4361 374 0 0 35 0 I a. C. Storiografia Diodorus IX Bibliotheca historica (lib. 1-20) Vogel, F., Leipzig, Teubner, 1:1888; 2:1890; 3:1893; 4-5:1906 Rist. 1964, Stuttgart, Teubner. 8

FRAGMENTA LIBRI IX.

[1]   Ἦν δὲ καὶ Σόλων πατρὸς μὲν Ἐξηκεστίδου, τὸ γένος ἐκ Σαλαμῖνος τῆς Ἀττικῆς, σοφίᾳ δὲ καὶ παιδείᾳ πάντας τοὺς καθ' ἑαυτὸν ὑπερβεβληκώς. φύσει δὲ πρὸς ἀρετὴν τῶν ἄλλων πολὺ διαφέρων ἐζήλωσεν ἀρετὴν ἐπαινουμένην· πᾶσι γὰρ τοῖς μαθήμασι πολὺν χρόνον ἐνδιατρίψας ἀθλητὴς ἐγένετο πάσης ἀρετῆς.

[2] κατὰ μὲν γὰρ τὴν τοῦ παιδὸς ἡλικίαν παιδευταῖς ἐχρήσατο τοῖς ἀρίστοις, ἀνδρωθεὶς δὲ συνδιέτριψε τοῖς μεγίστην ἔχουσι δόξαν ἐπὶ φιλοσοφίᾳ. διὸ καὶ τούτοις ὁμιλῶν καὶ συνδιατρίβων ὠνομάσθη μὲν εἷς τῶν ἑπτὰ σοφῶν καὶ τὸ πρωτεῖον τῆς συνέσεως οὐ μόνον παρὰ τούτοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς θαυμαζομένοις ἀπηνέγκατο.

[3]    Ὅτι ὁ αὐτὸς Σόλων, ἐν τῇ νομοθεσίᾳ μεγάλην δόξαν περιποιησάμενος, ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις καὶ ἀποκρίσεσιν, ἔτι δὲ συμβουλίαις, θαυμαστὸς ἐτύγχανε διὰ τὴν ἐν παιδείᾳ προκοπήν.

[4]    Ὅτι ὁ αὐτὸς Σόλων, τὴν ὅλην ἀγωγὴν τῆς πόλεως ἐχούσης Ἰωνικήν, καὶ διὰ τὴν τρυφὴν καὶ τὴν ῥᾳστώνην ἐκτεθηλυμμένων τῶν ἀνθρώπων, μετέθηκε τῇ συνηθείᾳ πρὸς ἀρετὴν καὶ ζῆλον τῶν ἀνδρείων πράξεων. διὸ τῇ τούτου νομοθεσίᾳ καθοπλισθέντες τὰς ψυχὰς Ἁρμόδιος καὶ Ἀριστογείτων καταλύειν ἐπεχείρησαν τὴν τῶν Πεισιστρατιδῶν ἀρχήν. [Exc. de virt. p. 233 V., 551 W.]

[2]

[1]    Ὅτι Κροῖσος ὁ Λυδῶν βασιλεὺς μεγάλας κεκτημένος δυνάμεις καὶ πολὺν ἐκ παρασκευῆς σεσωρευκὼς ἄργυρόν τε καὶ χρυσόν, μετεπέμπετο τῶν Ἑλλήνων τοὺς σοφωτάτους, καὶ συνδιατρίβων αὐτοῖς μετὰ πολλῶν δώρων ἐξέπεμψε καὶ αὐτὸς πρὸς ἀρετὴν ὠφελεῖτο πολλά. ποτὲ δὲ τοῦτον [i. e. Σόλωνα] μεταπεμψάμενος καὶ τὰς δυνάμεις καὶ τὸν πλοῦτον ἐπιδειξάμενος, ἠρώτησεν εἴ τις ἕτερος αὐτῷ δοκεῖ [2] μακαριώτερος εἶναι. ὁ δὲ Σόλων τῇ συνήθει τοῖς φιλοσόφοις χρησάμενος παρρησίᾳ ἔφη μηδένα τῶν ζώντων εἶναι μακάριον· τὸν γὰρ ἐπ' εὐδαιμονίᾳ πεφρονηματισμένον καὶ δοκοῦντα τὴν τύχην ἔχειν συνεργὸν μὴ γινώσκειν εἰ διαμενεῖ μετ' αὐτοῦ μέχρι τῆς ἐσχάτης. σκοπεῖν οὖν ἔφησε δεῖν τὴν τοῦ βίου τελευτὴν καὶ τὸν διευτυχήσαντα τότε προσηκόντως [3] λέγειν μακάριον. ὁ δὲ Κροῖσος ὕστερον γενόμενος αἰχμάλωτος ὑπὸ Κύρου καὶ μέλλων ἐπὶ μεγάλῃ πυρᾷ κατακαίεσθαι, τῆς Σόλωνος ἀποφάσεως ἐμνημόνευσεν. διὸ καὶ τοῦ πυρὸς ἤδη περιφλέγοντος ἀνεβόα [4] συνεχῶς τὸ τοῦ Σόλωνος ὄνομα. ὁ δὲ Κῦρος προσπέμψας τοὺς πευσομένους, τίς ἡ συνεχής ἐστι τοῦ Σόλωνος ὀνομασία, μαθὼν τἀληθὲς μετέπεσε τοῖς λογισμοῖς καὶ νομίσας τὴν ἀπόκρισιν τοῦ Σόλωνος ἀληθινὴν εἶναι τῆς μὲν ὑπερηφανείας ἀπανίστατο, τὴν δὲ πυρὰν κατασβέσας ἔσωσε τὸν Κροῖσον καὶ τὸ λοιπὸν ἕνα τῶν φίλων κατηρίθμησεν. (Cf. frag. 34.)

[5]    Ὅτι ὁ Σόλων ἡγεῖτο τοὺς μὲν πύκτας καὶ σταδιεῖς καὶ τοὺς ἄλλους ἀθλητὰς μηδὲν ἀξιόλογον συμβάλλεσθαι ταῖς πόλεσι πρὸς σωτηρίαν, τοὺς δὲ φρονήσει καὶ ἀρετῇ διαφέροντας μόνους δύνασθαι τὰς πατρίδας ἐν τοῖς κινδύνοις διαφυλάττειν.

[3]

[1]    Ὅτι περὶ τοῦ χρυσοῦ τρίποδος ἀμφισβητήσεως οὔσης ἡ Πυθία ἔχρησεν οὕτως·

[2]    ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς;

   τίς σοφίᾳ πρῶτος πάντων, τούτου τρίποδ' αὐδῶ.

οἱ δέ φασιν ἄλλως ὅτι πολέμου γενομένου τοῖς Ἴωσι πρὸς ἀλλήλους, καὶ τοῦ τρίποδος παρὰ σαγηνέων ἀνενεχθέντος, ἐπερωτῆσαι τὸν θεὸν περὶ τῆς καταλύσεως τοῦ πολέμου. ἡ δὲ ἔφη,

   οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων,

   πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κάμε τεύχων,

   ἐκ μέσσου πέμψητε, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται

   ὃς σοφίᾳ τά τ' ἐόντα τά τ' ἐσσόμενα προδέδορκεν.

[3]    Ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ χρησμῷ Θάλητι τῷ Μιλησίῳ [τῶν ἑπτὰ σοφῶν] τὸ ἀριστεῖον ἐβούλοντο δοῦναι· τὸν δ' εἰπεῖν ὡς οὐκ ἔστι πάντων σοφώτατος, συμβουλεύειν δὲ πρὸς ἕτερον πέμπειν σοφώτερον. τούτῳ δὲ τῷ τρόπῳ καὶ τῶν ἄλλων τῶν ἑπτὰ σοφῶν ἀποποιησαμένων τὸν τρίποδα Σόλωνι δίδοσθαι δοκοῦντι πάντας ἀνθρώπους ὑπερβεβλῆσθαι σοφίᾳ τε καὶ συνέσει. τὸν δὲ συμβουλεῦσαι τοῦτον ἀναθεῖναι Ἀπόλλωνι· τοῦτον γὰρ εἶναι σοφώτερον πάντων. (Cf. frag. 13, 2.)

