[1058] ΕΤΑΙΡΟΣ. Σοὶ μὲν εἰκός, ὦ Διαδούμενε, μὴ πάνυ [f] μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας, ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφ' ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν [γε] περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν· ἐμὲ δὲ πολλῆς, [1059] [a] ὥς γ' ἐμαυτῷ φαίνομαι, καὶ ἀτόπου μεστὸν ἥκοντα ταραχῆς εἴτε τισὶ λόγοις εἴτ' ἐπῳδαῖς εἴτ' ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων· οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δ' ἄγαν ἐγκειμένων τῇ Ἀκαδημείᾳ καὶ ἀπεχθῶς. οἵ γε πρὸς μικρὰ καὶ μετ' αἰδοῦς τὰ παρ' ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, καὶ πράως ἠντίασαν, τοὺς δὲ πρεσβυτέρους μετ' ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ καὶ δογμάτων ὁδῷ βαδιζόντων ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ [b] νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας. εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλ' ἐκ προνοίας θεῶν νομίζοι μετ' Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν ὁ μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας ὁ δ' ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν. Χρύσιππος γοῦν ἐν μέσῳ γενόμενος ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ [c] τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι [καὶ] διαρθρώσας ἑκάστην καὶ θέμενος εἰς τὸ οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ' ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους. ὑπὸ τοιούτων ἐγὼ λόγων διακεκαυμένος ἕωθεν σβεστηρίων δέομαι, καθάπερ τινὰ φλεγμονὴν ἀφαιρούντων τὴν ἀπορίαν τῆς ψυχῆς.
ΔΙΑΔΟΥΜΕΝΟΣ. Ὅμοια πολλοῖς ἴσως πέπονθας. εἰ δ' οἱ ποιηταί σε πείθουσι, λέγοντες ὡς ἐκ θεῶν προνοίας ἀνατροπὴν ἔσχεν ἡ παλαιὰ Σίπυλος τὸν Τάνταλον κολαζόντων, πείθου τοῖς ἀπὸ τῆς Στοᾶς ἑταίροις, ὅτι καὶ [d] Χρύσιππον οὐκ ἀπὸ τύχης ἀλλ' ἐκ προνοίας ἡ φύσις ἤνεγκεν, ἄνω τὰ κάτω καὶ τοὔμπαλιν ἀνατρέψαι δεομένη τὸν βίον· ὡς οὐ γέγονε πρὸς τοῦτο τῶν ὄντων οὐδεὶς εὐφυέστερος, ἀλλ' ὥσπερ ὁ Κάτων ἔλεγε περὶ Καίσαρος ‹πλὴν› ἐκείνου μηδένα νήφοντα μηδὲ φρονοῦντ' ἐπὶ συγχύσει τῆς πολιτείας τοῖς δημοσίοις προσελθεῖν πράγμασιν, οὕτως ἐμοὶ δοκεῖ μετὰ πλείστης ἐπιμελείας καὶ δεινότητος οὗτος ὁ ἀνὴρ ἀνατρέπειν καὶ καταβάλλειν τὴν συνήθειαν, ὡς ἐνιαχοῦ καὶ αὐτοὶ μαρτυροῦσιν οἱ τὸν ἄνδρα σεμνύνοντες, ὅταν αὐτῷ περὶ τοῦ ψευδομένου μάχωνται. τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι δι' ἀντικειμένων μὴ φάναι [e] ψεῦδος εὐπόρως εἶναι, λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας εἶτα καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν; τὸν μέν γε πολύποδά φασι τὰς πλεκτάνας αὑτοῦ περιβιβρώσκειν ὥρᾳ χειμῶνος, ἡ δὲ Χρυσίππου διαλεκτικὴ τὰ κυριώτατα μέρη καὶ τὰς ἀρχὰς αὑτῆς ἀναιροῦσα καὶ περικόπτουσα τίνα τῶν ἄλλων ἐννοιῶν ἀπολέλοιπεν ἀνύποπτον; οὐ γὰρ οἷόν τε δήπου [καὶ] τὰ ἐποικοδομούμενα [μὴ] βέβαια κεῖσθαι καὶ πάγια, τῶν πρώτων μὴ μενόντων ἀπορίας [f] δὲ καὶ ταραχὰς ἐχόντων τηλικαύτας. ἀλλ' ὥσπερ οἱ πηλὸν ἢ κονιορτὸν ἐπὶ τοῦ σώματος ἔχοντες τὸν ἁπτόμενον αὐτῶν καὶ προσαναχρωννύμενον οὐ κινεῖν ἀλλὰ προσβάλλειν τὸ τραχῦνον δοκοῦσιν, οὕτως ἐκεῖνοι τοὺς Ἀκαδημαϊκοὺς αἰτιῶνται καὶ νομίζουσι τὰς αἰτίας παρέχειν ὧν ἀναπεπλησμένους ἀποδεικνύουσιν αὐτούς· ἐπεὶ τάς γε κοινὰς [1060] [a] ἐννοίας τίνες μᾶλλον διαστρέφουσιν; εἰ δὲ βούλει, τὸ κατηγορεῖν ἐκείνων ἀφέντες, ὑπὲρ ὧν ἐγκαλοῦσιν ἡμῖν ἀπολογησώμεθα.
ΕΤΑΙΡΟΣ. Ἐγώ μοι δοκῶ τήμερον, ὦ Διαδούμενε, ποικίλος τις ἄνθρωπος γεγονέναι καὶ παντοδαπός· ἄρτι μὲν γὰρ ἀπολογίας δεόμενος προσῄειν ταπεινὸς καὶ τεθορυβημένος, νῦν δὲ μεταβάλλομαι πρὸς τὴν κατηγορίαν καὶ βούλομαι ἀπολαῦσαι τῆς ἀμύνης ἐλεγχομένους εἰς ταὐτὸν τοὺς ἄνδρας ἐπιδών, τὸ παρὰ τὰς ἐννοίας καὶ τὰς προλήψεις τὰς κοινὰς φιλοσοφεῖν, ἀφ' ὧν μάλιστα τὴν αἵρεσιν ὥσπερ ἐπιβαθρῶν ἀνα‹βαίνειν› δοκοῦσι καὶ μόνην ὁμολογεῖν τῇ φύσει λέγουσιν.
ΔΙΑΔΟΥΜ. Ἆρ' οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα [b] βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετ' εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας καὶ δικαστὰς μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν;
ΕΤΑΙΡΟΣ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;
ΔΙΑΔΟΥΜ. Ἤδη τοίνυν αὐτὸ τοῦτο σκόπει πρῶτον εἰ κατὰ τὰς κοινάς ἐστιν ἐννοίας, ὁμολογεῖν τῇ φύσει τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας, καὶ μήθ' ὑγίειαν [c] μήτ' εὐεξίαν μήτε κάλλος μήτ' ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ' ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δ' οἰκειοῦν ἡμᾶς τὴν φύσιν, εὖ μάλα καὶ τούτου παρὰ τὴν κοινὴν ἔννοιαν ὄντος, οἰκειοῦν πρὸς τὰ μὴ συμφέροντα μηδ' ἀγαθὰ τὴν φύσιν καὶ ἀλλοτριοῦν πρὸς τὰ μὴ κακὰ μηδὲ βλάπτοντα, καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας [d] εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.
Νομίζω δ' ἐγὼ κἀκεῖνο παρὰ τὴν ἔννοιαν λέγεσθαι, τὸ τὴν μὲν φύσιν αὐτὴν ἀδιάφορον εἶναι τὸ δὲ τῇ φύσει ὁμολογεῖν ἀγαθὸν μέγιστον. οὐδὲ γὰρ τὸ νόμῳ κατακολουθεῖν οὐδὲ τὸ λόγῳ πείθεσθαι σπουδαῖον ‹καὶ ἀστεῖον›, εἰ μὴ σπουδαῖος εἴη καὶ ἀστεῖος ὁ νόμος καὶ ὁ λόγος. καὶ τοῦτο μὲν ἔλαττον· εἰ δέ, ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατ' ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, 'τῶν ἄλλων' φησίν 'οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδ' εἰς τοῦτο συνεργούντων', οὐ μόνον οὔκ ἐστιν ἀδιάφορος ἡ φύσις, ἀλλ' ἀνόητος καὶ [e] ἀπόπληκτος, οἰκειοῦσ' ἡμᾶς πρὸς τὰ μηδὲν πρὸς ἡμᾶς· ἀνόητοι δὲ καὶ ἡμεῖς εὐδαιμονίαν ἡγούμενοι τὸ τῇ φύσει ὁμολογεῖν ἀγούσῃ πρὸς τὰ μηδὲν συνεργοῦντα πρὸς εὐδαιμονίαν. καίτοι τί μᾶλλόν ἐστι κατὰ τὴν κοινὴν ἔννοιαν ἢ καθάπερ τὰ αἱρετὰ πρὸς τὸ ὠφελίμως, οὕτω τὰ κατὰ φύσιν πρὸς τὸ ζῆν κατὰ φύσιν; οἱ δ' οὐχ οὕτως λέγουσιν, ἀλλὰ τὸ ζῆν κατὰ φύσιν τέλος εἶναι τιθέμενοι τὰ κατὰ φύσιν ἀδιάφορ' εἶναι νομίζουσιν.
Οὐχ ἧττον δὲ τούτου παρὰ τὴν κοινὴν ἔννοιάν ἐστι τὸ ἔννουν καὶ φρόνιμον ἄνδρα πρὸς τὰ ἴσα τῶν ἀγαθῶν μὴ ἐπίσης ἔχειν, ἀλλὰ τὰ μὲν ἐν μηδενὶ λόγῳ τίθεσθαι [f] τῶν δ' ἕνεκα πᾶν ὁτιοῦν ἂν ὑπομεῖναι καὶ παθεῖν, μηδὲν ἀλλήλων μικρότητι καὶ μεγέθει διαφερόντων· ταὐτὸ δὲ λέγουσιν αὐτοὶ [του] τῷ τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν· ὁμοίως γὰρ ἀμφότεροι κατορθοῦσιν. ἀλλὰ δι' ἐκεῖνα μὲν ὡς λαμπρὰ καὶ μεγάλα κἂν [1061] [a] ἀποθάνοιεν, ἐπὶ τούτοις δὲ σεμνύνειν ἑαυτὸν αἰσχύνη καὶ γέλως. λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ Θεῶν ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπ' ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως. ἆρ' οὖν παρὰ τὴν κοινὴν φιλοσοφοῦσιν ἔννοιαν, ἃς αἰσχύνονται πράξεις ἐπαινεῖν, μηδὲν τούτων κάλλιον ὁμολογοῦντες; ποῦ γὰρ αἱρετὸν ἢ πῶς ἀποδεκτόν, ὃ μήτ' ἐπαινεῖν μήτε θαυμάζειν ἄξιόν ἐστιν, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας ἢ θαυμάζοντας ἀτόπους καὶ ψυχροὺς νομίζουσιν;
[b] Ἔτι δὲ μᾶλλον, οἶμαι, φανεῖταί σοι παρὰ τὴν κοινὴν ἔννοιαν, εἰ τῶν μεγίστων ἀγαθῶν ὁ φρόνιμος μήτ' ἀπόντων μήτ' εἰ πάρεστιν αὐτῷ φροντίζοι, ἀλλ' οἷός ἐστιν ἐν τοῖς ἀδιαφόροις καὶ τῇ περὶ ταῦτα πραγματείᾳ καὶ οἰκονομίᾳ, τοιοῦτος ἂν κἀν τούτοις εἴη. πάντες γὰρ δήπουθεν 'εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός' (Simon. fr. 4, 16), οὗ μὲν καὶ παρόντος ὄνησίς ἐστι καὶ μὴ παρόντος ὥσπερ ἔνδεια καὶ ὄρεξις, αἱρετὸν καὶ ἀγαθὸν καὶ ὠφέλιμον νοοῦμεν, ἐφ' ᾧ δ' οὐδὲν ἄν τις πραγματεύσαιτο μὴ παιδιᾶς ἕνεκεν μηδὲ ῥᾳστώνης, τοῦτ' ἀδιάφορον. ἄλλῳ γὰρ οὐδενὶ [c] τοῦ φιλοπόνου τὸν κενόσπουδον ἀφορίζομεν ἐν τοῖς ἔργοις ‹ἴσον› ὄντα πολλάκις ἢ τῷ τὸν μὲν εἰς ἀνωφελῆ πονεῖν καὶ ἀδιάφορα τὸν δ' ἕνεκά του τῶν συμφερόντων καὶ λυσιτελῶν. ἀλλ' οὗτοί γε τοὐναντίον· ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται, τῶν τ' ἄλλων οὐ πεφροντικὼς οὔτ' ἔλαττον ἔχειν οὔτε πλέον οἴεται μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος· καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον. ἆρ' [d] οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου καμόντος, οὐσίας ἀπολλυμένης ἄφροντίς ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός; ἢ νοσῶν μὲν ἰατροῖς τελεῖ μισθοὺς χρημάτων δ' ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην, ὥς φησι Χρύσιππος, τῶν δ' αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει; πῶς οὖν οὐχ ὁμολογοῦσι παρὰ τὰς ἐννοίας φιλοσοφεῖν, ἐπὶ τοῖς ἀδιαφόροις τοσαῦτα πραγματευόμενοι καὶ σπουδάζοντες, ἀγαθῶν δὲ μεγάλων καὶ παρόντων καὶ μὴ παρόντων ἀδιαφόρως ἔχοντες;
[e] Ἀλλὰ κἀκεῖνο παρὰ τὰς κοινὰς ἐννοίας ἐστίν, ἄνθρωπον ὄντα μὴ χαίρειν ἐκ τῶν μεγίστων κακῶν ἐν τοῖς μεγίστοις ἀγαθοῖς γενόμενον. τοῦτο δὲ πέπονθεν ὁ τούτων σοφός· ἐκ γὰρ τῆς ἄκρας κακίας μεταβαλὼν εἰς τὴν ἄκραν ἀρετὴν καὶ τὸν ἀθλιώτατον βίον διαφυγὼν ἅμα καὶ κτησάμενος τὸν μακαριώτατον οὐδὲν ἐπίδηλον εἰς χαρὰν ἔσχεν, οὐδ' ἐπῆρεν αὐτὸν οὐδ' ἐκίνησεν ἡ τοσαύτη μεταβολή, κακοδαιμονίας ἀπαλλαγέντα καὶ μοχθηρίας ἁπάσης, εἰς δ' ἀσφαλῆ τινα καὶ βεβαίαν παντέλειαν ἀγαθῶν ἐξικόμενον. παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, μὴ δεῖσθαι [f] δὲ τούτου τὸν ἐπ' ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου, πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γ' ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν. οὐ μόνον οὖν ταῦτα λέγουσιν οἱ ἄνδρες, ἀλλὰ κἀκεῖνα πρὸς τούτοις, ὅτι 'ἀγαθὸν [1062] [a] ὁ χρόνος οὐκ αὔξει προσγινόμενος, ἀλλὰ κἂν ἀκαρές τις ὥρας γένηται φρόνιμος, οὐδὲν πρὸς εὐδαιμονίαν ἀπολειφθήσεται τοῦ τὸν αἰῶνα χρωμένου τῇ ἀρετῇ καὶ μακαρίως ἐν αὐτῇ καταβιοῦντος.' ταῦτα δ' οὕτως νεανικῶς ἀπισχυρισάμενοι πάλιν οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου· 'τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δ' ἂν ὁ Λίχας ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ;' ταῦτ' οὖν οὐ μόνον παρὰ τὰς κοινὰς ἐννοίας ἐστὶ φιλοσοφούντων ἀλλὰ καὶ τὰς ἰδίας κυκώντων, εἰ τὸ [b] βραχὺν χρόνον κτήσασθαι τὴν ἀρετὴν οὐθὲν ἀπολείπεσθαι τῆς ἄκρας εὐδαιμονίας ἅμα καὶ μηδενὸς ὅλως ἄξιον νομίζουσι.
Τοῦτο δ' οὐκ ἂν μάλιστα θαυμάσαις αὐτῶν, ἀλλ' ὅτι τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας παραγινομένης πολλάκις οὐδ' αἰσθάνεσθαι τὸν κτησάμενον οἴονται, διαλεληθέναι δ' αὑτὸν ὅτι μικρῷ πρόσθεν ἀθλιώτατος ὢν καὶ ἀφρονέστατος νῦν ὁμοῦ φρόνιμος καὶ μακάριος γέγονεν. οὐ γὰρ μόνον ἔχοντά τινα τὴν φρόνησιν τοῦτο μόνον μὴ φρονεῖν ὅτι φρονεῖ μηδὲ γινώσκειν ὅτι τὸ ἀγνοεῖν διαπέφευγεν εὐτράπελόν ἐστιν· ἀλλὰ καὶ ὅλως εἰπεῖν τὸ ἀγαθὸν ἀρρεπὲς ποιοῦσι καὶ ἀμαυρόν, εἰ μηδ' αἴσθησιν αὑτοῦ [c] ποιεῖ παραγενόμενον. φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατ' αὐτούς, ἀλλὰ καὶ λέγει διαρρήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους αἰσθητὸν εἶναι τὸ ἀγαθόν, ὡς δ' οἴεται, καὶ ἀποδείκνυσι. λείπεται τοίνυν ἀσθενείᾳ καὶ μικρότητι διαφεύγειν αὐτὸ τὴν αἴσθησιν, ὁπόταν παρὸν ἀγνοῆται καὶ διαλανθάνῃ τοὺς ἔχοντας. ἔτι τοίνυν ἄτοπον μέν ἐστι τὴν τῶν ἀτρέμα καὶ μέσως λευκῶν αἰσθανομένην ὄψιν ἐκφεύγειν τὰ ἐπ' ἄκρον λευκὰ καὶ τὴν τὰ μαλακῶς καὶ ἀνειμένως θερμὰ καταλαμβάνουσαν ἁφὴν ἀναισθητεῖν τῶν σφόδρα θερμῶν, ἀτοπώτερον δέ, εἴ τις τὰ κοινῶς κατὰ φύσιν, οἷόν ἐστιν ὑγίεια καὶ εὐεξία, καταλαμβάνων τὴν [d] ἀρετὴν ἀγνοεῖ παροῦσαν, ἣν μάλιστα καὶ ἄκρως κατὰ φύσιν εἶναι τίθενται. πῶς γὰρ οὐ παρὰ τὴν ἔννοιάν ἐστιν ὑγιείας καὶ νόσου διαφορὰν καταλαμβάνειν, ‹φρονήσεως δὲ μὴ καταλαμβάνειν› καὶ ἀφροσύνης, ἀλλὰ τὴν μὲν ἀπηλλαγμένην οἴεσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν; ἐπεὶ δ' ἐκ τῆς ἄκρας προκοπῆς μεταβάλλουσιν εἰς εὐδαιμονίαν καὶ ἀρετήν, δυοῖν ἀνάγκη θάτερον, ἢ τὴν προκοπὴν κακίαν μὴ εἶναι μηδὲ κακοδαιμονίαν, ἢ τὴν ἀρετὴν τῆς κακίας μὴ πολλῷ παραλλάττειν μηδὲ τῆς κακοδαιμονίας τὴν εὐδαιμονίαν, ἀλλὰ μικρὰν καὶ ἀνεπαίσθητον [e] εἶναι τὴν πρὸς τὰ κακὰ τῶν ἀγαθῶν διαφοράν· οὐ γὰρ ἂν ἑαυτοὺς διελάνθανον ἀντ' ἐκείνων ταῦτ' ἔχοντες.
