[1] Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.
[2] Κοιλίης περίπλυσις ἐξέρυθρος, κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖσι προειρημένοισιν.
[3] Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι, φρενιτικαί.
[4] Τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν, ἐνῃωρημένα, ἐφιδρῶντα, φρενιτικά.
[5] Ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναργέα.
[6] Ἀνάχρεμψις πυκνή γε, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά.
[7] Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε καὶ ἢν ἐφιδρῶσιν.
[8] Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται, οἷον καὶ Θρασύνοντι.
[9] Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ.
[10] Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα, μετὰ κωφώσιος, ἀγρύπνῳ, ταχὺ ἐκμαίνει.
[11] Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα σμικρὰ, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριοι.
[12] Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὸ ἐπιεικὲς, πυκνὰ δὲ μεταπίπτειν, κακὸν τὸ τοιοῦτον· καὶ πτυελισμὸς κακόν.
[13] Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις, κακὸν, ὡς καὶ τῷ Ἀρχεκράτει· ἦρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τουτέοισι κάκιστον.
[14] Τοῖσιν ἐξισταμένοισι μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.
[15] Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι, φρενιτικοὶ γίνονται.
[16] Οἱ φρενιτικοὶ, βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες.
[17] Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνὴ, ὄμματα ἐπίχνουν ἔχοντα, μανικὰ, οἷον καὶ ἡ τοῦ Ἑρμοζύγου, ἐκμανεῖσα ὀξέως, ἄφωνος, ἀπέθανεν.
[18] Ἐν πυρετῷ καυσώδει, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ, καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος, ἐξίστανται μελαγχολικῶς.
[19] Αἱ παρακρούσιες σὺν φωνῇ κλαγγώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι, ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον.
[20] Αἱ τρομώδεες γλῶσσαι, σημεῖον οὐχ ἱδρυμένης γνώμης.
[21] Ἐπὶ τοῖσι χολώδεσι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, ἄλλως τε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.
[22] Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.
[23] Αἱ μετὰ λυγγὸς ἀφωνίαι, κάκιστον.
[24] Αἱ μετ' ἐκλύσιος ἀφωνίαι, κάκιστον.
[25] Ἐν ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν· ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; [26] Αἱ ἐπ' ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες.
[27] Αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.
[28] Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα.
[29] Τὰ οὐρούμενα, μὴ ὑπομνησάντων, ὀλέθρια· ἦρά γε τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;
[30] Οἱ παλμώδεες δι' ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν;
[31] Τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται.
[32] Κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι· οἶμαι δὲ, καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν.
[33] Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν.
[34] Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.
[35] Αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ' ἑωυτοῖσιν.
[36] Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι.
[37] Τὰ κατὰ μηρὸν ἐν πυρετῷ ἀλγήματα ἔχει τι παρακρουστικὸν, ἄλλως τε καὶ ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ' αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα.
[38] Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.
[39] Οἱ ἐφιδρῶντες καὶ μάλιστα κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ' οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν.
[40] Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κακόν.
[41] Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα κατ' ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύμενος, κακόν.
[42] Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει;
[43] Ἄκρεα ἐπ' ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν.
[44] Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν.
[45] Φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.
[46] Ὄμμα ἀμαυρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν.
[47] Ὀξυφωνίη κλαγγώδης, πονηρόν.
[48] Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.
[49] Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν.
[50] Τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.
[51] Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται. [52] Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.
[53] Ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κακόν· κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα· ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον; [54] Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον.
[55] Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.
[56] Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες.
[57] Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι, κακόν.
[58] Ἱδρὼς πολὺς, ἅμα πυρετοῖσιν ὀξέσι γιγνόμενος, φλαῦρος.
[59] Καὶ οὖρα δὲ πέπονα, πονηρόν· καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας.
[60] Καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων.
[61] Ὁκόσα ἐν κρισίμοισιν ἀλυσμῷ ἀνιδρωτὶ περιψύχεται, κακόν· καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων, κακά.
[62] Ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά.
[63] Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν;
[64] Μετὰ ῥίγεος ἄγνοια, κακόν· κακὸν δὲ καὶ λήθη.
[65] Αἱ ἐκ ῥίγεος καταψύξιες, μὴ ἀναθερμαινόμεναι, κακαί.
[66] Οἱ ἐκ καταψύξιος ἱδρώδεες, ἀναθερμαινόμενοι, κακόν· ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ ἐπιῤῥιγῶσαι, κακόν.
[67] Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια, καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ' ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.
[68] Οἱ ἐφιδρῶντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.
[69] Ἐξ ὀσφύος ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν.
