1311 56 0 13 3 0 IV d. C. Libanius Fragmenta de declamationibus Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 11

Libanius - Fragmenta de declamationibus

DECLAMATIONES PERPERAM INSCRIPTAE:

‹a Macario Chrysocephalo› in Roseto codicis Marciani gr. 452 fol. 804v

[1]    τυράννου πεσόντος ὑπὸ τῆς γυναικὸς ἀγωνίζεταί τις διὰ τὴν μητέρα σῶσαι τοὺς παῖδας τοῦ νόμου κτείνειν κελεύοντος i. e. decl. XLIII νόμος ἦν μετὰ τοῦ τυράννου καὶ τοὺς παῖδας ἀποσφάττεσθαι ‑ μελετῶμεν τὸν ὑπὲρ τῆς τυραννοκτόνου λέγοντα t. VII 431.

   μελέτη vero ἐν ᾗ ἀπολογεῖταί τις ἀποκηρυττόμενος διὰ τὸ μὴ θεραπεῦσαι νοσοῦσαν τὴν μητρυιὰν ἰατρὸς ὤν est Luciani Ἀποκηρυττόμενος t. II 85 ed. Iac.]

[49]

Κατέλευσαν Πίνδαρον Θηβαῖοι ἐπὶ τῷ τοὺς Ἀθηναίους ἐγκωμιάσαι καὶ γράφει τις τοὺς Ἀθηναίους στρατεύειν ἐπ' αὐτοὺς τοὺς Θηβαίους.

[1]

‹προοίμιον›

Ὁρῶν ἐγὼ πάντας ἀχθομένους καὶ τὸ Πινδάρου πάθος ἀτύχημα ἴδιον ἡγουμένους καὶ Θηβαίους μὲν ἐφ' οἷς τετολμήκασι μισοῦντας, Πίνδαρον δὲ ἐφ' οἷς πέπονθεν ἐλεοῦντας δεῖν ἡγησάμην Θηβαίοις πολεμεῖν.

[2] Τὴν μὲν Θηβαίων τόλμαν ἀκοῇ μεμαθήκαμεν, καὶ γάρ ἐστι τοσαύτη τὸ μέγεθος ὥστε μὴ μόνον πρὸς ἡμᾶς τοὺς γείτονας. ἀλλὰ καὶ πρὸς τοὺς μακρὰν τῆς Βοιωτίας διηγγέλθαι.

[3]