Ὅταν μὲν οὖν μηδενὸς ἐκστῆναι τῶν μαχομένων ἀλλὰ πάνθ' ὁμοῦ λέγειν καὶ τιθέναι θέλωσι, τὸ τοὺς προκόπτοντας ἀνοήτους καὶ κακοὺς εἶναι, τὸ φρονίμους καὶ ἀγαθοὺς γενομένους διαλανθάνειν ἑαυτούς, τὸ μεγάλην διαφορὰν τῆς φρονήσεως πρὸς τὴν ἀφροσύνην ὑπάρχειν, ἦ πού σοι δοκοῦσι θαυμασίως ἐν τοῖς δόγμασι τὴν ὁμολογίαν βεβαιοῦν; ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες εἶτα πάλιν τοὺς μὲν [f] αὐτῶν ἐκτρέπωνται καὶ βδελύττωνται, τοὺς δ' ἀπαντῶντες μηδὲ προσαγορεύωσι, τοῖς δὲ χρήματα πιστεύωσιν, ἀρχὰς ἐγχειρίζωσιν, ἐκδιδῶσι θυγατέρας; ταῦτα γὰρ εἰ μὲν παίζοντες λέγουσι, καθείσθωσαν τὰς ὀφρῦς· εἰ δ' ἀπὸ σπουδῆς καὶ φιλοσοφοῦντες, παρὰ τὰς κοινάς ἐστιν ἐννοίας ψέγειν [1063] [a] μὲν ὁμοίως καὶ κακίζειν πάντας ἀνθρώπους, χρῆσθαι δὲ τοῖς μὲν ὡς μετρίοις τοῖς δ' ὡς κακίστοις, καὶ Χρύσιππον μὲν ὑπερεκπεπλῆχθαι καταγελᾶν δ' Ἀλεξίνου, μηδὲν δὲ μᾶλλον οἴεσθαι μηδ' ἧττον ἀλλήλων ἀφραίνειν τοὺς ἄνδρας. 'ναί' φασίν, 'ἀλλ' ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας οὐδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδ' οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ· καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρις οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, [b] ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν.' ὅτι μὲν οὖν οὔτε τυφλοῖς ἐοίκασιν οἱ προκόπτοντες ἀλλ' ἧττον ὀξυδορκοῦσιν, οὔτε πνιγομένοις ἀλλὰ νηχομένοις, καὶ ταῦτα πλησίον λιμένος, αὐτοὶ διὰ τῶν πραγμάτων μαρτυροῦσιν. οὐ γὰρ ἂν ἐχρῶντο συμβούλοις καὶ στρατηγοῖς καὶ νομοθέταις ὥσπερ τυφλοῖς χειραγωγοῖς, οὐδ' ἂν ἐζήλουν ἔργα καὶ πράξεις καὶ λόγους καὶ βίους ἐνίων, εἰ πάντας ὡσαύτως πνιγομένους ὑπὸ τῆς ἀφροσύνης καὶ μοχθηρίας ἑώρων. ἀφεὶς δὲ τοῦτο θαύμασον ἐκείνῃ τοὺς ἄνδρας, εἰ μηδὲ τοῖς ἑαυτῶν διδάσκονται παραδείγμασι προέσθαι ‹τοὺς› διαλεληθότας [c] ἐκείνους σοφοὺς καὶ μὴ συνιέντας μηδ' αἰσθανομένους ὅτι πνιγόμενοι πέπαυνται καὶ φῶς ὁρῶσι καὶ τῆς κακίας ἐπάνω γεγονότες ἀναπεπνεύκασι.
Παρὰ τὴν ἔννοιάν ἐστιν ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν· ἔτι δὲ μᾶλλον, ᾧ μηδὲν ἀγαθὸν ἔστι μηδ' ἔσται, τὰ δεινὰ δὲ πάντα καὶ τὰ δυσχερῆ καὶ κακὰ πάρεστι καὶ παρέσται διὰ τέλους, τούτῳ μὴ καθήκειν ἀπολέγεσθαι τὸν βίον, ἂν μή τι νὴ Δία τῶν ἀδιαφόρων αὐτῷ προσγένηται. ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν ὡς [d] ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι, πολλοὺς δὲ κατέχουσι τῶν φαύλων ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. καίτοι ὁ μὲν σοφὸς ὄλβιος μακάριος πανευδαίμων ἀσφαλὴς ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν· 'γέμω κακῶν δὴ καὶ οὐκ ἔσθ' ὅπου τεθῇ·' ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι κἀκείνοις ἐξαγωγήν. 'εἰκότως δέ' φησὶ Χρύσιππος· 'οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν.' οὕτως ἄνθρωποι σῴζουσι τὴν συνήθειαν καὶ πρὸς τὰς κοινὰς ἐννοίας φιλοσοφοῦσι. τί λέγεις; οὐ δεῖ σκοπεῖν
'ὅττι τοι ἐν μεγάροισι κακόν ‹τ'› ἀγαθόν τε τέτυκται'
τὸν περὶ βίου καὶ θανάτου σκοπούμενον, οὐδ' ὥσπερ ἐπὶ [e] ζυγοῦ τὰ πρὸς εὐδαιμονίαν καὶ κακοδαιμονίαν ἐξετάζειν †ἐπίσημα μᾶλλον ὠφελ... ἀλλ' ἐκ τῶν μήτ' ὠφελούντων μήτε βλαπτόντων τοὺς ‹πότερον› βιωτέον ἢ μὴ ποιεῖσθαι λογισμούς; οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαί τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, ᾧ πάντα τὰ αἱρετὰ πάρεστι; καίτοι παράλογον μέν, ὦ ἑταῖρε, καὶ τὸ φεύγειν τὸν βίον ἐν μηδενὶ κακῷ γενομένους, παραλογώτερον δέ, εἰ μὴ τυγχάνων τις τοῦ ἀδιαφόρου τὸ ἀγαθὸν ἀφίησιν· ὅπερ [f] οὗτοι ποιοῦσι, τὴν εὐδαιμονίαν προϊέμενοι καὶ τὴν ἀρετὴν παροῦσαν ἀνθ' ὑγιείας καὶ ὁλοκληρίας, ὧν οὐ τυγχάνουσιν. 'ἔνθ' αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς' (Ζ 234), ὅτι χρύσεια χαλκείων, ἑκατόμβοια ἐννεαβοίων ἔμελλε διαμείψεσθαι. καίτοι τὰ μὲν χάλκεα τῶν ὅπλων οὐχ ἧττον ἢ τὰ χρυσᾶ παρεῖχε χρείαν μαχομένοις, εὐπρέπεια δὲ σώματος καὶ ὑγίεια τοῖς Στωικοῖς οὔτε χρείαν οὔτ' ὄνησίν [1064] [a] τινα φέρει πρὸς εὐδαιμονίαν· ἀλλ' ὅμως οὗτοι τῆς φρονήσεως ἀντικαταλλάττονται τὴν ὑγίειαν. καὶ γὰρ Ἡρακλείτῳ φασὶ καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων τὸ δ' ο... τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν ‑ καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν ‑ , καὶ [b] ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν· 'ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον.' ἀλλ' ὄνου γε, φήσει τις, ἡ τοιαῦτα παραγγέλλουσα φρόνησίς ἐστιν, εἰ τὸ μὲν φρονεῖν καὶ εὐδαιμονεῖν ἀγαθόν ἐστι τὸ δ' ‹ὄνου› περιφέρειν πρόσωπον ἀδιάφορον. ἔθνος εἶναί φασιν Αἰθιόπων, ὅπου κύων βασιλεύει καὶ βασιλεὺς προσαγορεύεται καὶ γέρα καὶ τιμὰς ἔχει βασιλέως, ἄνδρες δὲ πράσσουσιν ἅπερ ἡγεμόσι πόλεων προσήκει καὶ ἄρχουσιν. ἆρ' οὖν παρὰ τοῖς Στωικοῖς ὁμοίως τὸ μὲν ὄνομα καὶ τὸ σχῆμα τοῦ ἀγαθοῦ πάρεστι τῇ ἀρετῇ καὶ μόνην ταύτην αἱρετὸν καὶ [c] ὠφέλιμον καὶ συμφέρον καλοῦσι, πράττουσι δὲ πάντα καὶ φιλοσοφοῦσι καὶ ζῶσι καὶ ἀποθνήσκουσιν ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων; καίτοι τὸν κύνα μὲν ἐκεῖνον οὐδεὶς Αἰθιόπων ἀποκτίννυσιν, ἀλλὰ σεμνῶς κάθηται προσκυνούμενος, οὗτοι δὲ τὴν ἀρετὴν ἀπολλύουσιν ἑαυτῶν καὶ διαφθείρουσι, τῆς ὑγιείας περιεχόμενοι καὶ τῆς ἀπονίας.
Ἔοικε δ' ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφών, αὐτὸς ὃν ὁ Χρύσιππος τοῖς δόγμασιν ἐπιτέθεικεν. ὄντων γὰρ ἐν τῇ φύσει τῶν μὲν ἀγαθῶν τῶν δὲ κακῶν τῶν δὲ [καὶ] μεταξὺ καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων ὃς οὐ βούλεται τἀγαθὸν [d] ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον ‹καὶ τὸ ἀδιάφορον› ἢ τὸ κακόν. ἀλλὰ καὶ τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρ' αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ [δὲ] μήτ' ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τοῦ ἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. ὁ δὲ τὴν φύσιν ἐναλλάττων καὶ τὴν τάξιν ἀναστρέφων ἐκ τῆς μέσης χώρας τὸ μέσον εἰς τὴν ἐσχάτην μετατίθησι, τὸ δ' ἔσχατον εἰς τὴν μέσην ἐπανάγει καὶ μετοικίζει, καθάπερ οἱ τύραννοι τοῖς κακοῖς προεδρίαν διδοῦσι, [καὶ] νομοθετῶν πρῶτον διώκειν τὸ [e] ἀγαθὸν δεύτερον δὲ τὸ κακόν, ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτ' ἀγαθὸν μήτε κακόν· ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε
'τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον' (Θ 14).
εἰπὼν οὖν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὅτι 'λυσιτελεῖ ζῆν ἄφρονα ἢ ‹μὴ› βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν' ἐπιφέρει κατὰ λέξιν· 'τοιαῦτα γὰρ τὰ ἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ καὶ τὰ κακὰ τῶν [ἄλλων] ἀνὰ μέσον προτερεῖν· ἔστι δ' οὐ ταῦτα προτεροῦντα, ἀλλ' ὁ λόγος μεθ' οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, εἰ καὶ ἄφρονες ἐσόμεθα' ‑ δῆλον οὖν, εἰ καὶ ἄδικοι καὶ παράνομοι καὶ [f] θεοῖς ἐχθροί, καὶ εἰ κακοδαίμονες· οὐθὲν γὰρ ἄπεστι τούτων τοῖς ἀφρόνως βιοῦσιν. ἐπιβάλλει τοίνυν κακοδαιμονεῖν μᾶλλον ἢ μὴ κακοδαιμονεῖν καὶ βλάπτεσθαι μᾶλλον ἢ μὴ βλάπτεσθαι καὶ ἀδικεῖν ἢ μὴ ἀδικεῖν καὶ παρανομεῖν ἢ μὴ παρανομεῖν· τουτέστιν ἐπιβάλλει τὰ μὴ ἐπιβάλλοντα ποιεῖν καὶ καθήκει ζῆν καὶ παρὰ τὸ καθῆκον. 'ναί· χεῖρον γάρ ἐστι τὸ ἄλογον καὶ τὸ ἀναίσθητον εἶναι τοῦ ἀφραίνειν.' εἶτα ‹τί› παθόντες οὐχ ὁμολογοῦσιν εἶναι κακόν, ὃ τοῦ κακοῦ χεῖρόν ἐστι; διὰ ‹τί› φευκτὸν ἀποφαίνουσι μόνον [1065] [a] τὴν ἀφροσύνην, εἰ οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐπιβάλλον ἐστὶ φεύγειν τὴν μὴ δεχομένην τὸ ἀφραίνειν διάθεσιν;
Ἀλλὰ τί ἄν τις ἐπὶ τούτοις δυσχεραίνοι, μεμνημένος ὧν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γέγραφεν, ἀποφαίνων οὐκ ἀχρήστως τὴν κακίαν πρὸς τὰ ὅλα γεγενημένην; ἄξιον δ' ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς πως, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν· 'ἡ δὲ κακία πρὸς τὰ λοιπὰ συμπτώματα ἔχει ὅρον· γίνεται γὰρ [b] ‹καὶ› αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵν' οὕτως εἴπω, οὐκ ἀχρήστως γίνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.' οὐκοῦν ἐν θεοῖς ἀγαθὸν οὐδὲν ἔστιν, ἐπεὶ μηδὲ κακόν· οὐδέ, ὅταν ὁ Ζεὺς εἰς ἑαυτὸν ἀναλύσας τὴν ὕλην ἅπασαν εἷς γένηται καὶ τὰς ἄλλας ἀνέλῃ διαφοράς, οὐθὲν ἔστιν ἀγαθὸν τηνικαῦτα, μηθενός γε κακοῦ παρόντος· ἀλλὰ χοροῦ μὲν ἔστιν ἐμμέλεια μηδενὸς ἀπᾴδοντος ἐν αὐτῷ, καὶ σώματος ὑγίεια μηδενὸς μορίου νοσοῦντος, ἀρετὴ δ' ἄνευ κακίας οὐκ ἔχει γένεσιν, ἀλλ' ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ ὑαίνης ἀναγκαῖόν [c] ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν. πῶς δ' ἂν εὗρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν; ὥρα λέγειν αὐτοῖς ὅτι καὶ φθίσις γέγονεν ἀνθρώπῳ πρὸς εὐεξίαν καὶ ποδάγρα πρὸς ὠκύτητα· καὶ οὐκ ἂν ἦν Ἀχιλλεὺς κομήτης, εἰ μὴ φαλακρὸς Θερσίτης. τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν καὶ πρὸς τὴν [d] δικαιοσύνην τὴν ἀδικίαν; ὅπως εὐχώμεθα τοῖς θεοῖς ἀεὶ μοχθηρίαν εἶναι (Hes. O. D. 78) 'ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος', εἰ τούτων ἀναιρεθέντων οἴχεται φροῦδος ἡ ἀρετὴ καὶ συναπόλωλεν.
Ἢ βούλει τὸ ἥδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ἱστορῆσαι; 'ὥσπερ γὰρ αἱ κωμῳδίαι' φησίν 'ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθ' αὑτὰ μέν ἐστι φαῦλα τῷ δ' ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν, οὕτω ψέξειας ἂν αὐτὴν ἐφ' ἑαυτῆς τὴν κακίαν, τοῖς δ' ὅλοις οὐκ ἄχρηστός ἐστι.' πρῶτον μὲν οὖν τὴν κακίαν γεγονέναι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν, ὥσπερ τὸ φαῦλον ἐπίγραμμα γέγονε κατὰ τὴν τοῦ ποιητοῦ βούλησιν, πᾶσαν ἐπίνοιαν ἀτοπίας [e] ὑπερβάλλει. τί γὰρ μᾶλλον ἀγαθῶν ἢ κακῶν δοτῆρες ἔσονται; πῶς δ' ἔτι θεοῖς ἐχθρὸν ἡ κακία καὶ θεομισές; ἢ τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς (Aesch. Niobe fr. 156)
'θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ·'
καί (Α 8)
'τίς τ' ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;'
ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης τοῦ γελοίου ἢ κεχαρισμένου τοῖς θεαταῖς· ὁ δὲ πατρῷος καὶ ὕπατος καὶ θεμίστιος Ζεὺς καὶ 'ἀριστοτέχνας' κατὰ Πίνδαρον, οὐ δρᾶμα δήπου μέγα καὶ ποικίλον καὶ πολυμερὲς δημιουργῶν [f] τὸν κόσμον, ἀλλὰ θεῶν καὶ ἀνθρώπων ἄστυ κοινόν, συννομησομένων μετὰ δίκης καὶ ἀρετῆς ὁμολογουμένως καὶ μακαρίως, τί πρὸς τὸ κάλλιστον τοῦτο καὶ σεμνότατον τέλος ἐδεῖτο λῃστῶν καὶ ἀνδροφόνων καὶ πατροκτόνων καὶ τυράννων· οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν ἡ κακία γέγονεν [1066] [a] ἐπεισόδιον, οὐδὲ δι' εὐτραπελίαν ἡ ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφ' ὧν οὐδ' ὄναρ ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν, τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα, καὶ πᾶς ὁ βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδ' ἀνεπίληπτον, ὡς οὗτοι λέγουσιν, αἴσχιστόν [b] ἐστι δραμάτων ἁπάντων καὶ ἀτερπέστατον.
Ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν εὔχρηστος ἡ κακία τοῖς ὅλοις. οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα φήσει. γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδ' οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδ' ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδ' ἂν ὥραις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδ' ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. ἀπολείπεται τοίνυν [c] πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν εὐχρήστως γεγονέναι· καὶ τοῦτ' ἴσως οἱ ἄνδρες λέγουσιν. ἆρ' οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἤ τι δὴ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων; πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν; οὔ φασιν. †ἡ δέ, ποῦ γῆς ἐστιν· ὄνομα μόνον καὶ δόκημα νυκτερωπὸν ἐννύχων σοφιστῶν· οὐχ ὥσπερ ἡ κακία πᾶσιν ὑπερέκκειται καὶ πᾶσιν ἐναργὴς οὐδενὸς ὡς ἀχρήστου μεταλαβεῖν, ἥκιστα δ' ἀρετῆς, ὦ θεοί, δι' ἣν γεγόναμεν; †εἶτ' οὐ δεινόν, εἰ γεωργῷ μὲν καὶ κυβερνήτῃ καὶ ἡνιόχῳ τὰ εὔχρηστα φορὰ καὶ συνεργὰ πρὸς τὸ οἰκεῖόν ἐστι τέλος, τὸ δ' ὑπὸ τοῦ θεοῦ πρὸς ἀρετὴν [d] γεγονὸς ἀπολώλεκε τὴν ἀρετὴν καὶ διέφθαρκεν;
Ἀλλ' ἴσως ἤδη καιρὸς ἐπ' ἄλλο τρέπεσθαι, τοῦτο δ' ἀφεῖναι.
