς τὸν βίον συμπεφευγὼς ἐν τῇ διώρυγι, οἱ δὲ ἐν τῇ Ῥώμῃ καὶ κατὰ τὰς ἐν Ἰταλίᾳ πόλεις ἐμπεσόντες εἰς τὸν πάλαι προκείμενον πόλεμον ταῖς προκατεσκευασμέναις [5] περιέπεσον συμφοραῖς. οἱ μὲν γὰρ ἐπιφανέστατοι τῶν Ῥωμαίων, Σκαιουόλαν καὶ Κράσσον φημί, ἐν συγκλήτῳ μιαιφονηθέντες ἀκρίτως προεσήμηναν ταῖς ἰδίαις ἀτυχίαις τὸ μέγεθος τῶν ἐσομένων κατὰ τὴν Ἰταλίαν ἀτυχημάτων· οἱ πλεῖστοι γὰρ τῶν συγκλητικῶν καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ὑπὸ τῶν περὶ τὸν Σύλλαν ἀνῃρέθησαν, στρατιῶται δὲ ἐν ταῖς στάσεσι καὶ μάχαις κατεκόπησαν οὐκ ἐλάττους τῶν δέκα μυριάδων. καὶ ταῦτα πάντα συνέβη τοῖς ἀνθρώποις διὰ τὸν ἐξ ἀρχῆς ἐπιθυμηθέντα πλοῦτον ὑπὸ Μαρίου.

   (Const. Exc. 2 (1), pp. 321-322.)

[30]

[1]    Ὅτι ὁ περιμάχητος ἀνθρώποις πλοῦτος μεγάλαις περιβάλλει συμφοραῖς ἐνίοτε τοὺς ἐπιθυμήσαντας αὐτοῦ μεταλαβεῖν· προτρεπόμενος γὰρ εἰς ἀδήλους καὶ παρανόμους πράξεις, καὶ χορηγὸς γινόμενος πάσης ἀκρατοῦς ἡδονῆς, τοὺς ἄφρονας χειραγωγεῖ πρὸς τὰ φαῦλα τῶν ἔργων. τοιγαροῦν ὁρᾶν ἔστι τοὺς τοιούτους αὐτοὺς μὲν τοῖς μεγίστοις ἀκληρήμασι περιπίπτοντας, ταῖς δὲ πόλεσι τῶν [2] ἀτυχημάτων γινομένους αἰτίους. τοσαύτην ὁ χρυσὸς ἔχει δύναμιν ἐπὶ κακῷ προτιμώμενος ἀφρόνως παρὰ ἀνθρώποις, οἵτινες διὰ τὴν ὑπερβολὴν τῆς πρὸς τοῦτον ἐπιθυμίας παρ' ἕκαστα προφέρονται τούτους τοὺς στίχους τῶν ποιητῶν,

   ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,

   ὡς οὔτε μήτηρ ἡδονὰς ... καὶ πάλιν,

   ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν, καὶ τὰ διὰ τῶν μελῶν πεποιημένα,

   ὦ χρυσέ, βλάστημα χθονός,

   οἷον ἔρωτα βροτοῖσι φλέγεις,

   πάντων κράτιστε, πάντων τύραννε.

   πολεμοῦσι δ' Ἄρεως

   κρείσσον' ἔχων δύναμιν,

   πάντα θέλγεις· ἐπὶ γὰρ Ὀρφείαις μὲν ᾠδαῖς

   εἵπετο δένδρεα καὶ

   θηρῶν ἀνόητα γένη,

   σοὶ δὲ καὶ χθὼν πᾶσα καὶ πόντος καὶ ὁ παμμήστωρ Ἄρης.

[3] καίτοι γε πόσῳ κρεῖττόν ἐστιν ἐκφέρεσθαι τῶν ποιημάτων τὰ τὴν ἐναντίαν ἔχοντα τούτοις παράκλησιν,

   πότνια σοφία, σύ μοι ἅνδανε·

   ὄλβου δ' ἐμοὶ μὴ χρυσέου φαεννὰν

   ἀκτῖνα δαίμων διδοίη

   πάρος σοφίας ἢ τυραννίδα.

   Διὸς ἀπωτάτω

   κεῖται καλὸς θησαυρὸς ὅτῳ προσέβα.

   (Const. Exc. 4, pp. 400-401.)

  

FRAGMENTA LIBRORUM XXXVIII ET XXXIX

[5]   Ἐντεῦθεν ὁ ἐμφύλιος ἀνεφάνη πόλεμος β΄ καὶ ξ΄ καὶ χ΄ [ἔτει, βραχὺ] μετὰ τὸν ἀν...θ... καθ' ὃ ἡ π[ρὸς Μιθρι]δάτην ἤρξατο Ῥωμαίοις ἀπ[έχθει]α. ἐπισημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν ἄ[λλα τε] πολλὰ Λίβιός τε καὶ Διόδωρος ἱστόρησαν καὶ ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτεινούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκφρονας ὑπὸ τοῦ δέους γενέσθαι, τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ὀκτὼ γένη, διαφερόντων τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς δ' οὖν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἀνισταμένης κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ᾗ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλοντες. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως ἔχει σκοπεῖν παρίημι, καίτοι λαβόντος ἐκ τῶν ἐπιγενομένων πιθανότητά τινα τοῦ λόγου. τῷ γὰρ ὄντι ἐκ τοῦδε τὰ Ῥωμαίων λογιζομένῳ ἥ τε πολιτεία πρὸς τὸ χεῖρον ἅπασα μεταπέπτωκε καὶ ἄνθρωποι φαύλοις χρησάμενοι τρόποις ἤνθησαν.

   (Joannes Antiochenus, Νέος Ἑλληνομνήμων, 1 (1904), pp. 1718; cp. Exc. Planudea, 37, Suidas, s. v. Σύλλας, Plutarch, Sulla, 7. 69.)

[1]   Ὅτι ἀπεστάλησαν πρεσβευταὶ πρὸς τὸν Κίνναν Ῥωμαίων περὶ συλλύσεως· οἷς ἀπόκρισιν ἔδωκεν ὡς ὕπατος ἐξεληλυθὼς οὐ προσεδέξατο τὴν ἐπάνοδον ἐν ἰδιώτου σχήματι ποιήσασθαι.

[2]

[1]    Ὅτι ὕστερον τοῦ Μετέλλου μεθ' ἧς εἶχε δυνάμεως πλησιάσαντος τῇ τοῦ Κίννα παρεμβολῇ καὶ συνελθόντος εἰς λόγους, συνεφώνησεν ὥστε στρατηγὸν εἶναι τὸν Κίνναν, καὶ πρῶτος ὁ Μέτελλος ὠνόμασε στρατηγόν. ἀμφότεροι δὲ ἐπὶ τοῖς πραχθεῖσι κατηγορίας ἠξιώθησαν. ὁ μὲν γὰρ Μάριος κατὰ πρόσωπον γενόμενος ἔφησε δεῖν σχεδὸν ἤδη νενικηκότα μὴ καταλύειν τὴν δεδομένην αὐτοῖς ὑπὸ θεοῦ ἐξουσίαν· ὁ δὲ Μέτελλος ὡς ἀνέκαμψεν, εἰς μεγάλην ἦλθε διάστασιν πρὸς τὸν Ὀκτάουιον, οἷον [2] προδότης ὢν τῶν τε ὑπάτων καὶ τῆς πατρίδος. ὁ δὲ Ὀκτάουιος οὐδενὶ τρόπῳ συγχωρήσειν ἑαυτὸν ἔφη καὶ τὴν Ῥώμην ὑπὸ τὴν Κίννου δεσποτείαν. καὶ γὰρ ἂν πάντες αὐτὸν καταλίπωσιν, ὅμως ἑαυτὸν διατηρήσειν ἄξιον τῆς ἡγεμονίας καὶ μετὰ τῶν τὰ αὐτὰ φρονούντων ...· ἐὰν δὲ ἀπογνῷ πάσας τὰς ἐλπίδας, ὑφάψειν μὲν τὴν ἰδίαν οἰκίαν, συγκατακαύσειν δὲ αὑτὸν μετὰ τῆς οἰκείας οὐσίας καὶ τὸν μετ' ἐλευθερίας θάνατον εὐγενῶς ἀναδέξεσθαι. (Const. Exc. 4, p. 401.)

