226218 12434 2 166 5 0 IV d. C. Epistolografia Libanius Epistulae Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 526

Libanius - Epistulae 1-1544

Κλεάρχῳ.

[1]    Ἔμελλον γράφων δεήσεσθαί σου βοηθῆσαι τῷ χρηστῷ μέν, πένητι δὲ Φαυστίνῳ, αὐτὰ δὲ ταῦτα ἀρκέσειν ἡγούμην σοι πρὸς τὴν βοήθειαν, τόν τε τρόπον τήν τε πενίαν. Κέλσος δὲ ἐπελθὼν καὶ μαθὼν ὃ ποιήσοιμι, πάλαι μέν σε τῆς βοηθείας εἶπεν ἧφθαι, πρᾶξαι δὲ οὐδὲν ὧν ἐβούλου.

[2] ἐγὼ δὲ ἄλλου μὲν ταῦτα λέγοντος ἀνασχοίμην ἄν, ὅτι βουληθεὶς οὐκ ἠδυνήθη, Κλέαρχος δὲ μὴ μάθοι τοιαῦτα ἀπολογεῖσθαι. δεινὸν γὰρ τοῦτό γε καὶ κατηγορία τῆς βουλῆς, εἰ μή σοι πρὸς αὐτὴν ἀρκοίη καὶ νεῦμα.

[2]

Ἐλεβίκῳ.

[1]    Γράμματα μὲν ὁ χρηστὸς Φλωρεντιανὸς οὐκ ἤνεγκέ μοι παρὰ σοῦ, γράψαι δέ με πρότερον ἔπεισεν ὀμόσας ἐμὲ φιλεῖσθαι παρὰ σοῦ. καὶ ἐγὼ τῷ μὲν οὐκ ἀπιστήσας, σὲ δὲ θαυμάσας εἰ τὰ ἐπὶ τῆς ἑσπέρας ἐκείνης ῥήματα ὀλίγα φιλίας ἀρχὴν ἐποιήσω, γέγραφα τοῦ τε φιλεῖσθαι χάριν εἰδὼς καὶ γράμματα ἀπαιτῶν. εἰ δ' αὖ καὶ κωλύῃ τῷ πλήθει τῶν πραγμάτων, ἀλλ' ἔμοιγε μέγα καὶ τὸ φιλεῖσθαι μόνον.

[3]

Κλεάρχῳ.

[1]    Ἐπὶ τὸν πολλάκις βεβοηθηκότα σὲ καὶ νῦν Ὀλύμπιος καταφεύγει σύμμαχον ἐξ ὧν ἤδη τετύχηκεν ἐλπίσας εἰς τὸ κατορθώσειν ἔχειν.

[4]

τῷ αὐτῷ.

[1]    Ὀλυμπίου μὲν οὗτός ἐστι παῖς τοῦ πολλὰ μαθόντος, οἶδε δὲ καὶ αὐτὸς οὐκ ὀλίγα πρὸς τῷ καὶ στρατιώτης εἶναι. φιλίας δὲ τῆς σῆς ἐπιθυμήσας δι' ἐμοῦ τοῦ φιλοῦντος ἄμφω τοῦθ' αὑτῷ γενέσθαι βουληθεὶς ἔρχεται μετὰ γραμμάτων ἐμῶν, ἐν οἷς ἔχει τὰς τῆς ἐπιθυμίας ἐλπίδας. [5]

Παυλίνῳ.

[1]    Τοῦ μὴ ἀποθανεῖν με κατακλυσθέντα πλήθει κακῶν αἴτιός μοι μετὰ θεὸν Θαλάσσιος. ἡγοῦμαι οὖν καὶ σὲ χάριν ὀφείλειν αὐτῷ τῆς περὶ ἐμὲ σπουδῆς, ὀφείλων δὲ ἥδιστ' ἂν καὶ ἀποδοίης.

[2] ἔξεστι δέ σοι μετὰ τῆς τῶν νόμων φυλακῆς ἀποδοῦναι γῆς ἧς ὑπ' ἀνδρὸς ἐστέρηται τῶν θρασυτέρων τινὸς πάλιν αὐτὸν ποιήσαντι δεσπότην. καλὸν δὲ τὸν ἀδικοῦντα μαθεῖν, ὡς ἔστι καὶ ἀπόντα τῶν δικαίων τυχεῖν.

[6]

Θεμιστίῳ.

[1]    Ἠβουλήθη σε παρ' ἡμῶν ὁ Λεόντιος μαθεῖν, ὡς φιλοῖτο ὑφ' ἡμῶν. λέγω τοίνυν ὅτι καὶ φιλεῖται καὶ δικαίως χρηστός τε ὢν καὶ συνετὸς καὶ τῷ τιμᾶν οὓς προσήκει τιμᾶσθαι νομίζων.

[7]

Ἀρισταινέτῳ.

[1]    Σὺ μὲν ἡμᾶς εἶπας κακῶς, ἡμεῖς δὲ καλῶς. ἀλλ' οὔτε σοί τις οὔτ' ἐμοὶ πείσεται. [8]

Ἰταλικιανῷ.

[1]    Ἡμεῖς καὶ ἄνθρωποι καὶ οὐδὲν τῶν γειτόνων ἀμείνους. μὴ τοίνυν ὕβριζε τὰς εἰκόνας μηδ', ὅταν ἐπαινῇς, ἀμέλει τοῦ μέτρου μηδ' οὐ φιλεῖσθαι νόμιζε τῷ μὴ πολλά σοι παρ' ἡμῶν ἀφικνεῖσθαι γράμματα. τούτου μὲν γὰρ αἴτιον τὸ πολλὰ εἶναι τὰ πράγματα, φιλεῖν δὲ δύναιτ' ἂν καὶ μὴ ἐπιστέλλων ἄνθρωπος, ἐπεὶ καὶ σὺ ὃν χρόνον οὐκ ἐπέστελλες ἐφίλεις ἡμᾶς καὶ εἰ μηδὲ ταῦτα τὰ νῦν ἐπεπόμφεις, ἐφίλεις ἂν καὶ οὕτω.

[2] καίτοι καλὰ μὲν ἔλεγες καὶ ὑπισχνοῦ τοῖς λόγοις δὲ ἔργον ἠκολούθησεν οὐδέν. ἀλλ' ὅμως οὐ ποιοῦμαι τοῦτο τοῦ μὴ φιλεῖσθαι σημεῖον, ἀλλ' ἐμαυτὸν πείθω βουληθέντα σε μὴ δεδυνῆσθαι. βέλτιον γὰρ οἶμαι ταῦτα νομίζειν ἢ πανταχόθεν ζητεῖν ἐγκαλεῖν.

[9]

Μαρτινιανῷ.

[1]    Αἰσχύνομαι μὲν αἰτῶν σε χάριν οὐδέν σε οὐδέπω εὖ πεποιηκὼς οὐδὲ ἐλπίζων, ὅμως δέ, ἐπειδήπερ ὑπὲρ παιδὸς ἡ φροντίς, ἐμοὶ μὲν αἰτεῖν ἀνάγκη, σὺ δὲ σύγγνωθι.

[2] δέομαι δή σου δοῦναι ἡμῖν ἀκοῦσαί τι περὶ Ῥωμανοῦ, οὗ φροντὶς καλόν. τοῦτο δὲ γένοιτ' ἂν ἀπὸ τῆς σῆς εὐνοίας, ἧς εἰ ἀπολαύσειεν, ἕξει τοσοῦτον ὅσον ᾧ πολὺς ἐν τῷ συνδικεῖν ὁ χρόνος, παρὰ τοῦ χρόνου. χάρις δὲ ἑτέρα, εἰ μέλλων δώσειν ἐκείνην ἐπιστείλαις ὡς δώσεις.

[10]

Ἑλλαδίῳ.

[1]    Ἀπάτην καλῶν τὴν ἀδυναμίαν ἀδικεῖς. ἔστι δὲ ἐκεῖνο μὲν τῶν μισουμένων, τοῦτο δὲ τῶν ἐλεουμένων. σὺ δὲ μιγνύεις τὰ ἄμικτα, ἀτυχήματα καὶ πονηρεύματα. ἐγὼ δὲ ἐρασθῆναι ὁμολογῶ Βηρυτοῦ μὲν διὰ πολλά, Ἀθηνῶν δὲ διὰ πάντα, δυνηθῆναι δὲ εἰς οὐδετέραν ἐλθεῖν. ἀκούω δὲ καὶ τὴν Ἥραν δεθῆναι καὶ οὐ κινηθῆναι πρότερον πρὶν ὁ τὸν δεσμὸν μηχανησάμενος ἐλθὼν ἔλυσεν.

[11]

Ἀραξίῳ.

[1]    Τῆς Παλαιστίνης ἄρχων οὐκ ἠμέλεις τοῦ γράφειν· νῦν πολλῶν ἄρχων ἐθνῶν ἐπελάθου τοῦ γράφειν. καὶ μακρὰν μὲν ὢν ἐμνημόνευσας τῶν φίλων, ἐγγὺς δὲ καταστὰς ἀμνημονεῖς.

[2] τίς ποτε οὖν ἔσῃ προσλαβὼν ἐξουσίαν καὶ τοὺς γνωρίμους ὁρῶν; ἢ δῆλον ὡς καὶ τὸ καταμελεῖν ἐπιθήσεις, εἴπερ κατὰ λόγον τῶν γεγενημένων ‹ἡ› ῥᾳθυμία χωροίη; ἀλλ' ὅμως ἡμεῖς βουλοίμεθ' ἄν σε τιμιώτερον ἰδεῖν, εἰ καὶ μαστιγώσαις λαβών.

[12]

Ἑορτίῳ.

[1]    Οὐκ οἶσθα, ὦ φίλε Ἑόρτιε, τῶν προσβαλόντων μοι νοσημάτων οὔτε τὸ πλῆθος οὔτε τὸ μέγεθος οὔτ' ἐφ' ὅσον προῆλθε τοῦ χρόνου. οὐ γὰρ ἄν ποτε ὑπερβὰς τὸ συναλγεῖν ἐμέμφου. νῦν δὲ ἡ ἄγνοια πανταχοῦ τοῖς ἀνθρώποις βλαβερὸν καὶ δὴ καὶ σὲ κατηγορεῖν ἐπῆρεν ἀντὶ τοῦ παραμυθεῖσθαι. ἐγὼ δέ σοι οὐκ ἐγκαλῶ τὸ τὰς δυσκολίας ἡμῶν ἀγνοεῖν.

[2] καίτοι φαίη τις ἂν τῶν ὥσπερ σὺ ῥᾳδίως ἐπιτιμώντων, ὡς ἀγνοεῖς μὲν τῷ μὴ πυνθάνεσθαι, οὐ πυνθάνῃ δὲ τῷ μισεῖν, καὶ οὕτως ἂν ὑπεροψίαν προφέρων αὐτὸς ἐνέχοιο μείζοσιν. ἐγὼ δὲ τοῦτο οὐ ποιήσω φιλίαν ἰσχυρὰν ὑβρίζειν οὐκ ἀξιῶν συκοφαντίᾳ. ἀλλ' ὅταν τι γένηται τοιοῦτον, ζητήσας αἰτίαν τοῖς πράγμασιν ἐπιεικεστέραν οὕτω πρὸς ἐμαυτὸν ὑπὲρ ἐκείνων ἀπολογοῦμαι.

[3] σὺ δὲ οὐκ ἐν καιρῷ ῥητορεύεις ἄλλους εἶναι λέγων τοὺς αἰτιωμένους, οὓς αὐτὸς ἀνέπλασας διὰ τῆς ἐπιστολῆς. ἐπεὶ τί παθὼν οὐκ ἐπεστόμιζες, ἀλλ' ἐπείθου; ὑπεροψίας δὲ μνησθείς, εἰ μὴ δώσεις δίκην, Ἡρακλεῖ χάριν ἔχειν ἀλεξικάκῳ. ἐγὼ δὲ ἤδη πόλιν ὅλην τοῦτο φθεγξαμένην τετιμώρημαι λόγῳ.

[13]

Ἰουλιανῷ.

[1]    Τῇ διὰ τὴν σὴν ἀρρωστίαν λύπῃ καὶ αὐτοὶ πεπτώκαμεν εἰς ἀρρωστίαν. τί γὰρ ἡμῖν ἡδὺ σοῦ γε ἀνιωμένου; Σελεύκῳ δὲ ἄρα ἔπρεπε καὶ τοῦτο ἀγγεῖλαι τὸ ὡς ἐκπέφευγας τοῦ κακοῦ τὴν ἀκμήν.

[2] ᾗ δὴ καὶ πείθομαι τὸν Ἐντρέχιον εὐτυχῆ νομίζειν. ὄψεται γὰρ Βιθυνίαν, ὅτε βέλτιον. βέλτιον δέ, ὅτε καὶ σοὶ τὸ σῶμα ἐν ὑγιείᾳ.

[3] χάριν δὲ εἰδότες σοι τοῦ φιλεῖν τὸν ἄνδρα χάριν ἑτέραν αἰτοῦμεν προσθεῖναι τὸ τόνδε καλεῖν.

[14]

Πρισκιανῷ.

[1]    Οὐ κατεπάτησε τὸν ὅρκον ὁ Διονύσιος, ἀλλ' ἐπανήκει σοι μετὰ τῶν γραμμάτων, ὃ δὴ καὶ ποιήσειν ὤμοσε. τὴν πόλιν δὲ ἡμῶν εὐδαίμονα καλῶν, ἐν ᾗ κατοικεῖν ἔδεισας, παίζεις ἔχων. εἰ γὰρ δὴ ὄντως αὐτὴν ᾤου τοιαύτην, τί παθὼν ἐξὸν κοινωνεῖν τῆς εὐδαιμονίας οὐκ ἠβουλήθης;

[2] τοὺς δ' ἡμετέρους εἰ μὲν ἀγνοεῖς κινδύνους, ἀδικεῖς, ἀμελῶν γὰρ ἀγνοεῖς καὶ ταῦτα οὕτως ὢν πρόσχωρος· εἰ δ' ἐπιστάμενος μακαρίζεις ‹με› μετὰ τῶν δεινῶν, φιλοκινδυνότατος εἶ.

[3] τὰ Δεινίου δὲ πράγματα καὶ σαυτοῦ νομίζων ὀρθῶς φρονεῖς. εἰμὶ δ' οὐδ' αὐτὸς τῶν ἀλλότρια τὰ Δεινίου ποιουμένων, ὄψει δὲ τὴν σπουδὴν ἐν τοῖς γράμμασιν, ἃ πέμψομεν εἰς ἐπικουρίαν τῷ γέροντι.

[15]

Ζηνοβίῳ.

[1]    Σιγῇ τὴν σιγὴν ἔγνωμεν ἀμύνασθαι. καίτοι γε ἠπιστάμην λειπομένην τῶν ἀδικημάτων τὴν δίκην. οὐ γὰρ ἴσον ἦν ἐμὲ σῶν ἀποστερεῖσθαι γραμμάτων καὶ σοὶ παρ' ἡμῶν μὴ φοιτᾶν. ἀλλ' ὅσῳ καλλίω τὰ σά, τοσούτῳ μείζων ἡ βλάβη τῆς τιμωρίας. [16]

Θαλασσίῳ.

[1]    Ἦν μὲν καλὰ καὶ ὅσα παρών σοι συνῄδειν, ἃ δ' ἀκούω, φιλοσοφίας ἐγγὺς ἥκει, γλῶττα ἐλευθέρα καὶ τρόπος μισοπόνηρος καὶ τῶν σπουδαίων ἔρως καὶ τὸ μετ' ἀνδρείας τοὺς μὲν εὖ ποιεῖν, τοὺς δὲ ἐλαύνειν, καὶ δὴ καὶ τὸ μέγιστον, χρυσὸς καταφρονούμενος, ὃς μέγιστον ἐν ἀνθρώποις ἰσχύων ἥττηται.

[2]

Γοργονίου δὲ τοῦθ' ἓν ἀκούσας, ὅτι σε θαυμάζει, πρὸς θαῦμα κατέστην. οὐ γὰρ ἄν, εἰ μή σοι προσόμοιος ἦν, οὕτως εἶχε.

[3] πρᾶττε οὖν ἡμῖν δι' ἐκείνου, ἃ καὶ πυνθάνομαι, τὴν ἐπάνοδον· ἐπιθυμῶ γὰρ ἰδεῖν ἃ πυνθάνομαι.

[17]

Φλωρεντίῳ.

[1]    Τὴν ἐπιστολὴν ταύτην ὁ κομίζων σοι γέγραφεν. ὁ γὰρ θαρρῆσαι πείσας δικαιότατ' ἂν γράψαι δοκοῖ. ἐγὼ μὲν γὰρ ὄκνῳ εἰχόμην, ὁ κράτιστος δὲ Τατιανὸς τῷ χάρτῃ τὴν χεῖρα ἐπέθηκε φήσας οὐ μεταμελήσειν μοι τῶν γραμμάτων. σὺ τοίνυν δείξεις, εἰ τοῦ μὴ τολμᾶν τὸ πεισθῆναι γράψαι βέλτιον.

[18]

Καλλιοπίῳ.

[1]    Τίς θεῶν ἢ δαιμόνων τὸν πανταχῇ θαυμαζόμενον Τατιανὸν ἥμερον ἡμῖν ἐποίησεν; φράζε σύ, Καλλιόπιε· σὺ γὰρ τὰ τοῦδε καλῶς οἶσθα. ἂν δ' οὐκ ἐθέλῃς λέγειν, ἀνάγκη ἐμὲ μαντεύεσθαι.

[2] καὶ τὸν μὲν θεὸν εὑρεῖν οὐκ ἂν δυναίμην, ὥσπερ Ὅμηρος ἔγνω τὴν Ἀθηνᾶν παρὰ τῆς Ἥρας ἐλθοῦσαν τῷ Ἀχιλλεῖ, ἣ τὴν ὀργὴν ἐπέσχεν αὐτῷ, τὸν δὲ ἄνδρα, δι' οὗ ταῦτα ἔπραξαν οἱ θεοί, κάλλιστ' ἀνεῦρον.

[3] ἔστι δ' οὗτος πολίτης τ' ἐμὸς καὶ τῆς πόλεως τὰ πρῶτα καὶ ἐκ ταὐτοῦ μοι κρατῆρος ἐν Μουσῶν κήποις πιὼν καὶ πρῶτον μὲν δίκας λέγων, νῦν δ' ἐπιστολὰς γράφων ἄμφω παρὰ βασιλεῦσιν, τῷ μὲν πατρί, τῷ δὲ υἱεῖ, σφόδρα ἠδικηκώς, ἴσως δὲ οὐδὲ μικρὸν †ἀδικῶν οὐ μικρὸν φρονῶν ‹τῷ› τὰ σὰ περιφανθῆναι ἀπὸ τῆς ἐκείνου δεινότητος καὶ τὸ ἔτι δεινότερον, Θεμιστίου παραβοηθοῦντος. τὴν μὲν οὖν ῥητορείαν ἐν οἷς ἐνεκάλεσεν ἔδειξεν, τὴν δὲ φιλανθρωπίαν ἐν οἷς ἐπικουρήσειν ὑπέσχετο.

[19]

Ἀνατολίῳ.

[1]    Ἀνέγνων τοῖς φίλοις τὴν ἐπιστολὴν τὴν μακρὰν ἐκείνην, ἐκέλευσας γὰρ καὶ οὐκ ἦν ἀπειθεῖν τοσαύτῃ δυνάμει.

[2] ἡ μὲν οὖν ἀνάγνωσις ἐκίνει γέλωτα τοσοῦτον ὅσον ἐβούλου, πολλοῦ δὲ ἄρ' ἐπεθύμεις, ὡς δὲ διεπαυσάμην, τῶν τις ἀκροατῶν ἤρετό με, πότερόν σοι φίλος ὢν ἢ δυσμενὴς τυγχάνω. φήσαντος δέ μου καὶ μάλα φιλεῖν Ἀνατόλιον τὸν καλὸν εὖ ἴσθι τοίνυν, ἔφη, τὰ δυσμενοῦς ποιῶν δεικνὺς τὴν ἐπιστολήν, ἣν ἀφανίζειν ἔδει. καὶ ἐτίθετο δὴ τοῖς γράμμασιν ὄνομα. βούλει μαθεῖν ὅ τι; ἀλλ' οὐκ ἐρῶ γε τοῦτο ὃ καὶ ἀκούων ἠχθόμην.

[3] ἀφέντες οὖν ἐκεῖνο ἐξετάζωμεν τὰς αἰτίας, καὶ σύ τε φέρειν, ἂν φανῇς συκοφάντης, ἐγώ τε οἴσω, κακὸς εἰ δειχθείην.

[4]    Ἔφης Σπεκτάτον μέγαν ὄντα τοῖς ἔργοις μικρὸν γεγενῆσθαι τοῖς παρ' ἐμοῦ λόγοις, αὐτὸς δέ γε ἐκεῖνος ἥδετο τοῖς παρ' ἡμῶν ἐπαίνοις· εἰ μὲν οὖν εὖ φρονῶν, ψεῦδος τὸ σόν, εἰ δὲ οὐδὲν εἰδὼς τῶν περὶ λόγους, τόλμησον εἰπεῖν καὶ πάντα ἐγὼ φαῦλος.

[5] οὑτωσὶ δὲ σκόπει, ὅπως σαυτῷ δόξῃς ὁμολογεῖν, ὃς ὃν ᾐτιάσω τὰ μεγάλα μικρὰ ποιεῖν, τοῦτον ἔφης τῇ ῥώμῃ τῶν λόγων αἴρειν τὰ φαῦλα. παραινῶ δή σοι τοῖς μὲν τῶν βαρβάρων βουλεύμασι πολεμεῖν, σαυτῷ δὲ μή.

[6] ζηλοτυπῶν μὲν οὖν τοὺς ὑφ' ἡμῶν κοσμουμένους εὖ ποιεῖς, οὐ γὰρ κακῆς φύσεως σημεῖον ἐπαίνων ἐπιθυμεῖν, μέγα γὰρ εἰς ἄσκησιν ἀρετῆς πολλάκις ζηλοτυπία. μεμφόμενος δὲ τό τινας τετιμῆσθαι λόγοις ἀντὶ τοῦ φανεροῦν τὴν εὐφημίαν ποικίλον, ἀλλ' οὐ γενναῖον ἔργον ποιεῖς.

[7] καὶ προφέρεις δὴ ἐμοὶ τὸ πολλοὺς ἐπαινεῖν, ἐγὼ δὲ σοὶ τὸ πάντας ψέγειν. οὐκοῦν ἀκρισία μὲν ἐν ἀμφοῖν, ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. μᾶλλον δέ, οὐκ ἔστιν ὅντινα ἐπῄνεσα τὰ οὐκ ὄντα προστιθείς, ὥσπερ ὁ μῦθος ἀλλότρια τῷ κολοιῷ πτερά. ἀλλ' ᾧ χρῶμαι νόμῳ περὶ τοὺς ἐπαίνους, ἄκουσον.

[8] ἂν ᾖ τις κρείττων μὲν χρημάτων, ἥττων δὲ ἡδονῶν, ἐκεῖνο μὲν ἐπαίνου τεύξεται, τοῦτο δὲ ἐν σιγῇ κείσεται. καὶ γὰρ εἰ γῆν ἐπῄνουν, οὕτως ἂν ἐποίουν οἷον εἴ μ' ἐχρῆν ἐπαινεῖν τὰ Κύθηρα, τὰ δὲ Κύθηρα νῆσός ἐστιν ἐπικειμένη τῇ Πελοποννήσῳ, τὸν οὖν λόγον ἐργαζόμενος διελθὼν ἂν ὡς εὔβοτος καὶ πολύοινος εὐλίμενός τέ ἐστιν ἢ καὶ ὕλῃ κομῶσα, τὴν εἰς πυροὺς φορὰν οὐκ ἂν ἐπῄνουν, ἐψευδόμην γὰρ ἄν, οὐδὲ γὰρ ὅστις ἐγκωμιάζει τὴν Ἀττικήν, καὶ τοῦτ' ἂν εἰπεῖν ἔχοι, κωλύει δὲ οὐδὲν ἐξ ὧν ἔξεστιν ἐπαινεῖν.

[9] θαυμάζω τὸν Ἀχιλλέα, διότι τοὺς Τρῶας ἤλαυνε, θαυμάζω τὸν Παλαμήδην ἀπὸ τῆς σοφίας. ὁ δὲ ὅτι μὴ παρ' ἑκατέρῳ ταῦτ' ἦν ἀμφότερα ψέγειν ἀξιῶν ἀδικεῖ.

[10]

φέρε, εἰ σοὶ λόγον ἐποίουν καί με τοῦτ' ἔπεισας δεηθείς, ἆρ' ἂν οἴει τῷ δημιουργῷ πανταχόθεν προσελθεῖν τοὺς ἐπαίνους; σὺ μὲν ἴσως οἴει, τὸ πρᾶγμα δὲ οὐ τοιοῦτον, ἀλλ' εἶπον μὲν ἂν ἐπιμέλειαν, ἀγρυπνίαν, πόνους, ψῆφον ὀρθήν, πρόνοιαν ‹τοῦ› μέλλοντος, φρόνημα δίκαιον, γνώμης ὀξύτητα, γλώττης ἰσχύν, πολλὰ δ' ἕτερα, καλὸν δὲ καὶ μέγαν οὐκ ἂν εἶπον· οὐ γὰρ ἔνι σοι ταῦτ' ἐν τῷ σώματι.

[11] μεμνημένος δὲ χρημάτων κλοπῆς μὲν ἄν σε πλεῖστον ἔφην ἀφεστάναι, μισθὸν δὲ μὴ ἔχειν τῆς ἀρετῆς οὐκ ἂν ἰσχυρισάμην, ἔχεις γὰρ τὰ βασιλέως δῶρα καί σοι τῆς ἀρχῆς ὁ χρόνος τὰς οἰκίας πεποίηκε πόλεις ἀδικοῦντι μὲν οὐδένα, λαμβάνοντι δέ. πολὺ δ' ἂν ἦσθα βελτίων μηδαμόθεν λαμβάνων, ὡς λαμπρότερόν γε κιόνων οὓς δίδωσι βασιλεὺς τὸ χρῆμα τῆς δόξης ἣν ἡ πενία φέρει.

[12] καὶ μὴν κἀκεῖνό γέ σου τραχὺ καὶ οὐχ ἥμερον τὸ κακίζειν Σευῆρον, ὅτι δὴ ζώνης ἐδεήθη δέον φιλοσοφεῖν. εἰ μὲν γὰρ φιλοσοφίας ἁπτόμενος ἀπεφέρετο τοῦ σχήματος καὶ ἦν ἐν προσηγορίᾳ φιλοσοφίας κάπηλος, εἰκότως ἂν ἐμισεῖτο· εἰ δὲ τὸ μὲν ἡγεῖται μεῖζον αὑτοῦ, ζητεῖ δέ τινα καταφυγήν, ποῦ πλημμελεῖ μὴ φιλοσοφῶν; ἢ καὶ σὺ μᾶλλον ἄρχων ἢ φιλοσοφῶν ἀδικεῖς;

[13] ἐπεὶ δὲ πολὺς ἔγκεισαι κωμῳδῶν ἡμᾶς, ὅτι πρὸς σὲ ἐμνήσθημεν ἀξιώματος, ἴσθι τὸ πᾶν ἀγνοήσας. ἔσχε δὲ ὡδί. ἐμοὶ σχῆμα μὲν ἀρκοῦν οἱ λόγοι, δι' οὓς οὐδεπώποτε ταπεινότερον ἐμαυτὸν ἡγησάμην ὑμῶν, ὧν ἡ λαμπρότης ὅρκος τοῖς κόλαξι· πρὸς δὲ τὸν βίον ἀφορμαὶ τὰ παρ' αὐτῶν τῶν λόγων μικρὰ μικρῶν δεομένῳ.

[14] τίς οὖν ἦν ὁ νοῦς ὧν ἐπέστελλον; Ἰσοκράτης παραινεῖ πεῖραν ποιεῖσθαι τῶν φίλων οὔπω παρούσης ἀνάγκης ὥστε ἀτυχήσαντι μὴ εἶναι βλάβην καί φησι δεῖν μὴ δεόμενον προσποιεῖσθαι τὸ δεῖσθαι.

[15] τοιοῦτον ἦν τι καὶ τὸ παρ' ἐμοῦ· μὴ χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.

[16] οὐ μὴν πάντα γε εἶ ῥᾴθυμος, ἀλλ' εἰς τὸ γένος, εἴπερ τις, ἕτοιμος, καὶ τῶν σῶν οἰκείων ἰδιώτης οὐδείς. εἶτ' ἐπὶ μὲν τῶν ἄλλων τιμᾷς τὴν ἀρετήν, κἂν ὁ ταύτης ἄμοιρος ἄρχῃ, κέκραγας μᾶλλον ἢ οἱ τεμνόμενοι· τὸ γένος δὲ οὕτω σοι φίλτατον ὥστε ἄρχειν δεῖ πάντα οἰκεῖον καὶ ἀπεῖναι βάσανον. τοῦτό σοι παραίτησις ὧν περὶ τοὺς φίλους ἀμελεῖς. κἂν ἐκεῖνό τις κατηγορῇ, τοῦτ' ἀντιτιθεὶς ἀφαιρῇ ‹τὸ› τῆς μέμψεως.

[17] ἆρά σοι δοκῶ καὶ αὐτὸς εἰδέναι τοξεύειν ἢ πάσχειν ἐπιτήδειος εἶναι μόνον; μᾶλλον δέ, εἰ μὲν ἔτρωσας, καὶ τέτρωσαι· εἰ δὲ παίζοντος ἐκεῖνα ἦν, οὐδὲ ταῦτα σπουδάζοντος.

[18] δίκαιον δέ, εἴτε ἡσθείης τοῖς γράμμασι, τῷ φέροντι τὴν χάριν ἔχειν, εἴτε δηχθείης, παρὰ τοῦ φέροντος τὴν δίκην λαβεῖν. ἐγνωκότα γάρ με ἡσυχάζειν πάσαις ἀνάγκαις Ἰανουάριος ἐνήγαγεν, ἀνὴρ πανταχόθεν αἰδέσιμος τῇ πόλει λυπήσας μὲν οὐδὲν οὐδένα ὧν οὐκ ἔδει, δοὺς δὲ χάριτας ἐν αἷς ἡ τοῦ δικαίου μερίς, φρουρήσας μὲν ἱκανῶς ἐφ' ᾧπερ ἐτέτακτο, τῶν δὲ ἐπειγομένων οἷς ἄξιον συλλαβών, ὀλίγα λαλῶν, πρᾶξαι δεινός, τῶν γιγνομένων καρπῶν ὑπερορῶν τὸ πλέον, προσήκων μὲν μείζοσι, στέργων δὲ τὰ παρόντα, τὴν ἐπιείκειαν ἐν πράγματι τηρήσας οὐκ ἀνεχομένῳ χρηστότητος. ἓν δέδοικα μὴ μέμψῃ τὸν ἄνθρωπον, ὅτι μοι πάντα ὑπούργησεν.

[20]

Ἀρισταινέτῳ.

[1]    Ἆρα καὶ τοῦτο τοῖς ἄρχουσι νόμος μὴ τοῖς φίλοις ἐπιστέλλειν, ἐπειδήπερ ἄρχουσιν; εἰ μὲν δὴ κεῖται καὶ γέγραπται, χρῶ τῷ νόμῳ καὶ σίγα· εἰ δ' οὐδεὶς κωλύει νόμος, πόθεν ἡ σιγή; λέγε. εὑρηκέναι γάρ μοι δοκῶ· μεῖζόν σου γεγένηται τῶν πραγμάτων τὸ πλῆθος καὶ τῶν κοινῶν ἡ φροντὶς οὐκ ἐᾷ τῶν οἰκείων ἐπιμελεῖσθαι.

[2] τοῦθ' ἥδιόν μοι πείθειν ἐμαυτὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος ‹ὁ› αὐτός, εἰσὶ δὲ οἳ λέγουσιν ὡς καὶ βελτίων.

[3] Ἰανουάριος μὲν οὖν ἀπαγγελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον.

[4] ἐγὼ δέ σοι περὶ αὐτοῦ λέγειν ἔχω, ὡς ἐν δυσχερεῖ διοικήσει χρηστὸς ἐδείχθη. καὶ τοῦτον μόνον οἵ τε ταχέως οἵ τε βραδέως ὧν ἔχρῃζον τυχόντες ἐπῄνεσαν τοσαύτην ἀνεμίγνυ γοητείαν ταῖς ἀναβολαῖς. τοιγαροῦν ἀπιὼν ἀνιᾷ τοὺς βελτίους, διότι παρὼν οὐκ ἐλύπησεν.

[5] ἐμοὶ δὲ δεομένῳ τοσοῦτον ἀπεῖχεν ἀπειθεῖν ὥστ' εἰ διαλίποιμι τοῦτο ποιῶν, ὕβριν τὸ πρᾶγμα ἐκάλει καὶ διεμέμφετο. τὰ σὰ δὲ ἀγαθὰ νομίζων αὑτοῦ τε καὶ ἐμὰ ὅ τι μάθοι τρέχων ὡς ἡμᾶς ἐμήνυε τῷ προσώπῳ κηρύττων τὴν ἡδονήν. εἶπον ἂν πλείω πρὸς ἀγνοοῦντα, νῦν δ' ἐπίστασαι τὸν ἄνδρα. [21] [t]

τῷ αὐτῷ.

[1]    Πρότερον μὲν ἐθαύμαζον τὸν κράτιστον Ἑρμογένην ἀπὸ τῆς φιλοσοφίας ἧς ἤκουον αὐτῷ μέλειν, νῦν δὲ δὴ καὶ φιλῶ τὸν ἄνθρωπον, διότι δὴ πόσου τε καὶ τίνος ἄξιος εἶ γινώσκει. λέγεται γὰρ ἄνδρα τέ σε ἀγαθὸν ἡγεῖσθαι καὶ τὸ συνεῖναι μέγα ποιεῖν καὶ τὸ μὴ συνεῖναι βαρύ.

[2] τοῖς μὲν οὖν ἄλλοις ἔπεισι σοὶ συγχαίρειν, ἐμοὶ δὲ ἀμφοῖν· σοὶ μέν, ὅτι σοι πρόσκειται τοσαύτη δύναμις, τῷ δ', ὅτι φιλῶν ὃν ἐχρῆν εὐδοκιμεῖ τῇ κρίσει.

[3] δεῖ δή σε φιλούμενον ὅσα ἂν ἐξῇ ἐν ταῖς παραινέσεσιν ὠφελεῖν ἐκεῖνον μὴ κατοκνεῖν· ἔξεστι δὲ νῦν ὑπὲρ ἀδικουμένου φίλου κωλῦσαι φίλον ἁμαρτάνειν. Νικέντιον γὰρ τὸν καλόν, ὃν σὺ πρὸς ἡμᾶς ἐπῄνεις ἐν γράμμασι, καὶ τὸ γράμμα γε ἐκεῖνο φιλίαν ἡμῖν εἰργάσατο, τοῦτον δὴ τὸν ἄνδρα, δι' ὃν ἐπιδημεῖ μὲν ἡ δίκη, βία δὲ οἴχεται, πανήγυρις δὲ ἡμῖν ἡ πόλις, εὐφημίας ἐλπίζοντα περιέστηκε ζημία λυποῦσα μὲν καὶ τῇ βλάβῃ, πένης γὰρ ἡμῖν ἐπὶ τοσαύταις ἀρχαῖς ὁ Νικέντιος, ἔχουσα δέ τι πικρότερον τῆς βλάβης τὴν ἀδοξίαν. ἡ γὰρ καταδίκη ζημία τίς ἐστι κατεγνωκυῖα κακίαν.

[4] τοῖς μὲν οὖν ἀδικοῦσιν Ἑρμογένης ἐπαγέτω δίκην, ἐγὼ πρῶτος ἐπαινῶ τὴν ὀργήν, κἂν παύσηται τῆς ἐπὶ τοῖς τοιούτοις ὀργῆς, καὶ ἐγὼ τῶν ἐπαίνων, τὸ νῦν δὲ τοῦτο παραγωγή τίς ἐστι καὶ ἔργον ἀπάτης, οὐ τῆς Ἑρμογένους φύσεως.

[5] ἄκουε δέ· σταθμός τίς ἐστι περὶ τὸν Εὐφράτην, Καλλίνικος ὄνομα αὐτῷ· Καλλινίκου γὰρ ἐνταῦθα ἀποσφαγέντος ὁ σοφιστὴς γίνεται προσηγορία τῷ τόπῳ, οἷα πολλὰ μὲν ἐν γῇ, πολλὰ δὲ ἐν θαλάττῃ πάλαι.

[6] τοῦτο δὴ τὸ χωρίον ἔχει στρατιὰν ἱδρυμένην, ἣν δεῖ τρέφεσθαι παρ' ἡμῶν οὐκ ἐκεῖσε κομιζόντων, ἀλλ' ἑτέρωσε τὴν τροφήν, ἐκεῖθεν δὲ εἰς Καλλίνικον ἄγειν νόμος τὸν ἄρχοντα τῶν περὶ τὸν Εὐφράτην. Νικέντιος δὲ τὰ αὑτοῦ διακονήσας ὧν ἐπλημμέλησαν ἕτεροι δίκας δίδωσι, τοῦτο δὴ τὸ ἐν Αὐλίδι.

[7] ἴσως μὲν οὖν οὐδ' αὐτὸς διηγησάμην κακῶς, εἰ δ' οὖν τι καὶ ἐξηνέχθην, Νικέντιός σε διδάξει καλῶς. σὺ δὲ βοήθησον δυοῖν ἄρχουσι τὸν μὲν ἐξελόμενος βλάβης ἀδίκου, τὸν ἐλάττω, τὸν δ' ἀποστήσας ὀργῆς οὐ δικαίας, τὸν κρείττω.

[8] εἰ δὲ παιδὸς ἡγεῖται τὴν μεταβολήν, τὴν μὲν ἐπὶ ‹τὰ› χείρω νομιζέτω φαύλην, τὴν δὲ τῶν φαύλων τι λύουσαν ἀγαθήν, ἄλλως θ' ὅτε τὸ μὲν τίμημα τηρεῖν ἂν ἔχοι, τὸν δ' ἔξω τῆς αἰτίας ἀφιέναι.

[9] τὸ γὰρ χρυσίον εἰσπραττέτω μέν, εἰσπραττέτω δὲ παρὰ τῶν λελοιπότων τὴν τάξιν καὶ προσέτι γε τῶν ἐξηπατηκότων, οἳ σφίσιν αὐτοῖς χαριζόμενοι τὰ οὐκ ὄντα ἔφρασαν.

[10] ἐπειδὴ γὰρ θυμὸς μέγας διοτρεφέων ὑπάρχων, μὴ ἔστω τοῖς φενακίζουσιν ἄδεια, ὅπως τῆς ἀληθείας κρατούσης μηδεὶς ἀδίκως κολάζηται. λύων δὲ τὴν αὑτοῦ ψῆφον ἐννοείτω τὸν βασιλέα Κρητῶν τὸν παῖδα Διός, ὃς εἰς τὸ ἄντρον δι' ἐνάτου πορευόμενος ἔτους ὧν ἐτεθείκει νόμων οὐκ ᾐσχύνετο κινῶν ὃν κρεῖττον ἦν κινεῖσθαι.

[22]

Αὐξεντίῳ.

[1]    Ἐγώ σου μέλλων αἰτιᾶσθαι τὸ χαίρειν ἀγροῖς καὶ νομίζων οὐκ εἶναί σοι λόγον, ὃς δείξει τὸν ἐκεῖσε δρόμον εὔλογον, ἐπειδὴ τὴν ὀπώραν ἔλαβον καὶ εἶδον, οἷα παρὰ σοὶ τίκτει τὰ δένδρα, θαυμάζω μεταβαλών, ὅτι δὴ τοιαύτης γῆς καὶ μικρὸν ἀπανίστασαι χρόνον.

[2] ἴσως που τοιοῦτος ἦν ὁ κῆπος ὁ δόξας μῆλα δεδωκέναι χρυσᾶ, ἃ χρυσᾶ μὲν οὐκ ἦν, οὐ γὰρ οὗτος φυτῶν νόμος, διὰ δὲ κάλλος ἐκτήσατο τὴν ἀπὸ τοῦ χρυσοῦ φήμην. ἀλλὰ καὶ τοιαύτης οὔσης σοι τῆς ὀπώρας κατὰ τὴν ὥραν ἐκράτει τὰ γράμματα· τοσοῦτον ἄνθους μετεῖχε.

[3] θεράπευε δὴ θεοὺς ἐφόρους γεωργίας. δεῖ δέ σε οὐ πονεῖσθαι τοῖς ἀναθήμασι. μὴ γὰρ δὴ ἔστω τούτων ὧν ἐργάζεται χρυσοχόων τέχνη, ἀλλ' ἀφ' ὧν ἔδοσαν τιμάσθων. εὖ οἶδα γάρ, ὡς ἥδιον αὐτοῖς χρυσίδων βότρυες ἐξημμένοι τῶν ἀγαλμάτων.

[23]

Δημητρίῳ.

[1]    Οὐδ' αὐτὸς ὁ νέος ἄνευ λογισμοῦ παρ' ἡμᾶς ἧκεν, ἀλλ' εἰδὼς τὸν αὑτοῦ θεῖον ἐμέ τε φιλοῦντα καὶ ὑπ' ἐμοῦ τιμώμενον· ἥκων δὲ εὗρεν ἅπερ ἤλπισεν. εἰ μέντοι καὶ λόγων ἰσχύν, οὐκ οἶδα, τὴν δ' οὖν εὔνοιαν τοσαύτην ὅσην ἄν, εἰ σὺ τοὐμὸν ἔπραττες, ἔνειμας αὐτῷ φανέντι.

[2] λόγων μὲν οὖν ἔχεται πάλαι μὲν αὐτῶν ἧφθαι δοκῶν, νῦν δὲ ὡς ἀληθῶς ἁπτόμενος, ζῇ δὲ ἐν πενίᾳ καὶ οὐκ ἐν οἷς εἰκὸς εἶναι τὸν ὑμέτερον συγγενῆ. εἰ μὲν οὖν ἐσπανίζετε χρημάτων, ἐμὸν ἂν ἦν βοηθεῖν· ἐπεὶ δὲ καλῶς ποιοῦντες πλουτεῖτε μέν, οἴεσθε δὲ τὴν ἔνδειαν συλλαμβάνειν νέοις εἰς λόγους, παραινέσαιμ' ἂν ὑμῖν ἢ πέμπειν αὐτοὺς χρυσίον ἢ ἡμῖν ἐφεῖναι συμμαχεῖν· ὡς οὐ μόνον τρυφὴ κώλυμα λόγοις, ἀλλὰ καὶ τὸ λιμῷ συνοικεῖν.

[24]

Γενεσίῳ.

[1]    Πῶς δ' οὐκ ἔμελλον ἡδέως ὄψεσθαι νέον μητρός τε ἀγαθῆς υἱὸν καὶ ἀδελφιδοῦν ἀνδρὸς πόλεών τε σωτῆρος καὶ ἡμῖν ἐπιτηδείου φυγήν τε καλὴν καὶ παρ' ὑμῶν πεφευγότα καὶ ἣν μόνην ἐπαινεῖν ἀνάγκη; τὸ γὰρ ἐπὶ κτήσει λόγων ἀφεῖναι πατρίδα καὶ αὐτῇ τῇ πατρίδι καλόν, ἣν ἀπὸ τῶν λόγων ὁ φυγὰς ἕξει μεγάλην ποιεῖν.

[2] ἀλλ' ὥσπερ ἡμᾶς ἐπαινεῖς τῆς προνοίας ἧς εὗρεν ὁ δεῦρο ἥκων, οὕτω πεῖθε τὴν μητέρα λύειν αὐτῷ τὴν ἀπορίαν. οὐ γὰρ ἕξετε πικρῶς ἀπαιτῆσαι τὰς εὐθύνας, εἰ τὰ παρ' ὑμῶν ἐλλείποι.

[25]

Ὑγιεινῷ.

[1]    Οὐκ ἠμνημόνησα τῶν συνθηκῶν αἳ ἦσαν ἡμῖν περὶ γραμμάτων, ἀλλ' ἐκωλύθην τὰς συνθήκας ἐμπεδῶσαι κακοῖς μυρίοις.

[2] πρῶτον μὲν γὰρ ἡ κεφαλή με καταβαλοῦσα εἶχεν αὐτὴ δεξαμένη πλῆθος ἰλίγγων καὶ οὐκ ἦν οὔθ' ἡμῖν οὔτε τοῖς ἰατροῖς θαρρεῖν. εἶτ' ἐκεῖθεν ἐπὶ τὴν κοιλίαν τὸ δεινὸν καταβὰν ῥεύματα ἐμιμεῖτο ῥυάκων, τὸ δὲ ἐπισχῆσον οὐκ ἐφαίνετο. καὶ τούτοις τοιούτοις οὖσι προσετέθη Λήμνιά φασι κακά, μᾶλλον δέ, μικρόν τι εἶπον τὸ πτῶμα Νικομηδείας δηλῶσαι βουληθεὶς τοῖς ἐν Λήμνῳ κακοῖς.

[3] διὰ τοιούτων τὸ θέρος ἐλθόντες νῦν φαρμάκου πόσει τὸ σῶμα κουφίσαντες ἐπιστέλλομέν σοι τῆς μὲν σιγῆς τὰς αἰτίας ἀποδιδόντες, κινεῖν δέ σε πρὸς τὰ ἡμέτερα τόν γε οἴκοθεν ὡρμημένον οὐκ ἀξιοῦντες, ὡς ὅστις τινὰ παρακλήσεσιν ἐπεγείρει, κατεγνωκὼς ἀργίαν τοῦτο ποιεῖ.

[4] σὺ δ' οὐχ ὅπως αὐτὸς ῥᾳθυμεῖς, ἀλλὰ καὶ ἄλλον ἂν ἐξοτρύναις εἶναι πρόθυμον εἰς ἡμᾶς, ἴσως μέν τι καὶ ἐν ἡμῖν ἄξιον εὐνοίας εὑρών, πλέον γε μὴν ἐκεῖνο σκοπῶν, ὅπως δόξεις ἀκολουθεῖν τῷ πατρί.

[5] καὶ γὰρ ἐκεῖνος ἑώρα τέ με ὡς ἥδιστα καὶ μετεδίδου λόγων τε καὶ βιβλίων. καὶ ὁ δοὺς ἀρχὴν ἡμῖν εἰς τὴν ἀμείνω δόξαν ἐκεῖνος ἦν. καὶ νῦν, εἴπερ ἦν, εἷς ἄν μοι πολλῶν ἦν ἀντάξιος.

[6] ἃ σὺ λογιζόμενος ἐπιχειρεῖς μοι δεικνύειν ὡς, εἰ καὶ Δουλκίτιος τέθνηκεν, ἀλλ' οὐχ ἥ γε πρὸς ἐμὲ σπουδὴ τῆς ὑμετέρας τέθνηκεν οἰκίας.

[7] ταύτην μὲν οὖν ζῶσαν ἀεὶ παρέξεις, τοὺς δὲ ἀνεψιοὺς ἴσθι σοι τῇ μὲν ἄλλῃ καὶ σφόδρα ἐπαινεῖσθαι, λυπῆσαι δὲ ἑνὶ τούτῳ τοὺς γείτονας. μεγάλῃ γὰρ ἀεὶ φωνῇ τοὺς λόγους συλλέγοντες τὸν ὕπνον ἀφαιρούμενοι τῶν πλησίον οἰκούντων τοὺς μὲν ἐξήλασαν, τοὺς δὲ ἐπέτριψαν.

[26]

Ἀκακίῳ.

[1]    Καὶ αὐτός εἰμι τῶν βεβαπτισμένων ὑπὸ τοῦ μεγάλου κύματος ἐκείνου. κεῖται γὰρ Ἀρισταίνετος, ὦ Ζεῦ, ἡ δὲ δευτέρα πληγὴ προσδιέφθειρεν ἡμᾶς οὐδὲ τῆς Ἱεροκλέους κεφαλῆς φεισαμένου τοῦ δαίμονος. διὰ ταῦτα σεσιγήκαμέν τε καὶ σιγήσομεν, ὅσα γε ἐν ὁμίλῳ κοινῷ. ὡς οἵ γε φοιτῶντες χρῶνται ἡμῖν οὐ χείροσιν ἢ πρόσθεν.

[2] ἥσθην δὲ τῷ τε υἱεῖ καὶ τῷ κηδεστῇ προθύμως εὖ μάλα λόγων ἡμμένοις καὶ κινοῦσι τὸν παιδευτὴν οὐ παρακαλουμένοις, ὥστε καὶ σοὶ γράφοντι πρὸς αὐτὼ τὴν ἐκείνου τοῦ ἔπους ἀρχὴν ἀρκεῖν ἥ φησιν· οὕτω νῦν, φίλα τέκνα. πιστεύω δὲ καὶ Φιλόξενον ἄξια τῆς συγγενείας δράσειν.

[27]

Μακεδονίῳ.

[1]    Οὐκ ἐπὶ μικρῷ γε πεποίησαι τὴν ὁδόν, ἀλλ' ὑπὲρ ἀνδρός, ὃν ὅπως ἴδοις, ἐπ' αὐτὸν ἐλθεῖν ὠκεανὸν ἦν ἄν σοι καλόν. ὅτι δὲ ἔμελλες πανταχοῦ ἡμῶν μεμνήσεσθαι καὶ σὺν ἐπαίνοις, οὐκ ἠγνόουν· τοῖς μὲν γὰρ ἄλλοις ἥδιστον εὐφημιῶν τυγχάνειν, σοὶ δὲ εἰς ἐμὲ χρῆσθαι.

[2] τοὺς δὲ ἄνδρας, οἷς διειλέχθαι λέγεις, πρὶν ἂν πείσῃς μισεῖν τοὺς κόλακας, οὐδέποτε πείσεις ἡμᾶς φιλεῖν· πάνυ γὰρ ἀμαθῶς ἔχω τοῦ πράγματος, ἕτεροι δὲ ἀριστεύουσι.

[3] Παγκράτιον δὲ οὔπω μὲν εἶδον, ἀγαθὸν δὲ ἡγοῦμαι καὶ γράψαι πρότερον ἀξιῶ· τῷ μὲν γὰρ οὐδὲν αἰσχρόν, ἐμοὶ δὲ ἴσως, εἰ δόξαιμι δι' ἐπιστολῆς ἐπὶ προφάσει τοῦ προσειπεῖν μαθητὰς αἰτεῖν. [28] [t]

Πολυχρονίῳ.

[1]    Τί τῆς σιγῆς ἔχεις αἰτιᾶσθαι; βραδυτῆτα νοῦ; καὶ τίς ὀξύτερος; ἀλλ' ἔνδειαν λέξεως; ὁ σαφῶς οὕτω περὶ τῶν μεγάλων διδάσκων; πόθεν οὖν ἄφωνος; οὐ λέγεις οὐκοῦν ἀκούσῃ. τῶν τροφῶν ἡμῖν περικόψας αἰσχύνῃ καὶ διαζεύξας τῶν πυρῶν τὰς κριθὰς τοὺς ἵππους ἠδικηκὼς οὐκ ἔχεις ὅ τι εἴπῃς.

[2] ἀλλά σοι λύω τὸν φόβον τὸ τοῦ Ἀχιλλέως εἰπών· οὐ σὺ τοῦτο λυπεῖς, ἀλλ' Ἀγαμέμνων. ὥστε θαρρῶν ἴθι καὶ γράφε.

[29]

Παρνασίῳ.

[1]    Οὐκ ἀγεννῶς μοι προσκεῖσθαι τοῖς λόγοις, καταμηνύεις δὲ σὺ σαυτὸν ἀπὸ τοιαύτης ὥρας συντιθεὶς ἐπιστολάς .... [30]

Δημητρίῳ.

[1]    Ἔδει γὰρ καὶ τοιαύτῃ τιμηθῆναι τιμῇ παρά τε σοῦ τὸν ἀδελφὸν παρά τε ἐμοῦ τὸν φίλον. δυσχερῆ δέ σοι γενέσθαι τὸν ἐπ' ἐκείνῳ χρόνον οὐ θαῦμα· καὶ γὰρ καὶ τὰ μὴ λίαν ἀλγεινὰ τοῖς ὧδε ἔχουσι χαλεπά.

[2] νῦν οὖν ἐπειδὴ τῆς δρυὸς ἀφέμενος ἔχῃ τῶν πυρῶν, οὕτω γὰρ καὶ αὐτὸς ἀπεικάζεις, ἕψομαι τὸ μὲν μιμούμενος, ἐν δὲ τῷ νικώμενος. ἡκόντων γὰρ ἐκεῖθεν γραμμάτων καὶ μέλιτος γράφων μὲν ἴσον τι ποιῶ τοῖς γράμμασιν, ὅ τι δ' ἂν ἀντὶ τοῦ δώρου γένοιτό σοι ζητῶν οὐχ εὗρον πλὴν ὅσον ἐπαινέσαι τὸ δῶρον. οὐ γὰρ ὄνομα ἄλλως τὸ Ἀττικόν, ἀλλ' ἀτεχνῶς ἀπὸ τῶν ἐν Ὑμηττῷ πόνων οὓς ἐν τῷ ὄρει πονοῦσιν αἱ μέλιτται. τοιοῦτον δὲ ὂν ὅμως ἡττᾶτο τῆς ἡδονῆς ἧς ἡμᾶς ἐν οἷς ἐπέστελλες ἔγευσας.

[31]

......

[1]    ἐπειδὴ παρὰ τὴν ἀρχὴν ἐγένου τοῖς Γαλάταις ὁ Ῥαδάμανθυς, καὶ πεπαυμένῳ τῆς ἀρχῆς μέλει σοι Γαλατῶν. ὅθεν οἱ μὲν δεῦρο βαδίζοντες παρὰ σοὶ καταλύουσι, σὺ δὲ δι' ὅσων ἔξεστιν εὖ ποιεῖς. εἰ δὲ μὴ οὕτως εἶχε πρᾶγμα, μισεῖν τε ἦν ἀνάγκη καὶ μισεῖσθαι.

[2] τὸ δὲ πέμποντα παῖδας ἑτέρων τοὺς σαυτοῦ μέλλειν, οὕτω γὰρ ἄμεινον λέγειν, τῷ μὴ δεδυνῆσθαι λογίζομαι· ὡς ἥ γε γνώμη καὶ σφόδρα ἐπιθυμοῦντος.

[3] ἐπιθυμεῖν δέ μοι φαίνονται καὶ οἱ νέοι. μαρτυρεῖ δὲ τά τε γράμματα καὶ τὸ παραινεῖν ἄλλοις ὡς ἡμᾶς καταίρειν. ἃ γὰρ ἄλλοις συμβουλεύουσι, καὶ αὑτοὺς δήπου πεπείκασιν ....

[32]

Ἀδαμαντίῳ.

[1]    Εἰληφέναι σου γράμματα νομίζω καὶ μὴ λαβών. ἐν γὰρ τῷ λῦσαι τὴν πρὸς τὸν υἱὸν οὐ δικαίαν ὀργὴν καὶ ἐπαινέσαι ταῦτα οἷς τέως ἐπετίμας δῆλον ἐποίεις, ὡς ἥδιστ' ἂν ἐπιστείλας οὐ θαρροίης. ἀλλ', ὠγαθέ, καὶ θέλε θαρρεῖν καὶ ἐπιστέλλειν.

[2]

τῶν δὲ ἀηδῶν ἐκείνων οἱ τὰ καλά σοι γράμματα πεπομφότες ἔχουσι τὴν αἰτίαν, μᾶλλον δέ, κἀκείνους ἀφίησιν αἰτίας τὸ παρ' ἄλλων ἐξηπατῆσθαι. τὴν γὰρ τοῦ φενακισμοῦ πηγὴν οὐκ ἀγνοοῦμεν· ἣν ἐλεεῖν ἄμεινον ἢ μισεῖν.

[3] βλέπων δὲ εἴς τε τὴν φύσιν τοῦ σοῦ παιδὸς καὶ τὸ χαίρειν τοῖς πόνοις τὴν παροιμίαν ᾄδω λέγουσαν·

   αὐτίκα καὶ φυτὰ δῆλα, ἃ μέλλει κάρπιμ' ἔσεσθαι.

[4] καὶ πλείω διῆλθον ἄν, εἰ μὴ ᾔδειν ἐραστὴς ἐπαινεσόμενος, ἐν ᾧ καὶ τὸ ἀληθέστατον ἀπιστίαν ἐφέλκεται.

[33]

Δημητρίῳ.

[1]    Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν ἣν ἥδιστα μὲν εἶδον, ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμενος, πρό τε τῆς πόλεως τὸν ὑπ' αὐτῆς τε καὶ μετ' αὐτῆς οἰχόμενον τὸν γενναῖον Ἀρισταίνετον.

[2] νομίζω δὲ τῶν θρήνων μηδέτερον μὲν ἐμόν, ἀμφοτέρους δὲ εἶναι τῆς Λύπης. ἐν ᾧ γὰρ ἐξειστήκειν τε ἐμαυτοῦ καὶ φόβον παρεῖχον τοῖς οἰκείοις ὡς οὐκ ἀντισχήσων τῷ κακῷ, τότε ἐκείνη λαβοῦσά μου τὴν χεῖρα ἔγραψεν ὅ τι ἤθελεν.

[3] οἷς δὲ ἑκάτερον ἔδειξα, τέτταρες ἦσαν, οὐ γὰρ ἦν ὁ καιρός μοι θεάτρου, πρὸς μὲν τῷ θείῳ Πρισκιανὸς ὁ ῥήτωρ, ἐπὶ δὲ τούτῳ Φιλοκλῆς ὁ καλὸς καὶ ὅ γε φιλεῖν μεμελετηκὼς Εὐσέβιος. Σαβῖνος δὲ ἄρα ἦν ἐπ' ἀγροῦ.

[4] οὗτοι μὲν ἐμοῦ, τούτων δὲ οὐδεὶς ὅστις οὐκ ἤκουσεν ὡς ἀκούσει· καὶ αὐτίκα με περιειστήκεσαν ἀνάγκαι κελευόντων ἢ ἀναγινώσκειν ἢ ὁμολογεῖν ἀδικεῖν. ἔδωκα τὸ βιβλίον, οἱ δὲ παραλαβόντες οὐ πολλοὺς ἀνηκόους ἀφῆκαν. ἐξέστω δὲ καὶ σοὶ μόνῳ τε ἐντυχεῖν, εἰ βούλοιο, καὶ σὺν ἄλλοις, εἰ τοῦτ' ἀρέσκοι.

[5] δοκεῖς δέ μοι καὶ αὐτὸς εἰργάσθαι τι τοιοῦτον εἰς τὸν ἀδελφόν· οὐ γὰρ ἦν τοῦ σοῦ στόματος σιγῇ θάψαι τὸν ἄνδρα ἐκεῖνον. πέμπε οὖν ὡς καὶ αὐτῷ μονῳδίαις οὐκ ἀηδῶς συνόντι μετὰ τὸν σεισμὸν ἐκεῖνον. θαυμάζω δὲ εἰ νῦν τοιούτων ἀπολαύοντες τῶν βοτρύων τὴν παροῦσαν ὥραν χειμῶνα καλεῖν τολμήσετε.

[34]

Ἰαμβλίχῳ.

[1]    Οὐ μόνον οὐκ ἄχθομαι παρακαλούμενος, ἀλλὰ καὶ χαίρω προτρέποντος, ὅτι μοι τούτῳ δηλοῦται τὸ καὶ αὐτὸν ἐνεργὸν εἶναι σέ.

[2] τὸ μὲν οὖν φροντίζειν ὅπως μὴ εἰς ὄνους ἀφ' ἵππων ὅ τε θεῖος ἐπαινεῖ καὶ ἐγώ, ὀψὲ δὲ τοῦτο ἰδόντες. οἶμαι γὰρ ἤδη τι φοιτᾶν ἡμῖν ἐκεῖθεν, ἐλπίζομεν δὲ αὐτὸ θήσεσθαι διὰ τῶν ἀρχόντων καλῶς.

[3] Μοδέστῳ δὲ μέλλοντι νυκτὸς ἐπὶ Κιλικίας δραμεῖσθαι βιβλίον ἑσπέρας εἰσάγω τὰ δῶρα ἐγγράψας, Ὀλύμπιος δὲ οὐκ ἀπῆν. ὁ δὲ τοῖς ἄλλοις ἥδεσθαι φήσας ὡς οὐκ ἔχουσιν ὄγκον διεωθεῖτο τοὔλαιον. ἡμῶν δὲ οὐκ ἀνιέντων ἀνέβη μὲν ὡς ἄμεινον ζητήσων ᾗ χρὴ ποιεῖν, οἷα δὲ ἐν θορύβῳ τῷ περὶ τὴν ἔξοδον, ἀφῃρέθη τὴν περὶ τούτου ψῆφον. ἦν οὖν λοιπὸν ἀναμεῖναι.

[4] σοὶ μέντοι μένειν μὲν οὐκ ἔστιν ἐκεῖ, χωρεῖν δὲ ἀνάγκη δεῦρο τοῦ τε μαχέσασθαι πρὸς τὴν ἀπὸ Θρᾴκης εἴσπραξιν καὶ διαφυγεῖν ὅλως βουλήν, ἣ τοῖς μὲν ἀνωνύμοις λυσιτελεῖ, τοὺς δ' οἷα σὺ διαδεξαμένους οὐκ ἂν λαμπροτέρους θείη.

[35]

Ἰουλιανῷ.

[1]    Ἀλλά σοι τὸ μὲν σῶμα, ὡς ἐμήνυες, διὰ τέλους ἔχοι, τῇ λύπῃ δὲ φάρμακον ἔλθοι παρὰ τοῦ θεοῦ, μᾶλλον δέ, τὸ μέν τι τῆς λύπης δεῖται θεοῦ, τὸ δὲ ὑμεῖς ὑμῖν αὐτοῖς παῦσαι κύριοι. τὸ μὲν γὰρ ἀνορθῶσαι τὴν πόλιν ἕτοιμον, εἰ βουληθείητε, τῆς δ' ἐπὶ τοῖς τεθνεῶσιν ἀθυμίας ἐξ οὐρανοῦ ποθεν ἔλθοι παραμυθία.

[2] μακαρίζω δὲ ἔγωγε τὴν Νικομήδους καὶ κειμένην. ἔδει μὲν γὰρ ἑστάναι, τετίμηται δὲ ὅμως πεσοῦσα δάκρυσι σοῖς. τοῦτο δὲ οὐ μεῖον οὔτε τῶν θρήνων, οὓς ἐπ' Ἀχιλλεῖ Μούσας ἐγεῖραι λόγος οὔτε τῆς ᾑμαγμένης ψεκάδος, ἣν ἐπὶ Σαρπηδόνι μέλλοντι τελευτήσειν ἀφῆκεν ὁ Ζεὺς παῖδα φίλτατον τιμῶν.

[3] τοῦ μὲν οὖν τὴν πάλαι πόλιν αὖθις γενέσθαι πόλιν ὑμῖν μελήσει, Ἐλπίδιος δὲ ἦν μὲν καὶ πρότερον ἀγαθός, νῦν δὲ ἡ τῶν τρόπων ἐπίδοσις ἀξία θαυμάσαι. καὶ οὐκ ἄρα μόνον τὸ τοῦ Σοφοκλέους

   σοφοὶ τύραννοι τῇ σοφῶν συνουσίᾳ, ἀλλὰ καὶ βασιλέως σοφία τοῖς συνοῦσιν ἂν εἰς ἀρετὴν ἡγοῖτο.

[4] οἷα καὶ σὺ τουτονὶ τὸν ἄνθρωπον ὤνησας οὐ μᾶλλον εὐπορώτερον ἢ βελτίω δείξας. καὶ γὰρ εἰ καὶ νεώτερος Ἐλπιδίου, σὺ γέγονας τῶν γε καλῶν τούτων Ἐλπιδίῳ διδάσκαλος τῷ πρεσβυτέρῳ, τῆς ἐπιεικείας, τῆς προθυμίας τοῦ ποιεῖν εὖ τοὺς φίλους, τοῦ ποιοῦντα χαίρειν, τοῦ πρᾴως τοῖς ἀγνῶσιν ἐντυγχάνειν, τοῦ τὸν ἐντυγχάνοντα κατέχειν. ὅσοι γὰρ αὐτῷ προσελθόντες προσεῖπον, τοσοῦτοι τὸν ἄνδρα ἐθαύμασαν, εἶτα εὐθὺς ἐφίλησαν καὶ μᾶλλόν τι τὴν σὴν κατεθεάσαντο γνώμην ἐν τοῖς ὑπὸ σοῦ πεπιστευμένοις.

[5] ἐμοὶ δὲ καὶ τούτῳ πυκνοὶ μὲν οἱ πρὸς ἀλλήλους λόγοι, πάντες δὲ περὶ σοῦ τε καὶ τῆς γνώμης ἣν ἔχεις καὶ τῶν πραγμάτων ἐν οἵοις ὢν ὅστις εἶ πρὸς αὐτά. καὶ οὕτως ἐγγὺς ὧν πράττεις ἐπὶ τῆς διηγήσεως ἦν, ὥστε σοι μικροῦ διελεγόμην ὡς ἂν παρόντι.

[6] κάλλιστον δὲ ὧν ἤκουον τὸ ἐλαύνειν σε τοὺς βαρβάρους καὶ τὰς νίκας εἰς συγγραφὴν ἄγειν καὶ τὸν αὐτὸν ὄντως ῥήτορά τε εἶναι καὶ στρατηγόν. Ἀχιλλεῖ μὲν γὰρ Ὁμήρου ἔδει καὶ Ἀλεξάνδρῳ πολλῶν Τιτήνων, τρόπαια δὲ τὰ σὰ μνήμης τεύξεται τῇ τοῦ στήσαντος φωνῇ· τοσοῦτον ἔφθης τοὺς σοφιστὰς οὐ τὰ ἔργα μόνον πόνον αὐτοῖς προθείς, ἀλλὰ καὶ τὴν πρὸς τοὺς λόγους οὓς ἐπὶ τοῖς ἔργοις ἐποίησας ἅμιλλαν.

[7] πρόσθες δὴ τοῖς τροπαίοις καὶ τὸ Πομπηιανὸν τῶν δικαίων τυχεῖν καὶ νόμισον καὶ ταύτην οὐ φαύλην τὴν παράταξιν. ὁ δὲ ἀνὴρ οὗτος ἐκεῖνός ἐστιν, ὅν ποτε ἐνθένδε πρεσβεύοντα ἡδέως εἶδες ἐν Βιθυνίᾳ καὶ μαθὼν ὧν ἀπεστέρητο κατέστησας εἰς ἐλπίδας, ὡς ἄρα κομιεῖται τὰ αὑτοῦ. τούτων μοι μεμνῆσθαι τῶν ὑποσχέσεων, ὦ βασιλεῦ. [36] [t]

Δημητρίῳ.

[1]    Ὁ μὲν Πίνδαρός πού φησι μήλων τε χρυσῶν εἶναι φύλαξ, τὰ δὲ εἶναι Μουσῶν καὶ τούτων ἄλλοτε ἄλλοις νέμειν, ἐγὼ δὲ αὐτὸς μὲν ἡγοῦμαι ληρεῖν, σοὶ δὲ φαίνομαι χρυσᾶ γεννᾶν. καὶ νῦν ἡμᾶς ἐξ ὧν ἐθρηνήσαμεν εἰς τοὺς τῶν τραγῳδιῶν κατελόχισας ποιητάς. ὅρα εἴ σου ταῦτα ἀνέξεται Σοφοκλῆς ἤ τις ἄλλος τῶν ὁμοτέχνων αὐτῷ.

[2] ἀλλ' ἐπειδή σε μὴ δύναμαι παῦσαι τῶν ἐμῶν ἐπιθυμεῖν, πέμπω σοι τῶν ἐμῶν ἃ κελεύεις, ἐν οἷς τε περὶ μισθοῦ διείλεγμαι καὶ Στρατήγιον ἐπαινῶ, καὶ δὴ καὶ τὸν ἀγῶνα. καὶ δὴ τέταρτος ἥκει σοι ‹ἡ› τῆς ἡμετέρας εὐφημία, ἧς ἔν γε τοῖς Ὀλυμπίοις, ὅσον ὁ νόμος ἐπέτρεψεν, ἤκουσεν ἡ πόλις. ἡ πανήγυρις δὲ ἔργον ἦν, ὃ φεύγοντες οἱ πολλοὶ καταφεύγουσιν εἰς τὰς πόλεις.

[37]

Μοδέστῳ.

[1]    Μικροῦ τὸν δεσμὸν ἀπορρήξας, ὁ δέ ἐστι νέοι καὶ τέχνη καὶ τὰ τοῦ διδάσκειν κακά, μετὰ τῶν βελτίστων τουτωνὶ τῶν ἑλκομένων ἧκον· τοσοῦτος ἐμέ τε καὶ τὴν πόλιν ἔσεισε φόβος. ἔστι γὰρ οὖν ἄνθος τῆς πόλεως ἡ τούτων οἰκία.

[2] λογιζόμενοι δέ, τίς ἦν ὁ καλῶν καὶ παρ' ὃν ἥξουσι, πείθειν εἴχομεν ἡμᾶς αὐτούς, ὡς ἄρα αὐτοὺς δέχεται λιμήν, οὐ σκόπελος. ὥστε ἀνεπνέομεν πρὸς ἀλλήλους λέγοντες· τί δ' ἂν γένοιτο κακὸν ἀπὸ τοῦ καλοῦ Μοδέστου; καλὸν δὲ εἶναί σε τοῖς τε ὅλοις πειθόμεθα καὶ μάλιστά γε δὴ τούτοις αὐτοῖς ὧν τὰ παρόντα μέρος.

[3] πρᾶγμα γὰρ παραλαβών, ὃ πεσὸν εἰς χεῖρας ἄρχοντος τέρψιν τινὰ τὸ κακῶς ποιεῖν ποιουμένου πολλὴν ἂν ἤγειρε φλόγα, γαλήνην ἀπέφηνας τὴν προσδοκωμένην ζάλην τοῖς μὲν δοὺς ἀναβάλλεσθαι, τοὺς δὲ ὅλως ἀπαλλάξας ἐπί τε τοὺς ὀρφανοὺς οὐκ ἐάσας ἁρπαγὴν κωμάσαι.

[4] σὺ καὶ τὴν τούτων οὓς νῦν ἔχεις ἀδελφὴν ἐδάκρυσάς τε ἀγομένην καὶ ηὔξω τε ἡμῖν ἀποσωθῆναι καὶ τάχα οὐκ ἀτυχήσεις. γενοῦ δὴ καὶ τούτοις ἀνθ' Ἑρμιόνος καὶ τὴν γνώμην ἣν ἐνεστήσω νόμισον νόμον. τοὺς μὲν γὰρ ἄλλους ἀλλοτρίοις παραδείγμασι παιδεύομεν, σὺ δὲ ἂν τοῖς σοῖς ἀκολουθήσῃς, πάνθ' ἡμῖν εὖ κείσεται.

[5] πολλαχόθεν δέ μοι τῶν ἀνδρῶν μέλει καὶ μὴ πᾶν ὑπὲρ αὐτῶν ποιοῦντι λόγος οὐκ ἔσται. φιλίαν τε γὰρ ἐκ πατέρων δεδέγμεθα δίκαιά τε προσγεγένηται μείζω. τῷ μὲν γὰρ Ἀντιόχῳ πάλαι συμφοιτῶν νῦν υἱὸν ἐν μουσείοις τρέφω μόνον ὄντα αὐτῷ, τῷ δ' Ἀρσενίῳ συνεφοίτων μὲν καὶ αὐτῷ πρεσβύτερος νέῳ, γενομένῳ δὲ ἀνδρὶ δι' ἀρετὴν τρόπων εἰς τὰ μάλιστα χρῶμαι, καὶ νῦν ἃ πρὸς τοὺς ἄλλους ἀπόρρητά μοι, ῥητὰ πρὸς τοῦτον.

[6] περὶ δὲ αὖ τοῦ τρίτου τί μεῖζον εἴποιμ' ἂν ἢ ὅτι τοιούτους ἀδελφοὺς οὐ καταισχύνει κεκτημένος μὲν μικρά, τῷ μὴ πολλὰ δὲ οὐ λυπούμενος, ἡσυχίαν τιμῶν καὶ τὸ τοῖς φίλοις εἶναι βέβαιος ἀσκῶν;

[7] τούτους ἡμῖν, ὦ θρέμμα Δίκης, ἀπαθεῖς τε καὶ ταχέως ἀπόπεμπε τῇ τε ἄλλῃ φυλάξας καὶ τῷ μὴ τοῖς κυσὶν ἐκδοῦναι.

[38]

τῷ αὐτῷ.

[1]    Οὐκ ἂν καὶ τόδε σημεῖον εἴη τῆς περὶ τοὺς λόγους ὁρμῆς, εἴ σοι τοὺς πόνους ἐπιστολῆς ἀνάγνωσις ἐπεκούφισε; τοὺς μὲν γὰρ ἄλλους ἐπὶ τοῖς μήκεσι τῶν ὁδῶν ἐλαίῳ τε καὶ λουτροῖς καὶ πότῳ τὴν ῥώμην ἀνακτωμένους ὁρῶ, σοὶ δ' ἀντὶ τούτων γράμματα καὶ ταῦτα οὕτω μικρά, προσθείην δ' ἂν ὡς οὐδὲ πάνυ καλά.

[2] τί ποτ' ἂν οὖν ἔδρας, εἰ μακρά τε ἦν καὶ καλά; τῆς δὲ ἐπιστολῆς ἡ βραχύτης οὐκ ἐκ ῥᾳθυμίας, ἀλλ' ἐξεπίτηδες συνέστελλον εἰδώς, ὅτι σου τῶν ὀφθαλμῶν δεῖται τὰ πράγματα.

[3] Ῥωμύλον δὲ τιμῶν μὲν ἄξιον οἶδα, τιμωρίας δὲ οὐδεμιᾶς. ᾧ πλέον ἤδη τοῦ ἡμίσεος πέπρακται, πρὸς δὲ τὸ πέρας ὁ δρόμος. καίτοι τοῦτο Νεβρίδιος ἀεί ποτε θέλων ἔμεινεν ἐν τῷ βούλεσθαι, πρᾶξαι δὲ οὐκ ἠδυνήθη.

[4] σὸν δὲ ἐπίταγμα πᾶν, ὡς ἔοικε, δυνατόν. ἐπεὶ γὰρ αὐτὸς κρείττω ποιεῖς ἐλπίδων, καὶ τοῖς σοῖς ὑπηρέταις εἰς τὰ σὰ βλέπουσιν ἔρως ἐμπίπτει πάντα κατορθοῦν. τὸν δὲ Ὀλύμπιον ἴσθι σοι τὸν αὐτὸν εἶναι καὶ πλεῖστον ἀπέχειν μεταβολῆς.

[39]

Οὐρβανῷ.

[1]    Νῦν τε ἐπιστέλλων καλῶς ποιεῖς καὶ εἰ πρότερον ἐπέστελλες, καὶ τότε ἂν καλῶς ἐποίεις. εἰ γὰρ ἐγὼ μέν σε πάλαι φιλῶ, σὺ δὲ τοῦτο οὐκ ἠγνόεις, τίνα εἶχε λόγον ὀκνεῖν μέλλοντά γε χαριεῖσθαι φίλῳ; σοὶ δ' εἰ σιγῶντι μηδεμία συγγνώμη, πάντως δήπου πᾶσα ἀνάγκη λόγου.

[2] θαρρῶν τε οὖν γράφε καὶ συνδιάφερε τῷ καλῷ Μοδέστῳ τοὺς πόνους ἐν τῇ τῶν ἱδρώτων κοινωνίᾳ τὴν τῶν ἐπαίνων ἐννοῶν κοινωνίαν. [40] [t]

Θεμιστίῳ.

[1]    Οὐ σοὶ συγχαίρω μᾶλλον τοῦ τὴν πόλιν ἄγειν ἢ τῇ πόλει τοῦ παραδοῦναί σοι τὰς ἡνίας. σοὶ μὲν γὰρ οὐδὲν δεῖ δυνάμεως, τῇ δὲ ἡγεμόνος ἀγαθοῦ. σοῦ δὲ τίς ἐκείνῃ πρότερος, δι' ὃν γέγονεν ἀνδράσι μείζων τῶν μὲν ἐχόντων ἀρετὴν μετὰ πλούτου, τῶν δὲ μὴ χρήματα, φύσιν δὲ ἀμείνω χρημάτων; [2] ἀλλὰ τούτους γε τοὺς πένητας, ὦ δαιμόνιε, πλήρωμα μὲν εἶναι τῇ βουλῇ βούλου· χρυσὸν δὲ εἴ τις εἰσπράττοι, κωλύσεις, ὅπως αὐτοῖς μὴ τὸ κοινωνεῖν τῶν παρ' ὑμῖν καλῶν αἴτιον ᾖ κακῶν.

[3] οἱ μὲν οὖν ἄλλοι δι' ὧν οἴονται τεύξεσθαι τῶν δικαίων, τούτοις διαλέξονται, σὺ δέ μοι σῶζε σόν τε καὶ ἐμὸν φίλον ἔχοντα πλὴν δόξης οὐδέν. Ἰουλιανὸς οὗτός ἐστιν, ἀδελφὸς Ἱεροκλέους τῷ τε σπέρματι καὶ τοῖς τρόποις.

[4] ὃν ὁρῶν εἰς ὑμᾶς ἐγγραφόμενον ἐγέλων ἐννοῶν, ὡς αὐτίκα μάλα αὐτὸν ἐξαλείψει τὸ πένεσθαι. ἔπειτ' ἐπελαβόμην τοῦ γέλωτος ὡς ἀρκέσον ὑμῖν ἄνδρα ἔχειν ᾧ πλουτεῖν ἐξὸν κακῶς οὐκ ἠξίωσεν. ὡς δὲ ἧκε γράμματα δεῖν καὶ τόνδε θεῖναι χρυσίον, ἐνταῦθα ἀντὶ τοῦ γελᾶν ἐταραττόμην καὶ ἐδόκει χρῆναι καταφεύγειν ἐπὶ τὴν Ἑρμογένους πρᾳότητα. καὶ οὕτω ποιοῦμεν.

[5] ὁ δὲ τὰ ὄντα μαθὼν ἐξαιρεῖται τῶν ἑλκόντων, οἷς τὸ ἕλκειν εἰς αὐτὸ τοῦτ' ἂν ἐτελεύτα τὸ ἕλκειν· οὐ γὰρ ἦν λαβεῖν.

[6] ἐκεῖνος μὲν οὖν ἀφῆκεν· ἀλλ' ἔστιν ἕτερος δεσμός, ὃν ἂν μὴ σὺ λύσῃς, αἴνιγμα ἡμῖν ὁ φίλος ὁμοῦ λελυμένος τε καὶ δεδεμένος. ἀλλὰ σὺ λύσεις τὸ αἴνιγμα τοῖς δευτέροις τὰ πρότερα βεβαιῶν καὶ βοηθῶν ἀνδρὶ γνωρίμῳ τε καὶ δανειζομένῳ. τοῦτο δὲ ἐγὼ μὲν σύνοιδα, ἐκεῖνος δὲ οὐκ αἰσχύνεται.

[7] λέγοντι δέ σοι περὶ τῆς ἀχρηματίας ἴσως μὲν οὐδεὶς ἀντερεῖ· εἰ δ' οὖν τις οὕτω κακοδαίμων ὡς μὴ ταὐτὰ φθέγγεσθαί σοι, πέμπε τοῦτον εἰς Φρυγίαν, ὁ δέ σοι πεπεισμένος ἐπανήξει πένητα τὸν Ἰουλιανὸν εἶναι.

[41]

Ἀδαμαντίῳ.

[1]    Ἦν μὲν ὄφελος οὐ μικρὸν τῷ παιδὶ παρὼν ὁ παιδαγωγός, καὶ γὰρ οὐκ ὄνομα ἄλλως οὗτός ἐστιν, ἀλλ' ὄντως ἐπιστάμενος ἄγειν, καὶ μόνος γε ἐν νοσοῦσιν ἅπασι διέφυγε τὸ κακόν· ἐπεὶ δὲ ἔδει σου τὴν ψυχὴν καθῆραι τῆς ἀπάτης, ἣν πολλὴν ἐνετίθεσαν οἷς ἔργον ἀντὶ τοῦ λόγους ποιεῖν περὶ τῶν τοιούτων βλασφημεῖν, ἐκίνησα τὸν Εὐμάθιον ἐσόμενον ἰατρόν, ὃν οὔτ' ἄν τις ἔλαθε ῥᾳθυμῶν οὔτ' ἂν ἔπεισεν ἕτερα τῶν ἀληθῶν.

[2]

μέλλων δὲ ἕλξειν εἰς δικαστήριον τοὺς τὰ καλὰ γράμματα γεγραφότας ἐκεῖνα τοῦ μὴ σοί τινα περιστῆσαι ταραχὴν ἐπέσχον, καὶ ἅμα πρὶν ἰδεῖν δικαστήριον ἐδόκουν μοι δίκην τίνειν ἐν τοῖς υἱέσιν, οὗ καὶ τὸ τεθνάναι τοῖς εὖ φρονοῦσι κουφότερον.

[3] ἀλλ' ἐκείνους μὲν ἔα κακῶς μὲν ἐμὲ λέγειν, κακῶς δὲ αὑτοὺς ποιεῖν, σὺ δ' ἡμῖν τὸν μὲν Ἀνατολίου κηδεμόνα τοῦτον ὡς τάχιστα ἀποπέμπειν, ᾗ χρήσῃ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἀπολογίαν ζητεῖν, ἐπειδὰν ἔργῳ τοὺς συκοφάντας ἐλέγχῃ.

[42]

Ἰφικράτει.

[1]    Ἠρόμην, ὅ τι ἡμῖν ὁ καλὸς Ἰφικράτης ποιεῖ, τὸν δὲ ἤκουσα λυπεῖν ἄνθρωπον μὲν οὐδένα, τὰ θηρία δὲ καὶ πάνυ, καὶ τοῖς αὐτοῖς γε λυπεῖν τε ἐκεῖνα καὶ τὴν Ἄρτεμιν εὐφραίνειν· οὐ γὰρ ἀγνοοῦμεν, οἷς τέρπεσθαι λέγουσιν οἱ ποιηταὶ τὴν θεόν.

[2] πάλιν ἠρόμην, εἴ μου ποιοῖτο μνήμην πρὸς τοὺς φίλους ὥσπερ φίλου, τὸν δὲ ἐμάνθανον ἐν τοῖς συλλόγοις ἀεί τινα λέγοντα τοῦτο οὐ λέγειν.

[3] ζητῶν οὖν, ὁπόθεν ἡμῖν εἰς ταύτην ἥκεις τὴν σιγήν, ἐκ τῶν πολλῶν εὐφημιῶν ἐκείνων, ἃς διὰ τῆς οἰκουμένης ἔσπειρας, εὗρον, ὅτι τότε μὲν ὑπὸ τῆς νεότητος ἐξηπατῶ καὶ κύκνον ἡγοῦ τὸν κολοιόν, τὸ γῆρας δέ σε ἐπαίδευσε τὸν κολοιὸν ὅπερ ἐστὶν ἡγεῖσθαι κολοιόν, ἀλλ' ἡμεῖς γε σὲ καὶ τότε καὶ νῦν κύκνον [43] [t]

Λεοντίῳ.

[1]    Ὅτι μὲν τὸ νῦν ἐπιστεῖλαι κατηγορίαν ἔχει τοῦ μὴ πρότερον ἐπιστεῖλαι, εἰ γὰρ νῦν τὰ δίκαια ποιῶ γράφων, τότε ἠδίκουν οὐ γράφων, εὖ οἶδα· κάλλιον δὲ ἡγησάμενος τοῦ μηδέποτε τὸ βραδέως προσαγορεύω συμφοιτητὴν ἐπιλελησμένον ἑταίρου. ἢ τοῦτο μὲν οὐκ ὀρθῶς ὑπολαμβάνω, σὺ δὲ μάλιστα μεμνημένος, ἐπειδὴ παρ' ἄλλους οἱ σοὶ φέρονται νεοττοί, κατοκνεῖς;

[2]

ἀλλ', ὦ θαυμάσιε, μὴ τοῦτο ποιοῦ κώλυμα μηδ' οὕτως οἴου τἀμὰ μικρὰ μηδὲ ἐμὴν τὴν ἑτέρων ζημίαν. ἔστι γὰρ καὶ ἐκείνους ἑτέρωσε πέτεσθαι καὶ ἡμᾶς ἀλλήλων ἔχεσθαι, ἐπεὶ καὶ τὸν καλὸν Φιλάγριον ἡγοῦμαί τε καὶ φίλον καλῶ βεβουλευμένον περὶ τῶν υἱέων ἃ μήποτε μέμψαιτο.

[44]

Ἀκακίῳ.

[1]    Ὅτι τε ὑγιαίνεις, χαίρω καὶ ὅτι σοι τοῦ πονεῖν πλέον ἐρᾷ Τιτιανὸς ἢ ῥᾳθυμίας ἄλλοι. σοφιστοῦ δὲ εἰ μὲν οὗτος μετέχει βελτίονος ἢ σὺ πρότερον, οὐκ οἶδα· λέγων δὲ χρῆναι τοῦτον τὴν πατρῴαν παρελθεῖν δεινότητα καὶ πτερὰ μικρὸν ὕστερον ἀξιώσεις γενέσθαι σου τῷ παιδί.

[2] καίτοι ῥᾷον ἂν τύχοι πτερῶν ὥσπερ ὁ Περσεὺς ἢ τὸν πατέρα παρέλθοι τοῖς λόγοις, οὐδὲ γὰρ ἐκεῖνος τὸν Δία. καὶ τοῦτο οὐκ ἀδίκημα τοῦ νέου, εἰ μὴ καὶ τὸν Ὕλλον γράψῃ, διότι παῖς ὢν Ἡρακλέους οὐκ ἀπέκρυψε τὸν πατέρα.

[3] μαντεύομαι δὲ καὶ οἷς χρήσεται πρὸς σέ· καλὸς μὲν ἐπανῆλθον, σοὶ δὲ οὐκ ἴσος, ὦ πάτερ. εἰ μέν τις τούτων, οἷς ὑπῆναι βαθεῖαι καὶ θρόνοι, τὴν σὴν γλῶτταν νενίκηκε, λάμβανε παρ' ἐμοῦ τῆς ἥττης δίκην· εἰ δὲ κοινὸν τοῦτο τῶν νῦν ἐν λόγοις, μὴ ἐμὲ αἰτιῶ μόνον ἐν πολλοῖς ἡττημένοις.

[4] ἂν ταῦτα λέγῃ, τί ἐροῦμεν ἢ τί φήσομεν; φησὶν ὃν μιμῇ, Δημοσθένης. σὺ μὲν οὖν ὅ τι ἀποκρινῇ σκόπει, Μάρκελλον δὲ εὐθύς τε βέλτιστον εἶναι ἐπείσθην, σὺ γὰρ ἐπῄνεις, χρόνῳ τε διδόντα πεῖραν εὗρον οὐ χείρω τῶν ἐπαίνων, τὸ γὰρ τῆς σκιᾶς ποιεῖ πρὸς τὸν νέον. οὐκ ἔστιν ὅτε οὐ σύνεστι.

[5] καίτοι μοι δοκεῖ καὶ Μαρκέλλου γε ἀπόντος εἶναι ἂν οἷόσπέρ ἐστι παρόντος Τιτιανός· οὐ δύναμαι γὰρ διαστήσασθαι τόν τε ἔξωθεν ἠναγκασμένον καὶ τὸν ἐξ ἐπιθυμίας. ὅ τε οὖν παιδαγωγὸς καὶ τὸν ἀργότατον ἐπήγειρεν ἂν ὅ τε τῶν λόγων ἔρως ἤρκεσεν ἂν ἀντὶ παιδαγωγοῦ τῷ παιδί.

[6] Μάρκελλος μὲν οὖν ἐν ᾧπερ ἐστὶν ἔστω, καὶ γὰρ εἰ μὴ παρακλήσεώς γε δεήσεται πρὸς αὐτόν, ἀλλ' ἐπαίνοις γε χρήσεται πρὸς αὐτόν. τὸ δέ ἐστι πονοῦντι μέλιτος ἥδιον.

[7]    Ἐγὼ δέ σου γράμματα ἐν Ἑρμογένους τεθήρακα τόνδε τὸν τρόπον· εἰσελθὼν ἔστην αὐτοῦ πλησίον ἐν δεξιᾷ. ὁ δὲ ἀνεγίνωσκεν ἐπιστολήν, ἤδη δὲ ἦν ἐπὶ τῷ τέλει. ὅστις μὲν οὖν ὁ ἐπιστείλας, ἰδεῖν οὐκ εἶχον, ἐκέκρυπτο γὰρ ἐν θατέρᾳ ταῖν χεροῖν, στήσας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν τῶν γραμμάτων τύπον εἴκαζον ἥκειν αὐτὰ παρὰ σοῦ.

[8] τῷ δ' ἔδοξεν αὖθις ἀπολαῦσαι τῆς ἐπιστολῆς καὶ οὕτως ἐξεφάνη τοὔνομα. καί με ποιεῖται τῆς ἀναγνώσεως κοινωνόν, τῇ δὲ ἀνεμέμικτο θαῦμα. διαπαυσαμένων δὲ μεθίσταται πρὸς λόγον Ἑρμογένης μακρόν, μᾶλλον δὲ μικρόν, περὶ γὰρ τῶν σῶν καλῶν καὶ τὸ μῆκος μικρόν. ἔλεγε δὲ φιλίας τε ἀρχὴν καὶ αὔξην καὶ τἄλλα ἃ δίδως λέγειν καὶ ὡς ἀχθεσθείη τε ἀρρωστοῦντος ἐπισκέψαιτό τε ὡς ἐνῆν αὐτῷ.

[9] ταῦτα ὁ μὲν ἔλεγεν, ἐγὼ δὲ ἤκουον, ἐχαριζόμεθα δὲ ἀλλήλοις, ὁ μὲν ἐμοὶ διὰ τῆς διηγήσεως, ἐγὼ δὲ ἐκείνῳ τῷ σὺν ἡδονῇ τὴν διήγησιν δέχεσθαι.

[45]

Ἐκδικίῳ.

[1]    Ἐμοὶ σὺ δοκεῖς ὑπὸ τῆς σῆς μὲν ἀδελφῆς, Φιλοξένου δὲ μητρὸς ἐπὶ τὸ κινεῖν με κινεῖσθαι. ποιεῖ δὲ ταὐτὸ καὶ πρὸς τὸν ἐμὸν θεῖον διὰ τῆς ἐκείνου γυναικός. ὁ δ' ἅπερ σὺ γράφεις κελεύει παρών, ὅπως ἡμῖν ἔσται ῥήτωρ ὁ νεανίσκος.

[2] φράζε δὴ τῇ Φιλοξένου μητρὶ τὸν παῖδα αὐτῇ θεοῦ διδόντος ἔσεσθαι τοιοῦτον ὡς ἀρκεῖν αὐτῇ· γνώμη τε γὰρ βουλομένη φύσις τε δυναμένη.

[46]

Μοδέστῳ.

[1]    Ἥδομαι τῇ τοιαύτῃ συκοφαντίᾳ, κἂν ἔτι πλείω γράμματα ἔχων πάλιν μηδὲν ἔχειν λέγῃς, ἔτι μᾶλλον ἡσθήσομαι. τὸ γὰρ ψεῦδος ἐρῶντος καὶ τῇ τοῦ λαμβάνειν ἐπιθυμίᾳ τὸ λαβεῖν ἀρνουμένου.

[2] ὥσπερ οὖν, εἰ μίαν εἰληφὼς ἐπιστολὴν ἐπῄνεις τὸ πλῆθος τῶν γραμμάτων, σαφὲς ἂν ἐποίεις, ὡς οὐδὲν δέοιο γραμμάτων, οὕτω νῦν ἐπὶ πολλοῖς τοῖς ἐλθοῦσιν ὡς οὐδὲν ἔλθοι καταβοῶν μηνύεις μηδὲν ἄν σοι πλῆθος ταυτηνὶ παῦσαι τὴν δίψαν· ἐπεὶ ὅτι γε τῶν σῶν χελιδόνων αἱ ἡμέτεραι πλείους, ἔχω λέγειν, πλὴν εἰ μὴ τοῦτο λέγεις, ὡς ὅστις μετὰ τοῦ πράττειν πέπομφε τρεῖς, νενίκηκε τὰς πέντε τοῦ ζῶντος ἐν μόνῳ τῷ γράφειν.

[3] μισῶν δὲ ἔγωγε τὸν Πέρσην καὶ πρότερον, ὅτι δὴ ποιεῖν κακῶς ἐπιχειρῶν ἔπειτα πάσχων ἐρᾷ κακῶν, νῦν μᾶλλον ἡγοῦμαι δυσμενῆ σοί τε περιιστάντα πόνους ἡμᾶς τε τοσούτου χρόνου ἡδίστην συνουσίαν ἀφῃρημένον.

[4] ἀλλὰ σύ γε καὶ ἀπὼν οἷς δίδως ἐλπίζειν εὐφραίνεις ψιλαῖς παρασκευαῖς τὸν πολέμιον ἐκφοβῶν. καί σε εἰ καὶ βραδύτερον, ἀλλὰ σεμνότερον ὄψομαι τῶν δρόμων τουτωνὶ τῶν πολλῶν μισθὸν κομιζόμενον εὐφημίας. τότε δή, τότε τῶν νῦν ἀηδῶν μεμνήσῃ μεθ' ἡδονῆς.

[47]

Δημητρίῳ.