[4]

[1]    Ὅτι ὁ αὐτὸς πρὸς τῇ τοῦ βίου καταστροφῇ ὁρῶν Πεισίστρατον πρὸς χάριν [λόγοις] τὰ πλήθη δημαγωγοῦντα καὶ πρὸς τυραννίδα παρορμῶντα, τὸ μὲν πρῶτον λόγοις ἐπεχείρησεν ἀποτρέπειν ταύτης τῆς ἐπιβολῆς· οὐ προσέχοντος δὲ αὐτοῦ προῆλθεν εἰς τὴν ἀγορὰν μετὰ τῆς πανοπλίας παντελῶς ἤδη γεγηρακώς.

[2] συνδραμόντος δὲ τοῦ πλήθους πρὸς αὐτὸν διὰ τὸ παράδοξον, παρεκάλει τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα καὶ παραχρῆμα καταλύειν τὸν τύραννον· οὐδενὸς δὲ αὐτῷ προσέχοντος, καὶ πάντων αὐτοῦ μανίαν καταγινωσκόντων, τινῶν δὲ παραγηρᾶν αὐτὸν ἀποφαινομένων, ὁ μὲν Πεισίστρατος ἤδη τινὰς δορυφόρους περιαγόμενος προσῆλθε τῷ Σόλωνι καὶ ἐπύθετο τίνι θαρρῶν τὴν τυραννίδα καταλύειν αὐτοῦ βούλεται, τοῦ δὲ εἰπόντος ὅτι τῷ γήρᾳ, θαυμάσας τὴν φρόνησιν αὐτοῦ οὐδὲν αὐτὸν ἠδίκησεν. (Cf. frag. 20, 4.)

[5]

[1]    Ὅτι τὸν παρανόμοις καὶ ἀδίκοις πράξεσιν ἐπιβαλόμενον οὐκ ἂν προσηκόντως σοφὸν νομίζεσθαι.

[6]   Ὅτι φασὶν Ἀνάχαρσιν τὸν Σκύθην φρονοῦντα ἐπὶ σοφίᾳ μέγα παραγενέσθαι Πυθώδε καὶ ἐπερωτῆσαι τίς ἐστιν αὐτοῦ τῶν Ἑλλήνων σοφώτερος. καὶ εἰπεῖν,

   Οἰταῖόν τινά φασι Μύσωνα

   σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν, ὅστις ἦν Μαλιεὺς καὶ ᾤκει τὴν Οἴτην εἰς κώμην Χηνὰς καλουμένην. [Exc. Vat. p. 1416.]

[7]   Ὅτι Μύσων τις ἦν Μαλιεύς, ὃς ᾤκει ἐν κώμῃ Χηνὰς καλουμένῃ, τὸν ἅπαντα χρόνον ἐν ἀγρῷ διατρίβων καὶ ὑπὸ τῶν πολλῶν ἀγνοούμενος· ὃν ἀντεισῆξαν εἰς τοὺς ἑπτὰ σοφούς, ἐκκρίναντες τὸν Περίανδρον τὸν Κορίνθιον διὰ τὸ τύραννον γεγονέναι πικρόν. [Exc. de virt. et vit. p. 234 V., 552 W.]

[8]   Ὅτι ὁ Σόλων πολυπραγμονήσας τὸν τόπον ἐν ᾧ διέτριβε Μύσων, κατέλαβεν αὐτὸν ἐπὶ τῆς ἅλω πρὸς ἄροτρον προσβαλόντα ἐχέτλην, καὶ πειραθεὶς τοῦ ἀνδρὸς ἔφη, Οὐχ ὥρα νῦν ἀρότρου, ὦ Μύσων, καὶ οὗτος, Οὐ χρῆσθαι, εἶπεν, ἀλλ' ἐπισκευάζειν. [Exc. Vat. p. 17.]

[9]   Ὅτι Χίλων τῷ λόγῳ σύμφωνον ἔσχε τὸν βίον, ὅπερ σπανίως εὕροι τις ἂν γινόμενον. τῶν γὰρ καθ' ἡμᾶς φιλοσόφων τοὺς πλείστους ἰδεῖν ἔστι λέγοντας μὲν τὰ κάλλιστα, πράττοντας δὲ τὰ χείριστα, καὶ τὴν ἐν ταῖς ἀπαγγελίαις αὐτῶν σεμνότητα καὶ σύνεσιν διὰ τῆς πείρας ἐλεγχομένην. ὁ δὲ Χίλων χωρὶς τῆς κατὰ τὸν βίον ἐν ἅπασι τοῖς πραττομένοις ἀρετῆς πολλὰ διενοήθη καὶ ἀπεφθέγξατο μνήμης ἄξια. [Exc. de virt. et vit. p. 234 V., 552 W.]

[10]   Ὅτι Χίλων ἀφικόμενος εἰς Δελφοὺς καὶ καθάπερ ἀπαρχὰς ποιούμενος τῷ θεῷ τῆς ἰδίας συνέσεως ἐπέγραψεν ἐπί τινα κίονα τρία ταῦτα, Γνῶθι σεαυτόν, καὶ Μηδὲν ἄγαν, καὶ τρίτον Ἐγγύα, πάρα δ' ἄτα. τούτων ἕκαστον ὑπάρχον βραχὺ καὶ Λακωνικὸν [2] μεγάλην ἔχει τὴν ἀναθεώρησιν. τὸ γὰρ Γνῶθι σαυτὸν παραγγέλλει παιδευθῆναι καὶ φρόνιμον γενέσθαι· οὕτω γὰρ ἄν τις ἑαυτὸν γνοίη· ἢ ὅτι οἱ ἄμοιροι παιδείας καὶ ἀλόγιστοι κατὰ τὸ πλεῖστον ἑαυτοὺς συνετωτάτους ὑπειλήφασιν, ἥπερ ἐστὶ τῶν ἀμαθιῶν ἀμαθεστάτη κατὰ τὸν Πλάτωνα, ἢ ὅτι τοὺς πονηροὺς ἐπιεικεῖς ἡγοῦνται, τοὺς δὲ χρηστοὺς ἀνάπαλιν φαύλους· μόνως γὰρ ἄν τις οὕτως ἑαυτὸν γνοίη καὶ ἕτερον, τυχὼν παιδείας καὶ συνέσεως [3] περιττοτέρας. τὸ δὲ Μηδὲν ἄγαν μετριάζειν ἐν πᾶσι καὶ μηδὲ περὶ ἑνὸς τῶν ἀνθρωπίνων τελείως διορίζεσθαι, ὡς Ἐπιδάμνιοι. οὗτοι γὰρ παρὰ τὸν Ἀδρίαν οἰκοῦντες καὶ πρὸς ἀλλήλους διαφερόμενοι, μύδρους διαπύρους καταποντίσαντες ἐν μέσῳ τῷ πελάγει διωμόσαντο μὴ σπείσεσθαι τὴν πρὸς ἀλλήλους ἔχθραν πρότερον ἕως ἂν οὗτοι θερμοὶ ἀνενεχθῶσιν. οὕτω δὲ σκληρῶς ὀμόσαντες καὶ τὸ Μηδὲν ἄγαν οὐκ ἐπινοήσαντες ὕστερον ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενοι διελύσαντο τὴν ἔχθραν, [4] ἐάσαντες τοὺς μύδρους ψυχροὺς ἐν τῷ βυθῷ. τὸ δὲ Ἐγγύα, πάρα δ' ἄτα, τινὲς ὑπέλαβον γάμον ἀπαγορεύειν· τὴν γὰρ τοῦ γάμου σύνθεσιν παρὰ τοῖς πλείστοις τῶν Ἑλλήνων ἐγγύην ὀνομάζεσθαι, καὶ βεβαιωτὴς ὁ κοινὸς βίος, ἐν ᾧ πλεῖσται καὶ μέγισται γίνονται συμφοραὶ διὰ τὰς γυναῖκας. ἔνιοι δέ φασιν ἀνάξιον εἶναι Χίλωνος διὰ τὸ μὴ δύνασθαι ἀναιρουμένου τοῦ γάμου διαμένειν τὸν βίον, τὴν δὲ ἄτην ἀποφαίνονται ἐγγύαις ταῖς ἐπὶ τῶν συμβολαίων καὶ ταῖς ὑπὲρ τῶν ἄλλων διομολογήσεσι περὶ χρημάτων. καὶ Εὐριπίδης