[3]

[1]    Ὅτι Μερόλας ὁ αἱρεθεὶς ὕπατος εἰς τὸν τοῦ Κίννα τόπον μετὰ τὸ σύνθεσιν ποιήσασθαι τὸ μὴ περαίτερον ὑπατεῦσαι ἔδοξε πρᾶξιν ἀγαθοῦ σφόδρα πολίτου πρᾶξαι. ἔν τε γὰρ τῷ συνεδρίῳ καὶ τῷ δήμῳ διαλεγόμενος περὶ τῶν κοινῇ συμφερόντων, ἀρχηγὸς ἐπηγγείλατο γενέσθαι τῆς ὁμονοίας· ἄκων γὰρ ᾑρημένος ὕπατος ἑκουσίως ἔφη παραχωρήσειν τῷ Κίννᾳ τῆς ἀρχῆς, καὶ παραχρῆμα ἰδιώτης ἐγένετο. ἡ δὲ σύγκλητος ἐξέπεμψε πρεσβευτὰς τοὺς ποιησομένους τὰς συνθήκας καὶ τὸν Κίνναν ὕπατον εἰσάξοντας εἰς τὴν πόλιν. (Const. Exc. 2 (1), p. 322.)

[4]   Ὅτι οἱ περὶ τὸν Κίνναν καὶ Μάριον συνεδρεύσαντες μετὰ τῶν ἐπιφανεστάτων ἡγεμόνων ἐβουλεύοντο ὅπως βεβαίως καταστήσωσι τὴν εἰρήνην· τέλος ἔδοξεν αὐτοῖς τοὺς ἐπιφανεστάτους τῶν ἐχθρῶν καὶ δυναμένους ἀμφισβητῆσαι πραγμάτων πάντας ἀποκτεῖναι, ὅπως καθαρᾶς γενομένης τῆς ἰδίας αἱρέσεως καὶ μερίδος ἀδεῶς τὸ λοιπὸν καὶ ὡς ἂν βούλωνται μετὰ τῶν φίλων διοικῶσι τὰ κατὰ [2] τὴν ἡγεμονίαν. εὐθὺς οὖν τῶν μὲν γεγενημένων συνθέσεων καὶ πίστεων ἠμέλησαν, σφαγαὶ δὲ τῶν καταψηφισθέντων αὐτοῖς ἄκριτοι καὶ πανταχοῦ ἐγίνοντο. Κόιντος δὲ Λουτάτιος ὁ Κάτλος, τεθριαμβευκὼς μὲν ἐπισήμως ἀπὸ Κίμβρων, ἀγαπώμενος δὲ ὑπὸ τῶν πολιτῶν περιττότερον, ὑπό τινος δημάρχου κατηγορίας ἐτύγχανεν ἐν τῷ δήμῳ [3] θανάτου. φοβούμενος δὲ τὸν ἐκ τῆς συκοφαντίας κίνδυνον ἧκεν εἰς τὸν Μάριον, δεόμενος τυχεῖν βοηθείας. ὁ δὲ τὸ μὲν ἔμπροσθεν ἐγεγόνει φίλος, τότε δ' ἔκ τινος ὑποψίας ἀλλοτρίως ἔχων πρὸς αὐτὸν τοῦτο μόνον ἀπεκρίθη, Θανεῖν δεῖ. καὶ ὁ Κάτλος ἀπογνοὺς μὲν τὰς τῆς σωτηρίας ἐλπίδας, σπεύδων δὲ χωρὶς ὕβρεως καταστρέψαι τὸν βίον, ἑαυτὸν τοῦ ζῆν μετέστησεν ἰδίῳ τινὶ καὶ παρηλλαγμένῳ τρόπῳ· συγκλείσας ἑαυτὸν εἰς οἶκον νεόχριστον καὶ τὴν ἐκ τῆς κονίας ἀναφορὰν πυρὶ καὶ καπνῷ συναυξήσας τῇ τῆς ἀναπνοῆς φθορᾷ περιπνιγὴς γενόμενος μετήλλαξεν.

   (Photius, Bibl. p. 381 B.)

[6]   Ὅτι ἐπὶ ταῖς τῶν πολιτῶν σφαγαῖς καὶ ταῖς ὑπὲρ ἄνθρωπον παρανομίαις ταχέως ἐκ θεῶν τις Κίννᾳ καὶ Μαρίῳ ἠκολούθησε νέμεσις. Σύλλας γάρ, εἷς ἐκ τῶν ἐχθρῶν ὑπολειφθείς, περὶ τὴν Βοιωτίαν τὰς Μιθριδάτου δυνάμεις κατακόψας καὶ τὰς Ἀθήνας ἐκπολιορκήσας, εἶτα Μιθριδάτην σύμμαχον ποιησάμενος καὶ παραλαβὼν αὐτοῦ τὸν στόλον ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν. ἐν ἀκαρεῖ δὲ χρόνῳ κατακόψας τὰς περὶ Κίνναν καὶ Μάριον δυνάμεις κύριος ἐγένετο πάσης Ῥώμης καὶ Ἰταλίας, καὶ πάντας τοὺς μετὰ Κίννα μιαιφονήσαντας ἀπέσφαξεν, καὶ τὴν Μαριανὴν συγγένειαν ἐκ βάθρων ἦρε. διὸ καὶ πολλοὶ τῶν μετρίων ἀνδρῶν τὴν τῶν προκαταρξάντων τῆς μιαιφονίας τιμωρίαν εἰς τὴν τῶν θεῶν πρόνοιαν ἀνέπεμπον· κάλλιστον γὰρ παράδειγμα τοῖς ἀσεβῆ βίον αἱρουμένοις πρὸς διόρθωσιν κακίας ἀπελέλειπτο. (Const. Exc. 4, p. 402.)

[7]

[1]    Ὅτι ὁ Σύλλας χρημάτων ἀπορούμενος ἐπέβαλε τὰς χεῖρας τρισὶν ἱεροῖς, ἐν οἷς ἀναθημάτων ἀργυρῶν τε καὶ χρυσῶν πλῆθος ἦν, ἐν μὲν Δελφοῖς τῷ Ἀπόλλωνι καθιερωμένα, ἐν Ἐπιδαύρῳ δὲ τῷ Ἀσκληπιῷ, ἐν Ὀλυμπίᾳ δὲ τῷ Διί. πλεῖστα δὲ ἔλαβεν ἐξ Ὀλυμπίας διὰ τὸ μεμενηκέναι τὸ ἱερὸν τοῦτο ἄσυλον ἐξ αἰῶνος· τῶν γὰρ ἐν Δελφοῖς χρημάτων Φωκεῖς τὰ πλεῖστα διεφόρησαν ἐν τῷ ἱερῷ κληθέντι πολέμῳ. ὁ δὲ Σύλλας πολὺν ἄργυρον καὶ χρυσόν, ἔτι δὲ τὴν ἄλλην πολυτελῆ κατασκευὴν ἀναλαβὼν ἤθροισε χρημάτων πλῆθος πρὸς τοὺς ἐν Ἰταλίᾳ προσδοκωμένους πολέμους. ἀδεισιδαιμόνως δὲ τῇ λήψει τῶν ἱερῶν χρημάτων προσενεχθεὶς χώραν ἀντὶ τούτων καθιέρωσε τοῖς θεοῖς εἰς τὰς κατ' ἔτος προσόδους. εὐτραπελευόμενος δὲ ἀπεφαίνετο κρατεῖν τῷ πολέμῳ πάντως διὰ τὸ τοὺς θεοὺς αὐτῷ συνεργεῖν, εἰσενηνοχότας χρημάτων πολύ τι πλῆθος αὐτῷ.

