[1]
[1] Ἐπεὶ τοίνυν μεγάλαι περὶ ἀμφοτέρους γεγόνασι μεταβολαί, πρῶτον τὰ τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας σκοπῶμεν, ὅτι τῷ μὲν ἦν πατρῷα καὶ προκατειργασμένα, μέγιστον ἰσχύσαντος Ἀντιγόνου τῶν διαδόχων καὶ πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳ γενέσθαι τὰ πλεῖστα [2] τῆς Ἀσίας ἐπελθόντος καὶ κρατήσαντος· Ἀντώνιος δὲ χαρίεντος μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρχὴν οὐδὲν αὐτῷ κατὰ γένος προσήκουσαν ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις αὐτὸς [3] ἑαυτὸν εἰσεποίησε διάδοχον. καὶ τοσοῦτον ἴσχυσεν ἐκ μόνων τῶν περὶ αὐτὸν ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ σύμπαντα ποιησάμενος, τὴν ἑτέραν ἑλέσθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δ' αὐτὸς ὑπηρέταις τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι πολλάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆς [4] Κασπίας ὤσασθαι θαλάσσης. μαρτύρια δὲ τοῦ μεγέθους [5] αὐτῷ καὶ δι' ἃ κακῶς ἀκούει. Δημητρίῳ μὲν γὰρ ὁ πατὴρ ἠγάπησε τὴν Ἀντιπάτρου Φίλαν ὡς κρείττονα συνοικίσαι παρ' ἡλικίαν, Ἀντωνίῳ δ' ὁ Κλεοπάτρας γάμος ὄνειδος ἦν, γυναικὸς ὑπερβαλομένης δυνάμει καὶ λαμπρότητι πάντας πλὴν Ἀρσάκου τοὺς καθ' αὑτὴν βασιλεῖς. [6] ἀλλ' οὕτως ἐποίησε μέγαν ἑαυτόν, ὥστε τοῖς ἄλλοις μειζόνων ἢ ἐβούλετο δοκεῖν ἄξιος.
[2]
[1] Ἡ μέντοι προαίρεσις, ἀφ' ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτός ἐστιν ἡ τοῦ Δημητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαι ζητοῦντος, ἡ δ' Ἀντωνίου χαλεπὴ καὶ τυραννική, καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα [2] τὴν ὑπὸ Καίσαρι μοναρχίαν. ὃ δ' οὖν μέγιστον αὐτῷ καὶ λαμπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸς Κάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴν πατρίδα καὶ τοὺς πολίτας [3] ἀφελέσθαι τὴν ἐλευθερίαν ἐπολεμήθη. Δημήτριος δὲ καί, πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας [4] τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος. ἓν τοίνυν ἐστὶ τῶν ἐπαινουμένων Ἀντωνίου, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἐν ᾧ τοσοῦτον ὑπεραίρει Δημήτριος, ὥστε χαρίσασθαι τοῖς πολεμίοις ὅσα τοῖς φίλοις οὐκ [5] ἔδωκεν Ἀντώνιος. καίτοι ταφῆναί γε καὶ περισταλῆναι κελεύσας Βροῦτον ἐκεῖνος εὐδοκίμησεν· οὗτος δὲ καὶ τοὺς ἀποθανόντας τῶν πολεμίων πάντας ἐκήδευσε, καὶ τοὺς ἁλόντας Πτολεμαίῳ μετὰ χρημάτων καὶ δωρεῶν ἀπέπεμψεν.
[3]
[1]
Ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροι καὶ πρὸς [2] τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις. οὐκ ἂν εἴποι δέ τις, ὡς Δημήτριον ἐν εὐπαθείαις καὶ συνουσίαις ὄντα πράξεων καιρὸς ἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆς ἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιαν ὥσπερ τὴν μυθικὴν ἀτεχνῶς παίζων καὶ νυστάζων ἐποιεῖτο διαγωγήν· [3] ἐν δὲ ταῖς τοῦ πολέμου παρασκευαῖς οὐκ εἶχεν αὐτοῦ τὸ δόρυ κιττόν, οὐδὲ μύρων ὠδώδει τὸ κράνος, οὐδὲ γεγανωμένος καὶ ἀνθηρὸς ἐπὶ τὰς μάχας ἐκ τῆς γυναικωνίτιδος προῄει, κοιμίζων δὲ τοὺς θιάσους καὶ τὰ βακχεῖα καταπαύων, ἀμφίπολος Ἄρεος ἀνιέρου, κατὰ τὸν Εὐριπίδην (fr. 992 N.2), ἐγίνετο, καὶ δι' ἡδονὴν ἢ ῥᾳθυμίαν [4] οὐθὲν ἁπλῶς ἔπταισεν. Ἀντώνιον δ', ὥσπερ ἐν ταῖς γραφαῖς ὁρῶμεν τοῦ Ἡρακλέους τὴν Ὀμφάλην ὑφαιροῦσαν τὸ ῥόπαλον καὶ τὴν λεοντῆν ἀποδύουσαν, οὕτω πολλάκις Κλεοπάτρα παροπλίσασα καὶ καταθέλξασα συνέπεισεν ἀφέντα μεγάλας πράξεις ἐκ τῶν χειρῶν καὶ στρατείας ἀναγκαίας ἐν ταῖς περὶ Κάνωβον καὶ Ταφόσιριν [5] ἀκταῖς ἀλύειν καὶ παίζειν μετ' αὐτῆς. τέλος δ' ὡς ὁ Πάρις ἐκ τῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατεδύετο κόλπους (Il. 3, 380 sq.)· μᾶλλον δ' ὁ μὲν Πάρις ἡττηθεὶς ἔφευγεν εἰς τὸν θάλαμον, Ἀντώνιος δὲ Κλεοπάτραν διώκων ἔφευγε καὶ προήκατο τὴν νίκην.