   οὐκ ἐγγυῶμαι· ζημία φιλέγγυον

   σκοπεῖν· τὰ Πυθοῖ δ' οὐκ ἐᾷ με γράμματα.

[5]    Ἔνιοι δέ φασι μὴ Χίλωνος εἶναι μηδὲ πολιτικὸν τὸ μηδενὶ τῶν φίλων ἐν ταῖς τοιαύταις χρείαις ἐπαρκεῖν, ἀλλὰ μᾶλλον τὰς καταβεβαιώσεις ἀπαγορεύειν καὶ τὸ κατατεταμένως ἐγγυᾶσθαί τε καὶ διορίζεσθαι τῶν ἀνθρωπίνων, ὡς ποιῆσαι τοὺς Ἕλληνας ὅτε κατηγωνίσαντο τὸν Ξέρξην. ὤμοσαν γὰρ ἐν Πλαταιαῖς παραδώσειν παίδων παισὶ τὴν πρὸς τοὺς Πέρσας ἔχθραν, ἕως ἂν οἱ ποταμοὶ ῥέωσιν εἰς τὴν θάλατταν καὶ γένος ἀνθρώπων ᾖ καὶ γῆ καρποὺς φέρῃ· τὸ δὲ τῆς τύχης εὐμετάπτωτον βεβαίως ἐγγυώμενοι μετά τινα χρόνον ἐπρεσβεύοντο πρὸς Ἀρταξέρξην τὸν υἱὸν Ξέρξου περὶ φιλίας καὶ συμμαχίας.

[6]  Ὅτι ὁ Χίλωνος λόγος βραχὺς ὢν ὅλην περιείληφε τὴν πρὸς τὸν ἄριστον βίον ὑποθήκην, ὡς καὶ τῶν ἐν Δελφοῖς ἀναθημάτων βελτίω ταῦτα τὰ ἀποφθέγματα. αἱ μὲν γὰρ χρυσαῖ Κροίσου πλίνθοι καὶ τὰ ἄλλα κατασκευάσματα ἠφανίσθη καὶ μεγάλας ἀφορμὰς παρέσχε τοῖς ἀσεβεῖν εἰς τὸ ἱερὸν ἑλομένοις, αἱ δὲ γνῶμαι τὸν ἅπαντα χρόνον σώζονται ἐν ταῖς τῶν πεπαιδευμένων ψυχαῖς τεθησαυρισμέναι καὶ κάλλιστον ἔχουσαι θησαυρόν, πρὸς ὃν ἂν οὔτε Φωκεῖς οὔτε Γαλάται προσενεγκεῖν τὰς χεῖρας σπουδάσειαν. [Exc. Vat. p. 1719.]

[11]

[1]    Ὅτι Πιττακὸς ὁ Μιτυληναῖος οὐ μόνον ἐν σοφίᾳ θαυμαστὸς ἦν, ἀλλὰ καὶ πολίτης ἐγένετο τοιοῦτος οἷον ἕτερον οὐκ ἤνεγκεν ἡ νῆσος, δοκῶ δ' οὐδ' ἂν ὕστερον ἐνέγκαι, μέχρι ἂν τὸν οἶνον φέρῃ πλείω τε καὶ ἡδίω. νομοθέτης τε γὰρ ἀγαθὸς ὑπῆρχε κἀν τοῖς κατὰ μέρος πρὸς τοὺς πολίτας κοινὸς καὶ φιλάνθρωπος, καὶ τὴν πατρίδα τριῶν τῶν μεγίστων συμφορῶν ἀπέλυσε, τυραννίδος, στάσεως, πολέμου.

[2]    Ὅτι Πιττακὸς βαθὺς ἦν καὶ ἥμερος καὶ τὴν παραίτησιν ἔχων αὐτὸς ἐν αὐτῷ. διὸ δὴ πᾶσιν ἐδόκει τέλειος ἀνὴρ εἶναι πρὸς πᾶσαν ἀρετὴν ὁμολογουμένως· κατὰ μὲν γὰρ τὴν νομοθεσίαν ἐφαίνετο πολιτικὸς καὶ φρόνιμος, κατὰ δὲ τὴν πίστιν δίκαιος, κατὰ δὲ τὴν ἐν τοῖς ὅπλοις ὑπεροχὴν ἀνδρεῖος, κατὰ δὲ τὴν πρὸς τὸ κέρδος μεγαλοψυχίαν ἀφιλάργυρος. [Exc. de virt. et vit. p. 237 V., 552 W.]

[12]

[1]    Ὅτι τῶν Μιτυληναίων διδόντων τῷ Πιττακῷ τῆς χώρας ὑπὲρ ἧς ἐμονομάχησε τὴν ἡμίσειαν οὐκ ἐδέξατο, συνέταξε δὲ ἑκάστῳ κληρῶσαι τὸ ἴσον, ἐπιφθεγξάμενος ὡς τὸ ἴσον ἐστὶ τοῦ πλείονος πλεῖον. μετρῶν γὰρ ἐπιεικείᾳ τὸ πλεῖον, οὐ κέρδει, σοφῶς ἐγίνωσκεν· τῇ μὲν γὰρ ἰσότητι δόξαν καὶ ἀσφάλειαν ἀκολουθήσειν, τῇ δὲ πλεονεξίᾳ βλασφημίαν καὶ φόβον, δι' ὧν ταχέως ἂν αὐτοῦ τὴν δωρεὰν ἀφείλαντο.

[2]    Ὅτι σύμφωνα τούτοις ἔπραξε καὶ πρὸς Κροῖσον διδόντα τῶν ἐκ τοῦ γαζοφυλακείου χρημάτων λαβεῖν ὁπόσα βούλοιτο. καὶ γὰρ τότε τὴν δωρεὰν οὐ προσδεξάμενόν φασιν εἰπεῖν, καὶ νῦν ἔχειν ὧν ἤθελε διπλάσια. θαυμάσαντος δὲ τοῦ Κροίσου τὴν ἀφιλαργυρίαν καὶ περὶ τῆς ἀποκρίσεως ἐπερωτήσαντος, εἰπεῖν ὡς τελευτήσαντος ἄπαιδος τἀδελφοῦ κεκληρονομηκὼς οὐσίαν εἴη τὴν ἴσην ᾗπερ εἶχεν, ἣν οὐχ ἡδέως προσειληφέναι.

[3]    Ὅτι καὶ τὸν ποιητὴν Ἀλκαῖον, ἐχθρότατον αὐτοῦ γεγενημένον καὶ διὰ τῶν ποιημάτων πικρότατα λελοιδορηκότα, λαβὼν ὑποχείριον ἀφῆκεν, ἐπιφθεγξάμενος ὡς συγγνώμη τιμωρίας αἱρετωτέρα. [Exc. Vat. p. 19.]