ΕΤΑΙΡΟΣ. Οὐδαμῶς, ὦ φίλος, ἐμὴν χάριν· ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν.
ΔΙΑΔΟΥΜ. Ἀμέλει καὶ ἄξιον, ὦ ἑταῖρε. πολὺς μὲν ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν ‹ἀναιρεθέντων τῶν κακῶν› καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν· ὡς δ' ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τιν' εἶναι, παραπλησίως οἴονται προσήκειν ἀγαθῶν ὑπαρχόντων καὶ κακὰ ὑπάρχειν.
[e] ΕΤΑΙΡΟΣ. Ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δ' ἕτερον οἶμαι μηδ' ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, ᾗ τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν. ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις· ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τὸ ἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην ἀλλὰ τὸ μήτ' ἀγαθὸν μήτε κακὸν ἔχουσαν. πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρ' ὑμῶν, ἀκουστέον.
ΔΙΑΔΟΥΜ. Ἀλλὰ πολλὰ μὲν λέγεται, τὰ δὲ νῦν τοῖς ἀναγκαίοις χρηστέον. πρῶτον μὲν οὖν εὔηθες οἴεσθαι [f] φρονήσεως ἕνεκα γένεσιν κακῶν ὑποστῆναι καὶ ἀγαθῶν. ὄντων γὰρ ἀγαθῶν καὶ κακῶν ἐπιγίνεται φρόνησις, ὥσπερ ἰατρικὴ νοσερῶν ὑποκειμένων καὶ ὑγιεινῶν. οὐ γὰρ τὸ ἀγαθὸν ὑφίσταται καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλ' ᾗ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις· ὥσπερ ὄψις ἡ λευκῶν καὶ μελάνων αἴσθησις οὐ γενομένων ὅπως ἔχοιμεν ὄψιν ἡμεῖς, [1067] [a] ἀλλὰ μᾶλλον ἡμῶν πρὸς τὸ τὰ τοιαῦτα κρίνειν ὄψεως δεηθέντων. δεύτερον, ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδ' ὁτιοῦν ἀπολείπεται, τὸ δ' ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν· ἔστι τοίνυν φρόνησις οὐκ ὄντος κακοῦ, καὶ οὐκ ἀνάγκη κακὸν ὑπάρχειν, εἰ φρόνησις ἔνι. εἰ δὲ δὴ πάντως δεῖ τὴν φρόνησιν ἀγαθῶν εἶναι καὶ κακῶν ἐπιστήμην, τί δεινόν, εἰ τῶν κακῶν ἀναιρεθέντων οὐκ ἔσται φρόνησις ἑτέραν τ' ἀντ' ἐκείνης ἀρετὴν ἕξομεν, οὐκ ἀγαθῶν καὶ κακῶν ἀλλ' ἀγαθῶν μόνων ἐπιστήμην οὖσαν; ὥσπερ εἰ τῶν χρωμάτων τὸ μέλαν ἐξαπόλοιτο παντάπασιν, [b] εἶτά τις βιάζοιτο καὶ τὴν ὄψιν ἀπολωλέναι, λευκῶν γὰρ οὐκ εἶναι καὶ μελάνων αἴσθησιν, τί κωλύει φάναι πρὸς αὐτόν, ὅτι δεινὸν οὐδέν, εἰ τὴν μὲν ὑπὸ σοῦ λεγομένην ὄψιν οὐκ ἔχομεν, ἄλλη δὲ πάρεστιν ἀντ' ἐκείνης αἴσθησις ἡμῖν καὶ δύναμις, ᾗ λευκῶν ἀντιλαμβανόμεθα καὶ μὴ λευκῶν χρωμάτων; ἐγὼ μὲν γὰρ οὔτε γεῦσιν οἶμαι φροῦδον ἂν γενέσθαι πικρῶν ἐπιλιπόντων, οὔθ' ἁφὴν ἀλγηδόνος ἀναιρεθείσης, οὔτε φρόνησιν κακοῦ μὴ παρόντος, ἀλλ' ἐκείνας τε μένειν αἰσθήσεις γλυκέων καὶ ἡδέων καὶ τῶν μὴ τοιούτων ἀντιλαμβανομένας, ταύτην τε τὴν φρόνησιν ἀγαθῶν καὶ μὴ ἀγαθῶν ἐπιστήμην οὖσαν.
[c] οἷς δὲ μὴ δοκεῖ, τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα. χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δ' ἀγαθοῦ καὶ ὕπαρξιν; ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τὸ ἀγαθὸν τὴν εὐδαιμονίαν. ὃ καὶ θαυμαστόν ἐστιν, εἰ τῆς μὲν ἀρετῆς μὴ παρούσης εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες, τῆς κακίας δὲ μὴ γενομένης [d] οὐ δυνατὸν ἦν κτήσασθαι νόησιν. ὅρα γὰρ οἷα πείθουσιν ἡμᾶς οἱ κατὰ τὰς ἐννοίας φιλοσοφοῦντες, ὅτι τῇ μὲν ἀφροσύνῃ καταλαμβάνομεν τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθ' αὑτὴν ‹οὔτε τὴν› ἀφροσύνην καταλαμβάνειν πέφυκεν.
Εἰ δὲ δὴ πάντως ἐδεῖτο κακοῦ γενέσεως ἡ φύσις, ἓν ἦν δήπου παράδειγμα κακίας ἱκανὸν ἢ δεύτερον· εἰ δὲ βούλει, δέκα φαύλους ἢ χιλίους ἢ μυρίους ἔδει γενέσθαι, καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος ‑
'οὐ ψάμμος, ἢ κόνις, ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν
τόσσον ἂν χεύαιτ' ἀριθμόν' ‑ ,
[e] ἀρετῆς δὲ μηδ' ἐνύπνιον. οἱ μὲν γὰρ ἐν Σπάρτῃ τῶν φιδιτίων ἐπιμελούμενοι δύο ἢ τρεῖς ἐπίτηδες εἵλωτας ἐμπεφορημένους ἀκράτου καὶ μεθύοντας ‹εἰσάγοντες› εἰς κοινὸν ἐπιδείκνυνται τοῖς νέοις ὁποῖόν ἐστι τὸ μεθύειν, ὅπως φυλάττωνται καὶ σωφρονῶσιν, ἐν δὲ τῷ βίῳ ‹μάτην› τὰ πολλὰ ταῦτα τῆς κακίας γέγονε παραδείγματα. νήφων γὰρ οὐδὲ εἷς ἐστι πρὸς ἀρετήν, ἀλλὰ ῥεμβόμεθα πάντες, ἀσχημονοῦντες καὶ κακοδαιμονοῦντες· οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος (fab. 138 Hr.) δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας [f] ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι. καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν δι' αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπ' ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου καὶ πικρᾶς κακίας προεμφορηθέντας· εἴ γε δὴ καὶ τοῖς ἐπ' ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν, οὔτε κουφισμὸς οὔτ' ἄνεσις ἔστιν οὔτ' ἀναπνοὴ τῆς ἀβελτερίας καὶ κακοδαιμονίας.
[1068]
[a] Ὁ τοίνυν λέγων οὐκ ἀχρήστως γεγονέναι τὴν κακίαν ὅρα πάλιν οἷον αὐτὴν ἀποδείκνυσι χρῆμα καὶ κτῆμα τοῖς ἔχουσι, γράφων ἐν τοῖς περὶ Κατορθωμάτων ὡς 'ὁ φαῦλος οὐδενὸς δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐθέν ἐστιν αὐτῷ χρήσιμον, οὐθὲν οἰκεῖον, οὐθὲν ἁρμόττον'. πῶς οὖν εὔχρηστος ἡ κακία, μεθ' ἧς οὐδ' ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή; οὐ δεῖται δέ τις ὧν τὰ μὲν προηγμένα καὶ ληπτὰ καὶ νὴ Δί' εὔχρηστα, τὰ δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν; εἶτα τούτων οὐδεὶς ἔχει [b] χρείαν, ἂν μὴ γένηται σοφός; οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι; διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδ' ἄρτου πεινῶντες.
'ἔστε ξένοισι μειλίχοις ἐοικότες
στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις·'
οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς; οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων
'δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ;'
ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον; λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος· ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, ἐκεῖνος αὐτάρκης μακάριος [c] τέλειος. νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς οὐ δέονται μὲν ἐνδέονται δ' οἱ φαῦλοι, πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς. πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδ' εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων· ἀλλ' ὅπλων ἐνδεεῖς λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ τυγχάνωσι μηδ' ἔχωσιν. οἱ δ' οὕτως ἐπιθυμοῦσιν [d] ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.
Σκόπει δὲ μικρὸν ἀνωτέρω ἀναγαγὼν ἑαυτόν. ἕν τι τῶν παρὰ τὰς ἐννοίας λεγομένων ἐστὶ τό 'μηδένα φαῦλον ὠφελεῖσθαι'. καίτοι παιδευόμενοί γε πολλοὶ προκόπτουσι καὶ δουλεύοντες ἐλευθεροῦνται καὶ πολιορκούμενοι σῴζονται καὶ π[λ]ηρούμενοι χειραγωγοῦνται καὶ θεραπεύονται νοσοῦντες· 'ἀλλ' οὐκ ὠφελοῦνται τούτων τυγχάνοντες οὐδ' εὖ πάσχουσιν οὐδ' εὐεργέτας ἔχουσιν οὐδ' εὐεργετῶν ἀμελοῦσιν.' οὐ τοίνυν οὐδ' ἀχαριστοῦσιν οἱ [e] φαῦλοι· καὶ μὴν οὐδ' οἱ νοῦν ἔχοντες. ἀνύπαρκτον οὖν ἐστι τὸ ἀχάριστον· οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. ὅρα δὴ τί πρὸς ταῦτα λέγουσιν· ὅτι 'ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ φαῦλοι τυγχάνουσιν.' εἶθ' οἷς χάριτος μέτεστι, τούτοις οὐ μέτεστι χρείας; ὅπου δὲ διατείνει χάρις, ἐκεῖ χρήσιμον οὐθέν ἐστιν οὐδ' οἰκεῖον; ἄλλο δέ τι ποιεῖ τὴν ὑπουργίαν χάριν ἢ τὸ πρός τι χρήσιμον ὑπάρξαι τῷ δεομένῳ τὸν παρασχόντα;
ΕΤΑΙΡΟΣ. Ταῦτα μὲν οὖν ἄφες. ἡ δὲ πολυτίμητος [f] ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες οὐδ' ὄνομα λείπουσιν αὐτῆς τοῖς ‹μὴ› σοφοῖς;
ΔΙΑΔΟΥΜ. Ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς φιλίας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. [1069] [a] ἐλήρει δ' Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης (fr. 94), ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δ' ὑπὸ γονέων ὠφελεῖσθαι δ' ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατ' ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γινώσκοντες τυγχάνωσι.
Καὶ μὴν πάντες ἄνθρωποι τὰς ἐκλογὰς καὶ τὰς τηρήσεις καὶ τὰς οἰκονομίας, ὅταν χρησίμων ὦσι καὶ ὠφελίμων, τότε χρησίμους καὶ ὠφελίμους ὑπολαμβάνουσι, καὶ κλεῖδας [b] ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρ 'πλούτου διοίγων θάλαμον ἥδιστον χερί' (Eur. Bell. fr. 285, 8), τὸ δ' ἐκλέγεσθαι τὰ πρὸς μηδὲν ὠφέλιμα καὶ τηρεῖν ἐπιμελῶς καὶ πολυπόνως οὐ σεμνὸν οὐδὲ καλὸν ‹ἀλλ' ἀπειρόκαλον› καὶ καταγέλαστόν ἐστιν. ὁ οὖν Ὀδυσσεύς, εἰ τὸν δεσμὸν ἐκεῖνον ἐκμαθὼν παρὰ τῆς Κίρκης κατεσημαίνετο δι' αὐτοῦ μὴ τὰ παρ' Ἀλκινόου δῶρα, τρίποδας καὶ λέβητας καὶ εἵματα καὶ χρυσὸν ἀλλὰ συρφετόν τινα καὶ λίθους καὶ ... συναγαγὼν τὴν περὶ ταῦτα πραγματείαν καὶ κτῆσιν αὐτῶν καὶ τήρησιν εὐδαιμονικὸν ἔργον ἡγεῖτο καὶ μακάριον, τίς ἂν ἐζήλωσε τὴν ἀνόητον ταύτην πρόνοιαν καὶ κενόσπουδον ἐπιμέλειαν; [c] ἀλλὰ μὴν τοῦτο τῆς Στωικῆς ὁμολογίας τὸ καλόν ἐστι καὶ σεμνὸν καὶ μακάριον, ἕτερον δ' οὐθὲν ἀλλ' ἐκλογὴ καὶ τήρησις ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων. τοιαῦτα γὰρ τὰ κατὰ φύσιν καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον, εἴ γε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον· εἶθ' ὥσπερ οἱ θεῶν τινων ἢ δαιμόνων ἱερὰ δόξαντες ὑπερηφάνως καθυβρίσαι καὶ λοιδορῆσαι μετανοήσαντες εὐθὺς ὑποπίπτουσι καὶ κάθηνται ταπεινοὶ κατευλογοῦντες καὶ μεγαλύνοντες τὸ θεῖον, οὕτως ἐκεῖνοι νεμέσει τινὶ τῆς μεγαλαυχίας [d] ταύτης καὶ κενολογίας περιπεσόντες αὖθις ἐν τούτοις ἐξετάζονται τοῖς ἀδιαφόροις καὶ μηδὲν πρὸς αὐτούς, μέγα βοῶντες ὡς ἕν ἐστιν ἀγαθὸν καὶ καλὸν καὶ σεμνόν, ἡ τούτων ἐκλογὴ καὶ περὶ ταῦτα οἰκονομία, καὶ τούτων μὴ τυγχάνοντας οὐκ ἄξιόν ἐστι βιοῦν ἀλλ' ἀποσφάττειν ἑαυτοὺς ἢ ἀποκαρτερεῖν, πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας. τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται λέγοντα (175)
'χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον
ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ' ἠλιβάτων',
[e] ὡς ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν· ἀλλ' αὐτοί γε ταὐτὰ πεζῷ λόγῳ παρακελεύονται καὶ λέγουσιν, ὅτι χρὴ νόσον φεύγοντα μεγάλην καὶ ἀλγηδόνα σύντονον, ἐὰν μὴ παρῇ ξίφος ἢ κώνειον, εἰς θάλατταν ἀφεῖναι καὶ 'κατὰ πετρῶν ῥιπτεῖν' ἑαυτόν· ὧν οὐδέτερον βλαβερὸν οὐδὲ κακὸν οὐδ' ἀσύμφορόν ἐστιν, οὐδὲ κακοδαίμονας ποιεῖ τοὺς περιπίπτοντας.
'Πόθεν οὖν' φησίν 'ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθήκοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν;' πόθεν δ' Ἀριστοτέλης, ὦ μακάριε, καὶ Θεόφραστος ἄρχονται; τίνας δὲ Ξενοκράτης καὶ Πολέμων λαμβάνουσιν ἀρχάς; οὐχὶ καὶ Ζήνων τούτοις ἠκολούθησεν [f] ὑποτιθεμένοις στοιχεῖα τῆς εὐδαιμονίας τὴν φύσιν καὶ τὸ κατὰ φύσιν; ἀλλ' ἐκεῖνοι μὲν ἐπὶ τούτων ἔμειναν ὡς αἱρετῶν καὶ ἀγαθῶν καὶ ὠφελίμων, καὶ τὴν ἀρετὴν προσλαβόντες ‹ἐν› αὐτοῖς ἐνεργοῦσαν οἰκείως χρωμένην ἑκάστῳ τέλειον ἐκ τούτων καὶ ὁλόκληρον ᾤοντο συμπληροῦν βίον καὶ συμπεραίνειν, τὴν ἀληθῶς τῇ φύσει πρόσφορον καὶ συνῳδὸν ὁμολογίαν ἀποδιδόντες. οὐ γὰρ ὥσπερ οἱ τῆς γῆς ἀφαλλόμενοι καὶ καταφερόμενοι πάλιν [1070] [a] ἐπ' αὐτὴν ἐταράττοντο, τὰ αὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετὰ καὶ οἰκεῖα καὶ οὐκ ἀγαθὰ καὶ ἀνωφελῆ μὲν εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες, ἀλλ' οἷος ὁ λόγος, τοιοῦτος ἦν ὁ βίος τῶν ἀνδρῶν ἐκείνων, ἃ ἔπραττον οἷς ἔλεγον οἰκεῖα καὶ σύμφωνα παρεχόντων. ἡ δὲ τούτων αἵρεσις, ὥσπερ ἡ παρ' Ἀρχιλόχῳ γυνή 'τῇ μὲν ὕδωρ ‹ἐφόρει› δολοφρονέουσα χειρὶ τῇ δὲ πῦρ', τοῖς μὲν προσάγεται τὴν φύσιν τοῖς δ' ἀπωθεῖται δόγμασι· μᾶλλον δὲ τοῖς μὲν ἔργοις καὶ τοῖς πράγμασιν ὡς αἱρετῶν καὶ ἀγαθῶν ἔχονται τῶν κατὰ φύσιν, τοῖς δ' ὀνόμασι καὶ τοῖς ῥήμασιν ‹ὡς› ἀδιάφορα [b] καὶ ἄχρηστα καὶ ἀρρεπῆ πρὸς εὐδαιμονίαν ἀναίνονται καὶ προπηλακίζουσιν.