‹προδιήγησις καὶ διήγησις›

   Δεινὸν Πίνδαρον μὲν τεθνηκέναι δι' ἡμᾶς, ἡμᾶς δὲ μὴ πολεμῆσαι διὰ Πίνδαρον ... Πίνδαρος ὁ Βοιώτιος ‑ οὐ γὰρ αὐτὸν δεῖ λέγειν Θηβαῖον, ἐπεὶ μηδὲ ἔπρεπεν αὐτῶν τῇ πόλει τοιοῦτος πολίτης, ὃς ἐκ πρώτης ἡλικίας τὴν μὲν Θηβαίων ὠμότητα καὶ ἀπαιδευσίαν ἔφυγε, τραφεὶς δὲ παρ' ἡμῖν καὶ παιδευθεὶς καὶ μυηθεὶς καὶ πάντων ἀπολαύσας τῶν τῆς πόλεως καλῶν γνήσιον πολίτην τῇ πρὸς ἡμᾶς τιμῇ ποιήσας αὑτὸν γνώμῃ καὶ φύσει, ἡνίκα τῆς ποιήσεως ἤρξατο καὶ δόξης ἔτυχε παρὰ τοῖς Ἕλλησιν ἀγαθῆς, καὶ τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν ἐπεδείξατο καὶ τὴν εἰς τοὺς ἀνθρώπους δικαιοσύνην ‑ καθέκαστον κοσμήσας τὰς πόλεις πᾶσιν ἐγκωμίοις ἠθέλησε καὶ ταῖς Ἀθήναις ἐκτίνειν χάριν τῶν τε τροφείων καὶ τῆς παιδεύσεως. καὶ τὴν ἑαυτῷ δυνατὴν ἐξέτισε μέλος ἐγγράψας τοῖς ἑαυτοῦ ποιήμασιν ἀληθὲς μέν, ἀηδὲς δὲ Θηβαίοις, ὁποῖον εἰς οὐδένα Ἕλληνα οὐδ' εἰς μίαν πόλιν οὐδὲ εἰς τὴν ἑαυτοῦ πατρίδα. οὐδὲ γὰρ ᾔδει τηλικούτων αὐτὴν ἐγκωμίων ἀξίαν, ἱκανὸν δὲ Θηβαίων ἐγκώμιον ἔδοξεν, ἂν μητέρα προσείπῃ τὴν πόλιν καὶ τὸν δῆμον χρύσασπιν, ταῦτα γὰρ Θηβαίοις ἤρκει παρὰ Πινδάρου· εἰς δὲ τὴν ἡμετέραν πόλιν οἷον ᾖδε μέλος, τί με δεῖ καὶ λέγειν; ἴστε γὰρ πάντες αὐτὸ καὶ κατὰ τὴν πόλιν ᾄδεται. οἱ μὲν ‹οὖν› ἄλλοι πάντες ἀκούσαντες τὸ ἀληθὲς ἐπῄνεσαν τὸν εἰπόντα, μόνοι δὲ Θηβαῖοι φθονήσαντες ἡμῖν εὐνοίας τῆς παρὰ Πινδάρου καὶ Πινδάρῳ τῆς παρ' ἡμῶν ἠγανάκτησαν καὶ τὴν ἄδικον ὀργὴν οὐ κατέσχον, ἀλλ' ὃν εἶχον φθόνον ἐκ παλαιοῦ, τοῦτον ἐξέφηναν ἐπὶ Πινδάρῳ, καὶ οὐκ ἠξίωσαν, ἀπέκτειναν δὲ αὐτὸν χαλεπῷ θανάτου τρόπῳ λίθοις δήμιοι πάντες Πινδάρῳ γινόμενοι, τοῦτο γὰρ Θηβαίοις σύνηθες, οὔτε θεοὺς φοβηθέντες, οὓς Πίνδαρος ὕμνησεν, οὔτε πόλεις αἰδεσθέντες, ἃς ἐπῄνεσεν, οὔτ' ἀνδρῶν ἀγαθῶν λόγον ποιησάμενοι, ὧν ἐγκώμια πολλὰ καὶ σεμνὰ ᾖσεν ὁ Πίνδαρος. καὶ νῦν κεῖται νεκρὸς ἄταφος ὑπὸ τοῦ δήμου πεφονευμένος, οἱ δὲ τὸν νεκρὸν ἰδόντες Ἕλληνες, παρῆσαν γὰρ τῷ φόνῳ πολλοί, ἕνα καὶ τὸν αὐτὸν ἅπαντες εἶπον λόγον· δι' Ἀθηναίους ἀπώλετο Πίνδαρος. οὐ δι' ἡμᾶς, ἄνδρες Ἕλληνες, οὐ δι' ἡμᾶς· μηδὲ προσάπτετε ἀσεβὲς ἔργον καθαρᾷ πόλει, διὰ ‹δὲ› τὴν Θηβαίων ἀσέβειαν καὶ ἀπαιδευσίαν καὶ ἀμουσίαν καὶ τὸν ἄδικον αὐτῶν τρόπον, διὰ τὸν πρὸς ἡμᾶς φθόνον καὶ διὰ τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν. ταῦτά σε ἀπώλεσε, Πίνδαρε, ταῦτά σοι γέγονε συμφορᾶς αἴτια. κωλυθέντες δὲ χάριν ἡμεῖς ἐκτῖσαι ζῶντι τιμωρῶμέν σοι τεθνεῶτι.