[13]

[1]    Ὅτι φασὶν οἱ Πριηνεῖς ὡς Μεσσηνίας τὸ γένος ἐπισήμους παρθένους λυτρωσάμενος ὁ Βίας παρὰ λῃστῶν ἦγεν ὡς ἰδίας θυγατέρας ἐντίμως. μετὰ δέ τινας χρόνους παραγενομένων τῶν συγγενῶν κατὰ ζήτησιν, ἀπέδωκεν αὐτὰς οὔτε τροφεῖα πραξάμενος οὔτε λύτρα, τοὐναντίον δὲ τῶν ἰδίων πολλὰ δωρησάμενος. εἶχον οὖν πρὸς αὐτὸν αἱ κόραι πατρικὴν εὔνοιαν διά τε τὴν συντροφίαν καὶ τὸ μέγεθος τῆς εὐεργεσίας, ὥστε καὶ χωρισθεῖσαι μετὰ τῶν ἰδίων εἰς τὴν πατρίδα τῆς ὑπερορίου χάριτος οὐκ ἐπελάθοντο.

[2]  Ὅτι σαγηνεῖς Μεσσήνιοι κατὰ τὸν βόλον ἕτερον μὲν οὐδὲν ἀνείλκυσαν, χαλκοῦν δὲ τρίποδα μόνον ἐπιγραφὴν ἔχοντα Τῷ σοφωτάτῳ. ἀναχθέντος δὲ τοῦ κατασκευάσματος δοθῆναι τῷ Βίαντι. (Cf. frag. 3.)

[3]    Ὅτι Βίας ἦν δεινότατος καὶ τῷ λόγῳ πρωτεύων τῶν καθ' ἑαυτόν. κατεχρήσατο δὲ τῇ τοῦ λέγειν δυνάμει πολλοῖς ἀνάπαλιν· οὐ γὰρ εἰς μισθαρνίαν οὐδὲ εἰς προσόδους, ἀλλ' εἰς τὴν τῶν ἀδικουμένων κατετίθετο βοήθειαν. ὅπερ σπανιώτατ' ἄν τις εὕροι. [Exc. de virt. et vit. p. 237 V., 552 W.]

[14]

[1]    Ὅτι μέγα ἐστὶν οὐ τὸ δύναμιν ὅτου δήποτε σχεῖν, ἀλλὰ τὸ ταύτῃ δεόντως χρῆσθαι. ἐπεὶ τί ὄφελος Μίλωνι τῷ Κροτωνιάτῃ τὸ μέγεθος τῆς περὶ τὸ σῶμα ῥώμης;

[2]    Ὅτι Πολυδάμας ὁ Θετταλὸς ὑπὸ τῆς πέτρας διαρραγεὶς πᾶσιν ἐποίησε φανερὸν ὡς ἐπισφαλές ἐστιν ἰσχὺν μὲν μεγάλην ἔχειν, νοῦν δὲ μικρόν. [Exc. Vat. p. 20.]

[15]

[1]    Ὁ Πολυδάμας οὗτος ἦν ἐκ πόλεως Σκοτούσης,

   γυμναῖς χερσὶ μὲν λέοντας ὡς ἄρνας διαφθείρων,

   πτεροῖς ποσὶ δ' ὑπερνικῶν ἅρματα ταχυδρόμα,

   τῇ δὲ χειρί τι σπήλαιον ἀντήρεισε συμπῖπτον.

   ὁ Σικελὸς Διόδωρος γράφει τὴν ἱστορίαν. [Tzetz. Hist. 2, 555.]

[16]   Ὅτι τῶν Κιρραίων πολιορκουμένων πολὺν ἤδη χρόνον διὰ τὸ τὸ χρηστήριον ἐπιχειρεῖν συλᾶν, τινὲς μὲν τῶν Ἑλλήνων εἰς τὰς πατρίδας ἐπανῆλθον, οἱ δὲ ἐπερωτήσαντες τὴν Πυθίαν ἔλαβον χρησμὸν οὕτως,

   οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες,

   πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης

   κῦμα ποτικλύζῃ κελαδοῦν ἱερῇσιν ἐπ' ἀκταῖς. [Exc. Vat. p. 20.]

[17]   Ἰστέον ὅτι ὁ μὲν Σόλων ἐγένετο ἐπὶ τῶν χρόνων τῶν τυράννων ἐν ταῖς Ἀθήναις πρὸ τῶν Περσικῶν χρόνων, ὁ δὲ Δράκων πρὸ αὐτοῦ ἑπτὰ καὶ τεσσαράκοντα ἔτεσιν, ὥς φησιν ὁ Διόδωρος. [Ulpian. ad Demosthen. Timocr. p. 243, B.]

[18]   Ὅτι Περίλαος ὁ ἀνδριαντοποιὸς Φαλάριδι τῷ τυράννῳ κατασκευάσας βοῦς χαλκοῦς πρὸς τιμωρίαν τῶν ὁμοφύλων αὐτὸς πρῶτος ἐπειράθη τοῦ μεγέθους τῆς τιμωρίας· οἱ γὰρ κατὰ τῶν ἄλλων βουλευόμενοί τι φαῦλον ὡς ἐπίπαν ταῖς ἰδίαις ἐπιθυμίαις εἰώθασιν ἁλίσκεσθαι. [Exc. Vat. p. 20.]

[19]   Ὃς Φάλαρις Περίλαον τὸν χαλκουργὸν ἐκεῖνον

   τὸν Ἀττικὸν κατέκαυσεν ἐν ταύρῳ τῷ χαλκέῳ.

   οὗτος γὰρ τὸ μηχάνημα τοῦ ταύρου χαλκουργήσας

   τοῖς μυξωτῆρσι τοῦ βοὸς ἐτέκτηνεν αὐλίσκους,

   Ἀνέπτυξε καὶ θύραν δὲ πρὸς τῷ πλευρῷ τοῦ ταύρου·

   καὶ δῶρον τῷ Φαλάριδι τοῦτον τὸν ταῦρον ἄγει.

   Φάλαρις δὲ τὸν ἄνθρωπον ἐν δώροις δεξιοῦται,

   τὸ δὲ μηχάνημα θεοῖς καθιεροῦν κελεύει.

   ὡς δ' ἀναπτύξας τὸ πλευρὸν ὁ χαλκουργὸς ἐκεῖνος

   δόλον τὸν κακομήχανον ἐξεῖπεν ἀπανθρώπως,

   Εἴ τινα βούλει, Φάλαρι, κολάζειν τῶν ἀνθρώπων,

   ἔνδον τοῦ ταύρου κατειργνὺς πῦρ ὑποστρώννυ κάτω·

   δόξει δ' ὁ ταῦρος στεναγμοῖς μυκᾶσθαι τοῖς ἐκείνου,

   σὺ δ' ἡδονὴν τοῖς στεναγμοῖς ἕξεις αὐλοῖς μυκτήρων.

   τοῦτο μαθὼν ὁ Φάλαρις καὶ μυσαχθεὶς ἐκεῖνον,

   Ἄγε, φησί, Περίλαε, σὺ πρῶτος δεῖξον τοῦτο,

   καὶ τοὺς αὐλοῦντας μίμησαι, τράνωσόν σου τὴν τέχνην.

   ὡς δὲ παρέδυ μιμητὴς δῆθεν τῶν αὐλημάτων,

   κλείει τὸν ταῦρον Φάλαρις καὶ πῦρ ἐπισωρεύει.

   ὅπως δὲ τὸ χαλκούργημα θανὼν μὴ ἐμμιάνῃ,

   κατὰ πετρῶν ἐκρήμνισεν ἐξάξας ἡμιθνῆτα.