[70] Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν· ἐπιπυρετήναντες οὗτοι, καυστικοὶ ὀξέως, ἀποθνήσκουσιν.
[71] Οἱ ἐπανεμεῦντες μέλανα, ἀπόσιτοι, παράφοροι, καθ' ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ, κεκλεισμένον, τούτους μὴ φαρμακεύειν, ὀλέθριον γάρ· μηδὲ τοὺς ἐποιδέοντας, σκοτώδεας, ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, ἀποσίτους, ἀχρόους· μηδὲ τοὺς ἐν πυρετῷ κωματώδει κατακεκλασμένους, ὀλέθριον γάρ.
[72] Καρδίης πόνος ἅμα ὑποχονδρίῳ ξυντόνῳ καὶ κεφαλαλγίῃ, κακόηθες, καί τι ἀσθματῶδες· ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν, ὡς καὶ Λύσις ἐν Ὀδησσῷ; τουτέῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, καὶ ἔρευθος.
[73] Τραχήλου πόνος, κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ καὶ οἷσιν ἐκμανῆναι ἐλπίς.
[74] Κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδρῶντες πυρετοὶ, κακοήθεες.
[75] Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι, δύσφοροι, οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.
[76] Οἱ ἀσώδεες, ἀνημέτως παροξυνόμενοι, κακόν.
[77] Κατάψυξις μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον.
[78] Ἀπὸ κοιλίης λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ' ἑωυτῷ, κακὸν, οἷον τῷ ἡπατικῷ.
[79] Τὰ σμικρὰ ἐμέσματα χολώδεα, κακὸν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνῶσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον.
[80] Αἷς ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ, κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.
[81] Ἐν πυρετοῖσι καυσώδεσιν, ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται.
[82] Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ ὁ Νουμηνίου υἱός.
[83] Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν.
[84] Ὄμματος κατάκλεισις, ἐν ὀξέσι, κακόν.
[85] Ἆρά γε τοῖσιν ἀσώδεσιν, ἀνημέτοισιν, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν;
[86] Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, πνιγώδης, ὀλεθρίη ὀξέως.
[87] Οἷς πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγώδης, ὁ σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν, ὡς συσπῶντός τινος, τὸ πνεῦμα γίνεται.
[88] Οἱ κεφαλαλγικοὶ κατόχως παρακρούοντες, κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.
[89] Ἐπ' ὀμμάτων διαστροφῇ, πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν.
[90] Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδριον ὀδύναι, ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες· τουτέοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ, καὶ ἢν κοιλίη καταῤῥαγῇ, ὀλέθριον.
[91] Οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσι μετὰ κρίσιν, οὗτοι τρομώδεες καὶ κωματώδεες τελευτῶσιν.
[92] Οἷσι καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα, ὑποχόνδρια, καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφιδρῶσιν, ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα, καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει; καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται· τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται.
[93] Οἷσι κῶμα γίνεται, ἐπάφρων προσδιελθόντων, πυρετὸς παροξύνεται.
[94] Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπὸ σφᾶς, ἐπανιέντα, χρονιώτερον· ἐπιῤῥιγῶσαι τουτέοισιν, οὐ πονηρόν.
[95] Χεῖρες τρομώδεες, κεφαλαλγέες, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυμένα, οἷσι ταῦτα, μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον.
[96] Αἱ μετ' ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριαι.
[97] Πλευροῦ ἄλγημα ἐπὶ πτύσεσι χολώδεσιν, ἀλόγως ἀφανισθὲν, ἐξίστανται.
[98] Ἐπὶ τραχήλου ἀλγήματι, κωματώδει, ἱδρώδει, κοιλίη φυσηθεῖσα, εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα ἐκ τουτέων ἄχολα, ἐξίστανται· τὰ τοιαῦτα διασωζόμενα μακροτέρως διανοσέει. Ἦρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι, καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει;
[99] Κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου υἱῷ· τὸ ἐπιῤῥιγοῦν τουτέοισιν ὀλέθριον· ἐκ τουτέων σπασμώδης γενηθεὶς, καὶ ἐμφυσηθεὶς, μακρότερον διανοσήσας, στόματι σῆψις χλωρὴ ἐπεγένετο.
[100] Τὰ κατ' ὀσφὺν κατὰ λεπτὸν χρόνια ἀλγήματα, πρὸς ὑποχόνδριον γριφώμενα, ἀποσιτικὰ ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει.
[101] Τὰ ἐπιῤῥιγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖς ὕπνοις ἔστιν ὅτε οὖρα ὑφ' ἑωυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.
[102] Οἱ ἐξ ἀρχῆς ἐφιδρῶντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.