[1]    Ὅταν ἐχθρὸς ὤν τις ταῦτα περὶ ἡμῶν ψηφίζηται, τότε ἀξιώσω μέγα φρονεῖν ὡς ἂν καὶ τοῦ μισοῦντος τῇ ῥώμῃ τῶν λόγων κεκρατηκώς, ἐπεὶ καὶ Δημοσθένην ὁρῶ τὰ ἄριστα προελέσθαι δεικνύντα τῷ μηδὲ τοὺς ἐχθροὺς ἃ προείλετο συκοφαντεῖν, φίλος δὲ φίλον ἐπαινῶν Ἀστυδάμας ἐστὶν αὑτὸν ἐπαινῶν.

[2]

ἐγὼ δὲ μνησθῆναι μὲν αὐτῶν οἷς ἐπέσταλκας οὐκ

ἂν φαίην, ἥδομαι δὲ τῷ φίλον ἔχειν, οὐ τῷ λόγων οὕτως ἔχειν. τῶν δὲ ἐμῶν ὅ τι ἂν αἰτῇς πέμψομεν τοῦ μὴ λυπεῖν. ἄλλως δὲ οὐ πέμψομεν τοῦ μὴ δοκεῖν ἡμᾶς αὐτοὺς ἐπαινεῖν.

[48]

Φλωρεντίῳ.

[1]    Ἀλλὰ σοὶ τῆς μὲν προθυμίας ἕνεκα τῆς περὶ ἡμᾶς πολλὰ ἀγαθὰ γένοιτο, τοῦ σώματος δέ μου σφόδρα ἐπιλελῆσθαι φαίνῃ τοιαῦτα ἐπιτάττων. ἐγὼ γὰρ ἐκεῖνος, ᾧ καὶ τὸ εἰς ἀγορὰν ἐμβαλεῖν ἔχει τι πόνου. ὃ γὰρ τοῖς ἄλλοις εἰς τέρψιν ἔρχεται, τοῦτ' ἐμοὶ γλυκὺς ἀγκὼν διὰ τὴν ἀσθένειαν.

[2] εὔξασθαι μὲν οὖν παρ' ὑμᾶς ἐλθεῖν δυναίμην ἄν, ἐλθεῖν δὲ οὐκ ἂν δυναίμην, οὐ μᾶλλόν γε ἢ περᾶσαι πέλαγος ἄνευ πλοίου. καὶ οὐχ ὅτι εἰς Ἰλλυριοὺς ἢ Θρᾴκην οὐκ ἂν οἷός τε εἴην τρέχειν, ἀλλ' οὐδ' ἄν, εἴ με ἐν Κιλικίᾳ καθήμενοι κινεῖν ἐπειρᾶσθε, τῆς γε ἀνάγκης ἐγίγνεσθε κρείττους.

[3] ἃ καὶ Σπεκτάτος εἰδὼς ἔπειθέ σε πρὸς μὲν τὸν βασιλέα περὶ ἡμῶν εἰπεῖν ἐκεῖνα, πρὸς δὲ ἡμᾶς μηνύσαι τοὺς γεγενημένους λόγους, ὅπως αὐτὸς μὲν δοκοῖ μηδὲν ἐλλείπειν, τὴν δὲ αἰτίαν τοῦ μηδὲν πεπρᾶχθαι τὸ σῶμα λάβοι.

[4] Σπεκτάτος μὲν οὖν μὴ παύσαιτο παίζων ἐν ταῖς σπουδαῖς τῶν φίλων, ἐγὼ δὲ ἐνταῦθα μένων οὐκ ἀμελήσω τῶν ὕμνων. εἰ δέ ποθ' ἡμῖν ὁ χρηστὸς φανείη βασιλεύς, ἴσως αὐτὸν οὐ μετὰ σιγῆς ὄψομαι.

[49]

Μοδέστῳ.

[1]    Ἀκούω τοὺς φόβους εἰς ἀκμὴν ἥκειν καὶ τῷ Πέρσῃ γεφύρας γεγονέναι καὶ τὴν διάβασιν ἐν χερσὶν εἶναι. σοὶ δὲ τοῦτο μείζω μὲν ποιείτω τὴν πρόνοιαν, ἀπέστω δὲ τῆς προνοίας ταραχή. τοῦτ' αὐτὸ γὰρ ποιήσει καὶ τὸ δύνασθαι προνοεῖν, ὡς ἐν τῷ τεταράχθαι τοὺς λογισμοὺς ἀνάγκη τυφλοῦσθαι.

[2]

θαρρυνέτω δέ σε πρῶτον μὲν τὸ μὴ πρώτην αὐτῷ ταύτην τολμᾶσθαι τὴν εἰσβολήν, ἀλλ' ἀεὶ μὲν αὐτόν, ἐξ οὗ πολεμεῖ, διαβῆναι πειρᾶσθαι, παθόντα δὲ ἀεὶ κακῶς αὑτῷ μέμψασθαι τῆς ἐλπίδος.

[3] ἔπειτα οὐ τοῖς πλείοσι πανταχοῦ τὸ νικᾶν ἀκολουθεῖ, ἀλλ' ὡς τὰ πολλὰ τὴν πολυχειρίαν ἡττᾶσθαι τῆς σοφίας συμβαίνει. εἰ δὲ τὸ πλέον ἰσχυρότερον ἦν, ἔδει δήπου τὸν τούτου πρόγονον κτήσασθαι τὴν Ἑλλάδα. νῦν δὲ οἶσθα, ὡς ἐστράτευσε μὲν ἐκείνης ἐπιθυμῶν, φεύγων δὲ ἐκεῖθεν ἐπεθύμει σωθῆναι. οὐ γὰρ τῶν αὐτῶν ἦν ὄρη τε διορύττειν καὶ ἀνδρῶν κρατεῖν ἀρετῆς.

[4] ἐντεύξεται δὴ καὶ οὗτος νῦν βουλεύμασι στρατηγῶν, οἳ αὐτὸν διδάξουσιν, ὡς ἄρα κάλλιον ἦν ἐλάφοις μάχεσθαι. καὶ γὰρ ἂν τὸν Τίγρητα διαβῇ, τῶν μὲν τειχῶν ἥττων ἔσται, γῆν δὲ οὔτε κακοῦν οὔτε καρποῦσθαι δυνήσεται, δεδῄωται γάρ, πόλεις δὲ τὰς ἐπ' Εὐφράτῃ ζητῶν μὲν λαβεῖν διατελέσει, λαβὼν δὲ οὐ φανεῖται. τειχίζει γὰρ αὐτὰς ἡ βασιλέως Τύχη.

[5] ταυτὶ μὲν οὕτω χρὴ προσδοκᾶν ἀποβήσεσθαι, τῶν δὲ σῶν πραγμάτων, ἃ τῶν Ἑρμογένους ἐδεῖτο γραμμάτων, οὐκ ἠμελήσαμεν, ἀλλ' ἡμεῖς οἱ μύες μᾶλλον ὑμᾶς ὠφελεῖν πειρώμεθα τοὺς λέοντας ἢ ὑμεῖς ἡμᾶς οἱ λέοντες.

[50]

Δημητρίῳ.

[1]    Ἐμοὶ δέ γε τρεῖς χάριτας κατ' αὐτάς που τὰς θεὰς ὁ Δόμνος δίδωσι σοί τε παρέχων γράφειν καὶ σὰ γράμματα φέρων καὶ προστιθεὶς ταῖς σαῖς ἐπιστολαῖς ἀεί τινα περὶ σοῦ διήγησιν.

[2] ἡμεῖς δὲ αὐτὸν καὶ τὸ πρῶτον ἐξειλόμεθα τῆς ἐπηρείας ‹τῆς› διὰ τὴν μέλλουσαν κηδείαν καὶ νῦν ἔτι καθαρώτερον ἐπ' ἀδείας κατεστήσαμεν ‹ἢ› πρότερον Αὐξεντίῳ τῷ καλῷ δείξαντες, ὡς ἀλγεινὸν ἡμῖν, εἴ τι βιασθείη Δόμνος. καὶ τυγχάνοι γε θεῶν εὐμενῶν ἐκεῖνος, ὃς οὔτε ἔφυγε τὴν χάριν οὔτε ἀηδῶς ἔδωκε.

[3] νῦν δ' ἤδη καὶ πρὸς Εὐθάλιον τὸν γενναῖον πεποιήμεθα λόγους, οὓς οὐκ ἀφῆκε γενέσθαι μακροὺς τῷ πρὸς τὴν χάριν τάχει. τοῦτον δὲ τὸν ἀγαθὸν γέροντα κἂν ἀναγκάσαιμεν ἤδη· παρὰ γὰρ τοῦ Γάμου καὶ τοῦτο ἡμῖν, ὃς ἐκέρασε τὰ γένη.

[4] τὰ μὲν οὖν Δόμνου πρὸς τοῦτο ἀσφαλείας ἥκει· τὸν δὲ ἥδιστον τουτονὶ καὶ καινὸν τῆς γῆς τῆς ὑμετέρας τόκον νέος μὲν ὢν ᾔδειν, διὰ μακροῦ δὲ νῦν εἶδον. καὶ ὅπως μή με ταχέως ἐπιλίπῃ τὸ δῶρον, πράττω διαταμιευόμενος καὶ κελεύων φείδεσθαι τοὺς οἰκέτας.

[5] οὕτω δὲ ὂν ἡδὺ φαγεῖν ἡδίονος ἔτυχεν ἔτι τῶν γραμμάτων ‹τοῦ› μέρους, ἐν ᾧπερ ἥκεις ἱπποκένταυρόν τινα συντιθεὶς Ἀργεῖον, οὐκ †Ἀργεῖον, ὥσπερ ἐγκαλῶν τοῖς πρώτοις τοὔνομα θεμένοις, ὅτι μὴ καλῇ φορᾷ καλὸν ἐξεῦρον. Ἡρόδοτος δὲ ὁ χρυσοῦς οὐκ ἄν μοι δοκεῖ κατοκνῆσαι πάσῃ μὲν οὖν σπουδῇ φέρων ἂν ἐνθεῖναι τοῖς λόγοις, ὅπως δόξῃ πολλὰ εἰδέναι.

[6] πάντως δὲ οἶσθα τὸν ἄνδρα. ἀλλὰ σύ γε εὖ ποιῶν ἔδεισας τὴν ἀηδίαν. τό τε γὰρ ὄνομα μακρὸν τῶν τε πέντε συλλαβῶν δυοῖν γραμμάτων ἐν ἑκάστῃ τὸ δεύτερον ἄλφα, ὥστ' ἐπιεικῶς ὅ γε ὀνομάζων ἐπιγελᾷ· τοιαῦτα ὑπὸ τῆς προσηγορίας πάσχει τὸ στόμα.

[7] τῷ μέντοι μεμνημένῳ τῶν τοῦ Εὔνεω μέτρων τῶν χιλίων ἐξῆν που μνησθῆναι καὶ τῶν Λεύκωνος μεδίμνων τῶν ἐπὶ τοῖς μυρίοις τρισχιλίων.

[51]

Ὀλυμπίῳ.

[1]    Καλῶς ἐποίησας ἀπολύσας ἡμᾶς ἐν αὐτοῖς τοῖς ἐγκλήμασι τῆς αἰτίας. εἰπὼν γάρ, ὡς οὐ θαυμάζοις, εἰ κακὸς ὢν περὶ τοὺς φίλους μὴ γράφοιμι τοῖς φίλοις, ὡς μὲν πονηρὸν ἔχεις διώκειν, μέμφεσθαι δὲ τῷ μὴ γράμματα λαβεῖν οὐκέτ' ἂν ἔχοις. τοῦ τε γὰρ Εὐρυβάτου τὸ πονηρεύεσθαι τοῦ τε Αὐτολύκου τὸ κλέπτειν Μελιτίδου τε τὸ μωραίνειν ἐμόν τε, εἰ κακὸς ἐγώ, τὸ τοὺς φίλους ἀδικεῖν.

[2] ὅταν οὖν με καθήρῃς τῆς πονηρίας, ἔστι γάρ σοι καὶ περὶ ψυχὴν οὐχ ἧττον ἢ τὰ σώματα τέχνη, τότε μου τὴν σιγὴν αἰτιῶ· δεινὸν γὰρ ὡς ἀληθῶς ἀγαθὸν ὄντα με τοιαῦτα ποιεῖν. ἕως δέ με περιορᾷς γέμοντα πονηρίας, ἀνέχου τῶν ἀπὸ τῆς πονηρίας.

[52]

Κλεάρχῳ.

[1]    Ἡμῖν τε, ὡς ἔοικεν, ἀεὶ πράγματα ἐκ τῶν Σευήρου τρόπων ἀναφύεται σοί τε ἀπαλλαγὴ τῶν παρ' ἡμῶν περὶ τούτων οὐκ ἔσται γραμμάτων. ὁ γὰρ ἄνθρωπος ἀτεχνῶς ὕδρα, κἂν τέμῃς τὴν κεφαλήν, ἑτέρᾳ μαχῇ κεφαλῇ, κἂν ταύτης κρατῇς, ἐντεύξῃ τρίτῃ.

[2] καί μοι δοκεῖ κἂν ἀποθνήσκων παραινέσαι τοῖς κληρονόμοις μεμνῆσθαι Κλεοβούλου, καὶ οὐκ ἀπορήσειν χρημάτων, ἐπεὶ καὶ νῦν βοᾷ μὲν Ἀλέξανδρος, κεκίνηκε δὲ ἐκεῖνος, καὶ τὸ ὑπόδημα ἄλλος μὲν ἔρραψεν, ἄλλος δὲ ὑπεδήσατο.

[3]

δεῖ δὴ τῶν Γύγου χρημάτων ἡμῖν, εἰ μέλλοιμεν ἑκάστῳ δώσειν τῶν βουλομένων λαβεῖν. ἀεὶ γὰρ ὁ βουλόμενος ἔσται. καὶ νῦν μὲν Ἀλέξανδρος εἰσπράττει, μικρῷ δὲ ὕστερον Ἀντίπατρος ζητήσει καὶ Παρμενίων. Κλεοβούλῳ δὲ τῷ διδασκάλῳ τοσαῦτά ἐστιν, ὅσα τὸν ἄνδρα ποιεῖν μὲν ἀγεννὲς οὐδὲν καταναγκάζει, ζημίας δὲ ἀδίκους εὐχερῶς φέρειν οὐκ ἐᾷ.

[4] τὸν οὖν ὧν συνέθετο πρὸς ἡμᾶς ἐπιλελησμένον Σευῆρον ἀναμίμνησκε τῶν συνθηκῶν δεικνὺς ἅμα τὸ δεσμωτήριον, ὃ δικαίως ἂν οἰκοίη μὴ ταῖς ὁμολογίαις ἐμμένων. καὶ γὰρ ἄτοπον τοὺς μὲν τῇδε παρ' ἡμῶν πεπεῖσθαι τοῦθ' ὅτι Κλεάρχῳ γνώμη τέ ἐστι τιμῶσα τὰ δίκαια ῥώμη τε ἀρκοῦσα τὰ δίκαια βεβαιοῦν, σὲ δὲ ἀμελῆσαι φίλων ἠδικημένων καὶ καλούμενον ὥσπερ Ἡρακλέα σύμμαχον εἶτα φανῆναι βοήθειαν συκίνην.

[53]

Μοδέστῳ.

[1]    Δόμνος ἐκεῖνος, ᾧ τὴν ζημίαν ἀνεβάλου κελεύσας εἰς τὴν βασιλέως πρᾳότητα καταφεύγειν ὑπὲρ τῆς ἀπαλλαγῆς, τὸ μὲν πεποίηκε καὶ τετύχηκεν ἐλέου, δεῖται δέ σου τοῦτον αὐτῷ βεβαιῶσαι τὸν ἔλεον.

[2] φυλάττων δὴ τὸν σαυτοῦ νόμον, εἰ δὲ βούλει, τὸν τοῦ Διός, ὁ δέ ἐστιν ἀπεῖναι τῶν ὑποσχέσεων ἀπάτην, τήρησον Δόμνῳ τὸν ἀγρόν, ὅθεν αἱ τῆς τροφῆς ἐλπίδες. [54] [t]

τῷ αὐτῷ.

[1]    Ἐγώ σοι μάρτυς τῶν Μαρκιανοῦ κακῶν. ὃς τὸ πολὺ τῆς γῆς σῶς ἐπελθὼν ἐν προθύροις τῆς αὑτοῦ πόλεως ἐπηρώθη τὸ σκέλος, ὥστε τῶν ἰατρῶν τοὺς μὲν ἀπογνόντας φυγεῖν, τοὺς δὲ τολμήσαντας ἅψασθαι μήπω θαρρεῖν ἔχειν. ἔστι δὲ αὐτῷ τῆς συμφορᾶς ἀλγεινότερον τὸ κεῖσθαι σοῦ καλοῦντος· ὡς ἅπας γε πόνος σοὶ φέρων χάριν ἡδίων Μαρκιανῷ παντὸς ὕπνου.

[2] σὺ δ' ἀπιστεῖς αὐτὸν μὴ ταῦτα παθεῖν εἰκότως. ὃ γὰρ οὐκ ἐβούλου συμβῆναι, τοῦτ' οἴει μὴ γεγονέναι. ἀλλ' εὖ ἴσθι τὸν ἄνδρα νῦν μὲν ὡς μάλιστα πιέζεσθαι, μόλις δὲ ἀρτίπουν ἔσεσθαι.

[55]

τῷ αὐτῷ.

[1]    Ὀψὲ μὲν ἥκει σοι Παλλάδιος, πολλὰ δ' οὖν ὑπὲρ μικρῶν πονήσας. κεκοινώνηκα δὲ καὶ αὐτός, ὡς αὐτὸς ἐρεῖ σοι Παλλάδιος, τοῦ πόνου.

[2] τὸ δὲ αἴτιον τῆς τριβῆς οὐ τὸ μὴ βούλεσθαί σοι χαρίζεσθαι τὸν χρηστὸν Ἑρμογένην. καὶ γὰρ ἐπίσταταί σου τὸν τρόπον καὶ τὴν ἀρχὴν ἐπαινεῖ καὶ τὴν πενίαν οὐκ ἀγνοεῖ τῶν τε εὐχομένων αὑτῷ προβῆναι τὴν παροῦσαν τάξιν εἰς μῆκος ἕνα σε νομίζει καλῶς ὑπειληφώς. ἐγὼ γάρ σοι ταύτην σύνοιδα τὴν εὐχήν.

[3] ἀλλ' οἶμαι, τὸ μὲν πρῶτον ἐταράττετο βασιλέως δή τισι γράμμασιν, ἃ μὴ προσάπτεσθαι τοῦ σίτου διεκώλυεν· ἐπεὶ δὲ ἔδοξέ τι καὶ τολμῆσαι σὴν χάριν, τὸ πλῆθος τῶν πραγμάτων ἀναβολὴν ἐποίει. δώσειν μὲν γὰρ ἔφασκεν ἀεὶ καὶ οὐκ ἔστιν ὅτε οὐ τοῦτο εἶπεν ὅτι δώσω, δέδωκε δέ, ἡνίκα ἐξεγένετο.

[56]

Οὐρβανῷ.

[1]    Οὐκ ὤκνησά σοι γράψαι δι' ἀνδρὸς δικαζομένου, προσθείην δ' ἂν καὶ ὑπὲρ ἀνδρός. εἰ μὲν γὰρ ἀδικεῖν ἐφαίνετό μοι, κἂν ἀπηλαύνετο παρ' ἐμοῦ, δίκαια δὲ ἔχοντι λέγειν ὁ δοὺς τὴν ἐπιστολὴν οὐκ ἠδίκηκε τὸν δικαστήν.

[2] εἰ γὰρ αὐτὸς αὑτὸν παρακαλεῖ τῷ δικαίῳ βοηθεῖν, τί δεινόν, ἂν ἀκούσῃ παρ' ἄλλου περὶ τῶν δικαίων; γνώσεται μὲν γὰρ ἃ καὶ γραμμάτων χωρὶς ἐψηφίζετ' ἄν, προσέσται δὲ αὐτῷ τὸ καὶ φίλον τετιμηκέναι δοκεῖν.

[57]

Δημητρίῳ.

[1]    Ἀλλ' ὅ τε νησιώτης εὖ ποιῶν τὰ αὑτοῦ πεπλήρωκε τῷ τε Λεύκωνι νῦν μὲν ἡ συγγνώμη, τοῦ καιροῦ δὲ παρέχοντος εἰ μὴ πέμποι, τότε δὴ βουλευσόμεθα περὶ συγγνώμης δευτέρας. [58]

Μοδέστῳ.

[1]    Ἐμοὶ πᾶς ὑπὲρ σοῦ πόνος ἡδύς. καὶ γὰρ ἂν μικρὸν ὑπὲρ οὗ πονοῦμεν ᾖ, τό γε ὑπὲρ σοῦ πονεῖν καρπὸς ἐμοί. σὺ μέντοι καὶ μεγάλους καὶ ὑπὲρ μεγάλων ὑπομένεις τοὺς πόνους βαρεῖαν μὲν οὕτως ἀκτῖνα τοσοῦτον ἀνεχόμενος χρόνον, περιτρέχων δὲ ἄνω καὶ κάτω, βουλαῖς δὲ ἔργα προστιθείς, διὰ δὲ τούτων κῦμα ἀνείργων δεινὸν ἐπικλύσαι τὴν γῆν.

[2] ἀλλ' ὁρᾷς ὡς ὑπονοστεῖ μὲν τὰ χείρω, πρόσεισι δὲ τὰ βελτίω καὶ τὸ στεφανοῦσθαι τὸν ἀθλητὴν πλησίον.

[59]

Ἀκακίῳ.

[1]    Καινή γε ἡ κλοπὴ προειπόντα οὗ τις ὑφαιρήσεται ὅτι κλέψει, ἔπειτα ἐπιχειρεῖν τῇ κλοπῇ· σὺ δὲ ἁρπάζων φανερῶς κλέπτειν λέγεις, ὅπως σοι τὸ ἀδίκημα μὴ δοκῇ τυραννικόν, κοινωνῇ δέ τινος εὐλαβείας.

[2] ἐγὼ δὲ Τιτιανὸν οὐχ ἧττον μὲν ‹ἂν› ἡδέως κατεῖχον ἢ σὺ καλεῖς· ἀποπέμπω δ' οὖν, ἐπειδὴ πᾶν ὅ τι ἂν κελεύῃς ἔργον εἶναι δεῖ. καὶ πιστεύω τὸν νέον πράξειν τοῦτο ἐφ' ᾧπερ ἐπανῆκται. φῂς μὴν γὰρ κάμνειν καὶ ἐψιλῶσθαι τῶν ἑταίρων, ζητεῖν δὲ τὴν ἐκ τοῦδε παραμυθίαν.

[3]

ὁ δέ σοι κουφιεῖ τὴν λύπην οὐ τῇ τῆς ὄψεως ἡδονῇ μόνον, τοῦτο δὴ τὸ κοινὸν τῶν υἱέων, ἀλλ' ὅτι σοι καὶ δύναμίν τινα κομίζει λόγων, ἣν αὐτὸς μὲν ἐφύτευσας, ἡμεῖς δὲ ἐθρέψαμεν.

[4] ἀλλ' ὅπως μεμνήσῃ τῶν συνθηκῶν, ἃς περὶ τοῦ χρόνου πεποίησαι καὶ πρὶν τέλος τὴν ὡραίαν λαβεῖν ἀπόδος ἡμῖν τὸν πῶλον. πάντως δὲ ἐκ τοῦ σαυτοῦ πάθους καὶ ἐμοὶ συγγνώσῃ. εἰ γὰρ σὺ ποθεῖς υἱόν, καὶ ἡμεῖς ποθοῦμεν υἱόν. ἀμφότεροι γὰρ ἐθρέψαμεν.

[60]

τῷ αὐτῷ.

[1]    Δέχου δὴ καὶ τὸν Φιλόξενον ἄξιον διὰ πάντων τῆς ὑμετέρας συγγενείας φανέντα πόνοις τε πολλοῖς κεχρημένον καὶ τὸ διὰ τοὺς τρόπους εὐδοκιμεῖν οὐ χεῖρον νομίσαντα τοῦ διὰ τοὺς λόγους.

[2] καίτοι σὺ πέμπειν αὐτὸν ὡς ἡμᾶς διανοούμενος τοῖς ἄλλοις ἐπαίνοις ἐπέθηκας, ὡς καὶ ἐν κρίσει χειρῶν ὅτι πλεῖστον εἰσοίσει. ὁ δὲ τἄλλα βεβαιώσας ἐν τούτῳ σε ψεύστην ἀπέφηνε τῶν ἀσθενῶν μᾶλλον τὴν ἡσυχίαν τιμήσας. σὸν τοίνυν ἢ δίκην τούτου λαβεῖν ἢ καὶ τοῦτο θαυμάσαι.

[61]

Φλωρεντίῳ.

[1]    Ἐπειδή σου τὰ γράμματα ἧκε καλοῦντα τὸν πάντων ἐμοὶ φίλτατον Πρισκιανόν, θροῦς ἦν ἐν τῇ πόλει πολὺς ὡς κρείττω σου ποιοῦντος τῶν ἐλπίδων, καὶ περιχυθέντες εὐδαιμόνιζον τὸν ἄνδρα μάντις ἕκαστος γιγνόμενος τοῦ μέλλοντος σχήματος.

[2] ἐμοὶ δὲ τὸ μὲν πεπραγμένον ἦν καὶ σφόδρα κατ' ἐλπίδας, ᾔδειν γάρ σε ὄντα ἀγαθόν, τὸν δὲ τοιοῦτον οὐ τὰ τοιαῦτα ποιεῖν ἦν θαυμαστόν. μακαρίζων δὲ τὸν κεκλημένον, ὥσπερ οἱ ἄλλοι, μακαρίζειν ᾤμην δεῖν καὶ σὲ τὸν σύμβουλον καὶ τὸν τὴν εἰσήγησιν δεξάμενον καὶ τὴν ἡμετέραν πόλιν.

[3] τὸ γὰρ ἄγειν ἐπὶ τὴν δύναμιν οὓς ἄξιον αὐτῶν ἐστι τῶν ἀγόντων ἔπαινος οὐχ ἧττον ἢ τοῦ δεχομένου τὴν τιμήν, ἐπεὶ καὶ Ἰάσων ἐμβιβάζων εἰς τὴν Ἀργὼ τὸν Ἡρακλέα νοῦν ἔχειν ἐδόκει. καὶ τίς ἂν οὐ τῷ μὲν συνήσθη τοῦ δύνασθαι σώζειν, τῷ δὲ τοῦ καλῶς ἰδεῖν μεθ' οὗ πλεῖν ἔδει; [4] καὶ νῦν πράξει μὲν οὗτος ὁ Ἡρακλῆς ἐφ' ὅ τι ἂν αὐτὸν ἐπιστήσητε πάσης εὐφημίας ἀξίως, κοινωνοὶ δὲ τῆς εὐφημίας ὅ τε δοὺς τὴν γνώμην Φλωρέντιος ὁ πράττειν εἰδὼς μᾶλλον ἢ λαλεῖν ὅ τε πεισθεὶς βασιλεὺς ὁ τὴν οἰκουμένην ἀνέχων.

[5] κεκόσμηται δὲ καὶ τὸ κοινὸν ἡμῖν. γέγονε μὲν γὰρ ἑτέρωθι Πρισκιανός, δι' ὃ δὲ θαυμάζεται, τοῦτο αὐτῷ παρὰ τῆς ἐμῆς πόλεως, ἣ παραλαβοῦσα αὐτὸν ἐρῶντα λόγων μεστὸν ἀπέφηνε λόγων. εἷς δὲ ἡμῖν εἱστήκει κρατὴρ καὶ συνεπίνομεν.

[6] καὶ διὰ τοῦτο συνεύχετο μὲν οὗτος ἐμοὶ χρωμένῳ συλλόγοις, ἐπήδων δὲ ἐγὼ τοῦδε κρατοῦντος ἐν δίκαις, ἃς οὕτως ὑγιῶς μετῄει ὥστε τοῖς δικασταῖς ἀντὶ τῶν γραμμάτων εἶναι τὰ τούτου νεύματα.

[7] καὶ τὸ μὲν ἀγωνιζόμενον μετὰ φροντίδος ἀγορεύειν οὔπω τοσοῦτον, ἀλλ' οὗτός γε ἐν παντὶ καιρῷ καὶ χωρίῳ καὶ περὶ ὅτου δὴ φθεγγόμενος ἐσκεμμένως ἂν δόξαι λέγειν· οὕτως οὐκ ἔστιν ὅτε ἡγεῖται προσήκειν ἀμελῆσαι ῥημάτων.

[8]

τὴν δὲ τῶν ῥημάτων ὥραν παρέρχεται τῶν ἠθῶν τὸ κάλλος. νῦν μὲν γὰρ εἰς πολιὰν ἥκει, πρὶν δὲ εἰς ἄνδρας ἐξελθεῖν τὰ γερόντων ἐδείκνυ τῇ τε ἄλλῃ καὶ δὴ καὶ γλώττης, ὥσπερ ἐκέλευσεν Ἀνάχαρσις, ἐκράτει. καὶ νῦν οὐ μᾶλλον ἂν αὐτὸν ἢ τοὺς ἀνδριάντας ἐκφύγοι συλλαβὴ τῶν σιγᾶσθαι δικαίων.

[9]

   Ἀλλὰ γὰρ οἰήσῃ με τηνάλλως μηκύνειν πρὸς σὲ τόν, ἐπειδὴ ταῦτα αὐτῷ συνῄδεις, κεκληκότα, διῆλθον δὲ οὐ διδαχῆς ἕνεκα τῶν τρόπων, τοῦ δεῖξαι δέ, ὡς μέτεστι τῇ τροφῷ τῶν τῷ τροφίμῳ παρὰ σοῦ γιγνομένων τε καὶ ἐσομένων.

[10] ὡς οὖν ἐν πᾶσιν ἡμῖν θεωροῖς ἐπιδεικνύμενος καὶ διὰ τοῦ ῥήτορος τῷ κοινῷ χαριούμενος μετάστησον ἡμῖν τὸν ἄνδρα φέρων εἰς σχῆμα σοί τε καὶ ἐκείνῳ πρέπον καὶ μὴ παύσῃ τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν συλλαμβάνων.

[11] τούτῳ γὰρ ἂν καὶ μόνῳ νικήσαις τοὺς πρὸ σοῦ ταὐτὰ ἃ σὺ νῦν διῳκηκότας. τὸ μὲν γὰρ ὄνομα ταὐτὸ καὶ δύναμις ἴση, δεῖ δὲ σὲ ἐκείνων ἐπὶ χρήματα ὡρμηκότων αὐτὸν φανῆναι λαμπρύνοντα τὰ τῶν ἀνδρῶν οἷς τι μέτεστιν ἀρετῆς. καλὸν γὰρ ὕστερον ᾄδεσθαι τῶν μὲν τὸν πλοῦτον, σοῦ δὲ τὴν ψῆφον. [62] [t]

Θεμιστίῳ.

[1]    Ἧκέ τις ἀγγέλλων, ὡς ἀπορρίψειάς τι ῥῆμα περὶ ἐμοῦ φαυλότερον, ἐγὼ δὲ ἠπίστησα. καὶ πάλιν ἕτερος τὸν αὐτὸν ἐκόμιζε λόγον, ἐγὼ δὲ ἦν ὁ αὐτός. τρίτος καὶ διὰ μάχης ἔφασκεν ἐλθεῖν σοι βοηθεῖν ἐμοὶ βουλόμενος. τοῦτον ἤδη καὶ μελαγχολᾶν ἡγούμην καὶ τῷ περὶ τῆς μάχης κόμπῳ τὸν περὶ τῆς βλασφημίας ἀναιρεῖν λόγον. τίς γὰρ οὕτω θρασὺς ὡς ἀντιβλέπειν τῷ Διί;

[2] χωρὶς δὲ τούτων οὐδὲ ἦν εἰκός, ἐν ᾧ τοὺς πρὸ τοῦ δυσμενεῖς εὖ ποιεῖς, λυπεῖν ὃν ἐν πρώτοις ἦγες τῶν φίλων καὶ ταῦτα οὐ πολὺ τῶν νεκρῶν διαφέροντα μετὰ τὰς τῶν γνωρίμων τύχας.

[3] ὡς δὲ οὐδενὶ ἐκείνων ἐπειθόμην, αὐτό σε πειθέτω τὸ γράφειν· οὐ γὰρ ἂν τόν γε ἄλλον γεγενημένον ἐνοχλεῖν ἠξίουν. τῶν μὲν οὖν ἄλλων οὐδέν σε κεκινηκέναι νομίζω, τῆς χάριτος δὲ ἥν μοι δέδωκας ἀφαιρεῖν τὸ πλέον.

[4] σὺ γὰρ δὴ κύριος μὲν ὢν ἀφελεῖν με τῆς πατρίδος μένειν ἔδωκας εὖ ποιῶν, ὃ δέ μοι τῶν οἴκοι μέγιστον ἦν, ὅπως ἔσται παρ' ὑμῖν ἔπραξας, καὶ κατῆλθεν εἰς μικρὸν ἡ χάρις. Πρισκιανὸς γὰρ ἐμοὶ τὰ πάντα καὶ τοσοῦτον ὅσον οἱ πάντες οἰκεῖοι. καὶ τοῦτο αὐτὸς ἔγνως δι' ἀγγέλων μὲν ἀπών, τῇ πείρᾳ δὲ ἥκων.

[5] τοῦτον δὴ μεταστῆσαι διανοηθεὶς ἐκεῖσε ταυτί που διελέχθης πρὸς σαυτόν τὸν ῥήτορα ἐκεῖνον τὸν μέγαν τῇ Μεγάλῃ πόλει δοτέον. ἀλλὰ τὸ μὲν ἁπλῶς οὑτωσὶ κελεύειν τρέχειν σκαιόν τι καὶ βίαιον, δεῖ δέ τινος τέχνης. τίς οὖν αὕτη; γενέσθω τῶν ἀμφὶ βασιλέα καὶ τεθήραται. βαδιεῖται γὰρ τὴν ἐπὶ τὴν γενναίαν βουλὴν ἄγουσαν καὶ οὕτως ἕξει τὰ τοῦ δεῖνος Θεμίστιος.

[6] ἔχε δὴ καὶ ἀπόλαυε καὶ σκόπει, πῶς ἂν ἐν ᾧπερ ἄξιον γένοιτο καὶ μὴ καταισχύνειε τὰ ὅπλα τὸν στρατιώτην. τῷ μὲν γὰρ οὐκ ἐπιθυμία τοῦ μείζονος, ἀρκεῖ γὰρ αὐτῷ τὸ εἶναι ἀγαθόν. ὑμῖν δὲ οὐκ ἂν ἔχοι καλῶς, εἰ δόξετε τὴν ἀξίαν ἀγνοεῖν.

[7] εἰ μὲν οὖν παρ' ὑμῖν συμβάλλοι τὸ πρῶτον τῷ βασιλεῖ, τοῦ παντὸς ἐπιμελήσῃ παρών· δι' ὑμῶν δὲ ὡς αὐτὸν ἐλαύνοντι γράμματα δώσεις, ταυτὶ δὲ οὐκ ἀσθενέστερα παρουσίας.

[8] ἐμὲ δὲ εἴ τις μεταπέμποιτο, πρὸς θεῶν, κωλύειν. οὔτε γὰρ οὕτως ἔχει μοι τὸ σῶμα μεστή τε ἀργίας ἡ γνώμη, δι' ἣν εἰς τὴν ἀτοπίαν ἐμπέπτωκα τῆς Ἀπόλλωνος ἐρωμένης, ἣ τοῦ θεοῦ προὔθηκεν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τὸν Ἴδαν.

[63]

Ἀλβανίῳ.

[1]    Ἀλλ' εἰ καὶ μὴ πάσης τῆς ἐπιθυμίας, τοῦ γε ἡμίσεος ἀπολαύεις. τῆς γὰρ πόλεως ἡμῶν ἐρῶν ἔχεις αὐτῆς οὐκ ὀλίγον τὸν καλὸν ἔχων Πρισκιανόν, ᾧ τῶν σῶν ἔμελε πόνων, οὗ προβάλλοντος ἤκουες, ὅς, ὅτε ἐπῄνεις Μόδεστον, οἷς ἔλεγες περιέθηκε δόξαν.

[2] ἀμείβου δὴ τὸν ἄνδρα εὐφημίαις καὶ δίδασκε τὴν φιλτάτην Ἄγκυραν, τίς οὑτοσὶ τοὺς λόγους καὶ τὰ τῶν τρόπων ἤθη. πάντως δὲ αὐτῶν τὸ ἕρμαιον ἀνὴρ ἐπιστάμενος λέγειν.

[3] οἶμαι δέ σε τῶν παιδικῶν αὖθις ἕξεσθαι, τῆς ὁδοῦ τὴν αἰτίαν εἰ μάθοις. πόθος ἔλαβε τὸν βασιλέα τῆς τούτου γλώττης. καὶ τὸ κρατεῖν ἐν τοῖς ἀγῶσιν ἐκείνοις αὐτό τε μέγα καὶ μειζόνων ἀρχὴ γίνεται.

[4] πρὸς ταῦτα ὁρῶν τις μὴ νομιζέτω ῥητορικὴν ἄτιμον, ἰσχυρὸν γάρ ἐστι παρ' οἷς ὄντως ἔστι, καὶ πρὸς τοὺς ὑπερορῶντας ἔχει λέγειν· ἔτι μοι μένος. [64] [t]

Σπεκτάτῳ.

[1]    Ἔγκλημα λύεσθαί φησιν ὁ Θουκυδίδης ὑπὸ χάριτος, ὅταν ὃν ἠδίκησέ τις, τούτῳ τι ποιήσῃ κατὰ γνώμην ὕστερον. σὺ δ' ἡμῶν τὸ μὲν πρῶτον ἀμνημονῶν ἠδίκεις, ἔπειτα κακῷ τὸ κακὸν ἰώμενος ἐπὶ βλάβῃ κατασκευάζων ὁδόν τινα βαράθρου χαλεπωτέραν ἐμοί.

[2] τούτων δὴ τῶν ἐγκλημάτων ἐν χερσὶν ὄντων καὶ τὸ πραττόμενον ὀνομάζοντος ἔχθραν ἐμοῦ προσῆλθεν ἡ χάρις παύουσα μὲν τὰς αἰτίας, πείθουσα δὲ ἐγκωμιάζειν. καί σοι σπένδομαι καί φημί σε μὴ μόνον εἰδέναι γελᾶν, ἀλλὰ καὶ σπουδῆς τι συνεισφέρειν τοῖς φίλοις.

[3] βούλει μαθεῖν ὅ τι εὖ πεπόνθαμεν; τετίμηται Πρισκιανὸς τιμῇ τῇ προσηκούσῃ. καὶ καλὸν ᾖσε τὸ προοίμιον Φλωρέντιος καλῶν ἀντὶ τῶν δοῦναι δυναμένων τοὺς εἰπεῖν δυναμένους. ὥσπερ γὰρ τοὺς ἐπὶ τῶν ὅπλων σεμνύνει τὰ τρόπαια, οὕτω τὸν ἐν ᾧπερ οὗτος ἑστηκότα τὸ πρὸς δύναμιν ἄγειν τοὺς εὖ τῷ δύνασθαι χρησομένους. Πρισκιανὸς δὲ ἐφ' ὅτιπερ ἂν προβῇ, τῷ παραδόντι τὰς ἀφορμὰς τὸν ἀμείνω λόγον οἴσει· πανταχοῦ γὰρ χρήσεται τῷ φρονεῖν.

[4] τούτῳ μὲν οὖν εἴσεται χάριν ἐκεῖνος, ὅταν ἀνήρ, ἐφ' ᾧπερ ἂν ταχθῇ, φαίνηται, νῦν δὲ ἐκείνῳ τε καὶ σοὶ χάριν ἴσμεν ἡ πόλις. οὐ γὰρ ἄδηλον ὡς ὁ Θησεὺς ἐφῆπται τοῦ ἄθλου. ἀλλ' ὅπως τῷ διὰ τὴν κλῆσιν ἐπαίνῳ παράσχητε προστεθῆναι τὸ ἔργον ἐφ' ὅπερ κέκληται.

[65]

Ὀλυμπίῳ.

[1]    Κρᾶσις ἔχει μέ τις ἡδονῆς καὶ τοὐναντίου· τὸ μὲν γὰρ ἐπίδοσιν λαμβάνειν Πρισκιανῷ τὴν τύχην τοῦθ' ἡμῖν ἑορτή, τὸ δὲ διεστάναι με τοῦ τὸν ἐμὸν θεῖον εἰς τἀμὰ μιμουμένου τοῦτό γε ἡμῖν οὐ κοῦφον.

[2] ἀλλὰ γὰρ ἔδει μὴ μόνον ‹τῶν› ἰατρῶν, ἀλλὰ καὶ τῶν ῥητόρων τὸν ἄκρον συνεῖναι τῷ βασιλεῖ. καὶ διὰ τοῦτο πάλαι μὲν Ὀλύμπιος ἐγγὺς ἐκείνῳ, νῦν δὲ ὁ ῥήτωρ ἀφῖκται.

[3] ποιήσεις δὲ αὐτῷ τὴν ξένην οὐ χείρω τῆς οἰκείας κοινοὺς αὐτῷ φίλους τοὺς σαυτοῦ καθιστάς. σὺ μὲν γὰρ οὐκ ἀπόνως ἴσχυσας, ὁ δὲ ἐν τῇ σῇ δυνάμει ταχέως ἰσχύσει. σοὶ μὲν γὰρ οὐδεὶς τοιοῦτον προητοίμασεν ὅρμον, ὁ δὲ ἐκ τῶν σῶν ἄθλων ἀκονιτὶ στεφανώσεται.

[66]

Θεμιστίῳ.

[1]    Ἔτι μου λέγοντος πρὸς τοὺς φίλους τί τοῦτο; Θεμίστιος οὐκ ἐπιστέλλει; φανεὶς Εὐάγριος, εἰ λάβοιμί σου γράμματα, ἤρετο. τὰ δ', ὡς ἔοικεν, ὁ μὲν ἔπεμψε τὸν δώσοντα, πρὶν δ' ἢ λαβεῖν αὐτὸς ἦν ἐπ' ἀγορᾶς. εἶτα ἀναστρέψας εἶχον τὴν φίλην ἐπιστολὴν φράζουσαν ἃ πάλαι ἠπιστάμην, ὡς αὖθις συγγένοιο τῷ βασιλεῖ.

[2] σὺ μὲν ταυτὶ μόνα, παρὰ δὲ τῆς φήμης ταῦτά τε καὶ πλείω, τιμαί τε ὅτι σοι μείζους ἢ πρότερον γένοιντο τραπέζης τε κοινωνία πλείω δηλοῦσα τὴν οἰκειότητα καὶ ὡς ὅσα ἐπήγγελλες φίλων ἦν κηδομένου καὶ ὡς ὅσων μνησθείης εὐθὺς ἐν ἀμείνοσι καὶ ὡς ὁ διδοὺς παρῄει τὴν τοῦ λαμβάνοντος ἡδονήν.

[3] ἔγεμον δὴ καὶ αὐτὸς ἡδονῆς αὐτὸς ἡγούμενος ἥκειν τε ἐκεῖσε καὶ ὧνπερ σὺ τετυχηκέναι καὶ ὅσαπερ σὺ κεχαρίσθαι. καὶ τῶν δικαίων γε τούτων μήτε σὺ παύσαιο διαύλων μήτε τῶν τιμῶν ὁ βασιλεύς.

[4] τὸ δὲ μὴ μὲν δεῖν τὴν σὴν πρὸς ἐμὲ γνώμην τοῖς γράμμασι κρίνεσθαι καλῶς εἰρῆσθαί μοι φαίνεται, περὶ δὲ τοῦ μὴ τοὺς λόγους ἐλθεῖν ἡμῖν οὓς ἔδειξας τίς ἂν εἴη σοι λόγος καὶ ταῦτα ἐπὶ ταῖς ἐπαγγελίαις, ἐν αἷς ἦν ὡς αὐτίκα πέμψεις; καιρὸς δὲ ἀεὶ μὲν τούτου, νῦν δὲ οὐχ ἥκιστα τὸ μὲν λέγειν ἡμῶν ἀφαιρεθέντων ὑπὸ τῆς τῶν ἑταίρων τελευτῆς, τοῦ δὲ ἀκούειν δύνασθαι μένοντος ἴσως ἔτι.

[5] τήν τε οὖν ὑπόσχεσιν ἐπιτελεῖν καὶ εἴ τί σοι μετ' ἐκεῖνα πεποίηται, μὴ φθονεῖν καὶ τό γε ᾆσμα προστιθέναι τοῦ τὸν ἀνδριάντα κεκοσμηκότος ποιητοῦ, μᾶλλον δὲ ᾧ τὸ ᾆσμα κεκόσμηκεν ὁ πρὸς τὸν σὸν τύπον ἀκολουθήσας χαλκός. τὸν μὲν γὰρ ὄνυχα εἴδομεν ἐκ τῶν πρὸς Εὐδαίμονα γραμμάτων, δεόμεθα δὲ τοῦ λέοντος.

[6]    Μητέριος δὲ εἷς ἦν τῶν ἀγγελλόντων τὰ σά, καὶ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς ἄλλους, ἀλλὰ τό γε διηγούμενον χαίρειν καὶ μικροῦ γε ὑπὸ τοῦ χαίρειν πέτεσθαι, τοῦτο δὴ αὐτὸν ἐποίει βελτίω τῶν ἄλλων ἀγγέλων.

[67]

Κλεάρχῳ.

[1]    Ἡμῖν μὲν οὐκ ἔργον οὔτε γράφειν οὔτε δεῖσθαι περὶ τῶν αὐτῶν, σοὶ δ' οὐκ ἂν ἔχοι καλῶς ἀεὶ περὶ τῶν αὐτῶν ἀκούειν· τὸ γὰρ ἡμῖν μένειν τὴν χρείαν τῆς σῆς, ἵν' εὐφήμως εἴπω, προθυμίας ἔλεγχος.

[2] πόθεν οὖν πορισώμεθα παραμυθίαν ἐφ' οἷς ὑβρίζει Σευῆρος; ἀπὸ τοῦ περιῃρῆσθαι Κλεάρχῳ τὴν δύναμιν; καὶ μὴν ηὔξηται τῆς Τύχης τὰ δίκαια ποιούσης. ἀλλ' ὡς ὄχλῳ διακωλύεται πραγμάτων; καὶ ποῦ τοσοῦτο πλῆθος, ᾧ μὴ ῥᾷστα ἂν ἐπαρκέσαι;

[3] τί δαί; οὐ τὰ μέγιστα ὤνησεν ἀρξάμενος ἀμύνειν; οὐδὲ ἔστιν εἰπεῖν ἡλίκα. τί οὖν παθὼν οὐ βεβαιοῖ τὴν παροιμίαν ἥ φησιν·

   ἄρξομαι ἐξ ἀγαθοῖο, τελευτήσω δ' ἐς ἄμεινον; ἀλλὰ τὰ μὲν ἀπὸ βαλβῖδος λαμπρά, προϊὼν δὲ θρασύνεσθαι τῷ Σευήρῳ δέδωκε, καὶ τὸ δοκοῦν τότε πέρας ἀρχὴν ἔτεκε πραγμάτων.

[4] ὡς οὖν Κλεοβούλου μὲν ἀδικουμένου, σοῦ δὲ καταφρονουμένου δίκην ὑπὲρ ἀμφοῖν λαβέ. δίκη δὲ μεγίστη Σευήρῳ τὸ τὰ ἀλλότρια μὴ δυνηθῆναι λαβεῖν.

[68]

Θεμιστίῳ.

[1]    Ἃ μὲν ἀδικεῖται καὶ ὑπὸ τίνων ὁ ἐμὸς μὲν διδάσκαλος, σὸς δὲ καὶ ἐμὸς φίλος Κλεόβουλος, αὐτὸς ἐν οἷς ἔγραψεν ἐδίδαξεν. ἔγραφε δὲ οὐ μάλα θαρρῶν, ἀλλά τις ὄκνος εἰσῄει τὴν γνώμην καὶ πολλάκις ἀφίστατο τοῦ βιβλίου.

[2] ζητοῦντος δέ μου, πόθεν τουτὶ τὸ πάθος, καὶ τῆς ἀρχαίας ἀναμιμνήσκοντος συνηθείας καὶ τῶν δικαίων ἐκείνων τὰ μὲν ἔφασκεν εἰδέναι καλῶς, γενέσθαι δέ τινα αὑτῷ περὶ τὴν σὴν ἐπιδημίαν ῥᾳθυμίαν, ὑφ' ἧς νομίζειν ἀμβλύτερα τὰ πρὸ τοῦ γεγονέναι· διόπερ ὀκνεῖν.

[3] ἐγὼ οὖν ἐγέλων πρὸς τὴν δειλίαν καὶ εἴ σου τοσοῦτον ἡμάρτηκε τοσοῦτόν σοι χρόνον συγγεγονὼς ὡς οἴεσθαί σε χαλεπαίνειν, εἰ μὴ Κλεόβουλος οἷός τε ἐγένετο τὰς αὑτοῦ φυγὼν ἀσχολίας ἐξῆφθαί σου.

[4] οὐδὲ γὰρ ἡμεῖς ὀργῇ χρώμεθα πρὸς αὐτόν, εἰ πλησίον ἡμῶν οἰκῶν αὑτὸν τέρπει μᾶλλον ἢ ἡμῖν σύνεστι. δέδοται γὰρ αὐτῷ γέρας τι τοῦτο μηδένα αὐτοῦ τῆς ῥᾳστώνης κατηγορεῖν. τῷ δὲ αὐτῷ καὶ τὸν Παλαμήδην δήπου τιμῶμεν τοῦ τἀκείνου τιμῶντος φειδόμενοι.

[5]

καὶ σὺ τοίνυν γελάσας καὶ τὸν ἕλκοντα Κλεόβουλον εἰς φροντίδας καὶ σαυτοῦ νομίσας ἐχθρὸν τὸν κατάρατον Σευῆρον πεῖσον αὐτόν, ὡς καὶ πόρρω καθήμενοι δυνάμεθα ἐγγύθεν ἀμύνεσθαι. καὶ γὰρ εἰ πολλῶν ἐπιμελῇ πραγμάτων, πολλὰ γὰρ τὰ τῆς πόλεως, σὺ δὲ ἐκείνης ὁ φύλαξ, καὶ τοῦτο νόμισον τῶν ἐκείνῃ συμφερόντων τὸ τοὺς πονηροὺς κωλύεσθαι χρῆσθαι τῇ φύσει.

[69]

Ὑγιεινῷ.

[1]    Οὐδὲν ἄτοπον ὑπὲρ ἀγρυπνίας ἰατρῷ διαλέγεσθαι διδάσκοντά τε τὴν ἀπ' ἐκείνης ἀπορίαν καὶ δεόμενον πράττειν ὅπως στήσεται.

[2] τὸν τοίνυν καλὸν ἡμῖν ἴσθι Κλεόβουλον δεινῶς ἀγρυπνεῖν. τὸ δὲ αἴτιον οὐ πυρετὸς οὐδ' ἴλιγγοι κεφαλῆς οὐδὲ ἕλκη παρέχοντα κίνησιν, ἀλλὰ δάκνει τὸν ἑταῖρον Σευῆρος ἐκ τῶν στρωμάτων καὶ ταῦτα τοσοῦτον ἀπέχων.

[3] καινός γε οὗτος ὁ κόρις. ἀλλ' ἔστι καὶ ταύτης παρὰ σοὶ τῆς ἀγρυπνίας φάρμακον· διὰ γὰρ τοῦ γενναίου Θεμιστίου δύνασαι παῦσαι τὸν Σευῆρον τοῦ δάκνειν. [70] [t]

Θεμιστίῳ.

[1]    Ὑπὲρ μὲν τῶν ἄλλων σε παρακαλῶν ἐκείνοις ᾤμην διδόναι χάριν, Ὀλυμπίῳ δὲ εἴ τι πράξαις κεχαρισμένον, λήψεσθαί σε μᾶλλον ἢ δώσειν ἡγοῦμαι χάριν. οὗτος γάρ ἐστιν ὁ τὴν μὲν Μακεδονίαν εὐδαίμονα ποιήσας ἄρτι παίδων ἐξελθών, τὸ δὲ ἄρχειν μετὰ ταῦτα πλέον φυγὼν ἢ ἐζήτησαν ἕτεροι.

[2] τῷ δικαίῳ δὲ οὕτως αὑτὸν δέδωκεν ὥστε ἀδικούμενος μὲν πᾶς ἐπὶ τοῦτον καταφεύγει, τοὺς νόμους δὲ ἐκβαίνων τοῦτον δέδοικε, τοῖς δὲ ἄρχουσιν ἡμῶν μία σπουδὴ τὴν παρὰ τοῦδε ψῆφον λαβεῖν.

[3] ἐγὼ δὲ καὶ αὐτὸς πατρικὴν διαδεξάμενοι φιλίαν, ὁ μὲν πάντα ὑπὲρ ἐμοῦ πονεῖ, παρ' ἐμοῦ δὲ ἔπαινος εἰς τὴν προθυμίαν· πρᾶξαι γὰρ οὐδὲν ἂν δυναίμην ἴσον. ἀλλὰ σύ γε τὸν ἄνδρα ἀμείβου, μᾶλλον δὲ μικρὰ ἀντὶ μεγάλων ὑπὲρ ἡμῶν ἀντίδος.

[4] οὗτός γε εἰς τὴν ὑμετέραν μετέστη βουλὴν ἀπὸ τῆς μείζονος, συγγνώσῃ δὲ εἰ μείζω καλῶ τὴν Ῥωμαίων σὲ τῆσδε ἐχούσης. γενέσθω τοίνυν αὐτῷ παρ' ὑμῶν ἃ παρ' ἐκείνων. τί οὖν; ἐκείνοις ἤρκει τοὔνομα αὐτοῦ παρ' αὑτοῖς ἐγγεγράφθαι.

[5] μᾶλλον δὲ μήτε τοῦτο δῶτε μήτε μείζω τῆς δυνάμεως ζητεῖτε. ἐν μὲν γὰρ ἐξετάσει τῶν ἀρίστων πρῶτος Ὀλύμπιος, οὗ δὲ εἰσενεγκεῖν δεῖ, πάντων ὕστατος. γνῶναι δέ σοι ῥᾷστον τῆς οὐσίας τὸ μέτρον παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων.

[6] δεῖ δή σε παρατηρεῖν, ἡνίκα ἂν δέῃ χρήματα φέρειν, ὅπως μὴ ἀδικήσητε, καὶ ἔτι γε πρότερον, ἡνίκα ἂν καλῆτε τοὺς βουλευτάς, ὅπως ἐνθένδε μὴ κινήσητε.

[7] μήτηρ τε γὰρ αὐτῷ ζῶσα ἐν ταῖς τοῦδε χερσὶ καὶ ζῶσά γε διὰ τοῦτο, ὅτι ἔξεστιν αὐτὸν ὁρᾶν, τοὔνομα δ' οὐκ ἂν ἀποδημίας ἐνέγκαι, καὶ τὰ πράγματα, εἴ τι γένοιτο τοιοῦτον, οἰχήσεται. ταῦτα δὲ οὐκ ἂν σὺ διαφθαρῆναι δέξαιο.

[8] πείσας δὴ σαυτόν, ὡς ἡμῖν τε ἐκ τῶν αὐτῶν βοηθήσεις καὶ τῇ φιλοσοφίᾳ προσήκοντα πράξεις, καθαρὰν ἡμῖν παρασκεύασον τὴν ἄδειαν.

[71]

Φλωρεντίῳ.

[1]    Ἀνήρ ἐστιν ἐπιεικὴς ὁ διδούς σοι τὴν ἐπιστολὴν καὶ πραγμάτων ἀφ' ὧν ἦν κερδαίνειν οὐκ ἐπὶ κέρδει προστάς. ἐγὼ δὲ αὐτὸν πολλαχοῦ μὲν ἐκάλεσα σύμμαχον, εὗρον δὲ οὐδαμοῦ ῥᾴθυμον.

[2] καὶ παρῄνεσά γε αὐτῷ τοὐναντίον ποιῆσαι τῇ παροιμίᾳ καὶ ἐφ' ἵππους ἀπὸ τῶν ὄνων. σὺ δ' ἡμῖν κύριος ὡς τάχιστα δεῖξαι τὸν ἄνδρα ἱππέα. φήσεις δέ με πεῖραν αὐτοῦ λαμβάνων ὡς οὐκ οἶδα ἐπαινεῖν κακούς.

[72]

τῷ αὐτῷ.

[1]    Πολλοὺς μὲν παρὰ πολλῶν ἀκούσῃ λόγους ἐπαινούντων τουτονὶ Παρθένιον, οἷς οὔτε ἀπιστήσεις οὔτε ἀντερεῖς ὡς οὐκ εὖ τὸν ἄνδρα ποιητέον, ἐγὼ δὲ οὐχ ὡς οὐκ ἀρκεσόντων ἐκείνων προσέθηκα τὴν ἐπιστολήν, ἀλλ' ὅτι αἰσχρὸν ἦν μοι μόνῳ περὶ αὐτοῦ σιγῆσαι. δι' ὃν γὰρ εὐχόμην γενέσθαι μοι τοιοῦτον καιρόν, ὑπὲρ τούτου μὴ χρῆσθαι παρόντι τῷ καιρῷ πῶς οὐκ ἀδίκημα;

[2] Παρθενίου γὰρ μέλει μέν μοι καὶ διὰ τὰ δίκαια τῆς πατρίδος, μέλει δὲ καὶ διότι τῶν ἐμῶν τὸ κεφάλαιον φίλων.

[3] τούτῳ θεῖος ἦν Εὐσέβιος, καὶ δῆλον ὡς ὅ τι ἂν τῷδε συλλάβω, τῷ μεταστάντι κεχάρισμαι. ἔστι δὲ καὶ ἄνευ τούτων ἀπ' αὐτῶν τῶν τρόπων ἐπιμελείας ἄξιος, ὅς γε φίλῳ μὲν βοηθῶν κἂν εἰς πῦρ ἐμβαίη, φίλῳ δὲ ἁμαρτάνοντι κωλυτὴς ἵσταται κολακεῦσαι μὲν οὐκ εἰδώς, ἐλευθέρως δὲ ἐπιτιμῆσαι, καὶ διὰ μὲν νοῦν ἱκανὸς κινδύνους οὐ δικαίους διαφυγεῖν, διὰ δὲ τὸ χάριεν τῆς φύσεως ἡδίω ποιῆσαι σύλλογον, χρήματα δὲ προέσθαι μᾶλλον ἢ λαβεῖν μελετᾷ.

[4] καὶ τούτου μάρτυς ἐγὼ τὴν πεῖραν ἐν τοῖς πρὸς ἐμὲ πεπραγμένοις λαβών.

[5] περὶ οὗ δὴ ταῦτα ἔξεστι λέγειν, τοῦτον οἶμαι κἂν πόλεσιν ἐπιστάντα φυλάξαι τὴν μελέτην καὶ τοῖς ἡδέως ψέγουσιν ἀποκλεῖσαι τὰ στόματα.

[6] ἐγὼ μὲν οὖν, οὗ κύριος μόνον, συνεύχομαι τοιαῦτα Παρθενίῳ προσήκοντά γε ἄνωθεν ἀπὸ προγόνων αὐτῷ, παρ' οἷς δὲ τὸ πράττειν, τούτων ἂν εἴη ποιῆσαι τὴν εὐχὴν ἔργον.

[73]

Εὐσεβίῳ.

[1]    Μᾶλλον ἢ πρότερον ἐκμαθὼν Παρθένιον πλέον ἢ πρότερον ἀγαπῶ· τότε μὲν γὰρ ὡς ἂν πολίτην καὶ φίλου μοι συγγενῆ, νῦν δὲ ἔν τινων ἐξετάσει πραγμάτων τοιαύτην ἔδειξέ μοι τὴν γνώμην, ὥστ' εἰ μὴ πάντ' αὐτῷ χαριζοίμην, εἰκότως ἂν κατηγοροίμην.

[2] ἔχων δὴ τυγχάνειν ὅτου θέλοι παρ' ἐμοῦ γράμματα ἠθέλησε παρ' ἐμοῦ σοὶ φέρειν ὡς σοῦ τε ἐρρωμένως βοηθεῖν εἰδότος ἐμοῦ τε παρὰ σοὶ ‹ἐν› τοῖς πρώτοις τεταγμένου.

[3]

ταύτῃ δὲ τῇ δόξῃ σὲ μᾶλλον ἐδόκει μοι τιμᾶν ἢ ἐμέ. πατὴρ γὰρ ὅταν ὑπὸ παιδὸς θεραπεύηται, τῷ μὲν εὐδαιμονίζεσθαι, τῷ δὲ ἐπαινεῖσθαι περιγίνεται, τῷ μὲν ὧν ἔταξεν ὁ νόμος μετέχοντι, τῷ δὲ βεβαιοῦντι τὸν νόμον.

[4] σὺ δὲ κρινόμενος μὲν οἷς ἐποίεις πρὸς ἡμᾶς δεῦρο ἥκων φιλοπάτωρ ἂν εἴης, τὰ δ' ἀφ' οὗπερ ἀπιὼν ᾤχου τοῖς ἔμπροσθεν οὐκ ἐοικότα. τότε μὲν γὰρ πυκνοὶ παρ' ἐμὲ δρόμοι καὶ τὸ μὴ συμβαλεῖν οὐ φορητόν, νῦν δὲ φοβοῦμαι μή σέ τις δοκιμάσῃ τῇ σιωπῇ.

[5] ἀλλὰ τούτου μὲν οὐ γίνομαί σοι πικρὸς δικαστής, Παρθενίῳ δὲ ἂν μὲν οἷος ἔμπροσθεν φανῇς, τὸ εἰωθὸς ἔσῃ πεπληρωκώς· ἂν δὲ πολὺ βελτίων ἢ πρόσθεν, δείξεις καὶ τὸ τῆς ἐπιστολῆς ἔργον ἐν τῇ προσθήκῃ τῆς προθυμίας. [74] [t]

Σπεκτάτῳ.

[1]    Ἀλλ' ὅτι μὲν χελώνην εἰς ἀγῶνα ποδῶν καλῶ σὲ παρακαλῶν ὑπὲρ φίλου τι σπουδάσαι, σαφῶς ἐπίσταμαι, σὺ γὰρ ἢν ἴδῃς Παρθένιον καὶ τὰ γράμματα λάβῃς, πρόσωπον μὲν δείξεις ἡδομένου τῷ τε ἐκεῖνον ἰδεῖν καὶ τῷ ταῦτα λαβεῖν, ἐρήσῃ δὲ ὅτου δεῖ καὶ θαρροῦντα κελεύσεις λέγειν καὶ τὰ μέγιστα μικρὰ φήσεις καὶ οὐδὲν ὅ τι οὐκ ἔσεσθαι· ἐπειδὰν δὲ ὁ τοῦ πράττειν ἥκῃ καιρός, λιπὼν τὴν τάξιν καὶ ῥίψας τὰς ὑποσχέσεις ὄψει τὸν ἠπατημένον σὺν γέλωτι λαμπρῷ καινήν τινα ταύτην ἀπολογίαν εὑρὼν τὸ γελᾶν ὑπὲρ τοὺς ἄλλους.

[2] ἀλλὰ καὶ ταῦτα εἰδὼς ὅμως ἐπιστέλλω. καὶ γὰρ νῦν ἢ τῇ φύσει χρησάμενος μαρτυρήσεις τοῖς γράμμασιν ἢ κρείττων ἐκείνης γενόμενος ἐν οἷς ἐλέγχεις μου τὴν ἐπιστολὴν ὃν ἐλέγχεις ὀνήσεις.

[75]

Εὐμολπίῳ.

[1]    Πρώτην ἐπιστολὴν περὶ καλοῦ τινος, εἰ δὴ καλὸν ἡ φιλία, πρὸς σὲ γράφω καὶ βουλοίμην ἄν σε πεῖσαι, μέλλοντι δὲ μὴ πείσειν οὐκ ἂν ἔχοι κακῶς τὸ προελέσθαι.

[2] ἐγένου Παρθενίῳ συνήθης καὶ τὸ πρᾶγμα εἰς τοῦτο προῆλθεν ὥσθ' ὑμᾶς ἀλλήλοις καὶ πρὸ τῶν οἰκείων εἶναι. τοῦτον δὲ τὸν δεσμὸν ὑποψία τις ἐμπεσοῦσα διέκοψε καὶ ἔδοξε Παρθένιος ᾧ χαλεπῶς εἶχες, τοῦτον εὖ πεποιηκέναι.

[3] τοῦ μὲν ἐγκλήματος ἀφεστώς, ὥς φησιν, αἰτίαν δέ πως οὐ προσήκουσαν λαβὼν ὄμνυσι καθαρεύειν τῆς μέμψεως, καὶ ἐγὼ πείθομαι. τὸν γὰρ ὅπως σὲ ἀνακτήσαιτο πάντα ποιοῦντα πῶς εἰκὸς αὑτὸν ὧν εἶχεν ἀποστερῆσαι;

[4] καὶ μὴν εἰ καὶ σφόδρα σε λελύπηκεν, ἥν τε δέδωκεν ἱκανὴ δίκη καὶ τὸ δίκην λαμβάνειν τοῦ πρᾴως φέρειν εἰ καὶ ἥδιον εὐθύς, ἀλλ' ὅταν τις ὅτι ἤνεγκεν ἐπαινῆται, μεῖζον εἰς ἡδονήν. καὶ ἔστι γε ὅλως ἡ συγγνώμη τῆς τιμωρίας Ἑλληνικώτερον.

[5] ἐνθυμοῦ δέ, ὅτι πολλοῖς οὑτοσὶ προσιὼν ἐρᾶν ὁμολογήσει τῆς σῆς φιλίας, σὲ δὲ ὑπερορᾶν, οἳ σημεῖον ποιήσονται τὸ μὲν τῆς τοῦδε ἐπιεικείας, τὸ δὲ τῆς ὑμετέρας, ἵν' οὕτως εἴπω, φιλονεικίας.

[6] ὅρα οὖν μὴ τῷ θυμῷ χαριζόμενος πολλοὺς παρασκευάσῃς τὰ μὲν Παρθενίου νομίζειν μέτρια, τοῖς δὲ ὑμετέροις ἐπιτιμᾶν. ἀλλὰ τῇ τε σαυτοῦ φύσει πρέπειν ἡγησάμενος τὴν τοιαύτην μεταβολὴν καὶ ἐμὲ τὸν συγγενῆ καὶ πρεσβύτερον αἰδεσθεὶς καὶ τῆς οὐ φανερᾶς αἰτίας ὅσα σε προδήλως εὔφρανε Παρθένιος ἰσχυρότερα κρίνας ἐπάνελθε πρὸς τὴν γνώμην τὴν πρὸ τῆς ὑποψίας καὶ δεῖξον, ὡς οὐκ ἐζημίωται μίαν φέρων ἀντὶ πολλῶν τὴν ἐμὴν ἐπιστολήν. [76] [t]

Ἀετίῳ.

[1]    Ἐγώ σε πατρίδα καταλιπεῖν καὶ οἶκον καὶ γένος καὶ προσδοκίας οὐ παρῄνεσα μηδέ γε παραινέσαιμί ποτε πολίτῃ τοιαῦτα πόλιν οὕτω μεγάλην παρεχομένῳ.

[2] ἐπεὶ δὲ ἐφάνη σύμβουλος μὲν ἐμοῦ πιθανώτερος, σοὶ δέ τι τῆς σαυτοῦ σεμνότερον, οὐκ ἐπαινῶ μὲν τὰ δόξαντα, λαβεῖν δὲ χρηστὸν εὕχομαι τέλος. εἴη δ' ἂν καὶ τοῦτο τῆς Τύχης.

[77]

Θεμιστίῳ.

[1]    Ἀνδρόνικος ὁ ποιητὴς οὕτω διέθηκε πρὸς αὑτὸν τὰς μέχρις Αἰθιόπων πόλεις, ὡς εἰκὸς ἦν Ἀνδρόνικον τοιοῦτον ἀφιέντα μέλι. καίτοι τὸ τῆς μητρὸς αὐτὸν καὶ τὸ τῆς πόλεως πάθος διεκώλυσε μὴ πάντα δεῖξαι τὰ ἀγάλματα τῆς ψυχῆς, ἀλλ' ὅμως οἷς ἠδυνήθη δεῖξαι δέδωκε τοῖς ἀνθρώποις εἰκάζειν περὶ τῶν οὐ φανέντων.

[2] ἐχαρίζετο δὲ ἡμῖν οὐ μᾶλλον διὰ τῶν ἐπῶν ἢ τῶν ἐπαίνων οἷς ἐχρῆτο κατὰ σοῦ λέγων τὸν μὲν βασιλέα τιμᾶν σε πᾶσιν οἷς εἶχεν, εὑρῆσθαι δὲ οὐδὲν οὐδέπω τῆς σῆς ἀξίας ἐγγύς.

[3] ἐμοῦ δὲ αὐτῷ παραινοῦντος μὴ διωθεῖσθαι τὰς διδομένας ἀρχὰς ὡς ἐνὸν ἄρχειν τε ὁμοῦ καὶ ᾄδειν, ἀλλ' ἐγώ φησιν εἶμι δώσων ἐμαυτὸν Θεμιστίῳ μαθητὴν κάλλιον ἡγούμενος τοῦ πολλῶν ἄρχειν.

[78]

Ὑγιεινῷ.

[1]    Φήσαντός μου τῷ φιλοσόφῳ γράψειν, τῷ δὲ ἰατρῷ φησιν οὐ γράψεις; Ἀνδρόνικος καὶ προσέθηκεν, ὥς με φιλοίης, πρὸς εἰδότα ἀκριβῶς τὸ φίλτρον. ὥσπερ γὰρ οἱ γονεῖς τοὺς παῖδας φιλοῦσιν, ὅτι ἐγέννησαν, οὕτω καὶ οἱ σώσαντες τοὺς σεσωσμένους, ὅτι ἔσωσαν.

[2] σοῦ δὲ μνήμη παρ' ἡμῖν, ἕωσπερ ἄρρωστοι παρ' ἡμῖν· μὴ εἶναι μὲν γὰρ ἐν τοσαύτῃ πόλει καὶ τοὺς ἀρρωστοῦντας οὐκ ἔνι, τῶν δὲ ἰατρῶν εἰσιόντων καὶ τὸ σὸν ὄνομα καθ' ἑκάτερον εἰσέρχεται βοηθεῖν τε ἐκείνων ἀρκούντων καὶ μή. λέγεται γὰρ τὸ μὲν ὡς θᾶττον ἂν ἐπράχθη σοῦ γε ἁπτομένου, τὸ δ' ὡς οὐκ ἂν συνέβη σοῦ γε ἐπιμελουμένου.

[3] νῦν δὲ δὴ καὶ πολὺ τοῦτο ἦν τοῦ θείου μοι πυρετὸν μὲν ἰσχυρὸν διαφυγόντος, τὸ χρῆσθαι δὲ τῷ σώματι μὴ δυναμένου κομίσασθαι.

[4] ἐγὼ δὲ οἷς με πολλάκις ἀνέστησας ἐπιστάμενος ἤδη τοῖς παρ' ἡμῖν ἰατροῖς ἐρίζω.

[79]

Μητερίῳ καὶ Ἀλκίμῳ.

[1]    Οὐ γράφω πολλάκις ὑμῖν· τί γὰρ ἂν καὶ γράφειν ἔχοιμι; τὰ νεώτερα τῶν ἐμῶν κακῶν; ἀλλ' ἐὰν τὰ ὑμέτερα φέρητε, κέρδος. ἀλλ' ὡς χρὴ καρτερεῖν; οὐκ ἔμοιγε τοσοῦτος ὑπάρχει λόγος. ἀλλ' ὡς χρὴ παρ' ἡμᾶς ἐλθεῖν; οὐκ ἔστι πεῖσαι καλοῦντα.

[2]

κρεῖττον οὖν τοῦ γράφειν τοῖς ὧδε ἔχουσι τὸ μὴ γράφειν.

[80]

Ἀνατολίῳ.

[1]    Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν εἰωθός σοι καὶ παλαιόν, ἔδει δὲ καὶ τὴν Πυθίαν τοῦτο παθεῖν, ὅπως σοι τὰ πρέποντα τῷ νέῳ πράττηται σχήματι. λέγουσιν οὖν σοι καὶ οἱ σοφισταὶ καὶ ἡ Πυθία· μὴ παύσαιο διασύρων ἃ τιμᾶν ἄξιον.

[2] ἐγὼ δὲ φιλεῖσθαι μὲν ὑπὸ σοῦ πιστεύων καὶ ἐπέστελλον καὶ ἐπήγγελλον εὖ παθεῖν οὐδὲν αἰτῶν ὑπεραῖρόν σου τὴν δύναμιν, ἀλλ' οἷα πολλὰ καθημέραν ἔσπειρες ἀξίοις τε ὁμοίως καὶ μὴ τοιούτοις· ἐπεὶ δὲ ἀντὶ τοῦ συμπρᾶξαι γράμμα ἡμῖν ἔπεμψας παιδιᾶς γέμον, καιρὸν ἥκειν ἡγησάμην τοῦ μήτε ὑπὲρ χάριτος μήτ' ἄλλως ἐπιστέλλειν.

[3] καὶ διαφυγόντος μὲν τὴν νόσον ἥσθην οὐχ ἧττον αὐτοῦ τοῦ διαπεφευγότος, ἐξῆν δέ που καὶ ἄνευ τοῦ γράφειν ἥδεσθαι, καὶ οὐχ ὅστις οὐκ ἔγραφεν, οὗτος οὐδὲ ἥδετο, ἀλλ' ὥσπερ ἐν τοῖς γεγραφόσιν ὅτι ἥσθησαν ἦν ἴσως εὑρεῖν τὸν οὐχ ἡσθέντα, οὕτως ἐνῆν καὶ μετὰ σιγῆς ἡσθῆναι.

[4] σὺ δὲ ἐδέου κόλακος, ἀλλ' οὐχ ἡδομένου διὰ φιλίαν. ἀγνοεῖν δὲ λέγων ᾧ τοῦ γράφειν ἐπαυσάμην, ὕβρει δευτέρᾳ τὴν προτέραν παρέρχῃ τότε μὲν οὐκ ἄξιον ἡγησάμενος φροντίδος, νῦν δὲ οὐδ' ὅτι μου κατημέλησας εἰδώς.

[5] καὶ πρᾶγμα πέπονθας οὐκ ἀλλότριον τῆς ἐξουσίας. οἱ γὰρ ἐπὶ λαμπρᾶς τῆς τύχης ὑμεῖς οὐδὲ ἀδικεῖν οὓς ἀδικεῖτε ἡγεῖσθε νομίζοντες προσήκειν ὑμῖν μὲν ὑβρίζειν, ἐκείνοις δὲ πανταχοῦ προσκυνεῖν.

[6] ὁρᾷς, ὅτι κρεῖττον ἦν σοι μὴ κινεῖν τὸν ἀνάγυρον; νῦν δὲ ἐπιθυμήσας μοι λῦσαι τὴν σιωπὴν ἐπὶ σαυτὸν ἔλυσας καὶ ῥεχθὲν ἔγνως καὶ ταῦτα οὐκ ὢν νήπιος, ἀλλ' οὐδὲ Ὀδυσσέως λειπόμενος ἐν δόλοις.

[7]

Ὀπτάτῳ δὲ πέμψας μὲν χρυσίον ἐπαινῇ παρ' ἡμῶν, ὅτι δὲ αὐτὸν ἐλπίζων τῷ χρυσίῳ ποιήσειν ῥητορικὸν ἑκατὸν στατῆρας ἔπεμψας ἐξὸν χιλίους, οὐκ ἐπαινῇ· εἰ γὰρ οὓς ἔπεμψας οὐ μικρὸν δύνανται, μᾶλλον ἂν ὠφέλεις ἀπὸ πλειόνων. ἀλλὰ καὶ τοῦτο τὸ μικρὸν παρ' ἡμῖν τε μέγα κεῖται καὶ ἡ δαπάνη κατὰ λόγον χωρεῖ.

[81]

τῷ αὐτῷ.

[1]    Σὺ μὲν παρεκάλεις με πρὸς παρρησίαν ὡς πᾶν οἴσων ὅ τι ἂν ἐξ ἐμοῦ λέγηται, Αἰσχύλος δὲ ἀποτρέπει λέγων μὴ δεῖν τοὺς ἥττους θρασυστομεῖν. ἀλλὰ καὶ Εὐριπίδης φησίν, ὡς οἱ μεγάλα πνέοντες, περὶ ὑμῶν δή που λέγων, πικρῶς φέρουσι λόγους παρ' ἐλαττόνων κρείσσονας. ὅμως δέ, ἐπειδὴ τῶν ἀμοιβαίων ἐπιθυμεῖς, σοί τε χαριοῦμαι καὶ τοῖν ποιηταῖν, τοῖς μὲν οὐ πάντα εἰπών, σοὶ δὲ οὐ πάντα κρύψας.

[2] πρῶτον μὲν οὖν περὶ τοῦ μέτρου τῶν γραμμάτων ἐκεῖνο λέγω, ὅτι σὺ μὲν τῶν ἐμῶν τὴν βραχύτητα δυσχεραίνεις, ἐγὼ δὲ τῶν σῶν τὸ μῆκος. τὸ μὲν οὖν ἐμὸν ἡ Σπάρτη παραμυθεῖται, καὶ σὺ προσείρηκας Λακωνικὴν τὴν ἐπιστολήν, τῆς δὲ σῆς φλυαρίας εἰπὲ τοὺς ἡγεμόνας· ἀλλ' οὐκ ἂν ἔχοις πλὴν εἰ τὸν ἀκριτόμυθον τὸν ἐπὶ τῆς ἐκκλησίας τῶν Ἀχαιῶν κλάοντα.

[3] τὴν δὲ ἀρχήν σοι λήγειν καὶ πάνυ πείθομαι. φαίνῃ γὰρ ὑπὸ μὲν τοῦ λυπεῖσθαι παραπαίειν, ὑπὸ δὲ τοῦ παραφρονεῖν τοιαῦτα γράφειν. ἕως δὲ οὐ προσεδόκησας τῆς ἀρχῆς τὸ τέλος, ἐσωφρόνεις. ταυτὶ δὲ ἔγραφες ὄντως ἀγρυπνῶν οὐ γὰρ ἦν καθεύδειν ὑπὲρ τῆς ἐξουσίας τρέμοντα.

[4] Ἰουλιανὸς δὲ τῶν μὲν πρώτων παρ' ἡμῖν οὐκ ἦν, ἐγένετο δ' ἂν τῶν πρώτων, εἰ μὴ τὸ μὲν πρῶτον ἐν ὀρχουμένῃ πόλει διήγαγεν, ἔπειτα παρ' ἡμῶν ὡς τάχιστα ἀπεπήδησεν, ἐπειδὴ οὐ κακός γε ἐπεφύκει πρὸς λόγους, ἴσως δὲ καὶ αὐτῶν ὧν ἀφῖκτο φέρων ἀπέβαλε τοὺς πλείους, ὡς συνεγένετό σοι. ἐσθλῶν μὲν γὰρ ἀπ' ἐσθλά, τὸ δὲ ἐχόμενον ἀφίημι σὴν χάριν.

[5] δοκεῖ δέ μοι κἀκείνῃ παροξυνθῆναι γενέσθαι στρατιώτης· ἑώρα τὸν ὕπατον τὸν ἀεροβατοῦντα καὶ μέγα φθεγγόμενον καὶ περιφρονοῦντα τοὺς θεοὺς τοῖς μὲν ἄλλοις ἐπικείμενον, ὑποπεπτωκότα δὲ ἀνθρώποις, ὧν ἀνδράποδα κέκτηται βελτίω.

[6] ἠράσθη οὖν ἰσχύος, ἣν εὗρε σὲ θεραπεύοντα. μὴ οὖν θαυμάσῃς, εἰ σοῦ μένοντος ἐν τῷ δι' ἐκείνους δύνασθαι ζηλώσει τὸν Ἰουλιανὸν Ὀπτάτος.

[82]

Ἀμβροσίῳ.

[1]    Χάριν αἰτῶ σε ἐπιθυμοῦντα δοῦναι· ὑμῖν μὲν γὰρ τοῖς νεανίσκοις ὅταν ἀρχαὶ παραδοθῶσιν, ὅτι τοῖς πρεσβυτέροις ἡμῖν ἔχετε χαρίζεσθαι, χαίρετε καὶ τοῖς τε διδασκάλοις ἡδονήν τινα φέρει τὸ δεῖσθαι μαθητῶν τοῖς τε μαθηταῖς τὸ τοῖς διδασκάλοις δύνασθαί τι ποιεῖν κατὰ νοῦν.

[2] ἐμοὶ μὲν οὖν ἐπιτάττει Κλεόβουλος ὁ παιδευτὴς ἃ παρὰ σοὶ δύναμαι, ἐγὼ δὲ αἰτῶ παρὰ σοῦ ταῦτα ἃ διὰ τὴν ἀρχὴν δύνασαι. Ἀντίφιλος ἐν πρώτοις τέ ἐστι τῶν σοὶ διακονούντων καὶ Κλεοβούλῳ συγγενής. τοῦτον συνέστησε μέν μοι προλαβὼν ὁ τρόπος· οὐ γὰρ οἶδε κερδαίνειν ἀπὸ τοῦ τολμᾶν ἃ μὴ δεῖ. ταυτὶ γὰρ ὁ Κλεόβουλος μαρτυρεῖ. συνίστημι δὲ καὶ ἐγὼ τούτῳ πειθόμενος.

[3]

ἔστι δὲ ἡ χάρις ἡμέρως σε βλέπειν εἰς αὐτόν· ᾧ πρὸς πλεονεξίαν μὲν οὐ χρήσεται, πρὸς δὲ τὸ θαρρούντως ὑπὲρ τῶν ἐπειγόντων διδάσκειν καὶ μετ' εὐθυμίας ὅ τι ἂν κελεύῃς ὑπουργεῖν. [83] [t]

Ἀταρβίῳ.

[1]    Εἰ μὲν οἷός τ' ἦν κοινωνῆσαι Σαβίνῳ τῆς ὁδοῦ, παρὼν ἄν σοι διελεγόμην ἀντὶ τοῦ γράφειν, οὕτω πολλή μοι σπουδὴ τὸν ἄνδρα ἐξαρπάσαι τῆς ζάλης· ἐπεὶ δὲ πολλαχόθεν ἠνάγκασμαι μένειν, οὐ παρῆκα τὸν δεύτερον πλοῦν, ἀλλ' ἐπιστέλλω.

[2] καὶ βουλοίμην ἄν σε τοῦ τε δικαίου καὶ ἡμῶν χάριν ἀντισχεῖν πρὸς τὴν τοῦ καιροῦ δυσκολίαν καὶ διδάξαι τοὺς ἀνθρώπους, ὡς οὐκ ἐπ' αὐτοῖς ἐστι τοὺς ἄρχοντας, ὅταν λήξωσι τῆς ἀρχῆς, σπαράττειν.

[3] ἐγὼ μὲν οὖν ὡμολόγηκα πρὸς ἐκεῖνον, ὡς παντὸς ἂν παρὰ σοῦ τύχοι, σὺ δ' ἂν εἴης κύριος ἢ ἀλαζόνα με δεῖξαι τῇ ὑποσχέσει ἢ μή.

[84]

Μάγνῳ.

[1]    Τῶν μάλιστα φίλων ἡμῖν Μακεδόνιός ἐστιν οὐκ ὀλίγον συμβεβιωκὼς χρόνον. κτήσαιτο δ' ἄν τινα φίλον εὐθύς τε συμβαλὼν καὶ μικρὰ διαλεχθείς· οὕτω πολλὴν ἐπὶ τῶν τρόπων ἔχει τὴν ἴυγγα.

[2] εἰ μὲν οὖν δικασόμενος ᾔει παρὰ σοί, πάνυ ἂν ἦν ἀνόητος, εἴ σοι γράφειν ἐτόλμων, ὡς οὐδὲν γράμμα φίλου κατὰ τῶν νόμων τιμήσεις· ἐπεὶ δὲ τοῦ γνωρίζεσθαι μόνον ἐπιθυμεῖ, θαρρῶν αἰτῶ τὴν χάριν. ὥσπερ γὰρ οὐ πάντα οἶσθα χαρίζεσθαι, οὕτως οὐ πανταχοῦ τὸ χαρίζεσθαι φεύγεις.

[85]

Φλωρεντίῳ.

[1]    Ἕως ἂν ἡ σὴ περὶ ἡμᾶς εὔνοια λαμβάνῃ προσθήκην, καὶ ἡμῖν ἡ τοῦ γράφειν σοι περὶ τῶν φίλων ἀνάγκη. Μακεδόνιος δὲ οὑτοσὶ καὶ δι' ἐπιείκειαν καὶ σωφροσύνην καὶ βεβαιότητα τρόπων πάλαι θαυμάζεται παρ' ἡμῖν, ἓν δὲ αὐτὸν μέμφομαι μόνον, ὅτι δὴ σκιρτήσας ἐν Μουσῶν κήποις ἐξηνέχθη πρὸς βίον ἐν ᾧπέρ ἐστι νῦν. εἰ γὰρ πλουτεῖν ἐντεῦθεν ἔστιν, ἀλλ' ἐκεῖθέν γ' εὐδοκιμεῖν.

[2] τῷ δὲ ἐλπίδες μέν εἰσι χρημάτων, χρήματα δὲ οὔπω, γένοιτο δ' ἂν σοῦ βουλομένου. δίκαιον δὲ μήτοι τὸν ἄνδρα περιιδεῖν καὶ τοῦ βήματος ἐκπεσόντα καὶ δι' ἃ τοῦ βήματος ὑπερεῖδεν.

[86]

Θεμιστίῳ.

[1]    Οὐκ ἄρα διὰ σπουδῆς μόνον πληροῖς τὸ βουλευτήριον βουλευτῶν, ἀλλ' ἤδη καὶ εὕδοντι κύρτος. Κέλσος γὰρ ὁ τῶν μὲν παρ' ἡμῖν ἄριστος, τῶν δὲ ἐκεῖ μετὰ σὲ τοῦτο ἀκοῦσαι πρέπων, αὐτόματος ἐπ' ἀγαθῶν συνέδριον ἀγαθός.

[2] καίτοι πάντα ἡμῖν κεκίνηται τοῦ τὸν ἄνδρα τῶν παρ' ἡμῖν προστῆναι πραγμάτων. ὁ δὲ ἔφασκε χώραν διώκειν ἣν ἐπῄνεσε Θεμίστιος. καὶ τὸ σόφισμα οὐκ ἀγνοῶ.

[3] οἱ μὲν γὰρ ἄλλοι Βόσπορον ἰχθυόεντα ποθοῦντες ἐκεῖσε τρέχουσι, τῷ δὲ τῆς μὲν ἀρχῆς οὐ μέλει, νομίζει δέ, εἰ πολίτης ὑμέτερος γένοιτο, μετὰ σοῦ βιώσεσθαι. τοῦτο δέ ἐστιν ἐν φιλοσοφίᾳ βιῶναι, ἧς οὐκ ὀλίγον ἐν Σικυωνίᾳ μετασχὼν μάλιστα προσδοκᾷ μετασχήσειν παρὰ σοί.

[4] ἐμοὶ μὲν οὖν ἕξει τοὐμὸν ἐπιτήδευμα χεῖρον τοῦ παραβοηθοῦντος ἀπόντος, καὶ πρὸς ὃν ἐκφέρων τὰ λυποῦντα ῥᾴων ἐγιγνόμην, τοῦτον ἐγγὺς οὐκ ἔχων ἀνιάσομαι, γιγνέσθω δὲ ἀγαθόν τι Κέλσῳ καὶ τἀμὰ ὅπῃ βούλεται χωρείτω. πάντως ἐκ τῶν τοῦδε παραμυθία τοῖς ἐμοῖς.

[5] νῦν μὲν οὖν αὐτὸν ἥ τε μήτηρ καὶ ἐγὼ καὶ πολλοὶ κατέχομεν ὡς ἐνὸν πρὸ τοῦ χειμῶνος ἡμῖν τε χαρίσασθαι καὶ παρ' ὑμᾶς ἐλθεῖν, ἔφθη δὲ αὐτὸν ἡ περὶ αὐτοῦ δέλτος, ἐφ' ᾗ τὰ εἰωθότα πράξεις παρατηρῶν, ὅπως μέτριον ἔσται τὸ ἀνάλωμα. ἐδόκει γὰρ ἡμῖν εἶναι χαριέστερον ἤδη πολίτην αὐτὸν γεγενημένον ἢ γενησόμενον ἰέναι. [87] [t]

Δομνίωνι.

[1]    Σιλβανὸς ὁ μαθητής σου τοῖς συνηγόροις ἐγγέγραπται μάλα ἡμέρως αὐτὸν προσεμένου Μοδέστου. τὴν μὲν οὖν τῶν νόμων ἐπιστήμην, ὅταν ἀγωνίζηται, δείξει, τὴν δὲ τῶν τρόπων ἀρετὴν πάλαι δεδήλωκεν ἡμῖν. καί μοι δοκεῖ καὶ κατὰ τοῦτο μαθητής σου γεγονέναι τῶν σῶν οὐκ ὀλίγον μεταλαβὼν τρόπων, δι' οὓς ἐπαινῇ πλέον ἢ τοὺς νόμους.

[2] φιλῶν δὲ σέ, ὥσπερ εἰκὸς διδάσκαλον, ἐμὲ φιλεῖ, διότι σοι ταύτῃ χαριζόμενος οἶδεν.

[88]

Λεοντίῳ.

[1]    Ἔλαβόν σου καὶ τὴν προτέραν ἐπιστολήν, οὐδ' ἂν εἰκάσαις, ὅπως ἡδέως. ἦν δὲ ἥδιστον αὐτῆς, ὅτι ἀκούσας, ὡς γράψοιμί σοι, τὰ γράμματα δὲ ἔχων οὔπω τοῦτο ἐποίησας, ὅπερ ἦν εἰκὸς τὸν ἔχοντα.

[2] ὁ μέντοι δοὺς ἐμοὶ τὰ παρὰ σοῦ δοὺς ἐπ' ἀγορᾶς καὶ φήσας αὐτίκα ἥξειν εἰς τὸ βουλευτήριον, οὗ διατρίβω ‑ τὸ γὰρ τῆς Τύχης ἱερόν, ὦ καλὲ Λεόντιε, μετὰ τῆς ἄλλης αἴγλης καὶ τῶν ποιμνίων ἅ ποτε ἔτρεφεν ἐστέρηται καὶ ἔστιν ἡμῖν ἀφορμὴ δακρύων, ὁπότε παρίοιμεν ‑ εἰπὼν οὖν ἐκεῖνος, ὡς ἥξει, καί τινα προθυμίαν ἐνδειξάμενος ὥσπερ ἁρπασθεὶς ὑπ' ἀνέμων οὐκ ἔτ' ἐνέτυχέ μοι.

[3] κἀγὼ ᾤμην αὐτὸν ἄκοντα ἀπενηνέχθαι, ὁ δ' ἄρα ἐνταῦθα ὢν ἀπεδίδρασκε. τὸ γὰρ ὡς ἐνταῦθά ἐστιν ἤκουσα παρὰ τοῦ τὰ δεύτερα δόντος. καὶ ἴσως συνεγένετο συμμορίᾳ κολάκων, οἷς τὸ μὴ παρ' ἐμοῦ γράμματα λαβεῖν κεχάρισται. εἰ δὲ ἐκείνοις ἐντετυχήκει πρότερον ἢ ἐμοί, πάντως ἂν αὐτοῖς ἐχαρίζετο καὶ τὸ μὴ τὰ σὰ δοῦναι.

[4] ἐθαύμασα δέ, ὅπως οὐδ' οἷς νῦν ἔγραψας ἔδειξας, ὡς κομίσαιό μου τὴν ἐπιστολήν. καὶ πανταχῆ τὸ πρᾶγμα στρέφων οὐκ ἔχω τὴν αἰτίαν εὑρεῖν. τὸ μὲν γὰρ ἐλθεῖν ὡς ὑμᾶς Εὐμάθιον δηλοῦται τοῖς παρ' Ἰφικράτους δεῦρ' ἐλθοῦσι γράμμασιν, ἥκοντα δὲ παρ' ὑμᾶς οἶμαι μὴ δοῦναι λόγον οὐκ ἔχειν, ὑπὲρ οὗ πολλοὺς καὶ καλοὺς διῆλθε λόγους καὶ πρὸς ὃν δεῖν ἐπιστέλλειν οὐκ ἀνῆκε λέγων, ὥστ' ἐγὼ μὲν πολλάκις ἠρόμην ὃν ἦγε νέον, εἰ τέθνηκεν ὁ παιδαγωγός, οὐ γὰρ ἂν ἐδόκει μοι ζῶν τοῦτο ἁμαρτεῖν, τοῦ δὲ λέγοντος, ὡς περίεστιν, ἀπορῶν οὐ πέπαυμαι.

[5] φράσον οὖν, εἴτ' ἔλαβες εἴτε μή· τῷ μὲν γὰρ ἡσθήσομαι, τὸ δ' ἀντίγραφά σοι τῶν πρώτων ποιήσει πέμπειν. [89] [t]

Φιλαγρίῳ.

[1]    Ἄσμενος ἐδεξάμην σου τοὺς υἱεῖς. τί δὲ οὐκ ἔμελλον οὓς καὶ ἐμαυτοῦ νομίζω; περὶ δὲ τῆς προτέρας βουλῆς ἄμεινον σιγᾶν ἢ ζητοῦντα ἀπολογήσασθαι μηδὲν ἔχειν ἰσχυρὸν εἰπεῖν. καὶ γὰρ εἰ δεινότατος σύ γε σοφιστῶν, ἀλλὰ τά γε τρὶς τέτταρα δώδεκα, κἂν Φιλάγριος ἄλλο τι περὶ αὐτῶν ἐπιχειρῇ λέγειν.