[8]   Ὅτι Φιμβρίας κατὰ τὴν ὁδοιπορίαν πολὺ προέχων τοῖς διαστήμασι τοῦ Φλάκκου καιρὸν ἔσχε μεγάλοις ἐπιχειρῆσαι τολμήμασι· καὶ σπεύδων τοὺς στρατιώτας ἰδίους κατασκευάσασθαι ταῖς εὐνοίαις συνεχώρησεν αὐτοῖς τὴν χώραν τῶν συμμάχων ὡς πολεμίαν διαρπάζειν καὶ τοὺς περιτυχόντας ἐξανδραποδίζεσθαι. ἀσμένως δὲ προσδεξαμένων τῶν στρατιωτῶν τὴν συγχώρησιν, ἐν ὀλίγαις ἡμέραις περιεποιήσαντο χρημάτων πλῆθος. οἱ δὲ διαρπαγέντες ἀπήντησαν τῷ ὑπάτῳ καὶ περὶ τῶν καθ' αὑτοὺς ἀπωδύροντο. ὁ δὲ περιαλγὴς γενόμενος προσέταξεν ἀκολουθεῖν, ὅπως τὰ ἴδια κομίσωνται, αὐτὸς δὲ τῷ Φιμβρίᾳ διαπειλησάμενος προσέταξεν τὰ διαφορηθέντα τοῖς ἀπολωλεκόσιν ἀποκαταστῆσαι. ὁ δὲ τὴν πᾶσαν αἰτίαν ἐπὶ τοὺς στρατιώτας ἀνέπεμπεν, ὡς ἄνευ τῆς αὑτοῦ γνώμης πάντα πεπραχότας· τοῖς δὲ στρατιώταις κατ' ἰδίαν παρήγγειλεν μὴ προσέχειν τοῖς προστάγμασιν, ἀλλὰ τὰ διὰ τῶν ὅπλων κτηθέντα τῷ τοῦ πολέμου νόμῳ μὴ προέσθαι. τοῦ δὲ Φλάκκου μετὰ ἀνατάσεως προστάττοντος ἀποδιδόναι τὰ διηρπασμένα, τῶν δὲ στρατιωτῶν οὐ προσεχόντων, ταραχὴ καὶ στάσις κατεῖχε τὸ στράτευμα.

[2]    Ὅτι ὁ Φιμβρίας διαβεβηκὼς τὸν Ἑλλήσποντον, τοὺς στρατιώτας πρὸς παρανομίαν καὶ ἁρπαγὴν παρορμήσας χρήματα τὰς πόλεις εἰσεπράττετο καὶ τοῖς στρατιώταις ταῦτα διένεμεν. οἱ δὲ εἰς ἀνυπεύθυνον ἐξουσίαν προαχθέντες καὶ διὰ τὴν ἐλπίδα τῆς ὠφελείας μετεωρισθέντες ὡς κοινὸν εὐεργέτην ἠγάπων. τὰς δὲ μὴ ὑπακουσάσας πόλεις ἐκπολιορκῶν εἰς διαρπαγὴν ἐχαρίζετο τοῖς στρατιώταις. καὶ Νικομήδειαν παρέδωκε τοῖς στρατιώταις εἰς διαρπαγήν.

[3]  Ὅτι ὁ αὐτὸς καὶ εἰς Κύζικον παρελθὼν ὡς φίλος τοῖς μὲν εὐπορωτάτοις τῶν πολιτῶν ἐμέμφετο θανάτου καταιτιασάμενος· δύω δὲ εἰς κατάπληξιν καὶ φόβον τῶν ἄλλων καταδίκους ποιήσας καὶ ῥαβδίσας ἐπελέκισε. τὰς δὲ οὐσίας αὐτῶν ἀναλαβὼν καὶ τοῖς ἄλλοις διὰ τῶν προαπολωλότων μέγαν φόβον ἐπιστήσας ἠνάγκασε λύτρα τῆς σωτηρίας ὅλας τὰς ὑπάρξεις αὐτῷ προέσθαι.

   (Const. Exc. 2 (1), pp. 322-323.)

[4]    Ὅτι ὁ Φιμβρίας τὴν ἐπαρχίαν ἐν ὀλίγῳ χρόνῳ τοσούτοις περιέβαλεν ἀτυχήμασιν ὅσοις εἰκὸς ἦν περιβαλεῖν ἐξουσίαν τοῦ πράττειν ὃ βούλεται τηλικαύτῃ δυσσεβείᾳ περιπεποιημένον. τὴν γὰρ Φρυγίαν κατασύρων πρηστῆρος τρόπον ἐπὶ τῇ τῶν περιπεσόντων περιτροπῇ ἁπάσης πόλεως κατέσκηπτε. ὁ δὲ στερήσας ἑαυτὸν τοῦ ζῆν μιᾷ τελευτῇ πολλῶν θανάτων ἐχρεοκόπησεν ὀφειλήματα. (Const. Exc. 4, p. 402.)

[9]

[1]    Ὅτι Γνάιος Πομπήιος στρατιωτικὸν βίον ἑλόμενος ἐνεκαρτέρει ταῖς καθ' ἡμέραν κακοπαθείαις καὶ ταχὺ τὸ πρωτεῖον ἀπηνέγκατο τῆς ἐν τοῖς πολεμικοῖς ἔργοις ἀσκήσεως. πᾶσαν δὲ ῥᾳστώνην καὶ σχολὴν ἀποτριψάμενος διετέλει καὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἀεί τι πράττων τῶν εἰς τὸν πόλεμον χρησίμων. διαίτῃ μὲν γὰρ ἐχρῆτο λιτῇ, λουτρῶν δὲ καὶ συμπεριφορᾶς τρυφὴν ἐχούσης ἀπείχετο. καὶ τὴν μὲν τροφὴν καθήμενος προσεφέρετο, πρὸς δὲ τὸν ὕπνον ἀπεμέριζε χρόνον ἐλάττονα τῆς ἐκ τῆς φύσεως ἀνάγκης· τὸν δὲ ἐν νυκτὶ πόνον παρεδίδου τῇ μεθ' ἡμέραν ἐπιμελείᾳ, ἐπαγρυπνῶν τοῖς τῆς στρατηγίας ἐντεύγμασι· διὰ δὲ τῆς συνήθους τῶν ἀπίστων μελέτης ἀθλητὴς ἐγένετο τῶν κατὰ πόλεμον ἀγώνων. τοιγαροῦν ὅσῳ χρόνῳ τις ἕτοιμον οὐκ ἂν παρέλαβε στράτευμα, πολὺ τάχιον οὗτος συνελέξατο καὶ διατάξας καθώπλισε. προσαγγελθεισῶν δὲ τῶν περὶ αὐτὸν πράξεων εἰς τὴν Ῥώμην, ἅπαντες οὐ τὴν ἀρετὴν ἀλλὰ τὴν ἡλικίαν αὐτοῦ λογιζόμενοι κατ' ἀρχὰς κατεφρόνησαν, ὡς τῶν προσαγγελλόντων κενῶς τὰ περὶ αὐτὸν τραγῳδούντων· ὡς δ' ἡ προσηγγελμένη φήμη διὰ τῶν ἀποτελεσμάτων ἀληθὴς ἐφάνη, ἡ σύγκλητος ἐξέπεμψεν Ἰούνιον, ὃν τρεψάμενος ἐνίκησεν.

   (Const. Exc. 2 (1), pp. 323-324.)

[10]   Ὅτι Γνάιος Πομπήιος καλὰς ἀμοιβὰς τῆς ἀρετῆς ἀπενεγκάμενος καὶ τοῦ πρωτείου τυχὼν διὰ τὴν ἀνδρείαν, ἀκολούθως τοῖς ὑπηργμένοις τὰ μετὰ ταῦτα ἔπραξε καὶ τὴν περὶ αὑτὸν αὔξησιν διὰ γραμμάτων ἐδήλωσε τῷ Σύλλᾳ. ὁ δ' ἐπὶ πολλῶν ἄλλων θαυμάσας τὸν νεανίσκον, τοῖς μετ' αὐτοῦ συγκλητικοῖς ἐπέπληττε παρονειδίζων ἅμα καὶ προκαλούμενος πρὸς τὸν ὅμοιον ζῆλον· θαυμάζειν γὰρ ἔφησεν εἰ νέος μὲν παντελῶς τηλικοῦτον στράτευμα τῶν πολεμίων ἀφήρπακεν, οἱ δὲ τῇ τε ἡλικίᾳ καὶ τοῖς ἀξιώμασι πολὺ προέχοντες οὐδὲ τοὺς ἰδίους οἰκέτας εἰς συμμαχίαν γνησίαν δεδύνηνται παρέχεσθαι. (Const. Exc. 4, pp. 402-403.)

[16]   Ὅτι καταλειφθέντος τοῦ Σκιπίωνος μόνου μετὰ τὸ διαφθαρῆναι χρήμασι καὶ ἀποστῆναι πάντας καὶ ἀπεγνωκότος τὴν σωτηρίαν, ὁ Σύλλας ἱππεῖς ἀπέστειλε πρὸς αὐτὸν τοὺς παραπέμψοντας μετ' ἀσφαλείας ὅποι βούλοιτο. ὁ δὲ Σκιπίων ἐν ἀκαρεῖ χρόνῳ τὸ τῆς ἀρχῆς ἀξίωμα μεταθεῖναι συναναγκασθεὶς εἰς ἰδιωτικὸν βίον καὶ ταπεινὸν σχῆμα, διὰ τὴν ἐπιείκειαν ὑπὸ τοῦ Σύλλα παρεπέμφθη ταχέως εἰς ἣν ἐβούλετο πόλιν. εἶτα τὰ τῆς ἀρχῆς ἀνακτησάμενος κόσμια πάλιν δυνάμεως ἱκανῆς ἀφηγεῖτο. (Const. Exc. 2 (1), p. 324.)