[103] Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα, φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.
[104] Τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.
[105] Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τουτέοισιν ἡ κρίσις ἐπιῤῥιγώσασιν· οὗτοι ἐπιῤῥιγέουσι, περὶ κοιλίην καύματι προκληθέντες.
[106] Ὀσφύος πόνος, καὶ κεφαλαλγικῷ καὶ καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.
[107] Τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.
[108] Ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα, καὶ οὖρα λεπτὰ καὶ ὑδατώδεα, ὕποπτα.
[109] Φάρυγξ τρηχυνθεῖσα ἐπ' ὀλίγον, καὶ κοιλίη διαβορβορύζουσα κενῇσιν ἐξαναστάσεσι, καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοισιν ὀδυνώδεες, τὰ ἐκ τουτέων αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τουτέοισι σπασμώδης, καὶ τὰ ἐς μέτωπον ἀλγήματα βαρέα, καὶ οὔρησις δυσκολαίνουσα.
[110] Καὶ οὔρου ἐπίστασις, οἷσι ῥίγεα ἐπὶ τοῖσι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.
[111] Αἱ ἐς ἄκρητα τελευτῶσαι καθάρσιες, ἐν πᾶσι μὲν παροξυντικαὶ, ἐν τούτοισι δὲ καὶ πάνυ· ἐκ τοιουτέων καὶ τὰ παρ' οὖς ἀνίστανται.
[112] Αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες σπασμώδεες, ἄλλως τε καὶ μεθ' ἱδρῶτος.
[113] Καὶ αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.
[114] Πήχεων ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ ἐν ὕπνοισιν ἱδρῶτες, ἀγαθοί· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.
[115] Οἱ ἐν πυρετοῖσιν ἐφιδρῶντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες.
[116] Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα, περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα· τὰ ἐπὶ τούτοισι ῥίγεα, [κύστιν καὶ κοιλίην] ἐπιλαμβάνοντα, ὀδυνώδεα· ἦρα τὸ κωματῶδες τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.
[117] Τὰ ἐν ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες, δύσκολοι· ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι πολλῷ· ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ τοιουτέων μακροτέρως ἐπινοσέει· ἦρά γε περὶ κρίσιν οὗτοι βηχώδεες, δύσπνοοι;
[118] Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.
[119] Οἱ ἐν ὑστερικαῖσιν ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.
[120] Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;
[121] Ἦρά γε καὶ κατὰ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι, ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι;
[122] Σπασμώδεα, ἐν ἱδρῶτι πτύελα παραῤῥέοντα πυρετώδει ἐόντι, εὐήθεα· ἦρά γε τουτέοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἴομαι δὲ τουτέοισιν ἐς ἄρθρον ἀπόστημα ἔσεσθαι.
[123] Τὰ ἐπ' ὀλίγον θρασέως παρακρούοντα, μελαγχολικά· ἢν δὲ καὶ ἀπὸ γυναικείων ᾖ, θηριώδεα· ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει· ἦρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ σκυτέως θυγατρί· ἤρξατο γυναικείων παρεόντων.
[124] Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ' ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.
[125] Τὰ ἀνάπαλιν αἱμοῤῥαγεῦντα, κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ τὰ καθ' ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον.
[126] Τὰ ἐκ ῥινῶν μικροῖς ἱδρῶσιν περιψυχόμενα κακοήθεα.
[127] Μεθ' αἱμοῤῥαγίην μελάνων δίοδος, κακόν· πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώδεα· ἦρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; κωματώδεες, ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης.
[128] Τὰ αἱμοῤῥαγέοντα ἐφιδροῦντα τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν.
[129] Μεθ' αἱμοῤῥαγίην βραχείην καὶ μελάνων διαχώρησιν, ἐν ὀξέσι, κώφωσις, κακόν· αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.
[130] Ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσιόντα, σημεῖα αἱμοῤῥώδεα, οἶμαι δὲ καὶ προγενόμενα.
[131] Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥαγεῦντα, διψώδεα, ἐκχλοιούμενα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.
[132] Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα· ἀποστάξαντα ἑκταῖα, κουφισθέντα νύκτα, πονήσαντα ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥαγήσει λαύρως· ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;
[133] Οἷσιν αἱμοῤῥαγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.
[134] Ἐν κρισίμοισι περιψύξεσι τῶν αἱμοῤῥαγιῶν αἱ νεανικαὶ, κάκισται.
[135] Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγικοὶ, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.
