[1]
[1] Ἐπεὶ δὲ καὶ τὸν τούτου διεληλύθαμεν βίον, ἴωμεν ἤδη πρὸς τὴν σύγκρισιν. τὸ μὲν οὖν ἀφ' ἑαυτῶν αὐξήσεως ἀρχὴν λαβοῦσι μεγάλοις γενέσθαι κοινὸν ἀμφοτέροις ὑπῆρξεν, ἴδιον δὲ Λυσάνδρου τὸ βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων ὅσας ἔσχεν ἀρχὰς λαβεῖν, βιάσασθαι δὲ μηδὲν ἀκόντων μηδ' ἰσχῦσαι παρὰ τοὺς νόμους.
[5] Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς,
ὥσπερ ἐν Ῥώμῃ τότε διεφθαρμένου τοῦ δήμου καὶ νοσοῦντος αὐτοῖς τοῦ πολιτεύματος ἄλλος ἀλλαχόθεν ἀνίστατο δυνάστης. καὶ οὐδὲν ἦν θαυμαστὸν εἰ Σύλλας ἦρχεν, ὅτε Γλαυκίαι καὶ Σατορνῖνοι Μετέλλους ἤλαυνον ἐκ τῆς πόλεως, ὑπάτων δὲ ἀπεσφάττοντο παῖδες ἐν ἐκκλησίαις, ἀργυρίῳ δὲ καὶ χρυσίῳ τὰ ὅπλα παρελάμβανον ὠνούμενοι τοὺς στρατευομένους, πυρὶ δὲ καὶ σιδήρῳ τοὺς νόμους ἐτίθεσαν βιαζόμενοι τοὺς [6] ἀντιλέγοντας. οὐκ αἰτιῶμαι δὲ τὸν ἐν τοιούτοις πράγμασι μέγιστον ἰσχῦσαι διαπραξάμενον, ἀλλὰ σημεῖον οὐ τίθεμαι τοῦ βέλτιστον εἶναι τὸ γενέσθαι πρῶτον οὕτω πονηρὰ πραττούσης τῆς πόλεως. ὁ δὲ ἀπὸ τῆς Σπάρτης εὐνομουμένης τότε μάλιστα καὶ σωφρονούσης ἐπὶ τὰς μεγίστας ἐκπεμπόμενος ἡγεμονίας καὶ πράξεις σχεδὸν ἀρίστων ἄριστος ἐκρίνετο καὶ πρώτων πρῶτος.
[7] ὅθεν ὁ μὲν πολλάκις τὴν ἀρχὴν ἀποδοὺς τοῖς πολίταις ἀνέλαβε πολλάκις· διέμενε γὰρ ἡ τιμὴ τῆς ἀρετῆς ἔχουσα τὸ πρωτεῖον· ὁ δὲ ἅπαξ αἱρεθεὶς στρατεύματος ἡγεμών, ἔτη συνεχῶς δέκα, νῦν μὲν ὕπατον, νῦν δὲ δικτάτορα ποιῶν ἑαυτόν, ἀεὶ δὲ ὢν τύραννος, ἐν τοῖς ὅπλοις ἔμενεν.
[2]
[1] Ἐπεχείρησε μὲν οὖν ὁ Λύσανδρος, ὡς εἴρηται, μεταστῆσαι τὰ περὶ τὴν πολιτείαν πρᾳότερον καὶ νομιμώτερον ἢ Σύλλας· πειθοῖ γάρ, οὐ δι' ὅπλων οὐδὲ πάντα συλλήβδην ἀναιρῶν, ὥσπερ ἐκεῖνος, ἀλλ' αὐτὴν ἐπανορθούμενος τὴν κατάστασιν τῶν βασιλέων· ὃ καὶ φύσει που δίκαιον ἐδόκει, τὸν ἐξ ἀρίστων ἄριστον ἄρχειν ἐν πόλει τῆς Ἑλλάδος ἡγουμένῃ δι' ἀρετήν, οὐ [2] δι' εὐγένειαν. ὥσπερ γὰρ κυνηγὸς οὐ ζητεῖ τὸ ἐκ κυνός, ἀλλὰ κύνα, καὶ ἱππικὸς ἵππον, οὐ τὸ ἐξ ἵππου· τί γάρ, ἂν ἐξ ἵππου ἡμίονος γένηται; οὕτως ὁ πολιτικὸς ἁμαρτήσεται τοῦ παντός, ἐὰν μὴ ζητῇ τὸν ἄρχοντα τίς ἐστιν, ἀλλὰ ἐκ τίνος. αὐτοί γέ τοι Σπαρτιᾶται βασιλεύοντας ἐνίους ἀφείλοντο τὴν ἀρχήν, ὡς οὐ βασιλικούς, ἀλλὰ φαύλους καὶ τὸ μηδὲν ὄντας. εἰ δὲ κακία καὶ μετὰ γένους ἄτιμον, οὐδ' ἀρετὴ δι' εὐγένειαν, ἀλλ' ἀφ' ἑαυτῆς ἔντιμον.