Ἐπεὶ δὲ καθόλου τἀγαθὸν ἅπαντες ἄνθρωποι χαρτὸν νοοῦσιν, εὐκταῖον εὐτυχὲς ἀξίαν ἔχον τὴν μεγίστην αὔταρκες ἀπροσδεές, ὅρα τὸ τούτων παρατιθεὶς ἀγαθόν, ἆρά γε χαρτὸν ποιεῖ τὸ φρονίμως τὸν δάκτυλον προτεῖναι; τί δ'; εὐκταῖόν ἐστι φρονίμη στρέβλωσις; εὐτυχεῖ δ' ὁ κατακρημνίζων ἑαυτὸν εὐλόγως; ἀξίαν δ' ἔχει τὴν μεγίστην, ὃ πολλάκις αἱρεῖ λόγος ἀντὶ τοῦ μὴ ἀγαθοῦ προέσθαι; τέλειον δὲ καὶ αὔταρκές ἐστιν, οὗ [μὴ] παρόντος, ἂν μὴ τυγχάνωσι τῶν ἀδιαφόρων, οὐχ ὑπομένουσιν οὐδὲ βούλονται ζῆν; γέγονε δ' ἕτερος λόγος, ὑφ' οὗ μᾶλλον [c] ἡ συνήθεια παρανενόμηται, τὰς μὲν γνησίας ὑφαιροῦντος αὐτοῦ καὶ ἀποσπῶντος ἐννοίας ὥσπερ τέκνα, νόθας δ' ὑποβάλλοντος ἑτέρας θηριώδεις καὶ ἀλλοκότους καὶ ταύτας ἀντ' ἐκείνων ἐκτιθηνεῖσθαι καὶ στέργειν ἀναγκάζοντος; καὶ ταῦτ' ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν αἱρετῶν τε καὶ φευκτῶν οἰκείων τε καὶ ἀλλοτρίων, ἃ μᾶλλον ἔδει θερμῶν [τε] καὶ ψυχρῶν λευκῶν τε καὶ μελάνων σαφεστέραν ἔχειν τὴν ἐνάργειαν· ἐκείνων μὲν γὰρ ἔξωθέν εἰσιν αἱ φαντασίαι ταῖς αἰσθήσεσιν ἐπεισόδιοι, ταῦτα δ' ἐκ τῶν ἀρχῶν τῶν ἐν ἡμῖν σύμφυτον ἔχει τὴν γένεσιν; οἱ δ' ὥσπερ εἰς τὸν ψευδόμενον ἢ τὸν κυριεύοντα μετὰ τῆς [d] διαλεκτικῆς ἐμβάλλοντες εἰς τὸν περὶ εὐδαιμονίας τόπον ἔλυσαν μὲν οὐδεμίαν ἀμφιβολίαν ἐν αὐτῷ μυρίας δ' ἐποίησαν.
Καὶ μὴν ὅτι δυοῖν ἀγαθῶν, τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπ' οὐδενὸς ἀγνοεῖται. γινώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν τῷ τρίτῳ περὶ Ἀγαθῶν· τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ, καὶ τίθησιν ἔν γε τοῖς περὶ Δικαιοσύνης· εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλ' ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ καταλέγοντος· τὸ [e] γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἔστι πανταχόθεν λαβεῖν. ὅταν οὖν αὖθις, ὦ φίλε, μηθὲν ἀγαθὸν λέγωσι μηθενὸς ἀγαθοῦ μεῖζον εἶναι μηδ' ἔλαττον ἀλλ' ἴσον τῷ τέλει τὸ μὴ τέλος, οὐ ταῖς κοιναῖς μόνον ἐννοίαις ἀλλὰ καὶ τοῖς αὑτῶν λόγοις φαίνονται μαχόμενοι. καὶ πάλιν εἰ δυοῖν κακοῖν ὑφ' οὗ μὲν γινόμεθα χείρονες, ὅταν παραγένηται, τὸ δὲ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, παρὰ τὴν ἔννοιάν ἐστι μὴ λέγειν ἐκεῖνο μεῖζον εἶναι κακόν, ὑφ' οὗ γινόμεθα χείρονες, ὅταν παραγένηται, τοῦ ὃ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, μηδὲ κακίονα βλάβην τὴν κακίονας ἡμᾶς ἀποτελοῦσαν. ἀλλ' ὁμολογεῖ γε Χρύσιππος εἶναί τινας φόβους καὶ λύπας καὶ ἀπάτας, αἳ βλάπτουσι μὲν ἡμᾶς χείρονας [f] δ' οὐ ποιοῦσιν. ἔντυχε δὲ τῷ πρώτῳ τῶν πρὸς Πλάτωνα γεγραμμένων περὶ Δικαιοσύνης· καὶ γὰρ ἄλλων ἕνεκα τὴν ἐκεῖ τοῦ ἀνδρὸς εὑρησιλογίαν ἄξιον ἱστορῆσαι, πάντων ἁπλῶς πραγμάτων καὶ δογμάτων οἰκείων ὁμοῦ καὶ ἀλλοτρίων ἀφειδοῦσαν.
Παρὰ τὴν ἔννοιάν ἐστι δύο τέλη καὶ σκοποὺς προκεῖσθαι τοῦ βίου καὶ μὴ πάντων, ὅσα πράττομεν, ἐφ' ἕν [1071] [a] τι γίνεσθαι τὴν ἀναφοράν· ἔτι δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι τέλος, ἐπ' ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι· τούτων δ' αὐτοὺς ὑπομένειν ἀνάγκη θάτερον. εἰ γὰρ αὐτὰ μὲν ‹τὰ› πρῶτα κατὰ φύσιν ‹ἀγ›αθὰ μή ἐστιν, ἡ δ' εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρ' ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπ' ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν. †εἴπερ γὰρ οἴονται μὴ στοχαζομένους μηδ' ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν ἄλλο ἕνεκα οὗ δεῖ ἀναφέρεσθαι , τὴν τούτων ἐκλογὴν καὶ [b] μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως, ἐκεῖνα δ' αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλ' ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτοὺς ἐνδεικνυμένους τὴν διαφοράν.
ΕΤΑΙΡΟΣ. Ἀνδρικῶς μὲν ἀπομεμνημόνευκας καὶ ὃ λέγουσι καὶ ὡς λέγουσι.
ΔΙΑΔΟΥΜ. Σκόπει δ' ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις· οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. ὡς γὰρ εἰ τοξεύοντα [c] φαίη τις οὐχὶ πάντα ποιεῖν τὰ παρ' αὑτὸν ἕνεκα τοῦ βαλεῖν τὸν σκοπὸν ἀλλ' ἕνεκα τοῦ πάντα ποιῆσαι τὰ παρ' αὑτόν, αἰνίγμασιν ὅμοια καὶ τεράστια δόξειεν ἂν περαίνειν, οὕτως οἱ τριπέμπελοι βιαζόμενοι μὴ τὸ τυγχάνειν τῶν κατὰ φύσιν τοῦ στοχάζεσθαι τῶν κατὰ φύσιν εἶναι τέλος, ἀλλὰ τὸ λαμβάνειν καὶ ἐκλέγεσθαι, μηδὲ τὴν ἔφεσιν τῆς ὑγιείας καὶ δίωξιν εἰς τὸ ὑγιαίνειν ἑκάστῳ τελευτᾶν, ἀλλὰ τοὐναντίον τὸ ὑγιαίνειν ἐπὶ τὴν ἔφεσιν αὐτοῦ καὶ δίωξιν ἀναφέρεσθαι, περιπάτους τινὰς καὶ ἀναφωνήσεις καὶ τομὰς νὴ Δία καὶ φαρμακείας εὐλογίστους τέλη ποιούμενοι τῆς ὑγιείας, οὐχὶ τούτων ἐκείνην, ὅμοια ληροῦσι τῷ λέγοντι [d] 'δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα' (Com. adesp. 464). μᾶλλον δ' ἐκεῖνος εἰωθός τι καὶ νενομισμένον ἀλλάττει καὶ ταράττει τὴν τάξιν· ἃ ‹δ'› οὗτοι λέγουσι, τὴν πᾶσαν ἔχει τῶν πραγμάτων ἀνατροπὴν καὶ σύγχυσιν· 'οὐ σπουδάζομεν εὐκαίρως περιπατεῖν ἕνεκα τοῦ πέττειν τὴν τροφὴν ἀλλὰ ‹πέττειν τὴν τροφὴν› ἕνεκα τοῦ περιπατεῖν εὐκαίρως.' ἦπου καὶ τὴν ὑγίειαν ἡ φύσις τοῦ ἐλλεβόρου χάριν πεποίηκεν, οὐ τῆς ὑγιείας τὸν ἐλλέβορον; τί γὰρ ἄλλο καταλείπεται αὐτοῖς εἰς ὑπερβολὴν παραδοξολογίας ἢ τοιαῦτα ληρεῖν; τί γὰρ διαφέρει τοῦ λέγοντος γεγονέναι τὴν [e] ὑγίειαν τῶν φαρμάκων ἕνεκα, μὴ τὰ φάρμακα τῆς ὑγιείας ὁ τὴν ἐκλογὴν τὴν περὶ τὰ φάρμακα καὶ σύνθεσιν καὶ χρῆσιν αὐτῶν αἱρετωτέραν ποιῶν τῆς ὑγιείας, μᾶλλον δὲ τὴν μὲν οὐδ' ὅλως αἱρετὸν ἡγούμενος, ἐν δὲ τῇ περὶ ἐκεῖνα πραγματείᾳ τὸ τέλος τιθέμενος καὶ τὴν ἔφεσιν ἀποφαίνων τῆς τεύξεως ‹τέλος›, οὐ τῆς ἐφέσεως τὴν τεῦξιν; 'τῇ γὰρ ἐφέσει νὴ Δία τὸ εὐλογίστως καὶ τὸ φρονίμως πρόσεστι.' πάνυ μὲν οὖν, φήσομεν, ἂν ὡς πρὸς τέλος ὁρᾷ τὴν τεῦξιν ὧν διώκει καὶ τὴν κτῆσιν· εἰ δὲ μή, τὸ εὐλόγιστον αὐτῆς ἀφαιρεῖται, πάντα ποιούσης ἕνεκα τοῦ τυχεῖν, οὗ τυχεῖν οὐ σεμνὸν οὐδὲ μακάριόν ἐστι.
[f] ‹Ἐπειδὴ δ'› ἐνταῦθα ‹τοῦ› λόγου γεγόναμεν, τί ἂν φαίης μᾶλλον εἶναι παρὰ τὴν ἔννοιαν ἢ τὸ μὴ λαβόντας ἔννοιαν ἀγαθοῦ μηδὲ σχόντας ἐφίεσθαι τοῦ ἀγαθοῦ καὶ διώκειν; ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην [μᾶλλον] συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων ‹οὐ διδόντων› τὴν πρὸς τὸ μήτ' ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτως γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι [1072] [a] λαβεῖν μὴ πρότερον τοῦ ἀγαθοῦ νοηθέντος, ἄλλο δ' οὐθὲν ἀλλ' αὐτὴ μόνον τὸ ἀγαθόν ἐστιν. ἴθι δὲ καὶ σκόπει τὴν ἐκ τῆς Στοᾶς ταύτην ἀρνουμένην ἀδιαφορίαν καλουμένην δ' ὁμολογίαν, ὅπως δὴ καὶ ὁπόθεν παρέσχεν αὑτὴν ἀγαθὸν νοηθῆναι. εἰ γὰρ τοῦ ἀγαθοῦ χωρὶς οὐκ ἔστι νοῆσαι τὴν πρὸς τὸ μὴ ἀγαθὸν ἀδιαφορίαν, ἔτι μᾶλλον ἡ τῶν ἀγαθῶν φρόνησις ἐπίνοιαν αὑτῆς οὐ δίδωσι τοῖς ἀγαθὸν μὴ προεννοήσασιν. ἀλλ' ὥσπερ ὑγιεινῶν καὶ νοσερῶν τέχνης οὐ γίνεται νόησις, οἷς μὴ πρότερον αὐτῶν ἐκείνων γέγονεν, οὕτως ἀγαθῶν καὶ κακῶν ἐπιστήμης οὐκ ἔστιν [b] ἔννοιαν λαβεῖν μὴ τἀγαθὰ καὶ τὰ κακὰ προεννοήσαντας. τί οὖν ἀγαθόν ἐστιν; οὐδὲν ἀλλ' ἢ φρόνησις. τί δ' ἡ φρόνησις; οὐδὲν ἀλλ' ἢ ἀγαθῶν ἐπιστήμη.
ΕΤΑΙΡΟΣ. Πολὺς οὖν ὁ Διὸς Κόρινθος ἐπὶ τὸν λόγον αὐτῶν ἀφῖκται.
ΔΙΑΔΟΥΜ. Τὴν γὰρ ὑπέρου περιτροπήν, ἵνα μὴ σκώπτειν δοκῇς, ἔασον· καίτοι τόν γε λόγον αὐτῶν ὅμοιον ἐκείνῳ πάθος κατείληφε. φαίνεται γὰρ εἰς τὴν τἀγαθοῦ νόησιν αὐτὴν νοῆσαι δεόμενος φρόνησιν ‹τὴν δ' αὖ φρόνησιν› ἐν τῇ περὶ τἀγαθὸν ζητῶν νοήσει, καὶ πρὸ τῆς ἑτέρας ἀναγκαζόμενος ἀεὶ τὴν ἑτέραν διώκειν, ἀπολειπόμενος δ' ἑκατέρας τῷ ‹πρὸς τὸ› πρὸ αὐτῆς νοούμενον δεῖσθαι τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου. καὶ κατ' ἄλλον δὲ τρόπον ἔστι τὴν οὐκέτι διαστροφὴν ἀλλ' ἐκστροφὴν [c] αὐτῶν τοῦ λόγου καὶ ἀπαγωγὴν τελέως εἰς τὸ μηδὲν καταμαθεῖν. οὐσίαν τἀγαθοῦ τίθενται τὴν εὐλόγιστον ἐκλογὴν τῶν κατὰ φύσιν· ἐκλογὴ δ' οὐκ ἔστιν εὐλόγιστος ἡ ‹μὴ› πρός τι γενομένη τέλος, ὡς προείρηται. τί οὖν τοῦτ' ἐστίν; οὐδὲν ἄλλο, φασίν, ἢ τὸ εὐλογιστεῖν ἐν ταῖς τῶν κατὰ φύσιν ἐκλογαῖς. πρῶτον μὲν οὖν οἴχεται καὶ διαπέφευγεν ἡ ἔννοια τοῦ ἀγαθοῦ· τὸ γὰρ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς σύμπτωμα δήπουθέν ἐστι γινόμενον ἀπὸ ἕξεως τῆς εὐλογιστίας· διὸ ταύτην μὲν ἀπὸ τοῦ τέλους, τὸ τέλος δ' οὐκ ἄνευ ταύτης ἀναγκαζόμενοι νοεῖν, ἀπολειπόμεθα τῆς ἀμφοῖν νοήσεως. ἔπειτα, [d] ὃ μεῖζόν ἐστι, τῷ μὲν δικαιοτάτῳ λόγῳ τὴν εὐλόγιστον ἐκλογὴν ἀγαθῶν ἔδει καὶ ὠφελίμων καὶ συνεργῶν πρὸς τὸ τέλος ἐκλογὴν εἶναι· τὸ γὰρ ἐκλέγεσθαι τὰ μήτε συμφέροντα μήτε τίμια μήθ' ὅλως αἱρετὰ πῶς εὐλόγιστόν ἐστιν; ἔστω γάρ, ὡς αὐτοὶ λέγουσιν, εὐλόγιστος ἐκλογὴ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐδαιμονεῖν· ὅρα τοίνυν, ὡς εἰς πάγκαλόν τι καὶ σεμνὸν αὐτοῖς ὁ λόγος ἐξήκει κεφάλαιον. ἔστι γάρ, ὡς ἔοικε, τέλος κατ' αὐτοὺς τὸ εὐλογιστεῖν ἐν τῇ ἐκλογῇ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν. ΕΤΑΙΡΟΣ. Ἀλλ' οὑτωσὶ μὲν ἀκούοντι τῶν ὀνομάτων [e] ἀλλόκοτόν τι φαίνεται δεινῶς, ὦ ἑταῖρε, τὸ φραζόμενον· ἔτι δὲ δέομαι μαθεῖν πῶς τοῦτο συμβαίνει.
ΔΙΑΔΟΥΜ. Προσεκτέον οὖν σοι μᾶλλον. οὐ γὰρ τοῦ τυχόντος ἐστὶν αἴνιγμα συνιέναι· ἄκουε δὴ καὶ ἀποκρίνου. ἆρ' οὖν τέλος ἐστὶ κατ' αὐτοὺς τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν κατὰ φύσιν;
ΕΤΑΙΡΟΣ. Λέγουσιν οὕτως.
ΔΙΑΔΟΥΜ. Τὰ δὲ κατὰ φύσιν πότερον ὡς ἀγαθὰ ἐκλέγονται ἢ ὡς ἀξίας τινὰς ἔχοντα ἢ προαγωγάς;
ΕΤΑΙΡΟΣ. ‹Ὡς ἔχοντα προαγωγάς›.
ΔΙΑΔΟΥΜ. ‹Καὶ› τοῦτο πρὸς τὸ τέλος ἢ πρὸς ἕτερόν τι τῶν ὄντων;
ΕΤΑΙΡΟΣ. Οὐ νομίζω, ἀλλὰ πρὸς τέλος.
ΔΙΑΔΟΥΜ. Ἤδη τοίνυν ἀποκαλύψας ὅρα τὸ συμβαῖνον [f] αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν· ἄλλην γὰρ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτ' ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων.
Ἀλλὰ τοῦτο μέν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι μὴ πρὸς τὴν αἵρεσιν· ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταδύεσθαι τὰς εὑρησιλογίας. τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας τῆς ἀτοπίας πᾶσιν αὐτοῖς μέτεστιν. [1073] [a] αἰσχροὺς μὲν γὰρ εἶναι τοὺς νέους, φαύλους γ' ὄντας καὶ ἀνοήτους, καλοὺς δὲ τοὺς σοφούς· ἐκείνων δὲ τῶν καλῶν μηδένα μήτ' ἐρᾶσθαι μήτ' ἀξιέραστον εἶναι. καὶ οὐ τοῦτό πω δεινόν, ἀλλὰ καὶ τοὺς ἐρασθέντας αἰσχρῶν παύεσθαι λέγουσι καλῶν γενομένων. καὶ τίς ἔρωτα γινώσκει τοιοῦτον, ὃς ἅμα σώματος μοχθηρίᾳ ‹μοχθηρίας› ψυχῆς βλεπομένης συνέχεται καὶ ἀνάπτεται, κάλλους δ' ἅμα φρονήσει μετὰ δικαιοσύνης καὶ σωφροσύνης ἐγγινομένου κατασβέννυται καὶ ἀπομαραίνεται; οὓς μηδὲν οἴομαι τῶν κωνώπων διαφέρειν· χαίρουσι γὰρ λάμπῃ καὶ ὄξει, τὸν δὲ πότιμον καὶ χρηστὸν οἶνον ἀποπετόμενοι φεύγουσιν.