   γράφει περὶ τοῦ ταύρου δὲ Λουκιανὸς ὁ Σύρος,

   Διόδωρος καὶ Πίνδαρος, σὺν τούτοις τε μυρίοι. [Tzetz. Hist. 1, 646.]

[20]   Ὅτι Σόλων ὁ νομοθέτης παρελθὼν εἰς τὴν ἐκκλησίαν παρεκάλει τοὺς Ἀθηναίους καταλύειν τὸν τύραννον πρὶν τελέως ἰσχυρὸν γενέσθαι. οὐδενὸς δὲ αὐτῷ προσέχοντος ἀναλαβὼν τὴν πανοπλίαν προῆλθεν εἰς τὴν ἀγορὰν γεγηρακώς, καὶ τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἔφησε καὶ λόγῳ καὶ ἔργῳ τῇ πατρίδι κινδυνευούσῃ βεβοηθηκέναι τὸ κατ' αὐτὸν μέρος· τῶν δὲ ὄχλων ἀγνοούντων τὴν ἐπιβολὴν Πεισιστράτου συνέβη τὸν Σόλωνα τἀληθῆ λέγοντα [2] παραπέμπεσθαι. λέγεται δὲ Σόλων καὶ προειπεῖν τοῖς Ἀθηναίοις τὴν ἐσομένην τυραννίδα δι' ἐλεγείων,

   ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης,

   βροντὴ δ' ἐκ λαμπρᾶς γίνεται ἀστεροπῆς.

   ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ μο   νάρχου

   δῆμος ἀιδρείῃ δουλοσύνην ἔπεσεν.

   λίην δ' ἐξαρθέντ' οὐ ῥᾴδιόν ἐστι κατασχεῖν

   ὕστερον, ἀλλ' ἤδη χρὴ περὶ πάντα νοεῖν.

[3] καὶ μετὰ ταῦτα τυραννοῦντος ἔφη,

   εἰ δὲ πεπόνθατε λυγρὰ δι' ὑμετέραν κακότητα,

   μὴ θεοῖσιν ταύτην μοῖραν ἐπαμφέρετε·

   αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες,

   καὶ διὰ τοῦτο κακὴν ἔσχετε δουλοσύνην.

   ὑμῶν δ' εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,

   σύμπασιν δ' ὑμῖν κοῦφος ἔνεστι νόος.

   εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἰόλον ἀνδρός,

   εἰς ἔργον δ' οὐδὲν γινόμενον βλέπετε.

[4]    Ὅτι ὁ Πεισίστρατος παρεκάλει τὸν Σόλωνα τὰς ἡσυχίας ἔχειν καὶ τῶν τῆς τυραννίδος ἀγαθῶν συναπολαύειν· οὐδενὶ δὲ τρόπῳ δυνάμενος αὐτοῦ μεταθεῖναι τὴν προαίρεσιν, ἀλλ' ὁρῶν μᾶλλον ἀεὶ ἐξεγειρόμενον καὶ μετὰ ἀνατάσεως ἀπειλοῦντα τιμωρίαν ἐπιθήσειν, ἠρώτησεν αὐτὸν τίνι πεποιθὼς ἀντιπράττει ταῖς ἐπιβολαῖς αὐτοῦ. τὸν δέ φασιν εἰπεῖν τῷ γήρᾳ. [Exc. Vat. p. 21.] (Cf. frag. 4.)

   [Ἡρόδοτος κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι. ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθ' ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς· τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελθόντων αἱρεθῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διάφορον, ὄνομα Κυαξάρην. τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας· ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν· περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρηκότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν. κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος ᾑρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθ' Ἡρόδοτον. Diod. II 32, 2.]

   [Ἀστιβάρα τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον· τούτου δ' ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν. Diod. II 34, 6.]

[21]

[1]    Κῦρος Περσῶν ἐβασίλευσεν ᾧ ἔτει ὀλυμπιὰς ἤχθη νε΄, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος. [Africanus in Euseb. praep. ev. X 10, 4.]

[22]   Ὅτι Κῦρος, ὁ Καμβύσου μὲν υἱὸς καὶ Μανδάνης τῆς θυγατρὸς Ἀστυάγους τοῦ Μήδων βασιλέως, ἀνδρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς ἐπρώτευε τῶν καθ' αὑτόν· βασιλικῶς γὰρ αὐτὸν ὁ πατὴρ ἦγε παιδεύων, ζῆλον ἐμποιῶν τῶν κρατίστων. καὶ ἔκδηλος ἦν ἁδρῶν ἁψόμενος πραγμάτων διὰ τὸ τὴν ἀρετὴν προφαίνειν ὑπὲρ τὴν ἡλικίαν.

[23]   Ὅτι Ἀστυάγης ὁ τῶν Μήδων βασιλεὺς ἡττηθεὶς καὶ φυγὼν αἰσχρῶς δι' ὀργῆς εἶχε τοὺς στρατιώτας· καὶ τοὺς μὲν ἐφ' ἡγεμονιῶν τεταγμένους ἅπαντας ἀπαλλάξας, ἑτέρους ἀντ' ἐκείνων κατέστησε, τοὺς δὲ τῆς φυγῆς αἰτίους ἅπαντας ἐπιλέξας ἀπέσφαξε, νομίζων τῇ τούτων τιμωρίᾳ τοὺς ἄλλους ἀναγκάσειν ἄνδρας ἀγαθοὺς ἐν τοῖς κινδύνοις γενέσθαι· ὠμὸς γὰρ ἦν καὶ φύσει ἀπηνής. οὐ μὴν τὰ πλήθη κατεπλάγη αὐτοῦ τὴν βαρύτητα, ἀλλ' ἕκαστος μισήσας τὸ βίαιον καὶ παράνομον τῆς πράξεως μεταβολῆς ὠρέγετο. διὸ καὶ κατὰ λόχους ἐγίνοντο συνδρομαὶ καὶ λόγοι ταραχώδεις, παρακαλούντων ἀλλήλους τῶν πλείστων πρὸς τὴν κατὰ τούτου τιμωρίαν.

[24]   Ὅτι Κῦρος, ὥς φασιν, οὐ μόνον ἦν κατὰ τὸν πόλεμον ἀνδρεῖος, ἀλλὰ καὶ πρὸς τοὺς ὑποτεταγμένους εὐγνώμων καὶ φιλάνθρωπος. διόπερ αὐτὸν οἱ Πέρσαι προσηγόρευσαν πατέρα. [Exc. de virt. et vit. p. 238 V., 553 W.]

[25]   Ὅτι Κροῖσος ναυπηγῶν πλοῖα μακρά, φασίν, ἔμελλε στρατεύειν ἐπὶ τὰς νήσους. παρεπιδημοῦντα δὲ Βίαντα [παρὰ τὰς νήσους] καὶ θεωροῦντα τὴν ναυπηγίαν, ὑπὸ τοῦ βασιλέως ἐρωτηθῆναι μή τι νεώτερον ἀκηκοὼς εἴη παρὰ τοῖς Ἕλλησι γινόμενον. τοῦ δὲ εἰπόντος ὅτι πάντες οἱ νησιῶται συνάγουσιν ἵππους, διανοούμενοι στρατεύειν ἐπὶ Λυδούς, λέγεται τὸν Κροῖσον εἰπεῖν, Εἴθε γάρ τις πείσειε νησιώτας [2] σὺν ἵπποις παρατάξασθαι Λυδοῖς. ὁ δὲ [Πιττακὸς ἢ] Βίας ὑπολαβών φησιν, Εἶτα Λυδοὺς μὲν ἤπειρον οἰκοῦντας σπεύδειν ἀποφαίνῃ λαβεῖν ἐπὶ γῆς νησιώτας ἄνδρας, τοὺς δὲ νῆσον οἰκοῦντας οὐκ οἴει θεοῖς εὔξασθαι λαβεῖν ἐν θαλάττῃ Λυδούς, ἵν' ὑπὲρ τῶν κατὰ τὴν ἤπειρον τοῖς Ἕλλησι συμβάντων κακῶν κατὰ πέλαγος ἀμύνωνται τὸν τοὺς συγγενεῖς καταδεδουλωμένον; ὁ δὲ Κροῖσος θαυμάσας τὸν λόγον παραχρῆμα μετενόησε καὶ τῆς ναυπηγίας ἀπέστη· τῶν γὰρ Λυδῶν ἱππεύειν εἰδότων ἐνόμιζε προτερεῖν αὐτοὺς πεζῇ.