[3] Αἱ τοίνυν ἀδικίαι τῷ μὲν ὑπὲρ φίλων, τῷ δ' ἄχρι φίλων ἐπράχθησαν. Λύσανδρος μὲν γὰρ ὁμολογεῖται τὰ πλεῖστα διὰ τοὺς ἑταίρους ἐξαμαρτεῖν καὶ τὰς πλείστας σφαγὰς ὑπὲρ τῆς ἐκείνων ἀπεργάσασθαι δυναστείας καὶ τυραννίδος· [4] Σύλλας δὲ καὶ Πομπηΐου περιέκοψε τὸ στρατιωτικὸν φθονήσας, καὶ Δολοβέλλα τὴν ναυαρχίαν ἐπεχείρησε δοὺς ἀφελέσθαι, καὶ Λουκρήτιον Ὀφέλλαν ἀντὶ πολλῶν καὶ μεγάλων ὑπατείαν μνώμενον ἐν ὀφθαλμοῖς ἀποσφάξαι προσέταξε, φρίκην καὶ δέος ἐμποιῶν πρὸς αὑτὸν ἀνθρώποις ἅπασι διὰ τῆς τῶν φιλτάτων ἀναιρέσεως.
[3]
[1] Ἔτι δὲ μᾶλλον ἡ περὶ τὰς ἡδονὰς καὶ τὰ χρήματα σπουδὴ δείκνυσι τοῦ μὲν ἡγεμονικήν, τοῦ δὲ τυραννικὴν τὴν προαίρεσιν οὖσαν. ὁ μὲν γὰρ οὐδὲν ἀκόλαστον οὐδὲ μειρακιῶδες ἐν ἐξουσίᾳ καὶ δυνάμει τηλικαύτῃ φαίνεται διαπεπραγμένος, ἀλλ', εἰ δή τις ἄλλος, ἐκπεφευγὼς τουτὶ τὸ περίακτον· "Οἴκοι λέοντες, ἐν ὑπαίθρῳ δὲ ἀλώπεκες·" οὕτω σώφρονα καὶ Λακωνικὴν καὶ κεκολασμένην ἐπεδείκνυτο πανταχοῦ τὴν δίαιταν.
[2] ὁ δὲ οὔτε νέος ὢν περὶ τὰς ἐπιθυμίας ἐμετρίαζε διὰ τὴν πενίαν οὔτε γηράσας διὰ τὴν ἡλικίαν, ἀλλὰ τοὺς περὶ γάμων καὶ σωφροσύνης εἰσηγεῖτο νόμους τοῖς πολίταις αὐτὸς ἐρῶν καὶ μοιχεύων, ὥς φησι Σαλούστιος. ὅθεν οὕτω τὴν πόλιν πτωχὴν καὶ κενὴν ἐποίησε χρημάτων ὥστε ταῖς συμμαχίσι καὶ φίλαις πόλεσιν ἀργυρίου πωλεῖν τὴν ἐλευθερίαν καὶ τὴν αὐτονομίαν, καίτοι τοὺς πολυαργυρωτάτους οἴκους καὶ μεγίστους ὁσημέραι [3] δημεύοντος αὐτοῦ καὶ ἀποκηρύττοντος. ἀλλὰ μέτρον οὐδὲν ἦν τῶν ῥιπτουμένων καὶ καταχορηγουμένων εἰς τοὺς κόλακας. τίνα γὰρ εἰκὸς εἶναι λογισμὸν ἢ φειδὼ πρὸς τὰς παρ' οἶνον συνουσίας αὐτοῦ καὶ χάριτας, ὃς ἐν φανερῷ ποτε τοῦ δήμου περιεστῶτος οὐσίαν μεγάλην διαπιπράσκων τιμῆς τῆς τυχούσης εἰς ἕνα τῶν φίλων ἐκέλευε κατακηρύσσειν, ἑτέρου δὲ τὴν τιμὴν ὑπερβαλομένου καὶ τοῦ κήρυκος τὸ προστεθὲν ἀγορεύσαντος διηγανάκτησε, "Δεινά γε, ὦ φίλοι πολῖται, καὶ τυραννικὰ πάσχω," φάμενος, "εἰ τὰ ἐμά μοι λάφυρα διαθέσθαι μὴ ἔξεστιν ὡς βούλομαι."