[2] ὃ μέντοι παθὼν οἶδα διὰ τὸ σὸν βούλευμα, φράσω καὶ οὐκ ἀποκρύψομαι πρὸς φίλον. ἐγὼ νέους φεύγοντας οὐδεπώποτε ἐδίωξα, οὐδὲ γὰρ τὰς κρήνας ἑώρων χωρούσας παρὰ τοὺς χρῄζοντας πιεῖν, ἀλλ' ᾤμην δεῖν τοῖς μὲν προσιοῦσιν εὔνοιαν ὀφείλεσθαι, τοῖς δ' ὑπερορῶσι τοῦτ' αὐτὸ ὑπερορᾶσθαι.

[3] καὶ δὴ καὶ διὰ τοῦτο δόξα μοι γέγονεν, ὡς εἴην σεμνότερος, ὅτι μηδὲν ὑπέμενον ταπεινόν. τῶν μέντοι παίδων ὡς ἕτερον τραπομένων τῶν σῶν δηχθῆναί τε ὁμολογῶ καὶ βουληθῆναι ταύτην κινηθῆναι τὴν ψῆφον, καίτοι πλείους ἦσαν οἱ τῆς σῆς ἐπιλαμβανόμενοι γνώμης ἢ οἱ τῆς ἐμῆς ἀμαθίας τοῦτο ποιούμενοι σημεῖον.

[4] νῦν οὖν ἐπειδὴ σαυτῷ διελέχθης, ὡς ἄρα οὐκ ἄμεινον ἐμμένειν τοῖς δεδογμένοις, μηδὲν οἴου δεῖσθαι πρὸς ἡμᾶς παρακλήσεως, εἰ μὴ πρὸς σαυτὸν ὑπὲρ αὐτῶν. ἄνευ γὰρ τῶν ἄλλων αὐταὶ τῶν νέων αἱ μορφαὶ τῆς τοῦ πατρὸς ἀναμιμνήσκουσαι ποιοῦσιν ἐνεργόν.

[5] καὶ μὴν καὶ Εὐτύχιος σοὶ μὲν φίλος, κηδεστὴς δὲ ἡμέτερος, ᾧ μὴ χαριζόμενος ἀδικοίην ἄν. οὗτος ἄγων παρ' ἐμὲ παῖδάς τε τοὺς σοὺς καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ οὐ μᾶλλον ἔδειξεν ἐκεῖνον φιλῶν ἢ τούτους.

[6] διὸ δὴ καὶ τοῦ θέρους ὁ νόμος ἐπὶ τούτων λέλυται μόνων, ὅπως ἐκεῖνός τε εὐφραίνοιτο καί σοί τι τῶν δεόντων γίγνοιτο.

[90]

Κλεάρχῳ.

[1]    Ἰδού σοι καὶ Ζωίλος ἥκει τὰ πλείστου μὲν ἄξια τῷ δεσπότῃ διακονῶν, τῇ δὲ ἀνάγκῃ τῶν περιεστηκότων ἀποσταλείς. τῆς γὰρ ἐνταῦθα θεραπείας ἐδόκει δεῖν ἀφελεῖν ἐπὶ τῷ τἀκεῖ καταστήσασθαι.

[2] καίτοι φοβοῦμαι μὲν μὴ καθάπερ τὰ πολλὰ παρ' ἡμῶν γράμματα καὶ Ζωίλος ᾖ μάτην ἀφιγμένος, οὕτως ἡμᾶς ἀπέρριψας· ἀλλ', ἐπειδὴ γένοιτ' ἂν ἀκριβεστέρα βάσανος τῆς σῆς γνώμης ἡ παρουσία τοῦ παιδός, ἥκει μαθησόμενος, εἰ Κλέαρχος ὁ καλὸς μεταβέβληται καὶ γέγονεν ἡμῖν Ῥηγῖνος ὁ Διομήδης.

[91]

Θεμιστίῳ.

[1]    Πρὸς θεῶν καὶ φιλοσοφίας. νεῖμόν τι βοηθείας τῷ διδασκάλῳ Κλεοβούλῳ· δίκαιά τε γὰρ δεῖται καὶ σοὶ μετὰ τῶν δικαίων ἔθος ἑστάναι. καὶ ἅμα δεῖ νεῦσαι καὶ τοὺς νῦν ὑβρίζοντας ὄψεταί τις μετρίους.

[2] ἐστὸν μὲν οὖν Ἀλέξανδρός τε καὶ Σευῆρος ἀτεχνῶς Κρωβύλου ζεῦγος καὶ πρότερόν φασι τοῦ ἐμπνεῖν ἢ τοῦ κακουργεῖν παύσεσθαι, γνόντες δέ, ὡς οὐκ ἐπιτρέψει Θεμίστιος, εἰ καὶ μὴ ἑκόντες, ἀλλ' ἄκοντες ἴσως ἔσονται βελτίους.

[3] Ζωίλος δὲ ἀπέσταλται διδάξων τε, εἴ του δέοιο καὶ ὑπομνήσων, εἴ σε τὸ πλειόνων κήδεσθαι τῆς περὶ ταῦτα προνοίας ἀπάγοι.

[4] ταῦτα ἔγραφον ἀσθενοῦντος Κλεοβούλου, νοσεῖ δὲ ἀθυμῶν, ὅτι αὐτοῦ καταθέουσι δύο κανθάρω. ἢν οὖν τι ταχέως πραχθῇ, τοῦτόν τε εἰκὸς ἀνοίσειν καὶ σοὶ δόξαν ἔσεσθαι τὴν τοῦ σεσωκέναι φίλον.

[92]

Παρνασίῳ.

[1]    Οὐκ ἀνέξομαι τῆς εἰκόνος· οὐ γὰρ ἔοικε τοῖς σοῖς. μέμνησαι μὲν γὰρ μικρὰ δή τινα κεκτημένων καὶ διαμηχανωμένων, ὅπως ἐλάττω δόντες πλείω λάβοιεν παρὰ τῶν πλουσίων· ἔστι δὲ σοὶ ῥεύματα ἐπιστολῶν οὐκ ἐλάττω γε ἤπερ ἡμῖν, οἷς εἶναι πλείω λέγεις.

[2] μὴ τοίνυν ἴσην κεκτημένος οὐσίαν εἰς τοὺς πένητας γράφε σαυτόν, ἀλλ' ἐὰν ὁπόσα πέμπεις λαμβάνῃς, μηδὲν ἀδικεῖσθαι νόμιζε.

[93]

Κρατίνῳ.

[1]    Ἀλλ' οὐδὲ ἡ Ἑλένη τοῦ Τηλεμάχου τὸν πατέρα εὑροῦσα τῇ τοῦ Τηλεμάχου μορφῇ οὐδέ γε ὁ Μενέλεως ὁμολογήσας τῇ γυναικὶ καὶ εἰπὼν περί τε τῶν χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν καὶ τῶν ἄλλων ἃ δὴ καὶ λέγει, οὔτε αὐτὸν ὑβρίζει τὸν νεανίσκον οὔτε τὸν ἐκείνου πατέρα, ἀλλά μοι δοκεῖ μὴ ἂν ἧττον ἡσθῆναι ταῦτα ἀκούσας Ὀδυσσεὺς ἢ ὅτι Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν. οἶσθα δέ που καὶ ἄλλον εὐδαιμονίας μέρος ἡγούμενον τὸ ἐοικέναι τέκνα γονεῦσι.

[2] πρὸς τί δὴ βλέπων ἐπελάβου τοῦ περὶ ῥινὸς λόγου; ἐγὼ μὲν γάρ, ὅπως σε εὐφραίνοιμι, τοῦτο ἔγραφον, ἔοικα δέ τις εἶναι σκαιὸς καὶ ἀμαθής.

[3] ὅρα οὖν, εἴ σοι καλῶς ἕξει διαβῆναί τι ταυτησὶ τῆς ἀπαιδευσίας εἰς τὸν σὸν υἱόν· ὡς ἐγὼ μὲν ὧν κέκτημαι μεταδοῦναι πρόθυμος, εἰ δὲ τῷ λαμβάνοντι τὸ λαβεῖν οὐ βλάβος, Κρατῖνος ὁ καλὸς σκοπείτω.

[94]

Λεοντίῳ.

[1]    Τὴν δευτέραν οὑτοσί μοι δοὺς ἐπιστολὴν ᾤχετο ἐπὶ Φοινίκης. νῦν γὰρ ἐπανήκοντος ἔγνων, τότε δὲ ἐθαύμαζον οὐ προσιόντος. ζητοῦντι δὲ γράμματα πάλαι ἔφην ἐπεσταλκέναι, τῷ δὲ οὐ δώσειν. ἀρκεῖν γὰρ αὐτῷ τῆς Φοινίκης ἀπολελαυκέναι.

[2]

προσκειμένου δὲ καὶ δεομένου μὴ τοιαύτην δίκην ὑποσχεῖν ἔδωκα τὴν ἐπιστολὴν βέλτιστον ἡγησάμενος τῇ τοῦ μὴ λαμβάνειν λύπῃ. [95] [t]

Παννυχίῳ.

[1]    Ὅτι σοι μὴ οἷός τε ἐγενόμην ἐνταῦθα συμμίξας γενέσθαι γνώριμος, ἐγκαλῶ τῇ διὰ τοὺς νέους ἀσχολίᾳ. καὶ σοὶ δέ που τάχ' ἴσως ἦν οὐκ ἀηδὲς ἰδεῖν τέ με καὶ διαλεχθῆναι πρὶν ἢ τῆς ἀρχῆς ἅψασθαι, διεκώλυσε δέ, οἶμαι, τὸ πλῆθος τῶν φροντίδων, ἃς ὑπὸ τῆς ἀρχῆς πρὶν ἐπιβῆναι τῶν πόλεων περὶ τὸν ὕπαρχον εἶχες.

[2] ἔχει οὖν λόγον ἀλγοῦντας τῷ μὴ συγγεγονέναι χρῆσθαι τῷ δευτέρῳ ‹πλῷ› καὶ τοῦ πνεύματος ἁμαρτόντας ἐπὶ τὰς κώπας χωρεῖν καὶ ἐπιστέλλειν.

[3] οὕτω δέ σε ἐλπίζω φίλον ἕξειν καὶ τοῖς τε ἐμοῖς ἡσθήσεσθαι γράμμασιν αὐτόν τε εὐθὺς ταῦτα μιμήσεσθαι, ὥστε ὡς ἂν πάλαι συνήθης ἐν τοῖς πρώτοις γράμμασι καὶ χάριν αἰτεῖν οὐκ ὀκνῶ· ἃ γὰρ πρὸς παρόντα οὐκ ἂν ᾐσχυνόμην λέγειν, ἀδικοίην ‹ἂν› μὴ γράφων.

[4] Πελάγιος ὅτι μὲν γένους τε ἕνεκα καὶ τῆς ἄλλης λαμπρότητος εἰς τὰ πρῶτα τελεῖ τῶν περὶ τὸν Εὐφράτην, κἂν αὐτὸν οἶμαι τὸν Εὐφράτην εἰπεῖν λαβόντα φωνήν, ἐμοὶ δὲ συνεφοίτησε καὶ ἐχαίρομεν ἀλλήλοις. ἐπῃνεῖτο δὲ μᾶλλον ὁ τοῦδε τρόπος, οὐ γὰρ ἀρνήσομαι νομίζων καὶ τοῦτο ἐμαυτοῦ καλόν, εἰ τῷ τοιούτῳ τὴν φύσιν χαίρων ἐφαινόμην.

[5]

καὶ δῆτα αὐτῷ συνηυξήθη τὸ τῆς ἐπιεικείας, ἣν οὐχ ἧττον Σύρων ἐγνώκασι πάντες δι' ὅσων ἦλθεν, ἦλθε δὲ διὰ πλείστων, ἡνίκα ἐπρέσβευσε καὶ κατεσκεύασε τοῖς αὑτοῦ τρόποις δόξαν τὴν ἀμείνω τῷ γένει. ὥστε μοι πάντως ἂν ἐν δημοκρατίαις καὶ στεφανωθῆναι δοκεῖ τοῦτο εὖ πεποιηκώς.

[6] τὸ δὲ μέγιστον, ἀγχίνοιαν γὰρ καὶ πρᾳότητα τοσαύτην ἑκατέραν ἐπ' ἄλλου του συνελθοῦσαν οὐκ οἶδα, καίτοι τὸ μὲν ἡσύχιον πῶς οὐκ ὀξὺ λογίσασθαι; τὸ δὲ ὀξύτερον ἐπιεικῶς καὶ ταραχῶδες. ἀλλ' οὗτός γε ἐκέρασεν ἄμφω καὶ συνοικεῖν ἔπεισεν ἡσυχίαν γνώμης μετ' εὐβουλίας κεκτημένος, ἐντεῦθεν εὑρεῖν τὸ δέον οὐδενὸς ὕστερος, τῷ δὲ ἑτέρῳ πάντως κράτιστος, λόγου καὶ σιωπῆς καιρόν, εἴπερ τις, ἐπεγνωκώς, ἄρχοντα ἀγαθὸν μὲν ἐπαινέσαι, τοῦ δὲ οὐ τοιούτου φείσασθαι ‹εἰδώς›, κτήματα τὰ πατρῷα μὲν διαφυλάττων, τὰ δὲ τῶν πλησίον οὐ περικόπτων.

[7] αὐτὸς ἂν πρὸς ἄλλον εἴποις καὶ ταῦτα καὶ πλείω· τὸν γὰρ ναύτην οἶδέ που ὁ κυβερνήτης καὶ τοὺς χορευτὰς ὁ κορυφαῖος. τοῦτον οὖν τὸν τοιοῦτον χορευτὴν οἶδα ὅτι δι' ἐπιμελείας ποιήσῃ χάριν τε διδοὺς τοῖς χρηστοῖς, ἅπασι γὰρ τοῦδε μέλει, καὶ διδάσκων τοὺς ἀρχομένους, ὅτι ὅστις ἀρετὴν διώκει, πρότερος παρὰ σοὶ τῶν ἐκείνην οὐκ ἀγαπώντων.

[8]

ἐγὼ δὲ ἔργῳ μὲν οὐκ ἀμείψομαί σου τὴν χάριν, οὐ γὰρ ἐν ἔργοις τά γε ἐμά, λέγων δὲ ἃ δεῖ περὶ τῶν σῶν ἔργων οὔποτε παύσομαι. ἐρῶ δέ, ὡς ἀξία γε τῶν τε πόνων ἐκείνων καὶ τῶν λόγων ἡ τύχη ἐκ μὲν μουσείων ἐπὶ τὸ βουλεύειν ἐλθὼν ἐκράτεις καὶ ἐδείκνυς τὸν ῥήτορα, ἐκ δὲ τοῦ βουλεύειν ἐπὶ τὸ ἄρχειν ἥκεις καὶ πάρεδρος ἡ Δίκη.

[9] ἡμεῖς μὲν οὖν σοῦ καὶ μεμνήμεθα καὶ συνευχόμεθα, σὺ δ' ἡμῖν τοῦ προγόνου μεμνῆσθαι τοῦ Μίνω, μᾶλλον δὲ μεμνημένος διατελεῖς, ὅθεν ὤρθωται μὲν τὰ καιρῶν, ἡμῖν δὲ ἔστιν εἰπεῖν τι περὶ σοῦ τοιοῦτον ὁποῖον ἐπεθυμοῦμεν.

[96]

Μοδέστῳ.

[1]    Σὲ μὲν εἴη τὰ εἰωθότα ποιεῖν, ταῦτα δέ ἐστι νόμους τε βεβαιοῦν καὶ σώζειν πόλεις καὶ μισεῖν συκοφάντας καὶ βοηθεῖν ἀδικουμένοις· ἡμῖν δέ, ὡς μὲν ὁ κοινὸς λόγος, καὶ τὰ κοινὰ βλάπτεται, εἰ δὲ τοῦτο μεῖζον τοῦ ἀληθοῦς, ἀλλ' ἐκεῖνό γε οὐ ψεῦδος, ὅτι τήν γε ἡμετέραν οἰκίαν ἀπολώλεκεν ἡ τελευτὴ τοῦ θείου.

[2] τέθνηκεν, ὦ θεοί, τέθνηκεν ὁ πάντα ἄριστος Φασγάνιος, ὃν σὺ μάλιστα ἀνθρώπων ᾐδέσθης καὶ ὑφ' οὗ μάλιστα ἀνθρώπων ἐθαυμάσθης καὶ περὶ οὗ μάλιστα ἀσθενοῦντος ἐφρόντισας.

[3] ἐγὼ μὲν οὖν εὐξαίμην ‹ἂν› ἐπ' ἐκείνῳ τὴν αὐτὴν εὐθὺς ἐλθεῖν, ἐπεὶ δὲ τετήρημαι λύπῃ καὶ δάκρυσιν, εἰς μίαν ὁρῶ παραμυθίαν, σέ τε καὶ τὴν σὴν δύναμιν, ὧν νῦν τε ἀπολαύομεν ἀπόντος καὶ δῆλον ὡς μειζόνως, ἡνίκα ἂν ἔλθῃς, ἀπολαυσόμεθα.

[97]

Φλωρεντίῳ.

[1]    Γλώττῃ μὲν τῇ αὐτῇ, γνώμῃ δὲ οὐ τῇ αὐτῇ τὰς ὑπὲρ τῶν φερόντων σοι πέμπομεν ἐπιστολάς, ἀλλὰ τῶν μὲν τὸν ὄχλον οὐκ ἔχοντες διαφυγεῖν ἐπιστέλλομεν, οἷς ἂν μηδὲν γίγνηται δεξιόν, οὐ φροντίς· ὑπὲρ δὲ ὧν παντὶ θυμῷ γράφομεν, καὶ προστίθεμεν εὐχὰς τοῖς γράμμασι κἂν ἐκεῖνοι τῆς σῆς ἀπολαύσωσι ῥοπῆς, ἡμέτερον τὸ κέρδος.

[2] ὧν οὑτοσὶ Μίκκαλος, μᾶλλον δὲ πρῶτος τῶν ἐν τούτῳ μοι τεταγμένων. πατέρων τε γὰρ φύντες ἀλλήλοις φίλων ἐκληρονομήσαμεν τοῦδε τοῦ καλοῦ πολλά τε ὑπὲρ ἐμοῦ πεπονηκότος Ὀλυμπίου τοῦ Μίκκαλον τὸν ἀδελφὸν πλέον ἢ παῖδα φιλοῦντος αἰσχρὸν ἦν ἐμὲ μηδ' ἀπὸ γραμμάτων τι συντελέσαι πρὸς τὴν ὁδὸν οὐχ ὡς οὐκ ἀρκούντων οὔτε τῶν Μικκάλου τρόπων οὔτε τῶν Ὀλυμπίου γραμμάτων ἐγεῖραί σε πρὸς συμμαχίαν.

[3] πολλῶν γὰρ ὄντων ἃ ποιεῖ σοι τὸν παρὰ τῶν σπουδαίων ἔπαινον μάλιστα θαυμάζεται τὸ τοὺς πάλαι συνήθεις πρὸ τῶν τὴν δύναμιν θεραπευόντων ἄγειν. ἀλλ' ὅμως ταῦτα εἰδὼς κἀκεῖνό γε προσειδώς, ὅτι οὐδὲν ὀκνήσεις ἐν οἷς δεῖ Μίκκαλον εὖ παθεῖν, ὅπως ἔλθῃ τι τῆς τῶν πραττομένων αἰτίας εἰς τὰ ἐμὰ γράμματα, συνεφηψάμην τῆς παρακλήσεως.

[4] ἔστι δὲ μέγιστον τῆς χάριτος τὸ περὶ αὐτὴν τάχος, ὑφ' οὗ καὶ ἡ μικρὰ μείζων ἂν φανείη πολλάκις. μάλιστα μὲν γὰρ ἔδει καὶ οἴκοι καθημένῳ Μικκάλῳ προσελθεῖν τι τῶν τοῖς τοιούτοις πρεπόντων· ἐπεὶ δὲ ἴσως βουλόμενος τῶν τιμῶν ἡγεῖσθαι τοὺς πόνους ἐπέταξας ὁδοιπορεῖν, ὅμως ἥκει. σὺ δὲ μὴ μέλλε. οἰήσεται γάρ, εἰ ταχέως ὑποστρέψειε, μηδὲ κεκινῆσθαι.

[5] ἐνθυμοῦ δὲ πάντα ὁμοῦ, τὴν ἡλικίαν, ὡς ἄγαμος ἔτι, γῆρας μητρὸς καὶ ἐπιθυμίαν, τὴν Ὀλυμπίου γνώμην, ὡς ἀνθ' ἑαυτοῦ τοῦτον εὔξατο κληθῆναι πατέρα.

[6] σύμπραξον οὖν, ὦ γενναῖε, πρὸς τὴν διαδοχὴν τοῦ γένους, ὡς ἐμὸν μὲν εὐτρεπίσαι τὴν νύμφην, σὸν δὲ ἀποπέμψαι λαμπρόν τε ἡμῖν καὶ ὀξέως τὸν νεανίσκον. ἐρῶ γάρ, ὡς ἂν πρέψαι νυμφίῳ, κἂν ἡ κεφαλὴ μὴ συγχωρῇ. [98] [t]

Σπεκτάτῳ.

[1]    Εἰ ᾔδεσαν οἱ ἄνθρωποι, τίς σὺ πρὸς ἡμᾶς τὴν γνώμην, οὐκ ἄν με ἐκέλευον ὑπὲρ αὑτῶν σοι πέμπειν ἐπιστολάς, ἀλλὰ κἂν εἰ αὐτὸς ἐδεόμην αὐτῶν κομίζειν, ἀντεδέοντ' ἂν μὴ γράφειν ὡς εἰς βλάβην αὐτοῖς τοῦτο ἧξον. νῦν δὲ ἄλλα τε πολλὰ λανθάνει καὶ σὺ τοὐμὸν ἐν οὐδενὶ ποιούμενος.

[2] καὶ ἦν μέν μοι διδάξαντι τὴν ἀλήθειαν Μίκκαλον σιγῆσαι, αἰσχυνθεὶς δὲ πλέον ὑπὲρ σοῦ τοῦ καταφρονοῦντος ἢ ἐμαυτοῦ τοῦ ἀπερριμμένου τὴν ἄγνοιαν τὴν περὶ ταῦτα Μικκάλου μένειν εἴασα νομίζων ἔσεσθαί οἱ κέρδος τὸν τῆς ἀπάτης χρόνον. οὗτος δέ ἐστιν ὁ τῆς ὁδοῦ· ὡς ἐλθών γε καὶ δοὺς τὴν ἐπιστολὴν εὑρήσει τὰ ὄντα.

[3] πλὴν ἐκεῖνό γε οἶδα, ὡς, εἰ καὶ δι' ἡμᾶς οὐ προσέξεις αὐτῷ τὸν νοῦν, ἀπ' ἄλλης γε ἀνάγκης οὐδὲν ὅ τι οὐκ εἰσοίσεις. λέγω δὲ ἀνάγκην οὐ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ δεῖν ἢ τιμᾶν τοὺς τοιούτους ἢ κακίας ἐνέχεσθαι δόξῃ, πολλοῖς γὰρ οὐκ ἐν πολλῷ τὸ τοιοῦτο λόγῳ, ἀλλ' οἶσθα τὸν τοῦδε ἀδελφὸν τὸν δεινὸν μὲν εἰπεῖν, δεινὸν δὲ πρᾶξαι, εἰδότα δὲ καὶ χάριν ἀποδοῦναι καὶ δίκην λαβεῖν.

[4] τούτου τὰς βροντὰς οἶδ' ὅτι δείσεις, καὶ γαλήνην σαυτῷ παρασκευάζων ἀνθ' ἁπάντων ἀξιώσεις γενέσθαι Μικκάλῳ.

[99]

Θεμιστίῳ.

[1]    Νῦν ἔδει πεπληρῶσθαι τὴν σπουδὴν Ὀλυμπίῳ διὰ σοῦ καὶ γράμματα πρὸς μὲν ἡμᾶς ἐκεῖθεν φοιτᾶν μηνύοντα τὸ ἔργον, πρὸς δὲ σὲ παρ' ἡμῶν ἐπαινοῦντα τὴν προθυμίαν, ἀλλ', ὁρᾷς, πάλιν ὑπὲρ τῶν αὐτῶν ἐπιστολαί.

[2] πόθεν δὴ τοῦτο; οὔτε γὰρ σύ γε ἀργὸς ἐν φίλων χρείαις οὔτε ἄπεστι τὸ δύνασθαι τήν τε παροιμίαν οὐκ ἂν δεῖσαι φαίης, ἥ φησιν ἀνόητον εἶναι δειλοὺς εὖ ἔρδειν.

[3] οὐ γὰρ τούτων γε Ὀλύμπιος, ἀλλ', εἴπερ τις, ἀγαθὸς χάριτός τε ἀπομνημονεῦσαι καὶ τηρῆσαι καιρὸν ἀμοιβῶν καὶ σπεῦσαι λαμπρότερον ἀποδοῦναι. πραττέσθω δὴ νῦν, εἰ καὶ μὴ πρότερον.

[4] δύο δέ σοι τῶν πραγμάτων διδάσκαλοι, γράμματά τε ἐκεῖνα, ἐν οἷς διηγούμην τίνων τε ἦν καὶ πῶς ἐκτήσασθε τὸν ἄνδρα, διείλεγμαι δὲ καὶ πῶς ἀδικεῖται καὶ τί δεῖ σε κωλῦσαι.

[5] εἰ δὲ μήτε τὴν ἐπιστολὴν ἔτ' ἔχεις μήτε τῶν ἐν αὐτῇ τὴν μνήμην, ἔχεις τὸν ἀδελφὸν Ὀλυμπίου, παρ' οὗ μαθὼν ἕκαστα τὸ δίκαιον ἰσχυρὸν ποιήσεις.

[100]

Μοδέστῳ.

[1]    Οὗτος μὲν δὴ ἄεθλος εἰς καλὸν ἐτελεύτησε τῆς τοῦ κυβερνήτου τέχνης κρείττονος γενομένης τῶν ἀγρίων πνευμάτων.

[2]

ἄγε δὴ καὶ τὴν Ἀλεξάνδρου πόλιν ὄρθωσον ἡμῖν ἐπειγομένην εἰς ὄλεθρον, ὅπως οἱ μὲν σώζωνται, περὶ σοῦ δὲ ὑπάρχῃ τοῖς δυναμένοις λέγειν ὑψηλὰ λέγειν.

[3] ὡς ἔδει σε δύνασθαι καὶ τοὺς οἰχομένους εἰς φῶς ἄγειν· πάντως γὰρ ἂν ἡμῖν πρῶτον τὸν θεῖον ἀνέστησας.

[101]

τῷ αὐτῷ.

[1]    Οἱ πρώτην αἰτοῦντες χάριν δι' αὐτὸ τοῦτο λαμβάνειν ἀξιοῦσιν, ὅτι πρώτην αἰτοῦσι, παρακαλοῦντες εἰς συμμαχίαν παροιμίαν δή τινα τὴν περὶ τῆς πρώτης χάριτος.

[2] ἐγὼ δὲ τῷ πολλὰς εἰληφέναι πρόσθεν καὶ νῦν δὴ λαβεῖν ἰσχυρὸν εἶναί μοι νομίζω. ᾧ μὲν γὰρ οὔπω τις ἔδωκε πρότερον, ἂν αἰτοῦντι μὴ δῷ, τὸ μηδ' ἄξιον εἶναι λαβεῖν ἔστιν εἰπεῖν ὃν δὲ εὖ πεποίηκε πολλάκις, οὐκ ἔστιν ἐν τοῖς ἑξῆς ἀτιμάσαι ἢ τῶν προτέρων ἀνάγκη κατηγορεῖν ὡς οὐκ εἰς σπουδαῖον ἀνηλωμένων.

[3] τί οὖν αἰτοῦμεν; ἀλλ' ὅπως μή μου μέμψῃ τὸ προοίμιον ὡς μακρὸν ὑπὲρ μικρῶν· τῇ φύσει μὲν γὰρ ὃ δώσεις οὐ μέγα, τῇ δὲ τῶν λαμβανόντων ἡδονῇ μέγα. σκόπει δέ.

[4] Ζηνόβιος γίνεταί μοι διδάσκαλος, παρ' ἡμῖν μὲν οἰκῶν, ὢν δὲ ἐξ Ἐλούσης, ἀνεψιὸς Ἀργυρίου τοῦ πάνυ καὶ τῶν νῦν ἐν ἡμῖν λόγων, εἰ δή τινες ἐν ἡμῖν, πατὴρ ἐκεῖνος. ζῶντά τε οὖν ἐθεράπευον τὸν ἄνδρα καὶ τεθνεῶτα διὰ τῶν οἰκείων αὐτοῦ ἐκείνου πειρώμενος αὐτοῖς εἰς ὅσον ἔξεστι βοηθεῖν.

[5] ἥκει δὲ καὶ νῦν καιρὸς βοήθειαν ἀπαιτῶν, σὺ δὲ δίδως τὸ δύνασθαι· τὸν γὰρ ὁμώνυμον ἐκείνῳ τουτονὶ καὶ συγγενῆ τεταγμένον εἰρήνης φύλακα καὶ μάλιστά γε φρουρήσαντα τὴν πόλιν ἐκβάλλει τις ἐπιθέμενος τῆς τάξεως. τὸ δὲ ὅπως, ἐγὼ μὲν οὐκ ἐρῶ, σὺ δὲ ὁρᾷς.

[6] δέομαι δὴ τὸν ἐκβαλόντα ἀδίκως τοῦτο παθεῖν δικαίως, ὅπως ἐγώ τε ποιοίην τὰ δίκαια πρὸς τὸν ἀπελθόντα παιδευτὴν τήν τε τούτων πενίαν μὴ ἐλαύνωσιν οἱ δυνατώτεροι.

[7] βελτίων δὲ ἢ πρόσθεν οἶδ' ὅτι φανεῖται Ζηνόβιος τῇ παρὰ σοῦ ψήφῳ τὴν ἀρχὴν κεκομισμένος. [102] [t]

Οὐρβανῷ.

[1]    Ἐπὶ τὸν σὸν παρακαλῶ σε δρόμον παρακαλῶν σε τοῖς ἠδικημένοις ἀμύνειν. ἠδίκηται δὲ οὑτοσὶ Ζηνόβιος τῆς μὲν εἰρήνης ἐν Ἐλούσῃ προστὰς ἀκριβῶς, ἐκπεσὼν δὲ τῆς χώρας ὑπ' ἀνδρὸς εἰδότος τὰ τοιαῦτα ὠνεῖσθαι.

[2] ἀλλὰ σὺ μὴ περιίδῃς μήτε τοῦτον ἐλαττούμενον μήτ' ἐμὲ καταγελώμενον, ὃς τούτου τε κήδεσθαι δοκῶ καὶ παρ' ὑμῖν δύνασθαι. κἂν ἀποδῷς αὐτῷ τὴν χώραν, καὶ τὸν ἡγεμόνα αὐτῷ προσκατασκεύασον πρᾷον ἢ παρόντι διαλεχθεὶς ἢ γράψας ἀπόντι· ὡς κρεῖττόν γε μηδενὸς τυχεῖν ἢ μετὰ τῆς ἔχθρας ἐκείνου τυχεῖν.

[103]

Λεοντίῳ.

[1]    Ὄντως σὺ τοῦ χρυσοῦ γένους, ὅστις οὕτω χαλκοῖς οὖσι τοῖς τῶν φίλων λόγοις ἐν τοῖς σαυτοῦ γράμμασι περιτήκεις χρυσόν, οἷόν τι τὸ τοῦ παρ' Ὁμήρῳ χρυσοχόου τοῦ περὶ τὴν βοῦν τοιοῦτόν τι ποιοῦντος. οὐ γὰρ ἐκείνῃ χρυσᾶ τὰ κέρατα ἦν, δεξάμενα δὲ χρυσὸν τῇ τοῦ Λαέρκους τέχνῃ χρυσᾶ τοῖς ὁρῶσιν ἐφάνη.

[2] καὶ σὺ πλεῖστον ἀπέχουσι τοῖς ἡμετέροις χρυσοῦ χρυσὸν περιχεῖς Ἀφροδίτῃ δὴ τοὺς λόγους παρεικάζων οὓς ἐγὼ Θερσίτῃ.

[3] καὶ πρᾶγμα δὴ κινδύνου γέμον διὰ φιλίαν ὑπομένεις ὥσπερ ὁ Θησεύς. ὅτι μὲν γὰρ ἐμοῦ ταῦτα ἐγνωκότος περὶ τῶν ἐμαυτοῦ σὺ ψηφιζόμενος ἐκεῖνα τοὺς πειθομένους ἐξαπατᾷς, δῆλον· ἃ δὲ τῷ Σόλωνι δοκεῖ περὶ τῶν φενακιζόντων, οἶσθα.

[4] ἐγὼ δὲ τὸ σὸν ἀσφαλέστερον τῶν εἰς ἐμαυτὸν ἐπαίνων τίθεμαι. καὶ γὰρ εἰ τοῦτο ἥδιον, ἀλλὰ βέλτιον ἐκεῖνο.

[5] ἢ οὖν ὅλως ἀπόστηθι τοῦ μείζω λέγειν ἤ, εἴ σε τὸ ἐρᾶν προσάγει ταῖς ὑπερβολαῖς καὶ οὐκ ἂν δύναιο μὴ λέγειν, σὺ δ' ἀγάπα πρὸς ἡμᾶς τούτῳ χρώμενος, οὓς οὐκ ἂν ἐξαπατήσαις· ὅταν δ' ἄλλοις διαλέγῃ, τίμα τὸ μέτριον. καὶ οὕτω σαυτῷ τε χαριῇ καὶ οὐκ ἐνέξῃ τῷ νόμῳ.

[104]

Λητοΐῳ.

[1]    Τοῦ συλλόγου μετέχων, ὃς ὑπὲρ μεγίστων ἤθροιστο πρός τινα τῶν ἡμῖν ἐπιτηδείων, εἶναι μέν σοι παρ' ἡμῖν ἀδελφιδοῦν ἔφασκες καὶ γράψαι γε ἐθέλειν ἐκείνῳ τε καὶ ἐμοὶ περὶ αὐτοῦ, πεποίηκας δὲ οὐδέτερον.

[2] ἀλλ' ἡμεῖς γράφομέν τε καὶ πέμπομεν τὸν παιδαγωγόν, ὃς οὐκ ἐᾷ γράφειν μακρά. ὃν γάρ, εἰ καὶ πολλὰ τὸν νέον ἐπῄνουν, ἠρώτας ἄν, εἰ ταῦτα ἀληθῆ, τούτῳ βέλτιον ἀφεῖναι τὸν ὑπὲρ τούτων λόγον.

[105]

Μοδέστῳ.

[1]    Οὐ φεύγω φίλους ἐν ταῖς ταραχαῖς, ὃ ποιεῖν εἰώθασιν οἱ πολλοί, πολλοῖς δέ γε καὶ μὴ φίλοις παρέστην θορυβουμένοις, ὥστε μοι τοῦτο γενέσθαι φιλίας ἀρχὴν πρὸς αὐτούς.

[2] Πιέριος δὲ πάλαι τέ μοι συνήθης καὶ νῦν ἐν σπουδῇ, κἂν πλείους αἰτίας λάβῃ. τῶν γὰρ ἑτοίμως διαβαλλόντων πιστότερον ἡγοῦμαι τὸν παρελθόντα χρόνον, ἐν ᾧ πολλῷ γεγονότι μᾶλλον ἐφάνη δόξης ἢ χρημάτων ἐπιθυμῶν.

[3] εἰ μὲν οὖν ὅστις ᾐτιάθη καὶ ἐξελήλεγκται, πονηρὸς μὲν οὗτος, φεύγει γάρ, πονηρὸς δὲ ἐγὼ φεύγοντι βοηθῶν· εἰ δὲ ἤδη τις καὶ φεύγων ἀπέφυγε καὶ διώκων ἐκολάσθη, δεινὸν οὐδὲν τοῖς ἐν αἰτίαις συλλαμβάνειν τοὺς φίλους· ὡς ἐν δικασταῖς δικαίοις ἕξουσιν ἀνελεῖν τὰς αἰτίας.

[4] σὺ δὲ κἂν συνεύξαιο τοῖς ἐν ἀρχαῖς ἐξητασμένοις φανῆναι χρηστούς, ὅπως εἶναι δοκῇς ἀγαθῶν ἀμείνων, οὗ τοὐναντίον οἱ κακοὶ σπεύδουσι νομίζοντες ἐν ταῖς ἑτέρων αἰσχύναις αὑτοὺς συσκιάσειν. [106] [t]

Λεοντίῳ.

[1]    Ἑταῖρος ἐμὸς ὁ ὑμέτερος ἄρχων, καὶ πεπίστευκά γε κέρδος μὲν ὑμῖν ἔσεσθαι τὴν ἀρχήν, δόξαν δὲ ἐμοί τε καὶ τούτῳ. τὰ μὲν οὖν ἄλλα μετὰ τῶν ἄλλων κερδανεῖς, τῶν δ' ἄλλων πλεονεκτήσεις, ἡνίκ' ἄν σου διώκῃ τοὺς λόγους. οὗ μὲν γὰρ αὐτὸς ἐρᾷ, τοῦτο παρὰ σοί, πηγαὶ δεινότητος· οὗ δὲ σὺ χρῄζεις, τοῦτο παρὰ τῷδε, κρίσις ἐν ἀκροάσει σὺν ἐπιστήμῃ.

[2] χρῶ τοίνυν τῷ πνεύματι καὶ πέτασον τὰ ἱστία τῆς νεώς, εἰ δὲ βούλει, τὰς πτέρυγας τοῦ κύκνου.

[107]

Φιλαγρίῳ.

[1]    Τὸ τῆς Ἀμαλθείας ὑμῖν ἀφῖκται κέρας, Εὐθήριος ὁ πάντα ἀγαθός. ἃ γὰρ σὺ τὴν Ἀρμενίαν, εἴπερ ἦρχες, ἐποίησας ἄν, ταῦτα χρὴ προσδοκᾶν εἰς αὐτὴν ἔσεσθαι καὶ παρὰ τοῦδε, ἐν ᾧ λόγοι τε ῥητορικοὶ καὶ πρᾳότης ἤθους καὶ δικαιοσύνης ἄσκησις καὶ δόξης ἐπιθυμία, δι' ἅ μοι δοκεῖ καὶ βασιλεὺς ἐπιστῆσαι πόλεσιν ἃς οἰκεῖσθαι καλῶς τῆς βασιλείας ἐστὶν ἀσφάλεια.

[2] ἐρομένῳ δέ με, τί κάλλιστον ἐπὶ τῆς ὑμετέρας ὄψεται, Φιλάγριον ἔφην καὶ διῆλθον ἃ σύνοιδά σοι. μᾶλλον δέ, ὧν σύνοιδά σοι μικρά· τὸ γὰρ ἅπαντα πολὺ μὲν ἔργον, πολλοῦ δὲ χρόνου.

[3] καὶ σὺ μέντοι τὸ κάλλιστον ὁρᾶν νόμιζε τῆς Μεγάλης πόλεως. καὶ γὰρ εἰ οὗτος σεμνύνειν αὐτὴν ἐθέλων πολλῶν εἶναί φησι δεύτερος, μὴ λανθανέτω σε πλούτῳ μὲν πολλῶν ἡττώμενος, κάλλει δὲ ψυχῆς ἔχων κρατεῖν.

[108]

Μοδέστῳ.

[1]    Εὐδαίμων ὅσου μὲν Ἑλλήνων παισὶν ἄξιος, ὅπως δὲ ἡμῖν φίλος, ὅτι δὲ τοῖς σοῖς ἀγαθοῖς χαίρων, οἶσθά τε καὶ πρὸς ἄλλον εἴποις ἄν. οὕτω δὲ ἔχων εὔδηλον ὡς κἂν εὖ ποιήσαις τὸν ἄνδρα ἡδέως.

[2] ῥᾳστώνη δέ σοι τοῦ πράγματος εἰς Αἴγυπτον ἐλθόντι. ἔστι μὲν γὰρ αὐτῷ πατήρ τε γέρων ἐν Πηλουσίῳ καὶ γένος εὐγενείᾳ μὲν οὐδενὸς ὕστερον, χρήματα δὲ αὐτοῖς δι' ἐπιείκειαν οὐ πολλά.

[3] τούτους ἂν ἰδεῖν ἐθελήσῃς, καλεῖν κελεύσας τοὺς Εὐδαίμονος οἰκείους ἐκείνοις τε ἀρκέσεις καὶ ἡμῖν· ἡμῖν μὲν τετιμημένοις, ἐκείνοις δὲ ‹ἰσχυρὸν› πρὸς ἀσφάλειαν ἔχουσι τὸ σὲ μὴ παρελθεῖν αὐτοὺς σιωπῇ. καὶ γὰρ εἴ τινων νῦν πειρῶνται χαλεπωτέρων, ὄψονται τούτους, ἐπειδὰν σὺ ποιήσῃς ἐκεῖνο, μετρίους.

[4] εἶχον πλείω λέγειν, σὺ δὲ οὐκ ἐᾷς. οὗ γὰρ δεῖ βοηθῆσαι τοῖς Μουσῶν ἑταίροις οἷος Εὐδαίμων, οὐκ οἶσθα μέλλειν.

[109]

Δημητρίῳ.

[1]    Οἷς μὲν ἐπέταξας εὔφρανας, οἷς δὲ ἔδεισας μή μοι παράσχοις ὄχλον ἐλύπησας· οὐ γὰρ εἰδότος, ὅστις ἐγὼ περὶ τὴν σὴν οἰκίαν.

[2] φεύγων οὖν τὸ μὴ λυπῆσαι κατέστης εἰς τὸ λελυπηκέναι, καὶ παραιτησάμενος οὐκ ἐν καιρῷ πρότερον νῦν χρῄζεις ἀπολογίας ἐγκλήματός σοι τῆς παραιτήσεως γενομένης, ὡς ἔγωγε σοῦ κελεύοντος ἕτοιμος ἐγχειρεῖν, κἂν ὕδωρ, φασί, παραρρέῃ. καὶ γὰρ εἰ πέτεσθαί με ἐθέλεις, πτερὰ μὲν οὐ φύσω, τῷ μὴ δύνασθαι δὲ ἀνιάσομαι καὶ μέμψομαί γε τὸν παρόντα χρόνον, ὅτι με μὴ δείκνυσιν ἕτερον Δαίδαλον.

[3] ὃ δὲ σοὶ νῦν δεῖ γενέσθαι, τῇ μὲν τοῦ πράγματος φύσει ῥᾷστον, ὁ δὲ ἄνθρωπος ἀναβολαῖς φίλος, ἀλλ' ὅμως οὐκ ἀποκνητέον. [110] [t]

Μοδέστῳ.

[1]    Οὔτε μὴ σὺ παραχθῇς φοβούμενος οὔτε μὴ φανῇ πονηρὸς Εὐπείθιος, ἔδωκα τὴν ἐπιστολὴν ὡς ἄν τις ἢ παραινῶν σοι προσέχειν τὸν νοῦν ἢ δεόμενος ἁλόντα ἀφεῖναι. ἀλλ' ὃ πέπονθα πρὸς τὰ τοιαῦτα φράσω.

[2] ἐπειδὰν αἴσθωμαι συκοφάντην ἄνθρωπον ἐπιεικεῖ προσπεσόντα καθάπερ χειμάρρουν, ἀλγῶ τὴν ψυχὴν καί που δακρύω καὶ συμπράττειν ὅ τι ἂν δύνωμαι προθυμοῦμαι. δύναμαι δὲ ἐπιστέλλειν, ᾧ καὶ νῦν χρῶμαι.

[3] καὶ λέγω πρὸς ἄρχοντα ἀγαθόν, ὅτι Μητρόδωρον εἴρωνα κρίνων ἴσως δικαίως προσέρριψεν Εὐπείθιος οὐ δικαίως αὐτῷ θυμῷ πρὸς τὴν αἰτίαν ἐνεχθείς, οὐκ ἐλέγχων ἐλπίδι.

[4]

τεκμήριον δέ· τῶν γάρ, οἶμαι, πρὸς ἐκεῖνον ἐξητασμένων ἤδη καὶ τῆς πρὸς τοῦτον ἐπιγενομένης ὀργῆς ἀνεμνήσθη ποτὲ καὶ προσέθηκε πρᾶγμα οὕτω πολὺ καὶ πρῶτον ἄν, εἰ μὴ πλάσμα ἦν, ἐν ἐγκλήμασι φανέν.

[5] ἀλλὰ τούτων μὲν ὁ διώκων δώσει δίκην, ὁ δὲ φεύγων ἔσται σῶς, οἶδα γάρ, τοῦ δὲ ἄγοντος ἀμφοτέρους ἀεί ποτε τὸν τρόπον ἐπαινέσας οὐδ' ἂν εἰπεῖν, ὅπως νῦν ἠγάσθην, ἔχοιμι.

[6] ὥσπερ γὰρ οὐ παραδώσων τοὺς ἀγομένους, ἀλλ' αὐτὸς ὑφέξων λόγον προσελθὼν ἐδεῖτό μου προσγράψαι τι περὶ αὑτοῦ βέλτιον, ὅπως, ἔφη, θαρροίην. καὶ τί γάρ, ἠρόμην, τὸ ταράττον; οὐδέν, ἔφη, μέγα δὲ ὅμως ἥμερόν μοι παρασκευασθῆναι τὸ ὄμμα τοῦ γενναίου Μοδέστου.

[7] τοῦτο ἔπεισεν Εὐσεβίου με μνησθῆναι, πείσει δέ, οἶμαι, καὶ σὲ πρᾴως ἰδεῖν ἄνδρα ἀφελῶς διακείμενον.

[111]

Ἀρχελάῳ.

[1]    Χάριν τὴν μὲν ἔχομέν σοι, τὴν δὲ αἰτοῦμεν. ὅτι μὲν γὰρ ἡδέως τε εἶδες τουτονὶ Κυριακὸν καὶ πρὸς ἅπαντα συνέπραξας καὶ οὐδὲν ἀργῶς ἐχαρίζου, διπλῇ γε ἐτίμας, τῷ τε ποιεῖν καὶ τῷ δι' ἐμὲ φάσκειν τοῦτο ποιεῖν.

[2] γενοῦ δὴ καὶ πρὸς τὰ δεύτερα ὅμοιος ἡμῖν, μᾶλλον δὲ καὶ βελτίων, ὅπως εἰδῇ σοι καὶ ἡ παροιμία χάριν, ὅτι αὐτὴν βεβαιοῖς. πάντως δὲ οὐ καινόν, εἰ μετὰ τῶν δικαίων Ἀρχέλαος ὁ καλὸς στήσεται πάλαι ταύτην πεπορευμένος τὴν ὁδόν.

[112]

Θεμιστίῳ.

[1]    Πολλοῖς ἐκέλευσέ με τῶν παρ' ἡμῖν οὑτοσὶ Δωρόθεος γράφειν ἡγούμενος ἐκ πολλῶν ἀνδρῶν πολλῶν ἀπολαύσεσθαι τῶν ἀγαθῶν· φανεῖσθαι γὰρ τὸν μὲν πρᾷον ἴσως, τὸν δὲ πρόθυμον, τὸν δὲ ἀνδρεῖον, ἄλλον δυνατόν, καὶ οὕτως αὑτῷ καλὸν ἔσεσθαι τῆς ἐπιθυμίας τὸ κηρίον.

[2] ἐγὼ δὲ ἔφην πρὸς αὐτόν, ὡς οὐ πολλοῖς ἄρα δέοι γράφειν, ἀλλ' ἑνί, παρ' ᾧ τὰ πάντα. τί μὲν γὰρ ἡμερώτερον Θεμιστίου; τίς δ' οὕτω τοὺς Τυνδαρίδας ἐν τῇ περὶ τοὺς ξένους σπουδῇ τιμᾷ; παρὰ τῷ δὲ τοσαύτη προθυμία; τί δ' οὐχ ἧκεν εἰς τέλος ὧν ἥψατο; [3] ὁ δ' ὡς ἤκουσε τοὔνομα, σκιρτήσας καὶ μειδιάσας τούτου μὲν ἔφησεν ἐπιθυμεῖν, μεῖζον δὲ αὑτοῦ τὸ πρᾶγμα κρίνειν διόπερ οὐκ αἰτῆσαι.

[4] ἀλλ' εὖ ἴσθι, καὶ τούτου Δωρόθεος ἄξιος καὶ ἔτι μείζονος. ἓν δέ, οἶμαι, μεῖζον τῆς παρὰ σοῦ ῥοπῆς, ἡ παρὰ τῶν θεῶν. ὧν εἰκότως ἂν εὐμενῶν τυγχάνοι τῆς εἰς φίλους ἀρετῆς εἵνεκα.

[5] οὗτος γὰρ Ἀργυρίου ἡμῖν τὸν οἶκον, ὃν ἀγαπᾷς τε καὶ ὑφ' οὗ θαυμάζῃ, σέσωκεν εἰς πάσας μὲν ἀνάγκας ἀχθείς, νικήσας δὲ καρτερίᾳ τὴν Φαλάριδος ὠμότητα, τὸ δ' ἀποθανεῖν, εἰ συμβαίη, πρὸ τοῦ τὸν ἑταῖρον ἀδικῆσαι θέμενος.

[6] ζῇ μὲν γὰρ διὰ τὴν Τύχην, ὅτε δὲ ἐπ' αὐτὸν ἐφέροντο τῶν πληγῶν αἱ νιφάδες καὶ ᾔκιζον τοὺς ὤμους, αὐτῷ τε καὶ τοῖς ὁρῶσιν ἐλπὶς ἦν, ὡς αὐτίκα δεήσει κεῖσθαι. λαβὼν δὲ ἔννοιαν, καὶ γὰρ τῶν παιδείας μετειληφότων ἁνήρ, οἵαν δόξαν ἐφ' οἵοις ὑπὲρ φίλων κινδύνοις ἐκτήσαντο τῶν παλαιοτάτων τινές, ῥήματι μὲν ψευδεῖ τὸν ἑταῖρον οὐκ ἀπώλεσε, τῇ δικαίᾳ δὲ ἀρνήσει τὸν μὲν ἐξήρπασε τῶν ξιφῶν, αὐτὸς δὲ εἰσήνεγκε τῇ φιλίᾳ τὸ σῶμα.

[7] καὶ νῦν ὅταν χαίρῃς Ὀβοδιανὸν θεώμενος, τὸν Δωρόθεον παραβαλεῖν ὡς παρ' ἐκείνου τοῦτον ἔχων τοῦ τὰ τῶν φιλοσόφων δείξαντος ἐν ἑτέρῳ βίῳ. τίς ἂν οὖν ἦν οὗτος φιλοσοφῶν; καὶ γάρτοι τῆς πόλεως εὐεργέτης ᾄδεται. καὶ νῦν ὅτου ἂν οὗτος διὰ σοῦ τύχῃ, τετύχηκεν ἡ πόλις.

[8] εἶχον μὲν ἕτερα μυρία λέγειν, ἐν οἷς ἐστι καὶ τὸ λόγων ἀκούειν τε ὡς ἥδιστα καὶ κριτὴν οὐ φαῦλον εἶναι, μικρὰ δὲ ἐπὶ μείζοσιν οὐκ ἂν βουλοίμην λέγειν, ἄλλως θ' ὅτε σύ μοι περὶ ἐκείνων ἐπιστελεῖς.

[113]

Φλωρεντίῳ.

[1]    Πολλὰ τὰ πείθοντα ἦν, μᾶλλον δὲ ἀναγκάζοντα μένειν οἴκοι τὸν Ἀργυρίου παῖδα, χαίρει γὰρ οὕτω καλούμενος ἢ ᾗπερ ὀνομάζεται· πρῶτον μὲν ὁ πατὴρ αὐτῷ πρὸς γῆρας ἥκων ὁπόσον οἶσθα καὶ παρέχων φόβον ὁποῖον εἰκὸς θαλλοφόρον· ἔπειθ' ὁ παῖς τὸ μὲν ἔτι λειτουργῶν, τὸ δὲ μέλλων. λήγει μὲν γὰρ ἁρματοτροφίας, βλέπει δὲ ἤδη πρὸς τὰ τῶν ὀρῶν εὔθηρα.

[2] μᾶλλον δέ, ἐκεῖνος μὲν εἰς βιβλία βλέπει τὸ σῶμα δὴ μόνον τοῖς ἐσθήμασι παρέχων, ἃ κοσμεῖ τὸν χορηγόν, φροντίδες δὲ καὶ βουλαὶ καὶ πόνοι καὶ δρόμοι, ταῦτα πάντα Ὀβοδιανοῦ φορτίον· ὡς τοῦ γε πάππου τὸ ἔργον ἡσθῆναι τοῖς δρωμένοις, ἡ δὲ ἀτέλεια τοῦ πόνου παρὰ τοῦ χρόνου.

[3] καὶ μὴν εἰ τό γε σῶμα τὴν αὑτοῦ ἔφερε ψῆφον, ἡσυχάζειν ἔδει ὡς ὄντος δέους ἐν τῇ τοιᾷδε κινήσει παλαιὸν ἕλκος ἠρεμοῦν ἐπαναστῆναι πάλιν. ἀλλ' ἐνίκησε τὰς πολλὰς ἀνάγκας ἕν, Φλωρέντιος ὁ χρηστὸς καὶ τῆς ἀρετῆς φίλος.

[4] καὶ δεσμοὺς ἀπορρήξας οὑτοσὶ παρ' ἐκεῖνον τρέχει νομίζων οὐκ ἂν ἡμῶν ὑπάρξαι τῇ πόλει λόγον, εἰ τοῦ μὲν οὐδὲν ἡμῖν προσήκοντος χώραν, ἣν κατέχεις σύ, νῦν ἔχοντος πρεσβευταὶ τῶν ἄκρων ᾔεσαν, πολίτου δὲ ἡμετέρου, δέξῃ γὰρ εὐμενῶς τὴν κλῆσιν, τῆς τῶν βασιλείων προεστῶτος ἐπιμελείας ἔπειτα εἰς ἐλάττω κατῄει τὸ πρᾶγμα.

[5] ὁ μὲν οὖν ἡμᾶς τε καὶ σὲ τιμῶν ἥκει, σὸν δ' ἂν εἴη τοῦτόν τε καὶ τὴν πόλιν διὰ τούτου τιμῆσαι καὶ πεῖσαι τὸν ἄνδρα ὡς εἰ ἐξωμόσατο, κακῶς ἂν ἐβουλεύσατο. [114] [t]

Δατιανῷ.

[1]    Τὸ μὲν εἶναι μείζω πόλεως τῆς ἡμετέρας ἐκείνην καὶ πολλῷ γε μείζω καὶ καλλίω γε μᾶλλον ἢ μείζω καὶ τὸ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ πάσας νικᾶν τοῖς ἀπὸ τῆς θαλάττης δώροις, ταῦτα μὲν οὐκ ἔστιν ἀντειπεῖν, ὃ δὲ πεπόνθαμεν, οὐκ ἀποκρύψομαί σε.

[2] δόξα τις ἦν ἐν ἡμῖν, ὥς σε ὁ θεὸς ἐκεῖνος ὁ ταχὺς μὲν διὰ τῶν πτερῶν, δυνατὸς δὲ διὰ τῶν βελῶν ἐπὶ τήνδε πλέον ἢ ἐκείνην εἴη κεκινηκώς. ποιεῖ δὲ τοῦτο κἀν τοῖς τῶν ἀνθρώπων σώμασι. πολλάκις παρελθών τις γρυπὸν καὶ λευκὸν ἔδωκεν αὑτὸν μέλανι καὶ σιμῷ τοῦ Ἔρωτος, οἶμαι, τρυφῶντος ἐν τοῖς ἀτόποις.

[3] καὶ ταύτην ἡμεῖς τὴν ὅ τι βούλει λέγε σὴν ἐρωμένην ἡγούμεθα, τὴν δὲ γρυπὴν ἐκείνην καὶ βασιλικὴν οὐκ ἠμελῆσθαι μέν, οὐ τοσαύτης δὲ εἶναι λαμπάδος. καὶ ὡς οὐκ ἄλογος ἡ δόξα, μάνθανε.

[4] εἴ τις δυοῖν γυναικοῖν τῇ μὲν πλείω, τῇ δὲ ἐλάττω χαρίζοιτο, περὶ ποτέραν μᾶλλον ἂν αὐτὸν ἐσπουδακέναι φαίης; ἆρ' οὐ δῆλον ὡς εἰς ἣν ἡ δαπάνη μείζων, καὶ ὁ πόθος μείζων;

[5] ἐμὲ τοίνυν, φησὶν ἡ πόλις, πολλαῖς μὲν οἰκίαις ὥσπερ ὅρμοις ἐκόσμησας, πολλοῖς δὲ λουτροῖς, τοῖς μὲν εἴσω τείχους, τοῖς δὲ εὐθὺς πρὸ πυλῶν, καὶ κήπους ἐφυτεύσω καὶ ἀνδρῶνας ᾠκοδομήσω, θυμηδίας φάρμακα. θεράπαιναι δὲ αὗταί με πανταχόθεν περιεστᾶσιν, οἱ ἀγροὶ κάλλους καὶ οὗτοι μετέχοντες. σὺ δ' ἐπὶ τοσούτοις ἀναλώμασιν ἄλλοσε τέτραψαι;

[6] ἂν ταῦτα λέγῃ μὲν ἡ πόλις, λέγῃ δὲ ὁ πρεσβευτής, ἐρεῖ δέ, καὶ γὰρ προσέταξεν ἡ πόλις, τί ἀποκρινῇ; λόγου μὲν ἴσως οὐκ ἀπορήσεις πόριμος ὢν ἐν ἀπόροις, ἀλλ' ἡμῖν ἔργον μὴ λόγον ἀκούειν, ὅντινα ἂν εἴπῃς, ἀλλ' ὁρᾶν ἃ χρῄζομεν.

[7] καὶ τὴν πρεσβείαν ἡγοῦ δύο ταῦτα ζητεῖν, πρῶτον μὲν ἡμῖν ἀποδοῦναι τὸν αὐξηθέντα παρ' ἡμῖν σωτῆρα, δεύτερον δὲ τὸν βασιλέως Νέστορα. μὴ τοίνυν τὰς Ὀβοδιανοῦ λαμπρὰς ἐλέγξῃς ὑποσχέσεις, ὃς εἰπών, ὅτι σε πείσει πάντως, ἀπῆρεν.

[8] ἀλλ' ὅταν αὐτὸν ἐπαινέσῃς παρὰ τοῖς ἐκεῖ, καὶ τὴν ὅλην βουλὴν σεμνυνεῖς τῇ τούτου γνώμῃ, καλλίων γὰρ ὄντως ἁνὴρ τὴν ψυχὴν ἢ τὴν μορφήν. σὺ δὲ ταῖς πολλαῖς εὐεργεσίαις ἐπίθες τὸν κολοφῶνα δοὺς αὐτῷ πρὸς ἡμᾶς ἀγγέλλειν· ὡς εἶπον, ὡς ἔπεισα. πλησίον ἁνήρ.

[9] λαβόντες δὲ ἡμεῖς τὸν Καλλιόπης ἐπώνυμον, οὐ γὰρ ἂν ἀπολείποιτο τοῦ Διὸς ὁ τοῦ Διὸς ὄρνις, ὅτι μὲν σὲ πρὸ τῆς πατρίδος ἔθετο, φιλήσομεν, ὅτι δ' οὐχ αὑτόν τε καὶ σὲ πάλαι πρὸς ταύτην ἐπανήγαγεν ἀπὸ τοσαύτης γλώττης, κατηγορήσομεν, τὸ τίμημα δέ, ἢν σὺ κελεύῃς, ἀφήσομεν.

[115]

Σπεκτάτῳ.

[1]    Τά τε ἄλλα με ἐτίμησεν ὁ θεῖος καὶ δὴ καὶ τελευτᾶν μέλλων ἕνα με τῶν κληρονόμων ποιεῖ τιμᾶν καὶ ταύτῃ νομίζων, ὁ δὲ ἄρα πολέμου μοι κατελίμπανεν ἀρχήν.

[2] ἀλλὰ καὶ αὐτὸς εἶ τῶν τε ληψομένων τι τῶν τε ἤδη πολεμουμένων, ὥστ' εἴ τις αὐτῷ τὸ συμβησόμενον ἔσχεν εἰπεῖν, δοκεῖ μοι μήτ' ἂν ἐμὲ τῶν ἀγρῶν μήτε σὲ τῆς οἰκίας μετὰ τὴν αὑτοῦ γυναῖκα καταστῆσαι κύριον εἰδώς, ὅτι κρείττων ἡμῖν ἡσυχία χρημάτων.

[3]

ὁ γὰρ πολλὰ μὲν λαβὼν διὰ τὸν αὑτοῦ πατέρα, δεινὸν δὲ ἡγούμενος, εἰ μὴ καὶ πάντα, χρεῶν ὄγκον ἐπιφέρει τῷ θείῳ πρότερον μὲν οὐ φανέντων, νῦν δὲ ἀναφύντων.

[4] πολλὴ δὲ ῥᾳστώνη δόξης ἠμεληκότι γραμμάτων εὐπορῆσαι, δι' ὧν ἔστιν ἀδίκως κερδᾶναι· παρῆλθον γὰρ ἡμῖν τοὺς ζωγράφους οἱ μιμηταὶ τῶν γραμμάτων. οἷς ἐκεῖνος χρώμενος βιάζεται δεικνύειν τὸν αὑτοῦ πατέρα δεδανεικότα τῷ θείῳ καί τινας ἀναπλάττει συνθήκας, ἃς ἔφασκεν εἰς τὸ οὖς τῆς μητρὸς αὑτοῦ καταδεδυκυίας λανθάνειν, εἶτα νῦν ἀνελκυσθῆναι. ταῦτα δέ ἐστιν ἐμὲ μὲν τῆς γῆς, σὲ δὲ ἐκπεσεῖν τῆς οἰκίας.

[5] ἔπειτα ἐλθὼν ὡς σὲ ταπεινὸς ἔσται καὶ πάντων ἀφεστάναι φήσει καὶ βοηθεῖν ἀξιώσει καὶ ζητεῖν οὐδὲν ἄλλο καὶ προσθήσει θεούς, οὓς καταπίνει καθ' ἡμέραν.

[6] ἀλλὰ σοὶ χρηστῷ τε ἔξεστιν εἶναι καὶ μὴ φενακίζεσθαι μηδὲ προδοῦναι σαυτόν τε κἀμὲ καὶ τὰ ἀρέσκοντα τῷ κειμένῳ. πρὸς δὲ τοῦτο πολλαί τε ὁδοὶ καὶ παρατηρεῖν δεήσει μὴ γενέσθαι γράμματα αὐτῷ βασιλέως ἰσχυρότερα νόμων.

[116]

τῷ αὐτῷ.

[1]    Ἔστιν ἐν τοῖς στρατευομένοις ἀδελφὸς Ἡσυχίου, τὸν δὲ Ἡσύχιον τουτονὶ φίλον ἡμῖν οὐκ ὀλίγα ποιεῖ. διόπερ αὐτῷ καὶ χάριν αἰτεῖν καὶ λαμβάνειν ὑπάρχει. καὶ παρὰ τὴν μητέρα τὴν σὴν εἴσεισιν οὐχ ἧττον ἢ σὺ θαρρούντως.

[2] καί ποτε παρεκαθήμην μὲν ἐγὼ καὶ διελεγόμην αὐτῇ, ὁ δὲ ἐδεῖτο γράμματα σοὶ παρ' ἐκείνης ἐλθεῖν ἐπ' ὠφελείᾳ τοῦ ἀδελφοῦ. τῆς δὲ εἰπούσης οὔπω σοι μετὰ τὰς συμφορὰς ἐπεσταλκέναι μηδὲ ἤδη δύνασθαι τοῦτο ποιεῖν ὁ μὲν ἠθύμησεν, ἡ δὲ ἰωμένη τὴν λύπην κελεύει μοι γράψαι σοι, τοῦ χάριν οὐ γέγραφεν αὐτή, νομίζουσα τὸ μαθεῖν σε τῆς σιγῆς τὴν αἰτίαν ἴσον δυνήσεσθαι γράμμασι.

[3] προθυμήθητι δὴ τὸν ἄνθρωπον εὖ ποιεῖν· ὡς ἔστι γε βουληθέντι δύναμις.

[117]

Δομνίνῳ.

[1]    Ἔδοξε Παιονίῳ καὶ νόμους προσλαβεῖν, ἐγὼ δὲ οὔτε ἐκώλυσα παρ' οὗ τε ἔστι τοὺς νόμους λαβεῖν ἔδειξα. καὶ γὰρ ἔδει με μισθὸν αὐτῷ τῆς ἐπιεικείας δοῦναι, δι' ἣν ἐλύπησε μὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐμέ, πολλὰ δὲ εὔφρανε καὶ μικρὰ καὶ μείζω.

[2] νομίζω δὲ καὶ τούτῳ τετιμῆσθαι τῷ κοινωνήσαντά μοι τῆς γνώμης εἶτα ἀπαίρειν· ὡς οἵ γε λαθεῖν ἐπιχειρήσαντες ἠσέβουν ἐν τῷ φοβηθῆναι κώλυμα παρ' ἡμῶν, εἰ προείποιεν, ἀλλ' οὗτός γε ἄξιος εἶναι βουλόμενος τοῦ τε πατρὸς καὶ τοῦ πάππου φύσιν τε τὴν ἡμετέραν ἐπιγνοὺς ἐξέφηνέ τε ὃ ποιήσει καὶ κεκόσμηται τοῖς γράμμασι.

[3] δεῖ δὲ σὲ οὐ μαθητὴν μόνον, ἀλλὰ καὶ φίλον νομίσαι τὸν νεανίσκον καὶ τοῦτο δεῖξαι τοῖς ἀμφὶ σὲ πᾶσιν, ὅτι ἔστι τι παρὰ σοῦ Παιονίῳ πλέον. [118] [t]

Εὐχρωστίῳ.

[1]    Βοηθοῦ τοῦδε παῖς, ὄνομα καὶ αὐτῷ Βοηθός, τῶν τε ἡμετέρων ἐπιμελεῖται πραγμάτων καὶ τοῦ πατρὸς δι' ἡμῶν ἑτοίμως ὅ τι ἂν ἔχωμεν ὠφελούντων, αἰσχυνοίμην γὰρ ἄν, εἰ μᾶλλον ἐκεῖνος ἔσται τοῖς ἐμοῖς χρήσιμος ἢ ἐγὼ τοῖς ἐκείνου κἂν ἄλλος ἐμὴν χάριν συλλάβῃ τῷ γέροντι.

[2] νῦν τοίνυν δεῖται μὲν τῆς ἐμῆς χειρὸς οὑτοσί, μᾶλλον δὲ φωνῆς. πιστεύει γὰρ γράμμα κομίσας ἐμὸν οὐ περιοφθήσεσθαι, καὶ ἴσως γε εἰκότως. οὐ γὰρ πολλοὶ παρὰ σοὶ πρὸ ἡμῶν.

[3] ἃ μὲν οὖν ἀδικεῖται καὶ ὑπὸ τίνος, αὐτὸς διηγήσεται, σὺ δ' εἴτ' ἐκ διαίτης εἴτ' ἐκ δικαστηρίου δεήσειε, δεῖξον, ὡς οὐδὲν ἔλαττον ἐν Φοινίκῃ τοῦ Φοίνικος ἕξει Βοηθός. ἐκ δὲ τῶν αὐτῶν ἐμοί τε χαριῇ καὶ Ζηνοβίου μεμνῆσθαι δόξεις, ᾧ συγγενὴς οὗτος.

[119]

Γαϊανῷ.

[1]    Τὸ δὲ σὲ πάντα ἄγειν ἔχοντα τῇ δυνάμει τῶν λόγων ἐν μὲν τῷ δικαστηρίῳ μηδένα συκοφαντεῖν μηδενὸς ἕνεκα χρυσίου, πρὸς δὲ ἐμὲ τοῦτο ποιῆσαι καὶ ταῦτα ἐπ' οὐδενὶ μισθῷ τί χρὴ νομίσαι;

[2] ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἐπελάβου μου τοῦ ῥήματος, ἐγὼ διδάξω, μικρὸν δὲ ἄνωθεν. ἧκες ἀνδρὶ Φοίνικι Φοινίκης ἄρχοντι βοηθῶν νοῦν ἔχοντι καὶ καλῶς εἰδότι, τῶν τίνος αὑτῷ δεῖ ῥευμάτων. ἐγὼ δέ σε ἐπιθυμῶν ἰδεῖν ἥσθην ἰδὼν καὶ μικρὰ διαλεχθείς, ἐπὶ γὰρ ἄριστον ἠπείγου χωρεῖν, ἀφῆκα.

[3] τῆς δ' ὑστεραίας σὲ μὲν εἶχε τὸ δικαστήριον, ἐμὲ δὲ τὸ διδασκαλεῖον. καὶ συστείλας εἰς ὅσον ἐξῆν τῆς συνουσίας τὸ μῆκος ἔδραμον ἐπὶ τὰς ὑμετέρας κιγκλίδας διψῶν τῆς ἀκοῆς καὶ τέμνων μετὰ θορύβου τὸν ὄχλον. εἶτα σοῦ μὲν οὐχ ὑπῆρχεν ἀκούειν, ἐπέπαυσο γάρ, περὶ δὲ σοῦ πολλὰ καὶ καλὰ ῥητόρων ἐπαινούντων ῥήτορα, φθονεῖν γὰρ οὐκ εἴας πολὺ νικῶν.

[4] τῇ μετ' ἐκείνην πάλιν ἕωθεν ἦλθον, ἀλλ' οὔπω ἦν ὁ ἄρχων ἐνεργός, ἐμὲ δὲ ἐκάλουν οἱ νέοι. σὺ δὲ ἠγωνίζου καὶ αὖθις ἤκουον, ὡς εἴποις, καὶ ἤλγουν καὶ τῆς ἀνάγκης κατεβόων.

[5] τί δεῖ τὰ πολλὰ λέγειν; ἔτυχες τῆς ψήφου πρὶν ἐμὲ τῆς ἐπιθυμίας. ἀλλ' ὅμως ἐν τοῖς τετυχηκόσι πρὸς τοὺς ἄλλους ἐμαυτὸν ἠρίθμουν, ὥσπερ οἷς συνέβη πρὸς μὲν Ἦλιν ἐλθεῖν, τὸν Δία δὲ οὐκ ἰδεῖν, αἰσχυνομένους δὲ φάσκειν ἰδεῖν.

[6] τοῦτο δὴ καὶ αὐτὸς ἐπεπόνθειν, καὶ περὶ τὸν Εὔβουλον οὐκ ὀλίγων καθημένων, ἐν οἷς ἐγώ τε καὶ σύ, γιγνομένων τινῶν ἐγκωμίων κατὰ σοῦ καὶ πρὸς ἐμὲ τῶν ἀνθρώπων βλεπόντων, εἰ σύμψηφός τε εἴην καὶ τὸν ῥήτορα εἰδείην, ἔκρυψα τὸ ἀτύχημα καὶ τῶν ἀκηκοότων εἷς εἶναι πρὸς ἐκείνους εἰπὼν σοὶ πρὸς τὸ οὖς τἀληθὲς ἔφην, ὡς ἀνήκοος εἴην, δηλῶν ὅτι σὲ ἀποδοῦναι δεῖ.

[7] τοῦτ' εὐθὺς μὲν οὐκ ἐδυσχέρανας, οὐ γοῦν ἔδειξας, ἀπελθὼν δὲ ὕβριν ἐκάλεις, οὐ γάρ με ἔλαθες. τί δὴ τὸ τὴν ὕβριν ἔχον, εἰ μήτε τὸ ἐπαινεῖν ὑβρίζειν ἐστὶ μήτε τὸ δυστυχίαν ὁμολογεῖν;

[8] ἀλλ' οὐ συνδιετρίψαμεν ὁπόσον εἰκός, καὶ τοῦτο ἐγκαλεῖς. κοινή γε ἡ ζημία. ἀλλά τοι βέλτιον σὲ μὲν τῆς ἐμῆς ἀσχολίας κατηγορεῖν, ἐμὲ δὲ τῆς σῆς, ἀλλήλων δὲ ἡμᾶς.

[9] ἀλλ', ὦ βέλτιστε καὶ χρηστὲ Δημοσθένους ἀπόγονε, μὴ ταύτῃ κρῖνε τὰς φιλίας, ἀλλ' αὐτῷ τῷ φιλεῖν· ὡς πολλοὶ συμπίνοντες ὁσημέραι κἂν τοῦ αἵματος ἀλλήλων ἡδέως πίοιεν.

[10] σὺ δ' ἄλλους ἀφεὶς Ἀβυδηνοὺς εἶναι φύλαττε τοὺς σαυτοῦ τρόπους καὶ τοῦ γε μὴ μεταβεβλῆσθαι δεῖγμα παρέχου τὸ Βοηθὸν τουτονὶ μὴ πολλῶν ἐᾶσαι δεηθῆναι. ὁ δὲ καὶ Ζηνοβίου τοῦ πάνυ συγγενὴς καὶ ἡμῖν ἐπιτήδειος καὶ γέρων, ὡς ὁρᾷς, καὶ ἀδικεῖται. [120] [t]

Μακεδονίῳ.

[1]    Ἀλλ' ὑμῖν μὲν οἱ γάμοι χωροῖεν κατὰ νοῦν Διός τε γαμηλίου καὶ τῆς Διὸς θυγατρός, ἧς ἔργα γάμου, διδόντων τὴν ἀγαθὴν τῇ συζυγίᾳ τύχην, ἡμῖν δὲ νῦν οὔπω καιρὸς ἐπὶ τοιαῦτα φοιτᾶν. ἢ τάχα ἂν ἦμεν οὐ τῶν δειπνούντων μόνον, ἀλλὰ καὶ τῶν ᾀδόντων φίλου μὲν ἐκδιδόντος ἀδελφιδῆν, φίλου δὲ ἀγομένου τὴν κόρην.

[2] ἀλλ' ὅπερ ἔφην, μέχρι τοῦ συνεύξασθαι πόρρωθεν κοινωνοῦμεν τῶν δρωμένων· τοσοῦτο γὰρ ἔξεστιν.

[121]

Ἀκακίῳ.

[1]    Ἐψεύσω μέν, ἀλλ' ὁ παῖς σοι τῷ ψεύδει γεγένηται βελτίων, τῷ δὲ τοιούτῳ ψεύδει κἀν τῇ Πλάτωνος πόλει χώραν ὁρῶμεν οὖσαν.

[2] ἐγὼ δὲ Τιτιανὸν ἀεὶ μὲν ἰδεῖν ἐπόθουν, εἶναι δὲ ἐν φαυλοτέροις ὄντα παρὰ τῷ πατρὶ καὶ τοῖς ἐκείνου λόγοις οὐδεπώποτε ἐπείσθην, οὐδὲ γάρ, εἰ Μαχάων ἦν παρὰ τῷ πατρί.

[3] χρυσῆν δὲ εἰ φαίην γεγονέναι τοῦ νεανίσκου τὴν ψυχὴν τοσαῦτα κάλλη δεξαμένην, τιμήσαιμ' ἂν τὸν χρυσὸν αὐτὸν καί, εἰ βούλει γε, τὸν Κολοφώνιον.

[4] ἐνθυμοῦμαι δέ, τίς ἂν ἦν ἡ συλλογὴ τοῦ θέρους ὑμῖν αὔρας ἔχοντος, ὁπότε ἐν τοσούτῳ πνίγει τοσαῦτα ἤθροισται, ἃ σοῦ τε καταλέγοντος οὐκ ἠπίστουν εὗρόν τε κάλλιον ἐν τῷ τόκῳ τῶν λόγων, οὓς Τιτιανὸς μὲν τίκτει γενναίους, ἔσονται δὲ οἱ καλέσοντες κακοὺς οὐκ ὀλίγοι μὲν ἀμαθίᾳ, πλείους δέ, οἶμαι, φθόνῳ.

[122]

Νικεντίῳ.

[1]    Παρεκελεύου μοι μεμνῆσθαί σου γράφων. τί οὖν οὐ παρεκελεύου μοι καὶ ἐμαυτοῦ μεμνῆσθαι; εἰ δὲ τοῦτο ἡγῇ περιττόν, καὶ περὶ ἐκείνου τὴν αὐτὴν ἔχε δόξαν· ὡς ἔγωγε, ὅταν ἐμαυτοῦ, τότε ἐπιλήσομαι καὶ σοῦ τοῦ πολλοῖς τε καὶ καλοῖς ἔργοις ταῖς ἡμετέραις ψυχαῖς μνήμην ἐντήξαντος, ἣν οὐδέ, εἰ τύραννος προσέταττεν, ἐκβαλεῖν ἴσχυεν ἄν.

[2] ἀλλὰ καὶ τότ' ἂν ἐθαυμάζου διὰ σιγῆς, ὃς οὐκ ἐνόμισας μέρος εἶναι τῆς ἀρχῆς τὸ τοὺς ἀρχομένους ὑβρίζειν οὐδὲ εἰσπράττων ἐσπάραττες, οὐδὲ πληγαὶ καὶ δεσμὸς καὶ δάκρυα παρὰ σοῦ, χοροὶ μὲν οὖν καὶ θαλίαι καὶ πανηγύρεις καὶ τέρψεων εὑρέσεις καὶ τιμαὶ τοῖς ἐν τέλει καὶ δήμοις ἡδοναὶ καὶ παρὰ πάντων ᾠδαὶ κατὰ τὴν αὑτῶν μουσικὴν ἀμειβομένων ἑκάστων. ἤδη δέ τις καὶ γονεῦσιν οἴκοι τραχυτέροις χρησάμενος ἡμερώτερον εὗρε τὸν τὴν ἀρχὴν ἔχοντα.

[3] τούτων μεμνήμεθα, ταῦτα ἐπιζητοῦμεν, οὐκ ἄνευ τοῦ προσδοκᾶν. ὁ δ' οἰόμενος ὑπὸ τῆς Τύχης γενέσθαι τὸν καιρὸν ἐκεῖνον λεῖον ἴστω κοσμῶν, οὐ ψέγων, εἰ μὴ καὶ τῷ Τηλεμάχῳ συμπλεῖν τὴν Ἀθηνᾶν ἅπαντα κατευθύνουσαν ὄνειδος ἦν.

[123]

Εὐσταθίῳ.

[1]    Οἱ λέγοντές με πλεῖστον ἀφεστάναι λόγων ἐμοὶ μὲν ταὐτὰ φθέγγονται, σοὶ δὲ ἀντιλέγουσιν. ἐγὼ μὲν γὰρ οὐδεπώποτε ἐμαυτὸν ἡγησάμην ῥητορικόν, σὺ δ' οὐδεπώποτέ με ἐπαύσω τοῦτο καλῶν.

[2] εἰ δὴ σὺ μὲν θεῖος καὶ τοῦτό φασιν οἱ θεοί, μάχονται δ' ἐκεῖνοι τῇ ψήφῳ τῇ σῇ, τίνες ἂν εἶεν, σκόπει. θαυμάζω δὲ αὐτῶν εἰ ἐμὲ μὲν ἡγοῦνται τύχῃ μὲν ἠνθηκέναι πάλαι, γήρᾳ δὲ ἀπεσβηκέναι νῦν, αὐτοὶ δὲ ἐξ ἀφανείας πολλῆς νυνὶ σοβοῦντες οὐκ οἴονται τύχῃ κεχρῆσθαι τῇ μικρὸν ὕστερον ἀποπτησομένῃ.

[3] ἐμὲ μὲν οὖν τούτων οὐδὲν δύναται δάκνειν, εἰ δὲ ἤλγουν, εἶχον ἄν, ὅθεν ἂν παραμυθίαν ἀγάγοιμι· πολλοῖς γὰρ ἐμοῦ βελτίοσι τὰ τοιαῦτα ἐπέθετο στόματα, σοὶ καὶ τῷ σῷ διδασκάλῳ καὶ τῷ 'κείνου καὶ ἔτι γε τῷ 'κείνου.

[4] σὺ μὲν οὖν ὡς ἂν φιλοσόφων ὁ δοκιμώτατος εὔχου τῇ Δίκῃ μεταβαλεῖν αὐτοῖς τὸν τρόπον, ἐγὼ δὲ ὡς ἄν τις τῶν ἀμαθῶν ὁ σκαιότατος αἰτῶ τὴν αὐτὴν θεὸν ‹ἐν› τοῖς ἴσοις αὐτοὺς διατηρῆσαι τρόποις. [124] [t]

Φλωρεντίῳ.

[1]    Ἐπανῆκεν ἡμῖν Πωλιανὸς ὧν τε ἔτυχεν ἤγγειλε καὶ χάριν εἴχομεν ἐγώ τε καὶ ἐκεῖνος ὧν ἔτυχεν ἐκεῖνος. νῦν δ' αὖθις παρὰ σὲ τρέχων ἔσπευσε γράμματα φέρειν οὐχ ὡς οὐκ ἤδη παρὰ σοὶ τοσοῦτος ὢν ὥστε κἂν ἄλλου πρὸς σὲ μνησθῆναι μετὰ θάρσους, ἀλλ' εἰδώς, ὅτι τοῖς παρ' ἡμῶν ἡδίων γίνῃ γράμμασιν, ἔδεισε μὴ δίκην ἀπαιτηθῇ τοῦ μὴ κομίζειν.

[2] ἔδωκα τοίνυν ἀμφοτέρων εἵνεκα προθύμως σοί τε εὐφροσύνην παρασκευάζων καὶ τὸν ἑταῖρον ἐξαιρούμενος ζημίας.

[125]

Πρισκιανῷ.

[1]    Ἐγώ σε τὸ μὲν πρῶτον ἀκούων πρὸς αὐτὸν ἥκειν τὸν Ἴστρον, οὗ βασιλεὺς τὰ ὅπλα δείξας ἐστόρεσε τὸ φρόνημα τῶν Σκυθῶν, οὐκ ἐπέστελλον, οὐ γὰρ ἦν ὁ κομιῶν ἐκεῖσε.

[2] εἶθ' ἡμῖν ὁμοῦ πρός τε τὴν Μεγάλην ἐπανήκειν ἠγγέλλου πόλιν καὶ τὴν ἀρχὴν ἔχειν τὴν οὐκέτι μικράν, ἐπειδήπερ αὐτὴν ἔχεις. ἴσως μὲν γὰρ τὸν Ἀχιλλέα κοσμεῖ ἡ πανοπλία καὶ τῆς Ἡφαίστου δεῖ τέχνης, εὖ δὲ ἴσθι, ὅτι κἂν τὰ φαυλότερα θέμενος ὁ τῆς Θέτιδος υἱὸς αὐτὸς μὲν οὐκ ἂν ἔδοξε χείρων, ἐκεῖνα δ' ἂν ἔδειξε καλλίω.

[3] μαθόντες οὖν, εἰς ὃ κατέστης, ἀεί σε προσελαύνειν ἡγούμεθα καὶ μικρὸν ἀπέχειν τῆς θέας καὶ γραμμάτων οὐ δεῖν, ἐπεὶ δὲ μέλλεις, πάλιν ἡμᾶς ἐπὶ τὸ γράφειν ἄγεις.

[4] αὐτὸς δὲ ἡμῖν ἢ φάνηθι, πρὸς Διός, ἢ μένων, ὡς ἐπ' ἀμείνοσι διατρίβεις, μήνυε καὶ τὸν Πωλιανὸν τῶν τε ἄλλων εἵνεκα καὶ τῆς ἐπιστολῆς φίλει.

[126]

Εὐαγρίῳ.

[1]    Τὸ Ζήζους χωρίον ἐκτήσατο μὲν ὁ θεῖος οὑμὸς οὐκ ἀδίκως, κατέσχον δὲ ἐγὼ τῇ τε τοῦ δικαίου τάξει καὶ τῇ παρὰ σοῦ βοηθείᾳ, δι' ἣν οὐκ ἔστιν ὅτε σε οὐκ ἐπαινοῦμεν, ἄλλως θ' ὅτε καὶ ἀπαράκλητος ὑπὲρ ἡμῶν ἔστης.

[2] νῦν τοίνυν οἱ τοῦτο γεωργοῦντες ἥκουσι περίφοβοι καί τινας ἀπαγγέλλουσιν ἀπειλάς, ἐν αἷς ἦν, ὅτι δώσουσι δίκην ὧν ἀδικοῦσι τὸν βασιλέως οἶκον ἡμᾶς τῆς ἐκείνου γῆς πεποιηκότες δεσπότας.

[3] ἐμοὶ δὲ δοκοῦσιν ἀκηκοέναι μὲν τούτων οὐδέν, ἐλπίζειν δέ. καὶ θαυμαστὸν οὐδὲν ἀνθρώπους ὁμιλοῦντας ἀρότρῳ καὶ βουσὶ δείματα αὑτοῖς οὐκ ὄντα ἀναπλάττειν καὶ τὰ οὐδ' ἐσόμενα γεγονέναι νομίζειν. τοιοῦτον γὰρ τὸ γεωργεῖν· ἀφελῶς ἔχειν ποιεῖ.

[4] ἀλλὰ σὺ τὰ σαυτοῦ μιμούμενος καὶ φιλίαν ἣν ἐνεστήσω τηρῶν δίδαξον τοὺς δεδιότας, ὅτι κἂν ἄλλῳ μαχέσαιο τούσδε ταράττοντι.

[127]

Ἀκακίῳ.

[1]    Μεθ' ὧν ἔγραψας τὰ ἔπη θεῶν, σὺ γὰρ δὴ μόνος ἀμφότερον, ποιητής τ' ἀγαθὸς κρατερός τε ῥήτωρ, οὗτοί μοι δοκοῦσιν Ἑρμογένει προθυμίαν ἐμβαλεῖν εἰς τὸ λῦσαι τοὺς φόβους.

[2] καίτοι τῆς αὐτῆς ἡμέρας εἶχέ τε τὰ παρὰ σοῦ καὶ παρελύετο τῆς ἀρχῆς, ἀλλ' ὅμως ἐν τῷ πυθμένι τοῦ πίθου τῶν γε σῶν οὐκ ἠμέλησεν, ἀλλ' ἔστενεν ἅμα καὶ χάριν ἡγούμενος, ἣν ἐδίδου λαμβάνειν καλῷ τε λέγων ἔργῳ κατακλείσειν τὴν ἀρχὴν ἐκέλευεν ὧν ἐχρῄζομεν.

[3] ἀλλ' Ἀνδρόνικος ἤγγειλεν, ὡς οὐκ ἔσται σοι διάδυσις, ἀλλ' ἐν βελτίονι μὲν τῷ σχήματι, πάντως δὲ ἀνάγκην εἶναι διαπλεῦσαι τοῦ πόντου τὸ στόμα. τὸν γὰρ ἄνδρα ἐκεῖνον τὸν θεῖον, ᾧ σὺ τὸν υἱὸν ὁμώνυμον ἐποίησας τὸ τοῦ Κίμωνος μιμησάμενος, εἰπεῖν ἃ συνῄδει σοι πρὸς τὸν κρατοῦντα, τὸν δὲ καλεῖν. σὺ δὲ βουλεύσῃ περί τε τῶν ἐλπίδων τῶν ἐκεῖθεν καὶ τῆς ἡσυχίας.

[4] ὁ δὲ ταῦτα ἀγγείλας καὶ Πρισκιανός. ὁ μὲν ἀνέγνω Τιτιανοῦ τοὺς λόγους, Πρισκιανὸς δέ, τότε γὰρ ἄσχολος ἦν, νῦν ἀπαιτεῖ, καὶ ἀποδώσομεν οὐκ ἀγνοήσαντες τὴν ἐπιστολὴν ἐν ᾗ διαλέγῃ τῷ παιδὶ περί τε φωνῆς τόνου καὶ τῶν ἐνταῦθα μεταβολῶν πνεύματός τε ἀναπαύλης καὶ τῶν ἄλλων, ὅσα βοηθεῖ τῷ λόγῳ.

[5] ἅ μοι δοκεῖ μὴ μόνον τὸν νεανίσκον ἀμείνω καταστήσειν, ἀλλὰ καὶ ἐμὲ τὸν γέροντα, καθ' οὗ τις ἤδη καὶ σκῶμμα ἀφῆκεν, ὡς εἴην ὑποκριτὴς μᾶλλον ἢ ῥήτωρ.

[128]

Δημητρίῳ.

[1]    Ὥσπερ οἷς ἔπεμψας χρῶμαι ξενίοις, οὕτω καὶ τῇ τῆς ἐπιστολῆς ἀρχῇ χρήσομαι. κοινὰ γὰρ ἔστω μοι μὴ μόνον τὰ τῆς σῆς ἀγορᾶς τε καὶ γῆς, ἀλλὰ καὶ τὰ τῆς διανοίας.

[2] λέγω τοίνυν καὶ αὐτός, ὅτι τῶν τε ἄλλων χάρις ταῖς Ὥραις καὶ ὅτι τὰς πανηγύρεις φέρουσαι φέρουσιν ἀφορμὴν τοῖς παρὰ σοῦ γράμμασιν αὐτῶν, οἶμαι, τῶν ἑορτῶν ἡδίοσι.

[3] τὰ μέντοι γράμματα ἔλαβον ἀκροώμενος τῶν νέων καὶ πρὸς τὸν μηκύνοντα ἠχθόμην ἑλκόμενος ὑπὸ τῆς ἐπιστολῆς. οὐ γὰρ ᾔδειν ἀκριβῶς, ὅ τι λέγοι, λύειν ἐκείνην ἐπιθυμῶν.

[4] ὡς δὲ διεπαύσατο καὶ εὗρον τὰς Ὥρας ἐπαινουμένας καὶ διὰ πάντων τῶν γεγραμμένων τεταμένην τὴν ὥραν, ἀφεὶς ἃ λέξειν ἔμελλον ἐκοίνωσα τοῖς ἑταίροις τὴν ἐπιστολήν, τοῖς δὲ ἀπέχρησε. καὶ οὕτω προσετέθη τοῖς δώροις ἀπαλλαγὴ τοῦ τότε ἐπικειμένου πόνου.

[129]

Ἀδαμαντίῳ.

[1]    Τίς οὗτος ὁ φόβος; καὶ πόθεν τὸ οἴεσθαί σοι τὸν υἱὸν τοῦ χείρονος ἔσεσθαι λόγου καὶ ταῦτα τῶν τε ἄλλων αὐτὸν ἐπαινούντων καὶ Εὐμαθίου τοῦ φενακίζειν οὐκ εἰδότος καὶ ἐμοῦ τοῦ τἀληθῆ τιμῶντος; ὡς ἔγωγε οὐδεπώποτε πρὸς πατέρας περὶ παίδων ἀμβλυτέρων εἶπον, ὡς εἶεν ὀξεῖς, ἀλλ' οὐδὲ περὶ τῶν ἐγρηγορότων εἴποιμ' ἄν, ὥς εἰσι νωθροί.

[2] σοὶ δ' εἰ παῖς ἐστι διδούς τι περὶ αὑτοῦ βέλτιον εἰπεῖν, μὴ διαπίστει μηδέ γε εὔφραινε τοὺς συκοφάντας ἐν τῷ προσέχειν οἷς λέγουσιν. ἂν γὰρ ὅτι σε μὴ πείθουσι, μάθωσι, λήξουσι τῶν ψευδῶν.

[3] τὸν δ' Ἀνατόλιον οὐ σὺ μᾶλλον ἢ ἐγὼ βουλοίμην ἂν γενέσθαι ῥήτορα τῶν δεξιῶν· παρ' ἐμοῦ γάρ, οὐχὶ σοῦ ταῦτα ἀπαιτοῦσιν Ἀρμένιοι. [130] [t]

Εὐθηρίῳ.

[1]    Οἶμαι μὲν ἤδη σοι γνώριμον εἶναι τὸν χρηστὸν Ἀρτέμιον· ἐκεῖνός τε γὰρ οἷος ἕλκειν πρὸς ἑαυτὸν σύ τε δεινὸς θηρατὴς ἀνδρῶν ἀγαθῶν. εἰ δ' οὖν οὔπω τοῦτο πέπρακται, πραχθήτω νῦν. ἐγὼ δὲ ὁ συνάγων ἴσως οὐκ ἄπειρος τῆς περὶ ταῦτα ἁρμονίας.

[2] Ἀρτέμιον δὲ πολλὰ ποιεῖ πρῶτον, γένους ἐπιφάνεια, λόγων δύναμις, ἦθος μέτριον, τὸ τοὺς ἄρχοντας παρόντας τε φιλεῖν καὶ ἀπελθόντας ἐπαινεῖν.

[3] ἀλλὰ κἀκεῖνο μέντοι τὸ ἔργον ὃ σὺ ζητεῖς ἐργάζεται, τὰ γὰρ ἡμέτερα ᾕρηται, ὥστ' οὐ μᾶλλον σὺ φήσεις τοῦτο ποιεῖν ἢ 'κεῖνον εὑρήσεις.

[4]

δὸς δὴ μισθὸν αὐτῷ τῶν εἰς ἡμᾶς σεαυτόν. δόξει δέ σοι λαβὼν τὸ θαρρεῖν εὐλαβέστερος γεγονέναι. καίτοι κἂν ἐνοχλῇ, σύ γε οἴσεις ἐμὴν χάριν. ἀλλ' οὐκ ἐνοχλήσει.

[131]

Φιλαγρίῳ.

[1]    Χρόνιον ἰδὼν τὸν Δοσίθεον καὶ ὠχριῶντα ἠρόμην, εἰ νόσῳ γένοιτο τοιοῦτος. ἔπειτ' ἤκουον, ὡς ἐκείνῃ μὲν οὔ, συνεχείᾳ δὲ ἔργου. γράφειν γὰρ ἔφασκε καθείρξας αὑτόν.

[2] ἐκεῖνόν τε οὖν ἐπῄνεσα καὶ σοὶ συνήσθην, ὅτι σοι μηδὲ ὁ οἰκέτης ἀργός. πυνθάνου δὴ καὶ περὶ τῶν υἱέων, ψεῦδος δ' οὐκ ἐρέει.

[132]

Εὐτοκίῳ.