[26]

[1]    Ὅτι ὁ Κροῖσος μετεπέμπετο ἐκ τῆς Ἑλλάδος τοὺς ἐπὶ σοφίᾳ πρωτεύοντας, ἐπιδεικνύμενος τὸ μέγεθος τῆς εὐδαιμονίας, καὶ τοὺς ἐξυμνοῦντας τὴν εὐτυχίαν αὐτοῦ ἐτίμα μεγάλαις δωρεαῖς. μετεπέμψατο δὲ καὶ Σόλωνα, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἐπὶ φιλοσοφίᾳ μεγίστην δόξαν ἐχόντων, τὴν ἰδίαν εὐδαιμονίαν διὰ τῆς τούτων τῶν ἀνδρῶν μαρτυρίας [2] ἐπισφραγίζεσθαι βουλόμενος. παρεγενήθη δὲ πρὸς αὐτὸν Ἀνάχαρσις ὁ Σκύθης καὶ Βίας καὶ Σόλων καὶ Πιττακός, οὓς ἐπὶ τὰς ἑστιάσεις καὶ τὸ συνέδριον εἶχεν ἐν μεγίστῃ τιμῇ, τόν τε πλοῦτον αὐτοῖς ἐπιδεικνύμενος καὶ τὸ μέγεθος τῆς τούτου δυναστείας.

[3] παρὰ δὲ τοῖς πεπαιδευμένοις τῆς βραχυλογίας τότε ζηλουμένης, ὁ [δὲ] Κροῖσος ἐπιδειξάμενος τὴν τῆς βασιλείας εὐδαιμονίαν τοῖς ἀνδράσι καὶ τὸ πλῆθος τῶν κεχειρωμένων ἐθνῶν, ἠρώτησεν Ἀνάχαρσιν, ὄντα πρεσβύτερον τῶν σοφιστῶν, τίνα νομίζει τῶν ὄντων ἀνδρειότατον. ὁ δὲ τὰ ἀγριώτατα τῶν ζῴων ἔφησε· μόνα γὰρ προθύμως ἀποθνήσκειν [4] ὑπὲρ τῆς ἐλευθερίας. ὁ δὲ Κροῖσος νομίσας ἡμαρτηκέναι αὐτόν, ἐν τῷ δευτέρῳ πρὸς χάριν αὐτῷ ποιήσεσθαι τὴν ἀπόκρισιν ὑπολαβὼν ἠρώτησε, τίνα δικαιότατον κρίνει τῶν ὄντων. ὁ δὲ πάλιν ἀπεφαίνετο τὰ ἀγριώτατα τῶν θηρίων· μόνα γὰρ κατὰ φύσιν ζῆν, οὐ κατὰ νόμους· εἶναι γὰρ τὴν μὲν φύσιν θεοῦ ποίησιν, τὸν δὲ νόμον ἀνθρώπου θέσιν, καὶ δικαιότερον εἶναι χρῆσθαι τοῖς τοῦ θεοῦ ἢ τοῖς [5] τῶν ἀνθρώπων εὑρήμασιν. ὁ δὲ διασῦραι βουλόμενος Ἀνάχαρσιν ἠρώτησεν εἰ καὶ σοφώτατα τὰ θηρία. ὁ δὲ συγκαταθέμενος ἐδίδασκεν, ὅτι τὴν τῆς φύσεως ἀλήθειαν τῆς τοῦ νόμου θέσεως προτιμᾶν ἰδιώτατον ὑπάρχειν σοφίας. ὁ δὲ τούτου κατεγέλασεν ὡς ἐκ τῆς Σκυθίας καὶ θηριώδους διαγωγῆς πεποιημένου τὰς ἀποκρίσεις.

[27]

[1]    Ἠρώτησε δὲ τὸν Σόλωνα τίνα τῶν ὄντων εὐδαιμονέστατον ἑώρακεν, ὡς τοῦτό γε πάντως ἀποδοθησόμενον ἑαυτῷ. τοῦ δὲ εἰπόντος ὡς οὐδένα δικαίως ἂν εἰπεῖν ἔχοι διὰ τὸ μηδενὸς τῶν ὄντων ἑωρακέναι τὸ τέλος τοῦ βίου, οὗ χωρὶς οὐδεὶς ἂν προσηκόντως μακάριος νομίζοιτο· πολλάκις γὰρ οἱ τὸν ἔμπροσθεν πάντα βίον εὐδαίμονες δόξαντες εἶναι πρὸς αὐτῇ τῇ τοῦ βίου καταστροφῇ μεγίσταις [2] περιέπεσον συμφοραῖς. ὁ δὲ βασιλεύς, Οὐδὲ πλουσιώτατον ἄρα με κρίνεις; ἔφη. καὶ ὁ Σόλων τὴν αὐτὴν ἀπόκρισιν ποιησάμενος ἐδίδασκεν ὡς οὐ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς πλείστου ἀξίαν τὴν φρόνησιν ἡγουμένους νομιστέον πλουσιωτάτους· ἡ δὲ φρόνησις οὐδενὶ τῶν ἄλλων ἀντίρροπος οὖσα μόνους ποιεῖ τοὺς αὐτὴν περὶ πολλοῦ ποιουμένους [3] μέγιστον καὶ βεβαιότατον ἔχειν πλοῦτον. ἠρώτησε καὶ τὸν Βίαντα, πότερον ὀρθῶς ἐποιήσατο τὴν ἀπόκρισιν ὁ Σόλων ἢ διήμαρτεν. ὁ δὲ ὑπειπών, Ὀρθῶς, ἔφη· τὰ γὰρ ἔν σοι βούλεται θεωρήσας ἀγαθὰ διαγνῶναι, νυνὶ δὲ τὰ παρά σοι μόνον ἑώρακεν· εἶναι δὲ δι' ἐκεῖνα μᾶλλον ἢ ταῦτα τοὺς ἀνθρώπους εὐδαίμονας. ὁ δὲ βασιλεύς, Ἀλλ' εἰ τὸν τῶν χρημάτων, ἔφησε, πλοῦτον μὴ προτιμᾷς, τό γε πλῆθος τῶν φίλων ὁρᾷς τοσοῦτον ὑπάρχον ὅσον οὐδενὶ τῶν ἄλλων. ὁ δὲ καὶ τοῦτον ἀπεφήνατο τὸν ἀριθμὸν ἄδηλον [4] εἶναι διὰ τὴν εὐτυχίαν. πρὸς δὲ Πιττακὸν εἰπεῖν φασι, Ποίαν ἑώρακας ἀρχὴν κρατίστην; τὸν δὲ ἀποκριθῆναι, Τὴν τοῦ ποικίλου ξύλου, διασημαίνοντα τοὺς νόμους.