[4] Λύσανδρος δὲ καὶ τὰς αὐτῷ δοθείσας δωρεὰς μετὰ τῶν ἄλλων ἀπέπεμψε τοῖς πολίταις. καὶ οὐκ ἐπαινῶ τὸ ἔργον· ἴσως γὰρ ἔβλαψε τῇ κτήσει τῶν χρημάτων τὴν Σπάρτην οὗτος ὅσον οὐκ ἔβλαψε τῇ ἀφαιρέσει τὴν Ῥώμην ἐκεῖνος· ἀλλὰ τεκμήριον τοῦτο ποιοῦμαι τῆς ἀφιλοπλουτίας [5] τοῦ ἀνδρός. ἴδιον δέ τι πρὸς τὴν ἑαυτοῦ πόλιν ἑκάτερος ἔπαθε. Σύλλας μὲν γὰρ ἀκόλαστος ὢν καὶ πολυτελὴς ἐσωφρόνιζε τοὺς πολίτας, Λύσανδρος δ' ὧν αὐτὸς ἀπείχετο παθῶν ἐνέπλησε τὴν πόλιν, ὥστε ἁμαρτάνειν τὸν μὲν αὐτὸν ὄντα χείρονα τῶν ἰδίων νόμων, τὸν δὲ αὑτοῦ χείρονας ἀπεργαζόμενον τοὺς πολίτας· δεῖσθαι γὰρ ἐδίδαξε τὴν Σπάρτην ὧν αὐτὸς ἔμαθε μὴ προσδεῖσθαι. καὶ τὰ μὲν πολιτικὰ ταῦτα.
[4]
[1] Πολέμων δὲ ἀγῶσι καὶ στρατηγικαῖς πράξεσι καὶ πλήθει τροπαίων καὶ μεγέθει κινδύνων ἀσύγκριτος ὁ Σύλλας. ὁ μέντοι γε δύο νίκας ἐξηνέγκατο ναυμαχίαις δυσί· προσθήσω δὲ αὐτῷ τὴν Ἀθηνῶν πολιορκίαν, ἔργῳ μὲν οὐ μεγάλην, τῇ δὲ δόξῃ λαμπροτάτην γενομένην.
[2] τὰ δ' ἐν Βοιωτίᾳ καὶ Ἁλιάρτῳ δυστυχίᾳ μὲν ἴσως ἐπράχθη τινί, κακοβουλίᾳ δὲ προσέοικεν οὐκ ἀναμείναντος ὅσον οὔπω παροῦσαν ἐκ Πλαταιῶν τὴν μεγάλην τοῦ βασιλέως δύναμιν, ἀλλὰ θυμῷ καὶ φιλοτιμίᾳ παρὰ καιρὸν ὠσαμένου πρὸς τὸ τεῖχος, ὥστε τοὺς τυχόντας ἀνθρώπους ἐκπηδήσαντας ἐν οὐδενὶ λόγῳ καταβαλεῖν αὐτόν. οὐ γὰρ ὡς Κλεόμβροτος ἐν Λεύκτροις ἀντερείδων ἐπικειμένοις τοῖς πολεμίοις, οὐδὲ ὡς Κῦρος οὐδὲ ὡς Ἐπαμεινώνδας κατέχων ἐγκεκλικότας καὶ τὸ νίκημα βεβαιούμενος πληγῇ καιρίᾳ περιέπεσεν· [3] ἀλλ' οὗτοι μὲν βασιλέων καὶ στρατηγῶν θάνατον ἀπέθνησκον, Λύσανδρος δὲ πελταστοῦ καὶ προδρόμου δίκην ἀκλεῶς παραναλώσας ἑαυτόν, ἐμαρτύρησε τοῖς παλαιοῖς Σπαρτιάταις ὅτι καλῶς ἐφυλάττοντο τὰς τειχομαχίας, ἐν αἷς οὐχ ὑπ' ἀνδρὸς μόνον τοῦ τυχόντος, ἀλλὰ καὶ ὑπὸ παιδὸς καὶ γυναικὸς ἀποθανεῖν ἂν συντύχοι πληγέντα τὸν κράτιστον, ὥσπερ τὸν Ἀχιλλέα φασὶν ὑπὸ τοῦ Πάριδος ἐν ταῖς πύλαις ἀναιρεθῆναι.
