176 54 0 0 0 0 I-II d. C. Paroem. Plutarchus Ἐκλογὴ περὶ τῶν ἀδυνάτων von Leutsch, E.L., Göttingen, Vandenhoeck & Ruprecht, 1839 Rist. 1965, Hildesheim, Olms. 0

PLUTARCHUS - Ἐκλογὴ περὶ τῶν ἀδυνάτων

Indice dei Moralia

ΠΛΟΥΤΑΡΧΟΥ ΕΚΛΟΓΗ ΠΕΡΙ ΤΩΝ ΑΔΥΝΑΤΩΝ.

Κατὰ πετρῶν σπείρεις.

Πλίνθον πλύνεις.

Δικτύῳ ἄνεμον θηρᾷς.

Εἰς πίθον ἀντλεῖς.

    5Εἰς ὕδωρ γράφεις.

Εἰς οὐρανὸν τοξεύεις.

Αἰθίοπα σμήχεις.

Κοσκίνῳ ὕδωρ ἀντλεῖς.

Νεκρὸν μαστίζεις.

   10Εἰς ψάμμον οἰκοδομεῖς.

Εἰς ὕδωρ σπείρεις.

Ἀκίνητα κίνεις.

Ἀκίχητα διώκεις.

Σίδηρον πλεῖν διδάσκεις.

   15Δελφῖνα νήχεσθαι διδάσκεις.

Ἡλίῳ φῶς δανείζεις.

Κύματα μετρεῖς.

Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷς.

Λύκου πτερὸν ζητεῖς.

   20Τράγον ἀμέλγεις.

Ἄμμον θαλάσσης κοφίνῳ ζητεῖς μετρεῖν.

Ἐλαίῳ πῦρ σβεννύεις.

Αἰγιαλῷ λαλεῖς.

Λίθῳ διαλέγου.

   25Ἄνευ πτερῶν ζητεῖς ἵπτασθαι.

Φαλακρῷ κτένας δανείζεις.

Τυφλῷ κάτοπτρον χαρίζῃ.

Ἠπειρώτῃ δίκτυα δίδως.

Πρὸς κωφοῖς ἀποπέρδεις.

   30Ἄνεμον διώκεις.

Παρὰ δικτύοις ὕδωρ κομίζεις.


ΕΠΙ ΤΩΝ ΡΕΠΟΝΤΩΝ ΕΥΚΟΛΩΣ ΕΙΣ ΤΙ ΚΑΙ ΑΚΡΙΒΩΣ ΕΙΔΟΤΩΝ ΤΟΥΤΟ.

Ἵππος εἰς λεῖον πεδίον.

Ἀετὸς εἰς θήραν.

Ξυρὸς εἰς ἀκόνην.

   35Σφαῖρα κατὰ πρανοῦς.

Πῦρ εἰς ἀκάνθας.

Σπόγγος εἰς ὕδωρ.


ΕΠΙ ΔΕ ΑΔΥΝΑΤΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΑΥΤΑ ΟΦΕΙΛΕΙ ΛΕΓΕΣΘΑΙ.

Ὄρνιθος γάλα ζητεῖς.

Φακοῦ γωνίαν κάμπτεις.

   40Ὠὸν τίλλεις.

Θάλασσαν σπείρεις.

Πλίνθον πλύνεις.

Κωφῷ ὁμιλεῖς.

Τυφλῷ διανεύεις.

   45Ἀνδριάντα γαργαλίζεις.

Εἰς τετρημένον πίθον ἀντλεῖς.

Ἄστρα τοξεύεις.

Πῦρ ἀλείφεις.

Κατὰ μαχαιρῶν κυβιστᾷς.

   50Κοσκίνῳ φέρεις ὕδωρ.

Νεφέλας ξαίνεις.

Αἰθίοπα λευκαίνεις.