[11]   Ὅτι τὸν Ἀδριανὸν τὸν στρατηγὸν τῆς Ἰτύκης ζῶντα ἔκαυσαν οἱ Ἰτυκηνοί. τὸ δὲ πραχθὲν καίπερ ὂν δεινὸν οὐκ ἔτυχε κατηγορίας διὰ τὴν τοῦ παθόντος κακίαν.

[12]   Ὅτι τῷ Μαρίῳ τῷ υἱῷ Μαρίου ὑπατεύσαντι οὐκ ὀλίγοι καὶ τῶν κατὰ νόμον τετελεκότων τὴν στρατείαν ἐθελοντὴν ἔσπευσαν τῷ νεανίσκῳ κοινωνῆσαι τῶν κατὰ τὸν πόλεμον ἀγώνων, καὶ πρεσβύτεροι ταῖς ἡλικίαις ὄντες ἐνδείξασθαι τοῖς νεωτέροις ὅ τι δύναται πολεμικῶν ἔργων μελέτη καὶ συνήθεια παρατάξεων καὶ τῶν ἄλλων τῶν ἐν τῷ πολέμῳ δεινῶν.

[13]   Ἔλεγχοι πικροὶ καὶ κατὰ πόλιν καὶ κατ' ἔθνος καὶ ποικίλαι πεῖραι προσήγοντο τοῦ γνωσθῆναι πῶς ἔχουσι πρὸς αὐτούς. ἠναγκάζοντο γὰρ διὰ τῆς ὑποκρίσεως πρὸς ἀμφοτέρους τοῖς προσποιήμασι μετοκλάζειν καὶ πρὸς τοὺς ἀεὶ παρόντας ἀπονεύειν. τῶν γὰρ ἀντιπολεμούντων οἱ πρὸς τὴν στρατολογίαν ἀποδεδειγμένοι καὶ κατὰ πρόσωπον παρόντες καὶ πρὸς ἀλλήλους διαφιλοτιμούμενοι τοῖς ἀκριβεστάτοις ἐλέγχοις φανερὰν ἐποίουν τὴν τῶν πόλεων κρίσιν.

[14]   Ὅτι Μάριος διὰ τὴν σπάνιν τῶν ἀναγκαίων ὑπὸ τῶν στρατιωτῶν κατελέλειπτο, μόνος δὲ Μάρκος Περπέννας ὁ τῆς Σικελίας στρατηγός, διαπεμπομένου πρὸς αὐτὸν Σύλλα καὶ παρακαλοῦντος μετ' αὐτοῦ τάττεσθαι, τοσοῦτον ἀπέσχε τοῦ πειθαρχεῖν ὥστε μὴ μόνον διατηρῆσαι τὴν πρὸς Μάριον εὔνοιαν, ἀλλὰ καὶ μετ' ἀνατάσεως ἀποφῆναι ὅτι παντὶ σθένει διαβὰς ἐκ τῆς Σικελίας ἐξαρπάσει τὸν Μάριον ἐκ τοῦ Πραινεστοῦ.

   (Const. Exc. 4, p. 403.)

[15]   Ὅτι μεγάλη στάσις ἐμφύλιος ἤδη διαλυομένου τοῦ Μαρσικοῦ γέγονε πολέμου, ἧς ἡγοῦντο Σύλλας καὶ Γάιος Μάριος, νέος ὤν, ὁ Μαρίου τοῦ πολλάκις ὑπατευκότος, ἑπτάκις γὰρ ὑπάτευσε, παῖς. ἐν δὲ τῇ στάσει πολλαὶ μυριάδες ἀνθρώπων ἀνῃρέθησαν, ἐκράτησε δ' ὁ Σύλλας, καὶ δικτάτωρ γεγονώς, Ἐπαφρόδιτόν τε ὀνομάσας ἑαυτὸν οὐκ ἐψεύσθη τῆς ἀλαζονείας· κρατῶν γὰρ τοῖς πολέμοις ἰδίῳ ἀπεβίω θανάτῳ. ὁ δὲ Μάριος μάχῃ τῇ πρὸς Σύλλαν γενναίως ἀγωνισάμενος, ὅμως ἡττηθεὶς κατέφυγεν εἰς Πραίνεστον ἅμα μυρίοις πεντακισχιλίοις. συγκλεισθεὶς δ' ἐν αὐτῇ καὶ χρόνον οὐκ ὀλίγον πολιορκηθεὶς ἠναγκάσθη, πάντων αὐτὸν ἐγκαταλιπόντων καὶ μηδεμίαν σωτηρίας ὁδὸν καθορῶν, τὴν ἑνὸς οἰκέτου τῶν πιστῶν χεῖρα εἰς λύσιν τῶν δεινῶν παρακαλέσαι. καὶ ὅ γε πεισθεὶς καὶ μιᾷ πληγῇ τοῦ βίου τὸν δεσπότην ἀπαλλάξας ἑαυτὸν ἐπικατέσφαξε. καὶ παύεται μὲν αὕτη ἡ στάσις, λείψανα μέντοι τοῦ πολέμου ὑπολειφθέντα τῆς Μαρίου μοίρας ἐπὶ χρόνον Σύλλᾳ διεμαχέσαντο, ἕως καὶ αὐτὰ συνδιέφθορε τοῖς ἄλλοις.

   (Photius, Bibl. pp. 392-393 B.)

[17]   Ὅτι οἱ τῶν Ῥωμαίων περιφανεῖς ἄνδρες ἐμιαιφονήθησαν ἐκ διαβολῆς, καὶ ὁ τὴν μεγίστην ἱερωσύνην ἔχων Σκαιουόλας, μέγιστον ἔχων ἀξίωμα τῶν πολιτῶν, ἀναξίας τῆς ἰδίας ἀρετῆς ἔτυχε τῆς τοῦ βίου καταστροφῆς. οἱ δὲ Ῥωμαῖοι κατ' αὐτό γε τοῦτο μεγάλως εὐτύχησαν, ὅτι τοῖς ἁγιωτάτοις σηκοῖς ὁ πάντιμος ἱερεὺς οὐκ ἔφθασε προσπεσεῖν, ἐπείτοι γε χάριν τῆς τῶν διωκόντων ὠμότητος καὶ πρὸς αὐτοῖς τοῖς ἀδύτοις ἐπιβώμιος μιαιφονηθεὶς ἀπέσβεσεν ἂν τῷ αἵματι τὸ ἀκοιμήτῳ δεισιδαιμονίᾳ τηρούμενον πῦρ ἐξ αἰῶνος.

   (Const. Exc. 2 (1), p. 324; from οὐκ ἔφθασε to end, Const. Exc. 4, pp. 403-404.)

[18]   Ὅτι ὁ τῶν ἀγαθῶν ἀνδρῶν ἔπαινος καὶ ἡ τῶν πονηρῶν βλασφημία μάλιστα δύνανται πρὸς τὰ καλὰ τῶν ἔργων τοὺς ἀνθρώπους χειραγωγεῖν.

[2]    Ἄνδρας δυναμένους βουλεύσασθαι καλῶς καὶ τὰ κριθέντα ἀγαγεῖν εἰς συντέλειαν ....

   (Const. Exc. 4, p. 404.)