[4] Σύλλας μὲν οὖν ὅσας ἐκ παρατάξεως ἐνίκησε νίκας καὶ κατέβαλε μυριάδας πολεμίων οὐδὲ ἀριθμῆσαι ῥᾴδιόν ἐστιν· αὐτὴν δὲ τὴν Ῥώμην δὶς εἷλε, καὶ τὸν Πειραιᾶ τῶν Ἀθηνῶν οὐ λιμῷ καθάπερ Λύσανδρος, ἀλλὰ πολλοῖς ἀγῶσι καὶ μεγάλοις, ἐκβαλὼν Ἀρχέλαον ἐκ τῆς γῆς ἐπὶ τὴν θάλατταν, κατέσχεν. ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων. τρυφὴν γὰρ οἶμαι καὶ παιδιὰν πρὸς Ἀντίοχον διαναυμαχεῖν τὸν Ἀλκιβιάδου κυβερνήτην, καὶ Φιλοκλέα τὸν Ἀθηναίων ἐξαπατᾶν δημαγωγόν,
Ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον·
οὓς οὐκ ἂν ἱπποκόμῳ Μιθριδάτης οὐδὲ ῥαβδούχῳ [5] Μάριος ἠξίωσε παραβαλεῖν τῶν ἑαυτοῦ. τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος; ὧν ἐκεῖνος τὸν μὲν ἐξέβαλε, τὸν δὲ ὑπέταξε, τοὺς δὲ ἀπέκτεινε.
[5]
[1] Τὸ δὲ πάντων μέγιστον, ὡς ἐγὼ νομίζω, τῶν εἰρημένων ἐκεῖνό ἐστιν, ὅτι Λύσανδρος μὲν κατώρθου πάντα τῶν οἴκοι συναγωνιζομένων, Σύλλας δὲ φυγὰς ὢν καὶ κατεστασιασμένος ὑπὸ τῶν ἐχθρῶν, καθ' ὃν χρόνον ἠλαύνετο μὲν αὐτοῦ γυνή, κατεσκάπτετο δὲ οἰκία, φίλοι δὲ ἀπέθνησκον, αὐτὸς ἐν Βοιωτίᾳ ταῖς ἀναριθμήτοις μυριάσι παρατασσόμενος καὶ κινδυνεύων ὑπὲρ τῆς πατρίδος, [2] ἵστη τρόπαιον, καὶ Μιθριδάτῃ συμμαχίαν διδόντι καὶ δύναμιν ἐπὶ τοὺς ἐχθροὺς οὐδὲν οὐδαμῆ μαλακὸν ἐνέδωκεν οὐδὲ φιλάνθρωπον, ἀλλ' οὐδὲ προσεῖπεν οὐδὲ τὴν δεξιὰν ἐνέβαλε πρότερον ἢ πυθέσθαι παρόντος ὅτι καὶ τὴν Ἀσίαν ἀφίησι καὶ τὰς ναῦς παραδίδωσι καὶ τοῖς βασιλεῦσιν [3] ἐξίσταται καὶ Βιθυνίας καὶ Καππαδοκίας. ὧν οὐδὲν ὅλως δοκεῖ Σύλλας κάλλιον ἔργον οὐδὲ ἀπὸ μείζονος εἰργάσθαι φρονήματος, ὅτι τὸ κοινὸν τοῦ οἰκείου πρόσθεν θέμενος, καὶ καθάπερ οἱ γενναῖοι κύνες οὐκ ἀνεὶς τὸ δῆγμα καὶ τὴν λαβὴν πρότερον ἢ τὸν ἀνταγωνιστὴν ἀπειπεῖν, τότε [4] πρὸς τὴν τῶν ἰδίων ἄμυναν ὥρμησεν. ἐπὶ πᾶσι δὲ καὶ τὸ περὶ τὰς Ἀθήνας ἔχει τινὰ ῥοπὴν εἰς ἤθους σύγκρισιν· εἴγε Σύλλας μὲν ὑπὲρ τῆς Μιθριδάτου δυνάμεως καὶ ἡγεμονίας πολεμήσασαν αὐτῷ τὴν πόλιν ἑλὼν ἐλευθέραν ἀφῆκε καὶ αὐτόνομον, Λύσανδρος δὲ τοσαύτης ἡγεμονίας καὶ ἀρχῆς ἐκπεσοῦσαν οὐκ ᾤκτειρεν, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀφελόμενος ὠμοτάτους αὐτῇ καὶ παρανόμους ἀπέδειξε τοὺς τυράννους.
[5] Ὥρα δὴ σκοπεῖν, μὴ οὐ πολὺ τἀληθοῦς διαμαρτάνωμεν ἀποφαινόμενοι πλέονα μὲν κατωρθωκέναι Σύλλαν, ἐλάττονα δὲ ἐξημαρτηκέναι Λύσανδρον, καὶ τῷ μὲν ἐγκρατείας καὶ σωφροσύνης, τῷ δὲ στρατηγίας καὶ ἀνδρείας ἀποδιδόντες τὸ πρωτεῖον.