[28]

[1]    Ὅτι Αἴσωπος κατὰ τοὺς αὐτοὺς χρόνους συνήκμαζε τοῖς ἑπτὰ σοφοῖς καὶ εἶπεν ὡς οὐκ οἴδασιν οὗτοι ὁμιλεῖν δυνάστῃ· καὶ γὰρ ὡς ἥκιστα δεῖν ἢ ὡς ἥδιστα συμβιοῦν τοῖς τοιούτοις. [Exc. Vat. p. 2224.]

[29]   Ὅτι Ἄδραστός τις Φρὺξ τὸν τοῦ βασιλέως Κροίσου τοῦ Λυδοῦ υἱὸν Ἄτυν καλούμενον πρὸς κυνηγίαν ἀκουσίως, ἐξακοντίσας κατὰ συός, πλήξας ἀπέκτεινε. καὶ ὁ μὲν καὶ ἀκουσίως ἀνῃρηκὼς οὐκ ἔφησεν ἑαυτὸν ἔτι ζῆν ἄξιον εἶναι· διὸ καὶ παρεκάλει τὸν βασιλέα μὴ φείσασθαι, τὴν ταχίστην δὲ ἐπικατασφάξαι [2] τῷ τοῦ τετελευτηκότος τάφῳ. ὁ δὲ Κροῖσος τὴν μὲν ἀρχὴν ὡς ἂν ἐπὶ φόνῳ τέκνου δι' ὀργῆς εἶχε τὸν Ἄδραστον, ἀπειλῶν ζῶντα κατακαύσειν· ἐπεὶ δὲ αὐτὸν ἑώρα προθυμούμενον καὶ εἰς τὴν τοῦ τετελευτηκότος τιμὴν τὸ ζῆν ἐπιδιδόντα, τὸ τηνικαῦτα λήξας τῆς ὀργῆς ἀπέλυσε τῆς τιμωρίας τὸν ἀνελόντα, τὴν ἰδίαν τύχην, ἀλλ' οὐ τὴν ἐκείνου προαίρεσιν αἰτιώμενος. ὁ δὲ Ἄδραστος οὐδὲν ἧττον κατ' ἰδίαν ἐπὶ τὸν Ἄτυος τάφον πορευθεὶς ἑαυτὸν κατέσφαξεν. [Exc. de virt. et vit. p. 238 V., 553 W.]

[30]

[1]    Ὅτι ὁ Φάλαρις ἰδὼν περιστερῶν πλῆθος ὑφ' ἑνὸς ἱέρακος διωκόμενον ἔφη, Ὁρᾶτε, ὦ ἄνδρες, τοσοῦτο πλῆθος ὑφ' ἑνὸς διωκόμενον διὰ δειλίαν; ἐπείτοι γε εἰ τολμήσειαν ἐπιστρέψαι, ῥᾳδίως τοῦ διώκοντος ἂν περιγένοιντο. (αὐτὸς δὲ πεπλασμένως ἔλεγεν· τὴν μὲν γὰρ νίκην ἀρετῇ καὶ οὐ πολυπληθίᾳ χειρῶν περιγίνεσθαι). καὶ ἐκ τούτου τοῦ λόγου ἀπέβαλε τὴν δυναστείαν, ὡς γέγραπται ἐν τῷ περὶ διαδοχῆς βασιλέων.

[31]   Ὅτι Κροῖσος ἐπὶ Κῦρον τὸν Πέρσην ἐκστρατεύων ἐπύθετο τοῦ μαντείου. ὁ δὲ χρησμός,

   Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.

ὁ δὲ τὸ ἀμφίβολον τοῦ χρησμοῦ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἐκδεξάμενος ἐδυστύχησεν.

[2]    Ὅτι πάλιν ἐπηρώτησεν, εἰ πολὺν χρόνον ἕξει τὴν δυναστείαν. εἶπε δὲ τὰ ἔπη ταῦτα,

   ἀλλ' ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

   καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ' Ἕρμον

   φεύγειν μηδὲ μένειν μηδ' αἰδεῖσθαι κακὸς εἶναι.

   Ὅτι ἡμίονον τὸν Κῦρον ἔφη διὰ τὸ τὴν μητέρα αὐτοῦ Μηδικὴν εἶναι, τὸν δὲ πατέρα [αὐτοῦ] Πέρσην.

[3]    Ὅτι Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς παραγενηθεὶς μετὰ πάσης δυνάμεως εἰς τὰ τῆς Καππαδοκίας στενά, ἀπέστειλε κήρυκας πρὸς τὸν Κροῖσον τήν τε δυναστείαν αὐτοῦ κατασκεψομένους καὶ δηλώσοντας ὅτι Κῦρος αὐτὸν ἀφίησι τῶν πρότερον ἁμαρτημάτων καὶ Λυδίας καθίστησι σατράπην, ἂν ἐπὶ θύρας γενόμενος ὁμοίως τοῖς ἄλλοις ὁμολογῇ δοῦλος εἶναι. πρὸς οὓς ὁ Κροῖσος ἀπεκρίθη, διότι προσηκόντως ἂν Κῦρος καὶ Πέρσαι Κροίσῳ δουλεύειν ὑπομένοιεν· ἐκείνους μὲν γὰρ τὸν ἔμπροσθεν χρόνον διατετελεκέναι Μήδοις δουλεύοντας, αὐτὸν δὲ οὐδέποτε πεποιηκέναι τὸ προσταττόμενον ὑφ' ἑτέρου. [Exc. Vat. p. 25.]

[32]

[1]    Ὅτι Κροῖσος ὁ τῶν Λυδῶν βασιλεὺς προσποιησάμενος εἰς Δελφοὺς πέμπειν, ἔπεμπεν εἰς Πελοπόννησον Εὐρύβατον τὸν Ἐφέσιον, δοὺς αὐτῷ χρυσίον, ὅπως ὡς πλείστους ξενολογήσῃ τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν Πέρσην ἀποχωρήσας τὰ κατὰ μέρος ἐδήλωσε. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπισήμου γενομένης τῆς περὶ τὸν Εὐρύβατον πονηρίας, μέχρι τοῦ νῦν, ὅταν τις ὀνειδίσαι τινὶ βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ. [Exc. de virt. et vit. p. 241 V., 553 W.]

[33]   Ὅτι οἱ πονηροὶ κἂν αὐτίκα παρὰ τῶν ἀδικηθέντων τὴν τιμωρίαν ἐκκλίνωσιν, ἥ γε βλασφημία δι' αἰῶνος τηρουμένη καὶ τελευτήσαντας αὐτοὺς κατὰ τὸ δυνατὸν μετέρχεται.

[2]    Ὅτι φασὶ τὸν Κροῖσον πρὸ τοῦ πρὸς Κῦρον πολέμου πέμψαι θεωροὺς εἰς Δελφοὺς ἐπερωτήσοντας, πῶς ἂν ὁ υἱὸς αὐτοῦ δύναιτο φωνὴν προέσθαι. τὴν δὲ Πυθίαν εἰπεῖν,

   Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

   μὴ βούλου πολύευκτον ἰὰν κατὰ δώματ' ἀκούειν

   παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

   ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

[3]    Ὅτι δεῖ τὴν εὐτυχίαν μετρίως φέρειν καὶ μὴ πεποιθέναι ταῖς ἀνθρωπίναις εὐπραξίαις ἐν μικρᾷ ῥοπῇ μεγάλας μεταβολὰς λαμβανούσαις.