[1]    Εὐδαίμων ὁ Αἰγύπτιος ὁ παρ' ὑμῖν μὲν οἰκῶν, πανταχῆ δὲ τὴν δόξαν ἀπεσταλκὼς οὐ μᾶλλον Αἴγυπτον ἢ τὴν ὑμετέραν κοσμεῖ. τὸ μὲν γὰρ τὰ τῶν ποιητῶν ἐπίστασθαι καὶ γενέσθαι ποιητὴν ἐκεῖθεν αὐτῷ, τὸ δὲ τὰ τῶν ῥητόρων εἰδέναι καὶ γενέσθαι ῥήτορα παρ' ὑμῶν αὐτῷ.

[2] τοῦτόν τε οὖν ἀνάγκη τὴν παιδεύουσαν φιλεῖν ὑμᾶς τε εἰκὸς ᾧ δεδώκατε τοὺς λόγους καὶ τὰ ἄλλα συμπονεῖν. οἶμαι δὲ πρὸς σὲ γράφων πρὸς ὅλην ἐπιστέλλειν τὴν πόλιν. σὺ γὰρ αὐτὴν εὖ ποιῶν ἀνέχεις, ἡ δὲ οὔτε ἀγνοεῖ τοῦτο καὶ ὁμολογεῖ σὺν ἡδονῇ.

[3] δότω τοίνυν ἡ πόλις διὰ σοῦ χάριν Εὐδαίμονι. τίς δὲ αὕτη; τιμᾷ τὸν παιδευτὴν ἡμῖν ὁ βασιλεὺς τῇ βασιλικῇ τροφῇ. ταύτην δὲ ἡμῖν ἀργυρίου βουλόμενοι γενέσθαι πρὸς ὑμᾶς εἴδομεν ἐνθυμηθέντες, ὡς ἡ πρᾶσις δεῖται τῆς Εὐτοκίου φιλοτιμίας.

[4] ἀκολούθει δὴ σαυτῷ καὶ πρᾶττε τὴν ταχίστην, ὅπως ἡμῖν ἕξει καλῶς, καὶ προσδέχου παρ' ἀνδρὸς εἰδότος λέγειν ἔπαινον ἀντὶ τῶν χρημάτων.

[133]

Εὐστολίῳ.

[1]    Φίλος ἀνδρὶ παρείη, φασί. σὺ δ' ἡμῖν καὶ φίλος καὶ σαφέστατος τῶν φίλων, ὥστ' οὐδὲν παρήσεις προθυμίας ἐν οἷς τι θήσῃ τῶν ἡμετέρων βέλτιον.

[2] δέξαι δὴ τὸν Μόκιμον ἡμῖν εὐμενῶς καὶ ποίησον ἡμῖν τὰ ἄχυρα χρυσίον, εἰ μὲν τὸ πρᾶγμα ῥᾷστον, δι' αὐτὸ τοῦτο, ὅτι ῥᾷστον, εἰ δὲ ἐργῶδες, ὅτι καὶ πονεῖν οἶσθα.

[134]

Τῷ αὐτῷ.

[1]    Σὺ δ' ὅτι ἄν με εὖ ποιῇς, οὐ συγγενεῖ μόνον, ἀλλὰ καὶ φιλοῦντι συμβεβλημένος ἔσῃ. μεῖζον δὲ τοῦτο ἐκείνου κρίνω, διότι τὰ τῶν Οἰδίπου παίδων καὶ νῦν ὁρῶ πολλοὺς ἐπιχειροῦντας καὶ οὐ κωλύει τὸ γένος.

[2] σὲ δὲ ἐγὼ τῇ τε ἄλλῃ φιλῶ καὶ ὅτι τῶν πατρῴων φρενῶν ἐν ἑτέρῳ βίῳ τὴν ὀξύτητα δεικνύεις, ἀφ' ἧς σοι καὶ τὸ κρατεῖν.

[3] Μοκίμῳ δὲ παρεκελευσάμην θαρρεῖν· ὡς ἐφ' ᾧπερ ἥκει δώσεις αὐτῷ καὶ οὐ περιόψει τὴν τῆς γῆς φορὰν ἡμῖν ἀπολλυμένην. οὐ γὰρ ἀγνοεῖς, ὡς ὅ τι ἂν ἡμῖν γένηται κέρδος, τοῦτο εἰς τὴν σὴν εἰσελήλυθεν οἰκίαν.

[135]

Μαρκελλίνῳ.

[1]    Τῶν μὲν ἄλλων αὐτὸς ἐδεόμην, ὅπως συναίρωνται τῷ Μοκίμῳ τῆς πράσεως ἐφ' ἣν ἥκει, σοῦ δὲ ὁ παῖς, ὡς εἰκός, ὑπὲρ ἡμῶν δεήσεται μηδὲν ἐλλείπειν, ὅπως, ἐπειδὰν εἷς μοι γένηται τοῦ χοροῦ, πρᾴου μου τυγχάνῃ μνήμῃ τῆς χάριτος.

[2] δεῖξον δὴ τῷ υἱεῖ τὴν ἐπιστολὴν καὶ θεώρει τὴν σπουδήν.

[136]

Πρισκιανῷ.

[1]    Πολλαχόθεν αἰδοῦμαι Μόκιμον, καὶ γὰρ ἐκ παιδὸς ἑταῖρος καὶ τῶν οὐδὲν ὀκνησάντων ἐπιτάττοντος τοῦ θείου, καὶ νῦν ἡμῖν ὅσαπερ ἐκείνῳ συμπονεῖ.

[2] τούτου συγγενής, Μάρας ὄνομα αὐτῷ, τῶν σοὶ διακονούντων, ἔργον δὲ αὐτῷ γράφειν εἰς τάχος, καὶ πεποίηκεν αὐτὸν ἡ χεὶρ ἐν λόγῳ. βουλοίμην ἂν οὖν τῆς σῆς ἀρχῆς ἀπολαῦσαι τὸν ἄνθρωπον εἰς ἐπίδοσιν.

[3] ἡμεῖς δέ, ἀφ' οὗπερ ἀπῆρας, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. δεῖ δὲ αὐγῆς ὀξείας τοῖς μέλλουσιν οὐχ ἁμαρτήσεσθαι τῆς ὁδοῦ.

[137]

Ὑπατίῳ.

[1]    Οὐ τὸ ἐπιστεῖλαι συγγνώμης ἄξιον, ἀλλ' εἰ μὴ τοῦτο ἐποίεις, τότ' ἂν εἰκότως ᾐτοῦ συγγνώμην. οὐ γὰρ ὅπως σιγῴης, οὔτε σὺ περὶ τοὺς λόγους ἐπόνεις οὔτ' ἐγὼ περὶ σέ, ἀλλ' αἱ τοῦ λέξειν ἐλπίδες ἔπειθον ἐκεῖνα φέρειν.

[2] ἔν τε οὖν τοῖς ἄλλοις χρῶ τῷ κτήματι καὶ ἐπιστέλλων. καλῶς γὰρ αὐτὸ ποιεῖς καὶ ἔτι ποιήσεις κάλλιον, ἢν μὴ παύσῃ ποιῶν.

[3] ἔοικας δέ μοι βεβαιοῦν τὸν λόγον, ὃν πολλάκις ἔφην, ὡς ἐμὸς σὺ παῖς, οὐχὶ μαθητὴς μόνον. τοῦ γοῦν Σόλωνος ἀκούεις καὶ τρέφεις τὸν πατέρα διδασκαλείων ἀπαλλαγείς.

[4] ἀλλά μοι καὶ τοῦτο χάρισαι· δράμε παρ' ἡμᾶς, οὐχ ὡς διατρίψων, ἀλλ' ὡς ὅσον ἂν συγγένῃ χαριούμενος, ἅμα δὲ καὶ τῶν πραγμάτων, εἴ τι δέοιτο τῆς ἀρχῆς, ἐπανορθώσεις.

[5] Βάκχιον δὲ φίλον ἡγούμενος οὐ κακῶς φρονεῖς. ἧκε οὖν διὰ τοῦτον τὸν φίλον, καὶ ἔτι γε δι' ἄλλον φίλον. οὐ γὰρ ἂν βουλοίμην Εὐαγόραν ἐν τοῖς ἐρωτικοῖς εἶναί σου κρείττονα, εἴ γε ὁ μὲν πατρὸς διαφυγὼν χεῖρας ἐκ Κιλικίας ἀφῖκται σὲ ζητῶν, σὺ δὲ ὢν ἐλεύθερος ἐκ Βερροίας οὐ κινήσῃ.

[138]

Δημητρίῳ.

[1]    Ἔχει τοίνυν ὡδὶ τὸ πρᾶγμα· Ἑρμογένης οὐχ ὡς ἄν τις ἄγριος ἐκκέκλεικε τὰς θύρας, ἀλλ' ὑπ' ἀργίας. τούτῳ καὶ πρὸς ἡμᾶς ὕστερον ἐχρῆτο, τὰ πρῶτα δὲ συνῆμεν.

[2]    Δίδωμι δὴ τοῖς ἐπὶ τὴν πρεσβείαν καταστᾶσι τὸ βιβλίον, οἷς ἦν ἀπὸ τοῦ πρεσβεύειν εἴσοδος.

[3]    Ἔνθα οὐδὲν ἔλαττον ἔσχες ὧν νομίζεις πλὴν ἢ τὸ τοῖς χείροσιν ἴσον σχεῖν.

[4]    Λαμβάνει δὴ παρὰ τοῦ παιδὸς ἑαυτοῦ τὰς ἐπιστολὰς Ἀργύριος καὶ φάσκων ἔχειν, ἐπειδὴ δοῦναι χρῆν, ἐζήτει μέν, δοῦναι δὲ οὐκ εἶχεν, ἀλλὰ κατηγόρουν δοῦλοι δούλων τε καὶ ἐλευθέρων καὶ αὖθις ἐλεύθεροι δούλων τε καὶ ἀλλήλων, καὶ κραυγὴ καὶ θόρυβος, τὰ γράμματα δὲ οὐδαμοῦ.

   Πῶς, οἴει, τὴν ψυχὴν ἐδήχθην; οὐ μὴν ἠξίωσά γε συγγνώμην αἰτεῖν μένοντος τοῦ τραύματος, ἀλλ' ἐπὶ τὴν ἴασιν ὁρμήσας ἐχρησάμην Ἑρμογένους τῇ χειρί. μετὰ τὴν ἀρχὴν καὶ ταῦτα.

   Σὺ δὲ οὗ μὲν ἔπεμψας μέλιτος ἡδίω τὸν καρπὸν τῶν φοινίκων ἔπεμψας, ὃν ἰδὼν μὲν κατεφρόνησα, φαγὼν δὲ ἐθαύμασα, τούτου δὲ τοῦ καρποῦ πάλιν ἡδίους ἀπέσταλκας τοὺς παρὰ Κέλσου λόγους.

[139]

Ἀχιλλίῳ.

[1]    Ἀλλ' εἰ τὴν μίαν ἐπιστολὴν φάσκεις πολλάς, οὐ ταύτην γε ἔλαβον μόνην, χρηστὸς δὲ εἶ ψευδόμενος· ὁμολογεῖς γὰρ ὃ πεποιηκέναι χρῆν.

[2] ἡμεῖς δὲ νῦν μᾶλλον ἐπιμελούμεθα τοῦ παιδίου νομίζοντες δεῖν καὶ τὸ σὸν εἰσφέρειν αὐτῷ. καὶ ἔστι τῆς συμμορίας ὁ κράτιστος, ἴσως μὲν καὶ διὰ τὴν φύσιν· οὐ μικρὸν δὲ καὶ ὁ παιδαγωγὸς ἀπειλῶν, παρακαλῶν, ἐπεγείρων, συνδιαταλαιπωρῶν, ἀνὴρ ἐλάττω τάξιν τῆς προσηκούσης σὴν χάριν ὑπομένων.

[3] ἃ δὲ ὑπὲρ Ἀλβανίου μηνύεις, καὶ ἥδιστά μοι καὶ οὐ κατ' ἐλπίδας· ὡς ἔγωγ' ἐφοβούμην μὴ σιγᾶν ἕληται, θαρρεῖν δὲ εἶχον λέγειν ἐθέλοντος.

[140]

Ἀλβανίῳ.

[1]    Νῦν ὄντως μοι τοὺς μισθοὺς ἀπέδωκας, οὐ χρυσίον καὶ ἀργύριον, ταῦτα δὴ τὰ παρὰ τῶν πολλῶν τε φερόμενα καὶ τέρποντα τοὺς πολλούς, ἀλλ' οὗ χάριν καὶ τῶν πατρῴων ἀπέστην. τοῦτο δέ ἐστι δόξα.

[2] ταύτην μοι δέδωκας δείξας, ὡς οὐ παλαιστὴς ἄρα ἐγὼ μόνον, ἀλλὰ καὶ γυμναστὴς ἀγαθός. οἶσθα γάρ, ὡς οἱ τὴν ῥώμην οὐ τολμῶντες ψέγειν ἐκεῖνο πειρῶνται δάκνειν, ἀλλὰ σύ γε αὐτοὺς ἀφώνους ἐκάθισας τῇ σαυτοῦ φωνῇ.

[3] γιγνέσθω δὴ πυκνὸς ὁ δρόμος καὶ βίου μὲν ὁδὸν ἣν οἴει σοι συμφέρειν αἱροῦ, πανταχοῦ δὲ οἴου σαυτῷ καὶ τὸ λέγειν προσήκειν. οὐδεὶς γὰρ βίος ὑπὸ ῥητορικῆς αἰσχύνεται. καὶ ταῦτα ἡγοῦ δεῖσθαί σου καὶ τὸν πατέρα καὶ μηδὲ τῆς ἡδονῆς ἄμοιρον εἶναι καὶ ταῦτα ὄντα ὑπὸ γῆς.

[4] ὁ δὲ ἄρχων ἡμῖν ἐν Ἑρμοῦ τέθραπται καὶ τοῖς ἀγορεύουσιν ἀναμιμνήσκεται τὰ αὐτοῦ καὶ ταύτης μόνης ὁμολογεῖ τῆς ἡδονῆς ἡττᾶσθαι. νοῦν δὴ ἔχοντος ἂν εἴη χρῆσθαι παρόντι καιρῷ. [141] [t]

Μαρκελλίνῳ.

[1]    Καλός γε ὁ κλῆρος καὶ διαδέχομαι καὶ τοῦτον οὔτε λόγων ἀφαιρήσεταί με δεινότης οὔτε μίμησις γραμμάτων. σὺ δ' οὐχ ἥττω μοι χαρίζῃ τοῦ θείου μεμνημένος ἢ φιλεῖν ἐμὲ προαιρούμενος, ἐπεὶ καὶ τοῦτο παρ' ἐκείνου μοι τὸ σπέρμα τοῦ δι' ὧν προσέκειτο καὶ τοὺς ἄλλους ἀναπείθοντος φιλεῖν.

[2] χάριν δὲ ἐγὼ μὲν ἥντινα ἔδωκά σοι λογιζόμενος οὐχ εὗρον, σὺ δὲ ἐμοὶ δίδως τῷ φάσκειν ἔχειν, δώσεις δὲ καὶ ἄλλας. ἐγὼ δέ σοι συνεύξομαι, τοῦτο γὰρ ἡ ἐμὴ δύναμις.

[3] τὰ ξένια δὲ πῶς οὐκ ἔμελλεν ἡδονὴν οἴσειν ἀνδρός τε ὄντα χρηστοῦ καὶ βεβαίου φίλου; [142] [t]

Πρισκιανῷ.

[1]    Ἤρου με, εἴ σε προσδοκῶ περιέσεσθαι τῶν πραγμάτων. προσδοκῶ. δεύτερον ἐπόθεις μαθεῖν, εἴ σοι δόξαν ἀπὸ τῶν παρόντων εἰκάζω χρηστὴν ἔσεσθαι παρὰ τοῖς δυνατοῖς. εἰσὶν ἐλπίδες· ἅ τε γὰρ ποιεῖς, οὐ σιγᾶται τῇ τε ἀκοῇ τὸ θαυμάζειν ἕπεται.

[2] νῦν γέ τοι τοιοῦτος ἥκει λόγος, ἐφ' ᾧ τίς οὐκ ἀνέκραγε; λέγεταί τις ἄνθρωπος ἐν τοῖς ὑπηρέταις εἶναι νῦν πρῶτον κεκρατημένος, τὸν παρελθόντα δὲ ἄρα χρόνον ἅπαντα πάντων ἐκράτει.

[3] πολλὰ τοιαῦτα σὺ μὲν ἐργάσῃ, κομιεῖ δὲ πανταχῆ τὸ στόμα τῆς Φήμης. καὶ βασιλεῖ μὲν ἐντεῦθεν, ὡς εἰκός, ἡδονή, σοὶ δὲ ἀμοιβαί.

[143]

Τῷ αὐτῷ.

[1]    Πείθομαι μὴ πολλὰ εἶναί σοι τὰ πράγματα, οὐ γὰρ ἂν πολλῆς ἀπήλαυες εἰς τὸ ἐπιστέλλειν σχολῆς· ὡς τό γε κάλλος τῆς ἐπιστολῆς οὐκ ἄρχοντος ἐπιόντος πόλεις, ἀλλ' ἀνδρὸς ἐργαζομένου λόγους.

[2] εἰ δὲ ψεῦδος μὲν ἐκεῖνο καὶ πολλὰ τὰ πράγματα, σὺ δὲ ἀρκεῖς ἀμφοτέροις, τῶν Μουσῶν τις ἔοικέ σοι συνοικεῖν μετὰ τῆς Δίκης καὶ συλλαμβάνειν πῆ μὲν ἐκείνην, πῆ δὲ ταύτην.

[3] ζητῶν δὲ ἢ τὸν Ἀβάριδος ὀϊστὸν ἢ τὴν Ὀρφέως κιθάραν μήτε τὴν κιθάραν ζήτει, τῇ γλώττῃ γὰρ τὰ ταύτης ἰσχύεις, μήτε τὸν ὀϊστόν, ἐπειδήπερ ἔχεις τὴν κιθάραν.

[4] ἡ πενία κοινὸν νῦν ἀνθρώποις, ὥστε οὐ πρὸς εὐπόρους ὑπὲρ ἀπόρων ἐπιστέλλεις, ἀλλ' εἰ καὶ ἡμῶν ἦρχες, ταῦτ' ἂν ὠδύρου·

   ἀπόλοιο δῆτ', ὦ πόλεμε, πολλῶν οὕνεκα,

   ὃς τοὺς Καλλίας ὀξέως Ἴρους ποιεῖς.

[144]

Τῷ αὐτῷ.

[1]    Τῶν Ἑστιαίου παίδων μέλει μοι καὶ διὰ τοὺς θείους αὐτῶν, οἳ συνεφοίτησάν μοι, καὶ διὰ τὸν πάππον, ὃς ἕνα με ἡγεῖτο τῶν υἱέων. Ἑστιαῖος δὲ ἐμοὶ μὲν συνήθης οὐκ ἦν, ἐπαινεῖται δέ. τὸ δὲ μέγιστον, τῶν ἐμῶν οἱ νεανίσκοι φοιτητῶν μετὰ τῶν λόγων μελετήσαντες αἰδεῖσθαι.

[2] δι' ὅσων δὲ κυμάτων ἡ μήτηρ αὐτοῖς ἐλθοῦσα μόλις ἀνέπνευσεν, οἶσθα καὶ ὅτι τοῦ κινδύνου μὲν ἀπηλλάγη, μείζω δὲ πεποίηκε τὴν οὖσαν καὶ πρὶν πενίαν.

[3] ἔστι δέ τις ἄνθρωπος ἐν Κύρῳ Μάρης, μᾶλλον πένης ἢ γέρων, ἔστι δὲ καὶ μάλα γέρων. ὃν μὴ παντάπασιν ἐκτριβῆναι δέονται μὲν οὗτοι, βούλομαι δὲ ἐγώ, κύριος δὲ σύ. σχῆμα δὲ τῇ βοηθείᾳ δώσει βασιλέως παλαιὰ γράμματα γράμμασι Θεοφίλου βεβαιούμενα. [145] [t]

Τῷ αὐτῷ.

[1]    Ἡμετέρῳ μαθητῇ Μακαρίῳ Μακάριός ἐστιν ὁ πατήρ, εἷς δὲ οὑτοσὶ τῆς ἀμφὶ σὲ φάλαγγος. τούτῳ τῶν ἀρχόντων ἕκαστος ἔδωκε δῶρον, τὸ δὲ δῶρον χρόνος παρέχων αὐτῷ τὸν υἱὸν ἰδεῖν, υἱὸν τῇ Μνημοσύνῃ φίλον.

[2] δὸς δὴ τὸ δῶρον ἐπὶ πολλοῖς, ὃ καὶ πρῶτος ἔδωκας ἄν.

[146]

Τῷ αὐτῷ.

[1]    Καὶ Χρύσης προνοίας ἄξιος τρόπων τε ἕνεκα καὶ συγγενῶν. ὅ τε γὰρ τρόπος ἡσύχιος οἵ τε ἀνεψιοὶ φίλοι τε ἐμοὶ καὶ σοὶ κἀν τῇ πόλει τὰ πρῶτα. Λητόϊον λέγω τὸν καλὸν καὶ τὸν ἄξιον ἀκοῦσαι ταὐτὸ Κυνήγιον, οὓς αἰσχύνει Χρύσης, εἴ τι παρὰ τὴν ἀξίαν ὑπομένει καὶ ταῦτα σοῦ τὴν ἀρχὴν ἔχοντος.

[2]

ἐν οἷς οὖν ὑβρίζεται μαθὼν στῆσον τὴν ὕβριν.

[147]

Ἐκδικίῳ.

[1]    Ἀλλ' οὑτοσὶ Φιλόξενος ‹λαμπρὸς› καὶ μεγέθει καὶ μορφῇ καὶ φωνῇ καὶ τῷ αἰδεῖσθαι καὶ τῷ λόγους ζητεῖν ‹τε› καὶ λαμβάνειν εἰδέναι.

[2] σὺ δὲ πείθων τοὺς νέους παρ' ἡμᾶς τρέχειν ὅμοιον ποιεῖς ὥσπερ ἂν εἰ παρῄνεις αὐτοῖς παρὰ σὲ τρέχειν. οἶσθα γάρ, ὡς, ἂν ἐγὼ φαίνωμαι λαμπρός, καὶ τὸ σὸν ἐν δόξῃ, κἂν ἐγὼ δόξω μὴ κακὸς εἶναι παιδεύειν, καὶ σοὶ ταῦτα ἂν ὀνήσαι παιδεύειν ἑλομένῳ. οὐ γὰρ ἀγνοοῦσιν οἱ ἄνθρωποι τὰ Ἀθήνησιν ἡμῖν κοινά.

[3] τὸ μὲν οὖν ἔργῳ τὰ ἡμέτερα ᾑρῆσθαι θαυμαστὸν οὐδέν, σοὶ γὰρ ὁ βίος ἐκ νέου τὰ φίλων αὔξειν, τὸ δ' ὁμολογεῖν ἐν γράμμασιν, ὃ ποιεῖς, τοῦτο δὲ οὐ κατὰ τὴν σὴν δειλίαν, ἀλλὰ γὰρ ἔργον τοῦτο τοῦ ἔρωτος, ὃς καὶ τοὺς δειλοὺς θρασυτέρους ποιεῖ.

[148]

Ἀκακίῳ.

[1]    Οὐχ ὁ Φιλόξενος μόνον ἐπανήκων ἀμείνων ἐξώρμησε τὸν ἀδελφόν, ἀλλὰ καὶ τοῦ Φιλοξένου τις ἀνεψιός, οἶσθα γὰρ ὃν ἐγὼ λέγω καὶ λέγειν οὐκ ἐθέλεις εἰδώς.

[2] ἢ τούτου γε ἕνεκα τοῦ δευτέρου παρὰ σὲ χρῆν καὶ τὸν Φιλόξενον καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου φοιτᾶν, ὡς οὐδέν γε παρ' ἡμῖν οὔτε τοσοῦτον οὔτε τοιοῦτον ὁποῖον τε καὶ ὁπόσον παρὰ σοί; καίτοι Τιτιανὸς τῇδε τοῖς λόγοις προστίθησιν, ἀλλ' ἐγὼ τὸν οἴκοι θησαυρὸν αὐτοῦ κάλλιον ὁρῶ.

[3] τῇ μέντοι μητρὶ τοῖν νεανίσκοιν ἐκείνοιν λέγειν, ὡς ἔστι καὶ παρ' ἡμῖν θέρος καὶ πνεῖ τότε μέτριος ἄνεμος.

[149]

Πρισκιανῷ.

[1]    Οἴκοθεν οἴκαδε Μίκκαλος παρ' Ὀλυμπίου πρὸς σὲ καὶ οὐ παρ' ἀδελφοῦ μᾶλλον ἢ παρ' ἀδελφόν, ὅθεν μοι δοκεῖ τοῦ τε ἐν Παίοσιν ὑπεριδεῖν πλούτου καὶ τῆς ἐν ἀδικίᾳ τρυφῆς νομίζων τὸ σοὶ συνεῖναι καὶ τῶν χρημάτων αὐτῷ τῶν ἀπὸ τῆς θαλάττης ἥδιον ἔσεσθαι.

[2] τοῦτον μὲν οὖν τοῦτ' ἔπεισε προκρῖναι τὴν σὴν ἀρχήν, σὺ δ' αὐτῷ καὶ χρημάτων εὕρισκες πόρους. σοὶ μὲν γὰρ κεναῖς, τούτῳ δὲ μεσταῖς ἐπανελθεῖν προσήκει χερσίν.

[3] ἃ δὲ περὶ τῆς πενίας ἔγραψας μείζω τὴν ἐκεῖ τῆς τῇδε πειρώμενος δεικνύναι, ῥητορεύοντος, οὐκ ἀληθεύοντος ἦν. οἵ γέ τοι παρ' ἡμῖν προσαιτοῦντες πόλεως μέτριον, οἱ δ' ἐγγυτέρω τῶν δεινῶν εἰ τούτῳ πλουτοῦσιν, Οἰδίπου τινὸς χρῄζομεν. [150] [t]

Ἀνδρονίκῳ.

[1]    Μέτρον ἄριστον ἔφη τις καὶ ὁ λόγος ἀνάθημα γίγνεται τῷ Πυθίῳ. σὺ δ' ὅτι μὲν τῇ τε ἄλλῃ καὶ τῷ πλήθει τῶν βουλευτῶν μείζους τὰς πόλεις ποιεῖς, καλῶς ποιεῖς· ὅστις δὲ εἰς μείζω βουλὴν καλεῖται καὶ γέγονεν ἀντὶ Φοίνικος ἄλλο τι σεμνότερον, μήτοι τοῦτον ἀποστέρει τῆς τύχης μηδ' οὕτω φίλει τοὺς ἀρχομένους ὥστε τὴν σαυτοῦ μισεῖν.

[2] ἔστω δὴ καὶ Φρατέρνῳ τῶν ἐν Φοινίκῃ λειτουργιῶν ἄφεσις, ὃν αὐτίκα δεήσει δαπανᾶν ἐν τῇ Μεγάλῃ πόλει. τὸν δὲ ἄνδρα τοῦτον εἶδον μὲν οὔπω, φίλον δὲ ἡγοῦμαι φίλῳ τε ἐμῷ καὶ μαθητῇ μέλλοντα κηδεύσειν Ἀπριγγίῳ, ὃς ἐμὲ μὲν ἐν τῷ χρόνῳ τῶν μαθήσεων ἐπιεικείᾳ τε καὶ λόγων ἐξέπληξεν ἐπιθυμίᾳ, τὴν δὲ ἡμετέραν πόλιν τῷ περὶ τὴν χορηγίαν λαμπρῷ.

[3] τούτῳ τῷ νεανίσκῳ μὴ βοηθῶν μὲν ἐγὼ πάνυ ἂν ἀδικοίην, προδώσω δὲ αὐτόν, εἰ μηδενὸς ἄξιος Φρατέρνῳ φανεῖται. φανεῖται δὲ φαῦλος, εἰ σοῦ μὲν ἔχοντος τὴν ἀρχήν, ἐμοῦ δέ σε πείθειν ἔχοντος ὁ μέλλων αὐτῷ τὴν θυγατέρα δώσειν ἀδικήσεται. δόξει γὰρ Ἀπρίγγιος ὑπ' ἐμοῦ καταφρονεῖσθαι· σὲ γὰρ οὐκ ἄν ποτε μὴ δοῦναι χάριν ἐμοί.

[4] ἀλλὰ δός, ἑταίρων φίλτατε, χαίρεις γὰρ ἀκούων τοῦτο μᾶλλον ἢ τὸ τῆς ἀρχῆς ὄνομα, καὶ μιᾷ πράξει τό τε δίκαιον τίμησον καὶ τῇ σαυτοῦ βοήθησον καὶ τοῦτον μὴ ἀτιμάσῃς.

[151]

Τῷ αὐτῷ.

[1]    Οἶμαι μέν σε καὶ τῶν δικαίων ἀκούσαντα ψηφιεῖσθαι τοῖς φέρουσι τὴν ἐπιστολὴν ἀπαλλαγήν, ἐμοί τε γὰρ ἔδοξεν εἶναι μεγάλα σοί τε οὐ φανεῖται μικρά, δοκοῦσι δέ μοι κἂν εἰ μηδὲν αὐτοῖς τῶν νῦν ὄντων ὑπῆρχεν εἰς τὴν δίκην, ἓν δὲ τοῦτο τὸ βοηθεῖν αὐτοῖς, οὓς οἴει δεῖν αἰδεῖσθαι, πάντως ἂν ἐκφυγεῖν.

[2] τῶνδε γὰρ οἱ μὲν λόγου κέκτηνται δύναμιν, οἱ δὲ ἐμπειρίαν νόμων, ἐν δὲ τοῖς ἔστιν ἀμφότερα, χρηστὰ δὲ πολλὰ μὲν σοὶ περὶ τούτων, πλείω δὲ τούτοις εἴρηται περὶ σοῦ, καὶ χάριν τὴν μὲν αἰτοῦσι νῦν, τὴν δὲ δώσουσιν ἴσως, ἀφ' ὧν ἦν ἁπάντων Ἑρμείᾳ τε καὶ Ἐγερσίῳ θαρρεῖν.

[3] τὸ δ' ἐμὲ κελεῦσαι συλλαβεῖν οὐκ ἦν χρῃζόντων συμμαχίας, ἀλλὰ τιμώντων οἷς μετέδοσαν τοῦ πράγματος. [152] [t]

Πρισκιανῷ.

[1]    Θεόδοτος καὶ Χαρίσιος ἀδελφοί, τέχνη δὲ αὐτοῖν ἡ αὐτή, προσθήσω δέ, ὅτι καὶ γνώμη, τὰ περὶ τῶν συνθηκῶν γράμματα τοῖς ἀνθρώποις γράφειν ἄνευ τοῦ κέρδος κατὰ τῆς ἀληθείας τιμᾶν.

[2] τὸν μὲν οὖν Θεόδοτον πάλαι μεθ' ἡμῶν καὶ γινώσκεις καὶ φιλεῖς, Χαρίσιον δὲ τὴν πόλιν οἰκοῦντα πάντως πού τις ἐπῄνεσε πρὸς σὲ νῦν, ἀλλ' ὁ μὲν οἴχεται, δεῖ δὲ βοηθῶν τοῖς ἐκείνου παιδίοις. ὁ θεῖος δὲ δι' ἡμῶν ἱκετεύει τὸν εἰδότα σώζειν.

[3] δώσει δὲ ὁ γενναῖος Πρισκιανὸς τὴν χάριν ἡμῖν τε πειθόμενος καὶ Θεόδοτον ἐν λόγῳ ποιούμενος. ἐκείνοις τε οὖν τὴν ὀρφανίαν κουφιεῖς καὶ φροντίδος ἀξιώσεις τοὺς ἐν Κύρῳ τούτου συγγενεῖς.

[153]

Ἀνδρονίκῳ.

[1]    Πᾶσι μὲν τοῖς παρ' ἀξίαν ἀτυχοῦσι βοηθεῖν οἶμαι δεῖν, ὅ τι ἂν δύνωμαι καὶ νομίζω ποιεῖν ἀρέσκοντα τῷ Διί, τοὺς δ' ἐπὶ λόγοις μοι προσιόντας καὶ ὅστις τούτων οἰκεῖος διπλοῦν ὁρῶ πρὸς ἐμὲ τὸ δίκαιον ἔχοντας. ἔχουσι γὰρ πρὸς τῷ κοινῷ καὶ τὸ διὰ τοὺς λόγους.

[2] Μάρων τοίνυν τῶν παρ' ἡμῖν ἐστιν ἐπὶ λόγοις ἐπαινουμένων, πόλεως μὲν Πανεάδος, παῖς δὲ Λεοντίου πένητος, οὐκ ἄνωθεν πένητος, ἀλλ' ἐξ ἐπιεικείας καὶ τοῦ πάσχειν κακῶς ἐνταῦθα ἥκει.

[3] μέχρι μὲν οὖν ἐνῆν δαπανᾶν, τοῦτο ἐποίει· πάντων δὲ ἀνηλωμένων φεύγει κἂν ἀπείπῃ φεύγων, κάτεισι, καὶ πάλιν αὐτῷ τῆς οἰκίας ἡ φυγὴ κουφότερον.

[4] ἀλλ', ὦ γενναῖε, στῆσον αὐτῷ τὴν πλάνην δείξας τοῖς ἀδικοῦσιν, ὡς πρόσθεν ταῦτ' ἐξῆν, νῦν δὲ ἡ πενία μετὰ τοῦ δικαίου τῶν πλουτούντων ἰσχυροτέρα.

[154]

Μοδέστῳ.

[1]    Τῶν ἐμῶν πώλων, οὓς ἄγων ἐκ Μουσικῶν λειμώνων ἔδωκά σοι, τοὺς μὲν κεκλημένους ὑπὸ σοῦ, τοὺς δὲ ἀκλήτους ὁρᾷς. ὧν τοὺς μὲν εὐδαιμονίζω τῆς παρὰ σοῦ τιμῆς, τοὺς δὲ τοῦ περὶ σὲ πόθου. δηλοῦσι γὰρ οἷς αὐτόματοι τρέχουσιν, ὡς εἰκότως ἂν ἦσαν ἐν τοῖς κεκλημένοις.

[2] πάντων μὲν οὖν ἐπιμελήσῃ, τῶν μὲν εὐπόρων, ἵνα κτήσωνται δόξαν, τῶν δὲ πενήτων, ἵνα καὶ τούτοις χρήματα· πλέον δέ σοί τι δεικτέον περὶ τοὺς οὐ δοκοῦντας ἠξιῶσθαι τῆς τιμῆς, ὡς τοῖς μέν, κἂν σιγήσωσιν, οὐ μικρὸν ἐκεῖνο, τοῖς δ' ἓν εἰς παραμυθίαν εἰπεῖν τε καὶ λαβεῖν. [155] [t]

Βασσιανῷ.

[1]    Ἤιδειν, ὅτι καὶ ταῦτα ποιήσεις, ἃ νῦν ποιεῖς, καὶ ὡς ἐπιστελεῖς οὐ κακῶς. ἥ τε γάρ σου χρηστότης διεφαίνετο πάλαι καὶ ἐπιστέλλειν ἐμάνθανες. ἥκοντος δὲ τοῦ καιροῦ καὶ ἔργων καὶ λόγων πῶς ἔμελλες ἢ σιγῇ χρήσασθαι πρὸς ἡμᾶς ἢ ῥᾳθυμίᾳ;

[2]

τούτοις τε οὖν ἔμμενε καὶ μὴ τῶν τοῦ καλοῦ Κλεοβούλου περὶ σὲ πόνων ἀμνημόνει, ὡς ἐγὼ μέν σε κινοῦντα πτέρυγας ἤδη παραλαβὼν ὠφέλουν, ὁ δέ σοι Φοίνιξ γεγένηται.

[3]

καὶ τοῦτο δὲ αὐτό σοι τὸ τὰ τοῦ Φοίνικος εἰδέναι παρὰ τοῦ Κλεοβούλου. ὅν, ἢν μὲν δυνηθῇς, ἀντευποίει, πρὸ δὲ τῆς δυνάμεως εὔχου δύναμιν εἰς τὸ ποιῆσαι λαβεῖν.

[156]

Ἀνδρονίκῳ.

[1]    Αὐξέντιος οὑτοσὶ φοιτητὴς μὲν οὐκ ἔστιν ἐμός, πολλῷ δὲ πολλῶν φοιτητῶν εὐνούστερος συναλγήσας τε ἡμῖν ἐν τοῖς χείροσι καὶ συνησθεὶς ἐπὶ τοῖς ἀμείνοσιν.

[2] οἶσθα δέ, ὅτι παρ' ἡμῶν ἐξιόντι τὸν νεανίσκον ἐπιδείξας ἥξειν τε αὐτὸν ἔφην εἰς Φοινίκην αὐτίκα καὶ τῶν σῶν φίλων ἠξίουν ἕνα νομισθῆναι, σὺ δὲ ἔνευσας.

[3] ἥκει δὴ καὶ πλήρου τὰς ὑποσχέσεις παρόντα μὲν ἡδέως ὁρῶν, ἐκπέμπων δὲ μετὰ σῶν γραμμάτων. εἰ μὲν γὰρ ἦν Φοίνιξ, ἔργον ἂν σὲ ἀπῃτοῦμεν· νῦν δέ, ἐκ γὰρ τῆς ὁμόρου χώρας ἁνήρ, αὐτὸς ἔργον ἀπαίτει τὸν χρηστὸν Ὑπάτιον ἐν ἐπιστολαῖς.

[157]

Ὑπατίῳ.

[1]    Εἰ τοῖς τε ἐπαινοῦσί με χαίρεις καὶ τοὺς ἐμὲ φιλοῦντας οἴει δεῖν φιλεῖν, οὐκ ἂν φθάνοις ἕνα τῶν σαυτοῦ φίλων Αὐξέντιον τιθείς. κινδύνους τε γὰρ ἐμοὶ κίνδυνον λύων ὑπομείνειεν ἂν ἡδονή τε αὐτῷ καλόν τι περὶ ἐμοῦ πρὸς ἄλλον εἰπεῖν ἥ τε πρᾳότης καὶ τὸ ἡσυχάζον τῆς γνώμης ἄξια τιμῆσαι.

[2] ταῦτ' οὖν ἐμοῦ ψηφιζομένου θαυμάσαιμ' ἄν, εἰ τὴν ἐναντίαν οἴσεις· τὴν αὐτὴν δὲ φέρων οὐκ ἄδηλον ὅτι, κἄν του δέηται μετρίου, δώσεις τὴν χάριν.

[158]

Τῷ αὐτῷ.

[1]    Οἴει γὰρ Ἀνδρόνικον τὴν σὴν ἀγνοεῖν ἀρετὴν ἢ μὴ κέρδος αὑτοῦ νομίζειν, εἰ τὰ σὰ φυλάξειεν. ἔχει δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν σὸν καὶ δεῦρο διῖκται κλέος, ὁ δὲ ἄρχοντας ἀγαθοὺς οἶδε θαυμάζειν.

[2] ἀλλ' ὅμως ἐπειδὴ κελεύεις, τῷ μηδὲν δεομένῳ γραμμάτων γράφω τοῦ μή σοι δοκεῖν ἀπειθεῖν, οὐχ ὅπως ἐκεῖνον κινοίην.

[3] Ναυμάχιος δὲ ὁ καλός, τὸν γὰρ σοὶ φίλον ἀνάγκη τοιοῦτον εἶναι, πάντα μὲν ἔπραξε, δι' ἡμῶν δὲ οὐδέν, ἤρκεσε γάρ, ἐγὼ δὲ πρὸς τὰ ἔργα μὴ παρακληθείς, ὃ λοιπὸν ἦν, ἐποίησα· συνήσθην εἰργασμένῳ.

[159]

Ἀνδρονίκῳ.

[1]    Ὑπὲρ ἀμφοτέρων ὑμῶν, Ὑπατίου τε καὶ σοῦ, θαυμαστὴν ἐδεξάμεθα φήμην, καὶ ἔστον τοῦτο ὃ δὴ καλεῖσθον, ἄρχοντες ἀκριβῶς.

[2] ἡμεῖς τε οὖν συγχαίρομεν τοῖς ὑφ' ὑμῶν σωζομένοις ὑμεῖς τε, ὡς εἰκός, ἀλλήλοις, ὁ μέν, ὅτι τοιοῦτος αὐτῷ τὴν πατρίδα θεραπεύει, σὺ δέ, ὅτι πόλεως ἄρχεις, ἣ τοιοῦτον ἤνεγκεν.

[3] ἐθαύμασα δέ, ὅπως ἐμῆς ἐδεήθη πρὸς σὲ παρακλήσεως εἰς κηδεμονίαν τῶν αὑτοῦ. εἰ μὲν γὰρ εὖ πάσχων, ὅπως ὅτι κἀμοὶ χαρίζῃ μάθοι, τοῦτο ἐποίησε, καλῶς ἐποίησεν· εἰ δ' οὔπω τῆς σῆς εὐνοίας πεῖραν λαβών, οὐκ ἔχω μαθεῖν, ὅθεν οὔπω πέπονθεν εὖ. δεῖ γάρ σε νομίζειν μισθὸν ὀφείλειν τῷ προσομοίῳ σοι κατὰ τὴν ἀρχήν. εἰ γὰρ τὰ αὐτὰ τιμᾷ, χαρίζεται δήπου σοι, τῷ χαριζομένῳ δὲ χάριν ὀφείλεις.

[4] θὲς δὴ σαυτὸν ἐν Παλαιστίνῃ κτήματα ἔχειν καὶ γεωργεῖν, τῷ δὲ οὐδὲν τῶν σῶν μέλειν· οὐκ ἂν κατηγοροῖμεν καὶ δικαίως; τοῦτο δή, τοῦτο νῦν ἐφ' ἡμᾶς, εἰ ῥᾳθυμοῖμεν, ἥξει. φαινώμεθα τοίνυν διδόντες ὃ τότε ἂν ἀπῃτοῦμεν.

[160]

Πρισκιανῷ.

[1]    Εἶτα σὺ διπλᾶς μὲν οὐκ εἰσπράξεις τὰς εἰσφοράς, ὑπὲρ ὧν δὲ πραγμάτων ἔχεις γράμματα, πάλιν ἀξιοῖς λαμβάνειν· τήν γέ τοι περὶ τῆς πενίας τῆς ‹τε› ἐκεῖ τῆς τε ἐνθάδε Μίκκαλος ἔφερεν ἐπιστολήν.

[2] σοὶ δὲ οὐκ ἀρκεῖ, ἀλλ' ὁ τῆς σῆς μὲν γυναικὸς ἀδελφός, ἡμῖν δὲ φίλτατος, χθές, οὗ σύνειμι τοῖς ἑταίροις, εἰσδραμὼν ἐν αἰτίαις τε ἔφασκεν εἶναι καὶ φόβοις ὡς οὐ καλῶς σοι δοκῶν διακονεῖν περὶ ἃς πέμπεις ἐπιστολάς, ὑπ' ἐμοῦ δὲ ‹σὲ› ἔλεγεν ἀδικεῖσθαι τοῦ μηδὲν ἀντεπιστείλαντος περὶ τῆς πενίας. εἰμὶ δὲ τῶν ἐπεσταλκότων, ὡς οἶσθα σὺ καὶ μαρτυρεῖ Μίκκαλος. οὔκουν αὖθις εἰσοίσω τὴν εἰσφοράν.

[3] ἀλλ' ἐκεῖνό γε δεῖ σε μαθεῖν. ἀκούων σε μεγάλους περιεστηκέναι πόνους οὐ πάνυ κινδύνων καθαροὺς εὐθὺς ἐρωτῶν, εἰ κατορθοῦμεν, χαίρω τῷ μεγέθει τῶν πόνων, ὅταν ὅτι κατορθοῦμεν, ἀκούσω.

[4] τούτους γὰρ δὴ τοὺς πόνους ἔσται μέν τις ὁ διηγησόμενος, ἔσται δέ τις ὁ θαυμασόμενος, καί τις ἀκολουθήσει μισθός, ὃν σὺ μὲν οὐ ζητεῖς, ἐγὼ δέ σοι προσδοκῶ.

[161]

Οὐρβανῷ.

[1]    Αἱ τεκοῦσαι ταῖς τικτούσαις παροῦσαι καὶ συναλγοῦσι καὶ συμπονοῦσι καὶ πάντα παραμυθοῦνται τρόπον τὰ μὲν λέγουσαι, τὰ δὲ πράττουσαι. εἰκὸς δὴ κἀν τοῖς λόγοις τοῦτο σώζεσθαι καὶ τοὺς ἠγωνισμένους τοῖς ἀγωνιζομένοις βοηθεῖν.

[2] οὐκοῦν σὺ μὲν τῶν πάλαι παλαιόντων, οὗτοι δὲ τῶν νῦν ἀρξαμένων. δεῖ δή σε τῶν ὠδίνων ἐκείνων ἀναμνησθέντα χεῖρα ὀρέξαι τοῖς ἐν ταῖς ὠδῖσιν. οὐ γὰρ ἂν ἔχοι καλῶς σὲ μὲν ἄλλοις εἰδέναι περὶ ταῦτα χάριν, αὐτὸν δὲ ἑτέροις μὴ δοῦναι.

[162]

Τῷ αὐτῷ.

[1]    Καλὴν ἐλπίζω τὴν ἐμπορίαν ἔσεσθαι τοῖσδε τοῖς νεανίσκοις, ὅτι χωροῦντες ἐπὶ δίκας τῷ λάμψαντι περὶ τὰς δίκας ἔσχον προεντυχεῖν. καὶ γὰρ ἀθλητῇ πορευομένῳ πρὸς Πίσαν, εἴ που τῶν ὀρῶν ὑπῆρξεν Ἡρακλεῖ συμβαλεῖν, οἷόν τι τὸ τοῦ Πανὸς ἀκούομεν, ἦν ἂν δῆλον, ὡς οὐχ ἑτέρων ὁ στέφανος.

[2]

ὅτι μὲν οὖν αὐτοὺς εὐμενῶς ὄψει, πέπεισμαι, προσέστω δὲ τῇ φιλοφροσύνῃ καὶ διδαχὴ τούτων δὴ τῶν δικανικῶν δρόμων. καὶ γὰρ οὐχ ὅσον εἰς παίδευσιν, ἀλλ' ὅσα γε ἔξεστι μαθέτωσαν καὶ φερόντων γε παρὰ σοῦ γράμματα πρὸς τοὺς ἰσχύοντας ἐν τοῖς ἀγορεύουσιν. οὐχ ἡδὺ μὲν γὰρ αὐτοῖς ἄλλων εἰς δόξαν ἐλθεῖν, σοὶ δ' ἂν ἴσως καὶ τοῦτο ὑπακούσαιεν.

[163]

Μοδέστῳ.

[1]    Καλά γε περιμένει τοὺς ἄρχοντας τὰ ἆθλα, εἴγε ταλαιπωρήσονται μὲν καὶ τὰ αὑτῶν χείρω ποιήσουσι τῶν κοινῶν ἐπιμελούμενοι, λήψονται δὲ ἀμοιβὰς ὕβριν καὶ καταδίκην καὶ ἀτιμίαν καὶ κινδύνους.

[2] ταῦτα γὰρ κεκύκλωκε νῦν τὸν ὑπὸ σοῦ μὲν οὐδὲν ἀτιμασθέντα, μεθ' ἡμῶν δὲ βεβιωκότα Τρυφωνιανόν. ἦν μὲν γὰρ ἕτοιμος χωρεῖν ἐπὶ Χαλκίδος, ὅπως ἀναγκάζοι τὰ δέοντα ποιεῖν τοὺς αὐτόθι γεωργούς, ἑστηκότα δὲ ἐπὶ τῆς βαλβῖδος περιέσχε νέφος ἀρθὲν ἐκ τῶν Οὐρσουάλου χειρῶν.

[3] προσπεσόντες γὰρ ἄνθρωποί τινες ἐκεῖθεν ἥκοντες καὶ θρασέως εἰσελθόντες οὗ καθεύδει χρυσόν τε ἐζήτουν καὶ καταβάλλειν ἐβόων πόσον, οἴει, χρυσόν; μὴ φαινομένου δὲ σήμαντρα πανταχοῦ, καὶ πολὺς ὁ θόρυβος, ἡ γυνὴ δὲ ἐν ἐκπλήξει καὶ τὸ βρέφος μικροῦ τῆς νηδύος οὐ κατὰ νόμον ἐξέδραμεν.

[4]

ἡμεῖς μὲν οὖν οὗπέρ ἐσμεν κύριοι πληροῦμεν, συναχθόμεθα τῷ φίλῳ, σὺ δὲ παρ' ᾧ τι πλέον μεθ' ἡμῶν μὲν συνάλγησον, μόνος δὲ ἐπικούρησον χρηστός τε φαινόμενος καὶ τῇ δυνάμει χρώμενος.

[5] ἔστω δὲ πρῶτον μὲν τῆς χάριτος τὸ μὴ δι' ὀργῆς λαβεῖν τὴν μονήν, μᾶλλον δὲ τὸ τὴν ὀργὴν ἐπὶ τοὺς οὐκ ἀφέντας ἐξελθεῖν μετενεγκεῖν· δεύτερον δὲ τὸ λῦσαι τὴν ἐπικειμένην ζημίαν.

[6] οὐκ ἔστι τῶν ῥεόντων ἃ ζητοῦμεν, οὐδὲ γὰρ ἃ πράττεις καθημέραν τῶν ῥεόντων ἐστίν, οὐδέ γε πάσης γνώμης, ἀλλὰ τῆς σῆς μόνης. μὴ οὖν θαυμάσῃς, εἰ πάλαι διδάσκων ἡμᾶς, ὡς κἀν τοῖς ἀμηχάνοις ἰσχύεις, ἀπαιτῇ παρὰ τῶν ἐκεῖνα ὁρώντων ἕτερα ἐκείνοις ἐοικότα.

[7] ἀλλ' ἐννοήσας τε ὅθεν ἡ καταδίκη καὶ τὸ πρᾶγμα μεμψάμενος καὶ τὸ τῆς ζημίας μέγεθος καὶ τιμῶν ἡμᾶς καὶ βοηθῶν ἄρχοντι κατάκρας ἐλαυνομένῳ πρᾶξον, ὃ σοὶ μὲν οἴσει κόσμον, ἡμῖν δὲ εὐθυμίαν, τοῖς δὲ ἐκείνου σωτηρίαν.

[164]

Κυρίλλῳ.

[1]    Εὔνομος οὑτοσὶ καὶ τῶν εὖ γεγονότων καὶ τῶν λέγειν ἐπισταμένων καὶ τῶν ἐπιείκειαν ἠσκηκότων. ἀμειβόμενος δὴ τὸν ἄνδρα παρά τε τὸν Μόδεστον εἰσάγω καὶ πάλιν εἰσάγω παρὰ σὲ διὰ γραμμάτων νομίζων ταύτην ἐκείνης οὐ λείπεσθαι τὴν χάριν. ἦν δὲ ἄρα καὶ μείζω ταύτην ἐκείνης εἰπεῖν, εἰ δὴ καὶ πλείω καὶ συνεχῶς ἔστιν εὖ παθεῖν Εὐνόμῳ παρὰ τῆς σῆς εὐνοίας.

[2] ἀλλ' ὅπως καὶ ἕτερον τιμήσῃς Εὔνομον, τούτου μὲν ἀνεψιόν, ἐμοὶ δὲ ἀδελφοῦ καλλίω. ἢ τοῦτο μὲν αὑτῷ δέδωκεν ἐκεῖνος φθάσας τὴν ἐμὴν ἐπιστολήν, καὶ οὐκ ἔμελλες ἀγνοήσειν ἄνδρα τε χρηστὸν καὶ ῥήτορα δεξιόν, τὰ γράμματα δὲ προσθήκην ἐργάσεται τῇ πάλαι γιγνομένῃ τιμῇ.

[3] ἀλλὰ κἀκείνῳ τίς ἐστιν Εὐδαίμων ἀνεψιός, οὐδὲν εἰς ἐμὲ φαυλότερος Εὐνόμου, φαίη δ' ἂν Εὐδαίμων, ὅτι καὶ προθυμότερος. ἀλλ' ἔγωγε τοῦτ' ἀεί ποτε ἐφθεγξάμην ὡς ἐν ἴσῳ, καὶ πολλοὺς αὐτοῖν ἄρχοντας ἀπέφηνα συμμάχους, ὧν οὐδενὶ μετεμέλησε.

[4] σὺ δ' ἐν μὲν τῷ ποιεῖν εὖ τοὺς ἔμπροσθεν μιμήσῃ, νικήσεις δὲ τοὺς ἔμπροσθεν διὰ τῶν ὑπερβολῶν.

[165]

Τῷ αὐτῷ

[1]    Οὗτός ἐστι Βάλης, ὃν ἄγων ἧκον οὗ κατέλυες καὶ ἐπέδειξά σοι. νομίζω δέ, ὅτι σε τῆς μορφῆς ὁ τύπος τῶν τε ἐμῶν ἀναμνήσει λόγων ὧν τε αὐτὸς ἐπηγγέλλου.

[2] ἥκει δὴ καιρὸς ἔργων καὶ βεβαίου τὰς ἐλπίδας ἐμοί τε καὶ τούτῳ. τὸν δὲ ἄνθρωπον ἐν οἷς αἰτεῖ θαυμάσῃ. τῶν μὲν γὰρ νόμων οὐδὲν ἔξω ζητήσει, παρὰ δὲ τῶν ἰσχυόντων εἰ μὴ πάσχει κακῶς, ἀγαπήσει.

[166]

Ἀνδρονίκῳ.

[1]    Παρὰ Κυρίλλου λάβοις ἂν ῥᾳδίως χάριν, τοῦτο μὲν ὡς φίλος, τοῦτο δὲ ὡς ἄρχων Τύρου.

[2] πέμπε δὴ πρὸς αὐτὸν ἐπιστολὴν ὑπὲρ τοῦ δόντος σοι τὴν ἐπιστολήν. ἂν γὰρ οὗτος ἐν Ἐλούσῃ τύχῃ τινὸς ἀγαθοῦ δι' ἐμέ, Βοηθὸς ὁ τοῦδε μὲν συγγενής, τἀμὰ δὲ διοικῶν ἔσται βελτίων εἰς ἐμέ. [167] [t]

Εὐδαίμονι.

[1]    Βάλης ἠδικῆσθαί φησιν ὑπὸ σοῦ καὶ ἐπήγαγεν ὅρκον. συνηχθέσθην οὖν τῷ μὲν ὡς παθόντι κακῶς, σοὶ δὲ ὡς ποιήσαντι. Πλάτων δέ γε σοὶ μᾶλλον ἂν ἔφησεν ἢ 'κείνῳ συνάχθεσθαι.

[2]

τῆς μὲν οὖν κατηγορίας τὸν ἄνθρωπον ἀπεστήσαμεν, τοῦ δ' ἐπαινεῖσθαί σε πρὸς τὸ λοιπὸν ὑπ' αὐτοῦ σὺ κύριος.

[168]

Μοδέστῳ.

[1]    Οὐδέτερον καινόν, οὔθ' ὁ πολύς σου δρόμος οὔθ' ἡ τῶν ξενίων πομπή. πάλαι γὰρ δὴ σὺ καὶ περίπολος καὶ φιλόδωρος, ἀλλ' ἐγὼ σὲ πῶς ἂν ἀμειψαίμην, εἰ τοὺς λόγους, ὃ μόνον ἐστί μοι, μὴ βούλοιο λαμβάνειν; [169]

Ἀνδρονίκῳ.

[1]    Οἱ περὶ τὸν Μόδεστον στρατιῶται πολλάς μοι δεδώκασι χάριτας, ἀντὶ δὲ πολλῶν αἰτοῦσι μίαν, ἣν διὰ σοῦ δυναίμην ἂν δοῦναι. σκόπει τοίνυν, εἴ σοι καλῶς ἔχει δοκεῖν ἡμᾶς εὖ μὲν πάσχειν ἐθέλειν, ἀμείβεσθαι δὲ οὐκ ἔχειν.

[2] ἔστι δὲ ἡ χάρις μὴ πικρόν σε γενέσθαι Λεοντίῳ περὶ τὴν βοήθειαν, ἣν αὐτῷ πολλά τε ἄλλα φέρει καὶ βασιλέως ἐπιστολή.

[170]

Κυρίλλῳ.

[1]    Δεῖταί σου δι' ἡμῶν Ζηνόβιος ὑπὲρ τοῦ πατρός. ἔστι δὲ ὁ μὲν πατὴρ ἐν Ἐλούσῃ, παρ' ἡμῖν δὲ ὁ νεανίσκος πρόθυμός τε περὶ τοὺς φίλους καὶ χαλεπὸς ἐχθροῖς. τοῦ δὲ αὐτῷ μετεῖναι παιδείας ἔστω σοι σημεῖον ἡ περὶ τοὺς γονέας φροντίς.

[2] ἂν μὲν οὖν ἐπελθόντος ἀκούσῃς, δι' αὐτὸν τὸν πατέρα τιμήσεις· ἕως δὲ ἄπεστι κατὰ τοὺς λόγους, ἐμοὶ ταύτην δίδου τὴν χάριν.

[171]

Ζήνωνι.

[1]    Καλῶς ποιεῖς φίλον τέ με νομίζων καὶ ἐπιστέλλων, εἰ καὶ μήπω συνεμίξαμεν, ἐπεὶ καὶ αὐτὸς πάλαι τέ σε φιλῶ διὰ τῶν σῶν μαθητῶν σεσωσμένος καὶ τῇ ‹σῇ› συμφορᾷ λίαν ἐπλήγην, οἷος ὢν οἷα πέπονθας, τήν τε Τύχην ἱκέτευσα πολλάκις σπείσασθαί σοι καὶ καταστῆσαι πάλιν εἰς τὰ εἰωθότα.

[2] ἡ δέ, ὡς ἔοικε, πείθεταί τε καὶ διαλλάττεται· τοιοῦτος ἥκει λόγος περὶ τῆς ὅλης σκευωρίας ὡς αὐτίκα δέχεται λύσιν. τῇ τε οὖν ἐλπίδι κουφίζου καὶ προσδέχου τὸ ἔργον.

[3] ὁ δὲ δοὺς ἡμῖν τὰς ἐπιστολὰς βραδέως τε ὡμολόγησεν ἥκειν καὶ ἐμέμφετο τοὺς ἀνέμους. μέμφου δὴ καὶ αὐτὸς ἀντὶ τῶν ἐμπλεόντων τοὺς ἀνέμους.

[172]

Στρατονίκῳ.

[1]    Ἀλλ' ἡμεῖς σε τάττομεν ἐν τοῖς Μουσικοῖς χοροῖς, ἐπεὶ καὶ αὐτὸ τοῦτο παιδείας μέρος τὸ τοὺς πεπαιδευμένους θαυμάζειν εἰδέναι. τῆς δὲ τοῦ παιδὸς εἵνεκα φύσεως τοῖς θεοῖς ὁμολόγει χάριν, καὶ γὰρ ἀγχίνους καὶ μνήμων καὶ τῶν βουλομένων μανθάνειν ἥ τε φωνὴ χρόνῳ πρὸς τὸ κάλλιστον ἥξει, δηλοῖ γάρ.

[2] ἀλλὰ μὴν ὅ γε παιδαγωγὸς πατρὸς οὐ χείρων κατὰ τὴν εὔνοιαν. ᾧ κἂν ὅτι πλεῖστα δῷς, μικρὰ δεδωκὼς ἔσῃ. τὸ δ' ἡμέτερον πρὸς τοὺς φοιτῶντας ὁποῖον, ἐγγὺς ὁ φράσων ὁ σὸς συγγενής τε καὶ ἄρχων, εἰ δὴ ὅλως ἐγώ, πρόθυμός τις πρὸς ὑμᾶς. [173] [t]

Πρισκιανῷ.

[1]    Τὸ δὲ σὲ τοσούτοις κεκυκλωμένον πράγμασι καὶ νυττόμενον ταῖς περὶ τοῦ πολέμου φροντίσιν ὅπως ἡμῖν φοιτητὴς προσγενήσεται· σκοπεῖν καὶ μηδεμίαν ἀσχολίαν ἀξιοῦν εἶναι τηλικαύτην, ἥ σε τοῦ τὰ ἡμέτερα θεραπεύειν ἀποστήσει, τίνα ἔτι θαυμάζειν ἀφήσει τῶν παρὰ τοῖς ποιηταῖς ἐπὶ φιλίᾳ βεβοημένων;

[2]

ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ἀφ' οὗπερ ἧκον, οὐ διέλιπε βάλλων· εἰ δὲ οὐκ ἐπήγνυτο τὰ βέλη, ἀλλ' ἦν τὸ τοῦ Αἴαντος σῶμα κρεῖττον τοῦ σιδήρου, χάρις Ἡρακλεῖ καὶ τῷ τοῦ λέοντος δέρματι.

[3] αἰσχυνόμενος οὖν οὗτος ὁ τοξότης, ὅτι τοῖς σοῖς ἐπὶ τὸν οὐκ ἀδικοῦντα ἐχρῆτο, ζητῶν ἀμυνομένου σχῆμα πλάσας αἰτίαν ἐγκαλεῖ βοήν τινα ἐμὴν ἐπὶ τῇ 'κείνου πρὸς τὸν Ἑρμογένην εἰσόδῳ.

[4] τὸν δὲ ἐμὸν οἶσθα σὺ περὶ ταῦτα τρόπον, καὶ εἴ τι τῶν τοιούτων ἐμὲ δύναται δάκνειν. σκῆψις ταῦτα, ὦ γενναῖε, τὸ δ' ἀληθές, ἔταξεν αὑτὸν ἑτέρωθι, τὴν τάξιν δὲ ἐπαινεῖν οὐκ ἔχων τοῦ μὴ γενέσθαι μετ' ἐμοῦ τὴν αἰτίαν ἀποδιδοὺς κακῷ τὸ κακὸν ἰᾶται.

[5] ἐγὼ δὲ οὕτως εἰμὶ πρᾷος, καὶ οὐκ ἐψεύσω, ὥστ' αὐτῷ τὸν μὲν ἕτερον τῶν υἱέων ἐπένθησα, τὸν δὲ ὄντα, καὶ εἴη γε, Ζεῦ σῶτερ, τά τε ἄλλα φιλανθρώπως ὁρῶ καὶ πρὸς τὰς ἐπιδείξεις τῶν λόγων μόνον τῶν ἐκεῖθεν καλῶ καίτοι γε ὑπ' ἀμφοῖν ὑβρισμένος, εἰ δὲ βούλει, παρὰ τοῦ πατρός.

[6] τοῦτον γὰρ ὁ σοφὸς Θεόδοτος ἔχοντος μὲν τὴν ἀρχὴν Στρατηγίου κοινωνὸν ποιεῖ, καὶ τουτὶ ἤνεγκα, πῶς οἴει; μεμφομένου τοῦ θείου· λήξαντος δὲ τῆς ἀρχῆς πάλιν ἐκείνου μόνου ποιεῖ.

[7] καὶ τοιοῦτος εἰς ἡμᾶς φανεὶς ὅτι μὴ στεφανοῦται παρ' ἡμῶν, ἀγανακτεῖ. ἀλλὰ καὶ τοῦτό γε, ἢν κελεύῃς, ποιήσομεν ἐκεῖνον μὲν εἰδότες, σοὶ δὲ ἀπειθεῖν οὐ τολμῶντες.

[174]

Τῷ αὐτῷ.

[1]    Γαυδέντιον οἶσθα τὸν διδάσκαλον τὸν χρηστόν. ἐπὶ τοῦτόν τις καταφεύγει γεωργός, ὁ δὲ ἐπ' ἐμέ, ἐπὶ δὲ σὲ ἐγώ. πάντως δέ, ὃ καθ' ἡμέραν ποιεῖς καὶ νῦν ποιήσεις, κωλύσεις βίαν.

[2] τὸ μὲν οὖν ὄνομα τῷ χρῄζοντι τῆς βοηθείας Ἀντώνιος, γεωργεῖ δὲ περὶ Κύρον· ὁ δὲ ἀδικῶν, εἴπερ ἀδικεῖ, Περεγρῖνος, τῶν σῶν οὗτος ὑπηρετῶν. παῦσον τοίνυν ἢ βιαζόμενον τοῦτον ἢ ψευδόμενον ἐκεῖνον.

[175]

Ἀνδρονίκῳ.

[1]    Ἀλλ' ἐγώ σοι παρὰ τοῦ Δημοσθένους λαβών τι περὶ τουτουὶ διαλέξομαι Βάσσου. οὗτος τοίνυν, Ἀνδρόνικε, πένης μέν ἐστιν, οὐ πονηρὸς δέ γε.

[2] οὗτος μέντοι Φοίνιξ ὢν καὶ διὰ πάντων ἥκων πόνων ἕστηκε νυνὶ λόγον τε κομίζων καὶ φασκώλιον κενόν, ὅπως τὸν μὲν εἴποι, τὸ δὲ ἐμπλήσαι.

[3] σοὶ δ' ἄμφω πρέπει, τὸν μὲν δέξασθαι, τὸ δὲ μικρὸν ὂν ἐμπλῆσαι. μέγα δὲ τούτῳ καὶ τὸ μικρόν, ὥστε τοὺς μὲν εἰσοίσοντας οὐκ ἀνιάσεις, τὸν δὲ ληψόμενον ὀρθώσεις.

[4] ὃς ἧκε μὲν ἐκ Δαμασκοῦ παρ' ἐμὲ πτωχός, λόγων ἐπιθυμητής, ἀκούων δὲ Αἰσχύλου λέγοντος ἐκ τῶν πόνων τίκτεσθαι τὰς ἀρετὰς βροτοῖς ὕπνον φυγὼν καὶ θεαμάτων ἡδονὰς βλαβερὰς νομίσας τε τοὺς περὶ λόγους ἱδρῶτας μέθης ἡδίους καὶ ταπεινὸν οὐδὲν οὐδὲ αἰσχρὸν ἀναγκασθεὶς ἀχρηματίᾳ ποιῆσαι πρὸς τοσοῦθ' ἥκει τῆς τέχνης, ὥστ' ἤδη καὶ περὶ τῶν σῶν καλῶν ἔχει τι φθέγξασθαι σύμμετρον μὲν ἴσως οὐδέν, ἔχει δ' οὖν τι τοιοῦτον ὃ κἂν ἐπαινέσαι τις.

[5] ἀλλὰ σὺ καὶ Δαμασκῷ καὶ ἐμοὶ χάριν διδοὺς καὶ πολὺ πρότερον τῷ διδόντι λόγους θεῷ καὶ λογισάμενος ὅτι σοι τὸ ἄρχειν ἀπὸ τῶν λόγων ἀπόπεμψον ἡμῖν τὸν Βάσσον μετὰ βελτίονος μὲν ἐσθῆτος, ἱλαρωτέρου δὲ τοῦ προσώπου καὶ διὰ τῶν αὐτῶν τῷ μὲν βοήθει, τοὺς δὲ ἄλλους ἐπὶ τὴν παιδείαν παρακάλει.

[176]

Φιλαγρίῳ.

[1]    Λέλυται τὸ ἀμφίβολον καὶ οὐκέτι σοι διττὸς ἀφικνεῖται λόγος, ὧν ὁ μὲν ἔφασκε τὸν πάντα ἄριστον Ἐλπίδιον ὡς ὑμᾶς, ὁ δὲ ὡς ἡμᾶς πορεύεσθαι. ἀλλ' ὁ μὲν ἐν τῇ ἡμετέρᾳ νῦν, περὶ δὲ σοῦ δίδωσιν ἐλπίζειν, ὡς καὶ αὐτὸς ἔσῃ παρ' ἡμῖν δῶρόν τι τοῦτο οὐ μικρὸν ἐμοί τε καὶ σοὶ διδούς, εἰ σὺ μὲν ὄψει τοὺς υἱεῖς, ἐγὼ δὲ σέ.

[2] ἔμελλον μακρὰν ποιεῖν τὴν ἐπιστολήν, ἀλλ' ἡ τῆς συνουσίας ἐλπὶς ἐκώλυσεν. [177] [t]

Θεμιστίῳ.

[1]    Οἱ μὲν παῖδες οἱ Λολλιανοῦ πλέουσι, πλέουσι δὲ κατ' ἐμπορίαν εἰς Σινώπην.

[2] ὁρμιζομένοις τε οὖν παρ' ὑμῖν βοήθει καὶ πρὸς τοὺς ἐν Σινώπῃ φίλους ὑπὲρ αὐτῶν γράφε τό τε οἰκίδιον εἰ πωλοῖεν, πάντα ἐπισκόπει καὶ μήτε τούτους ὑπ' ἄλλων μήθ' ὑπὸ τούτων ἡμᾶς ἔα παρακρουσθῆναι.

[178]

Εὐσεβίῳ καὶ Φαύστῳ.

[1]    Εἰ μὴ σφόδρα ὑμῖν ἐπιστεύομεν, οὐκ ἂν οἰκέτην καὶ πλοῖον εἰς Σινώπην ἐξεπέμπομεν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ὑμεῖς ἡ πόλις, κἂν συλλαμβάνητε, πάντα ἐξ οὐρίων θεῖ, κἂν ἀντικρούσητε, ‑ βλάσφημον δὲ οὐδὲν ‹ἐν› ἐπιστολῇ πλεούσῃ γράφω.

[2] ἀλλ', ὦ γενναῖα θρέμματα, νῦν μοι ‹τὴν› κομιδήν. καὶ γὰρ εἰ μικρὰ τὰ παρ' ἡμῶν εἰς ὑμᾶς, ἀλλ' ἅ γε εἴχομεν.

[179]

Πρισκιανῷ.

[1]    Νῦν ἡμῖν ἀκριβῶς ἀποδημεῖς, ὅτε καὶ τὸν τὰ σὰ μιμούμενον ἔχεις λαβών. τὰ γὰρ δὴ σὰ πολλοὶ μὲν ἐπαινοῦσι, μόνος δὲ ὁ καλὸς Παλλάδιος πρὸς τῷ θαυμάζειν καὶ μέτεισιν, ὥστε οὐ δοκεῖς ἐκλελοιπέναι τὴν τοῦ συναγορεύειν χώραν τῶν τοῦδε φαινομένων λόγων. οὕτως οὗτος ἀντὶ σοῦ τοῖς δεομένοις γίγνεται.

[2] ἀλλὰ κἀκεῖνο μέντοι μιμουμένου τὸ χαίρειν τε ἡμῖν, ὥσπερ καὶ σύ, καὶ συμπράττειν ἡμῖν οἷα σύ. καὶ γέγονε δή μοι μετὰ λύπης τὸ κέρδος. ἐν γὰρ τῷ φιλεῖν ἔχειν οἵων ἀπεστερούμην οὐκ ἔχων μανθάνω.

[3] σὺ δ' αὐτὸν μὴ καθ' Ὅμηρον ἐθέλοντα πέμπειν, οὐ γὰρ ἔστιν ὅτε πέμψεις, οὐ γὰρ ἐθελήσει, ἀλλὰ καὶ ἄκοντα κινεῖν, ὡς οὐ μικρὸν ἐμοὶ σοῦ γε ἀφεστάναι διὰ τὴν ἀρχήν.

[180]

Στρατηγίῳ.

[1]    Ἀλλ' εἰ καὶ ἀπόντος ἠμέλεις τοῦ τῆς γυναικὸς ἀδελφοῦ τά τε ἄλλα καὶ οὐδὲ ἐπιστείλας, νῦν γε ἃ πρὸς τοὺς τοιούτους ποιεῖν ἄξιον ποίει. ἴσως μὲν γὰρ καὶ τοῖς ἧττον ἀγαθοῖς προσεκτέον διὰ τὴν ἀνάγκην τῆς κηδείας, ὁδὶ δὲ ὑμᾶς, ἵνα μηδὲν εἴπω μέγα, καίτοι γε ἐξῆν, οὐκ ἂν καταισχύνοι.

[2] ἀκούων δέ σοι κράτος εἶναι ἐν τῷ βουλευτηρίῳ μᾶλλον ἀπὸ τοῦ λέγειν ἢ τῶν ἀναλωμάτων χαίρω μέν, ὅτι κρατεῖς, ὅτι δὲ οὐ καὶ αὐτὸς ἡμῖν ταῦτα μηνύεις, ἄχθομαι. καὶ γὰρ τὰς τῶν Ὀλυμπιονικῶν νίκας ἥδιον παρ' αὐτῶν ἀκούειν τῶν ἐστεφανωμένων.

[181]

Ἀλβανίῳ.

[1]    Ἐγὼ μάντις μὲν οὔκ εἰμι, δυναίμην δ' ἂν ἔνια τῶν μελλόντων λογισμῷ προορᾶν. καὶ νῦν τοίνυν ὁρῶ καὶ προλέγω πολλὰ ὑμῖν ἔσεσθαι, σοί τε καὶ τῷδε, παρ' ἀλλήλων ἀγαθά. καὶ γὰρ βουλήσεων καὶ πόνων καὶ ἔργων κοινωνήσετε καὶ τοὺς οὐ ταῦτα περὶ ὑμῶν προσδοκῶντας ἐκπλήξετε, προσθήσω δὲ ὅτι καὶ ἀνιάσετε.

[2] πόθεν οὖν μοι ταῦτα ἔπεισι λέγειν; ἐκ τοῦ μηδὲ ἐν οἷς φιλονεικεῖτε πρὸς μηδὲν ἀνήκεστον ἐξαχθῆναι, ἀλλὰ γενέσθαι τὴν στάσιν ἐκείνην μίμησιν στάσεως ἐν παιδιᾷ μᾶλλον ἢ στάσιν. τίνες δὴ ἔσεσθε συμπνέοντες, οἵ γε μηδὲ τοῖς συγκρούουσι πάντα κεχάρισθε;

[3] ἀλλ' ὑπὲρ μὲν τούτων ἐπιστελεῖτέ μοι τὴν μαντείαν ἐπαινοῦντες, σὺ δ' οὔτε ἐπιστέλλων λυπεῖς οὔτ' ἤδη καταστήσας ἑαυτὸν εἰς ὁδόν τινα βίου. τοῦ δὲ ἔτι φέρεσθαι δεῖγμά μοι τὸ τοὺς παῖδας ἔτι παρ' ἡμῖν μένειν. [182] [t]

Ἀμβροσίῳ.

[1]    Οὐκ ἦμεν ἡμῶν αὐτῶν, ὅτε ἡμῖν ἐπεδήμεις, ἀλλ' ὁ καιρὸς ἐκεῖνος τεθορυβημένους ἤλαυνε τὰ μέγιστα καὶ κάλλιστα καὶ τιμιώτατα τὰ μὲν ἤδη παραιρούμενος, περὶ δὲ τῶν τὸν ἴσον ἐπιφέρων φόβον.

[2] ἀλλ' οὐδὲ νῦν γε ἐν τοῖς εἰωθόσιν ἐσμέν, εἰ καὶ δοκοῦμεν· τὸ γὰρ ὀδύρεσθαι καὶ στένειν οὐκ ἦν τῶν εἰωθότων, ἡμεῖς δὲ ἐν τούτοις. διαφέρει δὲ τοσοῦτον, ὅσον νῦν μὲν τοῖς φίλοις ὁμιλοῦντες τοῦτο ποιοῦμεν, τότε δὲ οὐδὲ ὁμιλεῖν ἐξῆν.

[3] εἰ οὖν τι παρώφθη τῶν πρὸς σὲ καὶ οὐ προσειπὼν ἀπεδήμησα, τοῦ πνεύματος τοῦτο τίθει τοῦ τότε βιαζομένου πάντως. ἤδη δὲ καὶ πλωτῆρες ἄκραν ἱερὸν ἔχουσαν, οὗ θύειν εἰώθεσαν, παρέπλευσαν οὐκ ἀποβάντες κωλυούσης αἰγίδος.

[4] πρὸς μὲν οὖν ἄλλον πολλῶν ἂν ἐδέησέ μοι λόγων δεικνύναι πειρωμένῳ καιροῦ δύναμιν, σὺ δὲ μυρία μὲν ἐν πλάσμασιν, οὐκ ὀλίγα δὲ ἐπ' αὐτῆς τῆς ἀληθείας τοιαῦτα φιλοσοφεῖς, διδάσκοις δ' ἂν μᾶλλον ἢ περὶ καιροῦ μανθάνοις. διόπερ σοι τὴν ὡς ἐδόκουν ῥᾳθυμεῖν ἀπολογίαν ἀφίημι, κἂν ἐγκαλῇ τις, λύε.

[5] περὶ δὲ τοῦ νεανίσκου τοῦδε τοῦ σοῦ πολίτου τί ἄν σε παρακαλοίην; καὶ γὰρ ὧν ἐστι καὶ οἷός ἐστιν οἶσθα καὶ ταῦτα εἰδὼς οὐκ ἀνέξῃ πλείω παρ' ἄλλου τὸν ἑταῖρον εὖ παθεῖν.

[183]

Ἀνδρονίκῳ.

[1]    Ὅτι μὲν ἔμελλες ὡς ἥδιστα τὸν χρηστὸν ὄψεσθαι Παλλάδιον καὶ μηδὲν ἐμοῦ γράφοντος, εὖ ᾔδειν. τούς τε γὰρ νόμους μεθ' ὧν ἄρχεις καὶ τοὺς λόγους ἐν οἷς ζῇς παρ' αὐτῷ ζητῶν εὑρήσεις.

[2] ἀλλὰ ταῦτα μὲν καὶ παρ' ἄλλοις, ἡ δέ γε τῶν ἠθῶν χάρις καὶ τὸ τῶν τρόπων ὁμιλητικὸν καὶ τὸ οἷς συγγένοιτο, τούτους εὐθὺς ἕλκειν καὶ τὸ ἀπούσης μὲν ἑορτῆς αὐτὸν ἑορτὴν εἶναι καὶ μόνον, παροῦσαν δὲ μείζω ποιεῖν, ταῦτα ἴσως μὲν οὐκ ἐν ἄλλῳ, πάντως δὲ οὐκ ἐν πολλοῖς.

[3] διὰ μὲν δὴ ταῦτα καὶ φεύγοντα ἂν διώκοις καὶ οὐχ ὅπως προσιόντα ἀπωθοίης. ὥστ' οὐδὲν ἔδει γραμμάτων τῶν ποιησόντων φιλίαν, ἀλλ' ἐπειδὴ καὶ χρήσῃ φανέντι καὶ χρώμενος ἐπαινέσεις τὸν ἄνδρα, συνεφάπτομαι τοῦ πράγματος, ὅπως μοι χάριν εἰδῇς, ὅταν αὐτὸν ἐπαινῇς.

[184]

Τῷ αὐτῷ.

[1]    Οἷον ἔδρασας ὁ τοῦτο μόνον ἁμαρτών, ὃ μόνον οὐκ ἐχρῆν ἁμαρτεῖν, εἰ καὶ τὰ ἄλλα ἠδίκεις· Βηρῖνος παρῶπται καὶ καταπεφρόνηται, Βηρῖνος ὁ πάντων ἐμοὶ φίλτατος, φαίην δ' ἄν, ὅτι καὶ σοὶ φίλτατος, εἴπερ ἐμοί.

[2] καίτοι πάντα ὑπισχνοῦ ποιήσειν καὶ θαρρεῖν ἐκέλευες καὶ δεομένων πολλάκις ὕβριν τὸ πρᾶγμα ἐκάλεις· ἔσεσθαι γὰρ τῶν περὶ Φοινίκην σοι προοίμιον τὴν πρὸς τοῦτον χάριν.

[3] ἀλλὰ σὺ περὶ μὲν τοὺς ἄλλους χρηστός, καὶ οὐκ ἐγκαλῶ, δεῖ γὰρ τῷ δύνασθαι πρὸς τὸ εὖ ποιεῖν καταχρῆσθαι, πρὸς δέ γε τὸν ἐμὸν συμφοιτητήν, ᾧ πλοῦτος πολὺς ὢν καὶ δίκαιος οὐκ ἠβουλήθη παραμεῖναι, τοιοῦτος γὰρ ἐκεῖνος, εἰ δὲ βούλει, τοιαύτῃ τῇ γνώμῃ ἡ τοῦ πλούτου κυρία περιέρχεται καθάπερ ὄρνις ἀπὸ δένδρου πρὸς δένδρον μεταχωρῶν ‑ περὶ δὴ τοῦτον τὸν ἄνδρα Ἀνδρόνικος ὡς μὲν οὐκ ἐγένετο πρόθυμος, οὐκ ἂν βουλοίμην εἰπεῖν· ὡς δὲ ἐγένετο πρόθυμος, οὐκ ἂν εἰπεῖν ἔχοιμι. τοσοῦτόν γε μὴν ἔξεστιν εἰπεῖν, ὅτι ἔσται πρόθυμος.

[4] οὐ γὰρ δὴ τὴν πρᾶξιν οἴχεται ἀποφέρων ὁ χρόνος, ἀλλ', ἢν ἐθέλῃς, ἔστι δοῦναι τὴν χάριν, εἰ καὶ βραδέως. ἄμεινον δὲ οἶμαι δοῦναι βραδέως ἢ μὴ δοῦναι τὴν χάριν.

[185]

Εὐφημίῳ.

[1]    Ῥουφῖνος συγγενὴς μέν ἐστιν Ὀλυμπίου τοῦ πάνυ, φίλος δὲ ἐμός, τὸν συγγενῆ γὰρ μιμεῖται, τῆς δὲ περὶ τὸν ὕπαρχον στρατιᾶς ὅτιπερ κεφάλαιον. τούτῳ Κυρῖνος, σὸς δὲ οὗτος στρατιώτης, θυγατέρα βούλεται μὲν δοῦναι νοῦν ἔχων, μέλλει δὲ ὑπ' ἀνάγκης, ἵδρυται γὰρ ἐν Βερροίᾳ.

[2] μετὰ δὲ τοῦ γαμηλίου Διὸς σὺ κύριος γενέσθαι τοὺς γάμους, ἢν ἀναλῦσαι τὸν Κυρῖνον ἡμῖν ἐθελήσῃς ἡμέρας οὐ πολλάς. δεῖ δέ σε θεραπεύειν τὸν Γάμον, ὅπως σοι τὰ δεύτερα τοῦ θεοῦ γένηται βελτίω.

[3] ἀλλ' ὅπως μή μοι τὸ καὶ τὸ μηδ' ἀσχολίαν μηδ' ὡς οὐχ οἷόν τε μηδὲ ταῦτα δὴ τὰ εἰωθότα γράψῃς. δεόμεθα γὰρ οὐ διότι τὸν ἄνδρα οὐκ ἀφῆκας ἀκοῦσαι, ἀλλ' αὐτὸν ἀφεθέντα τὸν ἄνδρα ἰδεῖν. [186]

Δημητρίῳ.

[1]    Ὑμῶν τε ὁ καλὸς διέστηκε Βάκχιος ἐμοί τε οὐχ ὅσον ἄξιον συγγεγένηται. τὸ δὲ αἴτιον, τὸν μὲν οἴκοι κατέσχεν ἕλκος, ἐμὲ δὲ τὰ τῆς τέχνης, οἶσθα ὁπόσα ὄντα, κωλύοντα εἶναι ἐλεύθερον, καὶ προσεγένοντο δὴ φροντίδες διὰ τοὺς ‹οὐκ› αἰδουμένους τὰ δόξαντα τῷ θείῳ. πάνυ γοῦν αὐτὰ κινεῖν ἐπιχειροῦσιν.

[2] αὐτὴν μέντοι τὴν ἡμέραν, ἐν ᾗ τὸν ἑταῖρον εἶδον, ἀντὶ πολλῶν τε καὶ μάλα λευκὴν ἤγαγον ἀκούων τοὺς ἐν τοῖς πότοις ἀγῶνας τοῦ μέλανος καὶ ὅπως διὰ τοῦ ζωμοῦ τὸν οἶνον ἐζήτησεν. ἀλλὰ μήτ' ἐκεῖνος παύσαιτο πίνων μήτε σὺ γράφων, ὃς τοῦτο μέγιστον εἴργασαι τὸ μεθ' ἡσυχίας στῆσαι τὸ τρόπαιον.

[187]

Στρατωνιανῷ.

[1]    Οὗτος ἡμῖν τῆς οἴκαδε ἐπανόδου καρπὸς ἐντυχεῖν παλαιοῖς συμφοιτηταῖς καί τι τῶν ἀρχαίων εἰπεῖν τε πρὸς αὐτοὺς καὶ παρ' ἐκείνων ἀκοῦσαι δόξαι τε ἐπ' αὐτῶν εἶναι τῶν ἔργων τῇ μνήμῃ τῶν γεγενημένων.

[2] γέγονε δή μοι τοῦτο καὶ πρὸς τὸν ἄριστον Θεόδοτον καὶ τὰς ἡμέρας ταύτας ἐν ταῖς ἑορταῖς γέγραμμαι, καὶ προσέθηκά γε τῷ τὸν ἄνδρα φιλεῖν, ὅτι τὴν σὴν οὗτος οἰκίαν φιλεῖ.

[3] τῶν γοῦν πρὸς ἡμᾶς αὐτῷ προοίμιον τὰ περὶ τοῦ σοῦ παιδὸς ἐρωτήματα καὶ οὐ πρότερόν γε ἀπῆρε πρὶν διεκωδώνισε τὸν νέον κελεύσας ἔπεσιν Ὁμήρου προσπαλαῖσαί τισιν. ὁ δὲ οὐδὲν διατρίψας ἧκε, τὰ λοιπὰ δὲ αὐτὸς ἐρεῖ, πάντως δὲ οὔθ' ἑκὼν οὔτε ἄκων ἐξαπατήσει τιμῶν τε τἀληθὲς καὶ γέμων ῥητορικῆς.

[188]

Δημητρίῳ.

[1]    Ἀλλ' οὐδὲν τῶν παρὰ σοῦ μικρόν, ἐπεὶ καὶ παρὰ σοῦ, ταυτὶ δὲ τὰ ἥκοντα καὶ μεγάλα τῷ γε τὸ μέγεθος κρίνοντι τῇ ἡδονῇ. καὶ δῆλον ὡς πάλαι τὸν Πέρσην εἱστία τούτοις ἡ ὑμετέρα μέρος οὖσα τῆς ἀρχῆς. εἰ δέ γε ἥδε μὲν ἦν τῶν Ἑλλήνων, τοῦ Πέρσου δὲ ἐκεῖνα, ἔπειτ' ἐκεῖνος ἐγεύσατο τούτων, δοκεῖ ἄν μοι στρατεῦσαι ἐπὶ κτήσει τῆς ὑμετέρας μᾶλλον ἢ ἐπ' Ἀθήνας ὑπὲρ τῶν σύκων.

[2] ἀλλ' ἔστω γε, εἰ βούλει, τῇ φύσει μικρά, τὸ γὰρ μέγεθος αὐτοῖς ἀπὸ τοῦ πέμποντος, καὶ οὐ δι' ἐκείνην μικρὰ μᾶλλον ἢ διὰ τοῦτον μεγάλα.

[3] ὅτι δὲ οὕτω φρονῶ, πέπομφά σοι καὶ αὐτὸς δύο λόγω τῶν ἐμῶν, καλὼ μὲν ἥκιστα, σοὶ δὲ οὐ δόξοντε κακώ· τοιοῦτον ἡ φιλία. [189] [t]

Ἀνδρονίκῳ.

[1]    Μάρης ὁ θαυμάσιος καὶ συμφοιτητὴς ἡμῖν γεγένηται καὶ διδάσκαλος, αὐξηθεὶς γὰρ ἀπ' ἐκείνου πρὸς τοῦτο ἦλθε, καὶ δύο τούτοις ‹τοῖς› δικαιώμασι τῷ μὲν ὑπάρχει τὸ προστάττειν, ἡμῖν δὲ ὑπηρετεῖν ἀνάγκη.

[2] μέλει δὲ τούτῳ Ζήνωνος, ὁ δέ ἐστι τῶν περὶ τὸν ὕπαρχον καὶ νῦν ἥκει παρὰ σὲ εὖ τε πράξων, εἰ τοῦτο βούλοιο, καὶ μὴ βουλομένου τοῦτο, θάτερον δὲ οὐκ ἐρῶ, ἀλλ' οἶδ' ὅτι βουλήσῃ τὰ βελτίω ποιούμενός τε τοὐμὸν ἐν λόγῳ κἀκεῖνον αἰδούμενος ὃν καὶ ἐγώ.

[190]

Ἀκακίῳ.

[1]    Ἔδει μὲν καὶ νῦν ὑπὸ σῶν κεκινῆσθαι Τιτιανὸν γραμμάτων, νῦν δ' ἔοικεν ἀληθὲς εἶναι τὸ λεχθέν, ὡς ἀρρώστως ἔχεις. εἴρηται γάρ, ἀλλὰ θεοῦ γε διδόντος ὡς καὶ ἀνέστης, εἴρηται. δεῖ γάρ σε τῶν τε ἄλλων εἵνεκα σώζεσθαι καὶ ὅτι πολλοὺς ἡμῖν τῶν λιμένων προσέχωσε τὸ δαιμόνιον καὶ οἷς θαρροῦμεν ὀλίγοι.

[2] τῶν δὲ ὀλίγων ὅτιπερ κεφάλαιον οὗτος, ὃς καὶ τῶν ἐν λόγοις ὅτιπερ κεφάλαιον. πάντως δέ, εἰ σαυτὸν οἶσθα, οἶσθα ὃν λέγω.

[3] ὁ μὲν οὖν υἱὸς ἥκει σὲ κουφιῶν, ἐγὼ δὲ αὐτὸν νῦν μὲν ἤπειγον θεῖν, νῦν δὲ κατεῖχον τὸ μὲν εἰς σὲ βλέπων εἰδώς, ὅτι σε ποιήσει ῥᾴω φανείς, τὸ δ' ὅπως πλείω προσλάβοι. καὶ γάρ ἐστι τῶν ἐν ταῖς καλουμέναις μελέταις θηγομένων καὶ πολλὰ ἐν οὐ πολλῷ μεμαθηκότων χρόνῳ.

[4]

ἀλλ' ὅμως ἐνίκα τὸ σόν, καὶ ἔπεμψα τὸν παῖδα παραμυθίαν εἰς τὰ παρόντα. ὁ δέ σε διπλῇ θεραπεύσει, τοῦτο μὲν ὡς πατέρα, τοῦτο δὲ ὡς παιδευτήν.

[191]

Μοδέστῳ.

[1]    Τὸ μὲν πρῶτον οὐκ ἦν ἡμῖν εἰδέναι, ποῦ ποτε ὢν τυγχάνεις, ἀλλ' ὅτι μὲν ἐν τῇ ποταμὸν ἑκατέρωθεν ἐχούσῃ, Τίγρητα μὲν ἐνθένδε, Εὐφράτην δὲ ἐνθένδε, τοῦτο οὐκ ἦν ἀγνοεῖν· ταύτης δὲ ἐκείνης ὅπου, τοῦτό γε καὶ τὰς αὐτόθι πόλεις ἐλάνθανε διὰ τὸν οὐδαμοῦ καθήμενον ἀετόν.

[2] εὐχόμην δή σε τῆς πλάνης ἀπαλλαγέντα στῆναι μικρόν, ὅπως γένοιτο πορεύεσθαι ταῖς ἐπιστολαῖς, ὃ δὴ καὶ γέγονεν. ὡς γὰρ ἀνέπνευσας, ἐπέστειλάς τε καὶ πρὸς ἐπιστολὰς ἐγείρεις, καὶ οὐ φήσεις γε τὸ παρελθὸν ἔτος κατὰ τὴν παροιμίαν εἰς γράμματα γενέσθαι βέλτιον τοῦ νῦν.

[3] ὃν δὲ ἔπεμψας ἐπὶ ἰατρικὴν νέον διδασκάλῳ Θάλλῳ χρησόμενον, οὔπω ἔσχον ἰδεῖν. ἢ γὰρ οὐχ ἧκεν ἢ οὐδὲν ἡμῶν οἴεται δεῖσθαι. [192] [t]

Ἀνδρονίκῳ.

[1]    Σέβων ἐστὶ μὲν Κρής, προσήκει δέ τι κατὰ γένος τούτοις ὧν ἄρχεις. ἔστι γὰρ ἀπόγονος τῶν ἀνδρῶν ἐκείνων, οἳ ἀπὸ τῆς Εὐρώπης ἐγένοντο τῷ Διὶ κομίσαντι τὴν παρθένον ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην. γέμων δὲ μαθημάτων, ἃ καὶ αὐτὸς ὁμιλῶν τε καὶ πειρώμενος εὑρήσεις, οὐ μᾶλλον τὴν γλῶτταν ἢ τοὺς τρόπους ἀγαθὸς ὑπὸ τῆς παιδεύσεως γεγένηται.

[2] καὶ δὴ καὶ τόδε τῆς παιδείας· ἀνέῳξε γὰρ τοῖς ξένοις τὴν οἰκίαν καὶ πολλοὺς ἐποίησεν ἐπιλαθέσθαι τῆς οἰκείας καὶ πρὸ τῶν οἰκείων τὸ τοῦδε ποιήσασθαι.

[3] δέχεται δὴ κατάραντα καὶ Φοίνικα ἄνδρα, ἀδελφὸν Εὐσεβίου τοῦ ῥήτορος ὃν πέμψαι μὲν εὔχετο σῶν, παρόντα δὲ ἐθεράπευσεν, ἀπελθόντα δὲ ἐπένθησε τά τε ἄλλα χρηστὸν ὄντα καὶ περὶ τῆς οὐσίας ἀξίως ἐπαίνου βεβουλευμένον.

[4] ἀφεὶς γὰρ πονηροὺς ἀδελφοὺς πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτὸν ἔδωκεν ἀνδρὶ γενναίῳ πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτόν. οἱ δὲ ἐχρήσαντο νῦν πολλῇ κατὰ τῶν διαθηκῶν ἀναισχυντίᾳ. καὶ ἅμα γῦπες ἕτεροι πολλοὶ πολλαχόθεν ἐφέροντο, οὓς Σέβων ἀπεσόβησεν.