[50]

Ἀλκιβιάδης δᾳσὶ μυστικαῖς ἐκώμασε καὶ κρίνεται ἀσεβείας.

[1]

‹προοίμιον›

   Ἄλλως μὲν οὐκ ἂν ἠβουλήθην, ὦ ἄνδρες Ἀθηναῖοι, διεξιέναι τὸν Ἀλκιβιάδου βίον, ὑπὲρ οὗ καὶ τοὺς λόγους αὐτούς, ὥς γε ἔργα, προάγομαι καὶ ἑτέρου λέγοντος ἐρυθριᾶσαι· πολλὴ δὲ ἴσως ἀνάγκη καὶ μὴ βουλόμενον εἰπεῖν, ἐπειδήπερ ἅπαξ ἐσμὲν ἐν δικαστηρίῳ καὶ δεῖ παῦσαι τὴν ἀναισχυντίαν αὐτοῦ κατειπόντας· ὡς τῷ γε σιωπᾶν ἐφ' οἷς ὁρῶμεν καὶ πάσχομεν τηλικούτων αἴτιος γεγένηται κακῶν [καὶ] τάχα πάλαι παυσάμενος ἂν τῶν μειζόνων ἀδικημάτων, εἴ τις αὐτὸν τῶν προτέρων ἀπῄτησε τιμωρίαν.

[2]

‹προδιήγησις›

   Εὐφόρησέ ποτε ἀγαθῶν ἀνδρῶν ἡ πόλις. τούτοις ἀντίπαλον κακὸν ἐτέχθη ὁ Ἀλκιβιάδης. τί γὰρ οὐχ ὑπερβέβληται κακὸν [τὸ] τοῖς νόμοις μεμισημένον; τίνα δὲ οὐκ ἐπελήλυθεν ὁδὸν ἀναιδείας; εὐθὺς μὲν οὖν ἐκ παίδων ὡραῖος εἶναι βουλόμενος καὶ μεγάλα φρονῶν ἐπὶ τῷ κάλλει τοῦ σώματος ἐραστῶν χορὸν ἐξηρτημένος καὶ πρεσβυτέροις ἑαυτοῦ καὶ ἀκολάστοις φίλοις χρώμενος, ὧν ἑκάστου τὴν οἰκίαν ᾤκει κατὰ μέρος νύκτας ἄλλας ἄλλοις χαριζόμενος καὶ ταμιευόμενος τὰς ἡδονάς, ἐκπηδῶν μὲν ἀεὶ τῆς τοῦ πατρὸς οἰκίας, καταλείπων δὲ βοῶντας αὐτοῦ τοῦ σώματος ἐπιλαμβανομένους τοὺς ἐπιτρόπους, ἑταίραις συνών, πρὸ ἡλικίας πάσχων δεινά, πράττων χαλεπώτερα, γυναικείας ἐσθῆτας ἠμφιεσμένος εὐχόμενος ἐν τοῖς συμποσίοις ἀνὴρ ὢν λανθάνειν. τί δέ με δεῖ λέγειν τὸν οἶκον τὸν Καλλίου καὶ τὴν Ἱππονίκου περιουσίαν, ἣν κατατέτριφεν οὗτος ἐν ταῖς μέθαις; τί δὲ τἀγάθωνος συμπόσια καὶ τὴν Σωκράτους συνουσίαν, ἐν ᾗ τὰ καλὰ ἐπαιδεύθη δόγματα ὑπὸ τὸν αὐτὸν τρίβωνα ὑπερχόμενος κἀν τοῖς ἀνθινοῖς στεφάνοις φιλοσοφῶν, βουλεύων δὲ συνεχεῖς ὕβρεις καὶ τοὺς τῶν πενήτων προπηλακισμούς, τὸν Ἀγάθαρχον τὸν δεδεμένον, τοὺς ἄλλους, ὑπὲρ ὧν αἱροῦμαι σιωπᾶν; τί τοῦτον οὐκ ἔχει δρᾶμα; τίς οὐκ Εὔπολις; τίς οὐκ Ἀριστοφάνης; διὰ τοῦτον εὐδοκίμησε κωμῳδία. ὅμως δὲ καὶ κωμῳδοὶ κεκμήκασι τὰ τούτου γράφοντες.