[4]    Ὅτι μετὰ τὸ γενέσθαι αἰχμάλωτον Κροῖσον καὶ τὴν πυρὰν σβεσθῆναι, ἰδὼν τὴν πόλιν διαρπαζομένην καὶ πρὸς τοῖς ἄλλοις πολὺν ἄργυρόν τε καὶ χρυσὸν διαφορούμενον, ἐπηρώτησε τὸν Κῦρον, τί ποιοῦσιν οἱ στρατιῶται. τοῦ δὲ μετὰ γέλωτος ἀποκριθέντος [ὡς] Τὰ σὰ χρήματα διαρπάζουσι, Μὰ Δία μὲν οὖν, εἶπεν, ἀλλὰ τὰ σά· Κροίσου γὰρ ἴδιον οὐκέτι οὐθὲν ὑπάρχει. ὁ δὲ Κῦρος θαυμάσας τὸν λόγον εὐθὺς μετενόησε καὶ τοὺς στρατιώτας ἀνείρξας τῆς διαρπαγῆς εἰς τὸ βασιλικὸν ἀνέλαβε τὰς τῶν Σαρδιανῶν κτήσεις. [Exc. Vat. p. 26.]

[34]

[1]    Ὅτι Κῦρος εὐσεβῆ νομίσας εἶναι τὸν Κροῖσον διὰ τὸ καταρραγῆναι ὄμβρον καὶ σβέσαι τὴν φλόγα, καὶ διὰ μνήμης ἔχων τὴν Σόλωνος ἀπόκρισιν, μεθ' ἑαυτοῦ περιήγετο τὸν Κροῖσον ἐντίμως. μετέδωκε δὲ αὐτῷ καὶ τοῦ συνεδρίου, διαλαμβάνων ὑπάρχειν συνετόν, ὡς ἂν πολλοῖς καὶ πεπαιδευμένοις καὶ σοφοῖς ἀνδράσι συμβεβιωκότα. [Exc. de virt. et vit. p. 241 V., 553 W.] (Cf. frag. 2, 4.)

[35]   Ὅτι Ἅρπαγος κατασταθεὶς ὑπὸ Κύρου τοῦ Πέρσου ἐπὶ τῆς θαλάττης στρατηγός, καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων πρὸς Κῦρον διαπρεσβευομένων συνθέσθαι φιλίαν, εἶπε πρὸς αὐτοὺς ὅτι παραπλήσιόν [2] τι ποιοῦσι τῶν πρότερον ἑαυτῷ συμβάντων. καὶ γάρ ποτε γῆμαι βουλόμενον αἰτεῖσθαι παρὰ τοῦ πατρὸς τὴν κόρην· τὸν δὲ τὸ μὲν πρῶτον οὐκ ἄξιον κρίναντα τοῦ γάμου δυνατωτέρῳ κατεγγυῆσαι, μετὰ δὲ ταῦθ' ὁρῶντα αὐτὸν ὑπὸ τοῦ βασιλέως τιμώμενον διδόναι τὴν θυγατέρα· αὐτὸν δὲ ἀποκριθῆναι, διότι γυναῖκα μὲν οὐκέτι ἂν ἔχοι αὐτήν, παλλακίδα [3] δὲ συγχωρήσαι λαβεῖν. διὰ δὲ τῶν τοιούτων λόγων ἐδήλου τοῖς Ἕλλησιν, ὅτι Κύρου πρότερον ἀξιοῦντος γενέσθαι Περσῶν φίλους οὐκ ἐβουλήθησαν, νῦν δὲ ἐκ μεταβολῆς ἐκείνων σπευδόντων συνάψαι φιλίαν ὡς μὲν πρὸς συμμάχους οὐ ποιήσεται τὰς ὁμολογίας, ὡς δὲ δούλους εἰς τὴν τῶν Περσῶν πίστιν ἑαυτοὺς παραδιδόντας προσδέξεται.

[36]

[1]    Ὅτι Λακεδαιμόνιοι πυνθανόμενοι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας κινδυνεύειν, ἔπεμψαν πρὸς Κῦρον, ὅτι Λακεδαιμόνιοι συγγενεῖς ὄντες τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἀπαγορεύουσιν αὐτῷ καταδουλοῦσθαι τὰς Ἑλληνίδας πόλεις. ὁ δὲ θαυμάσας τὸν λόγον ἔφη γνώσεσθαι τὴν ἀρετὴν αὐτῶν, ὅταν ἕνα τῶν ἑαυτοῦ δούλων πέμψῃ καταστρεψόμενον τὴν Ἑλλάδα.

[2]    Ὅτι Λακεδαιμόνιοι τὴν Ἀρκαδίαν μέλλοντες καταστρέφειν ἔλαβον χρησμόν,

   Ἀρκαδίαν μ' αἰτεῖς; μέγα μ' αἰτεῖς· οὔ τοι δώσω.

   πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν,

   οἵ σ' ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔτι μεγαίρω.

   δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι

   καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

[3]    Ὅτι οἱ Λακεδαιμόνιοι ἔπεμψαν εἰς Δελφοὺς περὶ τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος, ἐν ποίῳ τινὶ τόπῳ κεῖνται. καὶ ἔχρησεν οὕτως,

   ἔστι τις Ἀρκαδίας Τεγέη λευρῷ ἐνὶ χώρῳ,

   ἔνθ' ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ' ἀνάγκης

   καὶ τύπος ἀντίτυπος καὶ πῆμ' ἐπὶ πήματι κεῖται.

   ἔνθ' Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·

   τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ. ἦν δὲ χαλκεῖον, καὶ δηλοῖ τὰς φύσας, τύπον δὲ τὸν ἄκμονά φησι καὶ τὰς σφύρας, πῆμα δὲ ἐπὶ πήματι τὸν σίδηρον ἐπὶ σιδήρῳ· πῆμα γὰρ εἴρηται διὰ τὸ ἐπὶ κακῷ τῶν ἀνθρώπων εὑρῆσθαι.

[4]    Κρεῖττον γὰρ εἶναι τελευτᾶν ἢ ζῶντας ἑαυτοὺς μετὰ τῶν συγγενῶν ἐφορᾶν ἄξια θανάτου πράττοντας.

[37]

[1]  Ὅτι κανηφορούσης ποτὲ τῆς θυγατρὸς Πεισιστράτου, καὶ δοκούσης τῷ κάλλει διαφέρειν, προσελθών τις τῶν νεανίσκων καταπεφρονηκὼς ἐφίλησε τὴν παρθένον. ἀκούσαντες δὲ οἱ τῆς κόρης ἀδελφοὶ βαρέως ἤνεγκαν τὴν ὕβριν, καὶ τὸν νεανίσκον ἀγαγόντες πρὸς τὸν πατέρα δίκην ἠξίουν διδόναι· ὁ δὲ Πεισίστρατος γελάσας, Καὶ τί τοὺς μισοῦντας ἡμᾶς, ἔφη, ποιήσωμεν, ἐὰν τοὺς φιλοῦντας τιμωρίαις περιβάλωμεν;

[2]    Ὅτι ὁ αὐτὸς διαπορευόμενός ποτε διὰ τῆς χώρας κατενόησεν ἄνθρωπον κατὰ τὸν Ὕμηττον ἐργαζόμενον ἐν χωρίοις λεπτοῖς καθ' ὑπερβολὴν καὶ τραχέσι. θαυμάσας δὲ τὴν φιλεργίαν ἔπεμψε τοὺς ἐρωτήσοντας, τί λαμβάνοι τοιαύτην χώραν ἐργαζόμενος.

[3] ὧν ποιησάντων τὸ προσταχθέν, ὁ ἐργάτης ἔφησε λαμβάνειν ἐκ τοῦ χωρίου κακὰς ὀδύνας, ἀλλ' οὐθὲν αὐτῷ μέλειν· τούτων γὰρ τὸ μέρος Πεισιστράτῳ διδόναι. ὁ δὲ δυνάστης ἀκούσας τὸν λόγον καὶ γελάσας ἐποίησε τὸ χωρίον ἀτελές, καὶ ἐντεῦθεν ἡ παροιμία, Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν. [Exc. Vat. p. 2729.]