[b] ἣν δὲ λέγοντες καὶ ὀνομάζοντες ἔμφασιν κάλλους ἐπαγωγὸν εἶναι τοῦ ἔρωτος λέγουσι, πρῶτον μὲν οὐκ ἔχει τὸ πιθανόν· ἐν γὰρ αἰσχίστοις καὶ κακίστοις οὐκ ἂν ἔμφασις γένοιτο κάλλους, εἴπερ, ὡς λέγουσιν, ἡ μοχθηρία τοῦ ἤθους ἀναπίμπλησι τὸ εἶδος. ἔπειτα κομιδῇ παρὰ τὴν ἔννοιάν ἐστιν ἀξιέραστον εἶναι τὸν αἰσχρόν, ὅτι μέλλει ποτὲ καὶ προσδοκᾶται κάλλος ἕξειν, κτησάμενον δὲ τοῦτο καὶ γενόμενον καλὸν καὶ ἀγαθὸν ὑπὸ μηδενὸς ἐρᾶσθαι.
ΕΤΑΙΡΟΣ. Θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως ἀτελοῦς μὲν εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.
ΔΙΑΔΟΥΜ. Εἶθ', ὦ βέλτιστε, πράττομεν ἄλλο νῦν ἢ [c] τὴν αἵρεσιν αὐτῶν ἐλέγχομεν, οὔτε πιθανοῖς πράγμασιν οὔθ' ὡμιλημένοις ὀνόμασι τὰς κοινὰς ἐκστρέφουσαν ἡμῶν καὶ παραβιαζομένην ἐννοίας; οὐδεὶς γὰρ ἦν ὁ κωλύων τὴν περὶ τοὺς νέους τῶν σοφῶν σπουδήν, εἰ πάθος αὐτῇ μὴ πρόσεστι, θήραν ἢ φιλοποιίαν προσαγορευομένην· ἔρωτα δ' ἔδει καλεῖν ὃν πάντες ἄνθρωποι καὶ πᾶσαι νοοῦσι καὶ ὀνομάζουσιν, ‹ὡς Ὅμηρος (α 366)·
'πάντες δ' ἠρήσαντο παραὶ› λεχέεσσι κλιθῆναι·'
‹καί (Ξ 315)
'οὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς› ἔρος οὐδὲ γυναικὸς
‹θυμὸν› ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.'
Εἰς τοιαῦτα μέντοι πράγματα τὸν ἠθικὸν λόγον ἐκβάλλοντες, 'ἑλικτὰ καὶ οὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ', εὐτελίζουσι καὶ διασύρουσιν, ὡς δὴ μόνοι τὴν φύσιν καὶ συνήθειαν ὀρθοῦντες ᾗ χρὴ καὶ καθιστάντες τὸν λόγον, ὃς [d] ἅμ' ἀποστρέφει καὶ ἐπάγει ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς πρὸς τὸ οἰκεῖον ἕκαστον. ἡ δὲ συνήθεια τῆς διαλεκτικῆς διέραμα γινομένη χρηστὸν μὲν οὐδὲν οὐδ' ὑγιὲς ἀπολέλαυκεν, ἀλλ' ὥσπερ ἀκοὴ νοσώδης ὑπὸ κενῶν ἤχων δυσηκοΐας καὶ ἀσαφείας ἐμπέπλησται. περὶ ἧς αὖθις ἑτέραν ἀρχὴν λαβόντες, εἰ βούλει, διαλεξόμεθα· νυνὶ δὲ τὸν φυσικὸν αὐτῶν λόγον, οὐχ ἧττον τοῦ περὶ τελῶν διαταράττοντα τὰς κοινὰς προλήψεις, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις ἐπιδράμωμεν.
Καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιάν ἐστιν εἶναι μέν τι μὴ ὂν δ' εἶναι, μὲν οὐκ ὄντα δ' εἶναι [e] λεγόντων ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτ' ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν· ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν. ἔπειτα δ' ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστ' οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. ἀλλ' οὐδ' ἐν τόπῳ ἔσται· σῶμα γὰρ δήπου τὸ ἐπέχον τόπον, οὐ σῶμα δὲ τὸ πᾶν, ὥστ' οὐδαμοῦ τὸ πᾶν. καὶ μὴν ‹ᾧ› τὸν αὐτὸν ἐπέχειν τόπον συμβέβηκε, τοῦτο [τὸ] μένον· ὥστ' οὐ μένει τὸ πᾶν· οὐ γὰρ ἐπέχει τόπον. ἀλλ' οὐδὲ κινεῖται· πρῶτον ὅτι καὶ τῷ κινουμένῳ τόπου δεῖ καὶ [f] χώρας ὑποκειμένης, ἔπειθ' ὅτι τὸ [μὴ] κινούμενον ἢ αὑτὸ κινεῖν ἢ ὑφ' ἑτέρου πάσχειν πέφυκε· τὸ μὲν οὖν ὑφ' ἑαυτοῦ κινούμενον ἔχει τινὰς νεύσεις ἐξ ἑαυτοῦ καὶ ῥοπὰς κατὰ βάρος ἢ κουφότητα· κουφότης δὲ καὶ βάρος ἤτοι σχέσεις τινὲς ἢ δυνάμεις εἰσὶν ἢ διαφοραὶ πάντως σώματος· τὸ δὲ [1074] [a] πᾶν οὐ σῶμά ἐστιν· ὥστ' ἀνάγκη μήτε βαρὺ μήτε κοῦφον εἶναι τὸ πᾶν μηδ' ἔχειν ἐξ ἑαυτοῦ κινήσεως ἀρχήν. ἀλλὰ μὴν οὐδ' ὑφ' ἑτέρου κινήσεται τὸ πᾶν· ἕτερον γὰρ οὐδέν ἐστι τοῦ παντός· ὥστ' ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον. ὅλως δέ, ἐπεὶ τὸ λέγειν σῶμα τὸ πᾶν μηδ' ἔνεστι κατ' αὐτούς, σῶμα δ' οὐρανὸς καὶ γῆ καὶ ζῷα καὶ φυτὰ καὶ ἄνθρωποι καὶ λίθοι, τὸ μὴ ὂν σῶμα σώματα μέρη ἕξει καὶ τοῦ μὴ ὄντος μέρη ὄντα ἔσται καὶ τὸ μὴ βαρὺ χρήσεται βαρέσι μορίοις καὶ κούφοις τὸ μὴ κοῦφον· ὧν οὐδ' ὀνείρατα λαβεῖν [b] μᾶλλον ἔστι παρὰ τὰς κοινὰς ἐννοίας. καὶ μὴν οὕτως οὐδὲν ἐναργές ἐστι καὶ τῶν κοινῶν ἐχόμενον ἐννοιῶν ὡς τό, εἴ τι μὴ ἔμψυχόν ἐστιν, ἐκεῖνο ἄψυχον εἶναι, καὶ πάλιν, εἴ τι μὴ ἄψυχον, ἐκεῖνο ἔμψυχον εἶναι· καὶ ταύτην οὖν ἀνατρέπουσι τὴν ἐνάργειαν οὗτοι, τὸ πᾶν ὁμολογοῦντες μήτ' ἔμψυχον εἶναι μήτ' ἄψυχον. ἄνευ δὲ τούτων, ἀτελὲς μὲν οὐδεὶς νοεῖ τὸ πᾶν, οὗ γε δὴ μηθὲν μέρος ἄπεστιν· οὗτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπ' ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατ' αὐτούς, ὃ μήτ' ἀτελὲς μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν (οὐθὲν γὰρ αὐτοῦ μεῖζον), οὔθ' [c] ὅλον, ὡς αὐτοὶ λέγουσι· τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν δι' ἀπειρίαν καὶ ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι τῷ μηθὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτ' ἄλλου τὸ πᾶν ἀλλ' οὐδ' ἑαυτοῦ· ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται. φέρε τοίνυν πάντας ἀνθρώπους ἐρωτᾶσθαι, τί νοοῦσι τὸ μηθὲν καὶ τίνα τοῦ μηθενὸς ἐπίνοιαν λαμβάνουσιν· ἆρ' οὐκ ἂν εἴποιεν, ὡς τὸ μήτ' αἴτιον ὑπάρχον μήτ' αἴτιον ἔχον μήθ' ὅλον μήτε μέρος μήτε τέλειον μήτ' ἀτελὲς μήτ' ἔμψυχον μήτ' ἄψυχον μήτε κινούμενον μήτε μένον [d] που μηδ' ὑπάρχον μήτε σῶμα μήτ' ἀσώματον; τοῦτο καὶ οὐκ ἄλλο τι τὸ οὐθέν ἐστιν. ὅταν οὖν ὅσα πάντες οἱ λοιποὶ τοῦ μηθενός, οὗτοι μόνοι τοῦ παντὸς κατηγοροῦσι, ταὐτὸν ὡς ἔοικε φαίνονται τῷ μηθενὶ τὸ πᾶν ποιοῦντες. οὐθὲν οὖν ἔτι δεῖ λέγειν τὸν χρόνον τὸ κατηγόρημα τὸ ἀξίωμα τὸ συνημμένον τὸ συμπεπλεγμένον, οἷς χρῶνται μὲν μάλιστα τῶν φιλοσόφων, ὄντα δ' οὐ λέγουσιν εἶναι. καίτοι τό γ' ἀληθὲς ὂν μὴ εἶναι μηδ' ὑπάρχειν, ἀλλὰ καταλαμβάνεσθαι καὶ καταληπτὸν εἶναι καὶ πιστὸν ᾧ τῆς οὐσίας τοῦ ὄντος μὴ μέτεστι, πῶς [οὖν] οὐ πᾶσαν ἀτοπίαν ὑπερβέβληκεν;
Ἀλλὰ μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν ἀπορίαν, [e] ἁψώμεθα τῶν φυσικωτέρων. ἐπεὶ τοίνυν (Orph. fr. 21a 2)
'Ζεὺς ἀρχὴ Ζεὺς μέσσα Διὸς δ' ἐκ πάντα τέτυκται'
ὡς αὐτοὶ λέγουσι, μάλιστα μὲν ἔδει τὰς περὶ θεῶν ἐννοίας, εἴ ‹τι› ταραχῶδες ἢ πλανητὸν ἐγγέγονεν αὐταῖς, ἰωμένους ἀπευθύνειν καὶ κατορθοῦν ἐπὶ τὸ βέλτιστον· εἰ δὲ μή, ‹πεις›θέντας γ' ἐᾶν ὡς ἔχουσιν ὑπὸ τοῦ νόμου ἕκαστοι καὶ τῆς συνηθείας πρὸς τὸ θεῖον (Soph. Ant. 456).
'οὐ γάρ τι νῦν γε κἀχθὲς ἀλλ' ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου 'φάνη'
οἱ δ' ὥσπερ ἀφ' ἑστίας ἀρξάμενοι τὰ καθεστῶτα κινεῖν καὶ πάτρια τῆς περὶ θεῶν δόξης οὐδεμίαν, ὡς ἁπλῶς εἰπεῖν, [f] ἔννοιαν ὑγιῆ καὶ ἀκέραιον ἀπολελοίπασι. τίς γάρ ἐστιν ἄλλος ἀνθρώπων ἢ γέγονεν, ὃς οὐκ ἄφθαρτον νοεῖ καὶ ἀίδιον τὸ θεῖον; τί ταῖς κοιναῖς προλήψεσι περὶ θεῶν ὁμολογουμένως ἀναπεφώνηται μᾶλλον ἢ τὰ τοιαῦτα· (ζ 46)
'τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα'
‹καί› (Ε 442)
'ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων'
[1075] [a] καὶ τό (Pind. fr. 143)
'κεῖνοι γάρ τ' ἄνοσοι καὶ ἀγήραοι
πόνων τ' ἄπειροι, βαρυβόαν
πορθμὸν πεφευγότες Ἀχέροντος;'
καὶ ἴσως ἐντύχοι τις ἂν ἔθνεσι βαρβάροις καὶ ἀγρίοις θεὸν μὴ νοοῦσι, θεὸν δὲ νοῶν μὴ νοῶν δ' ἄφθαρτον μηδ' ἀίδιον ἄνθρωπος οὐδὲ εἷς γέγονεν. οἱ γοῦν ἄθεοι προσαγορευθέντες οὗτοι, Θεόδωροι καὶ Διαγόραι καὶ Ἵππωνες, οὐκ ἐτόλμησαν εἰπεῖν τὸ θεῖον ὅτι φθαρτόν ἐστιν, ἀλλ' οὐκ ἐπίστευσαν ὡς ἔστι τι ἄφθαρτον, τοῦ μὲν ἀφθάρτου τὴν ὕπαρξιν μὴ ἀπολείποντες τοῦ δὲ θεοῦ τὴν πρόληψιν φυλάττοντες. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες [b] ὡς ἔπος εἰπεῖν τῷ λόγῳ θεῶν τὸν οὐρανὸν τὴν γῆν τὸν ἀέρα τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδ' ἀίδιον ἀπολελοίπασι πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον· ἀσθενείᾳ γάρ τινι καὶ τὸ μεταβάλλον εἰς ἕτερον φθείρεται καὶ τὸ τοῖς ἄλλοις εἰς ἑαυτὸ φθειρομένοις τρεφόμενον σῴζεται. ταῦτα δ' οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ‹περι›έχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλ' αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι διαρρήδην λέγουσι [c] τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατ' αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ἔστιν οὖν παρὰ τὴν ἔννοιαν ὡς τὸ ἄνθρωπον ἀθάνατον εἶναι, καὶ τὸ θεὸν θνητὸν εἶναι· μᾶλλον δ' οὐχ ὁρῶ, τίς ἔσται θεοῦ πρὸς ἄνθρωπον διαφορά, εἰ καὶ ὁ θεὸς ζῷον λογικὸν καὶ φθαρτόν ἐστιν. ἂν γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεὸν ἀλλὰ φθαρτόν, ὅρα τὸ συμβαῖνον αὐτοῖς· ἢ γὰρ ἀθάνατον εἶναι φήσουσιν ἅμα τὸν θεὸν καὶ φθαρτόν, ἢ μήτε θνητὸν εἶναι μήτ' ἀθάνατον· ὧν οὐκ ἔστιν οὐδὲ πλάττοντας ἐξεπίτηδες ἕτερα παρὰ τὴν [d] κοινὴν ἔννοιαν ὑπερβάλλειν τὴν ἀτοπίαν· λέγω δὲ τοὺς ἄλλους, ἐπεὶ τούτοις γε τῶν ἀτοπωτάτων οὐδὲν ἄρρητον οὐδ' ἀνεπιχείρητόν ἐστι παρειμένον. ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ... ἐξομοιῶσαι πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτόν. ἀλλ' ὅτι ... οἱ ἀστέρες θεοὶ ὄντες πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντές ‹γέ› τι πρὸς τὴν ἐκπύρωσιν, πολὺς ἂν εἴη γέλως ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἔστι τὸ σπεύδειν ἐπὶ [e] τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν.
Καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον ‹κατ'› οὐδὲν ἀπολείπουσι τῶν γραμμάτων 'ἰοὺ ἰού, φεῦ φεῦ' βοῶντες, ὡς συγχέοντα τὴν τῶν θεῶν πρόληψιν ἀναιρουμένης τῆς προνοίας· οὐ γὰρ ἀθάνατον καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν· ὅπερ ἀληθές ἐστιν. εἰ δ' ἀναιροῦσι τὴν περὶ θεοῦ πρόληψιν οἱ μὴ ἀπολείποντες πρόνοιαν, τί ποιοῦσιν οἱ προνοεῖν μὲν ἡμῶν τοὺς θεοὺς λέγοντες μὴ ὠφελεῖν δ' ἡμᾶς μηδ' ἀγαθῶν εἶναι δοτῆρας ἀλλ' ἀδιαφόρων, ἀρετὴν μὲν μὴ διδόντας πλοῦτον δὲ καὶ [f] ὑγίειαν καὶ τέκνων γενέσεις καὶ τὰ τοιοῦτα διδόντας, ὧν οὐδὲν ὠφέλιμον οὐδὲ λυσιτελὲς οὐδ' αἱρετὸν οὐδὲ συμφέρον ἐστίν; ἢ ἐκεῖνοι μὲν [οὐκ] ἀναιροῦσι τὰς περὶ θεῶν ἐννοίας, οὗτοι δὲ καὶ περιυβρίζουσι καὶ χλευάζουσιν, Ἐπικάρπιόν τινα θεὸν λέγοντες εἶναι καὶ Γενέθλιον καὶ Παιᾶνα [1076] [a] καὶ Μαντεῖον, οὐκ ὄντος ἀγαθοῦ τῆς ὑγιείας καὶ τῆς γενέσεως οὐδὲ τῆς πολυκαρπίας ἀλλ' ἀδιαφόρων καὶ ἀνωφελῶν τοῖς λαμβάνουσι.
Τὸ τρίτον τοίνυν τῆς περὶ θεῶν ἐννοίας ἐστὶ μηδενὶ τοσοῦτον τοὺς θεοὺς τῶν ἀνθρώπων διαφέρειν, ὅσον εὐδαιμονίᾳ καὶ ἀρετῇ διαφέρουσιν. ἀλλὰ κατὰ Χρύσιππον οὐδὲ τοῦτο περίεστιν αὐτοῖς· ἀρετῇ τε γὰρ οὐχ ὑπερέχειν τὸν Δία τοῦ Δίωνος ὠφελεῖσθαί θ' ὁμοίως ὑπ' ἀλλήλων τὸν Δία καὶ τὸν Δίωνα, σοφοὺς ὄντας, ὅταν ἅτερος θατέρου τυγχάνῃ κινουμένου. τοῦτο γάρ ἐστιν ὃ καὶ παρὰ θεῶν ἀνθρώποις ἀγαθὸν ὑπάρχει καὶ θεοῖς παρ' ἀνθρώπων, σοφῶν [b] κινουμένων, ἄλλο δ' οὔ. ἀρετῇ δὲ μὴ ἀπολειπόμενον ἄνθρωπον οὐδὲν ἀποδεῖν εὐδαιμονίας λέγουσιν, ἀλλ' ἐπίσης εἶναι μακάριον τῷ Διὶ τῷ σωτῆρι τὸν ἀτυχῆ, διὰ νόσους καὶ πηρώσεις σώματος ἐξάγοντα τοῦ ζῆν ἑαυτόν, ‑ εἴπερ εἴη σοφός. ἔστι δ' οὗτος οὐδαμοῦ γῆς οὐδὲ γέγονεν· ἄπλετοι δὲ μυριάδες ἀνθρώπων κακοδαιμονοῦντες ἐπ' ἄκρον ἐν τῇ τοῦ Διὸς πολιτείᾳ καὶ ἀρχῇ τὴν ἀρίστην ἐχούσῃ διοίκησιν. καίτοι τί μᾶλλον ἂν γένοιτο παρὰ τὴν ἔννοιαν ἢ τοῦ Διὸς ὡς ἔνι ἄριστα διοικοῦντος ἡμᾶς ὡς ἔνι χείριστα πράσσειν; εἰ γοῦν, ὃ μηδὲ θέμις ἐστὶν εἰπεῖν, ἐθελήσειε μὴ Σωτὴρ μηδὲ Μειλίχιος εἶναι μηδ' Ἀλεξίκακος, ἀλλὰ [c] τἀναντία τῶν καλῶν τούτων προσηγοριῶν, οὐθὲν ἔστι προσθεῖναι τοῖς οὖσι κακὸν οὔτ' εἰς πλῆθος οὔτ' εἰς μέγεθος, ὡς οὗτοι λέγουσι, πάντων ἀνθρώπων ἐπ' ἄκρον ἀθλίως ‹καὶ› μοχθηρῶς βιούντων καὶ μηδὲ τῆς κακίας ἐπίδοσιν μηδ' ὑπερβολὴν τῆς κακοδαιμονίας δεχομένης.
Οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς (fr. 786 Koerte)
'ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν
τὰ λίαν ἀγαθά'
δυσκολαίνουσι· τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν· αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. οὐ γὰρ ἥ γ' ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν· ἄποιος [d] γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε· κινεῖ δ' αὐτὴν ὁ λόγος ἐνυπάρχων καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν. ὥστ' ἀνάγκη τὸ κακόν, εἰ μὲν δι' οὐδέν, ἐκ τοῦ μὴ ὄντος, εἰ δὲ διὰ τὴν κινοῦσαν ἀρχήν, ἐκ τοῦ θεοῦ γεγονὸς ὑπάρχειν. καὶ γὰρ εἰ μὲν οἴονται τὸν Δία μὴ κρατεῖν τῶν ἑαυτοῦ μερῶν μηδὲ χρῆσθαι κατὰ τὸν αὑτοῦ λόγον ἑκάστῳ, παρὰ τὴν ἔννοιαν λέγουσι καὶ πλάττουσι ζῷον, οὗ πολλὰ τῶν μορίων ἐκφεύγει τὴν βούλησιν, ἰδίαις ἐνεργείαις χρώμενα καὶ πράξεσιν, αἷς τὸ ὅλον ὁρμὴν οὐ δίδωσιν οὐδὲ κατάρχει κινήσεως. οὕτω γὰρ [e] κακῶς ‹τί› συντέτακται τῶν ψυχὴν ἐχόντων, ὥστ' ἀβουλοῦντος αὐτοῦ προϊέναι πόδας ἢ φθέγγεσθαι γλῶτταν ἢ κέρας κυρίττειν ἢ δάκνειν ὀδόντας; ὧν ἀνάγκη τὰ πλεῖστα πάσχειν τὸν θεόν, εἰ παρὰ τὴν βούλησιν αὐτοῦ μέρη ὄντες οἱ φαῦλοι ψεύδονται καὶ ῥᾳδιουργοῦσι καὶ τοιχωρυχοῦσι καὶ ἀποκτιννύουσιν ἀλλήλους. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστον ἔστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλ' ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖσθαι πέφυκεν, ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν, 'ὅδ' αὖτ' ἐκείνου φθόγγος ἐξωλέστερος'. μυριάκις γὰρ ἦν [f] ἐπιεικέστερον ἀσθενείᾳ καὶ ἀδυναμίᾳ τοῦ Διὸς ἐκβιαζόμενα τὰ μέρη πολλὰ δρᾶν ἄτοπα παρὰ τὴν ἐκείνου φύσιν καὶ βούλησιν, ἢ μήτ' ἀκρασίαν εἶναι μήτε κακουργίαν ἧς οὐκ ἔστιν ὁ Ζεὺς αἴτιος. ἀλλὰ μὴν τὸ τὸν κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν τὸν ἥλιον καὶ τὸν [1077] [a] ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, ‑ οὐκ οἶδ' ‹εἰ› μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.
Ἀλλὰ τῶν φυσικώτερον λεγομένων ἆρ' οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν ‹ἐν› πᾶσι καὶ ζῴοις καὶ φυτοῖς ‹καὶ ἡμέροις› καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδ' ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλ' ἐκ πυρῆνος ἢ βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ σπινθῆρος ἐξάψασα καὶ ῥιπίσασα τὴν γένεσιν ἔρνος ἢ βάτου ἢ δρυὸς [b] ἢ φοίνικος ἢ πεύκης περιμήκιστον ἀναδίδωσιν, ᾗ καί φασιν ... τὸ μὲν σπέρμα ‹παρὰ› τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ σπείρασιν ὠνομάσθαι, τὴν δὲ φύσιν ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπ' αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν. ἀλλὰ τοῦ γε κόσμου †πάλιν τὸ πῦρ ὃ σπέρμα λέγουσιν εἶναι καὶ †μετὰ τὴν ἐκπύρωσιν εἰς σπέρμα μετέβαλε τὸν κόσμον, ἐκ βραχυτέρου σώματος καὶ ὄγκου χύσιν ἔχοντα πολλὴν καὶ τοῦ κενοῦ προσεπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, [c] γεννωμένου δ' αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθάνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης.
Ἀκοῦσαι τοίνυν ἔστιν αὐτῶν καὶ γράμμασιν ἐντυχεῖν πολλοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς διαφερομένων καὶ βοώντων, ὡς πάντα πράγματα συγχέουσι ταῖς ἀπαραλλαξίαις, ἐπὶ δυοῖν οὐσιῶν ἕνα ποιὸν εἶναι βιαζόμενοι. καίτοι τοῦτο μὲν οὐκ ἔστιν ὅστις ἀνθρώπων οὐ διανοεῖται, καὶ τοὐναντίον οἴεται θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ μήτε φάττα φάττῃ μήτε μελίττῃ μέλιττα μήτε πυρῷ πυρὸς ἢ σύκῳ, τὸ τοῦ λόγου, σῦκον ἐν τῷ παντὶ χρόνῳ γέγονεν [d] ἀπαράλλακτον· ἐκεῖνα δ' ὄντως παρὰ τὴν ἔννοιάν ἐστιν, ἃ λέγουσιν οὗτοι καὶ πλάττουσιν, ἐπὶ μιᾶς οὐσίας δύ' ἰδίως γενέσθαι ποιοὺς καὶ τὴν αὐτὴν οὐσίαν ἕνα ποιὸν ἰδίως ἔχουσαν ἐπιόντος ἑτέρου δέχεσθαι καὶ διαφυλάττειν ὁμοίως ἀμφοτέρους. εἰ γὰρ δύο, καὶ τρεῖς καὶ τέτταρες ἔσονται καὶ πέντε καὶ ὅσους οὐκ ἄν τις εἴποι περὶ μίαν οὐσίαν· λέγω δ' οὐκ ἐν μέρεσι διαφόροις, ἀλλὰ πάντας ὁμοίως περὶ ὅλην τοὺς ἀπείρους. λέγει γοῦν Χρύσιππος ἐοικέναι τῷ μὲν ἀνθρώπῳ τὸν Δία καὶ τὸν κόσμον τῇ δὲ ψυχῇ τὴν πρόνοιαν· ὅταν οὖν ἡ ἐκπύρωσις γένηται, μόνον ἄφθαρτον ὄντα τὸν Δία τῶν θεῶν ἀναχωρεῖν ἐπὶ [e] τὴν πρόνοιαν, εἶθ' ὁμοῦ γενομένους ἐπὶ μιᾶς τῆς τοῦ αἰθέρος οὐσίας διατελεῖν ἀμφοτέρους.
Ἀφέντες οὖν ἤδη τοὺς θεοὺς καὶ προσευξάμενοι κοινὰς φρένας διδόναι καὶ κοινὸν νοῦν, τὰ περὶ στοιχείων πῶς ἔχει αὐτοῖς ἴδωμεν.
Παρὰ τὴν ἔννοιάν ἐστι σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν. οἱ δ' οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία ἢ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ [f] κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ τι ἂν τύχωσι, καὶ ‹οὐδὲ› τοὐλάχιστον αἰσθητὸν ἐπιφάσκοντες ἐπιλείψειν ἐπιὸν τῷ μεγίστῳ νεανιεύονται, δόγμα ποιούμενοι τὸ ἀνέλεγκτον ὡς ἐν ἄλλοις πολλοῖς, ἅτε δὴ μαχομένας ὑποθέσεις ταῖς ἐννοίαις λαμβάνοντες. αὐτίκα γοῦν ‹ἀκόλουθον› τῷ λόγῳ τούτῳ πολλὰ τερατώδη καὶ ἀλλόκοτα προσδέχεσθαι τοὺς τὰ σώματα τοῖς σώμασιν ὅλοις [1078] [a] ὅλα κεραννύντας· ὧν ἐστι καὶ τό 'τὰ τρία τέσσαρα εἶναι'. τουτὶ γὰρ οἱ μὲν ἄλλοι λέγουσιν ἐν ὑπερβολῇ παράδειγμα τῶν ἀδιανοήτων· τούτοις δὲ συμβαίνει τὸν ἕνα κύαθον τοῦ οἴνου πρὸς δύο κεραννύμενον ὕδατος, εἰ μέλλει μὴ ἀπολείπειν ἀλλ' ἐξισοῦσθαι, παράγοντας ἐπὶ πᾶν καὶ διασυγχέοντας ἕν' ὄντα δύο ποιεῖν τῇ πρὸς τοὺς δύο τῆς κράσεως ἐξισώσει· τὸ γὰρ μένειν ἕνα καὶ δυοῖν παρεκτείνειν καὶ ποιεῖν ἴσον ‹ἴσον› τῷ διπλασίῳ. εἰ δ', ὅπως ἐξίκηται τῇ κράσει πρὸς τοὺς δύο, δυοῖν λαμβάνει[ν] μέτρον ἐν τῇ διαχύσει, τοῦτο μέτρον ἅμα καὶ τριῶν ἐστι καὶ τεσσάρων, τριῶν μέν, ὅτι τοῖς δύο εἷς μέμικται, τεσσάρων [b] δέ, ὅτι δυσὶ μεμιγμένος ἴσον ἔσχηκε πλῆθος οἷς μίγνυται. τοῦτό ‹τε› δὴ συμβαίνει τὸ καλὸν αὐτοῖς ἐμβάλλουσιν εἰς σῶμα σώματα καὶ τὸ τῆς περιοχῆς ἀδιανόητον. ἀνάγκη γὰρ εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι τὸ δ' ἐνυπάρχειν (οὕτω γὰρ οὐ κρᾶσις ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης τῆς δ' ἐκτὸς περιεχούσης, τῶν δ' ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων)· ἀλλ' ἀνάγκη γινομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως ἐν ἀλλήλοις τὰ μιγνύμενα γίνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι [c] καὶ τῷ δέχεσθαι περιέχειν θάτερον, καὶ μηδέτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι συμβαίνειν, ἀμφότερα τῆς κράσεως δι' ἀλλήλων διιέναι καὶ μηδὲν ἔτι λείπεσθαι μηδενὸς μόριον ἀλλὰ ‹πᾶν› παντὸς ἀναπίμπλασθαι βιαζομένης. ἐνταῦθα δὴ καὶ τὸ θρυλούμενον ἐν ταῖς διατριβαῖς Ἀρκεσιλάου σκέλος ἥκει ταῖς ἀτοπίαις ἐπεμβαῖνον αὐτῶν μετὰ γέλωτος. εἰ γάρ εἰσιν αἱ κράσεις δι' ὅλων, τί κωλύει, τοῦ σκέλους ἀποκοπέντος καὶ κατασαπέντος καὶ ῥιφέντος εἰς τὴν θάλατταν καὶ διαχυθέντος, οὐ τὸν Ἀντιγόνου μόνον στόλον διεκπλεῖν, ὡς ἔλεγεν Ἀρκεσίλαος, [d] ἀλλὰ τὰς Ξέρξου χιλίας καὶ διακοσίας καὶ τὰς Ἑλληνικὰς ὁμοῦ τριακοσίας τριήρεις ἐν τῷ σκέλει ναυμαχούσας; οὐ γὰρ ἐπιλείψει δήπουθεν προϊὸν οὐδὲ παύσεται ἐν τῷ μείζονι τοὔλαττον· ἢ πέρας ἡ κρᾶσις ἕξει καὶ τὸ τελευταῖον αὐτῆς ἁφὴν ὅπου λήγει ποιησάμενον εἰς ὅλον οὐ δίεισιν ἀλλ' ἀπαγορεύσει μιγνύμενον. εἰ δὲ μεμίξεται δι' ὅλων, εὖ μάλα τὸ σκέλος ἐνναυμαχῆσαι παρέξει τοῖς Ἕλλησιν. ἀλλὰ τοῦτο μὲν δεῖται σήψεως καὶ μεταβολῆς· εἷς δέ τις κύαθος ἢ μία σταγὼν αὐτόθεν εἰς τὸ Αἰγαῖον ἐμπεσοῦσα πέλαγος ἢ τὸ Κρητικὸν ἐφίξεται τοῦ Ὠκεανοῦ καὶ τῆς Ἀτλαντικῆς θαλάσσης, οὐκ ἐπιπολῆς ψαύουσα τῆς ἐπιφανείας ἀλλὰ πάντῃ διὰ βάθους εἰς πλάτος ὁμοῦ καὶ μῆκος ἀναχεομένη. καὶ ταῦτα προσδέχεται Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὐδὲν ἀπέχειν φάμενος οἴνου σταλαγμὸν ἕνα κεράσαι τὴν θάλατταν· καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν, εἰς ὅλον φησὶ τὸν κόσμον διατενεῖν τῇ κράσει τὸν σταλαγμόν· ὧν οὐκ οἶδα τί ἂν ἀτοπώτερον φανείη.
Καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτ' ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτ' ἔσχατον ‹εἶναι› μηθέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλ' ἀεί ‹τι› τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον [e] ἐμβάλλειν τὸ ὑποκείμενον. οὔτε γὰρ μεῖζον οὔτ' ἔλαττον ἔσται νοεῖν ἕτερον ἑτέρου μέγεθος, εἰ τὸ προϊέναι τοῖς μέρεσιν ἐπ' ἄπειρον ἀμφοτέροις ὡσ‹αύτως› συμβέβηκεν, ἀλλ' ἀνισότητος αἴρεται φύσις· ἀνίσων γὰρ νοουμένων τὸ μὲν προαπολείπεται τοῖς ἐσχάτοις μέρεσι τὸ δὲ παραλλάττει καὶ περίεστι· μὴ οὔσης δ' ἀνισότητος ἕπεται μὴ ἀνωμαλίαν εἶναι μηδὲ τραχύτητα σώματος· ἀνωμαλία μὲν γάρ ἐστι μιᾶς ἐπιφανείας ἀνισότης πρὸς ἑαυτήν, [1079] [a] τραχύτης δ' ἀνωμαλία μετὰ σκληρότητος. ὧν οὐθὲν ἀπολείπουσιν οἱ σῶμα μηθὲν εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπ' ἄπειρον ἐξάγοντες. καίτοι πῶς οὐκ ἐναργές ἐστι τὸν ἄνθρωπον ἐκ πλειόνων συνεστηκέναι μορίων ἢ τὸν δάκτυλον τοῦ ἀνθρώπου, καὶ πάλιν τὸν κόσμον ἢ τὸν ἄνθρωπον; ταῦτα γὰρ ἐπίστανται καὶ διανοοῦνται πάντες, ἂν μὴ Στωικοὶ γένωνται· γενόμενοι δὲ Στωικοὶ τἀναντία λέγουσι καὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος οὐδ' ὁ κόσμος ἢ ὁ ἄνθρωπος. ἐπ' ἄπειρον γὰρ ἡ τομὴ [b] προάγει τὰ σώματα, τῶν δ' ἀπείρων οὐθέν ἐστι πλέον οὐδ' ἔλαττον οὐδ' ὅλως ὑπερβάλλον πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν.
ΕΤΑΙΡΟΣ. Τί οὖν; οὐκ ἀμύνονται ταύτας τὰς ἀπορίας;
ΔΙΑΔΟΥΜ. Εὐμηχάνως κομιδῇ καὶ ἀνδρείως. λέγει γὰρ ὁ Χρύσιππος ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα· τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον· 'ἐὰν δ' ἐπὶ τὰ ἔσχατα μέρη τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν' φησί 'τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον οὔτ' ἔκ τινων συνεστάναι, [c] καὶ ὁμοίως οὔτ' ἐξ ὁποσωνοῦν, οὔτ' ἐξ ἀπείρων οὔτ' ἐκ πεπερασμένων.' καί μοι δοκῶ ταῖς ἐκείνου κεχρῆσθαι λέξεσιν αὐταῖς, ὅπως συνίδῃς ὃν τρόπον διεφύλαττε τὰς κοινὰς ἐννοίας, κελεύων ἡμᾶς νοεῖν τῶν σωμάτων ἕκαστον οὔτ' ἔκ τινων οὔτ' ἐξ ὁποσωνοῦν μερῶν, οὔτ' ἐξ ἀπείρων οὔτ' ἐκ πεπερασμένων, συγκείμενον. εἰ μὲν γάρ, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον, οὕτως πεπερασμένου τι καὶ ἀπείρου μέσον ἐστίν, εἰπόντα τί τοῦτ' ἐστὶν ἔδει λῦσαι τὴν ἀπορίαν· εἰ δέ, ὡς τὸ μὴ ἴσον εὐθὺς ἄνισον καὶ τὸ μὴ φθαρτὸν ἄφθαρτον, οὕτως τὸ μὴ πεπερασμένον ἄπειρον νοοῦμεν, ὅμοιόν ἐστιν, οἶμαι, τῷ τὸ σῶμα εἶναι μήτ' ἐκ [d] πεπερασμένων μήτ' ἐξ ἀπείρων τὸ λόγον εἶναι μήτ' ἐξ ἀληθῶν λημμάτων μήτ' ἐκ ψευδῶν μήτ' ἐξ ...
