2047 88 1 3 6 0 I-II d. C. Epistolografia Plutarchus Consolatio ad uxorem (608a-612b) Sieveking, W., Leipzig, Teubner, 1929 Rist. 1972. 5

PLUTARCHUS - Consolatio ad uxorem (608a-612b)

Indice dei Moralia

ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΓΥΝΑΙΚΑ

[608]   Πλούταρχος τῇ γυναικὶ εὖ πράττειν.

[b]    Ὃν ἔπεμψας ἀπαγγελοῦντα περὶ τῆς τοῦ παιδίου τελευτῆς, ἔοικε διημαρτηκέναι καθ' ὁδὸν εἰς Ἀθήνας πορευόμενος· ἐγὼ δ' εἰς Τάναγραν ἐλθὼν ἐπυθόμην παρὰ τῆς θυγατριδῆς. τὰ μὲν οὖν περὶ τὴν ταφὴν ἤδη νομίζω γεγονέναι, γεγονότα δ' ἐχέτω ὥς σοι μέλλει καὶ νῦν ἀλυπότατα καὶ πρὸς τὸ λοιπὸν ἕξειν. εἰ δέ τι βουλομένη μὴ πεποίηκας ἀλλὰ μένεις τὴν ἐμὴν γνώμην, οἴει δὲ κουφότερον οἴσειν γενομένου, καὶ τοῦτ' ἔσται δίχα πάσης περιεργίας καὶ δεισιδαιμονίας, ὧν ἥκιστά σοι μέτεστι.

   Μόνον, ὦ γύναι, τήρει κἀμὲ τῷ πάθει καὶ σεαυτὴν [c] ἐπὶ τοῦ καθεστῶτος. ἐγὼ γὰρ αὐτὸς μὲν οἶδα καὶ ὁρίζω τὸ συμβεβηκὸς ἡλίκον ἐστίν· ἂν δέ σε τῷ δυσφορεῖν ὑπερβάλλουσαν εὕρω, τοῦτό μοι μᾶλλον ἐνοχλήσει τοῦ γεγονότος. καίτοι οὐδ' αὐτός 'ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης' ἐγενόμην· οἶσθα δὲ καὶ αὐτὴ τοσούτων μοι τέκνων ἀνατροφῆς κοινωνήσασα, πάντων ἐκτεθραμμένων οἴκοι δι' αὐτῶν ἡμῶν, τοῦτο δέ, ὅτι καὶ σοὶ ποθούσῃ θυγάτηρ μετὰ τέσσαρας υἱοὺς ἐγεννήθη κἀμοὶ τὸ σὸν ὄνομα θέσθαι παρέσχεν ἀφορμήν, [οἶδα] ἀγαπητὸν διαφερόντως γενόμενον. πρόσεστι δὲ καὶ δριμύτης ἰδία τις τῷ πρὸς τὰ τηλικαῦτα φιλοστόργῳ τὸ εὐφραῖνον αὐτῶν καθαρόν τε ὂν ἀτεχνῶς καὶ πάσης ἀμιγὲς ὀργῆς καὶ μέμψεως. αὕτη [d] δὲ καὶ φύσει θαυμαστὴν ἔσχεν εὐκολίαν καὶ πραότητα, καὶ τὸ ἀντιφιλοῦν καὶ χαριζόμενον αὐτῆς ἡδονὴν ἅμα καὶ κατανόησιν τοῦ φιλανθρώπου παρεῖχεν· οὐ γὰρ μόνον βρέφεσιν ἄλλοις ἀλλὰ καὶ σκεύεσιν, οἷς ἐτέρπετο, καὶ παιγνίοις ἐκέλευε τὴν τίτθην διδόναι [καὶ προσφέρειν τὸν μαστὸν] καὶ προσεκαλεῖτο καθάπερ πρὸς τράπεζαν ἰδίαν ὑπὸ φιλανθρωπίας, μεταδιδοῦσα τῶν καλῶν ὧν εἶχε καὶ τὰ ἥδιστα κοινουμένη τοῖς εὐφραίνουσιν αὐτήν.