[5] ἀλλ' οὗτοί γε πάντων εἰσὶ χαλεπώτατοι νικῶντες ὥσπερ οἱ Σκύθαι, φεύγοντες γὰρ νικῶσιν. ἀλλ' ἐκείνοις μὲν τὸ ἐπ' ἀμαξῶν οἰκεῖν τοῦτο παρεῖχε, τούτοις δὲ ἡ τῶν ἀρχόντων τῶν μὲν νωθεία, τῶν δὲ ἑτέρα κακία. οὓς χρῆν ἀγανακτεῖν ὥσπερ αὐτοὺς ἀδικουμένους, οἱ δ' ἐκάθευδον, Ἐλπίδιός τε ὁ Ἀριστείδης καὶ Ἀνδρόνικος ὁ Φωκίων.

[6] ἀλλ' ἄρτι δὴ μῦς πίττης. σὺ γὰρ δὴ αὐτοὺς ἐκ τοῦ σκότους πρὸς τὸ φῶς ἑλκύσεις τῶν τε δικαίων εἵνεκα καὶ νομίσας δεινὸν τοὺς μὲν οἴκοι καθημένους τρυφᾶν ἀνδραπόδων οὐδαμῇ βελτίους, Σέβωνα δὲ τὸν τῶν Ἑλλήνων ἄκρον ἐπ' ἀλλοτρίας ἔτη τέτταρα ἀλᾶσθαι γυναικὸς οὔσης αὐτῷ καὶ παίδων.

[7] εἰδότι ‹δ'› ἂν λέγοιμι τὸν περὶ ταῦτα πόθον, δι' ὃν ὥρμησε πολλάκις ῥίψας τὴν δίκην ἐπανελθεῖν, ὑφ' ἡμῶν δὲ κατεκωλύθη τὸν τεθνεῶτα ἐλεούντων, εἰ τοὺς ἐχθροὺς αἰσθήσεται τὰ αὑτοῦ καρπουμένους καὶ τὸ Ὁμηρικὸν λεγόντων, ὡς αἰσχρὸν μηδὲν ἔργον φανῆναι κρεῖττον τοῦ χρόνου.

[8] δεῖξον δὴ καλῶς ἡμᾶς πεπεικότας μένειν καὶ τοῖς μὲν νόμοις χάρισαι τὸ καλέσαι τοὺς κρυπτομένους, ἡμῖν δὲ τὸ ταχέως· ὡς οὐκ ἔσται μοι λόγος, ἢν οὗτος αὖθις εἰς ἀναβολὰς ἐμπέσῃ τοῦ κατεπείγειν ὄντος ἐν σοί. τὸ γὰρ ὅτι παντὶ σθένει βοηθήσεις ἐμὴν χάριν προειπεῖν πάντα με ἀφαιρήσεται λόγον, εἰ ῥᾳθυμήσαις. ὅρα οὖν μή με ἀποφήνῃς ἀλαζόνα.

[193]

Νικεντίῳ.

[1]    Ἔτ' ἐπιστέλλεις, ἡμεῖς δέ σε ὄψεσθαι προσεδοκῶμεν. πάλαι μὲν γὰρ ἠκούομεν, ὡς κέκλησαί τε καὶ βαδίζεις, ἀλλά μοι δοκεῖς κεκλῆσθαι μέν, ἑλέσθαι δὲ καθῆσθαι τοῦ Νείλου σε πεπεικότος ὅτι βέλτιον ἐν Αἰγύπτῳ τρυφᾶν ἢ ἑτέρωθι πονεῖν, ὅπως ἄλλοις ἐξείη τρυφᾶν.

[2] ὡς μὲν οὖν οὐκ εἰς τέλος διαφεύξῃ τοὺς πόνους, ἀλλ' ὄψομαί σε πάλιν ἐν φροντίσιν αἳ τῶν ἀρχόντων εἰσίν, οἶδα, μεμνημένος δὲ ἡμῶν τοῦτο ποιεῖς, ὃ καὶ ἡμεῖς, ἐπεὶ καὶ ἡμεῖς σε περιφέρομεν ἐν τῇ ψυχῇ.

[3] καίτοι γενναῖος μὲν ὁ τὴν σὴν προστασίαν διαδεξάμενος, οὐχ ἧττον δὲ ἀγαθὸς ὁ τὴν ἐκείνου, ἀλλ' ὅμως καὶ πρὸς αὐτοὺς ἐκείνους ἐπαινοῦμεν τὰ σὰ καὶ οὐ λυποῦμεν. [194] [t]

Μοδέστῳ.

[1]    Σχετλιαζόντων ἡμῶν οἷα πέπονθε Προκόπιος καὶ συνευχομένων λυθῆναι τὸν ζόφον Κιλίκων οἱ πολλὰ δὴ παρ' αὐτοῦ χρηστὰ παθόντες ἀντ' εὐεργεσίης Ἀγαμέμνονά φασιν. ὥσπερ γὰρ λύκοι προβάτοις ἐπιπεσόντες ἐρήμοις Μυσῶν λείαν τὴν τῆς θυγατρὸς αὐτοῦ πεποιήκασιν οἰκίαν.

[2] καίτοι ζῇ μὲν Προκόπιος καὶ χρημάτων ἐστέρηται, τἄλλα δέ ἐστιν ἡλίκος ἦν. ζῇς δὲ καὶ σὺ καὶ δύνασαι καὶ Προκόπιον ἕνα τῶν φίλων ἡγῇ καὶ φιλεῖν ὅλως οὐχ ἧττον ἢ ἄρχειν ἐπίστασαι. δεῖξον δὴ τοῖς πονηροῖς Κιλίκων, ὡς οὐ ῥᾴδιον τὸν ἄνδρα ἐλαύνειν.

[3] καὶ μὴ θαυμάσῃς, εἰ περὶ πολλῶν κακῶν βραχεῖαν ἐπιστολὴν ἔπεμψα. ῥήτωρ γάρ ἐστιν ὁ κομίζων παῖς τε ἐκείνου καὶ συνηδικημένος καὶ γλῶτταν ἔχων ἀρκοῦσαν τῇ τραγῳδίᾳ.

[195]

Ἀνδρονίκῳ.

[1]    Ἦ που πολλάκις σοί τε καὶ τοῖς γνωρίμοις ὑπὲρ Φοινίκης γίγνονται λόγοι τοῦ μὲν τὴν φύσιν τῆς γῆς ὑπερεπαινοῦντος, τοῦ δὲ τὴν κρᾶσιν τῶν ὡρῶν, ἑτέρου τῆς θαλάττης τὴν φορὰν τήν τε ἄλλην καὶ ἀφ' ἧς ἡ βαφή, ἣν μηνυθῆναί φασι τὸ πρῶτον τύχῃ τινὶ διὰ κυνὸς οὐδὲν εἰδότος ὧν ἔπραττεν.

[2] ἀλλ' ἔγωγε τὸν ἄνδρα τοῦτον ὁρίζομαι τῶν ἐν Φοινίκῃ τὸ κάλλιστον μετά γε τὰ τῶν θεῶν ἱερά. ταῦτα δὲ αὐτὸς προσκυνεῖ καὶ ἔστι τοῦτο τῶν ἐν αὐτῷ καλῶν τὸ πρῶτον, ὅτι τὸ θεῖον ἐπίσταται. δεύτερον καὶ τρίτον οὐκ οἶδ' ὅ τι θείμην, πάντα γὰρ ἴσα ἀλλήλοις.

[3] ἀλλ' ὅ γε καινότατον, ἐπὶ θρόνου γάρ, οἵου σύ, καθίζων ἀνέμιξε τῷ ἄρχειν τὸ φιλοσοφεῖν τῶν τι δοκούντων εἶναι καὶ ἀπειλούντων τοσοῦτον καταγελάσας ὅσον οὐκ οἶδ' εἴ τις τῶν ἄλλων ἢ τῶν ἀνδραπόδων. χρήματά τε γὰρ οὐκ εἶχον αὐτὸν ἀφελέσθαι, πῶς γὰρ τά γε οὐκ ὄντα; δεθείς τε ἡγήσαιτ' ἂν ἐν λειμῶνι διάγειν τό τε τῆς ἀρχῆς ἐκβαλεῖν οὐ στερῆσαί τινος ἦν, ἀλλ' ἀποδοῦναι σχολήν.

[4] οἶμαι δέ, οὐδ' εἴ τις ἀπέσφαττεν, ἤλγησεν ἄν. οὐ γάρ, ὥσπερ οἱ πολλοί, φρίττει τὸν θάνατον, ἀλλ' οἶδεν οὔσας τοῖς γε δικαίοις ὑπὸ γῆς οὐ μικρὰς εὐφροσύνας.

[5] ἥκει δή σοι θεατής τε ὧν πράττεις καὶ κριτής, προσθείην δ' ἂν καὶ ἐπαινέτης. οὗ τὴν ψῆφον ἢν λάβῃς, λήψῃ δέ, πλέον εἰς δόξαν τοῦ νῦν ὑπάρχοντος ἕξεις καὶ ταῦτα ὄντος οὐκ ὀλίγου τοῦ νῦν.

[6] οὐδεὶς γὰρ τὴν ἐναντίαν Ἱερίῳ θήσεται τῷ τῶν μὲν ἄλλων διαφέροντι κατὰ τὸν τῆς φιλοσοφίας ἔρωτα, τῶν δ' αὖ φιλοσοφούντων τῷ χαίρειν ἐᾶν

   πώγωνα καὶ τρίβωνα καὶ βακτηρίαν.

[196]

Μοδέστῳ.

[1]    Εἴη σε τὴν στοὰν ταυτηνὶ τὴν εὐρεῖάν τε καὶ μακρὰν καὶ ὑψηλὴν καὶ τῷ Διονύσῳ φίλην ἐπιτελέσαι κατὰ νοῦν καὶ σταίη γε παγίως, ἕως ἀνθρώπων γένος, σώζουσα τῷ γε ἐγείραντι τοὔνομα.

[2] ἀλλ', ὦ μακάριε, μὴ τοῦθ' ἓν μόνον σκοπῶμεν, ὅπως μεγάλα ποιήσωμεν, ἀλλὰ καὶ ὅπως μηδένα ἐν οἷς ποιοῦμεν λυπήσωμεν· ὡς νῦν γε εἰσὶν οἳ στένουσιν, ὧν αὐτὸς ᾐσθόμην, καὶ οὔ σε ἀποκρύψομαι, ἵν' εἴ τι φαινοίμην λέγων, παύσαις τὸ γιγνόμενον.

[3] κίονας ἐκ Σελευκείας τοῖς μὲν ἐπέταξας κομίζειν, τοὺς δὲ ᾔτησας χάριν. ὁ δὲ οὕτω διειλεγμένος κύριον πεποίηκε τὸν αἰτηθέντα ἀμφοῖν. ἡ βουλὴ μὲν ὑπηρετεῖ σιγῇ, τῶν δὲ ἐν ἀρχαῖς γεγενημένων οἱ μὲν ταὐτὸν ἐκείνοις ποιοῦσι καὶ κομίζουσιν, εἰσὶ δὲ οἷς δοκεῖ τὸ πρᾶγμα δεινόν, οἷς ἀξία μέν ἐστι, δύναμις δὲ οὐκ ἔστι.

[4] καὶ τὸ ὑπάρχου τειχίον ὀνομάζουσι τὴν στοάν, φόβος δὲ οὐ μικρὸς μὴ ἡ νῦν καλουμένη χάρις εἰς ἀνάγκην ὁμοῦ προβῇ τῶν ἔπειτα φασκόντων ἀκολουθεῖν παραδείγματι καί τις ὕστερον μέμψηται τῷ τὴν ἀρχὴν εὑρόντι.

[5] ἀλλ', εἰ δοκεῖ, τῇδε ποιῶμεν· κήρυξον, εἴ τις βούλεται, τούς τε γὰρ βουλομένους εὑρήσεις διὰ τὸ δύνασθαι τούς τε οὐ δυναμένους οὐκ ἀνιάσεις. καὶ οὕτως οὐδεὶς καταράσεται τῷ ποιουμένῳ. εἴη δέ σοι μικρὰ κατασκευάζεσθαι συνηδομένων ἁπάντων ἢ βαρυνομένων τὰ τείχη Βαβυλωνίων.

[197]

Τῷ αὐτῷ.

[1]    Ἄκουε δὴ καὶ ἕτερον ἐπανορθώσεως χρῇζον. Ἀστερίῳ παρ' ἡμῖν οὐδεὶς ὅμοιος, οἶμαι δέ, οὐδὲ ἄλλοθι· τοσαύτην ἔσχεν ἁνὴρ ἐπιμέλειαν ἀρετῆς οὐ τοῦ γήρως αὐτῷ σβέσαντος τὰς ἀτόπους ἡδονάς, τῆς φύσεως δὲ ἐκ παιδὸς ἐπὶ τὸ σῶφρον ἀγούσης, ὅθεν ἐν αἰδοῖ παρὰ τοῖς πολίταις, οὐ μᾶλλον ὧν ἐστι πρεσβύτερος ἢ ὧν ἦν τότε νεώτερος. ἐμοὶ δὲ δόξα παρίσταται ζῆν μοι τὸν θεῖον, ὅταν ἐντύχω τε τῷ πρεσβύτῃ καὶ καταστῶμεν εἰς λόγους.

[2] ὅτε οὖν αὐτὸν ἐνέβαλλες εἰς καπνόν τε καὶ κτύπους χαλκέων, πράγματα ὧν ἀφειστήκει πλέον ἢ καμίνων οἱ κύκνοι, λίαν ἠχθέσθην καὶ γράφειν ἕτοιμος ἦν. ἔπειτα ἐδεήθην αὐτοῦ μικρὸν ὑπομεῖναι χρόνον καὶ δοῦναι χάριν αὑτῷ τὸ σοὶ χαρίσασθαι πόνους, ὧν ἦν ἀήθης, φάσκων αὐτίκα ἥξειν τὴν λύσιν.

[3] ἐπεὶ δὲ τὸ μὲν ἐκτείνεται, ταραχὴ δὲ ἐν τοῖς ἐργαζομένοις, ὁ δὲ ἡσυχίας ἐρᾷ, δι' ἣν ἀρχὰς αὑτῷ πρὸς τὰς χεῖρας ἰούσας ἀπεώσατο, δεῖ δὲ τοὺς χρηστοὺς ἐν τῇ σῇ δυνάμει χαίρειν, Ἀστέριος δὲ φεύγει ταῦτα ἃ διώκουσιν ἄλλοι καὶ δὴ καὶ τῆς οἰκείας ἡδέως ἂν ἐκπέσοι μὴ μέλλων οἴκοι ζῆν κατὰ τὸν αὑτοῦ τρόπον, δέομαι σοῦ τὸν μὲν ἐπαινέσαι τοῦ τε τὰ αὑτοῦ πράττειν ἐθέλειν καὶ ὧν ὑπηρέτηκεν, ἐπ' ἄλλον δὲ ἀγαγεῖν τοὐπίταγμα, πολλοὶ δὲ ὧν ἄρχεις.

[4] Ἀστέριος δὲ καὶ τούτων ἀφειμένος τῶν ἔργων οὐκ ἀργὸς καθεδεῖται, τὰ γὰρ σὰ θαυμάζειν ἔργον αὐτῷ.

[198]

Ἀνδρονίκῳ.

[1]    Εἰ μὲν οὐκ ἦν σοὶ φίλος, ὥσπερ ἡμῖν, ὁ χρηστὸς Εὐστόχιος, πολλῶν ἂν ἔδει μοι λόγων εἰς τὸ δοῦναί σε χάριν· νῦν δέ, οἶσθα γὰρ τὸν ἄνδρα καὶ εἰδὼς φιλεῖς, ἃ δοίης ἂν ἡδέως αἰτοῦμεν.

[2] κακῶς φησι πεπονθέναι ὁ σὸς στρατιώτης παρὰ τῶν τὰ τοῦδε διοικούντων, οἱ δὲ ἀρνοῦνται καὶ καταδύντες που τρέμουσιν, οὐχ ὅτι ἠδίκησαν, ἀλλ' ἡ ἀπειρία ποιεῖ τὸν φόβον.

[3] ὁ καρπὸς δὲ ἐν συγκομιδῇ, κἂν μὴ φανῶσιν ἐκεῖνοι, πάντα Εὐστοχίῳ διέφθαρται. μὴ δὴ γένῃ βλάβης αἴτιος ἀνδρὶ καλῷ τε κἀγαθῷ, ἀλλὰ μηδ', εἴ τις ἐπλημμέλησε, διαφευγέτω τὴν δίκην.

[4] πῶς ταῦτα; ‹νὴ› Δία, βουλῆς οὐ μακρᾶς, εἰ καὶ τὸν καρπὸν διασώσει κἀκείνους οὐκ ἀφαιρήσεταί σε. δεῖ δέ σε εἰδέναι τοῦθ' ὡς, ἢν ἁλῶσιν, οὐδὲν δεήσει τῆς ὀργῆς, ἀλλ' ὁ δεσπότης φθήσεται τὸν δικαστήν.

[199]

Σωφρονίῳ.

[1]    Ὃ πάλαι εὐχόμην, ἔχω παῖδα σόν, βραδέως μέν, ἀλλ' ἔχω πάνθ' ὡς εἰπεῖν ἐοικότα τῷ πατρί, τὴν μορφήν, τὴν ἐπιείκειαν, τὴν βάδισιν, καὶ μὴν καὶ ὄκνος ἄπεστι καὶ πρὸς λόγους ἔρρωται. τοῦτο δὴ τὸ σόν.

[2] ἑνὸς δὴ δεῖ, τῆς Τύχης. ἀλλ' εὐχώμεθα, σύ τε κἀγὼ καὶ ὁ τοῦ νεανίσκου μὲν θεῖος, ἐμοὶ δὲ φίλος. οἶμαι δὲ καὶ τὸν ἄριστον Ἰουλιανὸν παρακαλέσειν τὸν Ἑρμῆν. ἐμοὶ μὲν γὰρ ἐπέταξεν, ἐκεῖνον δ' ἱκετεύσει.

[200]

Μοδέστῳ.

[1]    Ὃ πάλαι ἐπόθεις ἀκοῦσαι, νῦν ἥκει σοι, θαυμαστή τις ἀφορμὴ πρὸς τὴν τῆς καταδίκης λύσιν, ἣ κατ' οὐδὲν μὲν δίκαιον ἐπέπεσεν Ἀνυσίῳ τῷ καλῷ, τὸ μὴ παγῆναι δὲ βεβαίως ὑπὸ τῆς σῆς ἔπαθε πρᾳότητος.

[2] δικαίας γὰρ ἀναβολῆς οἱ μὲν ἐδεήθησαν ἀεί, σὺ δὲ οὐκ ἐφθόνησας, καὶ ταύτῃ δὴ τοῦ χρόνου χωροῦντος τῇ μεγαλοψυχίᾳ τοῦ βασιλέως εὑρέθη τόπος, ὃν ἐνεγκεῖν ἡμῖν ὄνησιν σὺ κύριος. τὸ μὲν γὰρ ἐνέχυρον ἔξω τῆς ἀπὸ τῶν γραμμάτων ἀνάγκης, ὡς πολλαχόθεν εἴσῃ, τοῦτο δέ, ἢν μὲν ἐθέλῃς, ἰσχυρὸν ἡμῖν, εἰ δὲ μή, καπνοῦ σκιά.

[3] ἀλλὰ γὰρ ὑβρίζειν ἔοικα περὶ ὧν ἔδει θαρρεῖν ἀφεὶς τὸ διαπιστεῖν. σαυτῷ γάρ, οἶμαι, διαλέξῃ περὶ τοῦ δεῖν ἀκολουθῆσαι σαυτῷ. εἰ δὲ δὴ καὶ φίλων ἱκετείας οὐ μικρὸν δεῖ νομίζειν, τὸ μὲν Εὐστοχίου καὶ Νικεντίου γράμμα τίμιον, τοὐμὸν δὲ ἴσως οὐκ ἄτιμον.

[201]

Στρατωνιανῷ.

[1]    Εἰ μέν του καὶ ἄλλου μισθὸν ὀφείλεις Λεοντίῳ, σαυτὸν ἀναμνήσεις· οὗ δέ σε ἐγὼ οἶδα μισθὸν ὀφείλοντα, τοῦτο ἐρῶ. παρατηρῶν διετέλεσεν ἐν οἷς ὁ παῖς εἴη σοι, καὶ ἦν οὐδὲν οὔτε τοῦ παιδαγωγοῦ περὶ ταῦτα δεύτερος οὔθ' ὧν ἂν ἐποίησεν ὁ πατὴρ εἰς τὸν ἑαυτοῦ παρών.

[2] αὐτὸς μὲν οὖν οὐδὲν ἀπαιτεῖν ἀξιοῖ νομίζων υἱέος ἐπιμελεῖσθαι, σὲ δὲ ἄξιον καὶ σιωπῶντι δοῦναι. ἔστι δὲ ὁ μισθὸς ὑπὲρ ὧν ἥκει πραγμάτων, ταῦθ' ὅπως ὡς τάχιστα λάβοι τέλος φροντίσαι. [202] [t]

Πρισκιανῷ

[1]    Ἀλλ' εἰ καὶ γελοῖον ὑπὲρ οὗ πρός με διελέχθης πολλάκις ἐμὲ σοῦ δεῖσθαι νῦν, ὅπως τὰ σαυτοῦ μιμήσῃ, δέομαι ὅμως. τοῦτο γὰρ ἐδεήθη μου Λεόντιος, ὅπως πάντα αὐτῷ γένοιτο ταχέως. ὁρᾷς γάρ, ὡς ἁνὴρ τὸ σῶμα διάκειται καὶ ὅτι τοῖς ὧδε ἔχουσιν οὐκ ἔστιν οἷόν τε μέλλησιν ἐνεγκεῖν.

[2] οἶδα δὲ καὶ τὸν ἄριστον Μόδεστον τοῖς ὑπὲρ αὐτοῦ κατακλάσας λόγοις. τί δῆτα σὲ δράσειν εἰκὸς τὸν ἑταῖρον καὶ φίλον καὶ προστάτην; περικόψας δὴ πᾶσαν ἁπάντων ἀναβολὴν δὸς ἀναπνεῦσαι τῷ καταφρονουμένῳ.

[3] τὸν Στάσιμον δὲ πρὸς κτῆσιν ἀφεθῆναι λόγων ἠξίωσα ἄν, εἰ μή σε ἠπιστάμην πέμψοντα παρ' ἡμᾶς αὐτόν.

[203]

Γερμανῷ.

[1]    Ὅτι μὲν ἄρχεις καὶ χώρας πολλῆς καὶ πόλεων μεγάλων καὶ γενῶν Ἑλληνικῶν, εὐχὰς ἡμῖν πληροῖς· ὅτι δὲ οὐχ ἡμῶν ἄρχεις, οὐ πάσης τετυχήκαμεν τῆς εὐχῆς. οἶμαι δὲ ἡμᾶς καὶ τοῦδε οὐκ εἰς μακρὰν τεύξεσθαι τοῦ μέρους. τότε μὲν οὖν ἡμᾶς, νῦν δέ σοι τοὺς ἡμετέρους εὖ ποιεῖν ἔξεστι φίλους, εἰ μὴ καὶ τοῦτο ἡμᾶς ἐστιν εὖ ποιεῖν ἐν τοῖς ἡμετέροις φίλοις.

[2] Ἑρμόλαος τοίνυν οὗτος γίγνεταί μοι συνήθης ἀπὸ τοῦ περὶ τοὺς λόγους ἔρωτος, δι' ὃν οὐκ ὤκνησεν ὁμοῦ τοῖς τε δικαζομένοις συμμαχεῖν καὶ τῶν φοιτώντων εἷς εἶναι, καὶ δὴ καὶ ἐπηύξησε τὴν οὖσαν αὑτῷ δύναμιν.

[3] οὐκοῦν σοι πάρεστι πεῖραν λαβεῖν. τοῦ δέ γε εἶναι χρηστὸς οὕτω σφόδρα πάνυ πεποίηται λόγον, ὥστ' οὐδ' ἂν ἐχθρὸς εἴποι περὶ αὐτοῦ μὴ εἶναι χρηστόν.

[4] ἥκων δὴ νῦν ἐνθάδε θησόμενός τι τῶν αὑτοῦ βέλτιον διὰ τοῦ μειζόνως ἰσχύοντος ἤκουσε παρ' ἡμῶν, ὡς οὐδὲν δεῖ τρέχειν ἐπ' Εὐφράτην οὐδὲ τὸν δεῖνα ἐνοχλεῖν· δώσειν γὰρ σὲ μείζονα ὧν ἂν εἶχε παρὰ τοῦ μείζονος.

[5] υἱὸν μὲν οὖν νέον ἐνεβίβασεν εἰς τὸ λειτουργεῖν τοῦτο πρῶτον ἡγούμενος τῷ χρηστῷ προσήκειν, πατρίδα εὖ ποιεῖν, δεῖ δὲ τῷ πρὸς τοῦτο καταστάντι τὸν ἄρχοντα εὐμενῶς ἔχειν, εἰ μέλλοι πλεύσεσθαι καλῶς.

[6] ὅπως οὖν αὐτῷ ποιήσῃς τὸν πλοῦν ἀσφαλῆ τῷ τε αὐτὸς βοηθεῖν καὶ τῷ τὸν ἡγεμόνα παρασκευάσαι τὰ σὰ μιμεῖσθαι· ὡς ἐγὼ μὲν ὅτι ταῦτα ποιήσεις ὑπεσχόμην καὶ ἔπεισα, σὸν δ' ἂν εἴη μή με αἰσχύνῃ περιβαλεῖν.

[7] ἀλλ' εἴς τε Ἑρμόλαον γίγνου τοιοῦτος ὁποῖον οἶδα καὶ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν ἀνανεοῦ. καὶ γὰρ εἰ πολλὰ τὰ νῦν γράμματά σου τῆς χειρός, αὐτό γε τοῦτο ἄτοπον ἐν τοῖς πολλοῖς μὴ καὶ τὰ πρὸς ἡμᾶς εἶναι. [204] [t]

Ἀνδρονίκῳ.

[1]    Λεόντιον ἐκεῖνον, ὑπὲρ οὗ πολλάκις ἐπεστάλκαμεν, ὅτι μὲν ἀφήσεις οἶδα, τουτὶ γὰρ αὐτῷ τὰ πράγματα δίδωσιν, οἷς ἕπῃ· τὸ ταχὺ δὲ ᾐτήσαμεν παρὰ σοῦ, σὺ δὲ οὐ δίδως, ἴσως, ὅτι ᾐτήσαμεν.

[2] ἰδοὺ δή, τοὐναντίον αἰτοῦμεν, μέλλησιν, ὅπως ἔλθῃς ἐπὶ τὸ ταχύ. δοκεῖς γάρ μοι φοβεῖσθαι μή τις ὅτι δέδωκας χάριν ἀκούσῃ. διὰ τοῦτό σου δέομαι δῆσαι τὸν Λεόντιον ἐλπίζων αὐτῷ τοῦτο γενήσεσθαι λύσιν.

[205]

Μοδέστῳ.

[1]    Συνήσθην Γεωργίῳ συναχθομένῳ τοῖς ἠτυχηκόσιν Ἀλεξανδρέων, συνήσθην δὲ καὶ σοὶ δεξαμένῳ λόγους ὑπὲρ τῶνδε παρ' ἐκείνου τοῦ πρότερον πολεμοῦντος ἐκείνοις.

[2] τί δὴ λοιπόν; σαυτῷ τε κἀκείνῳ καὶ ἡμῖν καὶ τοῖς Αἰγυπτίων χαρίσασθαι δαίμοσιν. ἥξει μὲν γὰρ αὐτίκα τὸ χρυσίον, τὸ δ' αὖθις αὐτὸ γενέσθαι τῶν δεδωκότων, ἀλλὰ μὴ μεῖναι τὴν ζημίαν ἐν σοί τε καὶ τῇ σῇ γνώμῃ καὶ τῇ σῇ χειρί. ἢν γὰρ μὴ βουληθῇς ἐπειχθῆναι μηδ' ἐκεῖσε πέμψῃς, ὅθεν οὐκ ἂν ἐξίοι, λείπεταί τις ἐλπὶς ἀμείνων.

[3] ἄγε οὖν ὅπως ἀγωνιῇ λαμπρῶς διὰ τέλους καὶ δείξεις συνᾷδον τῷ προοιμίῳ τὸ πέρας.

[206]

Τῷ αὐτῷ.

[1]    Ζηνᾶν καὶ ὡς ῥήτορα δεξιὸν καὶ ὡς ἄνδρα ἀγαθὸν φιλοῦμεν, ὀφείλομεν δέ τινας αὐτῷ καὶ χάριτας ἀντὶ τῶν πόνων, οὓς ὑπὲρ ἡμῶν ὑπέμεινεν ἀδελφὸς ὁ τοῦδε, ὅτε με Λιμένιος ἀποκτεῖναι δεῖν ᾤετο φέρων ἑτέρῳ χάριν. ὁ δὲ ἔστη μετ' ἐμοῦ πρὸς ἄρχοντος ὀργήν.

[2] ἔδει μὲν οὖν ζῆν τὸν χρηστὸν Παιόνιον καὶ κομίζεσθαι τὰς ἀμοιβάς· ἐπεὶ δὲ ἀπῆλθεν, οὗτος τῶν ἐκείνου γίγνεται κληρονόμος, ὃν δαίμων τις, οὐκ οἶδα ἀνθ' ὅτου, φέρων ἐνέβαλεν εἰς πρᾶγμα μιαρόν, ὅθεν αὐτῷ ζημίαι μικρὸν ἀποφαίνουσαι τὴν ὕδραν. ἀεὶ γάρ τις ἐπὶ συκοφάντῃ συκοφάντης. ὁ δὲ ἀπέτισεν ὁπόσα ἂν καὶ τὸν Μίδου πλοῦτον ἐξήλεγξε.

[3] παραμύθησαι δὴ κεκακωμένον ἄνδρα καθάπερ πόλιν μακρᾷ πολιορκίᾳ πεπονηκυῖαν. οὔτε γὰρ ἐμοὶ μὴ τούτῳ βοηθεῖν εὐσεβὲς σοί τε ἡμῖν τι ποιεῖν τῶν κατὰ νοῦν ἐν μελέτῃ. [207] [t]

Πολυχρονίῳ.

[1]    Ἱλαρίου καὶ τοὺς λόγους οἶσθα καὶ τὴν πενίαν οὐκ ἀγνοεῖς καὶ τὴν πρὸς ἡμᾶς ἐπίστασαι φιλίαν καὶ ὅτι πολλὰ παθὼν οὐδὲν ἀδικῶν ἐκπέπτωκε τῆς αὑτοῦ. τὸ δ' ὑφ' οἵων, οὐδὲ ἐμοὶ λέγειν ἀσφαλές· ἰσχύουσι γάρ.

[2] τὸν δ' ἐκ τοῦ συναγορεύειν πόρον ἦν μὲν δίκαιος φέρειν, ἀλλ' οὐκ ἐθέλουσιν αὐτὸν ὁρᾶν οὓς ἐποίησεν ἂν τῶν ἀντιδίκων κρείττους, εἴπερ ἑώρων.

[3] μία δὴ λοιπὴ πρὸς τὸν βίον ἀφορμὴ τὸ παρὰ βασιλέως δεδομένον εἰς τροφήν. ὃ νῦν μὲν τῷ καιρῷ βέβλαπται, γένοιτο δ' ἄν, εἰ σὺ βουληθείης, αὐτῷ. βουλήσῃ δέ, εὖ οἶδα.

[4] τοῦ γὰρ ἐπαινεῖσθαι καλῶς ποιῶν ἐρᾷς, ἐπαινέσονται δέ σε πάντες ἄνθρωποι. πάντες γὰρ τῷδε συνάχθονται, κἂν τύχῃ τινὸς ἀγαθοῦ, τῶν εἰληφότων αὑτὸν ἕκαστος ἡγήσεται.

[5]

ὡς μὲν οὖν πολλοὶ πολλαχόθεν οἱ διοχλοῦντες, οἱ μὲν ὑπὲρ αὑτῶν, οἱ δὲ ὑπὲρ τῶν γνωρίμων, οὐδὲν δέομαι παρ' ἄλλου μαθεῖν, ἀλλ' ὁρᾶν μοι δοκῶ καὶ τοὺς τῆς δεξιᾶς ἁπτομένους καὶ τὸ πλῆθος τῶν ἐπιστολῶν.

[6] ἐνθυμοῦ δὲ ὡς οὐδενὶ τῶν ἄλλων τοσοῦτόν ἐστι τὸ δίκαιον ‑ ὡς ἔδει γε μηδὲ τούτῳ ‑ καὶ νόμιζε μὴ ὁμοίως δεῖν ὑπακούειν τοῖς τε ὑπὲρ πλούτου τῇ σπουδῇ χρωμένοις καὶ τῷ δεδοικότι λιμόν. οἱ μὲν γὰρ οὐκ ἂν πλείω τὰ ὄντα ποιήσαιεν, ὁ δὲ ἂν οἴχοιτο. διὰ μὲν ταῦτα τὸ μὲν ἐμὸν ἀφείσθω, τὸ δὲ τοῦδε πραττέσθω. [208] [t]

Ἀμπελίῳ.

[1]    Μέμνησαι τῶν λόγων ἐκείνων, οἷς τε αὐτὸς ἐχρῶ περὶ τοῦ δεῖν τὰ πρότερα δίδοσθαι, καὶ τῶν ἐμῶν, οἳ τὸ πεπαῦσθαι τὴν δόσιν ἐπῄνουν.

[2] τοῖς αὐτοῖς δὴ καὶ νῦν ἐμμένων μικρόν τι τῶν εἰρημένων μεταστῆσαι βούλομαι. ὥσπερ γὰρ ἤδη τις ἐπὶ πάντας ἄγων νόμῳ τὸ λειτουργεῖν τοὺς ἀφ' Ἁρμοδίου τῆς ἀνάγκης ἐξείλετο, οὕτως αὐτὸς λέγω· λαμβανέτω δὴ μηδεὶς πλὴν Ἱλαρίου τοῦ ῥήτορος, ὃν ἔδει μὲν εὐδαιμονεῖν οἴκοι καὶ γεωργεῖν, ἐξωσθεὶς δὲ ὑπὸ τῶν βιασαμένων οὐδ' ἀπὸ τῆς γλώττης ὁρᾷ καρπόν, ἀλλὰ τὸ τῆς παροιμίας· Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ' ἀπόλωλεν. οὕτως οὐ παρ' ᾧ λόγοι, τούτῳ πρόσοδος ἀπὸ τῆς τέχνης, τὴν δὲ αἰτίαν ἄλλος ζητείτω.

[3] τοῦτό γε μὴν ἐμὸν εἰπεῖν, ὡς, εἰ μὴ φυλάξαις τἀνδρὶ τήνδε τὴν καταφυγήν, οὔθ' ὁ Ἑρμῆς οἴσει πρᾴως δόξεις τε ἐπιλελῆσθαι τῆς φιλτάτης σοι Καππαδοκίας ἡμεῖς τε ἀθυμήσομεν, κἂν μὴ μεμφώμεθα.

[4] ἀλλ', ὦ γενναῖε, πεῖθε τὸν κράτιστον Ἐλπίδιον σώζειν καὶ τὸν ἄνδρα καὶ τὸν παῖδα. τῆς αὐτῆς δὲ ἀρετῆς ἀφελέσθαι τε οὓς εὔλογον ἐᾶν τε ἔχειν οὓς ἄξιον. ἴστω δὲ ὅτι καὶ αὐτός εἰμι τῶν ὑπὲρ τοῦ ῥήτορος δεομένων. ἴσως γάρ τι καὶ τοῦτο οἴσει. πείθομαι γὰρ ὡς οὐκ ἄτιμος ἐγὼ παρ' αὐτῷ τοσοῦτον, εἰ μηδὲν ἄλλο, ἐπιστάμενος, ἄρχοντα ἀγαθὸν φιλεῖν.

[209]

Δομνίωνι.

[1]    Δόγμα νενίκηκε παρ' ἡμῖν τὸ παρ' ὑμῖν καλὸν καὶ τῇδε φυτεῦσαι, νόμων μάθησιν. τὸν μὲν οὖν ἄριστον ζητῶν σὲ τοῦτον εὑρίσκω, τὸ δ' ἄκοντα ἀναστῆσαι νομίζων οὐκ εὐσεβὲς βουλῆς ἀφίημι κύριον ἐπιθυμῶν μὲν ἔχειν, ἕλκειν δὲ οὐκ ἀξιῶν.

[2] φράζε δὴ τὸ δοκοῦν καὶ φράσαις γε ὃ βούλομαι. νικῶντος δὲ θατέρου τίνα καλοῦντες οὐκ ἂν ἁμάρτοιεν μήνυε.

[210]

Εὐφημίῳ.

[1]    Τί τοῦτο νομίσαι χρή; πότερον ἀλογίαν ἢ δυστυχίαν ἢ πέρας αἰνίγματος; Ἀντωνῖνος ἐκεῖνος ὁ τῶν πατρῴων τοῖς ὡς εὐπορεῖ λέγουσιν ἀποστάς, μᾶλλον δὲ τοῦ μηδενὸς αὐτοῖς ἀποστάς, οὐ γὰρ ἦν οὐδέν, αὖθις ἠνάγκασται σιτηγεῖν. καὶ σὺ ταῦτα γράψαι ὑπέμεινας οὐκ ἐνθυμηθεὶς ὅτι τοῖς σαυτοῦ μάχῃ;

[2] τοιγαροῦν ὁ μὲν φεύγει τοῦ τὴν μητέρα ὁρᾶν ἐστερημένος, τουτὶ γὰρ ἦν αὐτῷ πλέον οἴκοι μόνον, ὡς τά γε ἄλλα οὐδὲν ἀμείνων ἡ πατρὶς τῆς ἀλλοτρίας, Οἰδίπουν δὲ περιιόντες ζητοῦμεν, ὅστις ἡμᾶς τῆς ἀπορίας ἀπαλλάξει.

[3] ἀλλὰ γὰρ οὐδὲν Οἰδίπου δεῖ τοῖς παροῦσιν οὐδέ γε Τειρεσίου. ἀλλ' ἡμάρτομεν ἡμεῖς, ἡμάρτομεν οὐ δεηθέντες τοῦ τὰ τοιαῦτα στρέφοντος, ὃς τὸν μὲν ἔλυσε, τὸν δὲ ἐνέδησε. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ἀλλ' ἐπεὶ ἀασάμην, ἰδού, τὸν ἄνθρωπον ἱκετεύω διὰ σοῦ.

[4] καίτοι τοῦτο μεῖζον ἢ ὁ τότε πορευόμενος Αἴας ἐπὶ τὰς διαλλαγάς. ἀλλ' εἰξάτω καὶ μὴ φιλονεικείτω. πάντως, κἂν μὴ τοῦτο τοῖς αὑτοῦ φίλοις ὑπουργήσῃ, πολλαχόθεν ἄλλοθεν χαριεῖται· πάρεστι γάρ.

[211]

Ἀνατολίῳ.

[1]    Ἐγὼ τὸν σὸν οἶκον ὠφελήσας μὲν οἶδα τὰ μέγιστα, εἰ δὴ τὸ τοὺς υἱεῖς σοι κτήσασθαι ῥητορικῆς οὐ μικρὸν καὶ ταῦτα ἐν μικρῷ χρόνῳ μέγα κέρδος οἴκῳ τῷ σῷ, τοῦ δὲ ἀδικῆσαι τοσοῦτον ἀπέσχον, ὥστε καὶ ᾧ λήψονται παρὰ τοῦ λελυπηκότος οἱ νέοι δίκην ἱκανὴν ἐδίδαξα.

[2] σὺ δ' ἐμὲ ἠδίκηκας σαυτὸν πείσας ὅτι σὲ ἠδίκηκα. τουτὶ γὰρ ἴσον τῷ νομίζειν ὡς ἄρα ἐγὼ πονηρὸς μὲν εἰς ἀδελφούς, πονηρὸς δὲ εἰς παῖδας.

[3] μελέτα δὴ τὴν ὑπὲρ τούτων ἀπολογίαν, δεῖ δέ σοι πάνυ τινὸς μεμεριμνημένης, εἰ μέλλεις μὴ κατακλυσθήσεσθαι. μᾶλλον δὲ ὃ δράσεις οἶδα· αὐτὸς μὲν ἡσυχάσεις, τοὺς υἱεῖς δὲ κελεύσεις ἐργάσασθαί σοι λόγον. τοῦτο ἔστιν ᾧ με νικήσεις μόνῳ.

[212]

Πρισκιανῷ.

[1]    Οὔθ' ὅσον σε πλῆθος περιέστηκε πραγμάτων ἀγνοοῦμεν οὔθ' ὅτι αὐτῶν κρείττων καὶ γέγονας καὶ γίγνῃ. ἀλλὰ καὶ τὴν δίκην ἣν ἔδοσαν οἱ ἥκοντες ἐπὶ τὴν καταδίκην ἧκέ τις ἀγγέλλων. ὥστε σοι συγχαίρομεν οὐ μόνον τοῦ μετ' ἀρετῆς ἄρχειν, ἀλλὰ καὶ τῆς τιμῆς ᾗ τετίμησαι παρὰ τῶν δυνατῶν.

[2] Ἀγιανὸς δὲ εἰδώς, ὡς εἴχομεν πρὸς ἀλλήλους, ἐνόμιζεν, εἰ μὴ κομίζοι γράμματα, ἀμφοτέρους ἀδικήσειν, τόν τε οὐκ ἐπιστείλαντα τόν τε οὐ λαβόντα.

[3] καὶ διὰ τοῦτο ἧκεν ἡμῖν ἐπιστολὰς αἰτῶν καί με εὔφρανεν οὐχ οἷς ἐτάχθη διοικεῖν ἡδόμενος, ἀλλ' ὅτι σοὶ συνέσται. δοκεῖ δέ μοι μηδ' ἂν δέξασθαι τὴν διοίκησιν, εἰ μὴ τούτῳ εἵλκετο τῷ θαλλῷ.

[4] τὸν δὴ καὶ πάλαι φίλον καὶ νῦν ἐν τῇ σῇ νηὶ πλεῖν ἑλόμενον ἐλπίς ἐστι μετ' εὐθυμίας ἀνύσειν τὸν πλοῦν.

[213]

Ἐλπιδίῳ.

[1]    Αὐτὸν μὲν οὔπω τὸν ἄργυρον, τὰ δ' ὑπὲρ τοῦ ἀπειληφέναι γράμματα Ναυμάχιος ἔπεμψεν ἔτι ζητῶν ἐμοὶ δοκεῖν ἄνθρωπον, ᾧ καὶ θαρρεῖν ἄξιον.

[2] ἐγὼ δὲ αἰσχυνόμενος, ὅτι σε εἰσέπραττον, εἰσέπραττον γὰρ ὑπ' ἀνάγκης τῶν ἀγρῶν νῦν ἀντὶ τοῦ διδόναι βουλομένων λαμβάνειν, πῶς ἔμελλον προσθήσειν ἐπιστολήν, ἐν ᾗ καὶ τῶν χρημάτων ἔδει μνησθῆναι; πάνυ γὰρ ἠρυθρίων, εὖ ἴσθι, καὶ Ναυμαχίῳ λαλῶν ὑπὲρ τοῦ κομίσασθαι, καὶ οὐδέν γε ἧττον ἢ εἰ κλέπτων τι τῶν ἐπ' ἀγορᾶς ἑαλώκειν.

[3] μὴ δή μοι χάριν ἔχειν τοῦ περὶ τὸν χρόνον μήκους, ἀλλὰ συγγνώμην ὅτι μὴ πρὸς τοσοῦτον ἕτερον προὔβην, μᾶλλον δὲ ὅτι μὴ μέχρι τελευτῆς ἐσίγων. τουτὶ γὰρ ἦν κόσμος ἐμοὶ βεβαιῶσαι τὴν παροιμίαν, οἶσθα τί; λέγουσαν περὶ τῶν ὄντων τοῖς φίλοις.

[4] ἃ ‹δὲ› Μαρκιανὸς διηγεῖτο καὶ δακρύειν ἡμᾶς ἠνάγκαζε καὶ γελᾶν· τοὺς μὲν γὰρ πεπονθότας ἠλεοῦμεν, ὁ δὲ γέλως ἐκ τῆς τοῦ δρῶντος ἀσχημοσύνης. σοὶ δὲ ὅτι πολεμήσει μάλα ἠπιστάμην· εἷς γὰρ εἶ τῶν ἀγαθῶν.

[5]

ὥρα δὲ καὶ Ἀλεξάνδρῳ τῷδε τρέμειν μὴ περιπεσὼν ἀπόληται· καὶ γὰρ οὗτος τῶν ἀγαθῶν. σὺ οὖν αὐτὸν δίδασκε, πῶς ἂν διαφύγοι τὸν μοχλὸν ᾧ τὸ καλὸν ἔθετο ὁ πέρδιξ ὄνομα.

[214]

Πρισκιανῷ.

[1]    Εἰ πολίτῃ δίκαιον βοηθεῖν, διπλοῦν τοῦτο νυνὶ γίγνεται τὸ δίκαιον. εἴτε γὰρ Ἀντιοχεὺς ὁ Καλλιόπιος καλοῖτο, δεῖ δήπου με συμμαχεῖν· εἴτ' ἀπὸ τῆς μείζονος, ἐγγέγραμμαι παρ' αὐτοῖς, ὥστε καὶ ταύτῃ βοηθητέον. τὸ δέ γε ἔτι μεῖζον, χρηστὸς ἀνὴρ καὶ δόξαν ἀπὸ τοῦ φυλάττειν τὰς φιλίας λαβών.

[2] καὶ γάρ τοι πένης ἐλθὼν ἐκεῖσε καὶ δοὺς τῆς φύσεως πεῖραν τὰ τῶν εὐδαιμόνων ἅπαντα εἶχε. τοῦ δὲ καὶ τοῦτο ἐπῃνεῖτο, ὅτι πλείω λαμβάνειν ἐξὸν ἠσπάζετο τοὔλαττον.

[3] γίνεται δὴ καὶ πάρεδρος ἀκολουθῶν φίλῳ, Προβατίῳ τῷ καλῷ. καὶ καλὴν ἀρχὴν ὁ Φθόνος ἔβαλεν. ὅθεν δὴ καὶ τάδε συμβέβηκεν, ἃ δὴ πάρεστιν ὁρᾶν. μᾶλλον δέ, οὐ πάντα δυσχερῆ· τῇ γὰρ ἀληθείᾳ προσέθετο βασιλεὺς καὶ λύει τὴν ταραχήν· [4] ἀλλ' οἶσθα δι' ἧς ἔρχεται ψήφου τἀκείνου γράμματα καὶ ὡς ἥδε κυρία καὶ βεβαιῶσαι καὶ μή. ταύτην οὖν ὅπως προσλάβοιμεν, σκόπει. πάντα δ' ἂν γένοιτο τῆς σῆς φρενός τε καὶ ῥώμης, τῆς μὲν ἀνευρισκούσης πόρον, τῆς δὲ ἐπὶ τὸ πέρας ἰούσης. [215] [t]

Ἀμμιανῷ.

[1]    Οὔτ' ἐγώ σε χάριν αἰτῶν καινόν τι ποιῶ σύ τε τὰ σαυτοῦ μιμήσῃ, τὴν χάριν εἰ καταθεῖο· πολλὰ γὰρ ἐγὼ μὲν ᾔτησα, σὺ δὲ δέδωκας. Καλλιόπιος δὲ οὑτοσὶ καὶ πολίτης ἐμὸς καὶ κοινωνὸς τῶν τε ἐνταῦθα λόγων τῶν τε ἐν Θρᾴκῃ πόνων, οἶδε γὰρ ἐν φίλων φροντίσιν ἀγρυπνεῖν, καὶ οὐκ ἂν ἔχοι δήπου μοι καλῶς ὑστέρῳ τοῦδε περὶ ταῦτα εἶναι. εἰ μὲν οὖν ἐδόκει μοι ἀδικεῖν, ᾐσχυνόμην ἂν ὑπὲρ τῶν ἐμαυτοῦ, νῦν δέ, κατ' ἐπήρειαν γὰρ ἕλκεται, πάνυ ἂν αἰσχυνοίμην, εἰ μὴ βοηθοίην.

[2] ἔχω δὲ βοηθεῖν οὐ τῇ ἐμαυτοῦ δυνάμει, ἀλλὰ τῇ σῇ. χρῶμαι δὲ αὐτῇ κατὰ τὴν φιλίαν. ὅρα δέ, ὅπως σε ἀκριβέστερον ἑτέρων οἶδα.

[3] μέλλων οὗτος ἐνθένδε κινεῖσθαι χρημάτων ἐμέμνητο πρὸς ἡμᾶς ὡς ταύτῃ σε προσληψόμενος. ᾤετο γὰρ τὸν ὄντα οὗ νῦν ὢν τυγχάνεις μηδὲν φιλανθρωπίᾳ ποιεῖν, πάντα δὲ ἀργυρίου. ἐγὼ δὲ γελάσας καὶ διεξελθὼν ἃ σύνοιδά σοι, γυμνός, ἔφην, πορεύου καὶ πενίαν οὐ μέμψῃ.

[4] ἄγε οὖν, ὦ γενναῖε, δέχου τε τὸν ἄνδρα εὐμενῶς καὶ παῦε τῶν κακῶν ὁπόσα ἔξεστί σοι καὶ δεῖξον ἡμῖν ὡς οὐδὲν ἔλαττον ἐσχήκαμεν ἢ εἰ γράφειν εἴχομεν τῷ τῆς γνώσεως κυρίῳ.

[216]

Ἀνδρονίκῳ.

[1]    Οὐκ ὀλίγα μοι τῆς σῆς ἀρχῆς εἰδότι διηγήσατο ὧν ᾔδειν Ἡρωδιανὸς πλείω. κεφάλαιον δὲ ἦν ὁ περὶ τὴν Βηρυτὸν ἔρως καὶ πόνος, ὑφ' ὧν τῇ μὲν ὕδατά τε καὶ κάλλους ἐγένετο προσθήκη, σοὶ δὲ ἀπ' ἀμφοτέρων ὄνομα.

[2] ὡς οὖν εἶδέ με γαννυθέντα καθάπερ αὐτὸν ὄντα τόν τε εἰργασμένον τόν τε ἐπαινούμενον ἀπῄτει μισθὸν τῆς διὰ τὴν σὴν ἀρετὴν ἡδονῆς τὴν ὑπὲρ αὑτοῦ πρὸς σὲ παρ' ἡμῶν ἐπιστολήν, ἐγὼ δὲ οὐκ ἔφυγον μὴ δοῦναι μισθὸν οὕτω καὶ δίκαιον καὶ σοὶ κεχαρισμένον.

[3] ἔγγραφε δὴ τὸν ἄνδρα τοῖς φίλοις, ἐπεὶ καὶ ἡμεῖς, καὶ πειρῶ τι ποιεῖν ἀγαθόν· οὐδὲ γὰρ ἡμεῖς, εἴ τι ποιεῖν ἔχοιμεν, ὀκνήσομεν.

[217]

Τῷ αὐτῷ.

[1]    Ἐπ' ἐξόδῳ τῆς λειτουργίας ὁ ἀνεψιός ἐστί μου. νόμος δὲ τὰ τελευταῖα καὶ μέγιστα εἶναι τῆς γε τοιαύτης λειτουργίας. ὁ δὲ καλῶς φροντίζων τῆς ὑπερβολῆς ὅπως ἐν ἑκάστῳ τῶν ποιουμένων αὐτὴ φανεῖται φροντιεῖ οὐ μόνον ἆθλα μείζω τῶν πρόσθεν τιθεὶς οὐδὲ πλείω θηρία φόνῳ διδούς, ἀλλὰ καὶ τῶν πρὸς ταῦτα ἀγωνιουμένων πολλαχόθεν ποιούμενος συλλογήν· τοῦτο γάρ ἐστιν ἀτεχνῶς τὸν κολοφῶνα ἐπιθεῖναι.

[2] τῆς τοίνυν διὰ τῶν κυνηγετῶν ὑπερβολῆς ἐν σοὶ τὸ πλεῖστον. τρέφει γὰρ ἡ Φοινίκη τοὺς τὰ τοιαῦτα δεινούς. οἷς, εἰ μὲν σὺ βούλοιο, χρησόμεθα· μὴ βουλομένου δὲ κατὰ τοῦτο χωλεύσομεν. καὶ μέμψεταί τις οὐχ ἡμᾶς τοὺς ἀτυχήσαντας, ἀλλὰ τὸν ἀμνημονοῦντα τῶν φίλων. ὡς μὲν γὰρ καλοῦμεν τοὺς ἐκεῖθεν καὶ παρ' οὗ τὴν χάριν αἰτοῦμεν οὐδεὶς ἠγνόηκε· γιγνομένου δὲ ἡμῖν οὐδενὸς εἴσονται δι' ὃν οὐ γίγνεται. τοῦτο δὲ σοὶ οὐ καλόν.

[3] φιλεῖς τὴν Φοινίκην. οἶδα καὶ αὐτὸς καὶ μετ' ἐμοῦ τοῦτο οἶδε γῆ τε καὶ θάλαττα. ἀλλὰ καὶ τοῦτο ἔστι τῆς Φοινίκης ἐρῶντος ἐᾶν ἡμᾶς εὖ ποιεῖν τηλικαύτην πόλιν. καὶ ἅμα ἤν τι θαυμαστὸν ἐργάζωνται σοφίᾳ κρατοῦντες τὴν τῶν θηρίων φύσιν, ὁ θεατὴς ἐν τῇ τοῦ ἔργου ἡδονῇ τὴν Φοινίκην ἐπαινέσεται.

[4] μὴ τοίνυν μήθ' ἡμᾶς ἀτιμάσῃς μήτ' ἐκείνην ἀδικήσῃς μηδέ γε ἁρπάσῃς πρόφασιν ἀπὸ τῶν Μοδέστου γραμμάτων εἰς τὸ μὴ δοῦναι τὴν χάριν, τὰ μὲν γὰρ ἔθει τινὶ παλαιῷ κεκόμισται, θαρροῦμεν δὲ οὐκ ἐκείνοις, ἀλλὰ τῷ σὲ βούλεσθαι τὴν ἡμετέραν οἰκίαν ἐν σχήματι φαίνεσθαι. καὶ νῦν, εἰ παρὰ σοῦ πεμφθεῖεν, οὐδεὶς πρὸ τοῦ πέμψαντος δόξει δεδωκέναι τὴν χάριν.

[5] ἔδει μὲν οὖν περιεῖναί τε τὸν θεῖον ἡμῖν καὶ νῦν μεθ' ἡμῶν ἐπιστέλλειν ἢ μόνον γε ἐπιστέλλειν, ἀπέχρη γὰρ ἂν καὶ οὐδὲν ἂν ἦν ὅ τι οὐκ ἂν ἔπραττες· ἐπεὶ δὲ ἀπῆλθεν, ἐνθυμοῦ πρὸς σαυτὸν ὅτι γράφειν μὲν οὐκ ἄν τις ἀποθανὼν δύναιτο, χαίρειν δ' ἂν καὶ τελευτήσας δύναιτο. τὴν γὰρ τῶν ποιητῶν περὶ τῶν τοιῶνδε δόξαν ἐπίστασαι.

[6] πέμπε δὴ τοὺς ἄνδρας καί τις ἔστω παρὰ σοὶ λόγος τῶν Διονύσου καὶ Κορωνίδος θυγατέρων. καὶ ἃ μὲν οὐκ ἄξιον διδόναι, δοῦναι κακίας τὸ δὲ ὅλως ἐκβαλεῖν τὰς Χάριτας οὐχ Ἑλληνικόν. [218] [t]

Εὐσεβίῳ.

[1]    Τὰ θηρία σωζέσθω καὶ σφαττέτω μηδεὶς καὶ πλὴν τούτου παρεχέτω τις τὴν θέαν καὶ μὴ ἔστω τῶν αὑτοῦ κύριος ὁ δεσπότης.

[2] ταυτὶ μὲν ἐπιστεῖλαι ῥᾷστον καὶ ἔτι γε τούτων ἀτοπώτερα, ἀλλ' εἰ τὸ πρὸς τοσαύτην ἐκπίπτειν ἀτοπίαν πρὸς τῆς σῆς ἐστι διανοίας καὶ τῶν ἐλπίδων ἃς παρέστησας ἐξέταζε. δεῖ γὰρ οὐ τῷ ποιεῖν τι μέγα φρονεῖν, ἀλλὰ τῷ ποιεῖν ἃ προσήκει. τὸ παρὸν δὲ οἷον ὅρα.

[3] ὁ ἀνεψιὸς οὑμὸς μανίᾳ τὴν λειτουργίαν ταύτην δὴ τὴν βαρεῖαν ἤρατο καὶ ψηφιεῖται Δημοσθένης ὀρθῶς εἰρῆσθαί μοι μανίαν τὴν ὑπὲρ δύναμιν φιλοτιμίαν.

[4] πρὸς γὰρ τῷ τὴν οἰκίαν τὴν αὑτοῦ κενῶσαι χρυσίου καὶ τὰ τῶν φίλων πολλῶν οὐκ ὀλίγα προσέθηκε πάντα πανταχόθεν ἀγείρων θηρία τε καὶ τοὺς πρὸς ταῦτα μαχομένους.

[5] καὶ ἦν μὲν σωφρονοῦντος μὴ πρὸς τοσοῦτον χρόνου τὴν δαπάνην ἐκτεῖναι καὶ πολλάκις τοῦτο παρῃνέσαμεν· ἐπεὶ δὲ ἡμῖν οὐκ ἠβουλήθη, τῇ γε ἀνάγκῃ πείθεται καὶ καλεῖ τὰς πόλεις ὡς ἐπιθήσων πέρας, ἀλλ' οὐκ ἐᾷς.

[6] τί γάρ, εἰπέ μοι, χρήσεται; παύσει τὴν σύνοδον κηρύξας μένειν κατὰ χώραν καὶ τὸν χειμῶνα ἀναμένειν; καὶ τί ἂν γένοιτ' ἂν αἴσχιον ἢ δαπανηρότερον; ἀντὶ ποίου δὲ ἀδικήματος ταύτην λήψεται δίκην;

[7] ἀλλὰ καλεῖν μὲν δεήσει καὶ τἄλλα ποιεῖν, εὔχεσθαι δὲ ὑπὲρ τῶν ἄρκτων καὶ κελεύειν μηδὲ ῥάβδῳ παίειν; καὶ τίς ἡ χάρις; ἢ ποῖος οὐ γέλως; ποῦ δὲ ἄξια ταῦτα τοῦ στεφάνου; τίς δαὶ οἴσει τοὺς κλώζοντας ἢ συρίττοντας; κεντεῖν δὲ ἀξιούντων τί φήσει; πότερον ὡς οὐ βούλοιτ' ἄν; ἢ τὸν κεκωλυκότα; ἀλλὰ τὸ μὲν οὐκ ἐκείνῳ, τὸ δὲ οὐ σοὶ καλόν.

[8] ἄγε οὖν, ὦ φίλος, ἰῶ τὸ τραῦμα καὶ μήτε ἄνδρας ἑταίρους ποίει κακῶς μήτε πόλιν ἐν ᾗ παιδείας μετέλαβες. καὶ γὰρ ἃ μέν ἐστι γοργὰ τῶν θηρίων καὶ ἄφυκτα, δῶρον δέδοται τῷ βασιλεῖ καὶ τὰ τοῦ γενναίου περιμένει βέλη, τὰ λοιπὰ δὲ τῶν ἐκείνου μὲν ὀφθαλμῶν ἀνάξια, δήμῳ δ' ἂν ἡδονὴν ἐνέγκαι.

[9] γράφε δὴ βελτίω καὶ μὴ τὴν ἄμπελον ἡ χάραξ προδίδου. σὺ γὰρ δὴ καὶ παρ' ἄλλων φερόμενον κακὸν ἠλπίζου λύσειν.

[219]

Φλωρεντίῳ.

[1]    Οἶσθα τήν τε πόλιν καὶ τὰ νόμιμα τῆς πόλεως καὶ τὰς ἐν αὐτῇ λειτουργίας καὶ μέτρον ἑκάστης καὶ τί κοῦφον καὶ τί τῶν Κροίσου δεόμενον χρημάτων καὶ ὡς τοῖς τὰ μέγιστα ὑποστᾶσιν εἰκότως ἂν ἕκαστος καὶ συνεύχοιτο καὶ συλλαμβάνοι. τὸ μὲν οὖν συνεύχεσθαι ἡμέτερον, οἷς οὐκ ἔστι δύναμις, εἰς σὲ δὲ ἥκει τὸ βοηθεῖν ἔργοις.

[2] ὁ τοίνυν ἀνεψιός μου πολὺν δὴ χρόνον δαπανώμενος ὑπὲρ ἅπαν παράδειγμα καὶ τὸν οἶκον ἐλάττω καταστήσας ὄντος ἔνδον ἔτ' οὐδενὸς οὐδὲ βουλόμενος ἐν τῷ σχήματι μένειν ἔχει.

[3] τῆς οὖν ἀνάγκης ἐξαγούσης αὐτὸν ἕπεται καὶ καλεῖ δὴ τὰς πόλεις ἐπὶ τὸ τέλος. ἔχων δὲ ταῦτα ἐν χεροῖν λαμβάνει γράμματα. ἃ ἠπίστησα παρ' ὑμῶν ἥκειν, τὰ μὲν γὰρ ὑμέτερα ἀεὶ καὶ καλὰ καὶ μέτρια καί τινος προσόζοντα ἡμερότητος, τὸ παρὸν δὲ οὐ μάλα τοῖς ἔμπροσθεν ἐοικός.

[4] τὰ μὲν γὰρ ῥήματα μικρά· μὴ σφάττε τὰ θηρία, τὰ δὲ ἀπ' αὐτῶν· ἔκδυθι τῶν ἱματίων, μεταμπίσχου, τὸν στέφανον λύε, τοὺς θεωροὺς ἔλαυνε, μὴ χρῶ τοῖς σαυτοῦ. ἢ τοῦτο μὲν οὐχί, μένε δὲ τρέφων, κἂν δέῃ τὸν ἀγρὸν πωλεῖν, τοῦτο πρᾶττε γελῶν. ἆρά σοι δοκῶ δικαίως ἄλλοις ἡγεῖσθαι προσήκειν τὴν ἐπιστολήν;

[5]

ἔδωκε τῷ βασιλεῖ παρδάλεις πτηνάς. τούτων ἀφέξεται, δέδωκε γάρ· καὶ ἄρκτους φοβερωτέρας τῶν πάλαι ποτὲ περὶ τὴν Μουνυχίαν. καὶ τούτων ἀφέξεται, δέδωκε γάρ. τῶν λοιπῶν δὲ εἰ μή τις αὐτὸν ἐάσει κύριον, σκόπει, τί τοῦτο ἤδη γίγνεται.

[6] ἐγὼ μέν σε ἠξίουν καὶ παρειληφότα τοιαῦτα ἔθη παύειν ἄνδρα ἐπὶ πλεῖστον ἥκοντα φρενῶν, αὐτὸν δὲ εἰσάγειν καλὰ μὲν ἄξιον, ὃ πεποίηκας ἀεί, τὰ τοιαῦτα δὲ χαίρειν ἐᾶν.

[7] ὅπως οὖν ἡμᾶς ἀνακτήσῃ τοῖς δευτέροις νομίσας ταυτὶ τὰ γράμματα φίλου παρρησίαν, ἡ κολακεία δὲ ἑτέρων. [220] [t]

Μοδέστῳ.

[1]    Οἱ ῥήτορες εὔνοιαν ζητοῦσι παρὰ τῶν δικαζόντων οὐ μόνον οἱ κατεγνωκότες αὑτῶν μηδὲν ἔχειν ἰσχυρόν, ἀλλὰ καὶ οἷς ὑπάρχει θαρρεῖν δικαίων εἵνεκα.

[2] καὶ ἐγὼ τοίνυν οἶδα μὲν ἀκριβῶς ὡς οὔτε μικρὸν οὔτε μεῖζον ἀδικεῖ Καλλιόπιος οὑτοσί, δέομαι δέ σου τὸ κοινὸν δὴ τοῦτο, δεῖξαι αὐτῷ τὸ ὄμμα ἐπὶ τῆς δίκης ἥμερον. οὕτω γὰρ ἂν καὶ χρήσαιτο τοῖς οὖσιν αὐτῷ δικαίοις, εἰ μὴ ταραχθείη.

[3] εἰ δ' οὖν οὐκ ἔξεστιν εὐνοίας πρὸς σὲ μνησθῆναι, ἀλλ' εὔξασθαί γε τοῖς θεοῖς ὑπὲρ τοῦ σε ποιῆσαι τοιοῦτον ἔξεστι. καὶ δὴ καὶ εὔχομαι· Ζεῦ Μειλίχιε καὶ πατέρων ἀνθρώποις ἡμερώτερε, κατάστησον ἵλεων Καλλιοπίῳ τὸν γενναῖον Μόδεστον καὶ σαυτῷ προσόμοιον.

[4] καὶ μεμνήσθω δικάζων τοῦ Μειλιχίου Διός, ὅπως ἡμεῖς τε τῷ φίλῳ συγχαίρωμεν καὶ Μόντιος ὑπὸ γῆς ἥδοιτο. λέγεται γάρ τι περὶ τῶν οἰχομένων καὶ τοιοῦτον. [221] [t]

Ἀνδρονίκῳ.

[1]    Ἡμεῖς μὲν ᾠόμεθα τὸν τῆς σῆς ἀρχῆς χρόνον εὐθυμίας ἔσεσθαι τῷ παιδὶ τῷ Θέωνος χρόνον ἔκ τε ὧν ἐδεήθημεν ἔκ τε ὧν ἐπηγγέλλου, ὁ δ' ἴσως ἐπαινεῖ τὸν πρότερον· εἰ δὲ οὐδὲ τοῦτο ποιεῖ διὰ τὴν ἐπιείκειαν, ἀλλ' εἴπερ ἐπῄνει, δικαίως ἂν ἐπῄνει. γέγονε γὰρ αὐτῷ πάντα ἐκεῖνα γαλήνη, τὰ δὲ παρὰ σοῦ πορθμὸς Σικελίας.

[2] καὶ οὐδὲ τὴν τῶν μὴ φίλων ἡμῖν ὁ φίλος ἐμιμήσω μετριότητα, πρὸς τοσοῦτον ἥκεις τοῦ φιλεῖν, ἀλλ' ἵνα Οὖρσος δι' εἰσπράξεως ἀδίκου κολακευθῇ, πεπάτηται μὲν τὰ πρὸς ἡμᾶς, καὶ τροφεῖα κριοῦ, καταπεφρόνηνται δὲ τοσούτων γνώσεις ὑπάρχων, δεινὸν δὲ οὐδέν, εἰ διὰ τῶν οἰκείων ὤσεις τὸ ξίφος.

[3] ἔοικέ σε ὁ πολὺς ἔπαινος, ὦ φίλτατε, διεφθαρκέναι καὶ νομίζεις ἐν τῷ τοὺς ἐπιτηδείους ἐλαύνειν τὸν Αἰακὸν παρελᾶν. ἀλλ' οὐδὲ τοὺς ἐν νυκτομαχίᾳ μέντοι τῶν φίλων ὑπ' ἀγνοίας ἁπτομένους ἐπαινοῦμεν, ἀλλ' ἐλεοῦμεν, καὶ αὐτοὶ δέ εἰσι τῶν αὑτοὺς ἐλεούντων, ὅτι ἠγνόησαν. ὅστις δὲ ἐν ἡμέρᾳ καὶ φωτὶ τοῦτο ποιεῖ καὶ σεμνύνεται δυσσεβῶν, οὐκ οἶδα εἴ τι τούτῳ ἔστι καθάρσιον.

[4] ἀλλ', ὦ 'γαθέ, μὴ διάγραφε τὰς Χάριτας τοῦ καταλόγου τῶν θεῶν μηδ' ὁμοίως ἀκίνδυνον ἡγοῦ τὸ λυπεῖν ἐμέ τε καὶ τὸν ἐπιστάμενον ἀμύνεσθαι καὶ λέουσιν ἐοικότα, τὸν ἀήττητον Ὀλύμπιον.

[222]

Γερμανῷ.

[1]    Ἄλλῳ μὲν ἄρχοντι μὴ ἐπιστέλλοντι τοῖς φίλοις συγγνοίην ἄν, ἐπικλύζονται γὰρ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων, σὺ δέ, κρείττω γὰρ ἔχεις φύσιν ἢ τοῦτο παθεῖν, οὐκ ἔστιν ὅπως ἂν ἀποφύγοις τὴν αἰτίαν.

[2] ἀλλὰ περὶ μὲν τῶν ἐπιστολῶν βουλεύσῃ καὶ ἴσως ἐπιστελεῖς κωλύων μὴ μείζω σοι γενέσθαι τὰ ἐγκλήματα, τὸν φέροντα δὲ τὴν ἐπιστολὴν εἰ δεῖ τι παρὰ σοῦ παθεῖν ἀγαθόν, μὴ βουλεύσῃ· δεῖ γὰρ τοῦτο εὐθὺς κεκρίσθαι, τὸ δεῖν αὐτὸν εὖ παθεῖν.

[3] τῶν τε γὰρ περὶ τὸν ὕπαρχον ῥητόρων οὐδενὸς ὕστερος τῇ τε τῶν τρόπων ἐπιεικείᾳ πρῶτος ἁπάντων ἐμέ τε οὕτω φιλεῖ καὶ χαίρει τιμῶν, ὡς ἄν τις ἕτερος τιμώμενος.

[4] ὅπως οὖν ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν ἔχῃ, μὴ σαυτὸν δίδου μόνον, ἀλλὰ καὶ τὸν ἄριστον Ἰουλιανὸν σαυτῷ ποίει παραπλήσιον. πάντως ἀρκεῖ σοι γράμμα περὶ τοῦ νεανίσκου καὶ γέγονεν εὐμενής.

[223]

Ἰουλιανῷ.

[1]    Ἆρ' ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο παθεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥεῖ δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων ἁπάντων μεγάλων ὥστ' εἶναι κρεῖττον ἐλπίδος.

[2] ἡμεῖς δὲ διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ μείζονος ἄρξειν τοῦ σχήματος.

[3] τούτων μὲν οὖν θεῷ μελήσει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδίων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν εἶχον ἡδόμην.

[4] τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ τε τοῦ λέγειν δύναμις, ἣν ἐν τοῖς ὑπάρχοις ἔδειξεν, ἥ τε ἐπιείκεια τῶν τρόπων, ἣν οὐκ ἔφθη τις συμμίξας καὶ οὐκ ἔγνω, τό θ' ἡμῖν ἐπιτηδείως ἔχειν καὶ ταύτῃ γε νικᾶν τοὺς ἡμῖν ἐκ παιδὸς γνωρίμους.

[224]

Ὑπερεχίῳ.

[1]    Οὔτε ἥσθην οὔτ' ἠνιάθην οὐδεπώποτε οὕτως ὡς νῦν ἀμφότερα. ἐκόμιζε δὲ τὰ τούτων αἴτια Γαυδέντιος ὁ χρηστός, καὶ οὗτος ἐν τῷ διηγεῖσθαι πάσχων ἅπερ ἐγώ. δι' ὧν δή με καὶ μᾶλλον ἐκίνησε φιλεῖν αὐτόν.

[2] ἦν δὲ τὰ πρῶτα μέν, ὡς ἐπανήκων εὐθὺς ἀναρτήσαις τὴν πόλιν, νέους ὁμοίως καὶ γέροντας καὶ πολλοὺς καὶ δεξιούς, τῆς τε γλώττης τῷ τάχει τῷ τε ὁμιλητικὸς φαίνεσθαι· φυγεῖν γάρ σε ἔριν τε καὶ φιλονεικίαν καὶ ὑπεροψίαν, ὅθεν καὶ τὸν ἐν τῇ παροιμίᾳ παρελθεῖν Ἀρτέμωνα τῶν μὲν ἄλλων τὰ πατέρων εἰς σὲ ποιούντων, τοῦ πατρὸς δέ σοι μικροῦ πετομένου, τῆς μητρὸς δὲ καλλίπαιδος καλουμένης.

[3] ταῦτα καὶ τὰ τοιαῦτα ἀκούων, οὐχ οὕτως ἐν βραχέσιν, ἀλλὰ δι' ὅσων εἰκὸς τὸν τῇ διηγήσει χαίροντα λέγειν, ἔχαιρε γὰρ οἷς ἀπήγγειλε Γαυδέντιος, οὐκ οἶδα, εἰ μᾶλλον ἂν περὶ παιδὸς διηγούμενος.

[4] ἐγὼ μὲν οὖν ὅσην ἐπ' οὐδενὶ τῶν ἄλλων τοῖς θεοῖς ᾔδειν χάριν, ὁ δὲ σκυθρωπάσας ἐξαίφνης ἐτάραξέ με. καὶ τί τοῦτο; ἔφην. ὁ δὲ ἐσίγα. καὶ μᾶλλον ἐνεκείμην, ὁ δὲ ὤκνει λέγειν.

[5] ἔπειτα ἀναγκάζεται προσθεῖναι τὰ δεινὰ ἐκεῖνα καὶ φρικώδη καὶ τοὺς δύο κινδύνους καὶ τοὺς ἡτοιμασμένους τοῖς τοκεῦσι βρόχους. ἐφ' οἷς ὁρῶν με ἀπολωλότα ταχέως προσήγαγε τὸ φάρμακον ὡς ἀνέστης εἰπὼν καὶ ὡς ἄπεστιν ὁ φόβος ὃν ἡ πόλις ὑμῖν ἐφοβήθη κοινῇ.

[6] δείσας δὲ ὁ Γαυδέντιος μὴ δοκῇ λέγειν οὐκ οὔσας ὑπερβολάς, βλέψας εἴς τινα καὶ Ῥωμανὸν προσειπὼν ἐκάλει μάρτυρα. καὶ ὃς ἐπελθὼν οὐδὲν ἔφη τοσοῦτον ἔχειν εἰπεῖν, ὅσον οἶδε. καὶ ἦν καὶ οὗτος ἀπὸ τοῦ ῥήματός μοι φίλος.

[7] ἐπεὶ οὖν οὐδὲν ἀπέλιπεν ὁ καλὸς Γαυδέντιος εὐφημίας, ἠρόμην ὁπόσα ἔτη γέγονεν ἡ θυγάτηρ αὐτῷ. καὶ μαθὼν θαυμάζειν ἔφην, εἴ τις ἀφεὶς ὃν ἐπαινεῖ κηδεστὴν ἕτερον ζητεῖ. καὶ ὁ πάντων ἐμοὶ φίλτατος ἀνθρώπων φοινιχθεὶς εἶπε μὲν οὐδέν, τῷ προσώπῳ δὲ ἐδήλωσεν ὡς οὐκ ἄρα ὑμᾶς ἡγοῖτο φαύλους.

[8] οὕτως ὑπὲρ τῶν παρ' ὑμῖν ὁ τοσοῦτον ἀφεστηκὼς σκοπῶ καὶ τὰ δίκτυα πετάσας ὑμῖν πειρῶμαι παραδοῦναι τὴν Ἑορτίου, καίτοι ὁ πατήρ σοι βεβίωκεν ἐν θήρᾳ.

[225]

Ἀνδρονίκῳ.

[1]    Ἑρμείας εὖ παθὼν ὑπὸ σοῦ τὰς εὐεργεσίας οὐκ ἔκρυψεν, ἀλλ' εἶπέ τε ὧν ἀπήλαυσε καὶ φιλοτιμίας μὲν ἐμοί, τῇ δὲ ἀρίστῃ γυναικῶν αἴτιος εὐφροσύνης κατέστη Βασσιανῇ. ὅπως οὖν μὴ καταλύσῃς τὸ πρόθυμον, μᾶλλον δὲ ὅπως ἀμείνων ἔσῃ τὰ δεύτερα καὶ μιμήσῃ τῶν δρομέων τοὺς ἀγαθούς.

[2] τὰ μὲν οὖν ἄλλα βοηθήσεις, ἡνίκα ἂν τὰ ἄλλα καλῇ· τουτὶ δὲ καὶ δὴ κατεπείγει. Τύριός τις Ἡράκλειτος περὶ τὰ ἡμέτερα πάλαι πονεῖ, Τύρος δὲ οὐδὲν ἐντεῦθεν ἀδικεῖται· χρήματα γὰρ οὐκ ἔστιν Ἡρακλείτῳ.

[3] τοῦτον κέλευε μένειν ἐπὶ τοῦ νῦν σχήματος ἢ τὰ μέγιστα βεβλάμμεθα.

[226]

Τοῖς Ἐλπιδίου παρέδροις.

[1]    Ἀλλὰ φίλοι, πάρστητε. καὶ πολλὰς τοιαύτας παρακλήσεις εὑρίσκετε παρὰ τοῖς ποιηταῖς καὶ τοὺς ἀκούοντας ἐπιεικῶς ὑπακούοντας καὶ τὰ παρ' αὑτῶν εἰσφέροντας.

[2] παράστητε δὴ καὶ ὑμεῖς καὶ χεῖρα ἄλλος ἄλλοθεν ὀρεγέτω πόρρω μὲν ἀνθρώπῳ κακίας, ἀτυχοῦντι δέ. σκοπεῖτε δὲ ὡς οὐκ ἂν ὑμῖν αὐτοῖς, εἰ μὴ βοηθήσετε, συνησθείητε.

[3] ναύτης ἂν ὑπό του παίηται, ναύτας ὁρῶν ἑτέρους δεῖται βοηθεῖν λέγων ὡς καὶ αὐτὸς εἴη τῶν πολλὰ δὴ πεπλευκότων. οἱ δὲ εὐθὺς θάλαττάν τε καὶ τὰ θαλάττης ἐννοοῦντες οἱ μὲν ἐξείλοντο τὸν ἀδικούμενον καὶ τοῦτο αὐτοῖς ἀπέχρησεν, οἱ δὲ καὶ συνέκοψαν τὸν ἀσελγαίνοντα ἐπιπεσόντες.

[4] καὶ γεωργοὺς εἶδον ὅμοια ποιοῦντας ἐφ' ὁμοίοις καὶ σκυτέας δὴ καὶ χαλκοτύπους. οἱ δὲ δὴ στρατιῶται, Ἡράκλεις, πῦρ ἐπισχεῖν ῥᾷον ἢ τούτους ἐν τοιούτοις. τὸ δὲ συνοργίζεσθαι πεῖθον ἓν πανταχοῦ, τὸ ἐν τοῖς αὐτοῖς βιοῦν.

[5] καὶ νῦν δὴ ζῆτε μὲν ὑμεῖς ἐν λόγοις, ζῇ δὲ Ἀκόντιος, καὶ προστάτης ὑμῶν αὐτὸς ὁ θεὸς Ἑρμῆς ὁ Διός. ἐπέθετο δὴ τῷ ῥήτορι μοχθηρὸν καὶ κεντρότυπον ἀνθρώπιον. τίς οὖν ἐμφράξει τούτῳ τὸ στόμα; τίς ἐκκόψει τὸ κέντρον; ἐπὶ τίνας χρὴ συμμάχους καταφεύγειν ὑμᾶς ἀφέντα τοὺς εἰκότως μὲν ἂν ἑλομένους ἀμύνειν, δύναμιν δὲ ἔχοντας τὴν ἀπὸ τῶν Μουσῶν, ὑφ' ὧν οὗπέρ ἐστε τέταχθε;

[6] καὶ ταῦτα οὐκ ἂν ἐπέστελλον, εἰ μὴ τόνδε μὲν ᾔδειν ἀγαθὸν εἶναι μελετῶντα, τὸν δὲ γενναῖον Ἐλπίδιον οὐ τοὺς ἐν αἰτίαις μισοῦντα πάντας, τῶν δὲ ἐν ταῖς αἰτίαις τοὺς ἀδικοῦντας.

[7] φανεῖται δὲ οὗτος ὑμῶν τὰ δίκαια ποιούντων οὐχ οἷον ὁ κατήγορος ἔφησεν, ἀλλ' οἷον ἡμεῖς ἴσμεν.

[227]

Πολυχρονίῳ.

[1]    Πάλιν ἐγώ σοι τὰ εἰωθότα δῶρα πέμπω, χρηστὸν ἄνδρα συκοφαντούμενον χρῄζοντα βοηθείας, σὺ δὲ αὐτὸν καὶ δέξῃ πρᾴως καὶ παύσεις τεταραγμένον καὶ δείξεις τῶν ἐχθρῶν ἐπὶ τοῦ ἀγῶνος κρείττονα.

[2] μάντιν δέ με πεποίηκας δυοῖν, οἷς τε ἀεὶ προαιρῇ τῷ τε ἔχειν προστιθέναι τὰ ἔργα. οἰήσῃ μὲν οὖν ἐμοὶ χαρίζεσθαι μόνῳ, λήψεται δὲ τὴν χάριν ἅπας ὅτῳ διὰ λόγων ἡ δόξα.

[228]

Πρισκιανῷ.

[1]    Αἰγύπτιος ἐκ τῆς Μέμφιδος αὐτῆς Ἡρακλείδης οὑτοσὶ φέρων τε ἡμῖν παρὰ τῶν ἐν Αἰγύπτῳ γράμματα φίλων παρ' ἡμῶν τε πρὸς ὑμᾶς ἀξιώσας λαβεῖν.

[2] ἐπεὶ δὲ σοῦ πρῶτον μνησθεὶς ἑτέρους προσέθηκεν, οὐδέν, ἔφην, σε δεῖ μετὰ τὸν Ἡρακλέα τῆς συκίνης ἐπικουρίας. ὅπως οὖν τῷ Ἡρακλείδῃ δείξεις τὸν Ἡρακλέα.

[229]

Ἀμμιανῷ.

[1]    Τὸ μὲν ὠφελεῖν τοὺς παρ' ἡμῶν ὡς σὲ ἰόντας καὶ χρηστοῦ καὶ φίλου, τὸ δὲ χαίροντας ἄνευ γραμμάτων ἀποπέμπειν οὐ κηδομένου φίλου, πάντως δὲ ἀργοῦ. δεῖ δέ σε κατ' ἄμφω γράφειν, καὶ βοηθοῦντα καὶ μή, ἵνα νῦν μὲν μὴ τὸ μεῖζον διδοὺς φθονῇς τοῦ δευτέρου, νῦν δὲ ἀντὶ τοῦ μείζονος παραμυθῆται τὸ δεύτερον.

[2] ἀλλ' Ἡρακλείδης οὑτοσὶ καὶ τυγχανέτω προνοίας καὶ κομιζέτω γράμματα. δίκαιος δὲ εἶ συλλαβεῖν ἀνδρὶ φίλῳ Καβειρίου. Καβείριος δὲ οἷς ἐκήδευσεν οἶσθα. εἰ δὲ καὶ μισθὸν τελέσαι δεῖ, πολλὰ ἄν σοι διηγήσαιτο περὶ τοῦ Νείλου. καὶ τί ἂν μεῖζον Ἀμμιανὸς ζητοίη; [230] [t]

Ἀνδρονίκῳ.

[1]    Ἀντίοχος ἁπάσῃ μὲν βοηθεῖ τῇ πόλει διὰ τῆς ἰατρικῆς, ὁ δὲ πλεῖστος αὐτῷ πόνος περὶ τὸ γένος τοὐμόν. Βασσιανὴ δέ, ἧς αἰδέσιμόν σοι καὶ τοὔνομα, τῶν ἐκείνου χειρῶν ὡσπερεὶ τῆς ἱερᾶς ἀγκύρας ἐξῆπται.

[2] ταυτὶ δὲ εἶπον, ὅπως εἰδῇς οἵους τε καὶ ὅσους διὰ τῶν εἰς Ἀντίοχον εὐφρανεῖς. τούτου γὰρ Εὐλάλιος συγγενὴς περιπεσὼν τῇ Τραϊανοῦ δικαιοσύνῃ τελῶν εἰς ἑτέραν στρατείαν εἰς τὴν ὑπ' ἐκείνῳ τότε οὖσαν ἐγγράφεται καὶ ἵππους ἔδει παρέχειν. ἀλλ' οὐκ ἐᾷ βασιλεὺς λύων καὶ τὴν προτέραν ζημίαν.

[3] τουτὶ μὲν οὖν Ἐλπίδιος αὐτῷ βεβαιοῖ, καὶ νῦν Εὐλάλιος παρ' ἐκείνῳ, μικρὸν δὲ ὕστερον παρὰ σοὶ κομίζων τὴν γνῶσιν. μᾶλλον δὲ ἔχε τὴν βασιλέως ἤδη γνῶσιν ἐν ἀντιγράφοις παρεζευγμένην καὶ τοὺς ἵππους ἐξαίρει τῶν δραμουμένων, ὅπως μήθ' ὕστερον ἐγγένοιτο τῷ πράγματι ταραχὴ τῷ τε ἰατρῷ δι' ἡμῶν ᾖ τι τῶν κατὰ νοῦν πεπραγμένον. [231] [t]

Βασσιανῷ.

[1]    Πολλὰ ἀγαθά σοι γένοιτο, βέλτιστε νέων, ὅτι ἃ περὶ τῶν γονέων διεσπούδασται τοῖς νόμοις, ὅπως ὑπὸ τῶν ἐγγόνων θεραπεύοιντο, ταῦτ' αὐτὸς ἐπεδείξω περὶ τὸν διδάσκαλον. οὐ γάρ με ἔλαθεν ἃ περὶ τοῦ θαυμαστοῦ Κλεοβούλου πρὸς τὴν τήθην ἐπιστέλλεις δεόμενος αὐτῷ τὴν σὴν οὐσίαν ἀνεῷχθαι.

[2] μαθὼν δὲ αὐτὸς οὐκ ἔμελλον δήπου τὰ οὕτω καλὰ σιγήσεσθαι, ἀλλ' ἥ τε πόλις ἐμπέπλησται τῆς σῆς μεγαλοπρεπείας ἔχομέν τε τὸν Κλεόβουλον πάντως ἂν ἀποπτάμενον, εἰ μὴ τοιοῦτος ἦσθα.

[3] ἄγε οὖν, ὦ φίλη κεφαλή, βάλλ' οὕτως, ὅπως ἐπαινοῖό τε καὶ μετ' ἐλπίδος ζῴης βελτίονος. εἴληφας δὲ οὐδὲ νῦν φαύλους παρὰ τῶν Μουσῶν τοὺς μισθούς. φασὶ γὰρ πάντας ἁπανταχόθεν προσκεῖσθαι τῷ τῶν λόγων ἔρωτι. τουτὶ δὲ τὸ δῶρον τῶν Μνημοσύνης ἀκριβῶς. [232] [t]

Μοδέστῳ.

[1]    Ἐγώ σε πολεμοῦντα τοῖς κλέπταις ἐπαινῶ. τῷ γὰρ αὐτῷ τούς τε πονηροὺς κολάζεις καὶ τοὺς δικαίους ἀμείνους ποιεῖς ὁρῶντας ὡς ἔστιν ὄντα δίκαιον ἐπαίνου τυχεῖν.

[2] συγχαίρω δὴ Φροντίνῳ τῷδε τῆς ἐξετάσεως, ἣν ἀπὼν ἐξετασθεὶς τὴν βελτίονα ψῆφον ἠνέγκατο πολλοῦ χρυσίου τιμιώτερον κτῆμα κτησάμενος τὸ παρὰ σοὶ κεκρίσθαι μὴ φαῦλος. ἀλλὰ καὶ αὐτὸς ἐμαυτῷ συγχαίρω χρηστοῦ φανέντος ἀνδρὸς ἑταίρου μοι καὶ φίλου.

[3] νῦν οὖν ἥκει δείξων ἔτ' ἄμεινον ὡς πλεῖστον ἀφέστηκε λήμματος καὶ ὡς ἐν οἷς ἐπιστεύθη πεπόνηκε μόνον, τοῖς οὖσι δὲ οὐδὲ ὀβολὸν προσέθηκεν.

[4] ἀκολούθει δὴ σαυτῷ καὶ δείκνυε πᾶσιν ὅτι ἔστι παρὰ σοῦ καὶ χαίροντα ἀπελθεῖν.

[233]

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.

[1]    Οὐ μάλα ἡμῶν ἐοίκατε ἀπεῖναι, τὸ γὰρ οὕτω τεχνικῶς ἐπιστέλλειν οὐ πάντως ἐστὶν ἀπόντων, ἀλλ', ὡς ἐμὲ λέγειν, συνόντων. ὥστ' ἔγωγε ἡσθείς, ὅτι ἐγράψατε, πλέον ἥσθην, ὅτι οὕτως ἔχετε γράφειν.

[2] τὸν εὐνοῦχον δὲ παρ' ὑμῶν ἥκειν ἡγούμενος, ὃς ἐδίδου τὴν ἐπιστολήν, ἐπειδὴ ἔφασκε τῇδε μεμενηκέναι, πονηρὸν ἐκάλουν. εἶτ' εὐθὺς τὸν μὲν ἀπέλυον αἰτίας, ὑμῖν δὲ ἐνεκάλουν γνοὺς ὑφ' ὑμῶν αὐτὸν ἀμεληθέντα μεῖναι.

[3] καίτοι τοῦ δόξαν ὑμᾶς κτήσασθαι καλὴν μετά γε τὰς φύσεις οὗτος αἴτιος ἀντὶ κυνὸς ἐπὶ τοὺς οὐκ ἀγαθοὺς ἀρκῶν. ὑμεῖς δὲ τὸν ἄνθρωπον ἐκκαρπωσάμενοι τοῦ καιροῦ τῶν ἀμοιβῶν ἥκοντος ἀπερρίψατε.

[4] ἀλλ', ὦ παῖδες, ἐμοὶ θεραπεύσατε τὸν παιδαγωγὸν ἢ καλέσαντες εἰς Κιλικίαν ἤ τι πέμψαντες τῶν ἐκεῖθεν. πειθέτω δὲ ὑμᾶς χρημάτων καταφρονεῖν ἄνευ τῶν ὑπ' ἐμοῦ πολλάκις εἰρημένων ὁ τὰ γράμματα φέρων, ὃς ὑπὸ μὲν τοῦ σχήματος εἰς στρατιώτας, ὑπὸ δὲ τῶν ἔργων εἰς φιλοσόφους ἐγγέγραπται τὸν Σωκράτην ἐν μέσοις μιμησάμενος κέρδεσιν, ὁ καλὸς Ἀμμιανός.

[234]

Ἀνδρονίκῳ.

[1]    Ἀντίοχος οὑτοσὶ τῶν μόλις ἐστὶ σεσωσμένων. ὅτε γὰρ ἦρχε Φοινίκης Δημήτριος, ἵππον αὐτῷ δίδωσι δυσγάργαλιν ἱπποκόμης ἐξαγαγών. ὁ δὲ ἅμα τε ἐπ' αὐτὸν ἀνέβη καὶ ἐκκρουσθεὶς ἐπ' αὐτῆς ἔκειτο τῆς ἀγορᾶς, ὁ δὲ ἵππος ἔθει φέρων τὸ στρωματόδεσμον. καὶ ἦν ἴσως τοῦτο κέρδος τῶν τὸ καλὸν τρεφόντων θηρίον.

[2] ἔδει μὲν οὖν αὐτοὺς ἐπὶ τῇ σοφωτάτῃ μηχανῇ ἀποθανεῖν, καὶ γὰρ οὗτος, εἰ μὴ θεῶν τις ἤμυνε, πεσὼν ἂν ἐτεθνήκει, διὰ δὲ τὴν ἐπιείκειαν Ἀντιόχου περὶ τῶν χρημάτων εἰς λόγον καθίσταντο.

[3] καὶ τοῖς μὲν ἠδικηκόσιν ἐδόκει πέντε καὶ εἴκοσι στατῆρσι λῦσαι τὸ ἔγκλημα, τοῦ δὲ φάσκοντος ἑκατὸν αὑτῷ στατῆρας ἀπολωλέναι τὸ πρᾶγμα ἐπὶ τῆς ἀμφισβητήσεως ἵσταται. σὸν δὴ τὰ δίκαια γνῶναι καὶ τῷ μὲν βοηθῆσαι, τοὺς δὲ σωφρονίσαι.

[235]

Μελετίῳ.

[1]    Ἐγὼ τὸν μὲν πατέρα σου καὶ εἶδον καὶ φιλῶ, σὲ δ' οὔπω μὲν εἶδον, φιλῶ δὲ ὥσπερ ἐκεῖνον, ἐπεὶ καὶ αὐτὸν ἀκούω σε γνώμης οὕτως ἔχειν πρὸς ἡμᾶς, ὥσπερ ἂν εἰ μετεσχήκεις ἡμῶν. τοῦ δὲ ταῦτά με πιστεύειν ἔστω σοι σημεῖον τὸ καὶ χάριν αἰτεῖν ἤδη.

[2] ἔστι δὲ ἡ χάρις Μαρκελλῖνον καὶ Κάρτιον τῆς σῆς ἀπολαύειν εὐνοίας χρηστούς τε ὄντας καὶ ἡμῖν ἐπιτηδείους καὶ Σπεκτάτῳ φίλους. οἶμαι δὲ αὐτοὺς οὐδὲν οὔτε φορτικὸν οὔτε ἔξω τῶν νόμων ἐπαγγέλλειν.

[3] πεῖθε δὴ καὶ Παμφυλίαν ὅτι με τιμᾶν οἴει δεῖν, καὶ ἡμᾶς ὅτι σοι χρὴ πολλάκις ἐπιστέλλειν.

[236]

Ἀνδρονίκῳ.