[3]

‹διήγησις›

   Ἀλλ' ἐπειδὴ κωμάζων καὶ παροινῶν εἰς τὴν πόλιν καὶ τοὺς νόμους οὐδὲν ᾤετο γενναῖον οὐδὲ ἐξαίρετον παρὰ τοὺς ἄλλους πεποιηκέναι, τρόπον ἐζήτησεν ἀσεβείας τὸν ἀνοσιώτατον.

   Συγκροτήσας ἔναγχος συμπόσια πολλὰ καὶ συνεχῆ, μᾶλλον δέ, πολλὰς ἐφεξῆς συνάψας νύκτας παρανόμοις καὶ τυραννικαῖς ἡμέραις ἑταίρων τῶν ἀσελγεστάτων χορὸν ἀγαγὼν καὶ νεανίσκων προχειροτάτων ‹πρὸς› ἅπαντα μεθυσθεὶς καὶ πιὼν κατὰ τῶν θεῶν πρῶτον μὲν ἐμύησεν ἐπ' οἰκίας, ‹ὡς› ἠκούσατε, εἶτα ταῖς ἐκ μυστηρίων δᾳσὶν ἐπὶ τῷ κώμῳ ἐχρήσατο καὶ ἐλθὼν ἐκ τῆς οἰκίας πλῆθος ἀνδρῶν καὶ γυναικῶν ἐπισυράμενος ἐκείναις ταῖς δᾳσὶν ἐκώμασεν ἐν ταῖς ἱεραῖς ταῖς ἐπὶ Ἀνακτόρου.

[4]