[19]

[1]    Ὅτι προτεθείσης προγραφῆς εἰς τὴν ἀγορὰν ἀνέδραμε πλῆθος ἀνθρώπων πρὸς τὴν ἀνάγνωσιν. οἱ πλεῖστοι δὲ συνέπασχον τοῖς ὀφείλουσιν ἀναδέχεσθαι τὸν θάνατον. εἷς δὲ τῶν συνεληλυθότων, κακίᾳ καὶ ὑπερηφανίᾳ διαφέρων, ἐγγελῶν τοῖς κινδυνεύουσι πολλὰ κατ' αὐτῶν ὑβριστικῶς ἐβλασφήμησεν. ἔνθα δὴ δαιμονίου τινὸς νέμεσις τῷ διασύροντι τὴν τῶν ἀκληρούντων τύχην ἐπέθηκε τὴν πρέπουσαν τῇ κακίᾳ τιμωρίαν. ἐν γὰρ τοῖς ἐπὶ πᾶσιν ὀνόμασιν εὑρὼν ἑαυτὸν προσγεγραμμένον, εὐθέως ἐγκαλυψάμενος τὴν κεφαλὴν προῆγε διὰ τοῦ πλήθους, ἐλπίζων λήσεσθαι τοὺς περιεστῶτας καὶ διὰ τοῦ δρασμοῦ πορίσεσθαι τὴν σωτηρίαν. γνωσθεὶς δὲ ὑπό τινος τῶν πλησίον ἑστώτων καὶ φανερᾶς τῆς περὶ αὐτὸν περιστάσεως γενομένης, συνελήφθη καὶ ἔτυχε τῆς τιμωρίας, πάντων ἐπιχαιρόντων τῷ θανάτῳ αὐτοῦ.

[20]   Ὅτι πολλῷ χρόνῳ τῆς Σικελίας ἀδικαιοδοτήτου γενομένης, ὁ Πομπήιος δοὺς ἑαυτὸν ἐπὶ τὴν δικαιοδοσίαν καὶ χρηματίζων περὶ τῶν δημοσίων ἀμφισβητημάτων καὶ τῶν ἰδιωτικῶν συμβολαίων οὕτως εὐστόχως καὶ ἀδωροδοκήτως ἐποιεῖτο τὰς ἀποφάσεις ὥστε ὑπερβολὴν ἑτέρῳ μὴ ἀπολείπειν. εἴκοσι δὲ καὶ δυεῖν ἐτῶν τὴν ἡλικίαν ὑπάρχων, καὶ τῆς νεότητος προκαλουμένης ἐπὶ τὰς ἀλογίστους ἡδονάς, οὕτως αὐστηρῶς καὶ σωφρόνως ἐποιήσατο τὴν ἐπιδημίαν κατὰ τὴν νῆσον ὥστε πάντας τοὺς κατὰ τὴν Σικελίαν καταπλήττεσθαι καὶ θαυμάζειν τὴν ἀρετὴν τοῦ νεανίσκου.

   (Const. Exc. 2 (1), pp. 324-325.)

[21]   Ὅτι ὁ Σπάρτακος ὁ βάρβαρος εὐεργετηθεὶς παρά τινος εὐχάριστος ἐφάνη πρὸς αὐτόν· αὐτοδίδακτος γὰρ καὶ παρὰ τοῖς βαρβάροις ἡ φύσις πρὸς ἀμοιβὴν χάριτος τοῖς εὐεργέταις.

[22]   Ὅτι ἡ διὰ τῶν ὅπλων νίκη κοινὴν ἔχει τοῖς ἡγεμόσι καὶ τοῖς στρατιώταις τὴν εὐημερίαν, τὰ δὲ διὰ τῆς στρατηγικῆς συνέσεως γινόμενα κατορθώματα μόνῳ προσάπτεται τῷ ἡγεμόνι.

[2]    Ἀκατάσχετος γάρ τις ὁρμὴ τοῖς βαρβάροις ἐνέπεσε τῆς πρὸς τοὺς Ῥωμαίους ἀποστάσεως.

[3]    Ὅτι ὡς ἐπίπαν αἱ τῶν ἄλλων συμφοραὶ νουθετοῦσι τοὺς ἐν τοῖς ὁμοίοις κινδύνοις ὑπάρχοντας.

   (Const. Exc. 4, p. 404.)

   Ὅτι ὁ Σερτώριος θεωρῶν ἀκατάσχετον οὖσαν τὴν ὁρμὴν τῶν ἐγχωρίων πικρῶς προσεφέρετο τοῖς συμμάχοις, καὶ τοὺς μὲν καταιτιώμενος ἀπέκτεινεν, τοὺς δὲ εἰς φυλακὴν παρεδίδου, τῶν δὲ εὐπορωτάτων ἐδήμευε τὰς οὐσίας. πολὺν δὲ ἄργυρον καὶ χρυσὸν ἀθροίσας οὐκ εἰς τὸ κοινὸν τοῦ πολέμου ταμιεῖον κατετίθετο, ἀλλ' ἰδίᾳ ἐθησαύριζεν· οὔτε τοῖς στρατιώταις ἐχορήγει τὰς μισθοφορίας, οὔτε τοῖς ἡγεμόσι μετεδίδου τούτων, οὔτε τὰς κεφαλικὰς κρίσεις μετὰ συνεδρίου καὶ συμβούλων ἐποιεῖτο, διακούων δὲ ἰδίῳ καὶ μόνον κριτὴν ἑαυτὸν ἀποδείξας ἐποιεῖτο τὰς ἀποφάσεις· εἴς τε τὰ σύνδειπνα τοὺς ἡγεμόνας οὐκ ἠξίου παραλαμβάνειν, οὐδὲ φιλανθρωπίας οὐδεμιᾶς μετεδίδου τοῖς φίλοις. καθόλου δὲ διὰ τὴν ἐπὶ τὸ χεῖρον ἐπίδοσιν τῆς περὶ αὐτὸν ἐξουσίας ἀποθηριωθεὶς τυραννικῶς ἅπασιν προσεφέρετο. καὶ ἐμισήθη μὲν ὑπὸ τοῦ πλήθους, ἐπεβουλεύθη δὲ ὑπὸ τῶν φίλων. ἡ δὲ ἀναίρεσις αὐτοῦ συνετελέσθη τοιῷδέ τινι τρόπῳ. τῶν ἡγεμόνων οἱ μέγιστον ἔχοντες ἀξίωμα Περπέννας καὶ Ταρκυίτιος συμφρονήσαντες ἀλλήλοις ἔγνωσαν ὡς τύραννον ὄντα τὸν Σερτώριον ἀνελεῖν. προστάτης δὲ τῆς ἐπιβουλῆς αἱρεθεὶς ὁ Περπέννας ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Σερτώριον καὶ τοὺς συνίστορας συμπαρέλαβεν ἐπὶ τὴν ἑστίασιν. καταντήσαντος δὲ τοῦ Σερτωρίου, καὶ τῶν κοινοπραγούντων συνεπιθεμένων, ὁ Σερτώριος ἀνακλιθεὶς ἀνὰ μέσον Ταρκυιτίου καὶ Ἀντωνίου ὑπὸ τούτων ἐσφάγη.

[23]

[1]    Ὅτι ὁ Μιθριδάτης ἐξ ἐπιβουλῆς παρ' ὀλίγον ἐκινδύνευσεν ὑποχείριος γενέσθαι τοῖς Κυζικηνοῖς. συναγωνιζόμενος γάρ τις ἐν ταῖς μεταλλείαις Ῥωμαῖος ἑκατοντάρχης ἐπεβέλετο τοῦτο τελέσαι. διὰ γὰρ τὰς παρ' ἀμφοτέροις μεταλλείας συνεχῶς γινομένων συμπλοκῶν καὶ συλλόγων, εἰς γνῶσιν ἦλθε τοῖς τοῦ βασιλέως διὰ τὰς συνεχεῖς πρὸς αὐτοὺς ὁμιλίας. μονωθεὶς δέ ποτε κατὰ τὴν ἐν τοῖς ὀρύγμασι φυλακὴν καὶ ὑπό τινος τῶν ἐπιστατούντων ἐν τοῖς ἔργοις καταπειραθεὶς περὶ προδοσίας, προσεδέξατο τοὺς λόγους προσποιητικῶς. ἀνενεχθέντος δὲ τοῦ πράγματος πρὸς τὸν βασιλέα, ἐκεῖνος μὲν ἐπιθυμῶν κυριεῦσαι τῆς πόλεως δωρεὰς ἐπηγγείλατο, καὶ συνέθετο καιρὸν ἐν ᾧ τὸν σύλλογον ἔδει γενέσθαι. τοῦ δὲ Ῥωμαίου πίστεις τῶν ἐπαγγελιῶν ζητοῦντος, ἀπέλυσεν ὁ βασιλεὺς τοὺς ὑπὲρ αὐτοῦ συνθησομένους. ὁ δὲ οὐκ ἔφησεν ἄλλως πιστεύσειν, ἐὰν μὴ παρ' αὐτοῦ τοῦ βασιλέως λάβῃ τοὺς ὅρκους. ὁ δὲ οὐχ ἡγεῖτο βασιλικῆς ἀξίας οἰκεῖον εἶναι συγκαταβαίνειν εἰς τὰ ὀρύγματα. ἐπεὶ δὲ ὁ προδότης οὐκ ἔφησεν ἄλλως ὑπακούσεσθαι, ἡ δὲ ἐπίθεσις τοῦ κυριεῦσαι τῆς πόλεως συνεῖχεν, ἠναγκάσθη συγκαταθέσθαι τοῖς ἀξιουμένοις ὁ Μιθριδάτης. κἂν συνέβη τὸν βασιλέα γενέσθαι ὑποχείριον, εἰ μὴ τῶν φίλων τις εὐστόχως καταμαντευσάμενος τὴν ἐπιβουλὴν κατεσκεύασε σύμμετρον μηχανὴν δυναμένην ὀξέως ἀνοίγεσθαί τε καὶ κλείεσθαι· καὶ ταύτης εἰς τὸ ὄρυγμα τεθείσης, καὶ τοῦ Μιθριδάτου μετὰ τῶν φίλων συνεμβάντων, ὁ ἑκατόνταρχος τοὺς μέλλοντας μεθ' ἑαυτοῦ τῷ βασιλεῖ τὰς χεῖρας προσφέρειν ... εἰς τὰς χεῖρας τὸ ξίφος σπασάμενος ὥρμησεν ἐπὶ τὸν βασιλέα. ὁ δὲ φθάσας συνέκλεισε τὴν θύραν καὶ τὸν κίνδυνον ἐξέφυγεν.