[1]    Ἐγὼ γενέσθαι ἐπὶ τῆς ὑμετέρας δυνάμεως οὐδεπώποτε ηὐξάμην, ἀλλ' ὑμῖν μὲν καὶ ἀρχὰς εἶναι καὶ τὸν κρείττω λόγον ἐν αὐταῖς συνηυξάμην, ἐμαυτῷ δὲ ᾗπερ νῦν βιοῦν ἐν ἰδιώτου χώρᾳ· νῦν δ' οὐκ ἂν ἀηδῶς μοι δοκῶ τὴν Φοινίκων ἀρχὴν λαβεῖν τοῦ μέγαν ποιῆσαι Παρθένιον πᾶσιν ὅσοις μέγεθος γίγνεται, μᾶλλον δέ, οὐδὲν δεῖ ζητεῖν ἀρχὴν τῆς σῆς οὐχ ἧττον ἐμῆς ἢ τοῦ λαβόντος οὔσης.

[2] ὅπως οὖν ἡμῖν αὐτὸν ἴδῃς τε ὡς ἥδιστα καὶ ἀπόντα καλῇς καὶ φανέντα κατέχῃς καὶ ποιῇς ἐν Φοίνιξιν ἐντιμότερον ἢ πρίν. αἰσχυνοίμην γὰρ ἄν, εἰ δόξει μᾶλλον εὖ πεποιηκέναι με Παρθένιος ἢ πεπονθέναι.

[3] τί οὖν με εὖ πεποίηκεν, ἀκοῦσαι ποθεῖς. αἰδούμενος διατετέλεκεν ἀπὼν οὐχ ἧττον ἢ παρὼν καὶ παρὸν αὐτῷ χαρίσασθαι τοῖς δυνατοῖς ἐκ τῶν εἰς ἐμὲ λυπηρῶν τὰς παρ' ἐκείνων ἐλπίδας προήκατο τὰ πρὸς ἐμὲ δίκαια τηρῶν καὶ ταῦτα ὁρῶν τινα τῶν οἰκείων αὑτοῦ τὴν ὁδὸν ἐκείνην ἰόντα καὶ εὐδοκιμοῦντα. ὁ δὲ ἐκείνῳ τε ἐπετίμα καὶ δι' ὅσων ἐξῆν ἀσθενεστέραν ἐποίει τὴν ἐνέδραν καὶ δὴ δεῦρ' ἥκων ἐπέθηκε τὸ τέλος τοῖς ἔμπροσθεν ὅμοιον ἁπάσης καθήρας τὰ πράγματα ὑποψίας.

[4] εὐθὺς μὲν οὖν ἠθύμουν ἀπορῶν ἀμοιβῆς, ἔπειτα ἐνθυμηθεὶς ὡς τῷ μὲν ἐν Φοινίκῃ γυνὴ καὶ παῖδες καὶ κτήματα, τῇ δὲ Ἀνδρονίκου γνώμῃ τὸ ἔθνος διοικεῖται, ἥσθην ἰδὼν ὡς ἔστιν ᾗ ἂν τὸν ἄνδρα ἀμειβοίμην.

[237]

Πρισκιανῷ.

[1]    Οἶδα. τίη μοι ἐπισταμένῳ πάντ' ἀγορεύεις; μὴ γὰρ οἴου μᾶλλον αὐτὸς ἃ πράττεις εἰδέναι τῶν ἀκουόντων ἡμῶν. οἵ τε γὰρ ἀγγέλλοντές εἰσιν οἵ τε ἐρωτῶντες ἡμεῖς.

[2] τῶν μὲν οὖν ἄλλων ἤδη τις ἤρετο εἰ μή σε τὸ φορτίον ἐπίεσεν, ἐγὼ δ' εἴ σοι τὸ σῶμα ἔρρωται πυνθανόμενος ἐπειδὰν ὡς ἔρρωται γνῶ, τὸ καὶ τοῦ φορτίου σε κρείττω εἶναι ἀκηκοέναι ἡγοῦμαι. ἀνὴρ γὰρ εἶ, μάλα ἀνήρ, καὶ ἄρχων εἰδὼς μάλα ἄρχειν.

[3] εἰ δὲ πολλὰ δεῖ μεταχειρίζειν καὶ ἄγρυπνον ἀνάγκη πέτεσθαι, τούτῳ μηνύεις ὃ πάλαι ἐπόθουν, ὡς τὸ καθεύδειν τε καὶ καθῆσθαι τῶν πολλῶν, σὲ δὲ εἶναι δεῖ τῶν οὐ πολλῶν.

[4] τῇ μὲν οὖν ἄλλῃ θαρρῶ, δέδοικα δὲ ἓν μόνον, τῶν ξενίων τὸ πλῆθος, ἃ ὥσπερ ὀφειλήματα ἀπαιτοῦσιν οἱ φαγεῖν ἀγαθοί. τουτὶ γὰρ οὐκ ἔστι διανοίας ἄρχειν ἐπισταμένης, ἀλλ' εὐπορίας δοῦναι δυναμένης. σοὶ δὲ ἃ δέδωκε τὸ συναγορεύειν, ἀνήλωκε τὸ ἄρχειν.

[5] ἔπεμψα τὸ βιβλίον, σὺ δέ, εἰ σχολή, τοὺς φιλοσόφους ὅρα.

[238]

Ἰταλικιανῷ.

[1]    Ἐπαινοῦντί μοι τὴν σὴν φύσιν, καὶ γὰρ ἐτύγχανεν ἡμῖν λόγος τις ὢν ὑπὲρ ἀρχόντων ἀρετῆς καὶ ἦν δήπου σὰ τὰ νικητήρια, ‑ τοιαῦτα δὴ ἡμῶν διαλεγομένων καὶ ψηφιζομένων ἐνέθηκε τῇ χειρὶ τὴν ἐπιστολὴν βέλτιστος βελτίστου πατρός, εἶπεν ἂν Πλάτων, Ὀλύμπιος Πομπηιανοῦ. καὶ ἅμα τε ἀνεγίνωσκον καὶ μετὰ τῶν ἄλλων ἐπήδων· οὕτως ὅ τε νοῦς ἐφαίνετο θαυμαστὸς τά τε ὀνόματα τῶν φρενῶν οὐ χείρω.

[2] σὺ δὲ ἔργῳ μεθ' ἡμῶν ὢν τοῖς Ἰταλοῖς σαυτὸν δίδως, ἀλλ' ἥ γε ἐπιστολὴ κωλύει νόμων ἐχομένη τῶν Ἀττικῶν. ὅπως οὖν τοῦ λοιποῦ κοινωνὸς ἡμῖν εἶναι λέγῃς, ὥσπερ εἶ. τουτὶ μὲν οὖν ποιήσεις ἢ γραψόμεθά σε παρὰ ταῖς Μούσαις λειποταξίου.

[3] τῶν δ' οὖν γραμμάτων ὡς ἄδην εἴχομεν, βλέψαντες εἰς ἀλλήλους τουτονὶ δέ, ἔφαμεν, νῦν τὰ αὑτοῦ διοικεῖν ἀντὶ τῶν κοινῶν ἐχρῆν; οὐχ ὡς σοῦ χρῄζοντος ἀρχῆς, ἀλλ' ὡς τῶν πραγμάτων, ὅτι μὴ ἄρχεις, ἠδικημένων.

[4] εἶθ' ὁ μὲν ἐμέμνητο τῆς τῶν νόμων φυλακῆς, ὁ δὲ τῆς συνεχείας τῶν πόνων, ὁ δὲ τοῦ περὶ τὰς διαγνώσεις τάχους, ὁ δὲ τοῦ μὴ χρημάτων ἐρᾶν, τῷ δὲ ἐδόκει καλὸν τὸ χάριν δοῦναι εἰδέναι, καὶ δοῦναι μὲν ἣν δεῖ, μὴ δοῦναι δὲ ἣν μὴ δεῖ.

[5] ἐμοὶ δὲ τῶν σῶν μικρὸν μὲν οὐδὲν ἐφαίνετο, πάμμεγα δὲ τὸ μὴ τῇ φθορᾷ τῶν πόλεων θεραπεῦσαι τοὺς δυνατούς. ἦν μὲν γὰρ δῆλον ὡς ὀργαὶ καὶ κίνδυνοι καὶ βέλη, σοὶ δὲ οὐδὲν τοῦ ποιῆσαί τι τῶν αἰσχρῶν φοβερώτερον.

[6] ἡδέως δ' ἂν αὐτῶν ἐπυθόμην τί μαθόντες σοὶ μὲν ἐνεκάλουν, ἡμᾶς δὲ ἐκόλασαν, καὶ σοὶ μὲν ἔδοσαν ὃ κἂν ἐπρίω, παρ' ἡμῶν δὲ ἔλαβον δίκην. ἀλλ' ἐκείνοις μὲν οὐκ ἂν εἴη λόγος εὐσχήμων, περὶ δὲ σοῦ παρ' ἡμῖν τοιοῦτοι λόγοι.

[7] καὶ τὸ μὴ ἔχειν ἔτι τῷ λέγειν ἅ ποτε εἴχομεν παραμυθούμεθα, καὶ σὺ δέ, ὡς ἔνι, παραμυθοῦ γράφων τε καὶ γράφειν παρακαλῶν. ἔστω δὴ παρὰ σοῦ τοῦτο πολύ, πάντως δὲ καὶ οὓς κινεῖς οὐ σιγᾶν ἐπιθυμοῦντας ἐγείρεις.

[239]

Μαξίμῳ.

[1]    Ὁμοῦ παῖδά τε ἐμὸν Ὑπερέχιον καλεῖς καὶ χάριν μοι φῂς τῶν εἰς αὐτὸν εἰδέναι. τούτοιν δὲ ἢ τὸ πρότερον οὐκ ἀληθὲς ἢ θάτερον οὐκ ἔχον λόγον, μᾶλλον δέ, ἐπειδὴ τὸ πρότερον ἀληθές, μάταιον γίγνεται τὸ δεύτερον, εἰ μὴ καὶ αὐτὸν δεῖ σοὶ χάριν εἰδέναι τῶν εἰς τοῦτον αὐτόν.

[2] ἀλλ' οὔτε σὺ θαυμαστὸν οὐδὲν ἐποίεις ποιῶν ἃ δὴ πεποίηκας εἰς υἱόν τε καὶ τοιοῦτον ἐγώ τε νομίσας υἱὸν ἐμὸν πάντα ἀγαθὸν εἰκός τι ποιῶν οὐκ ἂν τούτου μισθὸν ζητοίην, ἀλλ' οἷς δεῖ χάριν ἐμέ τε καὶ σὲ τῆς εἰς τοῦτον εὐνοίας ἔχειν, ἐρῶ.

[3] οἱ τῆς ἱερᾶς Ἀγκύρας, πρέποι γὰρ ἂν αὐτῇ τοῦτ' ἀκούειν, ᾧ κοσμεῖ τὰς Ἀθήνας Ὅμηρος, οὗτοι δὴ οἱ ταύτης οἰκήτορες ἐμοί τε εὐεργέται καὶ σοὶ καὶ στεφάνων ἄξιοι καὶ εὐχῶν. καὶ δῆτα εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις γῆν τε αὐτοῖς καρπὸν ὅτι πλεῖστον διδόναι καὶ ἀέρα μένειν ἐν τοῖς μέτροις καὶ γυναῖκας τίκτειν ὅμοια γονεῦσι καὶ λόγων ὥσπερ νῦν τὴν πόλιν ἐρᾶν καὶ τῶν εὐδαιμονίαν φερόντων ἀπεῖναι μηδέν, ὅτι με ἰδόντες ἡμέρως, ἡνίκα δι' αὐτῶν ᾔειν, νῦν τετιμήκασι μειζόνως οἷς ἔπραξαν τῷ νεανίσκῳ εἰς δόξαν.

[4] καὶ μή με οἴου τοῦτο λέγειν, ὡς ὄντα φαῦλον ἦγον εἰς δόξαν, ἀλλ' ὅτι μὴ φθόνῳ τὴν ἀλήθειαν ἔβαλλον, ἐγένοντο δὲ τοῦ φθόνου κρείττους πολῖται πολίτην ἀγαπῶντες. τούτου χάριν αὐτοῖς εἰδέναι χρή.

[5] τὰ μὲν οὖν παρ' ἐμοῦ πρὸς αὐτοὺς εὐχαί τε ὑπὲρ αὐτῶν καὶ κατ' αὐτῶν ἔπαινοι, σοὶ δὲ ἔνεστι τὸ καὶ δι' ἔργων ἀμείβεσθαι. καὶ πᾶν ὑπουργῶν μηδέπω ἡγήσῃ τὸ πᾶν ἐκτετικέναι.

[6] ἴσθι μέντοι καὶ τὴν ἡμετέραν πόλιν εἰδέναι τῇ πόλει χάριν. οἴεται γὰρ τὴν περὶ τοῦτον ἐκείνης γνώμην μαρτυρίαν αὑτῇ τοῦ βελτίονος εἶναι.

[7] τὴν μὲν οὖν φιλοτιμίαν σου τὴν εἰς τὸν υἱὸν οὐκ ἐθαύμασα, νοῦν γὰρ ἔχων ἃ ὕστερον ἔμελλεν ἕξειν τῷ νόμῳ, ταῦτ' ἐποίησας δῶρον πατρός, θαυμάζω δὲ ὅτι πολλαὶ μὲν παρ' ὑμῖν κοῦραι ἀριστήων, οἳ τὴν πόλιν συνέχουσι, σὺ δ' οὐκ ἐφρόντισας ὅπως ἴδῃς τάχιστα τοῦ παιδὸς παῖδας. εἰ γὰρ καὶ ἤδη πάππος εὖ ποιῶν κέκλησαι, ἀλλὰ καὶ ταύτῃ σε πάππον κληθῆναι καλόν, ἄλλος δ' ἂν ἔφησε, κάλλιον.

[240]

Κλεάρχῳ.

[1]    Εἰ μὲν οἷός τε ἦν καὶ τῆς ὁδοῦ καὶ τῆς ἄλλης σπουδῆς Εὐστοχίῳ κοινωνῆσαι, πάντως ἄν με εἶχες ἀντὶ τῶν ἐμῶν γραμμάτων· ἐπεὶ δὲ οὐκ ἔστι μοι κινεῖσθαι, δι' ὃ δέ, ἐπίστασαι, δέομαί σου γενέσθαι τοιοῦτον εἰς τοῦτον, οἷος ἂν ἐγένου παρόντος ἐμοῦ.

[2] νόμιζε δὲ μὴ μόνον ἐμοὶ δώσειν χάριν, ἀλλὰ καὶ αὐτὸς κτήσεσθαι φίλον. ὃν καὶ ἐγὼ κτησάμενος συνήσθην ἐμαυτῷ οὐ μόνον τῶν τε λόγων εἵνεκα καὶ τῶν νόμων, ἐν οἷς ἀμφοτέροις οὐδενὸς ἁνὴρ ὕστερος, ἀλλ' ὅτι καὶ τῶν ὄντων χαλεπῶν οὐδὲν οὕτω χαλεπὸν ὡς μὴ τῷδε φανῆναι ῥᾷστον ἐπιτάττοντος φίλου, μᾶλλον δέ, κἂν ὁ φίλος χρῄζῃ μέν, ὀκνῇ δὲ ἐπιτάττειν, αὐτὸς αὑτὸν δίδωσι τοῖς ἔργοις.

[3] καὶ εἰ μὲν ἀπ' ἄλλης ἀφῖκτο νῦν ὡς ὑμᾶς, ἄθλους ἂν ἔδει σοι διηγεῖσθαι προτέρους, νῦν δ' αὐτὸ δι' ὅπερ ἥκει καὶ πρὸς ὃ δεῖ σε βοηθεῖν ἔστω σοι δεῖγμα τῶν τρόπων.

[4] μὴ θαυμάσῃς δὲ εἰ πολλοὶ μὲν ἐκεῖ μοι φίλοι, σοὶ δὲ ἐπέσταλκα μόνῳ· τὸ πρᾶγμα γὰρ οὐ πολλῶν συνευχομένων, ἀλλ' ἑνὸς δεῖται πράττειν εἰδότος.

[5]

σὺ δὲ οὗτος ὁ πράττειν εἰδώς, τῷ δὲ βούλεσθαι τὸ δύνασθαι καλῶς ποιοῦν ἠκολούθηκεν ὑπάρχον μὲν καὶ πάλαι, νῦν δὲ ηὐξημένον· εἰσὶ γάρ, εἰσὶν οἱ μηνύοντες.

[6] ἀπόπεμπε δὴ τὸν ἑταῖρον ὧν ἤκουσε παρ' ἡμῶν ἀγγελοῦντα πλείω.

[241]

Θεμιστίῳ.

[1]    Ἀλλ' εἴη ταύτην γέ σοι τὴν γαστέρα κληρονόμους τεκεῖν καὶ μὴ μόνον τῆς οὐσίας, ἀλλὰ καὶ τῆς σοφίας, ἣν δὴ λειμῶνος ποικιλωτέραν δεικνύων πάλαι κρατεῖς, εἰ μὲν καὶ τοὺς ταὐτό σοι καλουμένους οὐκ οἶδα, οἱ ῥήτορες δὲ ἡττήμεθα.

[2] τέως μὲν οὖν τῇ Φρυγίᾳ συνέχαιρον, ἣ καὶ σὲ καὶ τοὺς γάμους ἐδέξατο, νῦν δὲ τῇ Μεγάλῃ πόλει σέ τε ἀπολαβούσῃ καὶ προσλαβούσῃ τὴν νύμφην, μακαρίζω δὲ καὶ τὸν οὐκ ἀπόντος σου τὴν Μεγάλην ὀψόμενον πόλιν, ὅτι αὐτὴν ὄντως ὄψεται μεγάλην.

[3]

τὸν μὲν οὖν τῶν πραγμάτων πόνον ἀνεθήκαμεν Κλεάρχῳ, παρὰ σοῦ δὲ Εὐστόχιος τιμηθήτω τῷ νομισθῆναι τοῦτο ὅπερ ἐστίν. ἔστι δὲ καλὸς κἀγαθός, κἀν τοῖς πράγμασιν ἃ φίλον σαφῆ ζητεῖ πάντες ἐπ' αὐτὸν ἐρχόμεθα.

[4] τίμα δὲ αὐτὸν καὶ τῷ μείζονι, καλῶ δὲ μεῖζον τὸ σῶν ἀκοῦσαι λόγων· οὓς εἰ μὲν καινοὺς δεικνύεις, καινῆς θοίνης μεταλήψεται τὸ μέρος· εἰ δ' οὐκ ἐν τούτῳ νῦν εἴης, τοῖς παλαιοῖς αὐτὸν ἑστία, μᾶλλον δέ, πάντως αὐτὸν ἑστιάσεις καινοῖς· ὅ τι γὰρ ἂν φθέγξῃ, τοῦτο τῶν γεγραμμένων οὐ χεῖρον.

[242]

Μοδέστῳ.

[1]    Καλῶς μοι δοκοῦσιν οἱ ποιηταὶ περὶ τοῦ Ἔρωτος ἐσκέφθαι καλοῦντες αὐτὸν ἀνίκητον, ὅπου γε καὶ Στρατήγιος εὖ μάλα ἐνθένδε κινούμενος νῦν γυναῖκα ἀφεὶς καὶ τέκνα καὶ τἄλλα οἷς ἥδεται τρέχει τὴν σὴν ὀψόμενος κεφαλήν. καίτοι κρύπτειν μὲν ἐπιχειρεῖ τὸ πάθος ὡς ὑπὲρ εἰσφορῶν δραμών, ἐμὲ δὲ οὐ λέληθε σὲ μὲν ἔργον θέμενος, οὐκ ἀηδῶς δὲ κἀκεῖνο θεραπεύσας.

[2]

εὔδηλον οὖν ὅτι αὐτὸν ἡμέροις ὄψει τοῖς ὄμμασι τά τε ἄλλα καὶ μηνυτὴν ἔχων τῆς στοᾶς ἀκριβῆ, περὶ ἣν οὗτος πολὺ μὲν καῦμα, πολὺν δὲ καπνὸν ἠνέσχετο χαίρων, ὅτι σοι παρεῖχεν ἐν τοῖς αὑτοῦ πόνοις κτήσασθαι δόξαν. ὃ γὰρ ἐν προοιμίοις οὐκ ἦν λαμπρᾶς ἐλπίδος, τοῦτο πρὸς τέλος ἐρχόμενον οὐδεμίαν ἡλικίαν ἐᾷ σιγῇ παρελθεῖν, ἀλλ' ἕλκει τε τὰς ὄψεις καὶ ὅστις εἶδεν, ἐθαύμασε.

[3] σοὶ μὲν οὖν ὅλην τὴν πόλιν, σὲ δὲ τούτῳ προσήκει χάριν εἰδέναι. σὺ μὲν γὰρ εἰς νοῦν ἐβάλου τὸν κόσμον, σοὶ δὲ οὗτος διακονεῖ. ἔστι δὲ ἀρκοῦσα χάρις, ἂν ἐπαινῇς τε αὐτὸν καὶ νομίζῃς ὅπερ ἡμεῖς.

[4] ἡ δὲ ἡμετέρα ψῆφος Στρατήγιον ἄνδρα εἶναι γενναῖον, ὃν οὐδεὶς ἐνίκησεν εὖ ποιῶν· οὕτως ἀμοιβὰς ἀεὶ ζητεῖ μείζονας καὶ ζητῶν οὐκ ἔστιν ὅτε οὐχ εὗρεν.

[243]

Δημητρίῳ.

[1]    Ἀλλὰ καλῶς μὲν ἐποίησε τὰ ὀνείρατα κινήσαντά σε, εὖ μέντοι οἶδα, ὡς καὶ ὀνειράτων ἄνευ τοῦτ' ἂν ἐποίεις, ὃ πάλαι ἤρξω ποιεῖν ἀπὸ τῶν χωρίων τῶν ἐμῶν. δεῖ γὰρ ἐκεῖνά τε ἐμὰ καλεῖν καὶ ταῦτα σά. δοκεῖς γάρ μοι νομίζειν ἀδικήσειν, εἴ τινος ἀπολαύσεις οὗ μὴ καὶ ἐγώ. ἐπεὶ δὲ τὰ δῶρά σου οὐκ ἔστιν ἀμύνασθαι, δέχου παρ' ἡμῶν ἐνύπνιον ἀντ' ἐνυπνίου.

[2] τὸν παῖδα κελεύσας ἅπτειν λύχνον, ὡς ἐπιστείλαιμί σοι, ἐπειδὴ ἔμελλε, κατέδαρθον καὶ ἔδοξα παρ' ὑμῖν τε εἶναι καὶ σὲ ζητεῖν. ἄγειν οὖν μέ τινα δι' ὑψηλοῦ θεάτρου, γραῦν δέ τινα γνοῦσαν ἐφ' ᾧπερ ἐχωροῦμεν ὁδὸν ἑτέραν ἐκείνης ἡδίω δεῖξαι, καθ' ἣν ἰόντας ἐντυχεῖν σοι καθημένῳ πρός τινι νεῷ καὶ κήπῳ, τὴν δὲ ἀνάβασιν τὴν εἰς τὸν νεών, βαθμοὺς οὐκ ὀλίγους, ὑπὸ νέων πηδώντων κατέχεσθαι θαυμαζόντων ὅπως ἡμιλλῶ πρὸς Δημοσθένους λόγον τούτων δὴ τῶν κατὰ τοῦ Φιλίππου, σὲ δ' ἰδόντα μὲν ἡμᾶς ἀναστῆναι, τοῦ λέγειν δὲ οὐκ ἀποστῆναι, ὥστε τι καὶ ἡμᾶς ἀκοῦσαι.

[3] ἕν με ἠδίκησεν ἡ νύξ· οὐκ ἐφύλαξα τὸ ῥηθέν. σοὶ δ' εἴ τι τοιοῦτον ἔστι, πέμπε καὶ ὑπερεύφραινε.

[244][t]

Πρισκιανῷ.

[1]    Μάραν εἶδες εὐμενῶς· μίαν ταύτην εἴληφα χάριν. νῦν ἥκει χρόνιος· ἂν οὖν ἣν ὀφείλει τούτου μὴ λάβῃς δίκην, αὕτη δευτέρα χάρις. δίδου δὴ καὶ τρίτην, ἐπεὶ τρεῖς αἱ θεαί.

[2] τί οὖν αἰτοῦμεν; τεταλαιπωρημένον ἐν ᾧπερ ἦν τὸν ἄνδρα μεταστῆσαι πρὸς ἔργον ὃ τῷ τηλικούτῳ πρέπει.

[245]

Εὐθηρίῳ.

[1]    Οὐ ταῦτα μέντοι παρ' ἡμῶν ἀπαίρων ἐπὶ τὴν ἀρχὴν ὑπισχνοῦ, σιγὴν καὶ τὸ ποιήσειν ἡμῖν χείρω τὰ πράγματα, ἀλλ' ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα, φησὶ Δημοσθένης, καλὰ καὶ φιλίᾳ πρέποντα, τὰ ἔργα δὲ τὰ ἀπὸ τούτων οὐδαμοῦ, πάλιν ‹ὁ› αὐτός πού φησιν.

[2] ὡς ἔγωγε δέδοικα νῦν μὴ οὐδέν μοι δυνηθῇ τὰ γράμματα καὶ πεπονθὼς ᾖς ὅπερ Ἀνδρόνικος ὁ καλός. καὶ γὰρ ἐκεῖνον ἔπεισε τὸ ἄρχειν ἀγνοῆσαι τοὺς φίλους, ἄρχοντα μὲν ἀξίως ἐπαίνου, δεῖ γὰρ τἀληθῆ λέγειν, τὰ πρὸς ἡμᾶς δὲ αὐτῷ τάχ' ἂν αἰτίαν ἔχοι.

[3] ἀλλά τοι δεῖ νῦν ταύτην δοῦναι τὴν χάριν, ὅπως τι κουφίσαις τῶν πρότερον καὶ μὴ πάντα ἐγκαλῶμεν, μᾶλλον δὲ ὅπως μηδὲν ἐγκαλῶμεν. λύεται γὰρ ἔγκλημα χάριτι τελευταίᾳ καιρὸν ἐχούσῃ, καὶ τοῦτο οἶσθα, εἴπερ οἶσθα Θουκυδίδην, εἰ μὴ καὶ τούτου γε ἐπελάθου τοῦ φίλου.

[4] τί οὖν αἰτοῦμεν; καὶ σκόπει γε ὡς οὐκ ἔξω τῶν νόμων. οἱ τῆς Ἄρκης βουλευταὶ Καρτέριον εἰς αὑτοὺς ἐγγράφουσιν, ᾧ τὸ μὲν λειτουργεῖν οὐδαμόθεν προσήκει, παρ' ἡμῖν δὲ ἐπὶ λόγοις διατρίβει. ὅ τε γὰρ πατὴρ ἱερεὺς αὐτῷ τόν τε πάππον εἰ ζητεῖς, ἄρχοντα εὑρήσεις καὶ τὸ μέγιστον, ὑπ' αὐτῆς τῆς βουλῆς τὴν οἰκίαν ἀφειμένην, ὡς δηλοῖ ταυτὶ τὰ γράμματα, κέλευε δὲ ἀναγινώσκειν.

[5] καὶ μὴ τοσοῦτον παρίδῃς ‹τὸ› δίκαιον μηδὲ ἐπὶ τοῖς Ἄρκαν οἰκοῦσιν ἔστω τῶν αὐτῶν ἀφίστασθαί τε καὶ πάλιν λαμβάνεσθαι, ἀλλ' ἴστωσαν ὡς ὁμοίως ἄδικον τά τε αὑτῶν οὐ κομίζεσθαι τά τε οὐχ αὑτῶν αὑτῶν ποιεῖν.

[6] ἀλλ' ἐκεῖνοι μὲν μηδὲν ὀκνούντων, ἡμῖν δέ γε διὰ σοῦ γιγνέσθω τὰ παρὰ τῶν νόμων ἰσχυρά. τῶν μὲν γὰρ οὐκ αἰσχυνομένων ἐστὶν ἐθέλειν πλεονεκτεῖν, δικαστοῦ δὲ μηδένα ‹ἐᾶν› εἶναι δυνατώτερον νόμου.

[7] καὶ εἰ μὲν ἔγεμεν ὕπνου Καρτέριος ἢ μὴ ἔμελλεν ἐν ῥητόρων φανεῖσθαι χορῷ, βραχὺς ἄν μοι λόγος ἦν τῶν νῦν ἐπ' αὐτὸν πραττομένων· βλάστην δὲ οὕτω γενναίαν διαφθεῖραι καὶ τὸ ἤδη συνειλεγμένον ἐκβαλεῖν τῆς διανοίας, ὃ πέφυκε ποιεῖν ὁ τῶν πραγμάτων θόρυβος, οὔθ' ὅσιον οὔτ' εὐσεβές.

[8] καὶ σύ τοι τὸ ἄρχειν ἔχεις ἀπὸ τοῦ δύνασθαι λέγειν. εἰκὸς δή σε βοηθεῖν τοῖς περὶ τὸν Ἑρμῆν καὶ φαίνεσθαι τιμῶντα τὰς ἀφορμὰς ἀφ' ὧν ἐνταῦθα ἥκεις.

[9] εἰ δὲ βούλει, καὶ τοὐμὸν προσλογίζου καὶ μὴ τὴν ἐπιστολὴν ἀτιμάσῃς, ὅτι ἐστὶν ἐπιστολὴ πᾶν ἂν παθοῦσα σιγῇ. ἀλλ' ὅταν εἰς τὰ γράμματα βλέπῃς, ἡγοῦ καὶ ἐμὲ βλέπειν ἐκεῖνον τὸν πάντα σοι, τὸν ἐκ Διονύσου, καὶ τὸν νέον δοὺς τὸ νῦν εἶναι τοῖς λόγοις ἀπάλλαξον τοὺς οἰκέτας τῆς διαχειρίσεως. [246] [t]

Φλωρεντίῳ.

[1]    Ἀλλ' ἔγωγε παραπλήσιον δοκῶ μοί τι ποιήσειν τοῖς ἐπειγομένοις μὲν ἰδεῖν τὸν ἥκοντα χρόνιον, τῇ προσρήσει δὲ κάτωθεν ἀπὸ τῆς κλίμακος χρωμένοις πρὶν ἰδεῖν ὃν προσαγορεύουσιν. ἐκεῖνοί τε γὰρ τῷ λίαν ἐπιθυμεῖν φθάνοντες τοὺς ὀφθαλμοὺς βοῶσιν ἐγώ τέ σοι μικρὸν ἀπέχοντι τῶν ὅρων ἐν ἐπιστολῇ δηλῶ τὴν ἡδονήν.

[2] τὸν δὲ ἀνεψιὸν φιλῶ μέν, ἐγγὺς δέ εἰμι ‹τοῦ› ζηλοτυπεῖν, ὅτι ὁ μὲν ἀπολέλαυκεν, ἐγὼ δὲ μέλλω. τῆς μέντοι προνοίας εἰ τυγχάνοι μείζονος, οὐκ ἔτι ταύτῃ ζηλοτυπῶ, βουλοίμην δ' ἂν αὐτὸν Ἀθηνᾶς Διομήδην τυγχάνειν, ὅπως ἡμῖν καὶ σώζοιτο καὶ κρατῇ.

[247]

Δημητρίῳ.

[1]    Σύ με οὐκ ἐᾷς αἰτεῖν ὁ πάντα πέμπων πρὶν αἰτηθῆναι. ὁμοῦ γὰρ ὑμῖν τέ τι παρὰ τῆς γῆς δέδοται καὶ ἐμοὶ παρὰ σοῦ, καὶ οὐκ ἔφθη τις εἰπών, ὡς ἀγαθή γε τῶν ἀστυγειτόνων ἡ χώρα, νῦν τὸ καὶ τὸ φύει καὶ ὁ σὸς οἰκέτης ἐγγὺς φέρων ἡμῖν ἐφ' οἷς ἡ χώρα ἐπῃνέθη.

[2] πῶς οὖν ἔστιν ἅ τις εἴληφεν αἰτεῖν, ὅπως ἂν λάβοι; ὁ γεωργός, ὅταν ὁ Ζεὺς οὐχ ὕῃ, ὗσαι τὸν θεὸν αἰτεῖ, ὕοντος δὲ χαίρει καθήμενος, ἀλλ' οὐκ αἰτεῖ.

[248]

Ἰφικράτει.

[1]    Ἀλλ' οὔτε τὰ πρῶτα κακῶς ἐβουλεύθη τοῖς Καισαρίου παισὶ ῥήτορι δεδωκόσιν αὑτοὺς νῦν τε εὕροιεν, ὦ Μοῦσαι, παρ' ἐμοί τι τοιοῦτον, ὑφ' οὗ μνησθήσονται παροιμίας τινός. ἥτις δὲ αὕτη, σὺ μὲν ἴσως ὁρᾷς, ἐμοὶ δὲ οὐ καλὸν λέγειν.

[2] γελῶν δέ σου πρὸς τὴν ἀπολογίαν, ἣν ἐποιοῦ κατηγοροῦντος οὐδενός, πάλιν ἐγέλων, ὅτι σε εὕρισκον φοβούμενον μὴ οὐ τοῦ παντὸς ἀπολαύσωσιν οἱ νέοι τῷ δι' ἄλλων παρ' ἡμᾶς ἥκειν. εἰ μὲν γὰρ ἐχθροὺς ἡγούμην, ἀπέκλειον ἄν· δεξάμενος δὲ ὡς φίλους ἐμαυτὸν ἂν ποιοίην κακῶς, εἰ μὴ τούτους ἀγαθόν, ὅ τι ἂν δύνωμαι.

[3] γελοῖος δ' ἂν ἦν καὶ Διομήδης, εἰ τοὺς ἵππους Αἰνείου λαβὼν ἀντὶ τοῦ θεραπεύειν ἐποίει χείρους τῇ τε ἄλλῃ καὶ χιλὸν οὐ διδοὺς ἐγκαλῶν αὐτοῖς, ὅτι ἦσαν Αἰνείου πρότερον. ἀλλ' εἶπεν ἂν ὁ Ζεύς, ᾧ τῶν ἵππων ἔμελε, καὶ γὰρ αὐτὸς ἐδεδώκει τὸ γένος, ὅτι ὦ παῖ Τυδέως, τὰ σαυτοῦ φθείρεις, ἢν τούτων ἀμελῇς, οἳ σοί τέ εἰσι καὶ σὲ φέρουσι καὶ στεφανοῦσι νικῶντες, ἀλλ' οὐ τὸν Ἀγχίσου.

[249]

Καισαρίῳ.

[1]    Τοὺς Λακεδαιμονίους μεμίμηταί σου τὰ γράμματα. καὶ γὰρ ἐκεῖνοί τε μετὰ τὸ ἔργον ἧκον εἰς Μαραθῶνα βοηθεῖν ἐγνωκότες, ἔδει δὲ οὐδὲν ἔτι βοηθείας, ταυτί τε παρακαλεῖ με πρὸς ἐπιμέλειαν τῶν σῶν υἱέων, οἷς ἐστι παρ' ἡμῖν δύναμις ἑτέροις τὰ τοιαῦτα παρέχειν.

[2] μὴ θαυμάσῃς δὲ εἰ τοσοῦτον οὕτω ταχέως ἴσχυσαν οὕτως ὄντες χρηστοὶ καὶ φιλόμουσοι. μετὰ γὰρ τούτων ὅστις ἔρχεται παρ' ἐμέ, πρὸ τῶν ἄλλων εὐθέως κέκριται καὶ πειθόμενον ἔχει. φέρει δὲ αὐτοῖς οὐ μικρὸν καὶ τὸ σοὺς εἶναι παῖδας, οὗ πᾶς ὁ μνησθεὶς σὺν ἐπαίνοις ἐμνήσθη.

[3]

βούλει τι καὶ τέταρτον εἴπω; συμφοιτητὴς ἐμός, ὁ τούτων θεῖος, Εὐσέβιος. καὶ τοῦτο ἐδιδάχθην αὐτὸς παρ' ἐμαυτοῦ τὸ γένος εὑρὼν ἐπὶ τῆς τοῦ νεωτέρου μορφῆς. [250] [t]

Εὐθηρίῳ.

[1]    Ἥδιον ἐμοὶ τοῦ τὸ ἔθνος κτήσασθαι τὸ σοῦ τὴν ἀρχὴν ἔχοντος τοῦτο οὕτω συμβῆναι. Καισαρίῳ δὲ συγχαίρω μὲν τῶν τρόπων, συγχαίρω δὲ τῆς δόξης, ἣ μείζων τῇ σῇ ψήφῳ γίγνεται, καὶ μάλιστά γε τῆς εὐπαιδίας συγχαίρω. τοσαύτη γὰρ ἐν αὐτοῖς ἐπιεικείας τε φροντὶς καὶ λόγων, ὥστ' εἰκότως ἂν αὐτοὺς καὶ ὁ πατὴρ αἰσχύνοιτο.

[2] σοὶ δὲ πάντα μὲν χαριζοίμην ἂν καὶ εἴ με κελεύεις ἀργὸν φιλεῖν, ὑπακούσομαι· τούτους δέ, τὸ γὰρ ἀληθὲς εἰρήσεται, πρὸ τῶν σῶν γραμμάτων συνέστησεν ἡ φύσις. ὥρα δή σοι χάριν ἑτέραν αἰτεῖν, ὡς ταύτην γε αὑτοῖς οἱ νεανίσκοι δεδώκασιν.

[251]

Ὁνωράτῳ.

[1]    Οὐκ ὀκνήσω σοι περὶ τῶν δικαίων διαλεχθῆναι, ταῦτα γὰρ τὰ σὰ παιδικά, καὶ οὐκ ἂν ἄχθοιο τοῖς ὑπὲρ αὐτῶν λέγουσιν, ἀλλ' εἴ τις ἔχων εἰπεῖν ὑπὲρ αὐτῶν τι σιγῴη.

[2] δοκεῖ δέ μοι καὶ ὁ Ῥαδάμανθυς χαίρειν, ὁπότε καλοῖτο τῷ δικαίῳ βοηθεῖν, ἐφ' ᾧ δόξαν εἶχεν, ὅτι ἄρα τὸ δίκαιον ἰσχυρὸν ποιεῖ.

[3] εἰ μὲν οὖν ὥσπερ περὶ τῶν Ὀλυμπίου τρόπων οὕτως ἐτύγχανες ἀκηκοὼς καὶ περὶ τῶν ἄλλων πραγμάτων, οὔτ' ἂν αὐτὸς ἐπέτρεπες τοῖς ἐπηρεάζουσιν ἡμῖν τ' οὐδὲν ἂν ἔδει τοιαύτης ἐπιστολῆς· νῦν δ' ὡς μὲν ἀγαθός, πολλαχόθεν ἔχεις μαθεῖν.

[4] καὶ πρῶτόν γε παρὰ τῶν Μακεδόνων, οἳ τούτῳ προσόμοιον ἄρχοντα λαβεῖν εὔχονται μέν, λαβεῖν δὲ οὐ δεδύνηνται. παρ' ὧν δ' ἂν ἦν σοι τἄλλα μαθεῖν, οὐκ ἐθέλουσι διδάσκειν, λυσιτελεῖ γὰρ ἴσως αὐτοῖς τὸ πρᾶγμα ἀφανίζειν, ἀλλ' ἐγὼ δηλώσω.

[5] Ὀλύμπιος οὗτος, ὃν δὶς εὖ πεποίηκας, δὶς γὰρ ἡμῶν ἦρξας, ἥξει δὲ ἴσως καὶ ἡ τρίτη, πρότερον μὲν εἰς τὸ Ῥωμαίων ἐτέλει συνέδριον, χθὲς δὲ ὡς εἰπεῖν γέγονεν ὑμέτερος.

[6] ἔπειθ' ὑπὲρ ἀρχαίας ἐνοχλεῖται φορᾶς, οὐχ ὅτι ὀφείλει, πῶς γὰρ ὅ γε οὔπω τότε προσήκων ὑμῖν; ἀλλ' ὅτι ὁμώνυμός ἐστιν Ὀλυμπίῳ τινί. τούτου δὲ οὐκ ἂν ἄξιος εἴη δοῦναι δίκην· οὐ γὰρ αὐτὸς ἔπεισε τοὺς γονεῖς θέσθαι αὑτῷ τοὔνομα.

[7] πρῶτον μὲν δὴ ταύτην, ὦ δαιμόνιε, τὴν σύγχυσιν ἀξίου διορίζειν. ἔπειτα ἐν ταῖς φοραῖς μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φορτίον μηδ' ὁ μὲν παρὼν πλουτῶν ἧττον, ὁ δὲ ἀπών, εἰ καὶ μὴ πλουτεῖ, φερέτω πλέον. ἐν γὰρ τοῖς τοιούτοις εἰς τὸ μέτρον τῆς οὐσίας βλεπτέον, οὐκ εἰς ἐκεῖνα.

[8] τῷ δὲ Ὀλυμπίῳ πάντα καλὰ καὶ μεγάλα πλὴν χρημάτων. ἦν γὰρ δὴ καὶ πατὴρ αὐτῷ δίκαιος καὶ ταῦτα ὢν δυνατός τε καὶ πολλῶν πατήρ, ἀλλ' ὁ τρόπος οὐδ' ὑπὸ τῆς πολυπαιδίας ἐγένετο χείρων.

[9] ὅν μοι δοκεῖ μιμούμενος Ὀλύμπιος ἐν τῇ Μακεδόνων ἀρχῇ γενέσθαι πενέστερος, αὐτοὺς δὲ ἐκείνους ἐποίησεν εὐπορωτέρους. ὥστε εἴ τις αὐτὸν προσείποι σὸν μαθητήν, οὐκ ἂν ἁμάρτοι. καὶ γὰρ ἐν σοὶ ταῦτα πάλαι τε ἦν καὶ νῦν ὁρᾶται.

[10] τούτῳ οὖν δεόμεθα σύμμετρον εἶναι τὴν φοράν, κἄν τις εἰς τὸ λειτουργεῖν ἄγῃ νῦν, διακωλύειν τοῦ νόμου μεμνημένον, ὃς τοῖς ἄρτι δεδομένοις ὑμῖν ἔδωκεν ἀναβολὴν οὐ νομίζων καλῶς ἂν ἔχειν πρὸ τῶν προτέρων τοὺς δευτέρους δαπανᾶν.

[11] πολλὰ τῇ πόλει νῦν ἐπὶ τὸ βέλτιον μετέστη, τί δὲ οὐκ ἔμελλε σοῦ γε ἐφεστηκότος; σχῆμα ἀρχῆς, οἰκοδομημάτων κάλλη, τὸ μὴ τὰ δημόσια τῶν ἰδίων εἶναι ἐλάττω, ταμιεῖον ὑδάτων, δι' οὗ καὶ πρὸς ἡμᾶς ἔστιν ὑμῖν ἁμιλλᾶσθαι.

[12] γενέσθω δὴ καὶ τοῦτο καινόν, τὸ μὴ τοὺς συνέδρους ὑπ' ἐνίων σπαράττεσθαι μηδὲ τοὺς μὲν ἐν γήρᾳ τελευτᾶν οὐ λελειτουργηκότας πάλαι τῶν παρ' ὑμῖν ἀγαθῶν μετέχοντας, τοὺς δ' οὔπω γεγευμένους τῶν παρ' ὑμῖν ἀγαθῶν εὐθὺς ἀπὸ γραμμῆς ἀλγεῖν. εἰ γὰρ μὴ νῦν ταῦτα εἰς τάξιν ἔλθοι, πότ' ἂν ἔλθοι;

[13] δεινὸν φήσει τις εἶναι τὸ μὴ βαδίζειν ἐκεῖσε τοὺς ἐγγεγραμμένους. καὶ πάνυ γε, εἰ μὴ τὸ κωλύον εἴη. ἀλλ' ὅ γε Ὀλύμπιος, ἂν ἐκεῖνο ποιήσῃ, μητρὸς γέγονε προδότης. ἡ δὲ γραῦς τε πάνυ καὶ ἐπιθυμεῖ τοῦ παιδὸς ἁπτομένη τὴν ψυχὴν ἀφεῖναι. καὶ ταύτην ὁ μὴ δοὺς τὴν χάριν ἀσεβέστερος Ἱππομένους. τήν τε οὖν γνώμην θαυμάζοις ἂν εἰκότως καὶ τῶν οὐ δικαίων ἀπολύοις ἀναλωμάτων.

[252][t]

Θεμιστίῳ.

[1]    Ἄριστον μὲν ἀνδρῶν εἰ βούλει νομίζειν Ὀλύμπιον, ὀρθῶς οἰήσῃ· τῶν πλουτούντων δὲ αὐτὸν εἰ τιθείης, οὐ τὰ ὄντα δοξάσεις. καὶ ταῦτα εἰδότες οἱ Ῥωμαῖοι κατέλεξαν μὲν εἰς αὑτούς, ἀφῆκαν δὲ ἀτελῆ.

[2] λέγω δὲ τοῦτο οὐ τοῦ καὶ παρ' ὑμῶν αὐτῷ γενέσθαι τὴν ἀτέλειαν, οὔπω γὰρ τὰ τοιαῦτα ὑμῖν ἡ πόλις πεπαίδευται, καίτοι χρῆν ἐν ᾗ σὺ ζῇς καὶ πολιτεύῃ, ἀλλ' ὅτι τὸν μηδὲν ἐκεῖ τιθέντα δίκαιον παρ' ὑμῖν μήτοι μείζω τῆς δυνάμεως φέρειν.

[3] ὁ δὲ οὐ μείζω μόνον, ἀλλὰ καὶ ὧν ἕτερος ὀφειλέτης, ταῦτα ἀναγκάζεται φέρειν, διότι τούτῳ τε Ὀλύμπιος ὄνομα κἀκείνῳ, δι' ὃν οὗτος ἕλκεται.

[4] καὶ οὐκ ἄρα μάταιος ἦν ὁ τοῦ Μαντιθέου φόβος οὐδ' ὑπὲρ φαύλου λόγον ἀνήλισκεν, εἰ δὴ οὗτος οὐκ ὢν ταὐτοῦ πατρός, ὅτι ταὐτὸν ὄνομα ἔχει, πράγματα ὑπομένει.

[5] φασὶ δὲ αὐτὸν καὶ χορηγὸν ἐνηνέχθαι τῆς τὰ μέγιστα δαπανώσης, ὁ δὲ οὔτε ταύτην οὔθ' ἣν δευτέραν νομίζετε δύναιτ' ἂν ἄρασθαι, φαίην δ' ἂν ὡς οὐδὲ τὴν τρίτην ἄνευ πόνου, καὶ ταῦτ', ἤν τις αὐτὸν κατὰ τὸν νόμον καλῇ.

[6] τοῦτο δὲ ἔσται χρόνοις ὕστερον. οὓς γὰρ νῦν προσειλήφατε παρὰ τῆς μητρός, οὕτω γὰρ εὖ ποιοῦντες καλεῖτε τὴν Ῥώμην, τούτους ἀναβολῇ δεδώρηται βασιλεύς. ἧς εἴ τις Ὀλύμπιον ἀποστερεῖ, μὴ ποιοῦ φορητόν. οὔτε γὰρ αὐτὸν εἴποις ἂν μὴ φιλεῖν φιλοῦντί τε βοηθεῖν αὐτὸν εἰκός.

[253]

Κλεάρχῳ.

[1]    Ψευδόμενοι δέ σέ φασι Διὸς γόνον εἶναι πρός τινά τις ἔφησε τῶν ἐκ Διὸς Ἡρακλείδης περὶ Ἴλιον καὶ τὸ σὲ δὴ δύνασθαι ἐν τῇ πόλει λέγεται μέν, ἐλέγχεται δὲ οὐχ οὕτως ἔχον. οὔκουν οὐδὲν ἐβοήθησας Ὀλυμπίῳ περὶ πάντα ἀδικουμένῳ.

[2]

εἰ δὲ ἔστιν ὡς ἀληθῶς σοι δύναμις, ἕτερον ἀνάγκη χεῖρον ὁμολογεῖσθαι, τὸ μηδέν σοι μέλειν τῶν φίλων. οὐ γὰρ οἶδα τί ἂν δεινότερον ἐπάσχομεν, εἰ ἀπὼν ἐτύγχανες, οὗ νῦν παρόντος βλαπτόμεθα.

[3] εἰ δ' εἰς ἄγνοιαν τῶν πραττομένων καταφεύξῃ, οὔτ' εἰκότα δόξεις λέγειν τήν τε αἰτίαν οὐδὲν μᾶλλον ἀποφεύξῃ. καὶ γὰρ αὐτὸ τὸ μὴ τὰ τοιαῦτα ζητεῖν ἔγκλημα.

[4] ἑλοῦ δὴ τριῶν ὅ τι βούλει, ἢ παῦσαι τοὺς ἀδικοῦντας ἢ φαῦλος εἶναι λέγειν ἢ ἀσθενής. οἶδ' ὅτι τὸ τρίτον ἐρεῖς εἰρωνευόμενος, πλὴν οὐ λήσεις γε εἰρωνείᾳ χρώμενος.

[254]

Καισαρίῳ.

[1]    Οὐκ ἄρα μέχρι τῶν παίδων εὐδαίμων τις εἶ χρηστῶν τε ὄντων καὶ παιδείας ἐρώντων, ἀλλά σε καὶ ὁ κηδεστὴς οὕτω καλεῖσθαι ποιεῖ ταῦτα ἀμφότερα ὤν.

[2] καί μοι δοκεῖς ἐν τῇ περὶ τοῦ γάμου βουλῇ οὐ μέτρα γῆς καὶ χρυσοῦ σταθμὸν θαυμάσαι μᾶλλον ἢ ὅτι γε τὴν ψυχὴν εὕρηκας χρυσῆν ἔχοντα ὡς ἀληθῶς.

[3] ἔγωγέ τοι τὴν μὲν ἀρχὴν τοῦ φιλεῖν ἔλαβον ἀπὸ τῶν παρὰ σοῦ γραμμάτων, χωρῶν δὲ καὶ πρὸς τὴν πεῖραν οὐκέτι σὴν χάριν τοῦτον, ἀλλὰ σὲ μᾶλλον νῦν ἢ πρότερον διὰ τοῦτον ἀγαπῶ.

[4] τί γὰρ οὐ τῶν τοῦδε καλόν; οὐ πρᾷος; οὐκ ὀξὺς τὸν νοῦν; οὐκ εἰπεῖν δεινός; οὐ κρίνειν ἀγαθός; οὐ τοὺς Κορύβαντας παριὼν ἐν τῇ περὶ τοὺς λόγους μανίᾳ;

[5] βούλει μέ τι τῶν ἀπορρήτων εἰπεῖν; πολλάκις μὲν εἰσῆλθεν ὡς ἐμὲ διακείμενον ἀργῶς, ἐγένετο δὲ ἀντὶ κέντρου φανείς. πρὸς γὰρ τὸ πρῶτον ῥηθὲν ἀναπηδῶν προῆγέ μοι τὴν γλῶτταν εἰς ἀκμήν, ὥστε ἐμαυτῷ συνηδόμην.

[6] τῆς γε μὴν χρηστότητος ἀρκοῦν τεκμήριον ἡ παρ' ἡμᾶς ὁδός· ὃ γὰρ ἄλλοις ὑπ' ἀδελφῶν οὐ γεγένηται, παρὰ τοῦδε γέγονεν εἰς ἀδελφοὺς γυναικός.

[255]

Εὐδαίμονι.

[1]    Παλαιὸν ἔμοιγε τοῦτο τὸ πάθος τοῖς τῶν Ἑλλήνων ὀνόμασι χαίρειν καὶ τοὺς ‹τοῖς› ἔξω τούτου συμφερομένους ἀδικεῖν ἡγεῖσθαι ῥητορικήν· ἠθύμουν δὲ πρότερον τὸν συνερῶντα οὐκ ἔχων οὐδ' ὅστις ἦν ἕτοιμος κοινωνεῖν τῆς περὶ ταῦτα θήρας.

[2] ἤδη δέ τις καὶ κατεγέλασέ που καὶ οὐ περὶ μειζόνων ἔφησέ με φροντίζειν ἢ οὓς ἔφησεν ἡ κωμῳδία σκοπεῖν περὶ τῶν τῆς ψύλλης ποδῶν. ὥστ' εἴ μέ τι καὶ διέφυγεν, οὐχὶ θαυμάζω μόνον μὴ δυνηθέντα διὰ τοῦ παντὸς ἐλθεῖν.

[3] ἀλλ' ἐπειδὴ ἧκες ἡμῖν ἐξ Αἰγύπτου ‑ καὶ πολλὰ ἀγαθὰ γένοιτο τῷ περιθέντι τὴν ἀνάγκην, ὃς σὲ ἐκάλεσε μὲν ἐπὶ δίκην, ἔδωκε δὲ ἄκων τῇ πόλει τοὺς ἐν σοὶ λόγους ‑ ἐνταῦθα δὴ τῆς παροιμίας ἔτ' ἄμεινον ᾐσθόμην, ὡς ἄρα σύν τε δύ' ἐρχομένω μέγα ἀλλήλοις εἰσίν.

[4] ἀλλ' ἴσως ἐνταῦθα οὐκ ἀλλήλοις, ἀλλ' ἐμοὶ σύ. τὸ μὲν γὰρ ἐρωτᾶν ἐμὸν ἀεί, τὸ δὲ ἀποκρίνεσθαι γεγένηται σόν, ὥστ' οἶμαί σε καὶ ἀποκναῖσαι τῷ τῶν ἐρωτημάτων πυκνῷ τῶν μὲν ἐν γραμματίοις πεμπομένων ἐπὶ συνουσίᾳ σοι τῶν νέων καθημένῳ, τῶν δὲ οἴκαδε σῖτον αἱρουμένῳ πολλάκις.

[5] τὸ πολὺ δὲ ἐποίουν καὶ αἱ νιφάδες, ἡνίκ' ἂν ἀλλήλοις ἐντύχοιμεν. οὐ γὰρ ἡμῖν οἱ λόγοι περὶ προσόδου τῆς ἀπὸ τῆς τέχνης οὐδ' ὑπὲρ ἐδωδῆς καὶ τί δεδειπνήκαμεν καὶ τί μέλλομεν οὐδ' ὅστις ἔξεισι τῆς ἀρχῆς καὶ διαδέξεται τίς. τουτὶ γὰρ οὐδὲν πρὸς τὰς Μούσας εἶναι δοκεῖ.

[6] ἀλλ' ἐγώ σε ἰδὼν ἕλκων ἂν εὐθὺς πρὸς τὰ γέρρα τῶν ἐργαστηρίων καὶ κατέχων καὶ μόνον οὐ προσηλῶν εἰς τὴν τῶν ὀνομάτων ἐνεβίβαζον βάσανον, σὺ δὲ ἀπέκρινες τὰ νόθα τῶν γνησίων τοῖς μὲν βοηθῶν ἐξεληλαμένοις ἀδίκως, τὰ δὲ ἐκβάλλων ὡς οὐ δικαίως τιμώμενα. ταὐτὰ δέ, ταὐτὰ ἡμῖν καὶ τὰ προάστεια σύνοιδεν, ἐφ' ὧν καθήμενοι τοὺς ἄρχοντας ἀναμένοντες ἐξ ἀποδημίας ἰόντας εἴχομεν ὅ τι ἐργασόμεθα.

[7]

πάντα μὲν οὖν ἀριθμεῖν τοῦ Ἀπόλλωνος ἂν εἴη τοῦ καὶ τὴν ἄμμον ἔχοντος εἰς ἀριθμὸν ἄγειν, δοὺς δὲ ἡμῖν ὦ Ἡράκλεις λέγειν, ἐπειδὰν καλῶμεν τὸν θεόν, καίτοι τις οὐ τῶν ἐν φαύλῃ δόξῃ δεῖν ἐξαίρειν ἔφασκε τὸ ἰῶτα πλὴν ὅστις σχετλιάζει, τοῦτον δὲ οὐκ εἴργει τοῦ γράμματος, καλεῖν δέ γε οὐκ ἐᾷ μετὰ τοῦδε τοῦ γράμματος, ἀλλὰ σὺ τριπλῆν ἀνεὶς τῇ κλήσει τὴν ὁδόν, ὧν ἡμῖν τὼ δύο, ποιηταῖς δὲ οὐδὲν ἄβατον ἅτε ἐπτερωμένοις, ἡμῖν τε ἴσθι καὶ τῷ θεῷ μεγάλα κεχαρισμένος. καὶ προσδέχου τι παρ' ἐκείνου χρηστόν. οἶσθα δὲ ἡλίκας ἐδίδου δωρεὰς καὶ πρὸ τῆς εἰς οὐρανὸν πορείας Ἡρακλῆς.

[8] ἄλλος μὲν οὖν ἂν ἐπαινέσας τὴν περὶ τοὔνομα τέχνην ἀπηλλάγη τῶν ἄλλων οὐδὲν ἰδών, ἐμοὶ δὲ δοκεῖς οὐ μᾶλλόν γε τῷ διδάσκειν ὠφελεῖν ἢ τῷ μετὰ κάλλους εὐφραίνειν.

[9] κάλλη δέ σοι τὰ μὲν ἐξ Ἰταλίας, τὰ δὲ ἐξ Αἰτωλίας, ἐνταῦθα μὲν ἀπὸ τῆς εἰκόνος καὶ τῶν ἐν οἴνῳ πεπραγμένων, ἐκεῖ δὲ ἀπὸ τῶν διὰ τῶν Εὐριπίδου σεσωσμένων. ὁρᾶν γὰρ δὴ δοκῶ τοὺς ἐπτηχότας καὶ τρέμοντας φαιδροὺς ἐπὶ τοῖς ᾄσμασι καὶ τεθαρρηκότας. καὶ χαίρω γε, νὴ τὴν Ἀθηνᾶν, ὅτι μοι ὁ Εὐριπίδης, οὐκ ἀγνοεῖς ὅπως περικάομαι τοῦ ποιητοῦ, τοῖς ἠτυχηκόσι τῶν πολιτῶν ἀπὸ τῶν δραμάτων ἐφύλαξε τὰς ψυχάς.

[10] ὅν μοι δοκεῖς καλέσαι μάρτυρα μόνον οὐχ ὡς οὐκ ἔχων καὶ ἄλλους ὑπὲρ τῶν αὐτῶν καλεῖν, ἀλλ' ἵνα μοι παράγων τἀμὰ παιδικὰ μόνον καὶ τῇδε χαρίζοιο. πεποίηκας γὰρ προσόμοιόν τι τῷ πόμα μὲν ὅ τι δήποτε παρὰ τοῦ διψῶντος αἰτηθέντι, δόντι δὲ Θάσιον οἶνον, διότι τὸν ᾐτηκότα ἠπίστατο τῷ Θασίῳ προσκείμενον. τοῦτο γάρ ἐστιν ὁμοῦ καὶ τὸ δίψος ἀκέσασθαι καὶ μετὰ μείζονος ἡδονῆς.

[11] εἶτα οὐ σύ γε εὐδαίμων ὡς ἀληθῶς τοιαῦτα διερευνώμενος καὶ τοιαῦτα δωρούμενος, μᾶλλόν γε ἢ Ἀνθεμίων τε καὶ Ἰσχόμαχος ἐπὶ τῷ μεγέθει τῶν χρημάτων καὶ Νικίας ἐπὶ τῷ πλήθει τῶν ἀνδραπόδων; ἐμοὶ γὰρ εἴη τοιαῦτα ἰχνεύειν ἕνα ἔχοντι Δᾶον.

[256]

Πρισκιανῷ.

[1]    Λουκιανὸς ὁ οὐ πάντα εὐτυχὴς αὐτὸς μὲν οὐκ ἐτόλμησέ μοι προσελθεῖν, οὕτως ὧν προήχθη ποιῆσαι κατεγνώκει, τὸν δὲ ἐμοί τε καὶ σοὶ φίλτατον καὶ ᾧ μὴ χαριζόμενος αἰσχυνοίμην ἄν, Παγκράτιον τὸν ἄρχειν ἐπιστάμενον καὶ λέγειν καὶ ᾧ τὸ τιμᾶσθαι κατὰ τοὺς τρόπους μᾶλλον ἢ τὴν δόξαν ἐγένετο τοῦ πατρός, οὗτος δὴ ὁ Παγκράτιος ἐκέλευέ με συγγνώμην αἰτεῖν ἐν γράμμασι τῷ μὲν μεμφόμενος, σὲ δὲ δώσειν ἐλπίζων.

[2] ὁ δὲ Λουκιανὸς εἱστήκει σιγῇ κύπτων εἰς γῆν καὶ ἠλέησα τὸν ἄνθρωπον ὁμολογοῦντα τῷ σιγᾶν μηδὲν ἔχειν εἰπεῖν.

[3] δέομαι δή σου, μᾶλλον δὲ τοσοῦτον ὑπειπὼν εἶτα δεήσομαι. τὸν Ἄδμητον ὅταν εὑρίσκῃς σώζοντα τὸν ἐχθρὸν καὶ τοσοῦτον ἀπέχοντα τοῦ ποιῆσαι τὸν Θεμιστοκλέα κακῶς ὥστε καὶ συμπράττειν, ὅπως ἥξει τάχιστα οἷπερ ὥρμητο, καίτοι γε οὐκ ἦν ἄδηλον ὡς ἐν τῷ βοηθεῖν ἐκείνῳ λυπεῖν ἦν τοὺς ἐξαιτοῦντας, οἱ δὲ ἦσαν αἱ μέγισται τῶν Ἑλληνίδων πόλεων, ἀλλ' ὅμως τὴν ἱκετείαν τοῦ δυσμενοῦς ᾐδέσθη μᾶλλον ἢ τὸν κίνδυνον ἐφοβήθη ‑ πότερον οὖν τῇ φιλανθρωπίᾳ τὸν βασιλέα τῶν Μολοττῶν εἰς ἀναισθήτους τίθης ἢ θαυμαστὸν ἄγεις τῇ μεγαλοψυχίᾳ καί σοι δοκεῖ διὰ τοῦτο μᾶλλον ἂν εἰκότως ἢ τὴν ἀρχὴν μακαρίζεσθαι;

[4] νῦν δή σου δέομαι μιμήσασθαι ἃ θαυμάζεις καὶ τὴν πρὸς τοῦτον ὀργὴν ἀνελεῖν διὰ τοὺς φίλους ἢ τηροῦντα ταύτην ἀνιᾶσαι τοὺς φίλους.

[5] ἠδίκει Λουκιανός, αὐτὸς τοῦτό φησιν, ὥστ' οὐδὲν δεῖ κατηγόρου. τί γὰρ ἄν τις ἐλέγχοι τόν γε ὁμολογοῦντα; καιρὸς οὖν τῆς συγγνώμης οὗτος τοῦ μὲν ἐν ταῖς αἰτίαις οὔτ' ἀρνουμένου καὶ κατεσθίοντος ἀντ' ἐκείνων αὑτόν, τῶν δὲ τὰ σὰ βουλομένων εὐδοκιμεῖν συνδεομένων ἡμῖν σοῦ τ' εἰκότως ἂν μήθ' ἡμᾶς ἀτιμάζοντος δίκην τε οὐ ζητοῦντος παρὰ τοῦδε μείζω τοῦ πεπεῖσθαι τοῦτο αὐτόν, ὡς ἄρα ὀφείλει τὴν ἐσχάτην.

[6] ἦν μοι ῥᾷστον ἐπιτείνειν τὴν ἐπιστολήν, ἀλλ' ἔδεισα μὴ οὐ δόξῃ φίλου πρὸς φίλον εἶναι τὸ μῆκος. τοῖς γὰρ οὕτως ἔχουσι πρὸς ἀλλήλους ἀρκεῖ καὶ νεῦσαι. οὔκουν δεῖ προσθήκης, ἀλλ' ἀπολογίας μᾶλλον τοῦ τοσαῦτα εἰρῆσθαι.

[257]

Αὐξεντίῳ.

[1]    Οὐ τῷ δέξασθαι τὰ ξένια μᾶλλον ἔδειξα τὸ φιλεῖν ἢ τῷ λυπηθῆναι πρότερον οἷς ἐλυπήθην. ἦν γὰρ ἐρῶντος, οἶμαι, καὶ ζηλοτυποῦντος τό τι τῶν σῶν ἐμοῦ ζῶντος ὑφ' ἑτέρου πράττεσθαι μὴ φέρειν.

[2] ἐντεῦθεν ἐγὼ μὲν ἐδήχθην τὴν καρδίαν, σὺ δὲ ἴσως ἐκαλλωπίζου Φάων τις ἕτερος ἡγούμενος εἶναι.

[258]

Δημητρίῳ.

[1]    Ἀλλ' αὐτά γε ἑορτὴ τὰ σὰ γράμματα καὶ πᾶν ὅ τι περ ἂν ἀφικνῆται παρὰ σοῦ. καλῶς δὲ ἐποίησας καιρὸν τοῖς ξενίοις εὑρών· νῦν μὲν γὰρ ἡμῖν ὡς ἀληθῶς ἔπεμψας, τότε δ' ἂν εἰς τὰς χεῖρας τῶν ἁρπάζειν βλεπόντων.

[2] ὁ μὲν οὖν Εὐφήμιος ἐπειδὰν ἔλθῃ, δώσει τὰς ἀποκρίσεις. νῦν μὲν γὰρ ὡς τὸν βασιλέα θήρᾳ τερπόμενον ἔδραμε καλούμενος.

[3] ὑπὲρ δὲ τοῦ σίτου πάντα μὲν οἶμαι κινήσειν τὸν χρηστὸν Ὀλύμπιον, πράξειν δὲ ἢ οὐδὲν ἢ μικρόν, οὐ πολύ τι βέλτιον τοῦ μηδενός. τὸ δὲ αἴτιον, ὁ τοῦ δοῦναι κύριος ὀμώμοκε πολεμήσειν ταῖς Μούσαις.

[259]

Εὐθηρίῳ.

[1]    Συκοφάντην σε τὸ ἐρᾶν πεποίηκε καὶ πάντας πλὴν ἐμοῦ νομίζεις οὐδέν. ἔστι δὲ ὁμοίως ἄτοπον καὶ φαύλους ἐπαινεῖν καὶ μὴ θαυμάζειν τοὺς ἀγαθούς. Ἀκάκιον δὲ μὴ νομίζων ἕνα τῶν περὶ τὸν Ἑρμῆν ἐμέ τε λυπεῖς καὶ πρὸ ἐμοῦ τὸν θεόν.

[2] οὔκουν ἐκβαλοῦμεν ἅττα ἔχει μαθὼν παρ' ἐκείνου Φιλόπατρις, ἀλλ' ἐποικοδομεῖν πειρασόμεθα καὶ δέξεται λόγους τοῖς ἔμπροσθεν ἀδελφούς.

[260]

Ἰφικράτει.

[1]    Οὔτ' ἀληθῆ γράφεις οὔθ' ἡμῖν κεχαρισμένα, ὃς τοσοῦτον ἡμῖν προσεπάλαισας χρόνον. παρ' ἡμῖν δὲ εἰ μέν τι κεῖται χρηστόν, οὐκ οἶδα, τῶν δὲ ὄντων ἀπολαῦσαι πρόκειται τοῖς ἐθέλουσι μᾶλλον ἢ κρηνῶν. καὶ τῶν νέων οὗτος φιλεῖται πλέον ὅστις αἴτιός μοι πλείω πονεῖν.

[2] Φιλόπατρις δὲ εἰ πείσειεν αὑτὸν κτῆμα καλὸν εἶναι τοὺς λόγους, ἥξει φέρων ὑμῖν ἐφ' οἷς ἡδίω σε ποιήσει. σὺ μέντοι με ἤδη πεποίηκας ἡδίω τὸν ἄρχοντα φάσκων εἶναι τοῦτο ὃ καλεῖται. καὶ ἔχω χάριν Εὐθηρίῳ μέν, ὅτι ἐστὶν ἀγαθός, σοὶ δέ, ὅτι τοιαῦτα περὶ Εὐθηρίου μηνύεις.

[261]

Εὐσεβίῳ.

[1]    Σὺ μὲν ἃ πατέρα εἰκὸς ἐπέσταλκας, ἐγὼ δὲ οὐδὲν βελτίων ὑπὸ τῆς ἐπιστολῆς γεγένημαι. ἃ γὰρ ἂν ἄλλος ἐπὶ τοῖς γράμμασιν ἔπραττε, ταῦτ' ἐποίουν ἐγὼ πρὶν ἥκειν τὰ γράμματα. ὅστις δὲ ἁπάσῃ τῇ ῥώμῃ χρώμενος εἶτα παρακαλεῖται, τὸ χαρίσασθαι τοῖς παρακαλοῦσιν οὐκ ἔχει.

[2] μεμνημένος δὲ ἀμοιβῶν ζήτει καὶ τὰς ἐμοὶ πρεπούσας. αἱ δέ εἰσιν εἰπεῖν τι περὶ ἐμοῦ βέλτιον, εἴ τί σοι γένοιτο παρ' ἡμῶν καλόν. χρημάτων δὲ εἰ πολλῶν ἐπεθύμουν, οὐκ ἂν ἦν μοι νῦν ὀλίγα.

[262]

Ὑπερεχίῳ.

[1]    Εἰ δὲ μὴ παῖς ἦν Εὐθηρίῳ παρ' ἡμῖν κἀκεῖνος ἐδεῖτό σου γράφειν, ἐσίγας ἂν ὥσπερ πρότερον, καίτοι σε ἐδιδάξαμεν λέγειν. σὺ δ' ἐν τοῖς ἄλλοις τούτῳ χρώμενος, ᾧ τὰ ὄντα καὶ σώζεις καὶ πλείω ποιεῖς, οὗ δεῖ τι φθέγξασθαι, τὸ πρὸς ἡμᾶς ἄφωνος εἶ, καὶ ταῦτα πράττων, ὡς ἂν ἡμεῖς εὐξαίμεθα, καὶ τῶν πραγμάτων χρηστὰ δηλοῦν διδόντων.

[2] ἀλλ' ἐγώ σε οὐκ εἰσπράξομαι δίκην ὧν αἰτιᾶσθαι ἔχω. διὰ τοῦτο καὶ τὸν Ἱέρωνα πρὸ πολλῶν ἐποιησάμην καὶ Φιλόπατρις ὧνπερ Ἱέρων τεύξεται, μᾶλλον δὲ ἤδη τετύχηκεν ἐμοῦ σοὶ χαρίζεσθαι διὰ τῶν εἰς ὁντινοῦν Ἀρμενίων ἡγουμένου.

[263]

Κρισπίνῳ.

[1]    Διατριβαὶ μὲν ἡμῖν ἐπὶ λόγοις οἷαίπερ πρότερον, οὐ μέντοι γε ἡδοναὶ ταῖς ἔμπροσθεν παραπλήσιαι. τοσούτων γάρ μοι καὶ τοιούτων καὶ φίλων καὶ συγγενῶν οἰχομένων ἡ λύπη κρατεῖ καὶ τέρψις οὐδαμόθεν, ὥστ' εἰ μὴ λίαν ᾐσχυνόμην, παραιτησάμενος ἂν τὰς Μούσας μὴ χαλεπαίνειν λιπὼν ἂν τὴν τάξιν ἐγεώργουν.

[2] ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θεῷ δοκεῖ, χωρείτω· τῶν δ' ἡμῖν πεποιημένων τὰ μὲν ἔχεις, τὰ δὲ οὐκ ἔχων ζητεῖς. δεῖ δή σε φράζειν, ὁπόσα ἔχεις. οὕτω γὰρ ἃ δεῖ σε λαβεῖν διδάξεις. οὐ γὰρ ἄξιον ἡμῖν κόπτεσθαι τηνάλλως τοὺς βιβλιογράφους. μήνυε δὴ καὶ τόν τε Θεόφιλον ἐνεργὸν εὑρήσεις ἡμᾶς τέ σοι χαρίζεσθαι βουλομένους. [264] [t]

Ὁνωράτῳ.

[1]    Ἔοικάς τι λελυπηκέναι τὸν ἑταῖρον ἡμῖν Ἀσκληπιόν. οὐ γὰρ ἄν με ταῖς ἐσχάταις ἀνάγκαις ἐβιάζετο γράφειν, εἰ μή τινος αὐτῷ δίκην ὤφειλες ἢ μείζονος ἢ ἐλάττονος.

[2] ἐγὼ δὲ πολλὰ μὲν ἐδεήθην αὐτοῦ μὴ τοιαῦτά σοι φέρειν, ἐξ ὧν ἀνιάσει, τεκμαίρομαι δὲ σοὶ προσίστασθαι τὰ ἡμέτερα τῷ μηδὲν ἡμῖν ἐκεῖθεν ἐλθεῖν. ὅτι γὰρ οὐ πάνυ Μελιτίδης, αἰσθάνεται τῆς μεταβολῆς.

[3] διὰ μὲν δὴ ταῦτα παρῄνουν ἐμαυτῷ σιγᾶν καί μοι μετέμελε τῶν ἔμπροσθεν ἐπεσταλμένων, πάντως δὲ ἔξεστί μοι καὶ μὴ γράφοντι φιλεῖν.

[4] ἐπεὶ δὲ ἄγχων Ἀσκληπιὸς καὶ φάσκων οὐδ' ἄν, εἴ τι γένοιτο, ἀφήσειν ἐνέβαλεν εἰς τὴν ἐπιστολήν, ποίησον ὃ τὸν δίκαιον εἰκός. εἰ δέ τις ἀηδία γένοιτο διὰ τῶν γραμμάτων, ἀφεὶς τοὺς κήρυκας αἰτιῶ τὸν Ἀγαμέμνονα.

[265]

Τῷ αὐτῷ.

[1]    Ἰδού σοι καὶ βασιλέως ἐπιστολὴ βουλομένη μηδὲν ἡμῖν ἀδικεῖσθαι τὸν Ὀλύμπιον οὐχ ὡς οὐχὶ καὶ τῆς σῆς γνώμης ἀρκούσης τε καὶ τοῦτο ἀεὶ ζητούσης, ὅπως μηδὲν ἔξω τοῦ δικαίου πράττοιτο, ἀλλ' οἱ τὸν ἄνδρα φιλοῦντες, πολλοὶ δὲ οὗτοι καὶ δυνατοί, τὸ μηδὲν παρεῖναι τῶν φερόντων εἰς βοήθειαν τοῦ τι παραλιπεῖν ἡγήσαντο κάλλιον καὶ ὅπως τά τε γράμματα ἔσται προὐνοήθησαν καὶ πέμπειν ἐκέλευον, ὥστε οὐκ ἦν ἀπειθεῖν.

[2] ἀλλ' ὅμως, ἤν τι κατὰ νοῦν ἡμῖν ἐκεῖθεν χωρῇ, τὸν τοῦ παντὸς οὐκ ἀγνοήσομεν κύριον οὐδ' ὅτι τοῖς τοιούτοις γράμμασιν ἀπὸ τῆς ὑμετέρας ψήφου τὸ κρατεῖν ἢ μή.

[266]

Πρισκιανῷ.

[1]    Τοῦ τὴν ἐπιστολὴν φέροντος υἱὸς φοιτᾷ παρ' ἡμᾶς. ἐπιμελοῦμαι οὖν τοῦ μέν, ὡς εἰκὸς μαθητοῦ, τοῦ δὲ ὡς πατρὸς μαθητοῦ, τῷ μὲν ὧν ἔχω λόγων διδούς, τῷ δὲ τὸ σὸν εὐμενές.

[2] ἀλλ' ἔστιν αὐτῷ καὶ ἀδελφός, ὃν οὔπω μὲν εἶδον, ὡς δὲ ἀδελφὸν τοῦδε βουλοίμην ἂν εὖ παθεῖν.

[267]

Ἐκδικίῳ.

[1]    Οὔτ' ἀγνοοῦμέν σου τὴν γνώμην ἣν ἔχων τυγχάνεις περὶ τὴν ἀρχὴν εἰδότες τε ὅπερ εἰκὸς φίλους ἐπὶ τοῖς τοιούτοις ποιοῦμεν. Μαξίμῳ δὲ συγχαίρων τῆς παρὰ σοῦ τιμῆς ἐλπίδας ἔχω καὶ τὸν υἱὸν τὸν ἐκείνου τεύξεσθαί τινος εὐνοίας.

[2] ὃν ἐβουλόμην μὲν ἕνα τῶν παρὰ σοὶ συνηγόρων εἶναι καὶ πολλάκις γε πρὸς τὸν Ὑπερέχιον ἐπῄνεσα τούς τε περὶ ταῦτα πόνους τό τε ἀπὸ τῶν πόνων ὄνομα, βλέψαντα δὲ ἑτέρωσε καὶ νομίσαντα θᾶττον ἐκείνως εὖ πράξειν οὐδ' οὕτως ἠδυνήθην ἐγκαταλιπεῖν, ἀλλ' ὧν ἀφεῖλκον, ἐπὶ ταῦτα συμπράττειν ἠναγκαζόμην οὐ πεπεικὼς ἐκεῖνα καὶ τῶν τε ἐνταυθοῖ συνεφηψάμην παρὼν τῶν τε ἐκεῖ διὰ τῶν γραμμάτων ἐφάπτομαι φίλοις μὲν ἐνταῦθα χρησάμενος εἰς τὴν κρηπῖδα, φίλῳ δὲ ἐπιστέλλων ὑπὲρ τοῦ τέλους.

[3] εἰκὸς δέ με τῶν ἐκεῖθεν ῥᾷον τυγχάνειν, οὐ μόνον ὅτι σὺ μέν μοι πάλαι φίλος, οἱ δὲ χθὲς ὡς εἰπεῖν ἔγνωσάν τε καὶ ἐγνώσθησαν, ἀλλ' ὅτι καὶ πολίτην εὖ ποιήσεις ἐν οἷς ἐμοὶ χαριῇ. τοῖς δὲ τοῦτο οὐκ ἐγίγνετο.

[4] ἀλλ' ὅπως μὴ βοήσῃς ἀκούσας χάριν. ἔστι γὰρ καὶ τὸ δίκαιον τηροῦντα χαρίσασθαι τῷ μέγα ποιουμένῳ μὴ τῶν δικαίων ἔξω παθεῖν κακῶς. ὃ καὶ νῦν ἴσως ἔσται. τῶν πραγμάτων γὰρ ἀφιέντων, ἂν μὴ τὸ σὸν ἀντιστῇ, σοὶ τὴν χάριν οὐχ ἧττον ἢ τοῖς πράγμασι σχήσομεν. καὶ οὕτως ἡ πόλις οὐδὲν ἀδικήσεται, σὺ δ' ἡμῖν ἐν εὐεργέταις γεγράψῃ.

[268]

Γερμανῷ.

[1]    Ἐγώ σε οὔπω μὲν εἶδον, ἰδεῖν δὲ ἐπιθυμῶ, φιλῶ δὲ καὶ πρὶν ἰδεῖν· οὕτω πολλὰ καὶ καλὰ παρ' ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἀγγέλλεται περὶ σοῦ. φιλοῦντα δὲ μὴ καὶ θαρρεῖν χάριν αἰτεῖν ἕν τι τῶν ἀτόπων ἡγούμην.

[2] αἰτῶ δή σε τονδὶ τὸν νεανίσκον, Ὑπερέχιος ὄνομα αὐτῷ, μετὰ πάσης ἡμερότητος δέξασθαί τε καὶ πέμψαι διὰ τάχους. τάχους γάρ, οἶμαι, δεόμενος ἀφεὶς ἡμιόνων ζεῦγος ἵππον ἐλαύνει καὶ ταῦτα ἐλάττονι τοῦ πόνου χρώμενος σώματι.

[3] ἀλλ' ἐν σοί γέ ἐστι πολλὰ τῆς ταλαιπωρίας ἀφελεῖν. ὃ ποιήσας, ὅ τι δυναίμην ἂν ὑπουργεῖν, ἐπίταττε. καλὸν δὲ οἶμαι τῆς τῶν γραμμάτων ἀρχῆς παρ' ἐμοῦ γεγενημένης τὴν τῶν ἔργων γενέσθαι παρὰ σοῦ. οὕτω γὰρ ἂν εἰς ἴσον κατασταίημεν ἀλλήλοις, μᾶλλον δέ, καὶ οὕτω σὸν τὸ νικᾶν, εἴπερ ἀμείνω τῶν λόγων τὰ ἔργα.

[269]

Εὐθηρίῳ.

[1]    Ὄντως ὁ Νεμέσιος Ἑρμῇ φίλος. οὐ γὰρ ἂν οὗτος οὔτ' ἔλεγεν οὕτως οὔτ' ἔκρινεν ἄλλον, εἰ μὴ τῆς εὐνοίας ἀπήλαυε τοῦ θεοῦ, ἐπεὶ καὶ Ὅμηρος μνησθεὶς Ἕκτορος μεγάλα εἰργασμένου Διὶ φίλον αὐτὸν ἐκάλεσεν ἐνδεικνύμενος ὡς μετὰ τῆς ἐκείνου ῥοπῆς πάντα ἐπέπρακτο.

[2] θαυμάζων δὲ αὐτὸν ὡς ἀγαθὸν ῥήτορα φιλεῖν εἶχον, ὅτι μοι δῆλος ἦν χαίρων τοῖς σοῖς ἀγαθοῖς. τήν τε γὰρ ἐπὶ τῆς ἀρχῆς ἀρετὴν ἐμήνυσε σὺν ἡδονῇ διηγούμενος τοῖς τε ἡδέως ἀκροωμένοις εἶχε χάριν οὐχ ὡς ἄν τις τὰ ἄλλου ἐκδιηγούμενος, ἀλλ' ὡς ἄν τις τὰ αὐτὸς αὑτοῦ.

[3] σοί τε οὖν συνήσθην τῆς τοῦ ἐραστοῦ μανίας τούτῳ τε τοῦ κάλλους ὧν ἐδίωξε παιδικῶν. ἀλλ' ἧκε μὲν ἐκεῖθεν φαιδρὸς καὶ εὐθὺς ἠπείγετο πρὸς τὸν ἤπιον ἄρχοντα, δέξῃ δὲ αὐτὸν ἐπαινοῦντα μὲν καὶ τὰ παρόντα, μὴ ποθεῖν δὲ οὐ δυνάμενον ἐκεῖνα.

[4] δάκρυα δέ, ὁπόσα αὐτῷ κινήσεις μέλλων ἀπαίρειν, ὁρᾶν δοκῶ. παραμυθείσθω μέντοι τούτῳ γε αὑτὸν τῷ πάλιν ὑπὸ σοὶ τὴν Ἀρμενίαν ἴσως ἂν γενέσθαι μετὰ μείζονος τοῦ σχήματος. τὸ παράδειγμα δὲ ἐγγύθεν. τοῖς γὰρ τὰ ἐλάττω καλῶς ὑμῖν διῳκηκόσι μείζων εὐθὺς ἀρχή, τὸ αὐτὸ γέρας τε καὶ πόνος.

[5] ταυτὶ μὲν οὖν τελοίη θεός, Ὀλυμπίῳ δὲ φράζε θαρρεῖν ὡς ἐμοῦγε καὶ τοῦ δικαίου χάριν καὶ ὅτι σὺ κελεύεις ἕξοντος ἐν μεγάλῃ προνοίᾳ τὰ τῶν νέων.

[270]

Ὀλυμπίῳ.

[1]    Τεύξονται πάντων τῶν δικαίων οἱ σοὶ παῖδες παρ' ἡμῶν, πρῶτον μὲν κατ' αὐτὸ τὸ τοῦ δικαίου μέρος καὶ τὸ δεῖν οὕτω ποιεῖν τόν γε οὐ πονηρὸν ἡγεμόνα· ἔπειθ' ὅτι παρακαλεῖ μὲν ὑπὲρ αὐτῶν Εὐθήριος, ἦγε δὲ αὐτοὺς Νεμέσιος, ὁ μὲν ἄρχων ἄριστος, ὁ δὲ ῥήτωρ ἄκρος, ὃς εἴ μοι καὶ δυσμενοῦς ἐνεχείριζε παῖδας, εἶδον ἂν ὡς φίλου παῖδας καὶ τὴν ἀπέχθειαν ἀφεὶς ἠγάπων.

[2] τίς δ' οὐκ ἂν αἰδεσθείη τὸ πρόσωπον, τὴν φωνήν, τὴν σιγήν; ἐγὼ μὲν οὐκ εἶδον ἄνδρα οὕτω μετὰ τοῦ καιροῦ πάντα ποιοῦντα. καὶ θαυμαστὸν οὐδὲν εἶναι τοιοῦτον ὄντα Ἀρμένιον. οἶδε γὰρ ἡ ὑμετέρα φέρειν ἀνδρῶν ἀρετάς.

[3] σὺ μὲν οὖν ὅπως ἀμείψῃ τὸν πορθμέα, ζήτει, πάντως δὲ οὐδὲν δώσεις τοιοῦτον, ὃ ποιήσει σε μὴ προσοφείλειν· ἐγὼ δὲ μισθὸν ὀφείλειν ὁμολογῶ τοῖς νέοις καὶ ἀποδώσω δι' οὓς οὗτος καὶ δεῦρο ἦλθε καὶ παρ' ἡμᾶς εἰσῆλθε καὶ τῶν φίλων εἷς γεγένηται.

[271]

Ἀνδρονίκῳ.

[1]    Ἥσθην, ὅτι τῶν δικαίων τυχόντες οἱ περὶ τὸν Ἑρμείαν αὐτοί τε σὲ ἐπαινοῦσι καὶ τοὺς ῥήτορας, οἳ τότε ὑπὲρ αὐτῶν ἐπέστελλον, εἰς τὸ ἐπαινεῖν σε κατέστησαν. φασὶ δὲ καὶ ἐμοὶ χάριν ἔχειν οἱ ῥήτορες ὡς καὶ τῶν ἐμῶν τι δυνηθέντων γραμμάτων. ἐγὼ δὲ τἀκείνων αἰτιῶμαι τοῦ παντὸς καὶ χαίρω γε τιμῶντά σε τούτους ὁρῶν, οὓς τὸν μὴ θαυμάζοντα κἂν ἐγραψάμην.

[2] οἱ οὖν εὖ πεπονθότες πρότερον ἔρχονται εὖ πεισόμενοι πάλιν τὴν ἐλπίδα περὶ τῶν δευτέρων ἀπὸ τῶν ἔμπροσθεν ἔχοντες ἄλλως τε καὶ περὶ τῶν αὐτῶν ἰόντες τρόπον τινά. τὸ γὰρ ὅπως μὴ κινηθῇ παρ' ἄλλων ἃ παρὰ σοῦ δέδοται ζητεῖν οὐχ ἕτερά ἐστιν αἰτούντων, ἀλλὰ τὸ βεβαίως ἅπερ ἔχουσιν ἔχειν. κοινὸν δὲ οἶμαι τοῦτο σοῦ τε καὶ τούτων ἀγαθὸν ἀθάνατον ἑστάναι τὴν ἄφεσιν.

[3] γράμματα δὲ ταυτὶ βασιλέως ἥκει σοι βουλόμενα τὰ σοὶ δόξαντα μένειν. σὺ δὲ οὐ δήπου μέλλεις ἥκιστα προσέξειν, ἃ σοὶ τιμὴν οὐχ ἧττον ἢ τούτοις φέρει βοήθειαν. [272] [t]

Τῷ αὐτῷ.

[1]    Τῶν περὶ ὑμᾶς ταξιαρχῶν Ἡρωδιανὸς τὸ νῦν, πρότερον δὲ ἐπολέμει, καὶ ἔστιν ἀνὴρ ὠφελῶν, ὥσπερ ἦν τότε λυπῶν.

[2] ἐγὼ δὲ αὐτὸν πρότερον μὲν ἐπαινῶν οὐκ ἐφίλουν, νῦν δὲ καὶ θαυμάζω καὶ φιλῶ. καὶ βουλοίμην αὐτῷ τὸν τῆς γυναικὸς ἀδελφὸν ἀπολυθῆναι τῶν φόβων, οὓς ὄντας ἀδίκους ἀναιρεῖ μὲν βασιλεύς, ἄνελε δὲ σύ.

[273]

Εὐσεβίῳ.

[1]    Ἤρκεσέ μοι γνῶναι ὅτι δοίης ἄν, ἐπεί τοι καὶ τὴν ἀρχὴν πείρας εἵνεκα ᾔτουν, ὅπως εἰδείην εἰ καὶ τὰ τοιαῦτα δώσεις. μνήμη δὲ μισθῶν ὀφειλομένων οὐκ ἦν ἐσπουδακότος λόγος, ἀλλ' ἀνδρὸς ἡδομένου τῇ μνήμῃ τῆς συνουσίας. εἰ γὰρ δὴ καὶ σφόδρα ὀφείλων ἐτύγχανες, τριπλῇ τετραπλῇ τ' ἀπέτισας ἔργοις μείζοσι καὶ καλλίοσι τῶν Γύγου χρημάτων.

[2] τοῦτόν τε οὖν ἔχε τὸν ἵππον ἕτερόν τε μὴ ζήτει. πᾶς δὲ ὁ τῶν ὑποσχέσεων ἀκούσας ἀκούσεται τὸ ἔργον καὶ κοσμήσει σὲ μὲν τῷ πέμψαι, τῷ μὴ λαβεῖν δὲ ἐμέ. [274] [t]

Ἀκακίῳ.

[1]    Εἰκότως ἀφῆκας ἐμοὶ τὸ προτέρῳ γράψαι. τῷ μὲν γὰρ κατηγόρῳ τοῦτο δέδοται, κατηγορῶ δὲ ἐγώ· δεῖ δὲ σὲ τὰς αἰτίας πειρᾶσθαι λύειν. διόπερ ἀνέμεινας οὐκ οἰηθεὶς δεῖν Πλαταιεῦσιν ἀκολουθῆσαι μᾶλλον ἢ κοινῷ νόμῳ.

[2] τί οὖν ἐγώ τε καὶ ἡ πόλις αἰτιώμεθα; ὅτι, ὦ δαιμόνιε, μέγας παρ' ἡμῖν γεγενημένος ἑτέρων ἡμᾶς ἐποίησας δευτέρους καὶ τὸ θέρος προστησάμενος τοῦ ἐπιβουλεύματος ἀπῆλθες μὲν ὡς αὖθις δεῦρο δραμούμενος, ἔμεινας δὲ καθάπερ λωτοῦ γευσάμενος.

[3]

μᾶλλον δέ, οὗ πολλάκις κρείττων ἐγένου λωτοῦ, τοῦτον νῦν μετὰ πολλοὺς διαύλους ἐθαύμασας, καίτοι πάντα ἃ πείθειν πέφυκε σοφιστὴν τοὺς ἐν τῷ παιδεύειν ὑπομένειν πόνους καρποῦσθαί σοι τῇδε παρῆν.

[4] εἴτε γὰρ ὁ κρότος καὶ τὸ ἐπαινεῖσθαι μέγα, πολὺ τοῦτο ἔφερες, εἴτε χοροῦ πλῆθος ἡδύ, ἐννόησον ὡς οὐκ ὀλιγάκις ἀπῆλθες περὶ δείλην ὀψίαν ἀπὸ τῆς συνουσίας.

[5] ἀλλὰ μὴν ἥ γε πρόσοδος μείζων, ὥς γε ἐμαυτὸν πείθω, τῆς ἄλλοθεν ἂν γενομένης. τέκνα δὲ τὰ μὲν ἦν σοι παρ' ἡμῖν, τὰ δὲ ἦλθεν ἄν, καὶ γάμους ἂν ἐτελοῦμεν ἐκλεγόμενοι μνηστῆρας ἐκ πολλῶν οὓς ἄξιον.

[6] τὸ δὲ μέγιστον, ἤδη ἦμεν ἀπηλλαγμένοι τῆς πρὸς ἀλλήλους ἔριδος ὠμὸν μὲν οὐδὲν πώποτε σχούσης, ἤδη δὲ καὶ πεπαυμένης τῆς τε ἡλικίας, οἶμαι, πειθούσης καὶ τοῦ τὸ πρᾶγμα ἔχειν ἑκατέρῳ καλῶς.

[7] ταῦτα ἀπόντος κατηγορῶ καίτοι κύριος ὢν ἀντὶ τοῦ κατηγορεῖν παρόντα ἔχειν. ἐγὼ γάρτοι τὰ μὲν ἄλλα ἀσθενής, εἰς δὲ τὸ σὲ πάλιν ἐνθάδε δεῖξαι μείζω δύναμιν οἶδα ἔχων τοῦ τὰ μέγιστα ἐκεῖνα πεποιηκότος Μίδου.

[8] ἀλλ' οἷς ἐπέσταλκας αὐτοῦ δεόμενος μένειν, οὗτοι δεηθέντες ἐμοῦ καὶ καλοῦντες ἀσέβημα τὴν σπουδὴν ἔσχον καὶ δὴ πελάζοντα ταῖς τῶν ἀρχόντων θύραις. ἆρ' ἕξεις, ὅ τι πρὸς ταῦτα ἐρεῖς; δεινὸς μὲν εἶ, θαυμάσαιμι δ' ἂν εἰ μὴ νῦν ἀπορήσεις.

[275]

Μαξίμῳ.

[1]    Τοῦ τὴν οἰκουμένην ἐκ λόγων εὖ ποιοῦντος Προαιρεσίου συγγενὴς ἐν Κουκουσῷ Φιλάστριος πολιτεύεται. τοῦτον καὶ ὡς ἄνδρα ἀγαθὸν βουλοίμην ἂν τῆς παρὰ σοῦ τυγχάνειν εὐνοίας καὶ ὅπως φαίνοιο τιμῶν τὸν χαλκοῦν μὲν ἐν Ῥώμῃ, χαλκοῦν δὲ Ἀθήνησιν ἑστηκότα.

[2] τὸ δὲ αὐτὸ καὶ ἐμοί τινα τιμὴν οἴσει τῷ παρακεκληκότι καὶ δόξεις τῷ μὲν οὐδὲ γράψαντι χαρίζεσθαι, γράψαντι δὲ ἐμοὶ προσεσχηκέναι.

[276]

Μοδέστῳ.

[1]    Ὅτι μοι μέλει Δουλκιτίου πάλαι τυγχάνεις εἰδώς. πάλαι γὰρ ἐμοί τε ὑπὲρ τοῦδε πρὸς σὲ γεγένηνται δεήσεις παρὰ σοῦ τε χάριτες εἰς ἡμᾶς. δίκαια γὰρ αἰτούντων οὐκ εἶχες ἀνανεύειν οὐκοῦν οὐδὲ νῦν ἀνανεύσεις, ἐπεὶ καὶ ταῦτά ἐστιν ἃ νῦν αἰτοῦμεν δίκαια.