[136] Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμοῤῥαγεῖ, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἆρά γε καὶ φρίξαντα;
[137] Κάτοχα, κεφαλαλγικὰ, τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμοῤῥαγικά. [138] Οἷσι, κοιλίης ἐπιστάσης, αἱμοῤῥαγέει, καὶ ἐπιῤῥιγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἢ ἀσκαρίδες, ἢ ἀμφότερον;
[139] Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρας ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως, καὶ κοιλίη καταῤῥήγνυται· τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπιτοπουλύ.
[140] Οἷσιν ἐφ' αἱμοῤῥαγίῃ λαύρῳ πυκνῇ μελάνων συχνῶν διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥαγέουσιν, οὗτοι κοιλίην ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι· ἦρά γε οἱ τοιοῦτοι ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν οὖρον οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές· ἐπίσυχνον δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.
[141] Οἷσιν ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρίῃ μικρὰ ᾖ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος τουτέοισι ξυμφέρει καὶ κοιλίης ταραχή.
[142] ᾟσιν ἐκ ῥίγεος πυρετοὶ κοπιώδεες, γυναικεῖα κατατρέχει· τράχηλος δ' ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν.
[143] Τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμοῤῥαγέει, ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ· ἴσως δὲ καὶ δυσεντερικόν.
[144] Οἱ κατὰ κοιλίην παλμοὶ, ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ, ὀγκώδει, αἱμοῤῥαγικοί· φρικώδεες οὗτοι.
[145] Τὰ ἐκ ῥινῶν λαῦρα, βίῃ ἀποληφθέντα, ἔστιν οἷσι σπασμοὺς προσάγεται, φλεβοτομίη λύει.
[146] Αἱ πυκναὶ καὶ κατὰ μικρὰ ἐπαναστάσιες ὑπόξανθοι, γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ' ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ, ἰκτεριώδεες· ἦρά γε, ἐπιστάντων τούτων, ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥαγέειν τουτέους· τὰ γὰρ ἐς ὀσφὺν ἀλγήματα ἐν τουτέοισιν, αἱμοῤῥαγικά.
[147] Ὑποχονδρίου ἔντασις μετὰ καρηβαρίης καὶ κωφώσιος, καὶ τὰ πρὸς αὐγὰς ὀχλέοντα, αἱμοῤῥαγικά.
[148] Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν ἐπιστάξῃ.
[149] Τὰ ἐν φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα, παραλόγως ἀγρυπνέοντα, αἱμοῤῥαγήσειν οἴομαι.
[150] Οἷσιν ἐξ ἀρχῆς αἱμοῤῥαγίαι λαῦραι, ῥῖγος ἵστησιν.
[151] Ἐξ αἱμοῤῥαγίης ῥίγεα, μακρά.
[152] Οἷσι κεφαλαλγίαι καὶ τραχήλου πόνοι, καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμοῤῥαγίαι λύουσιν· ἀτὰρ καὶ οὗτοι χρόνῳ λύονται.
[153] Οὖρα τοῖσι παρ' ὦτα ταχὺ καὶ ἐπ' ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.
[154] Τὰ ὑποκαρώδεα καὶ ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταῤῥήγνυται· ἴσως δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται· ἦρα τούτοισι καὶ τὰ παρὰ τὰ ὦτα;
[155] Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα, πονηρὰ, ἄλλως τε καὶ προκαρωθέντα· τὰ παρ' οὖς, ἦρα ἐπὶ τούτοισιν ἐλπίς;
[156] Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή· ἆρά γε ἐκ τοιουτέων ὑποχόνδριον ὀδυνᾶται; δοκέω δὲ δεξιόν· ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ' ὦτα τουτέοισιν ὀδυνώδεα ἐπ' ὀλίγον; κοιλίη καταῤῥαγεῖσα τουτέοισιν, ὀλέθριον.
[157] Ἐν τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ' οὖς μάλιστα.
[158] Ἐπὶ εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ' οὖς ἐπαρθέντα κτείνει.
[159] Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ' ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον.
[160] Τὰ παρ' ὦτα, φλαῦρα τοῖσι παραπληκτικοῖσιν.
[161] Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ' οὖς ἀνίστησιν.
[162] Τὸ σπασμῶδες, τρομῶδες; ἀσῶδες, κατόχως, σμικρὰ παρ' οὖς ἀνίστησιν.
[163] Ἦρά γε οἷσι τὰ παρ' ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ' οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.
[164] Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ' ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ' ὦτα μεγάλα ἀνίσταται.
[165] Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ' οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον.
[166] Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ' οὖς ἀνίστησιν.
[167] Βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ' οὖς λαπάσσει.
[168] Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ' οὖς τι ἐξερεύγεται.
[169] Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ' οὖς ἐπαίρει.
[170] Τὰ ἐπώδυνα παρ' οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.