Ἐπὶ δὲ τούτοις ἐπινεανιευόμενός φησι τῆς πυραμίδος ἐκ τριγώνων συνισταμένης τὰς πλευρὰς κατὰ τὴν συναφὴν ἐγκεκλιμένας ἀνίσους μὲν εἶναι, μὴ ὑπερέχειν δ' ᾗ μείζονές εἰσιν. οὕτως ἐτήρει τὰς ἐννοίας. εἰ γὰρ ἔστι τι μεῖζον καὶ μὴ ὑπερέχον, ἔσται τι μικρότερον καὶ μὴ ἐλλεῖπον· ὥστε καὶ ἄνισον μήθ' ὑπερέχον μήτ' ἐλλεῖπον, τουτέστιν ἴσον τὸ ἄνισον καὶ οὐ μεῖζον τὸ μεῖζον οὐδὲ μικρότερον [e] τὸ μικρότερον. ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς, εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσους γινομένας. 'ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι, πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας· ἴσων δ' οὐσῶν ἴσα τμήματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον.' ἐνταῦθα δὴ [f] τὸν Δημόκριτον ἀποφαίνων ἀγνοοῦντα τὰς μὲν ἐπιφανείας φησὶ μήτ' ἴσας εἶναι μήτ' ἀνίσους, ἄνισα δὲ τὰ σώματα τῷ μήτ' ἴσας εἶναι μήτ' ἀνίσους τὰς ἐπιφανείας. τὸ μὲν δὴ νομοθετεῖν τῶν ἐπιφανειῶν μήτ' ἴσων ‹μήτ' ἀνίσων› οὐσῶν τὰ σώματα συμβαίνειν ἄνισα εἶναι θαυμαστὴν ἐξουσίαν αὑτῷ τοῦ γράφειν ὅ τι ἂν ἐπίῃ διδόντος ἐστί. τοὐναντίον γὰρ ὁ λόγος μετὰ τῆς ἐναργείας νοεῖν δίδωσι, τῶν ἀνίσων σωμάτων ἀνίσους εἶναι τὰς ἐπιφανείας καὶ μείζονα τὴν τοῦ [1080] [a] μείζονος, εἴ γε μὴ μέλλει τὴν ὑπεροχήν, ᾗ μεῖζόν ἐστιν, ἐστερημένην ἐπιφανείας ἕξειν. εἰ γὰρ οὐχ ὑπερβάλλουσι τὰς τῶν ἐλαττόνων ἐπιφανείας αἱ τῶν μειζόνων ἀλλὰ προαπολείπουσιν, ἔσται σώματος πέρας ἔχοντος μέρος ἄνευ πέρατος καὶ ἀπεράτωτον. εἰ γὰρ λέγει, ὅτι βιαζόμενος οὕτω ... 'ἃς γὰρ ὑφορᾶται περὶ τὸν κῶνον ἀναχαράξεις, ἡ τῶν σωμάτων ἀνισότης δήπουθεν οὐχ ἡ τῶν ἐπιφανειῶν ἀπεργάζεται.' γελοῖον οὖν τὸ τὰς ἐπιφανείας ὑπεξαιρούμενον ἐν τοῖς σώμασιν ἐλεγχομένην ἀπολιπεῖν ἀνωμαλίαν.
[b] ἀλλ' ἂν μένωμεν ἐπὶ τῆς ὑποθέσεως, τί μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἢ τὰ τοιαῦτα πλάττειν; εἰ γὰρ ἐπιφάνειαν ἐπιφανείᾳ θήσομεν μήτ' ἴσην εἶναι μήτ' ἄνισον, καὶ τὸ μέγεθος ἔσται μεγέθει φάναι καὶ ἀριθμὸν ἀριθμῷ μήτ' ἴσον εἶναι μήτ' ἄνισον, καὶ ταῦτ' ἴσου καὶ ἀνίσου μέσον, ὃ μηδέτερόν ἐστιν, οὐκ ἔχοντας εἰπεῖν οὐδὲ νοῆσαι δυναμένους. ἔτι δ' οὐσῶν ἐπιφανειῶν μήτ' ἴσων μήτ' ἀνίσων, τί κωλύει καὶ κύκλους νοεῖσθαι μήτ' ἴσους μήτ' ἀνίσους; αὐταὶ γὰρ δήπουθεν αἱ τῶν κωνικῶν τμημάτων ἐπιφάνειαι κύκλοι εἰσίν· εἰ δὲ κύκλους, καὶ διαμέτρους κύκλων θετέον μήτ' ἴσους μήτ' ἀνίσους· εἰ δὲ τοῦτο, καὶ [c] γωνίας καὶ τρίγωνα καὶ παραλληλόγραμμα καὶ παραλληλεπίπεδα καὶ σώματα· καὶ γὰρ εἰ μήκη ἐστὶ μήτ' ἴσα μήτ' ἄνισα ἀλλήλοις, καὶ βάθος ἔσται καὶ πλάτη καὶ σώματα. εἶτα πῶς τολμῶσιν ἐπιτιμᾶν τοῖς τὰς κενότητας εἰσάγουσι καὶ ἀμερῆ τινα καὶ μαχόμενον ‹τὸ› μήτε κινεῖσθαι μήτε μένειν ὑποτιθεμένοις, αὐτοὶ τὰ τοιαῦτα ἀξιώματα ψευδῆ λέγοντες εἶναι· 'εἴ τινα μή ἐστιν ἴσα ἀλλήλοις, ἐκεῖνα ἄνισά ἐστιν ἀλλήλοις' καί 'οὐκ ἔστι μὲν ἴσα ταῦτ' ἀλλήλοις, οὐκ ἄνισα δ' ἐστὶ ταῦτ' ἀλλήλοις'; ἐπεὶ δέ φησιν εἶναί τι μεῖζον οὐ μὴν ὑπερέχον, ἄξιον ἀπορῆσαι πότερον ταῦτ' [d] ἐφαρμόσει ἀλλήλοις. εἰ μὲν γὰρ ἐφαρμόσει, πῶς μεῖζόν ἐστι θάτερον; εἰ δ' οὐκ ἐφαρμόσει, πῶς οὐκ ἀνάγκη τὸ μὲν ὑπερέχειν τὸ δ' ἐλλείπειν; τῷ μηδέτερον ὑπάρχειν, καὶ οὐκ ἐφαρμόσει τῷ μεῖζον εἶναι καὶ ἐφαρμόσει τῷ μὴ μεῖζον εἶναι θάτερον. ἀνάγκη γὰρ ἐν τοιαύταις ἀπορίαις γίνεσθαι τοὺς τὰς κοινὰς ἐννοίας μὴ φυλάττοντας.
Καὶ μὴν τὸ μηθενὸς ἅπτεσθαι μηθὲν παρὰ τὴν ἔννοιάν ἐστιν· οὐχ ἧττον δὲ τούτου τὸ ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα μηδενὶ δ' ἅπτεσθαι· τοῦτο δ' ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλ' ἀεί τι τοῦ δοκοῦντος ἅπτεσθαι πρότερον λαμβάνουσι [e] καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις. ὃ γοῦν αὐτοὶ μάλιστα προφέρουσι τοῖς τῶν ἀμερῶν προϊσταμένοις, τοῦτ' ἐστί, τὸ μήθ' ὅλοις ὅλων ἁφὴν εἶναι μήτε μέρεσι μερῶν· τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δ' οὐκ εἶναι δυνατὸν μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων. πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; 'ὅτι νὴ Δία ψαύειν κατὰ πέρας τὰ σώματα ‹ἀλλ' οὐχ› ὅλα ὅλων οὐδὲ κατὰ μέρος λέγουσιν. τὸ δὲ πέρας σῶμα οὔκ ἐστιν'. ἅψεται τοίνυν σῶμα σώματος ἀσωμάτῳ, καὶ οὐχ ἅψεται πάλιν, ἀσωμάτου μεταξὺ ὄντος.
[f] εἰ δ' ἅψεται, καὶ ποιήσει τι καὶ πείσεται τῷ ἀσωμάτῳ τὸ σῶμα· ποιεῖν δέ τι καὶ πάσχειν ὑπ' ἀλλήλων καὶ ἅπτεσθαι τὰ σώματα πέφυκεν. εἰ δ' ἁφὴν ἴσχει τῷ ἀσωμάτῳ τὸ σῶμα, καὶ συναφὴν ἕξει καὶ κρᾶσιν καὶ συμφυΐαν· ἔστιν ἄρ' ἐν ταῖς συναφαῖς καὶ κράσεσιν ἢ μένειν ἀναγκαῖον ἢ μὴ μένειν ἀλλ' ἐφθάρθαι τὰ πέρατα τῶν σωμάτων· ἑκάτερον δὲ παρὰ τὴν ἔννοιάν ἐστι. φθορὰς μὲν γὰρ ἀσωμάτων καὶ γενέσεις οὐδ' αὐτοὶ καταλείπουσι· κρᾶσις δὲ καὶ [1081] [a] συναφὴ σωμάτων ἰδίοις χρωμένων πέρασιν οὐκ ἂν γένοιτο· τὸ γὰρ πέρας ὁρίζει καὶ ἵστησι τὴν τοῦ σώματος φύσιν. αἱ δὲ κράσεις εἰ μὴ μερῶν παρὰ μέρη παραθέσεις εἰσὶν ἀλλ' ὅλοις ὅλα τὰ κιρνάμενα συγχέουσιν, ὥσπερ οὗτοι λέγουσι, φθορὰς ἀπολειπτέον περάτων ἐν ταῖς μίξεσιν, εἶτα γενέσεις ἐν ταῖς διαστάσεσι· ταῦτα δ' οὐδεὶς ἂν ῥᾳδίως νοήσειεν. ἀλλὰ μὴν καθ' ὅ γ' ἅπτεται τὰ σώματα ἀλλήλων, κατὰ τοῦτο καὶ πιέζεται καὶ θλίβεται καὶ συντρίβεται ὑπ' ἀλλήλων· ἀσώματον δὲ ταῦτα πάσχειν ἢ ποιεῖν οὐ δυνατόν, ἀλλ' οὐδὲ διανοητόν ἐστι· τοῦτο δὲ [b] βιάζονται νοεῖν ἡμᾶς. εἰ γὰρ ἡ σφαῖρα τοῦ ἐπιπέδου κατὰ σημεῖον ἅπτεται, δῆλον ὅτι καὶ σύρεται κατὰ σημεῖον διὰ τοῦ ἐπιπέδου· κἂν ᾖ μίλτῳ τὴν ἐπιφάνειαν ἀληλιμμένη, μιλτίνην ἐνομόρξεται τῷ ἐπιπέδῳ γραμμήν· ‹κἂν ᾖ› πεπυρωμένη, πυρώσει τὸ ἐπίπεδον· ἀσωμάτῳ δὲ χρώζεσθαι καὶ ἀσωμάτῳ πυροῦσθαι σῶμα παρὰ τὴν ἔννοιάν ἐστιν. ἂν δὲ δὴ κεραμεᾶν ἢ κρυσταλλίνην σφαῖραν εἰς ἐπίπεδον φερομένην λίθινον ἀφ' ὕψους νοήσωμεν, ἄλογον εἰ μὴ συντριβήσεται πληγῆς πρὸς ἀντίτυπον γενομένης· ἀτοπώτερον δὲ τὸ συντριβῆναι κατὰ πέρας καὶ σημεῖον ἀσώματον προσπεσοῦσαν. ὥστε πάντῃ τὰς περὶ τῶν ἀσωμάτων [c] καὶ σωμάτων αὐτοῖς ταράττεσθαι προλήψεις, μᾶλλον δ' ἀναιρεῖσθαι, πολλὰ τῶν ἀδυνάτων παρατιθεμένοις.
Παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωικοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλ' ὅ τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν· ὥστε μηθὲν κατὰ τὸ νῦν ὑπομένειν μηδὲ λείπεσθαι μόριον χρόνου παρόντος, ἄν, ὃς λέγεται παρεῖναι, τούτου τὰ μὲν εἰς [d] τὰ μέλλοντα τὰ δ' εἰς τὰ παρῳχημένα διανέμηται. δυοῖν οὖν συμβαίνει θάτερον, ἢ τό 'ἦν χρόνος' καί 'ἔσται χρόνος' τιθέντας ἀναιρεῖν τό 'ἔστι χρόνος', ἢ ‹σῴζοντας τό› 'ἔστι χρόνος ἐνεστηκώς', οὗ τὸ μὲν ἐνειστήκει τὸ δ' ἐνστήσεται, [καὶ] λέγειν ὅτι τοῦ ὑπάρχοντος τὸ μὲν μέλλον ἐστὶ τὸ δὲ παρῳχημένον, καὶ τοῦ νῦν τὸ μὲν πρότερον τὸ δ' ὕστερον· ὥστε νῦν εἶναι τὸ μηδέπω νῦν καὶ τὸ μηκέτι νῦν· οὐκέτι γὰρ νῦν τὸ παρῳχημένον καὶ οὐδέπω νῦν τὸ μέλλον. ‹ἕπεται δ' οὕτω› διαιροῦσι λέγειν αὐτοῖς, ὅτι καὶ το‹ῦ σήμερον τὸ μὲν ἐχθὲς τὸ δ' αὔριον› καὶ τοῦ τῆτες τὸ μὲν πέρυσι τὸ δ' εἰς νέωτα, καὶ τοῦ ἅμα τὸ μὲν [e] πρότερον τὸ δ' ὕστερον. οὐθὲν γὰρ ἐπιεικέστερα τούτων κυκῶσι, ταὐτὰ ποιοῦντες τό 'μηδέπω' καὶ τό 'ἤδη' καὶ τό 'μηκέτι', καὶ τό 'νῦν' καὶ τό 'μὴ νῦν'. οἱ δ' ἄλλοι πάντες ἄνθρωποι καὶ τό 'ἄρτι' καὶ τό 'μετὰ μικρόν' ὡς ἕτερα τοῦ νῦν μόρια, καὶ τὸ μὲν μετὰ τὸ νῦν τὸ δὲ πρὸ τοῦ νῦν τίθενται καὶ νοοῦσι καὶ νομίζουσι. τούτων ‹δ'› Ἀρχέδημος μὲν †ἀρχήν τινα καὶ συμβολὴν εἶναι λέγων τοῦ παρῳχημένου καὶ τοῦ ἐπιφερομένου τό 'νῦν' λέληθεν αὑτὸν ὡς ἔοικε τὸν πάντα χρόνον ἀναιρῶν. εἰ γὰρ τὸ νῦν οὐ χρόνος ἐστὶν ἀλλὰ πέρας χρόνου πᾶν δὲ μόριον χρόνου τοιοῦτον [f] οἷον τὸ νῦν ἐστιν, οὐδὲν φαίνεται μέρος ἔχων ὁ σύμπας χρόνος ἀλλ' εἰς πέρατα διόλου καὶ συμβολὰς καὶ †ὁρμὰς ἀναλυόμενος. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ τὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλ' ὑφεστηκέναι φησί, μόνον δ' ὑπάρχειν τὸ ἐνεστηκός, ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι τὸ δὲ [1082] [a] παρεληλυθός. ὥστε συμβαίνει τὸ ὑπάρχον αὐτῷ τοῦ χρόνου διαιρεῖν εἰς τὰ μὴ ὑπάρχοντα τοῦ ὑπάρχοντος, μᾶλλον δ' ὅλως τοῦ χρόνου μηδὲν ἀπολείπειν ὑπάρχον, εἰ τὸ ἐνεστηκὸς οὐδὲν ἔχει μέρος, ὃ μὴ μέλλον ἐστὶν ἢ παρῳχημένον.
Ἡ μὲν οὖν τοῦ χρόνου νόησις αὐτοῖς οἷον ὕδατος περίδραξις, ὅσῳ μᾶλλον πιέζεται, διαρρέοντος καὶ διολισθάνοντος· τὰ δὲ τῶν πράξεων καὶ κινήσεων τὴν πᾶσαν ἔχει σύγχυσιν τῆς ἐναργείας. ἀνάγκη γάρ, εἰ τοῦ νῦν τὸ μὲν εἰς τὸ παρῳχημένον τὸ δ' εἰς τὸ μέλλον διαιρεῖται, καὶ τοῦ κινουμένου κατὰ τὸ νῦν τὸ μὲν κεκινῆσθαι τὸ δὲ κινήσεσθαι, πέρας δὲ κινήσεως ἀνῃρῆσθαι καὶ ἀρχήν, [b] μηδενὸς ‹δ'› ἔργου πρῶτον γεγονέναι μηδ' ἔσχατον ἔσεσθαι μηδέν, τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων· ὡς γὰρ τοῦ ἐνεστῶτος χρόνου τὸ μὲν παρῳχῆσθαι τὸ δὲ μέλλειν λέγουσιν, οὕτως τοῦ πραττομένου τὸ μὲν πεπρᾶχθαι τὸ δὲ πραχθήσεσθαι. πότε τοίνυν ἔσχεν ἀρχὴν πότε δ' ἕξει τελευτὴν τὸ ἀριστᾶν τὸ γράφειν τὸ βαδίζειν, εἰ πᾶς μὲν ὁ ἀριστῶν ἠρίστησε καὶ ἀριστήσει πᾶς δ' ὁ βαδίζων ἐβάδισε καὶ βαδιεῖται; τὸ δὲ δεινῶν, φασί, δεινότατον· εἰ τῷ ζῶντι τὸ ἐζηκέναι καὶ ζήσεσθαι συμβέβηκεν, οὔτ' ἀρχὴν ἔσχε τὸ ζῆν οὔθ' ἕξει πέρας, ἀλλ' ἕκαστος ἡμῶν ὡς ἔοικε γέγονε μὴ ἀρξάμενος τοῦ ζῆν καὶ τεθνήξεται [c] μὴ παυσόμενος. εἰ γὰρ οὐθέν ἐστιν ἔσχατον μέρος ἀλλ' ἀεί τι τῷ ζῶντι τοῦ παρόντος εἰς τὸ μέλλον περίεστιν, οὐδέποτε γίνεται ψεῦδος τό 'ζήσεσθαι Σωκράτη'· ‹ἀλλ'› ὁσάκις ἀληθὲς ‹ἔσται› τό 'ζῇ Σωκράτης', ἐπὶ τοσοῦτον ψεῦδος τό 'τέθνηκε Σωκράτης'· ὥστ', εἰ τό 'ζήσεται Σωκράτης' ἀληθές ἐστιν ἐν ἀπείροις χρόνου μέρεσιν, ἐν οὐδενὶ χρόνου μέρει τό 'τέθνηκε Σωκράτης' ἀληθὲς ἔσται. καίτοι τί πέρας ἂν ἔργου γένοιτο, ποῦ δὲ λήξειε τὸ πραττόμενον, ἄν, ὁσάκις ἀληθές ἐστι τό 'πράττεται', τοσαυτάκις ἀληθὲς ᾖ καὶ τό 'πραχθήσεται'; ψεύσεται γὰρ ὁ λέγων περὶ τοῦ γράφοντος καὶ διαλεγομένου Πλάτωνος [d] ὅτι 'παύσεταί ποτε Πλάτων ‹γράφων καὶ› διαλεγόμενος', εἰ μηδέποτε ψεῦδός ἐστι τό 'διαλεχθήσεται' περὶ τοῦ διαλεγομένου καὶ τό 'γράψει' περὶ τοῦ γράφοντος. ἔτι τοίνυν ‹εἰ› τοῦ γινομένου μέρος οὐδέν ἐστιν ὅπερ οὐκ ἤτοι γεγονός ἐστιν ἢ γενησόμενον καὶ παρεληλυθὸς ἢ μέλλον, γεγονότος δὲ καὶ γενησομένου καὶ παρῳχημένου καὶ μέλλοντος αἴσθησις οὐκ ἔστιν, οὐδενὸς ἁπλῶς αἴσθησίς ἐστιν. οὔτε γὰρ ὁρῶμεν τὸ παρῳχημένον ἢ τὸ μέλλον οὔτ' ἀκούομεν οὔτ' ἄλλην τινὰ λαμβάνομεν αἴσθησιν τῶν γεγονότων ἢ γενησομένων· οὐδὲν ‹οὖν› οὐδ' ἂν παρῇ τι, αἰσθητόν ἐστιν, εἰ τοῦ παρόντος ἀεὶ τὸ μὲν μέλλει τὸ δὲ παρῴχηκε καὶ τὸ μὲν γεγονός ἐστι τὸ δὲ γενησόμενον. Καὶ μὴν αὐτοί γε σχέτλια ποιεῖν τὸν Ἐπίκουρον λέγουσι καὶ βιάζεσθαι τὰς ἐννοίας, ἰσοταχῶς τὰ σώματα κινοῦντα καὶ μηδὲν ἀπολείποντα μηδενὸς ταχύτερον. πολλῷ δὲ τούτου σχετλιώτερόν ἐστι καὶ μᾶλλον ἀπήρτηται τῶν ἐννοιῶν τὸ μηδὲν ὑπὸ μηδενὸς περικαταλαμβάνεσθαι, μηδ' εἰ χελώνην, τὸ τοῦ λόγου, φασί, 'μετόπισθε διώκοι Ἀδρήστου ταχὺς ἵππος'. ἀνάγκη δὲ τοῦτο συμβαίνειν, τῶν μὲν κινουμένων κατὰ τὸ πρότερον ‹καὶ τὸ ὕστερον›, τῶν δὲ διαστημάτων, ἃ διεξίασιν, εἰς ἄπειρον ὄντων μεριστῶν, ὥσπερ ἀξιοῦσιν οὗτοι. εἰ γὰρ ‹φθαίη› πλέθρῳ μόνον ἡ χελώνη τὸν ἵππον, οἱ τοῦτο μὲν εἰς ἄπειρον τέμνοντες [e] ἑκάτερα δὲ κινοῦντες κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδέποτε τῷ βραδυτάτῳ προσάξουσι τὸ τάχιστον, ἀεί τι διάστημα τοῦ βραδυτέρου προλαμβάνοντος εἰς ἄπειρα διαστήματα μεριζόμενον. τὸ δ' ἔκ τινος φιάλης ἢ κύλικος ὕδατος ἐκχεομένου μηδέποτε πᾶν ἐκχυθήσεσθαι πῶς οὐ παρὰ τὴν ἔννοιάν ἐστιν, ἢ πῶς οὐχ ἑπόμενον οἷς οὗτοι [1083] [a] λέγουσι; τὴν γὰρ κατὰ τὸ πρότερον ‹διὰ› τῶν εἰς ἄπειρον μεριστῶν κίνησιν οὐκ ἄν τις νοήσειε τὸ πᾶν διανύουσαν, ἀλλ' ἀεί τι μεριστὸν ὑπολείπουσα ποιήσει πᾶσαν μὲν ἔκχυσιν πᾶσαν δ' ὀλίσθησιν καὶ ῥύσιν ὑγροῦ καὶ φορὰν στερεοῦ καὶ βάρους μεθειμένου πτῶσιν ἀσυντέλεστον.