‹ἀξίωσις›

   Εἶτα τίς ὑμῶν ἀνέξεται, ὦ Ἀθηναῖοι, τούτων δρωμένων μέχρι πλείονος; ἐγὼ μὲν οὐδ' ἂν ἄλλον τινὰ δοκῶ τῶν Ἑλλήνων τῶν μεμυημένων, πᾶσι γὰρ αἰδώς ἐστιν εἰς τὰς θεὰς καὶ δέος εἰς τὸ πῦρ, καὶ ὑμεῖς δὲ τὸ πραχθὲν οὕτω λογίζεσθε καὶ τάχα ἂν καὶ τὴν ἀξίαν ὀργὴν ἐπὶ τοῦτον λάβοιτε. εἴ τις ὑμῖν ἀπὸ τῶν ὁρίων τῆς Ἀττικῆς ἐλθὼν ἐμήνυσεν εἰσδραμὼν ὅτι Μεγαρεῖς ἢ Κορίνθιοι ἢ καί, νὴ Δία, Σικυώνιοι νυκτὸς ἢ καὶ μεθ' ἡμέραν ἁρπάσαντες δᾷδας τὰς ὑμετέρας τὰς μυστικὰς μυστηρίων ἐφ' ὕβρει φέρουσι καὶ κωμάζουσιν ἐκείνῳ τῷ πυρὶ καὶ σκώπτουσι καὶ παίζουσι τὰ σεμνότατα, οὐχ ἁρπασάμενοι τὰ ὅπλα καὶ οἱ μὲν τριηρῶν ἐπιβάντες, οἱ δὲ πεζῇ δραμόντες, οἱ μὲν ὑπ' Εὐμολπίδας ταττόμενοι, οἱ δ' ὑπὸ Κηρύκων στρατηγούμενοι, ‹οἱ μὲν› τὸν ἱεροφάντην προτάξαντες, οἱ δὲ τὸν δᾳδοῦχον ὁπλίσαντες, οἱ μὲν περιεπλέομεν ‹ἂν› τὴν θάλατταν τὴν τῶν ὑβρισάντων, οἱ δὲ τὴν γῆν ἂν ἐδῃώσαμεν τῶν ἀσεβούντων; ἐγὼ μὲν οἶμαι, καὶ συμμάχους ἂν πρὸς ταῦτα ἐκαλοῦμεν τὰς Ἐλευσινίας. ἀμελούντων γὰρ ‹ἂν› ἦν, μᾶλλον δέ, ἀσεβούντων τὸ πραχθὲν περιιδεῖν. εἶτα ὅπου μὲν ᾔδειμεν καὶ κινδυνεύσοντές τι παθεῖν εἰς τιμωρίαν τῶν ἁμαρτανόντων, ἐκεῖ προθύμως ἂν πάντες ὑπηκούσαμεν, ὅπου δὲ κίνδυνος μὲν οὐδείς, ψήφῳ δὲ ἔξεστι τὰ δίκαια πρᾶξαι, κατοκνήσομεν; ὅτι δὲ οὐκ εἰκάζων οὐδὲ μαντευόμενος, ἀλλ' εἰδὼς σαφῶς τὴν ἡμετέραν διάνοιαν περὶ τῶν ὅπλων οὑτωσὶ διετεινάμην, ἔξεστιν ἰδεῖν. ὑμεῖς γὰρ Μεγαρέας τουτουσὶ τοὺς καταράτους γείτονας, ὅτι τὴν ἱερὰν γῆν ταῖν θεαῖν ἐπειργάσαντο παρατεμνόμενοι καὶ ἐκτὸς τῆς ἀκριβείας γεωργοῦντες, οὐ μόνον εἴρξατε γῆς καὶ λιμένων ἡμετέρων καὶ τῆς τῶν συμμάχων θαλάσσης, ἀλλὰ καὶ πολεμεῖν αὐτοῖς ἐψηφίσασθε, καί εἰσι διὰ παντὸς ἐχθροί. καίτοι γε τοιαῦτα οὐ κατὰ τῶν μυστηρίων ἐποίησαν οὐδ' εἰς τὸ πῦρ ὕβρισαν, ἀλλ' ἐπεξῆλθον σπείροντες πέρα τῶν ἰδίων καὶ τροφὰς ἠξίουν λαβεῖν ἐκ τῆς ταῖν θεαῖν σχολαζούσης. οὑτοσὶ δὲ οὐ γῆς ὅρους ὀλίγους οὐδὲ καρποὺς τῶν συγκεχωρημένων πλείονας ἐπεθύμησε λαβεῖν, ἀλλ' εἰς αὐτὴν τὴν τελετὴν τῶν θεῶν ὕβρισεν, αὐτὰς μυστῶν τὰς δᾷδας περιέσπασε καὶ εἰσεποίησεν ἰδιωτικὰς καὶ εἰς ἄλλας ταῖς ἱεραῖς κατεχρήσατο μετακινῶν καὶ μεταφέρων τὰ ἐκ τῶν θείων εἰς τὰ ἀνθρώπινα, τὰ ἐκ τῶν μυστηρίων εἰς τοὺς ἀμυήτους, τὰ ἄχραντα ἐπὶ τοὺς βεβήλους τόπους. τίνα οὖν ταύτης ὑπερβολὴν ἀσεβείας ἀπολέλοιπεν ἢ πῶς οὐχὶ ταῦτα τολμῶν τοῖς τῆς ἀσεβείας νόμοις [οὐκ] ἔσται ὑπεύθυνος, οὐκ ἂν ἔχοι λέγειν.

[5]    Εἰ γὰρ ἐδόκει τοῖς νόμοις ὑπεύθυνον, ἠξίωσαν ἂν καὶ τοῦτο τιμωρίας, ὥσπερ καὶ τὰ λοιπὰ ἀδικήματα.

[6]    Οὐκ ἔστι τὸ ταῖς δᾳσὶ κωμάσαι ἀσέβεια, ἀλλὰ τὸ ναοὺς κατασκάψαι, τὸ λαοὺς ἀνατρέψαι.