   (Const. Exc. 3, pp. 209-210.)

  

FRAGMENTA LIBRI XL

[1]   Ὅτι Μάρκος Ἀντώνιος συνθέμενος πρὸς Κρῆτας εἰρήνην ... μέχρι μέν τινος ταύτην ἐτήρουν. μετὰ δὲ ταῦτα προτιθεμένης βουλῆς ὅπως ἂν μάλιστα τῆς ὠφελείας προνοήσαιντο, οἱ πρεσβύτατοι καὶ φρονήσει διαφέροντες συνεβούλευον πρέσβεις ἐκπέμπειν εἰς τὴν Ῥώμην καὶ περὶ τῶν ἐπιφερομένων ἐγκλημάτων ἀπολογεῖσθαι καὶ πειρᾶσθαι τὴν σύγκλητον εὐγνώμοσι λόγοις καὶ δεήσεσιν ἐξιλάσκεσθαι. διόπερ ἀπέστειλαν εἰς τὴν Ῥώμην τριάκοντα πρεσβευτὰς τοὺς ἐπιφανεστάτους ἄνδρας. οὗτοι δὲ κατ' ἰδίαν περιπορευόμενοι τὰς οἰκίας τῶν συγκλητικῶν καὶ πᾶσαν δεητικὴν προϊέμενοι φωνὴν [2] ἐξεθεράπευον τοὺς τὸ συνέδριον συνέχοντας. εἰσαχθέντες δὲ εἰς τὴν σύγκλητον καὶ περί τε τῶν ἐγκλημάτων ἐμφρόνως ἀπολογησάμενοι τάς τε ἰδίας εὐεργεσίας καὶ συμμαχίας πρὸς τὴν ἡγεμονίαν ἀκριβῶς διελθόντες, ἠξίουν αὐτοὺς εἰς τὴν προγεγενημένην εὔνοιάν τε καὶ συμμαχίαν ἀποκαταστῆναι. ἡ δὲ σύγκλητος ἀσμένως τοὺς λόγους προσδεξαμένη δόγμα ἐπεβάλετο κυροῦν δι' οὗ τῶν ἐγκλημάτων τοὺς Κρῆτας ἀπολύουσα φίλους καὶ συμμάχους τῆς ἡγεμονίας ἀνηγόρευεν ἄκυρον δὲ τὸ δόγμα ἐποίησε Λέντλος ὁ ἐπικαλούμενος Σπινθήρ.

[3] οἱ δὲ Κρῆτες ἀπηλλάγησαν. ἡ δὲ σύγκλητος, περὶ τῶν Κρητῶν πολλάκις λόγου γενομένου ὅτι κοινωνοῦσι τῆς λῃστείας τοῖς πειραταῖς, δόγμα ἔγραψεν ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην καὶ τριακοσίους ὁμήρους δῶσι τοὺς ἐπιφανεστάτους, ἐκπέμψωσι δὲ καὶ Λασθένην καὶ Πανάρην, κοινῇ δὲ πάντες ἐκτίσωσιν ἀργυρίου τάλαντα τετρακισχίλια. οἱ δὲ Κρῆτες πυθόμενοι τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν προσηγγελμένων ἐβουλεύοντο. καὶ οἱ μὲν φρονήσει διαφέροντες ἔφρασαν δεῖν πάντα ποιεῖν τὰ προσταττόμενα, οἱ δὲ περὶ τὸν Λασθένην, τοῖς ἐγκλήμασιν ὄντες ἔνοχοι καὶ φοβούμενοι μὴ ἀναπεμφθέντες εἰς τὴν Ῥώμην τιμωρίας τύχωσιν, ἀνέσειον τὰ πλήθη παρακαλοῦντες τὴν ἐξ αἰῶνος παραδεδομένην ἐλευθερίαν διαφυλάττειν. (Const. Exc. 1, p. 409.)

[1]   Ὅτι τῶν Ἀντιοχέων τινὲς καταφρονήσαντες Ἀντιόχου τοῦ βασιλέως διὰ τὴν ἧτταν ἀνέσειον τὰ πλήθη καὶ συνεβούλευον ἐκ τῆς πόλεως μεταστήσασθαι. γενομένης δὲ στάσεως μεγάλης καὶ τοῦ βασιλέως ἐπικρατήσαντος, οἱ αἴτιοι τῆς στάσεως φοβηθέντες ἔφυγον ἐκ τῆς Συρίας, καὶ καταντήσαντες εἰς Κιλικίαν ἐπεβάλοντο κατάγειν Φίλιππον, ὃς ἦν υἱὸς Φιλίππου τοῦ γεγονότος ἐξ Ἀντιόχου τοῦ Γρυποῦ. ὑπακούσαντος δὲ τοῦ Φιλίππου καὶ καταντήσαντος πρὸς Ἄζιζον τὸν Ἄραβα, ἀσμένως τοῦτον προσδεξάμενος Ἄζιζος καὶ περιθεὶς διάδημα ἐπὶ τὴν βασιλείαν κατήγαγεν.

[2]

[1]    Ὅτι τὰς ὅλας ἐλπίδας ἔχων ἐν τῇ τοῦ Σαμψικεράμου συμμαχίᾳ μετεπέμπετο τοῦτον μετὰ τῆς δυνάμεως. ὁ δὲ ἐν ἀπορρήτοις συνθέμενος πρὸς Ἄζιζον ἐπ' ἀναιρέσει τῶν βασιλέων ἧκε μετὰ τῆς δυνάμεως καὶ μετεπέμπετο τὸν Ἀντίοχον. τοῦ δὲ διὰ τὴν ἄγνοιαν ὑπακούσαντος, ὑποκριθεὶς ὡς φίλος συνέλαβε τὸν βασιλέα, καὶ τότε μὲν δήσας παρεφύλαττεν, ὕστερον δὲ ἀνεῖλεν. ὁμοίως δὲ καὶ Ἄζιζος κατὰ τὰς γενομένας ἐπὶ μερισμῷ τῆς Συριακῆς βασιλείας συνθέσεις ἐπεβάλετο δολοφονῆσαι τὸν Φίλιππον· ὁ δὲ προαισθόμενος τὴν ἐπιβουλὴν ἔφυγεν εἰς τὴν Ἀντιόχειαν.

   (Const. Exc. 3, pp. 210-211.)