   Ἀλλ' οὐχ ὁρῶ, γύναι, διὰ τί ταῦτα καὶ τὰ τοιαῦτα ζώσης μὲν ἔτερπεν ἡμᾶς νυνὶ δ' ἀνιάσει καὶ συνταράξει λαμβάνοντας ἐπίνοιαν αὐτῶν. ἀλλὰ καὶ δέδια πάλιν, μὴ [e] συνεκβάλωμεν τῷ λυποῦντι τὴν μνήμην, ὥσπερ ἡ Κλυμένη λέγουσα (Eur. fr. 785) 'μισῶ δ' ἀγκύλον τόξον κρανείας, γυμνάσιά τ' †οἴχοιτ' ἀεί' φεύγουσα καὶ τρέμουσα τὴν ὑπόμνησιν τοῦ παιδός, ὅτι συμπαροῦσαν λύπην εἶχε· πᾶν γὰρ ἡ φύσις φεύγει τὸ δυσχεραινόμενον. δεῖ δέ, ὥσπερ αὐτὴ πάντων ἥδιστον ἡμῖν ἄσπασμα καὶ θέαμα καὶ ἄκουσμα παρεῖχεν ἑαυτήν, οὕτω καὶ τὴν ἐπίνοιαν αὐτῆς ἐνδιαιτᾶσθαι καὶ συμβιοῦν ἡμῖν πλέον [f] ἔχουσαν μᾶλλον δὲ πολλαπλάσιον τὸ εὐφραῖνον ἢ τὸ λυποῦν· εἴπερ ἄρα τι τῶν λόγων, οὓς πολλάκις εἰρήκαμεν πρὸς ἑτέρους, εἰκός ἐστι καὶ ἡμῖν ὄφελος ἐν καιρῷ γενέσθαι, καὶ μὴ καθῆσθαι μηδ' ἐγκεκλεῖσθαι πολλαπλασίας ταῖς ἡδοναῖς ἐκείναις λύπας ἀνταποδιδόντας.