[2] μικρὰν μέν φησι χώραν περὶ τὴν Βέρροιαν γεωργεῖν, πολὺν δὲ σῖτον ἠναγκάσθαι πωλεῖν, ἀδικεῖσθαι δὲ ὑπὸ τῶν ἐξαπατώντων καὶ τὰ μὲν κρυπτόντων, τὰ δὲ πλαττόντων, τὰ δὲ ὑπερπηδώντων, τὰ δὲ αἰρόντων, τὰ δὲ μικρὰ τῷ λόγῳ ποιούντων.

[3] ταῦθ' ἥκει διδάξων καὶ βοήθησον αὐτῷ. δικαστοῦ δὲ εὔνοια μέγα καὶ τοῖς ἰσχυρὰ λέγουσιν.

[277]

Τῷ αὐτῷ.

[1]    Ὁ καλόν μοι τὸ θέατρον ποιῶν Μεγέθιός ἐστιν ὁ ῥήτωρ· βοᾷ γὰρ τηλικοῦτον ὅσον ἄλλοι πεντήκοντα καὶ τούτῳ γε πολλάκις τὸν λέγοντα ἔστησε. μέγα δέ, οἶμαι, τῷ λέγοντι θερμὸς ἀκροατὴς θαύματι διακόπτων τοῦ λόγου τὸν δρόμον.

[2] ἐν μὲν οὖν ταῖς ἐπιδείξεσιν ἀμείβομαι τὴν βοὴν τῷ προσγελάσαι καὶ προσδραμεῖν· νῦν δὲ εὕρηκά τι διὰ σοῦ καὶ λαμπρότερον εἰς ἀμοιβήν. χρήμασιν ἐσωφρόνισας τὸν ἀδελφὸν τὸν τοῦδε, μᾶλλον δέ, τῷ φόβῳ μὲν ἐσωφρόνισας, ὅπως δ' ἔσται λύσις τῆς ζημίας συνέπραξας.

[3] καί σου γράμματα καὶ γνῶσις ἀποδίδωσι τὸν ἄργυρον, ἀλλ' ὅ γε ἄργυρος, οὐκ οἶδ' ὅ τι μεμφόμενος, ἐλθεῖν αὐτοῖς εἰς χεῖρας οὐκ ἐθέλει. σὺ οὖν αὐτὸν ἢ πεῖσον ἢ ἀνάγκασον μὴ φεύγειν τοὺς δεσπότας, ὅπως τοῖς μὲν τὰ αὑτῶν ἔχειν ὑπάρχῃ, σοὶ δὲ τὸ μηδὲν ὧν κελεύσειας μάταιον εἶναι.

[278]

Δουλκιτίῳ.

[1]    Ἄρχεις ἀρχὴν μεγάλην. τοῦτο προεῖπεν ἡ Φήμη καὶ οὐκ ἐψεύσατο. ἄρχεις ‹δὲ› ἑτέρων καὶ οὐχ ἡμῶν. περὶ τούτου δυναίμεθ' ἂν ἐγκαλεῖν τῇ θεῷ, ἀλλὰ κἀν τούτῳ μέντοι παραμυθία τις ἔνεστιν. ἀντὶ γὰρ ἡμῶν ἡμέτεροι θεραπεύονται πατέρες, ὅπερ ἐστὶν οὐκ ἀμοίρους εἶναι τοῦ κέρδους ἡμᾶς.

[2] ἀλλ' ὅτι μέν γε καὶ δεῦρο ἥξεις ἐπὶ μείζοσιν οἶδα ἐγώ. Δαρίκιον δὲ τουτονὶ τὸν Θρᾷκα, βέλτιον δὲ εἰπεῖν τὸν Ἕλληνα, τίκτεται μὲν γὰρ ἐκεῖ, παιδεύεται δὲ ἐν τῇ Θησέως, δῶρόν σοι δίδωμι. τὰ τοιαῦτα γὰρ οἶσθα δέχεσθαι μόνα, χρυσὸς δέ, κἂν Κολοφώνιος ᾖ, μολύβδου τιμιώτερος οὐκ ἐφάνη.

[3] δέχου δὴ τὸν νεανίσκον καὶ πίστευε καὶ θάρρει καὶ ὅταν ὡς ῥήτορα θαυμάσῃς, μὴ μᾶλλον ἡγοῦ ῥήτορα δεινὸν ἢ ἄνδρα ἀγαθόν. δέδεικται δὲ ἐν μεγάλοις καιροῖς ὁ τρόπος, σοὶ δὲ εἴη μὲν ἐν γαλήνῃ πειρᾶσθαι τῶν φίλων, εὖ δ' ἴσθι, τοῦδε ἀμείνων οὐκ ἂν ἐν χειμῶνι γένοιτο.

[4] πρὸς μὲν οὖν τὴν νῦν σὴν Ἀσίαν ὑπὸ τῆς γνώμης ἄγεται καὶ ποιεῖται πρὸ τῆς οἰκείας τὸ χωρίον. θεοῦ δ' ἂν εἴη καὶ σοῦ δεῖξαι καλῶς βεβουλευμένον αὐτόν.

[279]

Λεοντίῳ.

[1]    Ἔπαθον ὃ ἐπέσταλκας· εὐθὺς μὲν ἡδέως τὸν Κλεόπατρον εἶδον διὰ τὴν ἐπιστολήν, πειρώμενος δὲ τοῦ νεανίσκου τὴν μὲν ἐπιστολὴν οὐκ εἶχον μὴ αἰδεῖσθαι, τοῖς παρ' αὐτοῦ δὲ πλέον εἱλκόμην. κρίνειν τε γάρ μοι λόγον ἀγαθὸς ἐφαίνετο καὶ τὴν ἐν οἷς γράφει ῥητορικὴν οἷς λαλῶν ἔτρεχε παρεδήλου.

[2] καὶ μὴν τῷ τε σὲ φιλεῖν ἐχαρίζετό μοι τῷ τε χαίρειν οἷς τε σὲ περὶ ἐμοῦ λέγειν ἤγγελλεν οἷς τε ἤκουεν ἐμοῦ περὶ σοῦ. τὸ δ' αὖ χάριεν ἔν τε τῷ προσώπῳ καὶ τῷ φθέγματι καὶ τοῖς σχήμασι καὶ ὅλως οὐδὲν ὃ μὴ τοιοῦτον ἦν. τοιοῦτον ἡμῖν μετὰ τῆς φύσεως ἀπειργάσω τὸν συγγενῆ τοῖς παρ' ἐκείνης τὰ σὰ προσθείς. ἐργάσαιο δὴ καὶ παῖδας τῷ συγγενεῖ παραπλησίους.

[280]

Μαξίμῳ.

[1]    Οἶμαί σοι Λεόντιον τὸν σοφιστὴν ἤδη γεγονέναι φίλον, ἐπειδὴ λόγους ὁ μὲν κέκτηται, σὺ δὲ φιλεῖς. τούτου συγγενὴς οὑτοσὶ Κλεόπατρος καὶ μαθητής, ὃν ἐκεῖνος μὲν ἐμοὶ συνέστησεν, ἐγὼ δὲ σοί.

[2] τὸ μὲν οὖν παρ' ἐκείνου τῷ Κλεοπάτρῳ μικρόν, μικρὸν γὰρ δήπου τό γε ἐμόν, τὸ δὲ παρ' ἐμοῦ μέγα, μέγα γὰρ δήπου τό γε σόν. φήσεις δὲ αὐτὸν εὖ ποιῶν καὶ ῥήτορα καὶ χρηστὸν εὖ πεποιηκέναι.

[281]

Διανίῳ.

[1]    Καὶ πρὶν ἥκειν τὸν φέροντα τὴν ἐπιστολὴν ἀφῖκτο λόγος περὶ τῆς τιμῆς ἧς ἀπολαύεις παρ' ἀνδρὶ καὶ τιμῆς ἁπάσης καὶ εὐφημίας ἀξίῳ, παρὰ δὲ τοῦ τὴν ἐπιστολὴν διδόντος ἦν ἀκούειν ὅμοιά τε καὶ ἔτι καλλίω τῶν ὑπ' ἄλλων ἀγγελλομένων.

[2]

ἐνεθυμήθην οὖν ὅτι τοῖς ἐπιεικέσι καὶ βελτίστοις, ὁποῖος δὴ σύ, πάρεισιν οἱ θεοὶ καὶ βοηθοῦσιν ἐκ τῶν ἐσχάτων εἶναι δοκούντων ῥᾳδίως ἐκσώζοντες, ὡς οὐ πολύ γε τῶν τοῦ Λεσβίου κιθαρῳδοῦ διαφέρει τὸ σόν, ὃς ἐμπεσὼν εἰς τὴν θάλατταν ἥδιον ἐκομίζετο τῶν ἐπὶ τοῦ πλοίου.

[3] καὶ σοὶ δὴ συναχθομένων ἡμῶν καὶ πρὸς ἀλλήλους ὀδυρομένων, εἰς οἷον ἄρα χειμῶνα πέπτωκας, τὸν σεισμὸν ἐκεῖνον καὶ τὰ ἀπὸ τοῦ σεισμοῦ, θεῶν τις ἔδωκε καταφυγὴν ἄνδρα φίλον, ἐν ᾧ μέγεθός τε διανοίας καὶ τὸ δύνασθαι πράττειν ἅττα ἂν προθυμηθῇ.

[4]

παραινῶ δή σοι τῆς παρούσης ἔχεσθαι τύχης καὶ τὸν σαυτοῦ λέμβον ἐξαρτῆσαι τῆς Ἀλεξάνδρου νεώς, ὃν ἤδη μοι δοκῶ θεωρεῖν ἐπὶ μείζονος ἀρχῆς καὶ τρίτης πάλιν καὶ τετάρτης. οἶμαι δέ, αὐτὸν οὐδὲ γῆρας ἐξαιρήσεται πρὸς ἡσυχίαν ἀπὸ τῶν ταῖς πόλεσι λυσιτελούντων πόνων. οἶδε γὰρ βασιλεὺς τὸν ἄνδρα καὶ χρώμενος οὐ λήξει.

[5] τούτῳ τοίνυν ἕπεσθαι καὶ συλλαμβάνειν ἔργου μεῖζον παρὰ σοὶ πάσης ἀρχῆς δοκείτω, μᾶλλον δέ, καὶ πρὸς ἀρχὰς οὕτω προβαίης ῥᾳδίως τε καὶ καλῶς ἐκείνου τε ἐπαινοῦντος καὶ μιμητὴν αὑτοῦ πεποιηκότος. [282] [t]

Ἀλεξάνδρῳ.

[1]    Οὐκ ἄρα εἵμαρτο τῇ Βιθυνίᾳ τὴν χείρω τύχην ἀθάνατον γενέσθαι. διὰ τοῦτο ἦλθεν ἰασόμενος ὃς ἐπίσταται τοῦτο ποιεῖν. σὺ γὰρ ἄνθρωπον μὲν τεθνεῶτα οὐκ ἂν ἀναστήσαις, ὥσπερ ἐν μύθοις, πόλεις δ' ἂν οἰχομένας πάλιν εἰς σχῆμα καταστήσαις πόλεων. ὃ δὴ νῦν ποιεῖς. λέγονται γὰρ ἀναβιῶναι. καὶ κομίσαιντό γε τὸ πρότερον, ὦ θεοί, κάλλος ἅπαν.

[2] χαίρω δὲ διπλῇ, τῷ τε σὲ τὸν εὖ ποιοῦντα εἶναι τῷ τε Βιθυνοὺς τοὺς εὖ πάσχοντας εἶναι. σύ τε γὰρ παῖς ἐμὸς τό τε ἔθνος ἀντὶ πατρίδος ἐμοί. καὶ διῄειν ἄν σοι τήν τε ὑποδοχὴν καὶ χρόνων ἐκείνων εὐθυμίαν, εἰ μὴ ἦν αὐτῷ σοὶ πρὸς ἄλλους εἰδότι λέγειν.

[3] ἣν οὖν εἶχον ἂν ἡδονήν, εἴ μοι τὴν ἐνεγκοῦσαν ὠφέλεις, ταύτην ἔχω νῦν, ἐπειδὴ τὴν οὐδέν μοι ταυτησὶ δευτέραν ὅπως οἵα πρότερον ἦν φανείη πάντα ποιεῖς.

[4] καλὸν δὲ οἶμαί σου καὶ τὸ τὸν νεανίσκον Ἀρισταινέτου μὲν συγγενῆ, χορευτὴν δὲ ἐμόν, αἰσχύνεσθαι δὲ εἰδότα, φιλεῖν δὲ μεμελετηκότα μὴ περιιδεῖν πράττοντα χείρω τῶν αὑτοῦ χειρόνων, ἀλλ' εἴσω τε δέξασθαι καὶ μεταδοῦναι χώρας ἐντίμου καὶ ποιῆσαι λαμπρὸν τοῖς τε νῦν τοῖς τε ἐλπιζομένοις. καὶ ταῦτα ἂν νομίζῃς οὐκ εἰς Διάνιον μᾶλλον ἢ ἐμὲ πεπρᾶχθαι, τὰ ὄντα δοξάσεις. οὗτος γὰρ δὴ πλεῖστά με εὐφράνας ἑταίρων ἐλύπησεν ἥκιστα.

[283]

Δημητρίῳ.

[1]    Ἄμφω μὲν ἔδειξα τὼ λόγω καὶ ὅλω γε ἄμφω τὼ λόγω, τὸν μὲν νῦν τὸν μαχόμενον, τὸν δὲ πάλαι τὸν ἐπαινοῦντα· σὺ δὲ ᾤου με δείσαντα κολοιοῦ τινος θόρυβον ᾑρῆσθαι σιγᾶν καὶ γεγενῆσθαι κακὸν περὶ τὸν ἐμαυτοῦ θεῖον.

[2] τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ἃ μὲν οὐκ εἶχε κίνδυνον εἰς πολλοὺς ἐκφέρειν, ἐν πολλοῖς εἴρηται· τοῦ λόγου δὲ ἡ τρίτη μοῖρα φίλων ἐδεῖτο σαφῶν, οὓς ὀλίγοις δεξάμενος τοῖς βάθροις κλείσας τὰς θύρας ἀνέγνων δεόμενος αὐτῶν, εἴ τι φαίνοιτο καλόν, σιγῇ θαυμάζειν μηδὲ τῇ βοῇ πολλοὺς ἐγείρειν. καὶ μέχρι γε τοῦ παρόντος, προσκυνῶ δὲ Ἀδράστειαν, φόβος οὐδεὶς ἐξέφυ.

[3] τί τὸ φοβοῦν, ἀκοῦσαι ποθεῖς; ἐξήρπασε τοῦ τότε κρατοῦντος Φασγάνιος τὴν πόλιν οἶσθ' ὅπως ζέοντος. οὐκ ἦν οὖν τὴν τοῦδε βοήθειαν δεῖξαι μεγάλην μὴ τὴν ὠμότητα δείξαντα τὴν ἐκείνου μεγάλην. δέδεικται δή, καὶ ὁ λόγος ὧν εἰκὸς τετύχηκεν.

[4] ἀλλ' ἔστι δέος μὴ τῷ μὲν λόγῳ τὸ μέρος ἔχῃ καλῶς, τὸ καλὸν δὲ τοῦτο κακὸν τέκῃ τῷ ποιητῇ δύναται γὰρ καὶ τεθνεὼς ἐκεῖνος διὰ τοῦ ζῶντος. ὅστις οὖν οὐκ ἐπιθυμεῖ βαράθρου, κρύψαι λόγον αἱρήσεται μᾶλλον ἢ διδοὺς τρέμειν.

[5] τουτὶ μὲν οὖν ἀναβολῇ δεδόσθω, τὸν δὲ ἕτερον δέξῃ δι' ἀνδρὸς ἀρίστου τῶν παρ' ἡμῖν, οὗ πρότερος οὐδεὶς ἦλθεν ἐπὶ τὸ βουληθῆναι λαβεῖν. ταυτὶ δέ σοι, δι' ὧν ἡμιλλησάμην πρός τι τῶν Δημοσθένους, καὶ προάγωνε δύο, ὁ μὲν ὃν ᾔτεις, ὁ δὲ ἴσως οὐκ ἀνιάσων.

[284]

Μαξίμῳ.

[1]    Ὁ γέρων οὗτος Ἡράκλειος ὁ πολλὰ κακὰ παθών, οὐ διὰ τὴν σὴν ἀρχήν, πρὸ γὰρ τῆς Δημοσθένους πολιτείας ὁ Φωκικὸς πόλεμος, ἀλλὰ διὰ τοὺς ῥᾳδίως ὃν ἂν ἐθέλωσιν ἄγχοντας, ἥκει βραχύτερον μέν σοι πεποιηκὼς τὸν πόνον τοῖς ἐνταῦθα ἐσπουδασμένοις, τὴν τελευτὴν δὲ τοῦ παντὸς ἐν ταῖς παρὰ σοῦ ψήφοις ἔχων.

[2] ποίει δὴ καλὸν τὸ τέλος καὶ δίδου χάριν μηδὲν ἐκβαίνων τὸ δίκαιον· ὡς ἔστιν ἄτοπον ἣν ἄρχοντος Εὐθηρίου δόξαν ἐν Ἀρμενίοις ἐκτησάμην, ὡς οἷός τ' εἴην βοηθεῖν, ταύτην ἐπὶ τῆς ἡγεμονίας Μαξίμου τοῦ καλοῦ διαφθαρῆναί μοι.

[285]

Τῷ αὐτῷ.

[1]    Λητόιον ἐξ Ἀρμενίας νέον ἡ μήτηρ ἄγουσά μοι παρέδωκε μόνον ὄντα αὐτῇ. τούτῳ τε οὖν ἥσθην δυναμένῳ δέξασθαι λόγους, ἔστι γὰρ ὀξὺς ὁ πῶλος, τῆς τε μητρὸς ἐθαύμασα τὸ μήτε πρὸς δεύτερον γάμον ἰδεῖν καὶ ταῦτα οὖσαν ἑνὸς μητέρα βαδίσαι τε ὁδὸν τοσαύτην ἡγουμένην ἄμεινον αὐτῷ τὰ πάντα ἕξειν, εἰ τῆς τῶν πραγμάτων ἀρχῆς ἐπιμεληθείη παροῦσα.

[2] τοῦ μὲν οὖν αὐτὸν εἰς Ἕλληνας τελέσαι θεῷ τε καὶ ἡμῖν μελήσει, τοῦ δὲ αὐτῷ σωθῆναι τὸν οἶκον μελήσει μὲν τῇ μητρί, μελήσει δὲ ‹καὶ› Εὐσεβίῳ τῷ ζῶντι μετ' ἀρετῆς, ὃς τῇ περὶ τὸ θεῖον σπουδῇ καὶ τὰς ὑπὲρ τούτων φροντίδας ἀνείλετο νομίζων προσήκειν ἀνδρὶ δικαίῳ βοηθεῖν ὀρφανῷ καὶ μὴ τοῖς βουλομένοις ἁρπάζειν ἐπιτρέπειν.

[3] ἀλλ' ἡ μὲν προαίρεσις αὐτῷ καλή, γίγνοιτο δ' ἄν τι καὶ ἔργον, εἰ τῆς σῆς ἀπολαύοι ῥοπῆς· ἀπολαύσεται δ', εὖ τοῦτο ἐπίσταμαι, σοῦ τὰ ἡμέτερα μείζω ποιεῖν ᾑρημένου. [286] [t]

Παλλαδίῳ.

[1]    Τὰς μακρὰς ταύτας καὶ πολλὰς ἀπολογίας τήρει τοῖς βουλομένοις κατηγορεῖν. ἐγὼ δέ σοι μάρτυς ἁπάσης ἀρετῆς τῆς τε ἐν τοῖς ἤθεσι καὶ ὅση κατὰ τοὺς λόγους.

[2] πρός τε οὖν αὐτὸν ἐκεῖνον τὸν πειρώμενον ἐξαπατᾶν ὧν αὐτὸς γράφεις πλείω διῆλθον, οὐ γὰρ δὴ καλλίω γε, καὶ πρὸς τὸν ἀγαθὸν ἄνδρα, τὸν ἐμόν τε φίλον καὶ σόν, αὐτό τε τοῦτο καὶ μαθητήν, εὐθὺς ὤμνυον μηδὲν τούτων εἶναι σόν, ἀλλὰ πάντα τῆς τοῦ λέγοντος φλυαρίας· οὕτω γὰρ ἡγεῖσθαι βέλτιον ἢ πονηρίας. ὥσθ' ὅ γε Ἱλάριος καίτοι λίαν ἀλγῶν ἐπὶ τοῖς παρ' ἐκείνου μᾶλλον ἥδετο τῷ μὴ κρατηθῆναί μου τὴν γνώμην ὑπὸ τῶν διαβολῶν ἢ τῷ γενέσθαι τὰς διαβολὰς ἠθύμει.

[3] ὁρῶν δὲ αὐτὸν καὶ ταῦτα εἰς ἔπαινον ἄγοντα, ὦ βέλτιστε, ἔφην, οὐδὲ Σωκράτην ἄνδρα θεῖον ἡγούμενος καὶ πλεῖστον ἀπέχειν ὧν ἐνεκάλει Μέλητος ἀξιώσαιμ' ἂν ἐπαινεῖσθαι. οὐδὲ γάρ, εἴ μέ του πείθειν ἐπιχειροῦντος σκότους αἴτιον εἶναι τὸν ἥλιον μὴ ὑπηγόμην, εἰκότως ἂν ἐδόκουν τῶν ἑπτὰ σοφώτερος.

[4] οὐ τοίνυν οὐδὲ τοῦτο πάμμεγα τὸ μὴ τῆς σῆς εἶναι πεισθῆναι ψυχῆς, ἃ μηδενὶ λόγῳ τῆς σῆς εἶναι ἠδύνατο. παῦσαι δὴ τῶν τοιούτων ἐπιστολῶν ἢ φήσω σε ὑβρίζειν οἰόμενόν με παντὸς εἶναι τοῦ βλασφημοῦντος. [287] [t]

Μαξίμῳ.

[1]    Ἥσθην οἷς ἔγραψας. ἅ τε γὰρ ἐβουλόμην ἐμήνυες καὶ τὸ κάλλος ἦν ἀμήχανον οἷον τῆς ἐπιστολῆς, ὥστε μου βοῶντος ἐπ' ἀγορᾶς, ἐκεῖ τε γὰρ ἔλαβον καὶ λαβὼν εὐθὺς ἀνέγνων, ἐφ' ὅτῳ βοᾷς; ἤρετο Στρατήγιος, τὸν πολιτευόμενον λέγω, καὶ γνοὺς ἀνέγνω τε καὶ ἐμιμεῖτό μου τὴν βοήν.

[2] ἴθι δὴ καὶ τοῦτον ἡμῖν εὖ ποίει καὶ φίλει παῖδα ὄντα ἐμόν. πάντως δὲ οὔ μοι νεμεσήσεις οὕτω καλοῦντι τὸν μαθητήν, ὃς μετὰ πολλῶν ἐφοίτησε παρ' ἐμέ, μέμψεως δὲ μετ' ὀλίγων ἐγένετο κρείττων καὶ ταῦτα συνεχῶς συνδιατρίβων τε καὶ τραπέζης κοινωνῶν καὶ τῶν μετὰ μεσημβρίαν πόνων καὶ ὅσων εἰκὸς νεανίσκον πιστευόμενον διὰ τὸν τρόπον.

[3] τούτῳ τὸ μὲν γένος ἔκ τε ὧν ἄρχεις καὶ Γαλατῶν, πλείων δὲ αὐτῷ λόγος ἧς ἄρχεις καί πως ἐπὶ τὴν Ἀρμενίαν ῥέπει πάλαι. τοῦτο δὲ εἰ καὶ μὴ πρότερον ἐποίει, πάντως ἂν νῦν ἐφάνη ποιῶν σοῦ τὰς πόλεις Σαμίων ἄνθη φασὶ καὶ λαύραν ἀποφήναντος Σαμιακήν. [288] [t]

Τῷ αὐτῷ.

[1]    Οἶμαι καὶ δάκρυσιν ὑπὸ σοῦ τετιμῆσθαι Καισάριον τὸν φαυλοτέραν δείξαντα τὴν Ἀρμενίαν τῇ τελευτῇ. τὴν μὲν γὰρ πόλιν καὶ δημοσίᾳ κείρασθαι νομίζω πενθοῦσαν τὸν ὀρθόπολιν, εἶπεν ἂν Πίνδαρος.

[2] ἔστι δὲ καὶ τοῦτο μέρος οὐ μικρὸν τῶν κακῶν τὸ τὸν ἐκείνου παῖδα τῶν περὶ λόγους διατριβῶν ὑπὸ τῆς συμφορᾶς ἀφελκυσθέντα τρέχειν οἴκαδε φροντίδας φροντίδων ἀλλαξάμενον, τῶν νέῳ πρεπουσῶν τὰς προσηκούσας πατρί.

[3] μᾶλλον δέ, οὐ πάντα δυστυχοῦσιν οἱ 'κείνου τοῦ δαίμονος ἑτοιμάσαντος τῇ μελλούσῃ πληγῇ φάρμακον τὴν σὴν ἀρχήν. οὐ γὰρ ἄδηλον ὡς ἀγωνιῇ μικρὰν αὐτοῖς ἀποφῆναι τὴν αἴσθησιν τῆς τύχης τόν τε κείμενον αἰδούμενος καὶ ἡμῖν χαριζόμενος νομίζων τε οὐχ ἥττω σοι τοῦτο δόξαν τῶν ἄλλων ὧν ποιεῖς οἴσειν, εἰ οἶκον εὐδαίμονα κινούμενον στήσαις.

[4] μεγίστη δὲ εὐεργεσία τὸ γενέσθαι πάλιν Εὐδοξίῳ παρ' ἡμᾶς ἐλθεῖν, ὃ ποιήσειν μοι δοκεῖ τὴν παρὰ σοῦ πρόνοιαν ὁρῶν ἀρκοῦσαν ἀντὶ τοῦ μεταστάντος. [289] [t]

Ἀκακίῳ.

[1]    Τῶν μὲν ἄλλων εἴξαιμ' ἄν σοι, ταύτην δέ σε νενίκηκα τὴν νίκην πάλαι τὰ φίλου πεποιηκώς, ὅτε πάσας ἀφῆκας φωνάς, ὅπως μὴ ταῦτα ἀφαιρεθείης ὧν αὐτὸς στερηθεὶς ἐσίγων.

[2]

ἀλλ' οὐδὲ τὰ δεύτερά μοι δοκεῖς ἀγνοεῖν, οἷς σὲ μὲν ἐγώ, πάντες δὲ ἐπῄνουν ἐμέ, διότι σὲ καὶ τοὺς σοὺς ἀγῶνας ἐγώ. γράμματα δὲ σὺ μὲν ἔπεμψας πρότερος, ἔγραψα δὲ ἐγώ. εἰ δὲ τὰ μὲν ἠπείχθη, τὰ δὲ ἐμέλλησεν, οὐ τούτῳ γε ἡ γνώμη κρίνεται.

[3] τὸν καλὸν Εὐτρόπιον ὅπως εἶδον, παρ' ἐκείνου μάνθανε καὶ τί ποιεῖν ἐγνωκὼς ὅπως ἡττήθην Εὐβούλου· δεῖ γὰρ Εὔβουλον, οἶμαι, πάντα νικᾶν.

[290]

Πρισκιανῷ.

[1]    Ἔτι Λεόντιος ὑπὲρ τῶν αὐτῶν γράμματα φέρει, ἐγὼ δὲ αὐτὸν ἠξίουν ἐπινίκια θύειν. καίτοι φασὶν οὐ μικρῶν τετυχηκέναι, τοῦ παντὸς δὲ ἄρα προσῆκε. σὺ δ' αὐτὸν ἐπαινέσας ὧν οἶδε χάριν, ὅπως ὅλως ἀπηλλαγμένος εἴσεται χάριν ποίει. [291]

Γεροντίῳ.

[1]    Ὅτε σὺ τὴν ἀρχὴν Αἰγυπτίων ἐδέχου, τότε ἐγὼ τοῦ περὶ τῶν φίλων σοι γράφειν ἀνάγκην. ἐκεῖνοί τε γὰρ ἔμελλον αἰτήσειν ἐπιστολὰς ἐμοί τε οὐκ ἂν ἦν μὴ διδόντι λόγος.

[2] πρῶτος δὴ τῶν αἰτούντων καὶ φερόντων Ἡρακλείδης γίγνεται, πρᾷος ἀνήρ, λέγειν εἰδώς, ἐπιτήδειος ἐμοί, Μέμφιδι κόσμος. δεῖξον δή μοι τοῖς περὶ τοῦτον ἔργοις εἴτε δεῖ τὰ τοιαῦτα ἐπαγγέλλειν εἴτε μή.

[292]

Εὐθηρίῳ.

[1]    Σοῦ δὲ οὐκ ἂν δεηθείην εὖ ποιεῖν Ἡρακλείδην, ἀλλ' ἐπιτάττω. δοκεῖς γάρ μοι τοῦθ' ἥδιον ἢ τὰς δεήσεις δέχεσθαι. τὸ δὲ αἴτιον, οἶσθα φιλεῖν οὐχ ἧττον ἢ ἄρχειν.

[2] ἔτυχε δ' ἄν τινος ἀγαθοῦ παρὰ σοῦ καὶ γραμμάτων ἄνευ, εἰ παραστάς σοι τοῦτ' ἐποίησεν, ὅπερ εἴωθεν. εἴωθε δὲ ἐπαινεῖν ἐμὲ καὶ λήψῃ πεῖραν τοῦ πράγματος.

[3] ἀμφοτέρων οὖν εἵνεκα, καὶ τῶν ἐπαίνων καὶ τῶν γραμμάτων, μᾶλλον δέ, καὶ τούτων ἕνεκα καὶ τῶν λόγων, οὓς ἔχει, καὶ ἔτι τιμῶν τὴν Μέμφιν μικρὰ τῶν ἄλλων ἔα δεῖσθαι τὸν ἄνδρα. [293] [t]

Μοδέστῳ.

[1]    Τοὺς ἐμοὺς ἑταίρους, τοὺς σοὺς ῥήτορας, τοὺς ὑπ' ἐμοῦ σοι δοθέντας, τοὺς ὑπὸ σοῦ θαυμασθέντας, τούτους δὴ τοὺς φέροντας τὴν ἐπιστολὴν τῶν σῶν θυρῶν ἀποσπάσαι πειρῶνται ψηφίσμασιν ἄνδρες, οὓς ἐξειλόμην πολλάκις τῆς παρὰ σοῦ δικαίας ὀργῆς. μᾶλλον δέ, Εὐσεβίῳ μὲν ἀπειλοῦσι, τὸν δ' ἤδη πρὸς λειτουργίαν ἕλκουσι δεομένην ἐρρωμένου σώματος.

[2] Ἀγροίκιος δὲ οὕτω σφόδρα ἔρρωται, ὥστε πλεῖστον ἀνθρώπων ἀργύριον ἰατροῖς ἐτέλεσεν ἀεὶ χρῄζων ἰατροῦ χειρῶν. ἀλλὰ καὶ πέντε αὐτοῖν ἔνδον ἀδελφαὶ κάθηνται δεόμεναι μὲν διὰ τὴν ἡλικίαν νυμφίων, ἀποροῦσαι δὲ ὑπὸ πενίας. μικρὸν γὰρ ἡ εὐγένεια νῦν.

[3] ἐνθυμηθεὶς οὖν ὡς ἐμοί τε αἰσχύνην ἔχει, τοῖς φίλοις εἰ μὴ δυναίμην βοηθεῖν, σοί τε οὐ καλὸν νόμον παλαιὸν βοηθοῦντα ῥήτορσιν ἐπὶ τῆς ἀρχῆς λυθῆναι πεῖθε τῶν πολιτευομένων τοὺς θρασυτέρους ὡς οὐ πάντα αὐτοῖς ἐξέσται.

[294]

Εὐσεβίῳ.

[1]    Ἐπὶ τὴν αὐτὴν Ἀθηνᾶν ὑπὲρ ὁμοίων καταφεύγομεν πραγμάτων. πρῴην ἡμῖν ἐξήρπασας νέον ἐκ πυρὸς καὶ πόνους ὑπέστης, οἵους ἄν τις ὑπὲρ υἱέος. τῶν αὐτῶν δεῖ πόνων καὶ τῆς ἴσης προθυμίας, μᾶλλον δέ, πολλῷ μείζονος.

[2] Ἀγροίκιος γὰρ οὑτοσὶ παιδὸς οὐδέν μοι διαφέρει καὶ διαγέγονα μέχρι τῆς τήμερον ἡμέρας ἀνέχων αὐτοῖς τὴν οἰκίαν πολλοῖς ἀδελφοῖς καὶ πένησιν.

[3] ἀλλ' οἱ ῥᾳδίως ψηφίσματα γράφοντες δεῖξαι θέλουσιν ὡς πλὴν τοῦ συνεύξασθαι τοῖς φίλοις οὐδὲν ἄλλο δυναίμην ἂν ὠφελεῖν. καίτοι πρός γε τὴν σὴν ὀργὴν οὐ δι' εὐχῆς αὐτοῖς, ἀλλ' ἔργοις ἤμυνα καὶ τὸ κῦμα ἐστόρεσα. οἱ δὲ οὕτω σφόδρα μέμνηνται τῆς χάριτος, ὥστ' ἀντ' εὐεργεσίης Ἀγαμέμνονα.

[4] μαθέτωσαν οὖν ὡς ἡ σὴ δύναμις ἐμή τε καὶ σὴ καὶ οὔκ εἰμι ῥᾷστος παθεῖν κακῶς, ἕως ἂν ἰσχύῃς· τὸ μὲν οὖν διδάξαι περὶ τῶν πραγμάτων Ἀγροικίου, τὸ δὲ μὴ παρασυρῆναι τὸν ἄνδρα τῆς σῆς ἀνδρείας.

[295]

Ἀνατολίῳ.

[1]    Ἔτι σου παρ' ἡμῖν ὄντος ἔλαβόν τινας ἐπιστολάς. τεκμαίρου δὴ τῷ προοιμίῳ, πόσας εἰκὸς ἔσεσθαι τὰς ἁπάσας. πρῶτος δὲ οὑτοσὶ Μάρκελλος ᾔτησε Λαυρεντίῳ μὲν ὢν ξένος, ἡμετέρῳ κηδεστῇ, τῆς δὲ ἐπιεικείας οὐ καλοὺς ἐνεγκάμενος τοὺς καρπούς. δυνάμενος γάρ, εἴπερ ἦν θρασύς, ἄλλους ἐλαύνειν χρηστὸς εἶναι ἐθέλων ἐλήλαται.

[2] ἀλλὰ νῦν αὐτῷ καὶ καθόδου τις ἐλπὶς καὶ τοῦ λήψεσθαι δίκας καὶ τοῦ μὴ τὰ αὐτὰ πείσεσθαι σοῦ καὶ τῶν δικαίων εἵνεκα καὶ ἡμῶν ἔλεόν τινα νέμοντος τῷ δεινὰ πεπονθότι. [296] [t]

Κυρίλλῳ.

[1]    Ἴσμεν ὅσα τὸν Ἀλέξανδρον εὖ ἐποίησας· οὐ γὰρ ἔκρυψεν ὁ εὖ παθών. ἥσθην οὖν, ὅτι τε ὠφέληται καὶ ὅτι χρηστός ἐστιν ὁμολογῶν τὴν χάριν. τὸν δὴ τοιοῦτον τῶν αὐτῶν εἰκὸς διὰ τέλους τυγχάνειν· λαβὼν γὰρ οἶδεν ὡς ἔλαβε λέγειν.

[297]

Λεοντίῳ.

[1]    Ἐκέλευσέ με Θηράσιος ἐπιστεῖλαί σοι τὸ πρὸς ἀμφοτέρους φίλτρον ἑνὶ τούτῳ δεικνύων· ᾔδει γὰρ ἐμοί τε ἥδιστον ὂν τὸ πέμψαι σοί τε τὸ λαβεῖν.

[2] ἀλλ' ὅπως αὐτὸν ἀμειβώμεθα τῆς χάριτος ‑ ἔστι δὲ ῥᾷστον· οὐ γὰρ ἀπὸ χρυσοῦ τοῦτο δεήσει ποιεῖν, ἀλλ' ἀπὸ γλώττης· ‑ ἃ σύνισμεν αὐτῷ λέγοντες. σύνισμεν δὲ λόγων τέχνην καὶ τρόπων ἀρετήν.

[298]

Ἀκακίῳ.

[1]    Ἀλλ' ἄγε δή, μετάβηθι καὶ ποίει Γαλάτας, ἃ Φρύγας. Φρύγας δὲ ἄρα πρὸς ἅπασαν εὐδαιμονίαν ἤγαγες τῇ περὶ τὸ ποιμαίνειν τέχνῃ. ταῦτα δὲ ἐγὼ περὶ σοῦ πεπεισμένος καὶ κηρύττειν οὐκ ὀκνῶ.

[2] σὺ δὲ τὰ βελτίω μὲν ὑπὲρ ἡμῶν ἐπέπεισο, σιγῇ δὲ ἔκρυπτες. ἐγὼ δέ σε καὶ οὕτω χρηστὸν ἡγούμην καὶ μετὰ τῶν ἐμαυτοῦ φίλων ἠρίθμουν καίτοι δοκοῦντα τετάχθαι μετὰ τῶν ἐναντίων· οὐ γὰρ ἐτόξευες. ἀκόλουθον δὴ τῷ τότε οὕτω φρονεῖν τὸ νῦν χάριν αἰτεῖν. αἰτήσω δὲ πολλὰς μὲν ἐπὶ ταύτῃ, πρὸ δὲ τῶν ἄλλων ταύτην.

[3] ἔστιν ἐν Ἀγκύρᾳ Μάξιμος, εὐγενής, εὐγενέστερος Κόδρου, φασί, πρᾷος, ἐκ τοῦ δικαίου πλουτῶν, οὐ τὴν τοῦ γείτονος εὐχόμενος προσλαβεῖν, ἀλλ' ὅπως πολλὰ λήψεται παρὰ τῶν αὑτοῦ προνοῶν, φίλος ἀνὴρ Δήμητρι μὲν διὰ τὸ γεωργίᾳ προσέχειν, Ἀρτέμιδι δὲ διὰ τὴν θήραν· τῶν γὰρ ὅπλων οἷς ποτε ἐκοσμεῖτο ἀφειμένος ἵππους καὶ κύνας ἐπὶ τὰ θηρία τρέφει. φαινόμενος δὲ ἐπ' ἀγορᾶς ὀλιγάκις ἐλύπησε μὲν οὐδένα, τῷ φανῆναι δὲ εὐφράνας ἀπῆλθεν ἓν τοῦτο ἐγκαλούμενος, ὅτι πρὸς ἀγροὺς ἀποτρέχει.

[4]

οὗτος ὁ Μάξιμος ξένος μοι γίγνεται πάλαι καὶ τοὺς υἱεῖς ἐνεχείρισεν. ὧν ὁ πρεσβύτερος ἀρετὴν ἐν νεότητι δείξας πολλὴν ἐμοί τε καὶ τοῖς αὑτοῦ γονεῦσι τὴν φιλίαν ποιεῖ, δι' ἣν ἐκεῖνοί τε τἀμὰ τῶν αὑτῶν πρότερα ποιοῦνται παρ' ἐμοί τε ταὐτὸ κρατεῖ. εὖ γὰρ ἴσθι, μᾶλλον εὐεργέτην ἄγω τὸν εἰς τἀκείνων σπουδῇ χρώμενον ἢ ὅστις ὑπὲρ ἐμοῦ κινδύνους αἱρεῖται.

[5] πιστεύω δὲ νῦν, εἴπερ ποτέ, ἐν τιμῇ τὸν ἄνδρα ἔσεσθαι. πιστεύω γὰρ αὐτὸς οὐκ ἐν φαύλῳ παρὰ σοὶ κεῖσθαι. τοῖς μὲν γὰρ οὐκ ἀγαθοῖς ἄρχουσι βραχὺς τῶν λέγειν ἐπισταμένων λόγος, βούλοιντο γὰρ ἂν τὰ αὑτῶν σιγᾶσθαι, τοῖς δὲ γενναίοις ὑμῖν λόγων δεῖ καὶ μάλιστα δεῖ, οἷς τὰ καλὰ τῶν ἔργων ἅπας ὁ χρόνος εἴσεται.

[299]

Ἀλεξάνδρῳ.

[1]    Εὔχου πολλοὺς διὰ τῆς Βιθυνίας ὁδοιπορεῖν· οὕτω γὰρ ἕξεις πολλοὺς τοὺς ἐπαινεσομένους· οὐδεὶς γὰρ ὅστις δι' ἐκείνης ἥκων οὐ θαῦμα τῆς σῆς ἀρχῆς ἧκε κομίζων.

[2] Ἐλπίδιος δὲ ὁ τὴν τάξιν λιπών, εἰ δὲ βούλει, τὸν χορόν, ᾄδων γὰρ μεθ' ἡμῶν γε καὶ ἐπ' ἄλλον ἥκει χορὸν τὰς δίκας ἀντὶ τῶν νέων ᾑρημένος, ἐπειδὰν τῆς περὶ σοῦ μνήμης ἅψηται, πηδᾷ, κέκραγεν, ἀτεχνῶς κορυβαντιᾷ καί μοι δοκεῖ νῦν ἥδιστ' ἂν τὸν Πήγασον ἐκεῖνον λαβὼν καὶ τῶν ὀρεωκόμων καὶ σταθμῶν ἀπαλλαγεὶς πτηνῷ τάχει παρὰ σὲ κομισθῆναι, τὸν δὲ Πήγασον ἀφεῖναι ἂν ἐκεῖ μοι δοκεῖ καὶ ζητῆσαι μυρίας εἰς βραδυτῆτα προφάσεις· οὕτως αὐτῷ τό γε σὸν ἐν πόθῳ καὶ φίλτρῳ. καὶ ζητῶν ἰδεῖν βούλοιτ' ἂν ἔχειν, ἀλλ' οὐκ ἀπελθεῖν.

[3] πάντα δὴ τἄλλα πιστεύων Ἐλπιδίῳ τῷ καλῷ φυλάττου μή σε παρακρούσηται τοῖς καθ' ἡμῶν ἐγκωμίοις. φήσει γὰρ εἶναί με μέγαν, εἰμὶ δ' ἐκεῖνος ὃν οἶσθα, μικρός, μικρὰ ἐπιστάμενος, οὐδὲν ἑτέρου βελτίων.

[300]

Ὁνωράτῳ.

[1]    Νῦν μοι τοὺς μεγάλους μισθοὺς ἀποδέδωκας οὕτω καλὸς κἀγαθὸς ἐν βασιλείοις φανείς. μικρὰ μὲν γὰρ οὐδὲ ἐκεῖνα, χρυσὸς καὶ ἄργυρος, οἷς τοὺς ἄλλους παρῄεις, ἐν οἷς δὲ νῦν ποιεῖς, Ἡράκλεις, ὡς εὔπαιδά με ἀπέφηνας.

[2] πάντας γὰρ εἰς ἔπαινον σύ γε τῶν σαυτοῦ κεκίνηκας καὶ αὐτὸς ἤκουσα λεγόντων, τοῦ μέν, ὅτι σε φιλεῖ διὰ τὴν πρᾳότητα, τοῦ δέ, διὰ τὴν ἀγχίνοιαν. ὁ δέ τις ἐκάλει ῥήτορα, τῷ δὲ ἐδόκει θαῦμα τὸ συνελθεῖν ἔργα γλώττης τε καὶ χειρός.

[3] ὁ δέ τις ἄξια τῆς τῶν τρόπων ἀρετῆς εἰπεῖν ἐθέλων ποῖον, ἔφη, λέγεις Ὁνωράτον; τὸν γέροντα; οὐχ ὅτι σοι τὸ τοῦ Ἐργίνου συμβέβηκεν, ἐν νεότητι πολιά, ἀλλ' ὅτι ζῇς κατὰ τοὺς γέροντας πρὶν ἐκ παίδων ἐξελθεῖν, καὶ τὸ μέγιστον, μητρὸς ἀπούσης, πατρὸς οὐ παρόντος, σαυτῷ παιδαγωγὸν ἐπέστησας τὴν τῶν καλῶν ἐπιθυμίαν.

[4] ἐγὼ τοίνυν παραινεῖν μέν τι ποιεῖν ὡς παραλελειμμένον οὐκ ἔχω, παρακαλῶ δέ σε τοῦτο δὴ τὸ πολλοῖς εἰρημένον, τηρεῖν τὸν παρόντα νόμον, μᾶλλον δὲ ἕν τι προσθεῖναι, τὸ καὶ ἐπιστέλλειν, ὥσπερ τοῖς γονεῦσι, καὶ ἐμοί, ὅπως σοι καὶ τοῦτο ἐργασθῇ καλῶς, οὗ δεήσει θεοῦ διδόντος, ὅταν ἐκ τῆς ἔνδον διακονίας ἐπιτήδειος εἶναι δοκῇς ἄρχειν ἐθνῶν.

[301]

Θεμιστίῳ.

[1]    Κατὰ μὲν τοὺς λόγους ἡμῖν ἔοικεν ὁ χρηστὸς Ἐλπίδιος, βίου δὲ ἰδεῖν ὁδὸν κατὰ πολὺ βελτίων. ἦν μὲν γὰρ αὐτῷ θρόνος καὶ τρίβων καὶ τἄλλα δὴ πάντα ἐν οἷς ἡμεῖς ἔτι, τοὺς δ' ἐν τῷ παιδεύειν διατρίβοντας ὁρῶν εἰδώλων ἀσθενεστέρους, Σωκράτη δὲ ἐξαιρῶ τοῦ λόγου, σὺ μὲν γὰρ ἰσχύεις, ἀλλὰ τά γε τῶν ἄλλων σκιά. ταῦτ' οὖν ἰδὼν ἀφεὶς τὰ τῶν τεττίγων γίνεται τῶν ὁπλιτῶν.

[2] καὶ πολλοὺς ἤδη καὶ ἔτρωσεν ἀδικοῦντας καὶ ἔσωσεν ἀδικουμένους. βλέπων δὲ πρὸς τὸ καλὸν μᾶλλον ἢ πρὸς ἀργυρίου πλῆθος ὑπό γε τῶν δυνατῶν πιστεύεται. τὰ παρόντα δὲ σὲ πειθέτω καὶ σχῆμα λαμπρὸν ἐν ἐλπίσι.

[3] κάλλιστον δὲ αὐτοῦ τὸ τοὺς μὲν ναυτιῶντας νέους φεύγειν, τὸ κτῆμα δὲ φυλάττειν τῶν λόγων. ἔξεστι δέ σοι πεῖραν λαβεῖν καὶ ἀκούοντι καὶ λέγοντι· σεῖσαί τε γὰρ δεινὸς ἀκροώμενον καὶ ταὐτὸ παθεῖν ὑπὸ κάλλους λόγων.

[4] πανταχῆ δὲ ὢν ἀγαθὸς ἓν ἀδικεῖ, παρὰ σοὶ δ' ἂν συγγνώμης τύχοι· πολλῷ τῷ φίλτρῳ κέχρηται πρὸς ἐμέ, καὶ τοῦτ' αὐτὸν εἰς ἐπαίνων ὑπερβολὰς ἐκφέρει.

[302]

Εὐφημίῳ.

[1]    Ὁρμηθεῖσιν ὡς σὲ τοῖς ἑταίροις συνήσθην. καὶ γὰρ εἰ μήπω καιρὸς ἥκει τοῦ λέγειν, ἀλλ' ἀκούειν γε δύναιντ' ἄν. καλῶ δὲ καιρὸν οὐ τὴν δόξαν τοῦ δύνασθαι βοηθεῖν, ἐπεὶ καὶ νῦν τισι δοκοῦσιν, ἀλλὰ τὴν λώφησιν τοῦ τῶν πραγμάτων ὄχλου, δι' ὃν οὐδ' ἐπικουρῆσαι τῶν ῥητόρων τοῖς πένησιν ἔστι σοι.

[2] λέξουσι μὲν οὖν εἰς τότε, κωλύει δὲ οὐδὲν καὶ σιγῶντας ἀπολαύειν εὐνοίας, ὡς οὐ μικρόν γε τοῖς οὗπερ οἵδε τεταγμένοις ἥμερον εἰς αὐτοὺς βλέψαι τὸν ἄρχοντα. εἰσὶ δὲ ἄξιοι τοῦ τοιοῦδε οὗτοι βλέμματος Λεόντιός τε καὶ Μαρκιανὸς καὶ λόγων εἵνεκα καὶ τρόπων. [303] [t]

Ἀνατολίῳ.

[1]    Οὐ δεήσομαί σου Μάγνον εὖ ποιεῖν, τοῦτο μὲν γὰρ ἐψήφισται πάλαι καὶ σοὶ καὶ πᾶσι τοῖς σοῖς, ἀλλὰ μὴ χαλεπῶς ἔχειν, ὅτι ὑμῖν βραδέως ἥκει. τά τε γὰρ ἄλλα δυσκόλου πεπείραται τῆς Τύχης καὶ νῦν αὐτῷ τὸ κέρδος ἀνέβαλε δι' ἀρρωστίας τινός.

[2] ἀλλὰ σύ γε αὐτῷ διαλλάξεις τὴν θεόν, καί τις ὄψεται χρυσίον ἐν ταῖς Μάγνου χερσὶν ἀπὸ λόγων προσιόν, ὃ τοῖς εὖ φρονοῦσι τοῦ πλουτῆσαι δι' ὀνείρατος ἥδιον.

[304]

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.

[1]    Οὐδὲ νῦν ὑμᾶς ἄλλο τι νομίζω δρᾶν ἢ παιδεύεσθαι, παιδεύεσθαι δέ, ὅπερ μέγιστον ἐν ἀνθρώποις, ἄρχειν εἰδέναι. παιδεύει δὲ παῖδας πατήρ, ὅπερ ἥδιστον, οὐ λόγους περὶ τοῦ πράγματος λέγων, ἀλλ' ἐν οἷς ἐργάζεται διδάσκων ἄρχειν.

[2] ἐκεῖνά τε οὖν μανθάνετε καὶ ἡμῶν μέμνησθε καὶ Μάγνῳ πληροῦτε τὰς ἐλπίδας. [305] [t]

Πάππῳ.

[1]    Ἓν αἰτοῦντι δύο πέπομφας. τί τοῦτο; πότερον ὑπὸ τοῦ παιδὸς ἐξηπατήθης, ὅτι δεοίμην δυοῖν, ἢ διδάξαι τὸν υἱὸν ἐθέλων ὧν αἰτηθείη διδόναι πλείω δύο ἔπεμψας ἀνθ' ἑνός; ἀλλ' εἴτε ἐκεῖνος ἠπάτησε, φιλολόγου τὸ πάθος, εἴτε σὸν ἡ προσθήκη, πατρὸς ἡ νουθεσία.

[2] τὸν δὲ ἄργυρον ὃν τοῖς ἄκροις περιήλασας ἐμεμψάμην. οὔτε γὰρ ἐπ' ἀγορᾶς χρησαίμην ἂν τοῖς ὧδε κεκαλλωπισμένοις ἀποκοσμῆσαί τε τὰ παρὰ σοῦ δῶρα δίκαιον οὐκ ἐδόκει. μένει τοίνυν εἴσω θυρῶν.

[3] παρακλήσεις δὲ πρὸς ἡμᾶς ὑπὲρ Εὐσεβίου ποιούμενος καὶ παρ' ἡμῶν ἴσως αὐτὸς ἀξιώσεις ὑπὲρ αὐτοῦ δέχεσθαι. εἰ δ' ἐκεῖνο λόγον οὐκ ἂν ἔχοι, μηδὲ τοῦτο νόμιζε.

[306]

Γεροντίῳ.

[1]    Σέβων Κρητῶν μὲν εὐγενέστατος, Ἑλλήνων δὲ γνωριμώτατος, ἡμῖν δὲ ἀνδρῶν φίλτατος. τοῦτον ἀποδράντες οἰκέται καὶ καταφυγὴν ἀρκοῦσαν νομίσαντες Ὀνήσιμον, ἄνθρωπον πονηρόν, Σύρον ἔμπορον, οὐ λανθάνουσιν.

[2] Εὔοδος γὰρ εἰδὼς τό τε ἀδίκημα καὶ τοῖς οἰκέταις περιτυχὼν ἥσθη τε καὶ ἀνεβόησε καὶ λαβόμενος εἷλκεν ὡς Ἑκηβόλιον, Ἀσχόλιος τούτῳ πατήρ, νομίζων οὕτως ἂν ἡμῖν καλῶς πεμφθῆναι τοὺς δραπέτας.

[3] ἔοικε δὲ οὐ καλῶς ὅ γε Εὔοδος βεβουλεῦσθαι. χρόνος τε γὰρ ἐκεῖθεν πολὺς καὶ τὸ θήραμα οὐδαμοῦ πολλαί τε ὑποψίαι κατὰ τοῦ πράγματος.

[4] ἀλλ' εἴ τι καὶ δεύτερον κεκακούργηται, σὺ τοῦτο ποιήσεις μάταιον οὐκ ἐῶν ἀντὶ τοῦ δεσπότου τοὺς βουλομένους εἶναι τῶν ἀνδραπόδων κυρίους. ἡμῶν τε γὰρ οὐκ ἂν ἀμελήσαις τοῖς τε νόμοις ἐθελήσεις ἀποδοῦναι τὴν ἰσχύν.

[307]

Σιδηρίῳ.

[1]    Οὔθ' Ἡρωδιανὸν ἐγὼ δυναίμην ἂν περιιδεῖν λυπούμενον οὔθ' Ἡλιόδωρον ἐκεῖνος ἀπολλύμενον. ἐμέ τε γὰρ ἀνάγκη βοηθεῖν τῷ κοινωνῷ τῶν πόνων ἐκεῖνόν τε τῷ τροφεῖ. τροφέων δὲ ὅστις ἀμελεῖ, κἂν περὶ γονέας γένοιτο κακός.

[2] δύο τοίνυν αἰτοῦμεν, λῦσαί τε τὴν ζημίαν ἣν ἐπιβέβληκας ὡς ἀπειθοῦντι, πεποίηκε γὰρ ὕβρει μὲν οὐδέν, πενίᾳ δὲ ἴσως, καὶ τὴν φορὰν αὐτῷ μὴ πλείω ποιῆσαι τῆς ἀρχαίας, ὑφ' ἧς καὶ αὐτῆς πεπίεσται. ὁ δὲ μόλις ἃ νῦν φέρει φέρων ὑπὸ μικρᾶς ἂν βαπτισθείη προσθήκης. [308] [t]

Μοδέστῳ.

[1]    Μηδὲν ἔστω τῶν σῶν ἀτελές. μὴ τοίνυν μηδ' Ὑπερέχιος ἥμισυ στρατιώτου μήτε ἔστω μήτε καλείσθω. τοιαῦτα γὰρ ἐπισκώπτοντες ὀνομάζουσιν αὐτὸν οἱ μέχρι τίνος προὔβη τὸ πρᾶγμα εἰδότες.

[2] ἵν' οὖν ἐκείνους τε παύσωμεν τῶν σκωμμάτων καὶ τούτῳ τι γένηται τέλειον ἀγαθόν, γράφε πρὸς τὸν ἄρχοντα Γαλατῶν, τὸν χρηστὸν Ἀκάκιον, ἃ σὲ περὶ τούτου γράφειν εἰκός· ὡς τὴν προτέραν ἐπιστολὴν οὐκ ἐτολμήσαμεν Ἐκδικίῳ δεῖξαι δείσαντες μὴ περὶ τὴν ὕφαλον ῥαγῇ τὸ σκάφος.

[3] πολλὰ γὰρ ἐκεῖνος τοιαῦτα ποιῶν ηὐφραίνετο καὶ δὴ καὶ τούτῳ δῆλος ἦν ποιήσων ἕλκος. ἀλλ' οὐχ ὁ νῦν ἄγων τὸ ἔθνος, ἀλλὰ καὶ τοῦ δικαίου λόγον καὶ τοῦ σοὶ χαρίζεσθαι ποιούμενος οὐδὲν διαστρέψας τῆς ἀληθείας δώσει τὰς ἀφορμὰς τῷ τέλει.

[309]

Θεμιστίῳ.

[1]    Σὺ δὲ ἤσχαλλες παιδευόμενος τότε οἰόμενος περὶ πρᾶγμα ἄχρηστον ἀναλίσκειν τὸν πόνον, ἔμελλες δὲ ἄρα δεηθήσεσθαι τῶν βελῶν ἐκείνων. ἄρχεις γάρ, τῷ δὲ ἄρχοντι δεῖ λόγων, ὥσπερ τοῖς πλέουσιν οἰάκων.

[2] ἀλλ' ὅπως ἡγήσῃ μὴ τὸ τὰς πόλεις ἔχειν, ἀλλὰ τὸ ὡς ἄριστα ἔχειν μέγα· τὸ μὲν γὰρ πολλοῖς ὑπῆρξε, τὸ δὲ παρ' ὀλίγοις ἐσώθη. σὲ δὲ ἄξιον τῶν ὀλίγων τούτων φανῆναι γεγονότα ἐξ ὧν ἴσμεν καὶ τραφέντα παρ' ἡμῖν φύσει τε ἐγρηγορότα καὶ δυνάμενον διιδεῖν, τί χεῖρον, τί βέλτιον.

[3] οἴου δὲ κεφάλαιον εἶναι τῆς περὶ ταῦτα ἀρετῆς, ἢν τοῖς γενναίοις ᾖ τι πλέον παρὰ τοὺς μὴ τοιούτους. Σευήρῳ δὲ τῷ Λυκίῳ δοκεῖ μοι μηδένα ἂν μηδεμία πόλις προσόμοιον δεῖξαι πολίτην, ὃς μεθ' ἡμῶν μὲν ἐθήρευσε τὰ ῥητορικῆς, μετὰ Μαξίμου δὲ τὰ φιλοσοφίας. καὶ ψῆφον ἔθετο ἐκεῖνος περὶ αὐτοῦ πάντων εἶναι Σευῆρον ὧν ἔγνω πιστότατον.

[4]

πεῖραν δὲ καὶ αὐτὸς λαμβάνων ἀκολουθήσεις τῷ Πυθίῳ καὶ συνησθήσῃ τῇ Λυκίᾳ τῆς φορᾶς, ὅταν σε κολακεύῃ μὲν ἥκιστα, θαυμάζῃ δὲ ἐν οἷς ἄξιον, εἰσηγῆται δὲ τὰ χρηστά, διελέγχῃ δὲ ἀπάτην. ταῦτα γὰρ δὴ καὶ τὸν καλὸν Σέλευκον εἰς τὸ φιλεῖν τε αὐτὸν καὶ θαυμάζειν ἤγαγεν.

[5] αὐτὸς μὲν πονηροῖς ἀνθρώποις καὶ ἁρπάζειν εἰδόσι περιπεσὼν ἀναμένει δικαστηρίου γνῶσιν, σὲ δὲ ἄξιον ἀντ' αὐτοῦ τοῖς αὐτοῦ γενέσθαι καὶ τὴν ἀπουσίαν ἄδηλον τῇ περὶ πάντα προνοίᾳ καταστῆσαι. καὶ γὰρ ἂν εἴη δεινόν, εἰ μὴ τοῖς ἐμοῖς φίλοις αἱ τῶν ἐμῶν ἑταίρων δυνάμεις ὠφελείας φέροιεν.

[6] τά τε οὖν αὐτοῦ σωτηρίας τυγχανέτω καὶ τὰ τῆς ἀδελφῆς Στρατωνίδος ἀπὸ τῆς αὐτῆς ἀνάγκης δεῦρο ἡκούσης ὥσπερ ἐκεῖνος. ἔστι δὲ ἡμῖν ἀξία τιμῆς, ὅτι τὸν ἀδελφὸν ὄντα τοιοῦτον ἐπαινέτην ἔχει. [310] [t]

Ὁνωράτῳ.

[1]    Ὅτου σε εἵνεκα ἐκίνουν, ὅπως ἐκ τοῦ γράφειν ἐπιστολὰς εἰς τὸ καὶ καλῶς ἐπιστέλλειν ἀφίκοιο, τοῦθ' ὁρῶ μοι χωροῦν. ἤδη τε γὰρ εἶ καλὸς καὶ ἔσῃ κάλλιστος τοῦ γε εἰκότος νικῶντος. ἐξέστω γάρ μοι κατὰ τοὺς γεωργοὺς προειπεῖν, οἷ προβήσεται τὸ φυτόν. ὄντων δὲ ἀξίων θαυμάσαι τῶν ὀνομάτων ἡ κατὰ τὸ ἦθος ἀρετὴ παρῄει τὴν ἐν ἐκείνοις χάριν ὥσπερ τινὰ χρυσὸν χρυσὸς ἀμείνων.

[2] ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος, βουλοίμην δ' ἄν σε τῶν σαυτοῦ τὸ μέγιστον μήτ' ἀγνοεῖν μήτε εἰδότα δεύτερον ἄγειν ἑτέρου. μέγιστον δὲ τῶν σῶν ὁ πατήρ, καὶ μεθ' ἡμῶν καὶ πρὸ ἡμῶν διεπλάττετό σοι τὴν ψυχήν.

[3] εἰ οὖν κόσμος μαθητῇ παιδευτὴς ἀγαθός, προτέρου μεμνήσῃ τοῦ πατρός, οὗ καὶ αὐτὸς εἶναι μαθητὴς ὁμολογῶν οὐκ αἰσχύνομαι. καὶ σὺ μὲν μειδιάσεις, τοῦτο δὴ τὸ σόν, τὸ πρᾶγμα δὲ οὐκ ἂν ἄλλως ἔχοι, τὸν θρόνον δὲ πείσωμεν μὴ ἀγανακτεῖν.

[4] ταυτὶ μὲν οὕτω δεδόχθω, τῶν δὲ πρὸς ἡμᾶς ἐπιστολῶν ἐξαίρει τὰ δοκοῦντα μὲν θεραπείαν ἔχειν, λυμαινόμενα δὲ τῷ κάλλει, ζητούμενα δὲ παρὰ τῶν πολλῶν.

[5] ἀλλ' ἡμεῖς γε μὴ τῶν πολλῶν ἡμᾶς αὐτοὺς ποιῶμεν, ἀλλὰ πρὸς μὲν ἐκείνους τὸν ἐκείνων, ἐπειδήπερ ἀνάγκη, πρὸς δ' ἡμᾶς τὸν ἡμέτερον φυλάττωμεν νόμον. [311] [t]

Ἀνατολίῳ.

[1]    Κάλλιστα ἀνθρώπων Ὑπερέχιος ὄψεται Σελεύκειαν τὸν τῶν ἀνδρῶν ἄριστον ἐπ' αὐτῆς ἔχων ὁρᾶν, ἡμεῖς δὲ ἄρα δοῦλοι γεγόναμεν ὑπὸ τῆς τέχνης ἢ πάντως ἂν τὴν αὐτὴν ἐθέομεν οὐ λιμένος ἡμᾶς ἕλκοντος οὐδ' οἷς φασιν ηὐξῆσθαι τὴν πόλιν, ἀλλὰ σοῦ καὶ τῶν σῶν τρόπων ἀναπειθόντων τρέχειν. λείπεται γάρ, ἐπειδὴ σὺ φεύγεις, ἡμᾶς διώκειν.

[2] καίτοι πῶς οὐ δεινὸν ἐκ μὲν Ἰταλίας ἐλθεῖν τῷ περὶ ἡμᾶς ἔρωτι, ζητεῖν δὲ οἷς ἀνθ' ἡμῶν συνέσῃ καὶ πλέον νέμειν ἀγροῖς ἤ τισιν ἑτέροις τόποις τῆς ὑπὸ σοῦ πόλεως κεκοσμημένης;

[3] ἀλλ' ὁ μὲν Ἀπόλλων πάλιν εἰς Δελφοὺς ἀφίξεται, Μαξίμῳ δὲ χαρισάμενος τὴν ἐκ τῶν γραμμάτων βοήθειαν τῷ 'κείνου παιδὶ χάρισαι τὸ ταχέως δοῦναι τὰ γράμματα. πλέον γὰρ οὗτος ἐπιθυμεῖ πόνων ἢ τοῦ μὴ πονεῖν ἕτεροι. θαυμάσας οὖν αὐτοῦ τὸ πεπεῖσθαι τῷ πατρὶ σύστειλον εἰς μικρὸν αὐτῷ τὴν ἀπόστασιν.

[312]

Κληματίῳ.

[1]    Σαυτὸν ἀνάμνησον τῶν ὑποσχέσεων, ἃς ἐποιοῦ πρὸς ἡμᾶς περὶ τῶν Ἐλπιδίου πραγμάτων, μᾶλλον δέ, καὶ μεμνημένος διατελεῖς καὶ βραδέως ἥκοντα μέμφῃ καὶ δεξάμενος βεβλαμμένον ἐν τοῖς εὖ πράττουσι στήσεις εἰδὼς ὅτι περὶ ἕνα μὲν ἔσῃ πρόθυμος, εὐεργέτης δὲ γεγράψῃ τοῦ τῶν Ἑλλήνων γένους· ὡς, ὅ τι ἂν οὗτος εὖ πάθῃ, πάντες οἷς τι μέτεστι λόγων ὠφέληνται.

[2] καὶ μὴν σὺ μὲν ἐπαινεῖσθαι βούλοιο ἄν, τούτῳ δὲ ἐπαινεῖν δύναμις. ἔσται δὴ τῷ μὲν ἔργα παρὰ σοῦ, σοὶ δὲ παρὰ τοῦδε λόγοι, ἐμοὶ δὲ ἐξ ἀμφοῖν ἡδονὴ λαμβανόντων ὑμῶν ἃ προσήκει παρ' ἀλλήλων.

[313]

Εὐμολπίῳ.

[1]    Οὐδὲν ἄτοπον παρὰ φίλου χάριν αἰτῆσαι χαριζόμενον φίλῳ. φίλος δὲ σοὶ μὲν ἐγώ, Σωφρόνιος δὲ ἐμοί.

[2] δέομαι δή σου μὴ ποιῆσαι Σωφρονίῳ τὴν τῶν ἵππων κτῆσιν ζημίαν. ἀρκεῖ ταῦτα παρ' ἐμοῦ πρὸς Εὐμόλπιον· εἰ δ' ἄλλος ἦν, μακρὰν ἀποτείνειν ἔδει.

[314]

Ἀνατολίῳ.

[1]    Ἐπειδὴ πλειόνων ἔδει γραμμάτων, ἥκει σοι πλείω· μικρῶν δὲ εἰ δεήσειεν, ἀφίξεταί σοι μικρά. μέτρον γὰρ ποιοῦμαι τὴν χρείαν, ἀλλ' οὐ τὴν σὴν ἐπιθυμίαν. οὐ γὰρ δὴ καὶ τοῦθ' ὑμῖν ἐξέσται τοῖς ὅτι πάνθ' ὑμῖν ἔξεστιν ἡδέως ἀκούουσι.

[2] σὺ μὲν οὖν ἠνύσθαι φῂς τὸ μῆκος τῆς ἐμῆς ἐπιστολῆς, ἐμοὶ δὲ ἤνυσται τὸ μῆκος τῆς σῆς ἀπολογίας. καὶ γὰρ ἔτυχον πρὸς τὸν θεῖον προειπὼν ὅτι σε ταχέως τοῦ κατηγορεῖν παύσας ἐν ἀπολογίαις δείξω.

[3] πάνυ οὖν ἥσθην ὁρῶν σε μαχόμενον ὑπέρ τε τῆς πράσεως καὶ τῆς τῶν ῥητόρων φυγῆς, οὐχ ὅτι γενναίως, ἀλλ' ὅτι πάνυ φαύλως ἐμάχου. φῂς γὰρ τῷ μὲν οὐδὲν γενέσθαι βλάβος τὴν σὴν πρᾶσιν, τοὺς δ' οὐκ ἐθέλειν ἀπὸ τοῦ πονεῖν κερδαίνειν, οἳ κἂν εἰς πῦρ ἐμβαῖεν ἐπὶ τῷ τι κερδᾶναι.

[4] τοῦ παρόντος δέ μοι σχήματος καὶ τὸ σὸν ἡγοῦμαι φαυλότερον. οὔκουν ἀνθελοίμην ἄν· τὸ μὲν γάρ ἐστιν ἐν ταραχῇ ζῆν, τὸ δὲ ἐμὸν ἐν λόγοις. κἄν τι καλὸν ἐργάσῃ, τῆς ἐμῆς δεῖται φωνῆς, εἰ μέλλει τις αὐτὸ καὶ τῶν ὕστερον εἴσεσθαι.

[5] τὰ δ' ἐν Ἰλλυριοῖς αὐτὸς μὲν πεποιηκώς, αὐτὸς δὲ ἐγκωμιάζων Ἀστυδάμας γέγονας. ἀλλ', ὦ βέλτιστε Ἀχιλλεῦ, τὸν Ἕκτορα ἀποκτείνας ἄφες Ὁμήρῳ περὶ τοῦ φόνου τι διελθεῖν.

[315]

Κληματίῳ.

[1]    Ἔτι με τοῖς γράμμασιν ἡδόμενον, ἃ ἐμήνυε λῃστοῦ τινος σύλληψιν κομψὴν ἔχοντος διάδυσιν καὶ ὄχλον ἥκοντα ἐπὶ τὴν κρίσιν καὶ σὴν εὔροιαν καὶ τῶν περιεστηκότων κρότον, τούτοις με εὐφραινόμενον εἰς ἀθυμίαν ἥκων ἐνέβαλεν Ἀσκληπιάδης ὁ ἰατρός. ἔφησε γάρ σε ποιῆσαι ταῦτα ἃ μεμηνότος ἦν, καὶ εἰπὼν ἔπεισεν οὓς ἔπεισε, καὶ πολὺς ἦν ὁ χειμών.

[2] ἐγὼ δὲ αἰσθόμενος τὸν μὲν ἄρχοντα κατεῖχον συκοφάντην καλῶν τὸν ἰατρὸν καὶ δεόμενος βάσανον ἀποδοῦναι τῷ πράγματι, τὸν δ' Ἀσκληπιάδην ἔπειθον μὴ κακὸν εἶναι μηδὲ ταραχὰς ἐμποιεῖν καὶ εἶχον ταὐτά μοι καὶ βουλομένους καὶ λέγοντας Εὐάγριόν τε καὶ ᾧ πλεῖστον μέτεστι φρενῶν, Ἀμπέλιον λέγω τὸν καλόν.

[3] οὑτωσὶ δή σοι τὰ τοῦ ἄρχοντος κεῖται· οὔτ' ἐχθρὸς ἁνὴρ οὔθ' οἷος ἔμπροσθεν φίλος. τὸ μὲν γὰρ ἡμεῖς ἐκωλύσαμεν, τὸ δὲ ἐκίνησεν ὁ ψευσάμενος.

[4] σὺ δ' ὅλως κράτει τῆς γλώττης καὶ ἐπέστω τῷ στόματι χαλινός. βέλτιον γὰρ σωφρονοῦντα ζῆν ἀδεῶς ἢ θρασυνόμενον τρέμειν. ἀλλὰ καὶ τοῖς φίλοις τὰς μετὰ τοῦ δικαίου χάριτας δίδου καὶ μήτοι νόμιζε καλὸν ἐοικέναι τῷ Κύκλωπι ‹καὶ› βοᾶν εἰκῆ καὶ λακτίζειν καὶ καταφρονεῖν τῶν θεῶν.

[5] ταῦτα ἐπιστέλλω σοι λύσας ἐμαυτοῦ δόγμα. τὸ δὲ ἦν καταλῦσαι τὸ πρὸς σὲ γράφειν, ὃς τοὺς ἑταίρους μοι καὶ φιλτάτους, Εὔνομόν τε καὶ Εὐδαίμονα, τοὺς ἐξ Ἐλούσης, οὐδὲ οἶσθα. καίτοι πολλά σοι περὶ τοῖν ἀνδροῖν διελέχθην ἀξιῶν αὐτοὺς τυχεῖν τινος ἀγαθοῦ. ῥήτορες δὲ ἄμφω καὶ ποιοῦνται τὸν βίον ἀπὸ τοῦ συνηγορεῖν. ἀλλὰ σὺ καὶ τοῦτο ὤκνησας καλέσας εἰπεῖν, ὡς ἄρα περὶ αὐτῶν ἐδέξω παρ' ἐμοῦ λόγον.

[6] ὃ δή σοι παρῶπται, γενέσθω νῦν, ὥστ' ἐμοὶ παρ' ἐκείνων ἐλθεῖν ἐπιστολὴν οὐ κατὰ τὴν νῦν· ὡς ἥ γε νῦν ὀδυρομένων. εἰ δὲ σὺ ταῦτα οὐ δώσεις, διδάξεις καὶ ἡμᾶς ὧν ἡμεῖς κύριοι μηκέτι δοῦναι.

[316]

Ἀκακίῳ.

[1]    Καὶ πρὸ τῆς σῆς ἐπιστολῆς ἠπιστάμην οἷ κακῶν τε ἀφῖξο καὶ ὅτι τῶν κακῶν ἀπηλλάγης. ἀνὴρ γάρ τις ἐκεῖθεν ἥκων οὐ πάνυ μοι γνώριμος εἰπών σε νοσῆσαι σφόδρα καὶ μνησθῆναί γε διαθηκῶν, ὡς εἶδεν ἐμαυτοῦ με ἐκπεσόντα καὶ ἀπολωλότα, ἀλλ' οὐκ ἐδέησε μέντοι τῶν διαθηκῶν, ἔφη, λέλυται γὰρ τὸ δεινόν.

[2] οὕτως αὖθις ἐν ἐμαυτῷ τε ἐγενόμην καὶ πρὸς τοὺς φίλους διηγούμην, ἃ παθὼν διαφύγοις, συνάπτων τοῖς ταράττουσι τὰ βελτίω. λαβὼν δέ σου τὰ γράμματα καὶ τοῦ νοσήματος τὴν φύσιν ἀκριβῶς ἐν τῇ τάξει καθορῶν, παρεῖχε δέ σοι τοῦτο ποιεῖν μετὰ τοῦ Πλάτωνος Ἱπποκράτης, σὺ γὰρ ἀμφοῖν μαθητής, συνήλγουν μὲν ἐπὶ τοῖς πόνοις, συνηχθόμην δὲ τῇ πόλει πολλοὺς τρεφούσῃ τοὺς Ἀκεσίας.

[3] συγγνώμην δὲ εἶχον, εἰ σοῦ κάμνοντος οἶνος ἐκράτει. καὶ γὰρ αὐτός εἰμι τῶν οἴνῳ δουλευόντων ἐν τῷ νοσεῖν. ὡς δ' ἤκουσα κρουνοὺς ἱδρῶτος, ἀνέπνευσα. καὶ χάριν ἔχω τῷ μὲν Ἀσκληπιῷ τοῦ στῆσαι τὴν ἀσθένειαν, σοὶ δὲ τοῦ μηνῦσαι. κοινὴ γὰρ δὴ τῶν Ἑλλήνων ἑορτὴ τὸν τῶν Ἑλλήνων ἄκρον ἐρρῶσθαι. ὃ γὰρ ἐμὲ σὺ καλεῖς, αὐτὸς ὢν τυγχάνεις.

[4] λόγοις δὲ ἐμοῖς ὁμιλῶν εὐδαίμονά με ποιεῖς, εἰ δὴ τοσοῦτον ἐγώ. καὶ οὐκ ἐρῶ γε τὸ τῶν πολλῶν, ὅτι τὸν πατέρα τῶν λόγων φιλῶν, ἀλλ' οὐ τοὺς ἐκγόνους ἐπαινῶν ὁμιλεῖς τοῖς λόγοις. σὺ γὰρ οὔτ' ἂν φίλον μὲν δεξιόν, ῥήτορα δὲ μὴ δεξιὸν ῥήτορα προσείποις δεξιὸν οὔτ' ἂν μὴ φίλον μέν, ῥήτορα δὲ ἀγαθὸν φαῦλον ἡγήσαιο ῥήτορα.

[5] πάντα γὰρ δὴ περικόπτων αὐτῶν γίγνῃ τῶν λόγων καὶ οὐχ ὧν εἰσιν, ἀλλ' οἷοί τινές εἰσιν ἀξιοῖς ὁρᾶν, ὥστ' ἤδη μεγάλα φρονῶ τῇ σῇ ψήφῳ πειθόμενος, ὡς ἄρα τις εἴην καὶ αὐτός.

[6] Τιτιανὸς δὲ τῷ θέρει μέν, ὅσα εἰκὸς τῷ θέρει, χρήσθω, τοῦ χειμῶνος δὲ παρ' ἡμῖν ἔστω. καὶ προσαπτέσθω μὲν τῶν ἐμῶν, ἐπειδὴ τῷ πατρὶ δοκεῖ, τῶν δὲ τοῦ πατρὸς ἰχνῶν ἐχέσθω πλέον καὶ πρὸ τοῦ Νέστορος Πεισίστρατος θαυμαζέτω μηδένα.

[317]

Κληματίῳ.

[1]    Ῥητόριος οὗτος ἡμῖν ὡμίλησεν, ἐγὼ δὲ ἐφοίτων ὡς τὸν τοῦδε πατέρα, καὶ γέγονεν ἐμοὶ μὲν δι' ἐκείνου γνῶναι τοὺς ποιητάς, τούτῳ δὲ δι' ἐμοῦ τοὺς ῥήτορας. ἐπίσταται δέ, τίς μὲν ἐγὼ περὶ σέ, τίς δὲ σὺ πρὸς ἐμέ. καὶ γὰρ τῶν ἐν Βιθυνίᾳ κεκοινώνηκέ μοι διατριβῶν καὶ ὅλως ποιεῖται λόγον τοῦ μηδὲν τῶν ἐμῶν ἀγνοεῖν.

[2] οὗτος ἐπ' Αἰγύπτου πάρεισι γῆν οὐ πολλήν τινα πατρῴαν παραληψόμενος, ἐκεῖθεν γὰρ ὁ πατὴρ αὐτῷ, μᾶλλον δέ πως εἰς τὴν ὁδὸν παρεκλήθη τῷ τὴν Παλαιστίνην ὑπὸ σοῦ διοικεῖσθαι.

[3] ὃν δὲ καὶ ἄλλως ἀκούσας ἡμέτερον εἶναι μαθητὴν ἡδέως ἂν εἶδες, ποῦ τάξεις ὑφ' ἡμετέρων σοι προσαγόμενον γραμμάτων; [318] [t]

Σεβαστιανῷ.

[1]    Συνηχθέσθην μέν σοι τὴν γυναῖκα ἀποβαλόντι, συνήσθην δὲ τὴν συμφορὰν γενναίως ἐνεγκόντι· τὸ μὲν γὰρ ἐπήρειαν Τύχης, τὸ δὲ δείκνυσιν ἀρετήν. ἕξεις δὲ καὶ τουτονὶ Ῥητόριον οὐ φαύλην παραψυχὴν διὰ πολλῶν μὲν ῥητόρων, οὐκ ἐλαττόνων δὲ ποιητῶν ἀφιγμένον καὶ ὄντα ἀγαθὸν καὶ τοῦτο κἀκεῖνο.

[2] σὲ μὲν οὖν αὐτῷ φίλον ποιεῖ τά τε ἐμὰ γράμματα καὶ τὸ τοῖς σοῖς οἰκείοις συμπεφοιτηκέναι τὸν ἄνδρα, τούτῳ δὲ εὔνουν ἐμὲ δύο τὰ μέγιστα ποιεῖ. μαθητὴς γὰρ ὢν ἐμὸς διδασκάλου μοι παῖς ἐστι, πάντως δὲ τὸν Δίδυμον οὐκ ἀγνοεῖς, εἰ μὴ καὶ τὴν Μεγάλην ἀγνοεῖς πόλιν, ἐν ᾗ τῆς αὑτοῦ παιδείας ἐκεῖνος μετεδίδου νύκτα καὶ ἡμέραν ῥέων.

[3] ἀλλ' ὅπως οὗτος ἐγκρατὴς γένοιτο τῶν κτημάτων, ἐφ' ἅπερ ἥκει. μικρὰ μὲν γὰρ ταῦτα, πένητι δὲ παραμυθία, Ῥητόριος δὲ τῶν οὐκ εὐπόρων. ἔστι δέ σοι δύναμις ἐν Αἰγύπτῳ, δι' ἧς οἱ μὲν ἄλλοι χρήματα εἰργάσαντο, σὺ δὲ δόξαν ἀγαθὴν τῇ πρὸς τὸ δίκαιον συμμαχίᾳ.

[319]

Κυρίλλῳ.

[1]    Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπειθεν, ὅτι μου μετ' εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳδίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγαθὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν.

[2] ἦν οὖν ἀκόλουθον τῷ γράψαι θαρρῆσαι τὸ μηδ' ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς χάριτος πάλαι παρ' ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἵνα δὲ ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ.

[3] Προκόπιος εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λόγων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων ἕτερα τοσαῦτα.

[4] τὰ μὲν οὖν ἐκ Κιλικίας, ὡς ἔφη, μέχρι τῶν γραμμάτων ἔμεινε, θάτερα δὲ εἰς ἔργον ἐχώρησε. καὶ ἦν τούτῳ μὲν τρέφεσθαι, Προκοπίῳ δὲ εὐδοκιμεῖν. ἀλλὰ νῦν καὶ τούτων ἀποστερεῖται τοῦ διδόντος ἀεὶ μηκέτι διδόντος φάσκοντος κεκωλύσθαι γράμμασιν, οὐ Προκοπίου, τοῦτο γὰρ οὐκ ἐτόλμησε ψεύσασθαι, τῶν δὲ ἐπιτρόπων τινός.

[5] ἀλλὰ σὺ πεῖσον τοὺς ἐπιτρόπους μὴ οὕτω τὸν δεσπότην φιλεῖν ὥστ' ὀλίγῃ προσθήκῃ πυρῶν δόξαν αὐτῷ διαφθείρειν μεγάλην. εἰ μὲν γὰρ ἢ πονηρὸς γέγονε περὶ ὑμᾶς Διονύσιος ἢ πλούσιος, ἔχει λόγον στῆναι τὴν φορὰν ἢ τῆς χρείας λελυμένης ἢ τῆς γνώμης οὐκ οὔσης εὖ παθεῖν ἀξίας· εἰ δ' ἐπὶ τῆς αὐτῆς ὢν ἐνδείας καὶ ἐν τοῖς αὐτοῖς ἐστι τρόποις, ὑμῖν δὲ ἐξ οὐρίων τὰ πράγματα χωρεῖ, καὶ χωροίη γε, μὴ καταλύσητε τὴν ἐπικουρίαν.

[6]

οὗτος μὲν γὰρ τῶν προτέρων εἰδὼς χάριν τῶν νῦν αἰτιάσεται τὴν Τύχην, ἔσται δέ τις ὁ μεμφόμενος ἴσως, εἰ ἃ καλῶς ἔγνωτε, ταῦτα οὐκ ἐφυλάξατε, καὶ φαῦλα ζητοῦντες ἀποστήσεσθε μειζόνων.

[7] καὶ μὴν εἰ μὲν ὑμῶν ταῦτα, ποῦ καλόν; οὐ γὰρ τῆς γε ὑμετέρας οἰκίας ἡ μεταβολή· εἰ δὲ Προκόπιος μὲν ‹ὁ› αὐτός ἐστι, δοῦλος δέ τις κινεῖ τἀκείνου, μαθέτω μὴ παραβαίνειν δεσπότου νόμους. [320] [t]

Μαξίμῳ.

[1]    Ἄρχω γραμμάτων, οὗ μάλιστα ἐπεθύμεις, καὶ τοῖς ἔργοις, δι' ὧν ᾔσθου με φίλον, προστίθημι τὸ ἐπιστέλλειν ἴσως οὐκ ἀτιμότερον παρὰ σοὶ τῶν ἔργων ἐκείνων.

[2] καὶ πρῶτον μέν σε βουλοίμην ἂν ἅπερ ἔγνωκας τηρεῖν, ἐγίγνωσκες δὲ ἄρα τὴν Ἀραβίαν εὐδαίμονα ποιεῖν πάνυ φαύλως ἔχουσαν ὑπὸ τῶν οἴκαδε τἀκείνης ἑλκόντων ἀγαθά. ἀλλὰ σὺ πενέστερος ἐπὶ τῆς ἀρχῆς ἔσῃ πρὸ τοῦ χρυσίου τὸ ἐπαινεῖσθαι ποιούμενος.

[3]

τοῦτο καὶ Βάσσῳ παρέχει τὰς ἀμείνους ἐλπίδας, ὃν δεῖ νῦν τὰ αὑτοῦ κομίσασθαι διὰ σοῦ. Βάσσῳ γὰρ τούτῳ θεῖοι μέν εἰσιν ἐκεῖ πονηροί τινες ἄνθρωποι, θεῖος δὲ ἐνταῦθα ῥήτωρ τε καὶ ἀνὴρ ἀγαθός, Μάγνος ὄνομα αὐτῷ, δι' ὃν δὴ καὶ Βάσσου μοι μέλει· τὸν μὲν γὰρ οὐδεπώποτε εἶδον, ὁ δὲ ἀντὶ πολλῶν ἐστί μοι. καὶ οὐκ ἔστιν ἀμελῆσαί μοι τῶν τοῦδε.

[4] σκόπει τοίνυν, τίνες μὲν οἱ τοῦ πατρὸς ἀδελφοί, τίς δὲ ὁ τῆς μητρὸς οὗτος· οἱ μὲν τὰ Βάσσου διηρπάκασιν, ὁ δ' ὅπως Βάσσου γένοιτο τὰ πατρῷα, πάντα ποιεῖ. καὶ πάλαι τοῦτο ζητῶν νῦν ἥκειν ἡγεῖται καιρόν, καὶ καλῶς ἡγεῖται. Μάξιμος γὰρ ὁ γενναῖος καὶ τοῦ δικαίου καὶ ἡμῶν χάριν τοὺς μὲν σείσας, τὸν δὲ ἐλεῶν ἀπὸ τῶν τὰ ἀλλότρια καρπουμένων ἐπὶ τὸν ἐκ τῶν νόμων κύριον μεταστήσει τὴν οὐσίαν.

[321]

Κληματίῳ.

[1]    Πρὸς Δυνάμιον ἤρξατο μὲν Ἀθήνησί μοι φιλία, προσθήκην δὲ ἔλαβε νῦν, ἐπειδή σε ἥκων ἐπῄνει. γράμματα δὲ ᾔτει παρ' ἐμοῦ πρὸς σέ, ἔδωκα δ' ἂν καὶ μὴ αἰτοῦντι, σοὶ μὲν ὅπως χαρισαίμην, τὸν δ' ὅπως ἂν ἥδιον ὁρῴης.

[2] ἔστι δὲ καὶ Εὐσεβίῳ βουλομένῳ τὸν ἄνδρα τυχεῖν εὐνοίας, τοῦ δὲ Εὐσεβίου λόγον εὖ ποιῶν ὅσονπερ ἐμοῦ ποιῇ. ἀμφοτέροις οὖν χάριν δὸς καὶ τόν γε Δυνάμιον ἀμειβόμενος τῶν ἐπαίνων ἡμερώτερος φάνηθι τῷ κοσμοῦντι τὴν Πέτραν.

[322]

Τῷ αὐτῷ.

[1]    Βοηθὸς ὁ παρ' ἡμῖν ἔφησεν αὑτοῦ τὸν πατέρα Βοηθὸν βοηθείας παρὰ σοῦ τυχεῖν. καὶ ᾔδειν γε ὅτι τοῦθ' οὕτως ἕξει· τῷ θείῳ γὰρ ἔμελλες δώσειν τὴν χάριν. εἰ δὲ ἐμοί τι τοῦ πράγματος ᾔδεις μέλον, ἀπωλώλει ἂν ὁ νῦν εὐδαίμων Βοηθός· τοσαύτῃ σπουδῇ κέχρησαι μὴ ποιεῖν ἃ βουλοίμην ἂν γενέσθαι.

[2] ἀλλὰ καὶ νῦν ἴσθι μοι κεχαρισμένος ἐν τῷ δοῦναι τῷ θείῳ τὴν χάριν, ὥσθ' ὥρα σοι τὸν Βοηθὸν ἐκβάλλειν τοῦ σχήματος, ὃ δεδωκὼς τυγχάνεις, ἐπειδὴ τὸ τῷ θείῳ σε κεχαρίσθαι χάριν ἐμοὶ φέρει.

[323]

Στρατηγίῳ.

[1]    Ἤδη σε ἔχειν ἡγοῦμαι τὸ ὡς ταχέως ἥξεις ἀκούσας καὶ συγχαίρω τῷ τε βασιλεῖ τοῦ σοῦ τάχους σοί τε τῶν πτερῶν, ἃ κέκτησαι τοῦτο μὲν ἐν τοῖς λόγοις, τοῦτο δὲ ἐν ταῖς ὁδοῖς.

[2] ἡδόμενος δὲ μετὰ τῶν ἄλλων, ὅτι σε ὄψομαι, τετίμημαι πρὸ τῶν ἄλλων ἐν τοῖς γράμμασι. καὶ καινὸν ἴσως οὐδέν· ἀεὶ γάρ μοί τι παρὰ σοῦ γέρας εὑρίσκεται, καὶ ποιεῖ σὲ μὲν λαμπρὸν ἡ ἀρετή, σὺ δὲ ἐμέ.

[324]

Ἀλυπίῳ.

[1]    Διὰ μὲν τὸ μέγεθος τῆς ἀρχῆς εὐδαιμονίζω σε, διὰ δὲ τὴν ἀρετὴν μεθ' ἧς ἄρχεις ἐπαινῶ. καί φημι μὲν τοῦτο κέρδος εἶναι τῇ ἡμετέρᾳ, παρ' ἧς ἔχεις τὸ ἐπίστασθαι ἄρχειν, εἴπερ ἀπὸ μὲν τῶν λόγων ἐκεῖνο, παρὰ δὲ ταύτης οἱ λόγοι, τῇ διδαξάσῃ δὲ κόσμος ὁ μαθών, πολὺ δ' ἂν αὐτῇ καλλίω τὰ τροφεῖα γενέσθαι, εἰ τὴν πρόνοιαν εἰς αὐτὴν καταθεῖο λαχὼν ἄρχειν αὐτῆς.

[2] ἀλλὰ τοῦτο μὲν ἀπαιτήσομεν τὴν Τύχην, καὶ δώσει γε, ἂν τὰ δίκαια ποιῇ· τὸν δ' Ἱεροκλέα σοι τρέφομεν ἀμείνω μὲν ἥκιστα τοῦ πατρός, ἴσον δὲ ἴσως τῷ πατρί. καίτοι σχίζεταί γε ἡ σπουδὴ τῷ νέῳ περί τε τὴν γλῶτταν καὶ τὸ τῆς χειρὸς ἔργον, ἀλλ' ὅμως ἐστὶν ὀξὺς ἀμφότερα, ὧν τὸ μὲν ἄλλοις ἐγὼ λέγω, τὸ δὲ παρ' ἄλλων ἀκούω. [325] [t]

Κληματίῳ.

[1]    Κράτιστον μὲν ἀγαθῆς ἀπολαύειν γυναικός, οὐ χεῖρον δὲ καὶ καλῆς, ἐπειδὴ καὶ τοῦτο παρὰ τοῖς σοφωτέροις ἐν λόγῳ. τῆς δὲ σῆς τοὺς μὲν τρόπους παρὰ σοῦ μανθάνων ἔχαιρον, τὴν δὲ ὥραν ἰδὼν τοῖς τε γονεῦσιν αὐτῆς καὶ σοὶ συνήσθην, τοῖς μέν, οἵαν ἔφυσαν, σοὶ δέ, οἵαν ἔχεις. Δήλῳ δή ποτε τοῖον καὶ ἰκέλη χρυσῇ Ἀφροδίτῃ καὶ οἷς ἐκόσμησε γυναῖκας Ὅμηρος πάντα ἂν δέξαιτο.

[2] ἀναμιμνησκόμενος οὖν, ὅπως ἤλγεις προπέρυσι τῷ τῆς γυναικὸς ἀφεστάναι, ἐφ' οἷς σε τότε οὐκ ἐπῄνουν, νῦν ἐπαινεῖν οὐκ ἔχω πρὸς ἀξίαν· οὕτω μέγα ἐπόθεις.

[3] σκόπει οὖν ὅπως ἔσῃ ταχέως πατήρ, ἵν', ἐπειδή με ἐτίμησας τῷ τὴν γυναῖκα δεῖξαι, ἔχοιμί σε ἀμείψασθαι τοῖς περὶ τοὺς παῖδας πόνοις.

[4] ἡ πενθερὰ δέ σοι τίμιον ὥσπερ ἡ μήτηρ ἔστω. φρένες τε γὰρ ἀγαθαὶ καὶ σὲ παῖδα μᾶλλον ἢ κηδεστὴν ἡγεῖται. καὶ χωρὶς τῶν ἄλλων τῆς ὁδοῦ τὸ μῆκος ἣν ἔπεισιν ἄξιον αἰδεσθῆναι. καὶ τὸ μέγιστον, ἄνδρα γὰρ αὐτῆς δεόμενον καὶ οἶκον ἀφεῖσα σοὶ τὴν θυγατέρα ἄγουσα ἔρχεται τερπομένη τε οἷς ἐπαινῇ καὶ τὸ τοιαῦτα ἀκούειν τοῦ πολλὰ κεκτῆσθαι πρότερον ποιουμένη.

[326]

Ἀρισταινέτῳ.

[1]    Χάρις γε σοὶ προσθέντι τὸ ὅτι ὑγίανας τῷ ὅτι ἠρρώστησας καὶ τοῖς γε μὴ προσαγγείλασιν ἡμῖν, ἡνίκα ἠσθένεις, χάρις· ἄνευ γὰρ τῆς τοῦ κακοῦ λύσεως αὐτὸ τὸ δυσχερὲς οὐκ ἂν ἐβουλόμην εἰδέναι.