Παρίημι δὲ πολλὰς ἀτοπίας αὐτῶν τῶν παρὰ τὴν ἔννοιαν ἐφαπτόμενος. ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ' Ἐπιχάρμου· τῶν δ' ἐν Ἀκαδημείᾳ οἰομένων μὴ πάνυ ῥᾴδιον μηδ' αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν, πολλὰ κατῃτιᾶσθαι ... κατεβόησαν ὡς τὰς προλήψεις ἀναιρούντων [b] καὶ παρὰ τὰς ἐννοίας φυλάττουσιν, ἀλλὰ καὶ τὴν αἴσθησιν προσδιαστρέφουσιν. ὁ μὲν γὰρ λόγος ἁπλοῦς ἐστι καὶ τὰ λήμματα συγχωροῦσιν οὗτοι· τὰς ἐν μέρει πάσας οὐσίας ῥεῖν καὶ φέρεσθαι, τὰ μὲν ἐξ αὑτῶν μεθιείσας τὰ δέ ποθεν ἐπιόντα προσδεχομένας· οἷς δὲ πρόσεισι καὶ ἄπεισιν ἀριθμοῖς ἢ πλήθεσι, ταὐτὰ μὴ διαμένειν ἀλλ' ἕτερα γίνεσθαι, ταῖς εἰρημέναις προσόδοις ‹καὶ ἀφόδοις› ἐξαλλαγὴν τῆς οὐσίας λαμβανούσης· αὐξήσεις δὲ καὶ φθίσεις οὐ κατὰ δίκην ὑπὸ συνηθείας ἐκνενικῆσθαι τὰς μεταβολὰς ταύτας λέγεσθαι, γενέσεις [δὲ] καὶ φθορὰς μᾶλλον αὐτὰς ὀνομάζεσθαι προσῆκον, ὅτι τοῦ καθεστῶτος εἰς [c] ἕτερον ἐκβιβάζουσι· τὸ δ' αὔξεσθαι καὶ τὸ μειοῦσθαι πάθη σώματός ἐστιν ὑποκειμένου καὶ διαμένοντος. οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων, τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυῆ καὶ διττόν ‑ οὐχ ὥσπερ οἱ ποιηταὶ τοὺς Μολιονίδας οἴονται, τοῖς μὲν ἡνωμένους μέρεσι τοῖς δ' ἀποκρινομένους, ἀλλὰ δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ... ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον· ἀλλ' οὗτοι μόνοι εἶδον τὴν σύνθεσιν ταύτην καὶ διπλόην [d] καὶ ἀμφιβολίαν, ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία τὸ δὲ ‹ποιότης›· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτ' αὐξόμενον μήτε μειούμενον, μήθ' ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται, καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι. καίτοι λέγεται μὲν ὁ Λυγκεὺς ἐκεῖνος διὰ πέτρας καὶ διὰ δρυὸς ὁρᾶν· ἑώρα δέ τις ἀπὸ σκοπῆς ἐν Σικελίᾳ καθεζόμενος τὰς Καρχηδονίων ἐκ τοῦ λιμένος ναῦς ἐκπλεούσας, ἡμέρας καὶ νυκτὸς ἀπεχούσας δρόμον· οἱ δὲ περὶ Καλλικράτη καὶ Μυρμηκίδην [e] λέγονται δημιουργεῖν ἅρματα μυίας πτεροῖς καλυπτόμενα καὶ διατορεύειν ἐν σησάμῳ γράμμασιν ἔπη τῶν Ὁμήρου· ταύτην δὲ τὴν ἐν ἡμῖν ἑτερότητα καὶ ‹δια›φορὰν οὐδεὶς διεῖλεν οὐδὲ διέστησεν, οὐδ' ἡμεῖς ᾐσθόμεθα διττοὶ γεγονότες καὶ τῷ μὲν ἀεὶ ῥέοντες μέρει τῷ δ' ἀπὸ γενέσεως ἄχρι τελευτῆς οἱ αὐτοὶ διαμένοντες. ἁπλούστερον δὲ ποιοῦμαι τὸν λόγον· ἐπεὶ τέσσαρά γε ποιοῦσιν ὑποκείμενα περὶ ἕκαστον, μᾶλλον δὲ τέσσαρ' ἕκαστον ἡμῶν· ἀρκεῖ δὲ καὶ τὰ δύο πρὸς τὴν ἀτοπίαν, εἴ γε τοῦ μὲν Πενθέως ἀκούοντες ἐν τῇ τραγῳδίᾳ λέγοντος ὡς 'δύο μὲν ἡλίους [f] ὁρᾷ, διττὰς δὲ Θήβας' (Eur. Bacch. 918), οὐχ ὁρᾶν αὐτὸν ἀλλὰ παρορᾶν λέγομεν, ἐκτρεπόμενον καὶ παρακινοῦντα τοῖς λογισμοῖς· τούτους δ' οὐ μίαν πόλιν, ἀλλὰ πάντας ἀνθρώπους καὶ ζῷα καὶ δένδρα πάντα καὶ σκεύη καὶ ὄργανα καὶ ἱμάτια διττὰ καὶ διφυῆ τιθεμένους οὐ χαίρειν ἐῶμεν, ὡς παρανοεῖν ἡμᾶς μᾶλλον ἢ νοεῖν ἀναγκάζοντας;
Ἐνταῦθα μὲν οὖν ἴσως αὐτοῖς συγγνωστὰ πλάττουσιν [1084] [a] ἑτέρας φύσεις ὑποκειμένων· ἄλλη γὰρ οὐδεμία φαίνεται μηχανὴ φιλοτιμουμένοις σῶσαι καὶ διαφυλάξαι τὰς αὐξήσεις· ἐν δὲ τῇ ψυχῇ τί παθόντες ἢ τίνας πάλιν ἄλλας ὑποθέσεις κοσμοῦντες ἐνδημιουργοῦσι σωμάτων διαφορὰς καὶ ἰδέας ὀλίγου δέω εἰπεῖν ἀπείρους τὸ πλῆθος, οὐκ ἂν ἔχοι τις εἰπεῖν· ἀλλ' ὅτι τὰς κοινὰς καὶ συνήθεις ἐξοικίζοντες ἐννοίας, μᾶλλον δ' ὅλως ἀναιροῦντες καὶ διαφθείροντες ἑτέρας ἐπεισάγουσιν ἀλλοκότους καὶ ξένας. ἄτοπον γὰρ εὖ μάλα τὰς ἀρετὰς καὶ τὰς κακίας, πρὸς δὲ ταύταις τὰς τέχνας καὶ τὰς μνήμας πάσας, ἔτι δὲ φαντασίας [b] καὶ πάθη καὶ ὁρμὰς καὶ συγκαταθέσεις σώματα ποιουμένους ἐν μηδενὶ φάναι κεῖσθαι μηδ' ὑπάρχειν τόπον τούτοις, ἕνα ‹δὲ› τὸν ἐν τῇ καρδίᾳ πόρον στιγμιαῖον ἀπολιπεῖν, ὅπου τὸ ἡγεμονικὸν συστέλλουσι τῆς ψυχῆς, ὑπὸ τοσούτων σωμάτων κατεχόμενον, ὅσων τοὺς πάνυ δοκοῦντας ἀφορίζειν καὶ ἀποκρίνειν ἕτερον ἑτέρου πολὺ πλῆθος διαπέφευγε. τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν, ἀλλὰ καὶ ζῷα λογικὰ καὶ ζῴων τοσούτων σμῆνος οὐ φίλιον οὐδ' ἥμερον, ἀλλ' †ὄχλον ἀντιστάτην κακίαις καὶ πολέμιον νοῦν ἔχοντας, ἀποφαίνειν ἕκαστον ἡμῶν παράδεισον ἢ μάνδραν ἢ δούριον ἵππον ‑ ἢ τί ἄν τις ἃ πλάττουσιν οὗτοι διανοηθείη καὶ προσαγορεύσειεν; ‑ ὑπερβολή τίς ἐστιν ὀλιγωρίας καὶ παρανομίας εἰς τὴν ἐνάργειαν καὶ τὴν συνήθειαν. οἱ δ' οὐ μόνον τὰς ἀρετὰς καὶ τὰς κακίας [c] ζῷα εἶναι λέγουσιν οὐδὲ τὰ πάθη μόνον, ὀργὰς καὶ φθόνους καὶ λύπας καὶ ἐπιχαιρεκακίας, οὐδὲ καταλήψεις καὶ φαντασίας καὶ ἀγνοίας, οὐδὲ τὰς τέχνας ζῷα, τὴν σκυτοτομικὴν τὴν χαλκοτυπικήν, ἀλλὰ πρὸς τούτοις ἔτι καὶ τὰς ἐνεργείας σώματα καὶ ζῷα ποιοῦσι, τὸν περίπατον ζῷον, τὴν ὄρχησιν τὴν ὑπόδεσιν τὴν προσαγόρευσιν τὴν λοιδορίαν· ἕπεται δὲ τούτοις καὶ γέλωτα ζῷον εἶναι καὶ κλαυθμόν· εἰ δὲ ταῦτα, καὶ βῆχα καὶ πταρμὸν καὶ στεναγμὸν πτύσιν τε πάντως καὶ ἀπόμυξιν καὶ τὰ λοιπά· ἔνδηλα γάρ ἐστι. καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτ' ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες ἐν τῷ πρώτῳ [d] τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος· 'οὐχ ἡ μὲν νὺξ σῶμ' ἐστίν, ἡ δ' ἑσπέρα καὶ ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματ' οὔκ ἐστιν· οὐδ' ἡ μὲν ἡμέρα σῶμ' ἐστὶν οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη καὶ ἡ τριακὰς καὶ ὁ μὴν σῶμ' ἐστὶ καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός.'
Ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις· ἐκεῖνα δ' ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες. ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι δήπου καὶ λεπτομερέστατον· ποιοῦσι δ' αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ [e] σπέρματος οἷον στομώσει τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον. γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν. ὥρα καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον. ὁ μὲν οὖν Ξενοφάνης διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας 'οὐκοῦν' εἶπεν 'ἐν ψυχρῷ αὐτὰς ἑψήσομεν' (Vorsokr. 21 A 17). τούτοις δ' ἕποιτ' ἄν, εἰ περιψύξει τὰ θερμότατα γεννῶσι καὶ πυκνώσει τὰ κουφότατα, θερμότητι πάλιν αὖ τὰ ψυχρὰ καὶ διαχύσει τὰ πυκνὰ καὶ διακρίσει τὰ βαρέα γεννᾶν, ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν καὶ ...
[f] Ἐννοίας δ' οὐσίαν αὐτῆς καὶ γένεσιν οὐ παρὰ τὰς ἐννοίας ὑποτίθενται; φαντασία γάρ τις ἡ ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ· ψυχῆς δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον. ἥ τε γὰρ τροφὴ καὶ ἡ γένεσις [1085] [a] αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν, ἥ τε πρὸς τὸν ἀέρα ‹διὰ› τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. ῥεῦμα γὰρ ἄν τις ὕδατος φερομένου μᾶλλον διανοηθείη σχήματα καὶ τύπους καὶ εἴδη διαφυλάττον ἢ πνεῦμα φερόμενον ἐντὸς ἀτμοῖς καὶ ὑγρότησιν, ἑτέρῳ δ' ἔξωθεν ἐνδελεχῶς οἷον ἀργῷ καὶ ἀλλοτρίῳ πνεύματι κιρνάμενον. ἀλλ' οὕτω παρακούουσιν ἑαυτῶν, ὥστε τὰς ἐννοίας ‹ἐν›αποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας [b] δὲ μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δ' ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν καὶ ἕδραν οὐσίας ὀλισθηρᾶς καὶ σκεδαστῆς καὶ φερομένης ἀεὶ καὶ ῥεούσης.
Στοιχείου γε μὴν ἔννοια καὶ ἀρχῆς κοινὴ πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἐμπέφυκεν, ὡς ἁπλοῦν καὶ ἄκρατον εἶναι καὶ ἀσύνθετον· οὐ γὰρ στοιχεῖον οὐδ' ἀρχὴ τὸ μεμιγμένον ἀλλ' ἐξ ὧν μέμικται. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες οὐ καθαρὸν οὐδ' ἁπλοῦν οὐδ' ἀσύνθετον ἀλλ' ἐξ ἑτέρου καὶ δι' ἕτερον ἀποφαίνουσιν· ἡ δ' ὕλη καθ' αὑτὴν ἄλογος [c] οὖσα καὶ ἄποιος τὸ ἁπλοῦν ἔχει καὶ τὸ ἀρχοειδές. ὁ θεὸς δή, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδ' ἄυλος, ὡς ἀρχῆς μετέσχηκε τῆς ὕλης. εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν· εἰ δ' ἕτερα, †καὶ ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.
Τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες οὐκ οἶδ' ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρὰ τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γὰρ τιθέασι καὶ ὕδωρ οὔθ' αὑτὰ [d] συνέχειν οὔθ' ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν· ἀέρα δὲ καὶ πῦρ αὑτῶν τ' εἶναι δι' εὐτονίαν συνεκτικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. πῶς οὖν ἔτι γῆ στοιχεῖον ἢ ὕδωρ, εἰ μήθ' ἁπλοῦν μήτε πρῶτον μήθ' αὑτῷ διαρκές, ἀλλ' ἐνδεὲς ἔξωθεν εἰς ἀεὶ τοῦ συνέχοντος ἐν τῷ εἶναι καὶ σῴζοντος; οὐδὲ γὰρ οὐσίας αὐτῶν ἐπίνοιαν ἀπολελοίπασιν, ἀλλὰ πολλὴν ἔχει ταραχὴν καὶ ἀσάφειαν οὕτως ὁ λόγος λεγόμενος, τῆς γῆς ... τινὸς καθ' ἑαυτήν. εἶτα πῶς οὖσα γῆ [e] καθ' ἑαυτὴν ἀέρος δεῖται συνιστάντος αὐτὴν καὶ συνέχοντος; 'ἀλλ' οὐκ ἔστι γῆ καθ' ἑαυτὴν οὐδ' ὕδωρ, ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ.' οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.
Ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσιν, ὡς σχεδὸν οὕτως τὸν ὅρον ἀποδιδόναι· τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι. ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητες ἔχουσι καθ' ἣν σώματα λέγονται καί εἰσιν, [f] οὐχ ἑτέρας οὐσίας δέονται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι, σώματα δ' οὔκ εἰσι· τὸ γὰρ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ [1086] [a] ἥμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀύλους. καίτοι πῶς οἷόν τε σῶμα ποιότητος ἄνευ νοῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας; ὁ γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης ἔοικεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ ἀμφότερα χωρίζειν ἀλλήλων. ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλ' ὅτι πάσας ἔχει τὰς [b] ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιάν ἐστιν· οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον οὐδ' ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδ' ἀκίνητον τὸ πάντῃ κινητόν. ἐκεῖνο δ' οὐ λέλυται, κἂν ἀεὶ μετὰ ποιότητος ἡ ὕλη νοῆται, τὸ ἑτέραν αὐτὴν νοεῖσθαι καὶ διαφέρουσαν τῆς ποιότητος.