[4]
[1] Ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον, ἀλλ' ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγονὸς ἐν ἔθει τοῖς Μακεδόνων βασιλεῦσιν, ἐγάμει γάμους πλείονας ὥσπερ Λυσίμαχος καὶ [2] Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσας ἔγημεν· Ἀντώνιος δὲ πρῶτον μὲν ὁμοῦ δύο γυναῖκας ἠγάγετο, πρᾶγμα μηδενὶ Ῥωμαίῳ τετολμημένον, ἔπειτα τὴν ἀστὴν καὶ δικαίως γαμηθεῖσαν ἐξήλασε, τῇ ξένῃ καὶ μὴ κατὰ νόμους συνούσῃ χαριζόμενος· ὅθεν ἐκ γάμου τῷ μὲν οὐθέν, τῷ δὲ [3] τὰ μέγιστα τῶν κακῶν ἀπήντησεν. ἀσέβημα μέντοι τοσοῦτον δι' ἀσέλγειαν οὐθὲν ταῖς Ἀντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίου πρόσεστιν. οἱ μὲν γὰρ ἱστορικοί φασι καὶ τῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύνας διὰ τὸ τὴν [4] μεῖξιν ἐμφανῆ μάλιστα τοῦτο ποιεῖσθαι τὸ ζῷον· ὁ δ' ἐν αὐτῷ τῷ Παρθενῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν [5] ἀστῶν κατεπόρνευσε πολλάς· καὶ οὗ τις ἂν ἥκιστα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος, τοῦτ' ‹ἔν›εστι τῇ Δημητρίου φιληδονίᾳ, περιιδόντος, μᾶλλον δ' ἀναγκάσαντος οἰκτρῶς ἀποθανεῖν τὸν κάλλιστον καὶ σωφρονέστατον Ἀθηναίων, φεύγοντα [6] τὸ καθυβρισθῆναι. συνελόντι δ' εἰπεῖν, Ἀντώνιος μὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δ' ἄλλους ἠδίκησε.
[5]
[1] Πρὸς μέντοι γονεῖς ἄμεμπτον ἑαυτὸν εἰς ἅπαντα [2] παρέσχεν ὁ Δημήτριος· Ἀντώνιος δὲ τὸν ἀδελφὸν τῆς μητρὸς ἐξέδωκεν ἐπὶ τῷ Κικέρωνα ἀποκτεῖναι, πρᾶγμα καὶ καθ' ἑαυτὸ μιαρὸν καὶ ὠμόν, ὡς μόλις ‹ἂν› Ἀντώνιον ἐπ' αὐτῷ συγγνώμης τυχεῖν, εἰ σωτηρίας τοῦ θείου [3] μισθὸς ἦν ὁ Κικέρωνος θάνατος. ἃ τοίνυν ἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδησαν, ὁ μὲν Ἀρταουάσδην συλλαβών, ὁ δ' Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχει τὴν πρόφασιν ὁμολογουμένην· ἀπελείφθη γὰρ ἐν Μήδοις [4] ὑπ' Ἀρταουάσδου καὶ προεδόθη· Δημήτριον δὲ πολλοὶ λέγουσι ψευδεῖς αἰτίας ἐφ' οἷς ἔδρασε πλασάμενον κατηγορεῖν [5] ἀδικηθέντος, οὐκ ἀδικήσαντα ἀμύνασθαι. πάλιν δὲ τῶν μὲν κατορθωμάτων αὐτουργὸς ὁ Δημήτριος γέγονε, καὶ τοὐναντίον ὁ Ἀντώνιος ἐν οἷς οὐ παρῆν καλλίστας καὶ μεγίστας διὰ τῶν στρατηγῶν ἀνῃρεῖτο νίκας.
[6]
[1] Ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότεροι μὲν δι' αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλ' ὁ μὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦ Μακεδόνες, ὁ δ' ἐγκαταλιπών, [2] ἔφυγε γὰρ τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας· ὥστε τοῦ μὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸς αὑτὸν ἀπεργάσασθαι τοὺς μαχομένους, τοῦ δὲ τὸ παρεσκευασμένην [3] εὔνοιαν τοιαύτην καὶ πίστιν ἐγκαταλιπεῖν. τὸν δὲ θάνατον οὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δ' ὁ Δημητρίου μᾶλλον· αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν ἐπικερδᾶναι τριετίαν οἴνῳ καὶ [4] γαστρί, καθάπερ τὰ ζῷα χειροήθης γενόμενος. Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶ ἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γενέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτὸν ἐξήγαγεν.