[2]   Ὅτι περὶ Δαμασκὸν τῆς Συρίας διατρίβοντος Πομπηίου ἧκε πρὸς αὐτὸν Ἀριστόβουλος ὁ τῶν Ἰουδαίων βασιλεὺς καὶ Ὑρκανὸς ὁ ἀδελφὸς ἀμφισβητοῦντες περὶ τῆς βασιλείας. οἱ δὲ ἐπιφανέστατοι πλείους ὄντες τῶν διακοσίων κατήντησαν πρὸς τὸν αὐτοκράτορα, καὶ ἀπεφήναντο τοὺς προγόνους αὐτῶν ἀφεστηκότας τοῦ Δημητρίου πεπρεσβευκέναι πρὸς τὴν σύγκλητον, καὶ παρειληφέναι τὴν προστασίαν τῶν Ἰουδαίων ἐλευθέρων καὶ αὐτονόμων, οὐ βασιλέως χρηματίζοντος ἀλλ' ἀρχιερέως τοῦ προεστηκότος τοῦ ἔθνους. τούτους δὲ νῦν δυναστεύειν καταλελυκότας τοὺς πατρίους νόμους καὶ καταδεδουλῶσθαι τοὺς πολίτας ἀδίκως· μισθοφόρων γὰρ πλήθει καὶ αἰκίαις καὶ πολλοῖς φόνοις ἀσεβέσι περιπεποιῆσθαι τὴν βασιλείαν. ὁ δὲ περὶ μὲν τῶν ἀμφισβητήσεων εἰς ὕστερον ὑπερεβάλετο καιρόν, περὶ δὲ τῆς παρανομίας τῶν Ἰουδαίων καὶ τῶν εἰς Ῥωμαίους ἀδικημάτων πικρῶς ἐπιτιμήσας τοῖς περὶ τὸν Ὑρκανὸν ἀξίους μὲν αὐτοὺς ἔφησεν εἶναι καὶ μείζονος καὶ πικροτέρας ἐπιστροφῆς, ὅμως δὲ διὰ τὴν πάτριον ἐπιείκειαν τῶν Ῥωμαίων, ἐὰν ἀπὸ τοῦ νῦν πείθωνται, συγγνώμης αὐτοὺς ἀξιώσειν. (Const. Exc. 4, pp. 404-405.)

[3]   Ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον, οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν κεφαλαίοις τήν τε τοῦ ἔθνους τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ' αὐτοῖς νόμιμα. κατὰ τὴν Αἴγυπτον τὸ παλαιὸν λοιμικῆς περιστάσεως γενομένης ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ παντοδαπῶν κατοικούντων ξένων καὶ διηλλαγμένοις ἔθεσι χρωμένων περὶ τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ' αὐτοῖς τὰς πατρίους τῶν θεῶν [2] τιμάς. διόπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον ἐὰν μὴ τοὺς ἀλλοφύλους μεταστήσωνται, λύσιν οὐκ ἔσεσθαι τῶν κακῶν. εὐθὺς οὖν ξενηλατουμένων τῶν ἀλλοεθνῶν, οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστραφέντες ἐξερρίφησαν, ὥς τινές φασιν, εἰς τὴν Ἑλλάδα καί τινας ἑτέρους τόπους, ἔχοντες ἀξιολόγους ἡγεμόνας, ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην Ἰουδαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ [3] ἔρημον οὖσαν κατ' ἐκείνους τοὺς χρόνους. ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος Μωσῆς, φρονήσει τε καὶ ἀνδρείᾳ πολὺ διαφέρων. οὗτος δὲ καταλαβόμενος τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν οὖσαν ἐπιφανεστάτην, ὀνομαζομένην Ἱεροσόλυμα. ἱδρύσατο δὲ καὶ τὸ μάλιστα παρ' αὐτοῖς τιμώμενον ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολιτείαν ἐνομοθέτησέ τε καὶ διέταξε. διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλὰς διὰ τὸ τὸν ἀριθμὸν τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῷ πλήθει τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων.

[4] ἄγαλμα δὲ θεῶν τὸ σύνολον οὐ κατεσκεύασε διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν ὅλων κύριον. τὰς δὲ θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι καὶ τὰς κατὰ τὸν βίον ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρωπόν τινα καὶ μισόξενον βίον εἰσηγήσατο. ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μάλιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προΐστασθαι, τούτους ἱερεῖς ἀπέδειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ [5] θεοῦ τιμάς τε καὶ θυσίας. τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασιλέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν δίδοσθαι διὰ παντὸς τῷ δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῇ προέχειν. τοῦτον δὲ προσαγορεύουσιν ἀρχιερέα, καὶ νομίζουσιν αὑτοῖς ἄγγελον γίνεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων.

[6] τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησὶν ἐκφέρειν τὰ παραγγελλόμενα, καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπιθεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρχιερέα. προσγέγραπται δὲ καὶ τοῖς νόμοις ἐπὶ τελευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς Ἰουδαίοις. ἐποιήσατο δ' ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ [7] σύνολον ὑπομονὴν πάσης κακοπαθείας. ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος χώραν κατεκληρούχησε, τοῖς μὲν ἰδιώταις ἴσους ποιήσας κλήρους, τοῖς δ' ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιολογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. οὐκ ἐξῆν δὲ τοῖς ἰδιώταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεονεξίαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευάζωσιν ὀλιγανδρίαν.

[8] τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι' ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε πολυάνθρωπον. καὶ τὰ περὶ τοὺς γάμους δὲ καὶ τὰς τῶν τελευτώντων ταφὰς πολὺ τὸ παρηλλαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. ... περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Ἀβδηρίτης ταῦτα ἱστόρηκεν.

   (Photius, Bibl. pp. 380-381 B.)

[4]

[1]    Ὅτι ὁ Πομπήιος τὰς ἰδίας πράξεις ἃς συνετέλεσεν ἐπὶ τῆς Ἀσίας ἀναγράψας ἀνέθηκεν, ὧν ἐστιν ἀντίγραφον τόδε. Πομπήιος Γναΐου υἱὸς Μέγας αὐτοκράτωρ τὴν παράλιον τῆς οἰκουμένης καὶ πάσας τὰς ἐντὸς Ὠκεανοῦ νήσους ἐλευθερώσας τοῦ πειρατικοῦ πολέμου, ὁ ῥυσάμενός ποτε πολιορκουμένην τὴν Ἀριοβαρζάνου βασιλείαν, Γαλατίαν τε καὶ τὰς ὑπερκειμένας χώρας καὶ ἐπαρχίας, Ἀσίαν, Βιθυνίαν, ὑπερασπίσας δὲ Παφλαγονίαν τε καὶ τὸν Πόντον, Ἀρμενίαν τε καὶ Ἀχαΐαν, ἔτι δὲ Ἰβηρίαν, Κολχίδα, Μεσοποταμίαν, Σωφηνήν, Γορδυηνήν, ὑποτάξας δὲ βασιλέα Μήδων Δαρεῖον, βασιλέα Ἀρτώλην Ἰβήρων, βασιλέα Ἀριστόβουλον Ἰουδαίων, βασιλέα Ἀρέταν Ναβαταίων Ἀραβίαν, καὶ τὴν κατὰ Κιλικίαν Συρίαν, Ἰουδαίαν, Ἀραβίαν, Κυρηναϊκὴν ἐπαρχίαν, Ἀχαιούς, Ἰοζυγούς, Σοανούς, Ἡνιόχους καὶ τὰ λοιπὰ φῦλα τὰ μεταξὺ Κολχίδος καὶ Μαιώτιδος λίμνης τὴν παράλιον διακατέχοντα καὶ τοὺς τούτων βασιλεῖς ἐννέα τὸν ἀριθμὸν καὶ πάντα τὰ ἔθνη τὰ ἐντὸς τῆς Ποντικῆς καὶ τῆς Ἐρυθρᾶς θαλάσσης κατοικοῦντα, καὶ τὰ ὅρια τῆς ἡγεμονίας τοῖς ὅροις τῆς γῆς προσβιβάσας, καὶ τὰς προσόδους Ῥωμαίων φυλάξας, ἃς δὲ προσαυξήσας, τούς τε ἀνδριάντας καὶ τὰ λοιπὰ ἀφιδρύματα τῶν θεῶν καὶ τὸν λοιπὸν κόσμον τῶν πολεμίων ἀφελόμενος ἀνέθηκε τῇ θεῷ χρυσοῦς μυρίους καὶ δισχιλίους ἑξήκοντα, ἀργυρίου τάλαντα τριακόσια ἑπτά. (Const. Exc. 4, pp. 405-406.)