   Καὶ τοῦτο λέγουσιν οἱ παραγενόμενοι καὶ θαυμάζουσιν, ὡς οὐδ' ἱμάτιον ἀνείληφας πένθιμον οὐδὲ σαυτῇ τινα προσήγαγες ἢ θεραπαινίσιν ἀμορφίαν καὶ αἰκίαν, οὐδ' ἦν παρασκευὴ πολυτελείας πανηγυρικῆς περὶ τὴν ταφήν, ἀλλ' ἐπράττετο κοσμίως πάντα καὶ σιωπῇ μετὰ [609] [a] τῶν ἀναγκαίων. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐθαύμαζον, εἰ μηδέποτε καλλωπισαμένη περὶ θέατρον ἢ πομπὴν ἀλλὰ καὶ πρὸς ἡδονὰς ἄχρηστον ἡγησαμένη τὴν πολυτέλειαν ἐν τοῖς σκυθρωποῖς διεφύλαξας τὸ ἀφελὲς καὶ λιτόν· οὐ γάρ 'ἐν βακχεύμασι (Eur. Bacch. 317)' δεῖ μόνον τὴν σώφρονα μένειν ἀδιάφθορον, ἀλλὰ μηδὲν ἧττον οἴεσθαι τὸν ἐν πένθεσι σάλον καὶ τὸ κίνημα τοῦ πάθους ἐγκρατείας δεῖσθαι διαμαχομένης οὐ πρὸς τὸ φιλόστοργον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ πρὸς τὸ ἀκόλαστον τῆς ψυχῆς. τῷ μὲν γὰρ φιλοστόργῳ χαριζόμεθα τὸ ποθεῖν καὶ τὸ τιμᾶν [b] καὶ τὸ μεμνῆσθαι τῶν ἀπογενομένων, ἡ δὲ θρήνων ἄπληστος ἐπιθυμία καὶ πρὸς ὀλοφύρσεις ἐξάγουσα καὶ κοπετοὺς αἰσχρὰ μὲν οὐχ ἧττον τῆς περὶ τὰς ἡδονὰς ἀκρασίας, λόγῳ δὲ συγγνώμης ἔτυχεν, ὅτι τὸ λυπηρὸν αὐτῆς καὶ πικρὸν ἀντὶ τοῦ τερπνοῦ τῷ αἰσχρῷ πρόσεστι. τί γὰρ ἀλογώτερον ἢ τὸ γέλωτος μὲν ὑπερβολὰς καὶ περιχαρείας ἀφαιρεῖν, τοῖς δὲ κλαυθμῶν καὶ ὀδυρμῶν ῥεύμασιν ἐκ μιᾶς πηγῆς φερομένων εἰς ἅπαν ἐφιέναι; καὶ περὶ μύρου μὲν ἐνίους καὶ πορφύρας διαμάχεσθαι ταῖς γυναιξί, κουρὰς δὲ συγχωρεῖν πενθίμους καὶ βαφὰς ἐσθῆτος μελαίνας καὶ [c] καθίσεις ἀμόρφους καὶ κατακλίσεις ἐπιπόνους; καί, ὃ δὴ πάντων ἐστὶ χαλεπώτατον, ἂν οἰκέτας ἢ θεραπαινίδας κολάζωσιν ἀμέτρως καὶ ἀδίκως, ἐνίστασθαι καὶ κωλύειν αὐτάς, ὑφ' ἑαυτῶν δ' ὠμῶς κολαζομένας καὶ πικρῶς περιορᾶν ἐν πάθεσι καὶ τύχαις ῥᾳστώνης καὶ φιλανθρωπίας δεομέναις; ἀλλ' ἡμῖν γε, γύναι, πρὸς ἀλλήλους οὔτ' ἐκείνης ἐδέησε τῆς μάχης οὔτε ταύτης οἶμαι δεήσειν. εὐτελείᾳ μὲν γὰρ τῇ περὶ τὸ σῶμα καὶ ἀθρυψίᾳ τῇ περὶ δίαιταν οὐδείς ἐστι τῶν φιλοσόφων, ὃν οὐκ ἐξέπληξας ἐν ὁμιλίᾳ καὶ συνηθείᾳ γενόμενον ἡμῖν, οὐδὲ τῶν πολιτῶν, [d] ᾧ μὴ θέαμα παρέχεις ἐν ἱεροῖς καὶ θυσίαις καὶ θεάτροις τὴν σεαυτῆς ἀφέλειαν. ἤδη δὲ καὶ περὶ τὰ τοιαῦτα πολλὴν εὐστάθειαν ἐπεδείξω τὸ πρεσβύτατον τῶν τέκνων ἀποβαλοῦσα καὶ πάλιν ἐκείνου τοῦ καλοῦ Χαίρωνος ἡμᾶς προλιπόντος. μέμνημαι γὰρ ἀπὸ θαλάσσης ξένους μοι συνοδεύσαντας ἀπηγγελμένης τῆς τοῦ παιδίου τελευτῆς καὶ συνελθόντας ἅμα τοῖς ἄλλοις ἐς τὴν οἰκίαν· ἐπεὶ δὲ πολλὴν κατάστασιν ἑώρων καὶ ἡσυχίαν, ὡς ὕστερον διηγοῦντο καὶ πρὸς ἑτέρους, ᾤοντο μηδὲν εἶναι δεινὸν ἀλλὰ [e] κενὸν ἄλλως ἐξενηνέχθαι λόγον· οὕτω σωφρόνως κατεκόσμησας τὸν οἶκον ἐν καιρῷ πολλὴν ἀκοσμίας ἐξουσίαν διδόντι, καίτοι τῷ σεαυτῆς ἐκεῖνον ἐξέθρεψας μαστῷ καὶ τομῆς ἠνέσχου τῆς θηλῆς περίθλασιν λαβούσης· γενναῖα [γὰρ] ταῦτα καὶ φιλόστοργα. τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπ' ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ, καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτ' ἀποθανόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπ' εὐνοίας (εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν), ἀλλὰ μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ πρὸς [f] κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα ‹τὰ› πένθη. καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον· ἔφη γὰρ οὗτος ὅτι τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς ᾔτει καὶ τὸ Πένθος. ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις δὲ μόνοις καὶ θέλουσιν. ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γινόμενόν ἐστιν· αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφ' ἑαυτόν. ὅταν δ' ἱδρυθῇ χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται. διὸ δεῖ μάχεσθαι περὶ θύρας αὐτῷ καὶ μὴ προίεσθαι φρουρὰν δι' [610] [a] ἐσθῆτος ἢ κουρᾶς ἤ τινος ἄλλου τῶν τοιούτων, ἃ καθ' ἡμέραν ἀπαντῶντα καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον καὶ ψοφοδεῆ ποιεῖ τὴν διάνοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλανθρώπου τραπέζης τοιαῦτα περικειμένῃ καὶ μεταχειριζομένῃ διὰ τὸ πένθος. ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν· ὧν πᾶν τοὐναντίον ἔδει τὴν ψυχὴν πονοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου. πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται τοῦ λυποῦντος, ὥσπερ [b] [ἐν] εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεόμενον, ἐὰν δ' αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι. τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν. καὶ μήν, ὅ γε μέγιστον ἐν τούτῳ καὶ φοβερώτατόν ἐστιν, οὐκ ἂν φοβηθείην 'κακῶν γυναικῶν εἰσόδους' (Eur. Andr. 930) καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἷς ἐκτρίβουσι καὶ παραθήγουσι τὴν λύπην, οὔθ' ὑπ' ἄλλων [c] οὔτ' αὐτὴν ἐφ' ἑαυτῆς ἐῶσαι μαρανθῆναι. γινώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω τῇ Θέωνος ἀδελφῇ βοηθοῦσα καὶ μαχομένη ταῖς μετ' ὀλοφυρμῶν καὶ ἀλαλαγμῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φερούσαις. τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καιομένας ἴδωσι, σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ προσφέρουσιν ὑπεκκαύματα. καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδ' ἅπτονται τοῦ φλεγμαίνοντος, ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρέχων [d] ὥσπερ ῥεῦμα κινεῖν καὶ διαγριαίνειν τὸ πάθος ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον. ταῦτα μὲν οὖν οἶδ' ὅτι φυλάξῃ· πειρῶ δὲ τῇ ἐπινοίᾳ μεταφέρουσα σεαυτὴν ἀποκαθιστάναι πολλάκις εἰς ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ μηδέπω τοῦ παιδίου τούτου γεγονότος μηδὲν ἔγκλημα πρὸς τὴν τύχην εἴχομεν, εἶτα τὸν νῦν καιρὸν τοῦτον ἐκείνῳ συνάπτειν, ὡς ὁμοίων πάλιν τῶν περὶ ἡμᾶς γεγονότων. ἐπεὶ τὴν γένεσιν, ὦ γύναι, τοῦ τέκνου δυσχεραίνειν δόξομεν ἀμεμπτότερα ποιοῦντες αὑτοῖς τὰ πρὶν ἐκείνην γενέσθαι [e] πράγματα. τὴν δ' ἐν μέσῳ διετίαν ἐξαιρεῖν μὲν οὐ δεῖ τῆς μνήμης, ὡς δὲ χάριν καὶ ἀπόλαυσιν παρασχοῦσαν ἐν ἡδονῇ τίθεσθαι καὶ μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν, μηδ' ὅτι τὸ ἐλπιζόμενον οὐ προσέθηκεν ἡ τύχη, καὶ περὶ τοῦ δοθέντος ἀχαριστεῖν. ἀεὶ μὲν γὰρ ἡ περὶ τὸ θεῖον εὐφημία καὶ τὸ πρὸς τὴν τύχην ἵλεων καὶ ἀμεμφὲς καλὸν καὶ ἡδὺν ἀποδίδωσι καρπόν, ἐν δὲ τοῖς τοιούτοις ὁ μάλιστα τῇ μνήμῃ τῶν ἀγαθῶν ἀπαρυτόμενος καὶ τοῦ βίου πρὸς τὰ φωτεινὰ καὶ λαμπρὰ μεταστρέφων καὶ μεταφέρων ἐκ τῶν σκοτεινῶν καὶ ταρακτικῶν τὴν διάνοιαν ἢ [f] παντάπασιν ἔσβεσε τὸ λυποῦν ἢ τῇ πρὸς τοὐναντίον μίξει μικρὸν καὶ ἀμαυρὸν ἐποίησεν. ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύγουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάντως μεμφομένοις τὴν τύχην. ὅπερ ἡμῖν παθεῖν οὐ προσήκει συκοφαντοῦσι τὸν ἑαυτῶν βίον, [611] [a] εἰ μίαν ἔσχηκεν ὥσπερ βιβλίον ἀλοιφὴν ἐν πᾶσι καθαροῖς καὶ ἀκεραίοις τοῖς ἄλλοις.

   Ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ διάθεσιν τελευτώντων ἤρτηται τὸ μακάριον, αἱ δ' ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδ' ἐπιφέρουσι συγχυτικὰς ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας. εἰ δὲ δεῖ καὶ ἡμᾶς καθάπερ οἱ πολλοὶ τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις [b] τῶν εἰσιόντων ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλ' ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ. καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφ' ᾧ νῦν ἀνιώμεθα, σὲ δ' ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσῃ καὶ μηδ' ἀπ' αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλ' ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ [c] φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων. εἰ δ' ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπ' ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν μηδενὸς τούτων ἀτελῆ μηδ' ἄμοιρον γενομένην· οὐ γάρ ἐστι ταῦτα μεγάλα μὲν τοῖς στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν. ἐκείνη δ' εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν ἀπ' ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν ἐστι λυπηρόν; καὶ [d] γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι. Τιμοξένα δ' ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρεν· ὧν δ' οὔτ' αἴσθησιν ἔσχεν οὔτ' εἰς ἐπίνοιαν ἦλθεν [οὔτ' ἔλαβεν ἐπίνοιαν], πῶς ἂν στέρεσθαι λέγοιτο;

   Καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδ' ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες. ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς [e] ἁλισκομέναις ὄρνισι πάσχειν· ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων. μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτ' αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ [f] λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ ‹προς›πεπονθέναι, διαφυλάττουσαν. ἡ δὲ ληφθεῖσα μὲν .... ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα πρὸς ὃ πέφυκεν. ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως ....

   'ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι' (Theogn. 427),

πρὶν ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων.

[612]

[a]    Τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς ἐπιφέρουσιν οὔτ' ἄλλα δρῶσι περὶ αὐτὰ οἷ' εἰκὸς ὑπὲρ θανόντων ποιεῖν [τοὺς ἄλλους]· οὐ γὰρ μέτεστι γῆς οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς· οὐδ' αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν· οὐ γὰρ ἐῶσιν οἱ νόμοι ‹περὶ› τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας .... ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν [b] ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάσσουσιν ἔχωμεν, τὰ δ' ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.