[5]   Ὅτι κατὰ τὴν Ῥώμην Κατιλίνας τις κατάχρεως καὶ Λέντλος ὁ ἐπικαλούμενος Σούρας ἀθροίσαντες ὄχλον ἀπόστασιν ἐμελέτησαν κατὰ τῆς συγκλήτου τοιῷδέ τινι τρόπῳ. μελλούσης τινὸς ἑορτῆς εἶναι, καθ' ἣν ἔθος ἦν τοὺς πατρωνευομένους ὑπὸ τῶν ἐν ὑπεροχαῖς ὄντων ξένια πέμπειν, καὶ διὰ ταύτην τὴν αἰτίαν δι' ὅλης τῆς νυκτὸς ἀνεῷχθαι τὰς οἰκίας συνέβαινε· συνέθεντο οὖν κατὰ τοῦτον τὸν καιρὸν εἰσπέμπειν εἰς τὰς τῶν ἐπιβουλευομένων οἰκίας τοὺς προσάξοντας αὐτοῖς τὰς χεῖρας· οὓς ἔδει τὴν μὲν φαντασίαν χάριν τῆς τῶν ξενίων εἰσφορᾶς ἀνυπόπτως εἰσελθόντας, καὶ ἀδήλως παρεζωσμένους ξίφη καὶ κατ' ὀλίγους ἐφ' ἑκάστῃ οἰκίᾳ μεμερισμένους ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἅπασαν σχεδὸν τὴν σύγκλητον ἀνελεῖν. τοῦτον δὲ τὸν τρόπον διεσκευασμένης τῆς ἐπιβουλῆς, παραδόξως διεσώθησαν. ὄντων γὰρ πλειόνων ἢ τετρακοσίων τῶν ἐπὶ τὴν σφαγὴν τεταγμένων, ἕνα τούτων διακείμενον ἐρωτικῶς πρός τινα παιδίσκην καὶ ὑπὸ ταύτης παραθεωρούμενον πλεονάκις λέγειν φασὶν ὅτι μετ' ὀλίγας ἡμέρας ἔσται τοῦ πνεύματος αὐτῆς κύριος. τῆς δὲ θαυμαζούσης τὸ ῥηθὲν καὶ μὴ δυναμένης νοῆσαι τὴν αἰτίαν τῆς ἀπειλῆς, τὸν μὲν νεανίσκον μένειν ἐπὶ τῆς ἀνατάσεως, τὴν δὲ κατὰ τὴν συμπεριφορὰν καὶ τὴν μετ' αὐτοῦ μέθην ὑποκριναμένην κεχαρισμένας ὁμιλίας ἀξιοῦν δηλῶσαι τίνα ποτὲ νοῦν ἔχει τὸ ῥηθέν· τὸν δὲ διὰ τὸν ἔρωτα βουλόμενον ταύτῃ χαρίσασθαι πᾶσαν τὴν ἀλήθειαν μηνῦσαι· τὴν δὲ προσποιηθεῖσαν μετ' εὐνοίας καὶ χαρᾶς δεδέχθαι τὸν λόγον σιωπῆσαι, τῇ δὲ ὑστεραίᾳ πρὸς τὴν τοῦ ὑπάτου Κικέρωνος γυναῖκα καταντήσασαν καὶ κατ' ἰδίαν διαλεχθεῖσαν περὶ τούτων ἀπαγγεῖλαι τοὺς ῥηθέντας λόγους ὑπὸ τοῦ νεανίσκου, καὶ τούτῳ τῷ τρόπῳ φανερὰν γενέσθαι τὴν τούτων συνωμοσίαν. τὸν δὲ τὰ μὲν ἀνατάσει καὶ φόβῳ, τὰ δὲ παρακλήσει φιλανθρώπῳ χρησάμενον μαθεῖν ἀκριβῶς παρ' αὐτῶν τὴν ὅλην ἐπιβουλήν.

   (Const. Exc. 3, pp. 211-212.)

[5]   Ὅτι Λεύκιος Σέργιος ὁ ἐπικαλούμενος Κατιλίνας κατάχρεως γεγονὼς ἀπόστασιν ἐμελέτησεν, ὁ δὲ Μάρκος Κικέρων ὁ ὕπατος λόγον διετίθετο περὶ τῆς προσδοκωμένης ταραχῆς. καὶ κληθέντος Κατιλίνα καὶ τῆς κατηγορίας κατὰ πρόσωπον γινομένης, ὁ Κατιλίνας κατ' οὐδένα τῶν τρόπων ἔφησεν ἑαυτοῦ καταγνώσεσθαι φυγὴν ἑκούσιον καὶ ἄκριτον. ὁ δὲ Κικέρων ἐπηρώτησε τοὺς συγκλητικοὺς εἰ δοκεῖ μεταναστῆναι τὸν Κατιλίναν ἐκ τῆς πόλεως. σιωπώντων δὲ τῶν πολλῶν διὰ τὴν κατὰ πρόσωπον ἐντροπήν, δι' ἑτέρου τρόπου, καθάπερ ἐλέγξαι τὴν σύγκλητον ἀκριβῶς βουλόμενος, τὸ δεύτερον ἐπηρώτησε τοὺς συνέδρους εἰ κελεύουσι Κόιντον Κάτλον ἐκ τῆς Ῥώμης μεταστήσασθαι. μιᾷ δὲ φωνῇ πάντων ἀναβοησάντων μὴ δοκεῖν καὶ δυσχεραινόντων ἐπὶ τῷ ῥηθέντι, πάλιν ἐπὶ τὸν Κατιλίναν ἔφησεν, ὅταν τινὰ μὴ νομίσωσιν εἶναι ἐπιτήδειον φυγεῖν, μεθ' ὅσης κραυγῆς ἀντιλέγουσιν· ὥστε εἶναι φανερὸν ὅτι διὰ τῆς σιωπῆς ὁμολογοῦσι φυγήν. ὁ δὲ Κατιλίνας εἰπὼν ὅτι βουλεύσεται καθ' ἑαυτὸν ἀνεχώρησεν.

[2]    Ὅτι κατὰ τὴν παροιμίαν τῷ πλείονι πολέμιον καθίσταται τοὔλαττον. (Const. Exc. 4, p. 406.)

[6]   Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας,

   Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις,

   Διόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις.

   (Tzetzes, Hist. 2, 3133.)

[7]   [... τὴν ἀρχὴν τοῦ Κελτικοῦ πολέμου, ἣν τελευτὴν πεποιήμεθα τῆς ἱστορίας.]

   (Diodorus, 1. 5. 1.)

[3]    [Τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν. ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν· οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας.]

   (Diodorus, 3. 38. 23.)

[4]    [Καθ' ἡμᾶς δὲ Γάιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ἐπονομασθεὶς θεὸς πρῶτος τῶν μνημονευομένων ἐχειρώσατο τὴν νῆσον, καὶ τοὺς Βρεττανοὺς καταπολεμήσας ἠνάγκασε τελεῖν ὡρισμένους φόρους. ἀλλὰ περὶ μὲν τούτων τὰς κατὰ μέρος πράξεις ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.]

   (Diodorus, 5. 21. 2.)

[5]    [Ἀλλὰ περὶ μὲν τῶν κατ' αὐτὴν νομίμων καὶ τῶν ἄλλων ἰδιωμάτων τὰ κατὰ μέρος ἀναγράψομεν ὅταν ἐπὶ τὴν Καίσαρος γενομένην στρατείαν εἰς Βρεττανίαν παραγενηθῶμεν.] (Diodorus, 5. 22. 1.)

[8]

[1]    Ὅτι τῶν βίβλων τινὲς πρὸ τοῦ διορθωθῆναι καὶ τὴν ἀκριβῆ συντέλειαν λαβεῖν κλαπεῖσαι προεξεδόθησαν, οὔπω συνευαρεστουμένων ἡμῶν τῇ γραφῇ· ἃς ἡμεῖς ἀποποιούμεθα. ἵνα δὲ αὗται φανεραὶ γενόμεναι μὴ λυμαίνωνται τὴν ὅλην ἐπιβολὴν τῆς ἱστορίας, ἐκρίναμεν δεῖν τὸν ἐλέγχοντα λόγον τὴν ἄγνοιαν ἐκθέσθαι. ἐν τεσσαράκοντα γὰρ βίβλοις περιειληφότες τὴν πραγματείαν, ἐν μὲν ἓξ ταῖς πρώταις ἀνεγράψαμεν τὰς πρὸ τῶν Τρωικῶν πράξεις τε καὶ μυθολογίας, καὶ τοὺς χρόνους ἐν ταύταις ἐπ' ἀκριβείας οὐ διωρισάμεθα διὰ τὸ μηδὲν παράπηγμα περὶ τούτων παρει....

   (Const. Exc. 4, pp. 406-407.)