[2] ἔχω δὲ οὔτ' ἀπιστεῖν μὴ ταύτην εἶναι τῇ σιγῇ πρόφασιν οὔτ' αὖ πάνυ πιστεύειν. τὸ μὲν γὰρ ὁ λέγων ποιεῖ· πῶς γὰρ ἔστιν ἀπιστεῖν Ἀρισταινέτῳ; πάλιν δὲ πιστεύειν Ἀρισταινέτου κωλύει γράμματα Στρατηγίῳ μὲν ἐλθόντα, δοθέντα δὲ ἡμῖν ὑπ' ἐκείνου γελῶντος ἅμα οἷς δή τι καὶ σκῶμμα παρέγραψας, ὡς ἄρα τρίτος ἐγὼ φθονοίην τῷ πρώτῳ.

[3] καί μοι δοκεῖτε σύ τε κἀκεῖνος, δι' ὃν πρῶτος μὲν οὐκ ἐγένου, μένεις δὲ ἐν δευτέροις, οὐ γάρ με ἔλαθες οὔπω τῶν δευτέρων ἐκβάς, πλείω τοῦ δέοντος παίζειν. δῆλον γὰρ ὡς ὅπερ ἐγὼ πρὸς ἐκεῖνον ἀπέρριψα, σοὶ τοῦτο ἐκεῖνος ἐμήνυσε.

[4]

πρότερον μὲν οὖν ἤκουόν σε μέλλειν ἐκεῖσε τρέχειν, καὶ πολὺ τοῦτο ἦν, ὡς μέλλεις, νῦν δ' ἀκούω σοι τὸ μένειν ἀρέσκειν.

[5] ἐδόκεις οὖν μοι τότε μέν, εἰρήσεται γάρ, ἐκπεπλευκέναι σαυτοῦ, νῦν δὲ ἐπανήκειν εἰς σαυτόν. οὐ γὰρ ἐν τοσαύταις ἀρχόντων νιφάσι σὲ μόνον ἰδιωτεύειν δεινόν, ἀλλ' εἰ νῦν ἄρξεις, ἐν ᾧ τοσοῦτοι, τοῦτο οὐκ ἀνεκτόν.

[6] ἐλθεῖν μὲν οὖν σε παρὰ φίλον, εἰ καὶ μὴ μέτριον τοῦτο ἄλλῳ φίλῳ, παρ' ὃν οὐκ ἦλθες, ἔχει τι σχήματος, γενέσθαι δέ σε δῆλον ἀρχῆς εἵνεκα Νίκαιαν ἐκλιπόντα οὐκ ἴσον. ἰδού, ποταμῶν ἄνω. συμβουλεύω μὲν ἐγώ, σὺ δὲ ἃ πράττων ἀμείνων ἔσῃ, μανθάνεις.

[327]

Ἰαμβλίχῳ.

[1]    Μή σοι φαινέσθω καθ' ἡμῶν ἔγκλημα τὸ πολλὰ παρὰ σοῦ λαβόντας γράμματα μὴ τοσαῦτα ἀντεπιστεῖλαι. σὺ μὲν γὰρ ᾔδεις, οὗ καθημένοις ἐπέστελλες, ἡμῖν δὲ οὐκ ἦν ταὐτὸ πρὸς ἄνδρα ὁδῷ χρώμενον, ὥσθ' ὁ γράφων τηνάλλως ἔγραφεν ἄν.

[2] τὸ δὲ ἐλθεῖν Ἀθήναζε καὶ ταύτῃ κουφίσαι τὴν λύπην, εἴτε αὐτὸς ἰδὼν εἴτε ἄλλῳ πεισθεὶς ἐποίησας, ἐπαινῶ· μέγα γὰρ εἰς τὸν λοιπὸν βίον τὸ μὴ τὴν πόλιν ἀγνοεῖν. καίτοι δέδοικα μὴ τῶν ἀετῶν πεῖραν λαβὼν ὑπερίδῃς τῶν κολοιῶν.

[3] ἀλλ' ὅμως οὔ μοι μέλει τῶν ἐμῶν, εἰ τὰ σὰ γίγνοιτο βελτίω. κοινὰ γὰρ τὰ φίλων. φίλοι δὲ κέκληνται μὲν πολλοί, σαφὴς δὲ σὺ τῷ Ἀθηναίων περὶ ταῦτα νόμῳ πειθόμενος, ὧν νῦν μὲν ἑώρακας τὸ ἄστυ, πάλαι δὲ καλῶς τοὺς τρόπους. ἐκείνους τε γὰρ ὁ Θουκυδίδης φησὶν εὖ ποιοῦντας, οὐ πάσχοντας κτᾶσθαι τοὺς φίλους σοί τε ἐκ τῶν ἴσων ὑπῆρξε τοῦτο τὸ κτῆμα.

[4] εἰ οὖν σοι λόγος ‹τοῦ› μὴ τοὺς συνήθεις ἀθυμεῖν, μᾶλλον δέ, ἐπειδή σοι λόγος τοῦ μὴ τοὺς φίλους ἀνιᾶν, πράξας ἐφ' οἷσπερ ἀπῆρας ἥκειν ὡς τάχιστα. πάλαι γὰρ ἀπειρήκαμεν ἐρωτῶντες· ποῦ νῦν Ἰάμβλιχος; [328] [t]

Ἀρισταινέτῳ.

[1]    Ἀντίοχος οὑτοσὶ τῶν πολλάκις ἡμᾶς σεσωκότων ἐστὶ τῇ τέχνῃ· κατὰ μὲν γὰρ τὴν γλῶτταν ἴσως ἑτέρου δεύτερος, οὗ δὲ ἀναστῆσαι δεῖ, τοῖς πρώτοις ἐνάμιλλος.

[2] τῶν μὲν οὖν χειρῶν αὐτοῦ πᾶσα ἡ πόλις ἀπολαύει δι' ἴσου, πρὸς δὲ τὸ γένος ἡμῶν πατρόθεν ἐστὶν αὐτῷ φιλία, καὶ γέγονεν οὐκ ὀλίγοις ἡμῶν ἀντὶ τροφέων, ὃ τούτῳ πολλοὶ τῶν ἡμετέρων προγόνων. μάθοις δ' ἂν καὶ παρὰ τῆς αἰτίας, καθ' ἣν ἥκει τις ἀνὴρ πρὸς ἡμᾶς.

[3] Θεοδώρα μὲν γάρ, οἰχομένου Θαλασσίου θυγάτριον, ὡς δὴ τούτῳ κουφιοῦσα τὴν λύπην δεηθεῖσα λαμβάνει καὶ ἠγάπησεν ὥσπερ αὐτὴ τεκοῦσα· ἐπεὶ δὲ καλῶς ἔχει τὴν κόρην ἡμῖν ἐπανελθεῖν, Ἀντίοχος μετὰ τῆς γυναικὸς ἐπὶ τὴν κομιδὴν ἔρχεται τά τε ἄλλα φύλαξ ἀγαθὸς καὶ τῷ σώματι βοηθὸς τὴν ἀπὸ τῆς τέχνης πρόσοδον ἐλάττω κρίνας τοῦ χαρίσασθαι τοῖς φίλοις.

[4] λαβέτω δὴ πεῖραν τῆς σῆς φύσεως, ὅπως καὶ οὗτος ἀγγέλλῃ τοῦτο δὴ τὸ περὶ σοῦ παρὰ πολλῶν ᾀδόμενον, ὡς οὐδείς σοι παραπλήσιος.

[329]

Μαξίμῳ.

[1]    Νῦν ἔδει τοὺς οἰκείους Γαυδεντίου πρὸς ἡμᾶς ὅσα ὑπὸ σοῦ πεπόνθασιν ἀγαθὰ γράφειν, ἀλλ' ἐπειδὴ μέλλουσιν εὖ πείσεσθαι, δεῖ γὰρ οὕτω λέγειν, ἡμεῖς ἔτι σε παρακαλοῦμεν ἰδεῖν ἡδέως Ἀλέξανδρον καὶ Πασίωνα, περὶ ὧν πρὸς παρόντα ποιούμενοι λόγους ἑωρῶμεν ὑπισχνούμενον.

[2] εἰκὸς δὲ ἦν σε καὶ μηδὲν ἀκούσαντα τῇδε, γνόντα δὲ ἐκεῖ, τίνι προσήκουσι κατὰ γένος, αἰδοῖ τοῦ ῥήτορος ἀμῦναι τοῖν ἀνδροῖν. νῦν δὲ οὐδὲ βουλομένῳ μὴ βοηθεῖν ἔστι· κατένευσας γὰρ τῇ κεφαλῇ.

[3] τῶν μὲν οὖν ἄχρι τοῦδε τὰς ἀσχολίας αἰτιῶμαι, τὰ μέλλοντα δὲ ἔστω τῶν προτέρων βελτίω. καὶ γὰρ εἰ μὲν ἀπ' ἄλλου του πρὸς τὸ ἄρχειν ἐληλύθεις, ἴσως ἂν ἦν λόγος ἀμελοῦντι τῶν λόγων· νῦν δέ, οὗτοι γάρ σε τοσοῦτον ἔθηκαν, φαίνου σπουδάζων περὶ τοὺς κεκτημένους ὑφ' οὗ γεγένησαι μέγας.

[330]

Ἀρισταινέτῳ.

[1]    Θαλασσίῳ τούτῳ τὸ μὲν ὄνομα πατρῷον, ὁ τρόπος δὲ τοῦ 'κείνου καλλίων. τίς μὲν γὰρ οὕτως ἐπιεικής, τίς δὲ χρηστός; τίς ἦρξε μᾶλλον φιλίας; τίς ἐτήρησε συστᾶσαν; τίς ἀπέσχετο σκωμμάτων; τίς ἤνεγκε σκώμματα;

[2] λόγων δὲ μετέσχε μέν, οὐχ ὅσων ἐβούλετο, διὰ τὴν ὀρφανίαν, τούτῳ δὲ ἀλγῶν αὐτῷ, παρ' οἷς οἶδεν ὄντας λόγους εὐδαιμονίζει τε καὶ φιλεῖ, ζῶν δὲ ἐν πλούτῳ μεγάλῳ σωφρονεῖ μὲν πλέον τῶν πενομένων, εἰς δὲ τὸ τοῖς πένησιν ἀμύνειν χρῆται τοῖς οὖσι κατὰ τοῦτο μόνον ἐπαινῶν τὸ πλουτεῖν, ὅτι συμπράττει πρὸς ἐπίδειξιν φύσει γενναίᾳ.

[3] ταῦτ' οὐδὲ τὸν Στρατήγιον λανθάνει, θαυμάζων δέ, ὥσπερ ἡμεῖς, ζητεῖ τε ἀπόντα καὶ παρόντι χαίρει. καὶ δὴ καὶ πολλάκις ἤρετο· τί δὴ μόνος οὐδὲν ἐπαγγέλλει; δοῦναι μὲν γὰρ ἕτοιμος ὁ νεανίσκος, αἰτῆσαι δὲ βραδύς. εἰ δὲ ὀφθείη που, πανταχόθεν ἐγκώμια παρά τε τῶν εὖ πεπονθότων καὶ τῶν τοὺς εὖ παθόντας εἰδότων.

[4] τὴν Τύχην δὲ οὐδεὶς ἐμέμψατο διὰ τὴν πρὸς τοῦτον εὔνοιαν· οὕτως ἐσπούδακεν εἶναι μέτριος ἐν ἀφθόνοις. καὶ ὧν οἶδεν ἀνθρώπων τοὺς μὲν εὐηργέτηκε, τοὺς δὲ οὐκ ἐλύπησεν. ἐμὲ δὲ φιλεῖ μὲν πλέον ἢ ὡς ἄν τις πατέρα, αἰσχύνεται δὲ μᾶλλον ἢ μαθητής, ποιεῖ δὲ τῶν αὑτοῦ κύριον, ὥσπερ αὐτὸν ὁ νόμος.

[5] ταῦτ' οὔτ' ἐμὲ σιγᾶν εἶχε καλῶς οὔτε σὲ μὴ μαθεῖν. ἐγὼ μὲν γὰρ ἂν ἠδίκουν, ὑμεῖς δ' ἂν ἐζημιοῦσθε μὴ συναγόμενοι παρ' ἐμοῦ δικαιότατα ἂν ἀλλήλους εἰδότες.

[331]

Τῷ αὐτῷ.

[1]    Ἐπανήκων ἡμῖν ὁ Σπεκτάτος ἀπὸ τῆς πρεσβείας πολλοῖς ἔδοξεν εὐδαίμων εἶναι, τοῖς μέν, ὅτι πολλὴν εἶδε γῆν καὶ ὄρη καὶ ποταμούς, τοῖς δ', ὅτι τὴν Περσῶν δίαιταν καὶ ἔθη καὶ νόμους ἐν οἷς ζῶσιν. οἱ δὲ τὴν αὐτοῦ τοῦ δυναστεύοντος θέαν καὶ τῶν λίθων οἷς ἐκεκόσμητο μέγα ἦγον, τοῖς δὲ σεμνὸν ἐδόκει τὸ δόντα δῶρα λαβόντα ἀπελθεῖν.

[2] ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἔχειν τινὰ χάριν ἐφαίνετο, κάλλιστον δὲ τὸ δείξαντα ῥήτορος δύναμιν ἐν Σούσοις ἐπανελθεῖν. καίτοι γε ᾤμην αὐτὸν ἀποβεβληκέναι τουτὶ τὸ σθένος πολὺν ἤδη χρόνον ἀπὸ τῶν βιβλίων μετενηνεγμένον ἄλλοσε, τῷ δ' ἄρα ἐνέμενεν ἐπὶ τοῦ ἤθους ἡ δεινότης.

[3] ὡς γὰρ ἐχρημάτιζεν ὁ Πέρσης καὶ ὁ λόγος ἦν περὶ τῶν διαφορῶν καὶ πολὺς ἐνέκειτο τοὺς παππῴους ἀπαιτῶν ὅρους καὶ πολλάκις ἐρωτῶν, εἰ μὴ δίκαιον εἰς τοὺς παῖδας τὰ τῶν προγόνων καταβαίνειν, τὰ μὲν παρὰ τῶν ἄλλων ἐνταῦθα παλαίσματα Σπεκτάτος ἀπαγγελεῖ, τοῦ γέλωτος ἢν οἷός τε γένηται κρατεῖν· οἷς δὲ οὗτος ἐχρήσατο, πάνυ γενναῖα καὶ διασείοντά γε τοὺς εὐπροσώπους τοῦ Πέρσου λόγους.

[4] ἔφη γάρ· εἰ μέν, ὦ βασιλεῦ, Κωνστάντιός σου τῆς γῆς ἀποτέμνεται, τῶν ὅπλων ἔχου, μέχρις ἂν ἐκεῖνος τοῦ πλεονεκτεῖν· εἰ δ' οἷς μὲν ἐγκαλεῖς πάλαι τεθνᾶσιν, ὁ δὲ μεθ' ὧν εἰσῆλθεν εἰς τὸν πόλεμον, ταῦτα ἔχων καταθέσθαι τὸν πόλεμον ἐθέλει, σκόπει μὴ πλεονεξίαν ἐγκαλῶν αὐτὸς τοῦτο ποιῶν ἐλεγχθῇς.

[5] ἐπὶ τοιούτοις ἐνέδυ, φασί, τὴν λεοντῆν, ὥστ' ἐκεῖνον βλέποντα μὲν εἰς τὴν ἡλικίαν, ἐξετάζοντα δὲ τὸν λόγον οὐκ ὀλιγάκις σεῖσαι τὴν κεφαλήν. καὶ διὰ τὸν σὸν ἐρώμενον ὁ συκοφαντῶν ἡμῖν τὸν βασιλέα σεσίγηκεν.

[6]

ἄλλῳ μὲν οὖν συνεῖπε λαμπρῶς, αὐτὸς δ' ὑπὲρ αὑτοῦ τί ποτ' ἂν καὶ λέγοι προθυμότερον ὡς σὲ παρ' ἡμῶν τρέχων ἢ παρ' ἡμᾶς ἐκ τῆς Περσίδος; [332] [t]

Κληματίῳ.

[1]    Ὧν μὲν ἐπιθυμεῖς τυγχάνεις, ἐπαίνου, κρότου, θαύματος, παρὰ τῶν πολλῶν, παρὰ τῶν ὑπὲρ τοὺς πολλοὺς καὶ δοκεῖς οὐ μόνον τῶν ζώντων κρατεῖν, ἀλλὰ καὶ οἷς τὸ μηκέτ' εἶναι πρὸς τὸ θαυμάζεσθαι συλλαμβάνει. κἂν τὸν Κλημάτιον εἴπῃ τις, εὐθὺς ὁ θεῖος ἄρχων ἀκολουθεῖ καὶ ἡ πενία καὶ ‹ὁ› πλοῦτος ὁ παροφθεὶς καὶ πόλεις εὖ πράττουσαι καὶ πάντα δὴ τὰ σά.

[2] σκόπει μέντοι μὴ κεστρεὺς νηστεύῃς καί σε πρὸς λιμὸν ὁ κρότος παραπέμψῃ καὶ πατὴρ γενόμενος αἰτούμενος ὑπὸ τῶν παίδων οὐσίαν μηδὲν ἔχῃς πλὴν καλῆς διηγήσεως.

[3] λέγω δὲ οὐ πείθων σε γενέσθαι κακόν. ἀλλ' ἐπειδὴ δέδοκται κεναῖς χερσὶν ἐκ τῆς ἀρχῆς ἀπελθεῖν, ὥρα σοι φροντίζειν ὅπως τοῦ ἄρχειν ἀπαλλαγεὶς ἐπιμελήσῃ τῆς οἰκίας.

[333]

Ἀνατολίῳ.

[1]    Λαμπρὸς ἡμῖν ἀπὸ τῆς πρεσβείας ὁ σὲ δὴ μάλιστα Σπεκτάτος φιλῶν ‑ καὶ εἰ μὲν εἰκότως φιλεῖ, τοῦτό γε οὐκ οἶδα, τὸ δ' ὅτι φιλεῖ σφοδρῶς, ἀκριβῶς ἐπίσταμαι ‑ καὶ παρὰ τὴν τοῦδε γλῶτταν οὐκ ἐκρατήθημεν ἐν λόγοις Ἕλληνες ὑπὸ βαρβάρων.

[2]

εἴπω δὴ τὴν ῥητορείαν, ᾗ κατεπάλαισε τὸν Πέρσην ἐν τοῖς ἐκείνου βασιλείοις; ἀλλὰ δέδοικα μή σε λυπήσω. σὺ γὰρ ἀξιοῖς σοῦ ζῶντος μηδένα ἄλλον ἐπαινεῖσθαι. καὶ νῦν, ὅτι μὴ πρὸς τῷ διοικεῖν ἃ διοικεῖς ἦλθες ἐκεῖ πρεσβεύων καὶ τῇ βοῇ τὸν ἄνθρωπον λίθον ἐποίησας, ἀποπνίγῃ.

[3] ἀλλὰ καὶ κατ' αὐτὸ μέντοι τοῦτο λεκτέον, ὅπως ἀγρυπνῶν στρέφοιο τὴν νύχθ' ὅλην. ἐπειδὴ γὰρ εἰσεκάλεσε τοὺς παρ' ἡμῶν, πολλὰ δικαιοσύνην θαυμάσας καὶ τοὺς τὰ δίκαια ποιοῦντας ἐγὼ μὲν τοίνυν ἀδικοῦμαί φησιν, ὑμεῖς δὲ ἀδικεῖτε. καὶ γῆς δέ τι μέτρον ἔλεγεν, ἣν ἐκείνων οὖσαν πρὸ τοῦ νῦν ἡμᾶς ἔχειν, ἧς ἀποστατέον τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας.

[4] καλὰ μὲν οὖν καὶ τὰ τῶν ἄλλων, ψηφιῇ δὲ καὶ αὐτὸς εἶναι καλὰ πυθόμενος ἅττα ἦν· τὰ δὲ δὴ τοῦ στρατιώτου μέν, ὡς ἂν σὺ φαίης, ῥήτορος δέ, ὡς οὑμὸς λόγος, ἐπεδείκνυεν αὐτὸν οὐχ οἷς ἐγκαλεῖ, παρὰ τούτων ζητοῦντα δίκην. ἄλλους μὲν γὰρ εἶναι τοὺς ἀφῃρημένους τὴν γῆν, ἄλλον δὲ τὸν πολεμούμενον. καὶ εἶναι δεινόν, εἰ ὁ μὲν προσερεῖ πατρῷα ἃ μὴ γέγονεν αὐτῷ παρ' ἐκείνου, τὸν δ' ἀποστῆναι πείσει τούτων ἃ τοῦ πατρῴου κλήρου μέρος ἐστί.

[5] πρὸς τῶν θεῶν, οὐκ ἐβούλου σοὶ ταῦτα εἰρῆσθαι μᾶλλον ἢ δὶς τοσούτων ἄρχειν ὁπόσων ἄρχεις; ἀμείβου δή μου τὰ γράμματα καὶ γράφε τι παραπλήσιον, ὦ πάνυ δή τινας ὀλίγους ἰδιώτας ἀφείς· ὡς ἡ τῶν δέλτων ἐπομβρία πολλοὺς ἐπὶ τὴν βασιλικὴν εἰσάγει φάτνην.

[334]

Κληματίῳ.

[1]    Εἰ μέν, πρὶν μάθῃς Ἱερώνυμον, ἐπέστελλόν σοι περὶ αὐτοῦ διδάσκων, ὅστις ἐστὶν Ἱερώνυμος, ἠξίουν ἄν σε τὸν ἄνδρα φιλεῖν· νῦν δ' ἐπειδὴ φθάσας αὐτὸν ἐποιήσω φίλον, ὡς εἰκότως τοῦτο ἐποίησας εἰπεῖν ἔστι μοι.

[2] πρῶτον μὲν γάρ, ὃ παρὰ σοὶ μέγα, συμφοιτητὴς ἐμὸς Ἱερώνυμος φιλῶν καὶ φιλούμενος ἐν τῇ κοινωνίᾳ τῶν λόγων. ἔπειθ' οὕτως ἐστὶ χρηστός, ὥστ' ἔχων ἐγκαλεῖν, ὅτι δὴ παρέλιπον τοὺς ὑπὲρ αὐτοῦ πρὸς σὲ λόγους, ἀφεὶς αἰτιᾶσθαι γράφειν ἠξίου.

[3] λέγοντος δέ μου μάταιον εἶναι τὴν ἐπιστολήν, εἶναι γὰρ αὐτὸν ὑπ' ἄλλῳ κατὰ τὴν τομὴν τῆς ἀρχῆς, σέ τε ὠνόμαζεν ἄρχοντα αὑτοῦ, κἂν εἰς πλείω τις διαπρίσῃ τὴν Παλαιστίνην, καὶ τῶν πάνυ σε δοκούντων ἐπαινεῖν ἐπαινῶν ἐκράτει. καὶ ἦν πιθανός· ἀπῆν γὰρ τὸ δοκεῖν κολακεύειν τῷ τὴν Ἔλουσαν ἑτέρου γεγονέναι.

[4] ταυτὶ μὲν οὖν δείκνυσιν ὡς οὐκ εἰς φαῦλον τοὺς τρόπους ἐχρήσω σπουδῇ· ῥήτορα δὲ ἀγαθὸν εἰ θαυμάζειν ἄξιον, ῥήτορα γενναῖον τεθαύμακας δεινὸν μὲν εἰπεῖν ὃ προσῆκον εἰπεῖν, δεινὸν δὲ σιγᾶν ὃ σιγᾶν βέλτιον, γλῶτταν δὲ οὐ χείρω τοῦ νοῦ κεκτημένον.

[5] σύ τε οὖν ἀεὶ μεμνήσῃ τῆς Ἱερωνύμου τέχνης οὗτός τε τῆς Κληματίου περὶ τὴν ψῆφον ἀκριβείας, καὶ ζητήσει τὴν μὲν σὴν οὗτος δικαιοσύνην, τὴν τοῦδε δὲ σὺ ῥητορείαν.

[335]

Εὐπατερίῳ.

[1]    Τοῖς ἀπὸ τῆς Ἑλλάδος ὑμῖν ἡ ῥητορικὴ τίμιον, ταύτης δὲ πλεῖστον Ἱερώνυμος μετέχει. πᾶσα τοίνυν ἀνάγκη καὶ τοῦτον γενέσθαι σοι τίμιον, ὃς καὶ τὸν Στρατήγιον ἡμῖν ἀνηρτήσατο λέγων.

[2] ἦν μὲν γὰρ αὐτῷ λόγος ὑπὲρ ὧν ἐδικάζετο γεγραμμένος, ὡς δὲ οὐκέτ' ἐδέησεν ἀγῶνος, εἰπεῖν ὅμως δεηθεὶς καὶ τυχὼν εἰπὼν ἐπαινούμενος ἀπῆλθεν, ὥστ' ἐμὲ χαίρειν. εἷς γὰρ ἡμῖν ὁ διδάσκαλος, ἐμοί τε καὶ τούτῳ. καὶ ὅ τι ἂν τούτῳ καλὸν ὑπάρξῃ, τοῦτ' εὐθὺς ἐμόν.

[3] λέγοντα μὲν οὖν οἶδ' ὅτι θαυμάσῃ, θαυμάζων δὲ οἶδ' ὅτι καὶ φιλήσεις κατ' αὐτό γε τὸ θαῦμα καὶ ὅτι γε οὐ ῥήτωρ πλέον ἢ χρηστός. εἰ δέ τι καὶ τοῦτο δυνήσεται τὸ μέλειν ἐμοὶ τοῦ ῥήτορος, εἴσομαί τε χάριν καὶ ἴσως ἀποδώσω.

[336]

Γαϊανῷ.

[1]    Λόγος ἥκει περὶ σοῦ πρὸς ἡμᾶς ἐπὶ πλεῖστον ἥκειν σε λόγων, καὶ δὴ καὶ τοὺς τρόπους εἶναί σοι μὴ χείρους τῶν λόγων. ὃ μαθὼν ἐγὼ τὸν ταῦτα κεκτημένον ἥδιστ' ἂν ἰδών, ἐπεὶ μήπω τοῦ μείζονος ἔστι τυχεῖν, εἰς τὸν δεύτερον εἶδον πλοῦν καὶ ἐπιστέλλω.

[2] τὸ δὲ πρὶν ἐντυχεῖν τοῦτο ποιεῖν ἀντὶ τοῦ νομίζειν ἄτοπον ἐρωτικὸν ἡγοῦμαι. οὕτω δέ σε πιστεύω μὴ τὴν ἐμὴν ἀτιμάσειν φιλίαν, ὥστ' ἤδη καὶ χάριν αἰτεῖν οὐκ ὀκνῶ.

[3] Δόμνος σὸς μέν ἐστι πολίτης, γνώριμος δὲ ἐμοί, πένης δὲ ὢν ἀπειρίᾳ τε πραγμάτων καὶ συνηγόρων ἐρημίᾳ γίγνεται βουλευτής, δεῦρο δὲ ἐλθών, ὡς ἀναμαχέσαιτο, δίκαιος ὢν ἀπαλλαγῆς τυχεῖν ἀναβολὴν εὕρατο καὶ μέλλων ἐπανιέναι δεῖταί μου γράψαι πρὸς σὲ βοηθεῖν αὑτῷ τὰς μὲν ἐλπίδας ἔχων ἐν σοὶ καὶ ἄλλως, πεπεισμένος δέ τι προσωφελήσεσθαι καὶ παρὰ τῆς ἐπιστολῆς.

[4] ἐγὼ τοίνυν τὴν ἐκείνου δέησιν κέρδος ἐμαυτοῦ θέμενος καὶ διπλοῦν γε κέρδος, εἰ φίλῳ τῷ μὲν χαριοῦμαι, τὸν δὲ προσλήψομαι, καὶ σφόδρα ὑπήκουσα.

[5] εἶθ' ὁ μὲν ᾤχετο τῆς νυκτὸς ἐπειχθέντων οἷς ἐχρῆν συνοδοιπορεῖν, ἐγὼ δ' οὐδ' οὕτως ἀπέστην ὧν ὑπεσχόμην, ἀλλὰ σὲ παρακαλῶ καὶ νῦν καὶ εἰσαῦθις εἶναι Δόμνῳ λιμένα καὶ πείθειν τοὺς ἀγαθοὺς Τυρίους, ὅτι τὸ τῶν ἀπόρων ἔχεσθαι τῆς πόλεώς ἐστι πολίτας ἐξελαύνειν, οὐ χορηγοὺς παρέχειν τῇ πόλει.

[337]

Μαξίμῳ.

[1]    Ἀλλ' οὐδὲ τοὺς Τιβερίνου μέντοι καλῶς ἔχει πάσχειν κακῶς, ἀνδρὸς τά τε ἄλλα ἀγαθοῦ καὶ τοὺς ποιητὰς εἰσάγοντος εἰς τὰς τῶν νέων ψυχάς. εἰ γὰρ καὶ παρ' ἡμῖν ἅνθρωπος τὸ αὑτοῦ ποιεῖ, δίκαιός ἐστιν οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ οἴκοι τιμᾶσθαι τῇ συνουσίᾳ μὲν ὠφελῶν τοὺς τῇδε, τῇ δόξῃ δὲ κοσμῶν τὴν οἰκείαν.

[2] ἐπεὶ δὲ οἱ περὶ τὸ χρῆμα τῶν λόγων ἀσεβοῦντες ἕλκουσιν Ἀρχέλαον Τιβερῖνον οὐκ αἰσχυνόμενοι, σὺ τὸν μὲν αἰδέσθητι, τῷ δὲ βοήθησον πρῶτον μὲν ταῖς Μούσαις διδοὺς τὴν χάριν, δεύτερον δὲ ταῖς πόλεσι τῇ τε ἡμετέρᾳ καὶ ἐξ ἧς ἐστιν. εἰ δὲ οὐδὲ τοὐμὸν παντάπασιν ἄτιμον, κείσθω καὶ τοῦτο τρίτον.

[338]

Ἀκακίῳ.

[1]    Τῆς μὲν στύρακος, ἣν ἔπεμψας, ἡδίω τὰ γράμματά σου, καὶ οὐ ταύτης γε μόνον, ἀλλὰ κἀκείνης, ἣν φῂς οὐκέτι φοιτᾶν ἐξ Ἰσαύρων ὡς ὑμᾶς· τοῦ λόγου δὲ οἷς μὲν εἶπον συνήδομαι, τοῖς δὲ ῥηθησομένοις βούλει με τὸ βλάσφημον ἀφεῖναι.

[2] καίτοι, κἂν μὴ λέγω, πέπληγμαι τὴν καρδίαν ὡς οὐκ οὔσης ἐν τοῖς δευτέροις βοηθείας, ἣν περιμένων ἐγὼ καὶ κεχηνὼς πρὸς τὰς πύλας καὶ λέγων πρὸς τὸν Στρατήγιον· ὁπότε δὲ ἥξει; καὶ ἀκούων ὡς αὐτίκα, λαβὼν τὰ γράμματα πολλαχόθεν εἶχον ἀθυμεῖν τῇ τε ἀρρωστίᾳ τῆς γυναικός, γυναικὸς σοί τε ἀρεσκούσης καὶ Τιτιανὸν τεκούσης, καὶ ὅτι σὺ δυοῖν βαρύνῃ, τῷ τε ἐκείνην κάμνειν καὶ τῷ τῶν ἀγώνων ἀπεῖναι τοῦ φιλτάτου.

[3] παρεμυθούμην δ' οὖν ἐμαυτὸν ἐκ τοῦ μὴ πάντα εἶναι τοῖς ἀνθρώποις εὐτυχεῖν καὶ συνεχῶς ἐπῇδον τό· ἀλλ' οὔπως ἅμα πάντα.

[4] Στρατήγιος δὲ καὶ δὴ λαμπρῶς κατεβόα τῆς Τύχης καὶ ὢν ὥσπερ πρὸ τοῦ καὶ φόβον τὸν τοῦ λέγοντος φοβούμενος οὐδὲν ὅ τι οὐκ ἐφθέγγετο περὶ τῆς σῆς ἀπουσίας.

[5] ἐγὼ μὲν οὖν εἴσειμι τὸν Ἑρμῆν ἀντὶ σοῦ μοι πιστεύων ἔσεσθαι, σὲ δὲ εἴη τῶν παρόντων ἀπαλλαγέντα κακῶν ἐλθεῖν μὲν ὡς ἡμᾶς, εἰ βέλτιον, μένειν δὲ κατὰ χώραν, εἰ βέλτιον.

[339]

Ἀνατολίῳ.

[1]    Καλά γέ σοι τὰ πεπραγμένα. γενέσθω δὴ ταυτὶ τὰ καλὰ καὶ πλείω. πιστεύω δέ σε πείσειν ἀξιῶν ἀκολουθεῖν σε τῷ σαυτοῦ νόμῳ.

[2] ἐφ' οἷς μὲν οὖν ἐπαινῇ, συχνά τε ἄλλα καὶ ὅτι διατρίβων ἐν Παίοσιν οὐκ ἐπελάθου τῶν τῇδε, ἀλλ' ὡς ἄν τις συνών τε καὶ συζῶν, ὅπως τῶν σοι γνωρίμων ἐπί τι βέλτιον ἕκαστος προβαίη σκοπεῖς καὶ πράττεις γε σκοπῶν.

[3] ὡς δὲ ἧκεν ἡμῖν τὸ ἔργον τῆς εἰς Σαβῖνον σπουδῆς, οὐδὲν ἦν ἕτερον ἀκούειν ᾀδόμενον ἢ ὅτι τῷδε παρὰ τοῦδε διὰ τὸν δεῖνα τόδε ἥκει.

[4] δεῖ δὴ καὶ Θεόδωρον τυχεῖν τε τῶν ἴσων καὶ σοὶ τῶν ἴσων ἐπαίνων αἴτιον καταστῆναι καὶ συνησθῆναι τούτῳ Σαβῖνον, ὥσπερ οὗτος ἐκείνῳ.

[5] τὸν δὲ Θεόδωρον οὐκ ἀγνοεῖς, ἔφη τις. ὅμως δὲ φράσω σοι καὶ ἐγώ, σοὶ μὲν γὰρ οὐδὲν βλάβος ἃ οἶσθα ἀκοῦσαι, ἐμοὶ δὲ ἡδονὴ τὸν ἄνδρα ἐπαινεῖν.

[6] οὗτος ἐξ ἀγαθῶν ἐν Ἀραβίᾳ γενόμενος ἀμείνω τῶν πατέρων αὑτὸν ἔδειξεν ὁρμήσας μὲν εἰς τὴν σὴν πόλιν ἐπὶ κτήσει νόμων, τῷ πονεῖν δὲ πλέον ἡσθεὶς ἢ ἕτεροι τῷ ὀρχεῖσθαι.

[7] πλήρης δὲ νόμων ἐκεῖθεν ἀπελθὼν καὶ τὸ τῶν λόγων τῶν ἡμετέρων σθένος ὃ πρότερον εἶχεν οὐκ ἐκβαλὼν ὑπὸ τῶν νόμων δύο λιμέσι τοὺς εἰς αὑτὸν καταφεύγοντας ἐδέξατο, νόμων τε ἀναγνώσει καὶ ῥητορικῆς ἰσχύι.

[8] καὶ μισθοῦ μὲν οὐκ ἠμέλησεν, οὐ μὴν ἓν τοῦτο εἶδεν, ὅπως λήψεται μισθόν. ἀλλ' οὕτω λαμπρῶς ἀγωνίζεται καὶ πᾶσιν οἷς ἔχει, ὥστε ὀλιγάκις μὲν ἥττηται. χάριτες δὲ αὐτῷ καὶ παρὰ τῶν ἡττημένων.

[9] τῆς δὲ σῆς ἀρχῆς ἐπαινουμένης πρῶτον μὲν οὐκ ἀπιστεῖ, τοῦτο δέ ἐστι τὴν σὴν εἰδότος φύσιν, ἔπειτα χαίρει καθάπερ ἡμεῖς, οἷς ἔνι μάλιστα χαίρειν ἐν τοῖς σοῖς ἀγαθοῖς, καὶ τοὺς ὑπὸ σοὶ μακαρίζει καὶ βούλοιτ' ἂν ὑπὸ σοὶ γενέσθαι.

[10] πρὸς δέ γε ἡμᾶς ὁ Θεόδωρος, ὁποῖον ἂν ἀξιώσαις. οὗτος γάρ ἐστιν ὁ πρὸς ἡμᾶς τὸν υἱὸν μεταθεὶς καὶ τοῖς ἄλλοις δείξας τὴν ὁδὸν καὶ συμβουλεύσας ἔργῳ, ποῖ χρὴ βαδίζειν. καὶ δὴ καὶ τῶν πραγμάτων ἡμῖν εἰς δικαστήριον ἐλθόντων πολὺν μὲν ἱδρῶτα, πάσας δὲ φωνὰς ἀφῆκε. καί τι καὶ τῶν αὑτοῦ χεῖρον ἔθετο θεραπεύων τοὐμόν.

[11] τὸν οὖν οὕτω μὲν θαυμαστόν, οὕτω δὲ σοὶ προσκείμενον, οὕτω δὲ ἐμοὶ φίλον, ἐν πρώτοις δὲ τεταγμένον ὑπὸ τῆς τέχνης μὴ καὶ διὰ τῶν ἄλλων ἐν πρώτοις εἶναι ποῦ καλόν; ἢ βούλει ζητεῖν ἡμᾶς ἕτερον, ὅστις τοῦτο ποιήσει; ἀλλ' οὐκ ἀμήχανον μέν, οὐκ ἄξιον δὲ Θεοδώρου. τὸ γὰρ διὰ σοῦ μεῖζον ἄγει τοῦ πράγματος καὶ τὸ μηδενὸς τυχεῖν τοῦ δι' ἑτέρου τυχεῖν μετριώτερον αὑτῷ.

[12] δὸς δὴ σαυτόν, καὶ ἔστω Θεόδωρος ἐν τῷ καταλόγῳ τῶν ὑπὸ σοῦ κεκοσμημένων· πολὺ γὰρ ἄμεινον τοῦτόν μοι προσδραμόντα φιλοῦντα ἅμα λέγειν, ἃ τετίμηται ἢ σὲ ζητεῖν, ὅ τι ἀπολογήσῃ.

[340]

Ἀρεσίῳ.

[1]    Γενναῖά γέ σου τὰ θρέμματα, καὶ δῶρον ἡμῖν ἀπέσταλκας οὐ κατὰ χρυσόν, ὃν φῄς μοι πολὺν ἐνηνοχέναι τὴν ἑορτήν, καίτοι μικρὸς μὲν ἐκεῖνος, πολλοὶ δὲ οἱ πένητες· παρὰ δὲ τῶν οὐ πλουτούντων λαμβάνειν ἴσον ἡγοῦμαι τῷ τεθνεῶτα συλᾶν.

[2] ἀλλ' ἔστω πολὺς καὶ ὅσον ὁ ποταμὸς ἐδίδου τῷ Λυδῶν βασιλεῖ, καί, εἰ βούλει γε, τοῦ Κολοφωνίου καλλίων, ἀλλὰ τί τοσοῦτον, ὅσον οἱ παῖδες Ἱερίου, σοὶ δὲ ὁμιληταί; ὁ μὲν γὰρ ἐφύτευσε δεινοὺς δέξασθαι λόγους, σὺ δὲ τῶν λόγων ἐνέθηκας.

[3] ἥκει μέντοι μοι παρ' ὑμῶν καὶ δεύτερόν τι δῶρον, οὐ νέος εὐφυής, ἀλλ' ἀνὴρ ἀγαθός, σοῦ τε πολλάκις μεμνημένος, καὶ μεμνημένος γε ἐπ' ἀμείνοσι καὶ πλέον, εἴ σέ τις ἐπαινοίη, χαίρων ἢ εἴ τις αὐτὸν ἐκεῖνον.

[4] ἆρα εὑρίσκεις τὸν ἄνδρα τοῖς εἰρημένοις ἢ προσθεῖναι δεῖ; λέγω δή τινα χρηστόν, ἥδιστον συνεῖναι, λέγειν ἐπιστάμενον, τῶν ἐπισταμένων ἐρῶντα, πολλοὺς ὅτι τάχιστα κτώμενον φίλους.

[5] ἐπὶ τούτοις κἂν ὁ νωθρότατος βοήσαι· Λεόντιος. οὗ παρόντος ἐγὼ πλέον τι τοῦ εἰωθότος φθέγγομαι ὑπὸ τῆς ἐκείνου πρὸς τὴν ἀκοὴν ἐπιθυμίας ἀμείνων εἰπεῖν γιγνόμενος. ὁ δὲ φεύγων τὸν ὄχλον καὶ ἀγορὰν καὶ πράγματα παρ' ἐμὲ ἐφοίτα καὶ παρεκάθητό μοι τοῖς μὲν ἐπαίνοις εὐφραίνων, εἰ δὲ οἷς ἤκουσε τερπόμενος, αὐτὸς ἐρεῖ.

[6] τοῦτον τὸν ἄνδρα κέκληκα δῶρον. ὃν ηὐξάμην ἂν παρ' ἡμῖν εἶναι μᾶλλον ἢ οὗπέρ ἐστιν, εἰ μὴ τὴν ὑμετέραν ὅσαπερ τὴν ἐμαυτοῦ ταύτην ἐτίμων. [341] [t]

Δημητρίῳ.

[1]    Ἀλλὰ καλὸν μέν, ‹ὅτι› ἀδελφὸν ἐπένθεις, ἐπεὶ καὶ ἡμεῖς οὐκ ὄντα ἡμῖν ἀδελφόν, ἐπειδὴ φίλος ἦν ἀγαθός· καλῶς δὲ ἐποίησας ἀφελὼν τῆς λύπης, ἣ τὸν οἰχόμενον οὐκ ὠφελοῦσα τὸν ζῶντα ἔκοπτεν.

[2] ἰατρὸν μὲν οὖν σοι πείθομαι τὸν τῶν λόγων προστάτην γεγονέναι θεόν, ὅπως μὴ τοῦ λυπεῖσθαι μᾶλλον ἢ τῶν λόγων εἴης· εἰ δ' ὄντως σοι παρ' ἡμῶν τοῦτο ἥκει, κέρδος ἐμὸν τὸ σέ τινος λελύσθαι κακοῦ.

[3] λόγους δὲ ἐμοὺς θαυμάζω μὲν ἥκιστα, κάλλους γὰρ ἀφεστᾶσιν, εὐδαιμονίζω δὲ σοῦ περὶ αὐτῶν τοιαῦτα ψηφιζομένου.

[342]

Σελευκίῳ.

[1]    Εἰ μὲν ἐλάττω σοι πέμπειν εἶχε καλῶς, ἤδη ἂν ἔπεμπον· ἐπεὶ δὲ δεῖ τι τῆς ὑμετέρας ἐπιθυμίας ἄξιον ὑμῖν ἐλθεῖν, ἐπειδὰν τοσαῦτα γένηται, πέμψομεν. τοῦ δὲ ταχέως φαῦλα λαβεῖν τὸ βραδέως ἀμείνω μακρῷ που βέλτιον. [343]

Κληματίῳ.

[1]    Μικρὸν μὲν οὐδὲ τὸ τοὺς ἄλλους περὶ σοῦ παρ' ἡμᾶς φέρειν λόγους, ὧν τοὺς μὲν ἠλπίζομεν, οἱ δὲ καὶ κρείττους ἦσαν ἐλπίδος· μέγα δὲ καὶ μεῖζον ὅτου βούλει καὶ κολοφών, φασιν, Ἐγκράτιον τὸν καλὸν μετὰ σῆς εὐφημίας ἐπιέναι τὴν πόλιν.

[2] ἰδεῖν τε γὰρ ἄρχοντος ἀρετὴν μᾶλλον ἑτέρου δεινὸς καὶ πόρρω κολακείας καὶ φίλος ἀληθείας καὶ δὴ καὶ λόγου κέκτηται δύναμιν εἰς ἔπαινον ἔργων καλῶν. οὗτος ἥκων οὐκ ἔφθη μοι συμβαλὼν καὶ διηγεῖτο τὰ σὰ προστιθεὶς εὐχὴν μακρὰν γενέσθαι σοι τὴν ἀρχήν. τοῦτο δὲ ἦν οὐ σὲ βουλομένου πονεῖν, ἀλλὰ μὴ πονεῖσθαι τὰς πόλεις.

[3] ἐξήγγειλέ σου καὶ τὸν πόθον τὸν περὶ τὰ γράμματά μου καὶ δεινὰ πεπονθέναι λέγων, ἐπειδήπερ οὐκ εἶχεν αἰτοῦντι δοῦναι, γράφειν ἐκέλευεν, ἐγὼ δὲ οὐκ ἀντέλεγον.

[4] αὐτὸς μὲν οὖν ὑφ' ἡμῶν κατεχόμενος μένει, τοῦ γὰρ ἀνδρὸς ἀμφισβητοῦμεν πρὸς τὴν πατρίδα, τὸν δὲ ἀδελφὸν ἐπεθύμησε μετ' ἐμῶν ἐντυχεῖν σοι γραμμάτων. καὶ ἐντεύξεται. σὺ δὲ τριῶν ἕνεκα τὸν ἥκοντα φίλει, τοῦ τε ἀδελφοῦ λέγω καὶ τῶν τρόπων καὶ τῶν γραμμάτων. [344] [t]

Στρατηγίῳ.

[1]    Ἐμοὶ καὶ πηλὸς ἐκεῖνος ὁ πολὺς καὶ ψῦχος οὐ μέτριον τότε συμβὰν καὶ τὰ δοκοῦντα χαλεπὰ κοῦφα τὴν σὴν ὁρῶντι μορφήν, καίτοι γε ἀπελθὼν πόνον παρέσχον τοῖς ἰατροῖς εἰς τοσοῦτον ἥκων κακῶν κεντουμένου μοι τοῦ σώματος. ἀλλ' ὅμως ἡδίων ἦν τῇ προφάσει τῶν ἀλγημάτων ἢ εἰ μένων ἐπὶ τῆς εὐνῆς ὑγίαινον ἐκλιπὼν τὸν ἐντιμότατον ἐμοὶ δρόμον.

[2] τότε οὖν ὡς νέος μέν μοι παρειστήκει, μέμνησαι γάρ, λέξειν ὑπὲρ αὑτοῦ τι μέλλων, ὄμβρῳ δὲ ὁ μὲν τυχεῖν ὧν ἔχρῃζε διεκωλύθη, σὺ δὲ ἀμῦναι, καλὸν δὲ ἦν σου καὶ τῆς χάριτος οὐχ ἧττον καὶ τὸ γενέσθαι σε δῆλον, ὡς ἄχθοιο τῷ κεκωλύσθαι.

[3] ἐπεὶ οὖν ἐξεῦρες ἴασιν ἀκοῦσαι διὰ γραμμάτων ἃ διὰ φωνῆς οὐκ ἦν, βοήθει τὰ δίκαια νέῳ λόγων τε ἐραστῇ καὶ γονέων ἐστερημένῳ.

[345]

Ἀκακίῳ.

[1]    Δέδεικται μὲν ἅπας ὁ λόγος καί τις ἐγένετο θόρυβος καὶ κρότος, καὶ ὅτῳ κόσμος ἦν ὁ λόγος, πέμπειν αὐτὸν ἔγνωκε πολλαχοῖ τῆς γῆς· οὕτως ἥσθη τῷ δώρῳ· ἐμοὶ δὲ μικρὰ μὲν οὐδὲ ταῦτα, τὸ δὲ μεῖζον οὐκ ἐγένετο. τοῦτο δὲ ἦν ἐν τῷ θεάτρῳ σὲ φαίνεσθαι ποιοῦντα ὅπερ εἰώθεις, προεκπηδῶντα. ὥστε καὶ πρὸς τὸν Εὐσέβιον, ὁπότε γίγνοιτο βοή, πολλάκις ἐφθεγγόμην· τί δ' ἂν ἦν τὰ νῦν ἐκείνου παρόντος; σὲ δὴ λέγων.

[2] ἀλλὰ τούτων μὲν λήψομαι παρὰ σοῦ δίκην, ἐπειδὰν αὐτὸς μὲν ᾖς ἐν τῷ λέγειν, ἐγὼ δὲ ἐν τῷ ψηφίζεσθαι· τὸν δὲ Τιτιανὸν ἴσθι ζῶντα, ὡς ἂν εὔξαιο, καὶ θέοντα μᾶλλον ἀκέντητον ἢ τὸν Ἱέρωνος ἵππον. φύσις δὲ ἀρίστη προσλαβοῦσα πόνων ἐπιθυμίαν ὁπόσον τι γίγνεται, τεκμαίρου.

[3] τούτων δέ σοι καὶ Τουσκιανὸς ἄγγελος ἥξει λόγων δημιουργός τε καὶ κριτὴς ἀγαθός, ὃς ἥκων ὡς αὐτὸν δείλης ἀπαιτήσων τὸ σκέμμα ἀπέβη θαυμάσας.

[346]

Ἱεροκλεῖ.

[1]    Πορευόμενος εἰς τὸ διδασκαλεῖον ἐνέτυχον Ἰουλιανῷ κινοῦντι Καλύκιον ἐπὶ τοὺς ὑπὲρ λόγων πόνους, ὃ ποιεῖν ἔφασκεν ὑπὸ σοῦ κεκινημένος ἐξ ἐπιστολῆς. ἐκοινώνουν οὖν τῶν παρακλήσεων καὶ συνεφηπτόμην συμβουλῆς, ἧς οὐδεπώποτε ἐπαυσάμην.

[2] οἶμαι δέ, οὐ λίθον ἕψομεν. ἀλλ' ἀκούων πολλάκις ὡς διὰ δικαιοσύνην πατρὸς πένης εἴη καὶ ὅτι μίαν ὁδὸν ἐπὶ πλοῦτον ἔχει τοὺς λόγους, δῆλός ἐστιν ἐπαινῶν τε ἡμᾶς καὶ πειθόμενος καὶ οὐ πάνυ δεόμενος ἀκούειν ὅτι λόγους αὐτῷ κτητέον.

[3] δεῖ δὴ καὶ σὲ μὴ πάντα ἐπιτιμᾶν, ἀλλ' ἤδη καὶ συγχαίρειν ὡς ἐπὶ προθυμίᾳ· καὶ γὰρ αὐτὸ τοῦτο φάρμακον εἰς προθυμίαν.

[347]

Ἐκδικίῳ.

[1]    Ἥκει σοι μετ' ἐμῶν γραμμάτων ὁ Διονύσιος. πρότερον δὲ οὐκ ἐθάρρουν ἐπιστέλλειν κατέχων τὸν Διονύσιον. καίτοι τὸν χρόνον ἡ τῶν γραφέων ἐποίει σπάνις, ἀλλ' ὅμως οὐκ εἶχον μὴ οὐκ αἰσχύνεσθαι τῷ χρόνῳ.

[2] νῦν οὖν ἐπειδή ποθ' ὑπῆρξεν ἀποδοῦναι τὸν σοφιστήν, ἔδοξεν οὐχ Ἑλληνικὸν εἶναί μοι διὰ σιγῆς ποιήσασθαι τὴν ἀπόδοσιν, ἀλλ' ὥσπερ ἐκεῖνο μετέχειν ἀναιδείας, οὕτω τοῦτο πόρρω Μουσῶν ἑστάναι.

[3] σὺ τοίνυν τὰ μὲν γράμματα ἀμείβου καὶ ταῦτα κάλλος γραμμάτων κεκτημένος, διφθέραν δὲ ἡμῖν μηδεμίαν πέμπε. ἐρᾷς γὰρ αὐτῶν, καὶ καλῶς ποιεῖς. βαρὺ δὲ ἐρῶντι κοινωνὸν λαμβάνειν τῶν παιδικῶν. [348] [t]

Ἀνατολίῳ.

[1]    Ἐπειδὴ σὺ μὲν φῂς ὡς ἥδιστα ἐπιτιμᾶσθαι, τοῦ δὲ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἔρως ἐμοί, καὶ σοὶ καὶ ἐμαυτῷ χαριοῦμαι τὰ μὲν ἐπαινῶν, τὰ δὲ ἐγκαλῶν.

[2] δώσει δὲ ἀμφοῖν ἀφορμὴν ἃ περὶ Τουσκιανὸν πέπρακταί σοι. ὡς γὰρ ἁψάμενος τῆς ἀρχῆς ἐκάλεις τὸν ἄνδρα καὶ πάρεδρον ἐποιοῦ, διέθει τὰς πόλεις ὁ λόγος τοῦ ἔργου καὶ τόπος οὐδεὶς ἦν ὃς οὐ τοῦτο εἶχεν, ὅτι νῦν δικαία πενία κομίζεται τοὺς μισθούς. ὁ δεῖνα τὸν δεῖνα κέκληκεν εἰς Παιονίαν ἀπὸ Φρυγίας, ὅτι καιρὸν εἰς πλοῦτον πάλαι λαβὼν ἀπῆλθεν ἔχων ἔπαινον ἀντὶ χρημάτων.

[3] ὡς δὲ ἐν θαυμάζουσιν οὐ τοῦτο ἐποίουν μόνος, οἱ δὲ ἐζήτουν ἀνθ' ὅτου, τοὺς γενναίους ἔφην ἐπειδὰν εὕρω τι γενναῖον δρῶντας, οἷον ἢ τὸν Θέτιδος υἱὸν ἢ τὴν Ἀθηναίων πόλιν, ἃ προσεδόκων ὁρῶν οὐκ ἀνίσταμαι πρὸς βοήν, ἐπεί τοι καὶ πρὸ τῆς κλήσεως, εἴ τις ὃν καλέσεις ἤρετό με, τοῦτον ἂν ὃν κέκληκας εἶπον.

[4] ἔμελλες γὰρ δήπου ζητήσειν ἀγχίνουν, ῥητορικόν, εἰδότα πονεῖν, εἰδότα φιλεῖν, εἰδότα λέγειν, ἐπιστάμενον σιγᾶν, πάλαι δὴ πεπαιδευμένον πενίᾳ συνοικεῖν. ταῦτα δὲ ἡμῖν ὁ Τουσκιανὸς οὗτος, ὃς ἧκεν ἡμῖν σοῦ πέμποντος. ἤδη γὰρ εἴσεισιν ὧν ἐρᾷς. ταῦτα δέ ἐστιν ἐγκλήματα.

[5] ὡς δ' οὖν ἧκε καὶ διηγήσατο τῆς ἀρχῆς τοὺς νόμους, ἥσθην μὲν ἄνδρα φίλον ἰδών, ἐφ' ᾧ δὲ ἥκοι μαθεῖν ἐθέλων ἤκουον. ἆρ' ἂν ἀνάσχοιο τιμωμένης τῆς Ἀληθείας; οὐδὲν ἱερόν φασι.

[6] καίτοι Τουσκιανὸς ἐσέμνυνε τοῦ πράγματος τὴν φύσιν, ἐμοὶ δὲ ἐδόκει τῆς Τουσκιανοῦ φύσεως οὐκ ἄξιον εἶναι τὸ πρᾶγμα. καὶ μαχόμενον ἐξήλεγχον. τοῦ χειμῶνος δὲ μεσοῦντος δέλτος ἧκε φέρουσα αὐτῷ πλείω τροφήν, εἰ δὲ βούλει, καὶ ἀξίωσιν, καλὰ μέν, ἀλλ' ἔτι τῆς σῆς δυνάμεως καὶ τῆς ἐμῆς ἐπιθυμίας ἐλάττω.

[7] Τουσκιανῷ μὲν γὰρ οὐδὲν ὅ τι τούτων οὐ μέγα, δεῖ δὲ καὶ κατ' αὐτό γε τοῦτο πρός τι μέγα τὸν ἄνδρα προβῆναι, διότι πᾶν αὐτῷ τὸ παρὰ σοῦ μέγα. νῦν μὲν γὰρ κἂν σκῶμμα δέξαιτο τρεφόμενος ἐκ βασιλέως ἐν ἀργίᾳ, πάντως δὲ οὐκ ἀγνοεῖς, ὅ τι τοὺς τοιούτους καλοῦμεν· εἰ δ' ὧν ἄξιός ἐστι τύχοι, σχῆμα πρόσεισι τῇ τροφῇ.

[8] ἐργαζέσθω οὖν, ὦ 'γαθέ, καὶ ὅπως γε μὴ τὸ ἔργον χεῖρον ἔσται τῆς ἀργίας. σὺ δ' εἰ μὲν οὐκ ἔγνωκας αὐτὸν οἷ δεῖ προσάγειν, ἀδικεῖς ἀνὴρ οὕτω συζῶν τῇ δίκῃ· εἰ δὲ οἴει δεῖν ἅ φαμεν ποιεῖν, μὴ μέλλε πειθόμενος Αἰσχύλῳ καὶ ἔτι πρότερον Ἡσιόδῳ.

[9] καὶ μὴν οὐδ' ἐκεῖνό γε παρήσω· τὸν ἄνδρα ἰδὼν μιᾷ χλαμύδι καὶ πρὸς ψῦχος μαχόμενον καὶ πρὸς ὄμβρον ἀγωνιζόμενον καὶ πρὸς πηλὸν παραταττόμενον, ἠρώτων εἰ καὶ τοῖς παιδίοις ἀνθ' ἱματίων ἡ δόξα τοῦ πατρὸς εἴη.

[10] τοῦ δ' ἐρυθριάσαντος καὶ σὺν γέλωτι μεμνημένου Λυσάνδρου τινὸς καὶ Διονυσίου, τοῦ μὲν δόντος, τοῦ δὲ οὐ λαβόντος ἔφην αὐτὸν οὐκ εἰδέναι χαλεπὸν αὑτῷ παρασκευάζοντα τὸ γῆρας.

[11] ἐκεῖνον μὲν οὖν ἀφίημι, σοὶ δὲ παραινῶ ποιῆσαι Τουσκιανῷ τὰ πράγματα βελτίω. πρέποι γὰρ ἂν τῷ μὲν στέργειν τὴν πενίαν, ἔστι δὲ ῥᾷστον τοῖς ὑπάρχοις ὑμῖν τὴν τοῦ Διὸς μιμήσασθαι νεφέλην, ἀφ' ἧς ἐκεῖνος ὗσε Ῥοδίοις χρυσόν.

[12] καὶ δὴ καὶ ὑμῶν βουλομένων γένοιτ' ἂν εὐπορία καθαρεύουσα ψόγου. τοῦτο δὲ ἤδη πραττέσθω πρὶν ἀρχῆς τινος λαβέσθαι Τουσκιανόν, ὡς ἐν ἐκείνῳ γε λιμώττειν ἐθελήσει. [349] [t]

Κληματίῳ.

[1]    Ὡς ἡδίστη γε ὑμῶν ἡ συνουσία τῶν μὲν σῶν ἔργων, ἃ μετὰ τοῦ δικαίου πράττεις, ὁρωμένων, Ἰουλιανοῦ δὲ τῶν αὑτοῦ διήγησιν ἔχοντος, ἃ καὶ αὐτὰ σὺν τῷ δικαίῳ πάντα ἐπράττετο. καί μοι δοκεῖτε, σὺ μὲν ἐοικέναι παλαιστῇ διὰ πόνων ἐπειγομένῳ πρὸς στέφανον, ὁ δὲ ἐν στεφάνῳ πάλαι.

[2] καὶ δέδοικα δὴ μὴ τὴν Αἴγυπτον οὗτος ἀφείς, εἰς ἣν πέμπεται μοχθήσων οὐκ ἐπὶ κέρδει, σοί γε παρακαθήμενος διαλέγηται πράγματα μὲν φεύγων, φίλοις δὲ χαίρων πλέον ἢ πράγμασιν ἕτεροι.

[3] ἀλλὰ σὺ κίνει τε καὶ παρακάλει. πιστεύω γὰρ τὴν περὶ τὰ πλοῖα ταύτην φροντίδα δείξειν ἡμῖν τὸν ἄνδρα κυβερνήτην ἐθνῶν.

[350]

Σεβαστιανῷ.

[1]    Εἰ καὶ μὴ πρότερον ἠπίστω, τίς τοὺς τρόπους Ἰουλιανός, ἐξῆν γε τῷ παρόντι τὸν ἄνδρα ἰδεῖν. ὅτε μὲν γὰρ ἦν ἐκ τοῦ τῶν Αἰγυπτίων λιμένος φέρεσθαι χρυσόν, οὐδεὶς ἑώρα τοῦτον· ἐπεὶ δὲ τὰ κέρδη ἑτέρωσε τέτραπται, δεῖται δὲ ἀνδρὸς ὁ σῖτος ἄμισθον εἰσοίσοντος τὴν ἀρετήν, ἐνταῦθα ἐπαινεῖται καὶ πέμπεται. καὶ τίς δὴ τοῦδε χρησιμώτερος; καὶ πολλὰ τοιαῦτα.

[2] Ἰουλιανὸν δὲ τὸ μὲν ἐρᾶν ἡσυχίας καὶ τὸ μὴ κοῦφον ἄγειν γυναικὸς ἀφεστάναι καὶ παίδων ἔπειθε μένειν, τοῦ δὲ μὴ δόξαι τοῖς ἀπείροις αὑτοῦ φεύγειν τὸν πόνον διὰ τὸ μὴ λαβεῖν ἐνεῖναι, μετὰ μὲν δακρύων, ὅμως δὲ ὑπέστη τὰς ὁλκάδας ἐμπιπλάναι.

[3] ὁρῶν δὲ αὐτὸν ἀνιώμενον ἀνέμνησα σοῦ καὶ παῦσαι ἔφην ἀχθόμενος ἐν Αἰγύπτῳ Σεβαστιανός. ὁ δὲ εὐθύς τε ἐμειδίασε καὶ ῥᾴων ἦν. ὑπὸ δὲ τῆς λύπης οὐδ' αὐτὸ τοῦτο εἶχεν ἐννοεῖν, ὡς ὄψεταί σε μετὰ τοῦ Νείλου. γενοῦ δὴ πάντα ἀνδρὶ καὶ πένητι καὶ δικαίῳ καὶ φίλῳ.

[351]

Φλωρεντίῳ.

[1]    Πολλὰ μὲν ἡμῖν τὰ πράγματα καὶ μόλις ἀναπνεῖν ἐῶντα, νέων ἔξω πλῆθος, ὁ τοῦ γράφειν ἔνδον πόνος, φίλων δυσκολίαι χρῄζουσαι βοηθείας, τὰ μὲν θεραπευόμενα, τὰ δὲ κινούμενα.

[2]

τουτὶ δὲ τὸ πλῆθος σιτίων μὲν ἡμᾶς πολλάκις ἀπέστησε, καί που καὶ ἠμέλησα τροφῆς ὑπ' ἀσχολίας, τὴν δὲ τοῦ καλοῦ Φλωρεντίου μνήμην οὐδὲν πώποτε οὔτ' ἐξέβαλεν οὔτ' ἐμάρανεν, ἀλλ' ἀνθεῖ τοῦτο παρ' ἡμῖν καὶ τέθηλε καὶ τὸ περὶ σοῦ τι λέγειν ἐν πανηγύρεως μέρει τὸ πρᾷον ἐπαινούντων, τὸ βέβαιον τῶν τρόπων, τὴν ὀξύτητα τοῦ νοῦ, τὸ τιμᾶσθαι τὴν Ἀλήθειαν, τὸ τοὺς ἀγαθοὺς ἐν οἷς ἄξιον εἶναι.

[3] τοιαῦτα ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μείζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ' ἄλλων ἐπαίνου τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται.

[4] τὸ μὲν οὖν ἥδιον ἦν αὐτὸν ἔχειν ὁρᾶν, μικρὸν δὲ οὐδὲ ὁ δεύτερος πλοῦς, ἐπιστολὴν τὴν μὲν πέμψαι, τὴν δὲ λαβεῖν. μόνος δὲ σὺ καὶ μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον, ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν ὁμοίῳ μενούσης.

[352]

Σπεκτάτῳ.

[1]    Οἷς οὖν ἐμαυτὸν τέρπω, τί οὐ καὶ πρὸς σὲ λέγω; τέρπω τοίνυν ἐμαυτὸν ὁρᾶν τε τὰ σὰ δοκῶν καὶ φθεγγόμενος ἐφ' ἑκάστῳ· νῦν ἡμῖν ὁ Σπεκτάτος οὐ πόρρω βασιλέως, νῦν ἐγγύτατα, νῦν παρ' αὐτῷ καὶ διηγεῖται δὴ τὴν ὡς τὸν Πέρσην ὁδόν, ποταμοὺς οὓς διέβη, γῆν ἣν ἐπῆλθεν, ἔθνη, δίαιταν, τοὺς περὶ ὧν ἐπρέσβευε λόγους.

[2] ὁ δὲ ἡμέρῳ τε τῷ προσώπῳ καὶ μηνύοντι τὴν ἡδονὴν ἐπαινεῖ τὸν ῥήτορα καὶ τιμὴν αὐτῷ ζητῶν οὐχ εὑρίσκει μείζονα τοῦ πέμψαι πάλιν.

[3] ὁ δὲ μόλις μέν, ἀναμιμνήσκεται δὲ σοφιστοῦ τινος οἰκείου, ᾧ λαμπρὰ μὲν ὑπισχνεῖται, πράττει δὲ οὐδὲ μικρὰ πείθων αὑτὸν ὡς ἀρκεῖ τε γελάσαι καὶ φιλῆσαι κεφαλήν, καὶ τὸ ἔγκλημα λέλυται.

[4] τοιαῦτα μέν ἐστιν ἐφ' οἷς τὰ μὲν ὑπερχαίρω, τὰ δ' αἰτιώμενος οὐκ ἄχθομαι, ἐπεὶ καὶ τὸ πέπερι μάλιστα μὲν ἐλπίσας, ἥκιστα δὲ λαβὼν πάνυ γελῶ μαθητὴν ὁρῶν σε τοῦ στρατηγοῦ Χάρητος, ὅσα γε εἰς ὑποσχέσεις.

[5] ἀλλὰ γὰρ ἵππος ἐκεῖνος, ᾧ Βασσιανὸν ἐδωρήσω, δείκνυσί με συκοφάντην. μάλιστά γε. καὶ γάρ ἐστιν ἀπ' ἐκείνων, οἷς ὁ Βορέας πρόγονος. τοιγαροῦν δεῖται τοῦ Βορέου πρὸς τὸ κινεῖσθαι, κἂν μὴ σφοδρὸν ἐμπέσῃ πνεῦμα, κατὰ τοὺς λίθους μένει.

[6] πιστεύω δὲ αὐτὸν καὶ τὸ τοῦ Ξάνθου ποιήσειν, ὑπὸ πλήθους πληγῶν φωνὴν ἀφήσειν ἀνθρωπίνην· τοιαύτην ἡμῖν ἀρετὴν ἵππων ἐξεῦρες. [353] [t]

Ἀρισταινέτῳ.

[1]    Ἀπηλαύσαμεν ἀλλήλων ἐγώ τε καὶ Τουσκιανός, ἐγὼ μὲν ἀκροώμενος τούτου, λέγοντος δὲ ἐκεῖνος ἐμοῦ, μᾶλλον δέ, ἐπλεονέκτουν ἐγὼ καλλίονος ὧν ἐδείκνυον λόγων ἀκοῆς εἰλημμένος.

[2]

ἃ δὲ ἐποίησεν ἐνθάδε παραβάλλοντος ἐμοῦ τὸν Στρατήγιον τοῖς ἐπὶ τῆς ἴσης ἀρχῆς ‑ τί οὖν ἐποίησεν; ὠχρία τε καὶ ἀπεπνίγετο καὶ ὅμοιος ἦν βαλλομένῳ καὶ τιτρωσκομένῳ δεινὸν ποιούμενος, εἴ τις δόξει νενικηκέναι τὰ αὑτοῦ παιδικά, τὸν Θαλάσσιον καὶ Λεόντιον καὶ τὸν νῦν τουτονὶ τὸν οὐ μᾶλλον μέγα φθεγγόμενον ἢ μεγάλα ἐργαζόμενον.

[3] ὥστε καὶ ἔδοξεν ἐνίοις μέμφεσθαι τὸ μέρος ἀγνοοῦσιν, ὡς ὁ μάλιστα χαλεπαίνων οὗτος ἦν ὁ μάλιστα θαυμάζων. εἰ μὲν γὰρ οὐχ ἑώρα τὸ μέρος ἰσχυρόν, κἂν ἐγέλα· νῦν δὲ ἡ τοῦδε λύπη ῥώμην ἐμαρτύρει τῷ λόγῳ.

[4] ἂν οὖν καὶ παρὰ σοὶ πάσχῃ τι τοιοῦτον ἐν μνήμῃ τοῦ λόγου, μή σε λανθανέτω τοῦτον νικᾶν ψηφιζόμενος ᾧ φησιν οὐχ ἡδέως ἔχειν.

[354]

Κληματίῳ.

[1]    Ἆρ' ἥσθη τις οὕτω ποτὲ γῆν μὲν ὀρύττων ἐπ' ἄλλῳ τῳ, χρυσῷ δὲ ἐντυχών, ὡς νῦν σὲ μὲν ἄρχοντα Ἰοβῖνος ὁρῶν, σὺ δὲ τουτονὶ δεδεγμένος;

[2] καλῶ δὴ τὸ μὲν σὸν εὐτυχίαν, τὸ τούτου δὲ ἀρετήν· ὁ μὲν γὰρ ἔδραμε τοσαύτην ὁδὸν τοῦ φίλον ἰδεῖν, σοὶ δὲ ἥκει καθημένῳ πρᾶγμα τοσοῦτον. μᾶλλον δέ, καὶ σὴν ἀρετὴν ὁ τούτου δεικνύει δρόμος, εἴπερ τὸν ἀγαθὸν εἰκὸς παρὰ τοιοῦτον ἑταῖρον τρέχειν.

[3] ἃ δὲ συνόντες ἐρεῖτε καὶ δράσετε, νομίζετε καὶ ἐμὲ τὸν ἀπόντα τὰ μὲν ὁρᾶν, τὰ δὲ ἀκούειν, κινήματά τε καὶ σκιρτήματα γέλωτά τε πολὺν ἐξ ἀμφοτέρων ῥέοντα καὶ μνήμην τῶν ἀρχαίων καὶ περὶ τῶν παρόντων λόγους καὶ σκωμμάτων χάριν καὶ διήγησιν περί τε ἐμοῦ καὶ τῶν ἐμῶν, ὑφ' ὧν μάλιστα δὴ κατέχεσθε καὶ ὅθεν μόλις ἐκβαίνετε.

[4] οἴκοι μὲν οὖν ἐξέστω Ἰοβίνῳ παίζειν ἃ πρότερον· εἰ δέ τι τούτων εἰς ἀγορὰν ἐξάγοι, λάμβανε παρ' αὐτοῦ δίκην ἣν καὶ παρ' ἐμοῦ, διότι μὴ κύπτων εἰς γῆν καὶ τρέμων ἐβάδιζον μετ' ἀνδρὸς τὴν Παλαιστίνην ἄγοντος.

[355]

Παρνασίῳ.

[1]    Ὃν ἐζήτουν ἔχω παῖδα σὸν καὶ παῖδά γε τοιοῦτον, ἐπιτήδειον τοῦτο λαβεῖν ἐφ' ὅπερ ἥκει. ὡς γὰρ διεκωδώνισα τὸν νεανίσκον καὶ προσῆγον βάσανον τῇ φύσει, ταχεῖαν εὕρισκον ἁρπάσαι λόγων ὁδούς.

[2] καὶ πρὸς Ἀχίλλιον ‑ ὁ δὲ ἀνὴρ ἐξ Ἀγκύρας ὢν τὰ μὲν εἰκότα τῇ πατρίδι πεπλήρωκεν, υἱεῖ δὲ τῇδε πάρεστιν, ὃν ἔχει μόνον ‑ πρὸς δὴ τὸν ἄνδρα τοῦτον ἔφην, ὅτι Παρνάσιος ἡμῖν ἀγαθοῦ ῥήτορος ἔσται πατήρ.

[3] ἃ δὲ ἀνεμίμνησκες ἡμᾶς μουσεῖά τε ἐκεῖνα διεξιὼν καὶ τοὺς ἐν Ἀγκύρᾳ λόγους, οὔπω τοῖς γράμμασιν ὁμιλῶν ἔλεγον πρὸς τὸν υἱόν. ὁ δὲ ἔφασκεν ἅπερ ἤκουσεν ἐγγεγράφθαι.

[4] τοσαύτη παρ' ἐμοὶ μνήμη τῶν ἐκ ταὐτοῦ κρατῆρος πεπωκότων ἄλλως τε καὶ Γαλατῶν, οἷς ἀεί τι παρ' ἐμοῦ πλέον, ὥστ' οἴκοθεν οἴκαδε τοὺς σαυτοῦ πέμπεις καὶ οὐ σὲ δεῖ μᾶλλον ἐμὲ παρακαλεῖν εἰς τὰ σὰ ἢ παρ' ἐμοῦ σὲ κινεῖσθαι τῶν σαυτοῦ φροντίζειν.

[356]

Στρατηγίῳ.

[1]    Ἀλλὰ καὶ τοῦθ' ἡμῖν ἐν μεγάλῃ δωρεᾷ τὸ μνησθῆναί τι τῶν δεηθέντων καὶ ζητῆσαι τὰ γράμματα καὶ προελέσθαι δοῦναι καὶ τὸ μὴ δεδυνῆσθαι δηλῶσαι. τοιαῦτα γὰρ δὴ τὰ σὰ πρὸς τοὺς ὑπηκόους φάρμακα· ἢ δίδως αἰτηθεὶς ἢ τοῦ πράγματος οὐκ ἐῶντος ἀχθόμενος τῷ κεκωλύσθαι τοὺς οὐ τυχόντας εὐφραίνεις ὥσπερ λαβόντας.

[2] καὶ νῦν οἱ ζητοῦντες τὸν σῖτον ἀντ' ἐκείνου τὴν ἐπιστολὴν ἔχοντες Αἴγυπτον ὅλην ἡγοῦνται κεκαρπῶσθαι. πρὸς δὲ τοὺς εἰδότας σε καλῶς τί χρῆν ὀμνύειν ὡς ἔδωκας ἂν ἡδέως; ὁ γὰρ δὴ περὶ τῶν τοιούτων ὅρκος ἡμῶν ἂν εἴη περὶ σοῦ πρὸς ἄλλους, ἀλλ' οὐ σοῦ πρὸς ἡμᾶς· οὕτως ἴσμεν ὡς ἔδωκας ἂν ἡδέως.

[3] θάρρει δὴ περὶ τοῦ μέλλοντος· οὐ γὰρ ἀνήσομεν αἰτοῦντες, ἕως ἂν δοὺς ἀπόθῃ τὴν ἀπὸ τοῦ μὴ δοῦναι λύπην.

[357]

Μαξίμῳ.

[1]    Εἴτε μὴ βοηθεῖς οἷς ἀξιοῦμεν, οὐχ Ἑλληνικὸν τοῦτο ποιεῖς, εἴθ' οἷς ἀξιοῦμεν βοηθῶν μὴ προστίθης τὴν ἀπὸ τῶν γραμμάτων χάριν, οὐκ ἐκείνῳ μᾶλλον εὐφραίνεις ἢ τούτῳ λυπεῖς. καί μοι τῇ σιγῇ δεικνύεις ὡς ἐγὼ τῷ μὴ σιγᾶν ἐνοχλῶ.

[2]

τετολμήσθω δ' οὖν καὶ τὸ παρόν, ἐπειδὴ κελεύει φίλος. τὸ κεφάλαιον δή μοι τῶν φίλων. Οὐράνιος γὰρ κοινωνεῖ μέν μοι τῆς περὶ τὴν ἀγέλην φροντίδος, κοινωνεῖ δὲ διαίτης καὶ λυπηρῶν καὶ τερπνῶν καὶ ὅλως τοῦ βίου, καὶ οὔτε παρ' ἐκείνῳ πρὸ ἐμοῦ τὰ τέκνα τῶν τε ἀδελφῶν ἐμοὶ τιμιώτερον ἐκεῖνος, ὥστ' οὐδ' ἂν δεξαίμην ἀγαθοῦ του τυχεῖν, οὗ μὴ τὸ μέρος εἰς ἐκεῖνον ἀφίξεται.

[3] τούτῳ γένος ἐστὶ παρ' ὑμῖν, πάντες ἐπιεικεῖς καὶ πένητες καὶ δεόμενοι γνῶναι τὴν πόλιν, ὡς οὐκ ἠμέληνται παρὰ σοί· τὸ γὰρ δὴ μικρὸν τοῦτο μέγα τοῖς ἀσθενέσι πρὸς τοὺς εὐπόρους.

[4] κατ' ἄμφω δὴ δοῦναί σε δεῖ τὴν χάριν, εἴτ' ἔσωσας οὓς ἔμπροσθεν ἠξίουν εἴτε μή. τὸ μὲν γὰρ ἂν εἴη τὸν αὑτοῦ νόμον τηροῦντος, τὸ δὲ λύοντος αἰτίαν τῷ τελευταίῳ.

[358]

Σπεκτάτῳ.

[1]    Ἆρ' ἐκείνων μέμνησαι τῶν λόγων, δι' ὧν σε παρεκαλοῦμεν Ὁνωράτῳ τὰ εἰκότα σῶσαι; τί δέ, ὧν αὐτὸς ὑπισχνοῦ λόγος ἐστί σοι; καὶ μὴν ἑτοίμως ἐπένευες Κυρίνου τε τὴν ἱερὰν κεφαλὴν αἰδούμενος καὶ ἡμᾶς οὐκ ἀτιμάζων, ἔργον δὲ οὐδὲν ὧν ἠκούομεν ὁρῶ.

[2] καί σε γράφομαι κατ' ἄμφω, τοῦτο μέν, εἰ φῂς ἐπιλελῆσθαι, τοῦτο δέ, εἰ μεμνημένος ὧν οὐκ ἀμνημονεῖς ἀμελεῖς· τὸ μὲν γὰρ οὐ φιλοῦντος, τὸ δὲ καὶ ὑβρίζοντος.

[3] ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν οἷος περὶ πολλούς, καὶ περὶ ἡμᾶς φάνηθι τάχα οὐ δικαίους ὄντας ἐν πολλοῖς ἀριθμεῖσθαι. δοῦναί τε γὰρ ἕτοιμοι βουλομένῳ λαβεῖν κἂν τὸ λαμβάνειν φεύγῃς, ὄψει μεμνημένους τῆς χάριτος.

[4] πραττέσθω μὲν οὖν κἀκεῖνα τὰ μεγάλα μέν, ὡς ἡμῖν δοκεῖ, μικρὰ δέ, ὡς σοί. τουτὶ γὰρ οἶσθα πρὸς ἡμᾶς εἰπὼν ὡς μικρά τε ἐπαγγέλλοιμεν καὶ οὐκ ἔχοντα πόνον. συμπαρατήρει δὲ καὶ τὸ μὴ γενέσθαι βλάβην ἡμῖν τὴν νῦν γε κλῆσιν, φασὶ γὰρ κεκλῆσθαι πανταχόθεν ἐκεῖσε πάντας ὅσοι καθεστᾶσιν ἐν ᾧπερ Ὁνωράτος.

[5] καὶ δῆλον ὡς τῷ γε οὐχ ἥκοντι δίκη τις ἐπικείσεται. ἀλλ' ὅστις μὲν ἔχων ὑπακούειν κάθηται, καταφρονεῖ καὶ δότω δίκην· ἡμῖν δὲ ἔδει μὲν ἐξεῖναι τρέχειν, καθῆσθαι δὲ ἠναγκάσμεθα. τῆς γὰρ δὴ νόσου τὸ μῆκος οὐκ ἀγνοεῖς, ᾗ προσπαλαίων ὁ νέος νῦν μόλις εἰς ἐλπίδας ἀσφαλείας ἥκει, τροφὴ δὲ αὐτῷ νόμοις ἰατρῶν ἔτι περιγέγραπται.

[6] ταῦτα μαθέτω Βάσσος, ταῦτα ἀπολογίαν ποιοῦ καὶ φύλαττε τὸ σχῆμα τῷ γε ὑπ' ἀνάγκης ἀπόντι. [359] [t]

Βάσσῳ.

[1]    Τὰ μέγιστα ἡμᾶς ἀφελόμενος ἔδωκας, σμικρὰ μὲν οὐκ ἂν φαίην, οὐ μὴν ἡλίκα γε ἀφείλου· τὸν γὰρ υἱὸν μεταπεμψάμενος ἔπεμψας ἡμῖν ἐπιστολήν. ἦν δὲ ἐκεῖνος μέν μοι παρὼν τοσοῦτον, ὅσον καὶ σὺ συνών, τὰ γράμματα δὲ ἡδὺ μέν, δεύτερον δὲ ἐκείνου.

[2] Καλλιόπιος μὲν οὖν ἀγαθῶν τύχοι διδασκάλων καὶ διασώσαιτό γε τὴν ἐντεῦθεν κρηπῖδα· νῦν δὲ σὲ χάριν αἰτοῦμαι, ἣν οὐκ ἂν ἠβουλόμην αἰτεῖν ἠναγκάσθαι.

[3]

Κυρίνῳ παῖς ἐστιν Ὁνωράτος, ὁ δὲ Κυρῖνος ἀπὸ μὲν τῶν ἀρχῶν, τρεῖς δὲ αὗται, πενέστερος ἀπῆλθε, ῥητορικῆς δὲ πρὸς τοσοῦτον ἧκεν, ἐφ' ὅσον ἄν, εἰ παρὰ τὸν Ἑρμῆν ἐτύγχανε φοιτήσας.

[4] οὗτος πολλῶν γεγονὼς πατὴρ νῦν ἑνός ἐστιν Ὁνωράτου καὶ εἴη γε καλοῦ τε ὄντος καὶ ἀγαθοῦ καὶ κοσμοῦντος οὕτω γενναῖον πατέρα.

[5] τούτῳ δὴ τῷ βελτίστῳ νέῳ νόσημα ἐμπεσὸν καὶ προβὰν εἰς μῆκος, μὴν γὰρ οὑτοσὶ δέκατος, πολλὴν μὲν ἐν πολλῷ χρόνῳ σοφίαν ἰατρῶν ἐνίκησε, καὶ ἦν ἡ πόλις ἐν ἀγρυπνίᾳ τε καὶ φόβῳ· κτῆμα γὰρ ἡμῖν Ὁνωράτος κοινόν.

[6] νῦν δὲ ἔκλινε Μάρκελλος ὁ χρηστὸς τὸ κακόν, καὶ χρῆσθαι τοῖν ποδοῖν Ὁνωράτος ἄρχεται. τοῦτο δὲ ἦν κρεῖττον ἐλπίδος.

[7] τί δὴ ταῦτα διῆλθον; οὐκ ἀνιᾶν σε βουλόμενος, ἀλλ' ἐπεὶ τοὺς ὑπὸ σοὶ πάντας ἀκούομεν ἐκεῖσε κεκλῆσθαι, ὧν εἷς οὗτος, διδάσκειν σε ἐθέλων ὡς οὔπω εὖ πράττομεν.

[8] καίτοι θῶμεν τὸν νέον ὑγιέστερον εἶναι Κρότωνος· οὐκ ἂν ἦν μοι καὶ τότε λόγος πειρωμένῳ κατέχειν, ὅτι, ἀνδρῶν ἄριστε, Βάσσε, λόγων τὸν Ὁνωράτον ἐχόμενον καὶ μίαν ὄντα γονεῦσι παραμυθίαν ἐν ἡλικίᾳ δεομένῃ τῶν τοῦ πατρὸς ὀφθαλμῶν ἄφες ἡμῖν καὶ νῦν μὴ κίνει, καί, ὅτε βέλτιον, ἥξει; ταῦτα οὐκ ἂν ἐπένευες εἰπόντος;

[9] ὃς οὖν τότε ἂν ἔδωκας τὴν χάριν, νῦν οὐ λογιῇ τὴν ἀνάγκην; οἶμαί γε. κἀκεῖνο δὴ μαντεύομαι θαρρῶν, ὡς καὶ ἀπὼν τεύξομαι ὧν οἱ παρόντες ἀπολαύουσι Βάσσου τοῦ θαυμαστοῦ μέγα ποιουμένου Κυρῖνον εὖ ποιεῖν καὶ ἐμέ, παρ' ὧν αὐτῷ δῶρον οὐ φαῦλον τῶν ἔργων ἔπαινοι.

[360]

Ἰαμβλίχῳ.

[1]    Ἔλαβόν σου πάνυ βραχεῖαν ἐπιστολήν, καίτοι βουλομένῳ με διδάσκειν ἐν ᾧ τὰ πράγματα ἕστηκεν ἦν μακροτέραν ἐπιστέλλειν. ἡ δ' αὖ πρὸ ταύτης ἐκ Μακεδονίας ἥκουσα κατηγορίαν εἶχεν ὡς οὐ γράφοιμί σοι. καὶ ἦν μοι δῆλον ὅτι τὴν μικρὰν ταύτην ὀργή τις ἐποίει τοσαύτην. ἐδίωκες μὲν γὰρ ἐν ἐκείνῃ, τὴν δίκην δὲ ἀπῄτεις ἐν τῇ δευτέρᾳ. τὸ πᾶν δὲ ὅπως ἔσχεν, ἄκουσον.

[2] ἐγώ σε τὸ πρῶτον ἡγούμενος εἰς Ἰταλίαν τρέχειν ἔπεμπον ἐκεῖσε γράμματα. Πρόκλος ‹δὲ› ἦν ὁ κομίζων. μικρὸν ὕστερον ἔμαθόν ‹σε› Ἀθήνησιν εἶναι καὶ διενοούμην πέμπειν Ἀθήναζε, σὺ δὲ ἐκ Μακεδονίας ἐπέστελλες. πάλιν Ἀθήνηθεν γράφεις. τί τις ἂν ποιήσειε πρὸς τοσαῦτα πτερά;

[3] ἀλλ', ὦ πολλὰ μὲν ἀθυμήσας, πολλὰ δὲ ὑπομείνας, ἀφεὶς τὸ ἐπιστέλλειν αὐτὸς φάνηθι νομίσας ταύτην εἶναι τὴν φωνὴν τῶν σῶν ἀγρῶν τῶν ἔτι μὲν καλῶν, σοῦ δὲ ἀπόντος χρόνον μακρὸν ἴσως ἀκουσομένων τι καὶ ἄλλο.

[361]

Παρνασίῳ.

[1]    Ἤιδειν ὅτι μου δέξῃ τὴν ἐπιστολὴν ἡδέως, καὶ γὰρ παρὼν τοὺς λόγους. ταῦτα δὲ πείθων ἐμαυτόν, εἰ καὶ χάριν εὐθὺς αἰτοίην, οὐκ ἐκφέρομαι τοῦ εἰκότος. ἢ γὰρ οὐ νομίζοντα φιλεῖσθαι χρῆν ὀκνεῖν ἢ φιλεῖσθαι πεπιστευκότα δεῖ θαρρεῖν. ἡ δὲ χάρις καὶ δοῦναι ῥᾴστη καὶ τῷ διδόντι καλή.

[2] γνῶθι δέ· Κλεόβουλος ἐξ Αἰγύπτου παρ' ἡμᾶς μετῴκησε, ποιητής τε ἀγαθὸς καὶ διδάσκαλος οἷος οὐκ ἄλλος, δοὺς δὲ αὑτὸν οὐ πολλοῖς, οὐ γὰρ ἔρρωτο τὸ σῶμα, πρότερον ἐποιεῖτό με τῶν ἄλλων. καὶ διὰ τοῦτο Κλεόβουλος ἐμοὶ τίμιον, κἂν ἐπιτάττοντος ἀπειθήσω, παῖς ἠδίκηκε πατέρα.

[3] καὶ τί δεῖ με μηκύνειν περὶ αὐτοῦ παρόντος σοι τοῦ τὸν ἄνδρα εἰδότος Ἀριστοφάνους, ὃν ἄνευ τῶν ἄλλων κοσμεῖ τὸ σοὶ συνεῖναι ἐθέλειν;

[4] τούτῳ τοίνυν τῷ Κλεοβούλῳ παῖς ἀδελφῆς ἐστι παρ' ὑμῖν καὶ μέλλει γε τελέσειν εἰς τοὺς σοὺς ὑπηρέτας. ἔγγραφε δὴ τὸν ἄνδρα μεθ' ἡδονῆς καὶ τυγχανέτω χρηστοῦ τινος διὰ τὸν θεῖον καὶ τῷ δοῦναι χάριν ἔλεγχε τὴν παροιμίαν, ὡς ἄρα καὶ ἐν γῇ Χάριτες.

[362]

Ἀνατολίῳ.

[1]    Οἶσθά που Μάρκελλον ἀπὸ τῆς τέχνης καὶ ἔτι γε πρότερον ἀπὸ τῶν τρόπων· οὐ γὰρ μᾶλλον ἀγαθὸς ἰατρὸς ἢ χρηστὸς ἀνήρ.

[2] σὺ μὲν οὖν αὐτοῦ τὴν τέχνην ἐν ἄλλων ἔγνως σώμασι καὶ οὕτω γε τὰς ἁπάντων ἰατρῶν μανθάνοις· ἐγὼ δὲ αὐτὸν εἶδον ἐν τοῖς ἐμαυτοῦ κακοῖς, ἀφ' ὧν με ἐξείλκυσεν ἤδη βεβαπτισμένον. εἰ γὰρ μὴ οὗτος ἐκοίμισε τὸ νόσημα τῆς κεφαλῆς, ἢ ἐτεθνήκειν ἂν ἢ ζῶν ἂν ἐπενθούμην, ὅτι μὴ ἐτεθνήκειν.

[3] ἔχοι δ' ἂν καὶ ἕκαστος τῶν τὴν ἡμετέραν οἰκούντων ἐφ' ὁμοίοις μνησθῆναι Μαρκέλλου. διὰ γὰρ δὴ παντὸς ἀφῖκται σώματος ἀντιταττόμενος ταῖς προσβολαῖς· ὥστ' εἰ μὲν οὗτος ὑγιαίνοι, καὶ τοῖς νοσοῦσιν ἐλπίδες· εἰ δ' ἀσθενήσειε, κοινὸς ὁ φόβος κάμνουσί τε καὶ μή. τοῦτον ὁ μὲν τιμῶν οὐ θαυμάζεται, μικρὰ γὰρ ἀντὶ μεγάλων δίδωσιν· ὁ δ' οὐ τιμῶν κἂν πατρὸς πατάξειε γνάθους.

[4] ἐμοὶ μὲν δὴ πᾶσα ἀνάγκη τὸν πρεσβύτην ἀντευποιεῖν· ἀντευποιήσαιμι δ' ἄν, εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. προθυμοῦ δὴ καί με δεῖξον εἰς ἀμοιβὰς οὐ φαῦλον.

[5] τί τοίνυν αἰτοῦμεν; Μάρκελλος ὀψέ ποτε γίγνεται πατὴρ μάλα ταύτης ἐπιθυμήσας τῆς κλήσεως καὶ πρὸς ἱεροῖς ἱκετεύσας καὶ ἔστιν αὐτῷ τὰ τέκνα, Ἀσκληπιοῦ δῶρα.

[6] διὰ δὴ τοῦτο πάνυ γέρων ὢν πάνυ νέους υἱοὺς τρέφει, οὓς ἄρτι γάλακτος ἀπαλλαγέντας εἰς στρατιώτας ὁ βασιλεὺς ἐνέγραψεν, ὧν νῦν ὁ καλὸς ἡγεῖται Μουσώνιος πράττων αὐτοῖς ἀσφάλειαν εἰς ἅπαντα τὸν χρόνον. ἀλλὰ νῦν κηρύγματα περιφοιτᾷ χωρεῖν ὡς ὑμᾶς, οἷς οὗτος ὁ βίος.

[7] τοῖς δὲ Μαρκέλλου παισὶν οὐχ ὅπως τοῦτο ῥᾷστον, ἀλλ' οὐδ' ὑπερβῆναι τὰς πύλας. δεδοίκαμεν δὴ μὴ τοῦτο αὐτοὺς ἐκβάλλῃ τοῦ σχήματος καὶ σοῦ δεόμεθα τηρεῖν αὐτοὺς ἀπόντας ἐν τῷ σχήματι. λέγεται δὲ Μουσωνίῳ τὸ σὸν νεῦμα νόμος εἶναι, καὶ παλαιός γε ὁ νόμος τὸν ὕπαρχον τοῖς ἔχουσιν ὃ νῦν ἐκεῖνος ὁριστὴν εἶναι τῶν ἔργων.

[8] βεβαίωσον δὴ δόξαν οὕτω καλὴν ἐν οἷς ἐπαγγέλλομεν καὶ μὴ θαυμάσῃς εἰ Στρατηγίου γράμμασιν ἐμὰ Μάρκελλος παρέζευξε· φήμη γὰρ ἐμὲ παρὰ σοὶ πλεῖστον ἰσχύειν.

[363]

Τῷ αὐτῷ.

[1]    Δόμνῳ τούτῳ πατήρ τε ἦν ἀγαθὸς καὶ κηδεστὴς βελτίων· γαμεῖ γὰρ θυγατέρα Κέλσου, δι' ὃν οὐκ ἄμοιροι Σύροι τῆς Ἰταλῶν φωνῆς. ἀλλὰ καὶ αὐτὸς ὁ Δόμνος τοιοῦτος, οἷος, εἰ καὶ μηδέτερον ὧν ἔφην εἶχεν, ἀπὸ τῶν τρόπων εἰκότως ἂν τιμᾶσθαι.

[2] ζῶν γὰρ ἐν στρατιώτου σχήματι καλλίω γνώμην παρέχεται τοῦ βίου θράσους ἀπηλλαγμένος, πανουργεῖν οὐκ εἰδώς, κέρδος ἄδικον βλάβην ἡγούμενος, χάριν ἕτοιμος μὲν δοῦναι, λαβὼν δὲ ἀποδοῦναι, μᾶλλον μειδιῶν ἢ σκυθρωπάζων, ἁπλῶς μέμψεως μὲν οὐδενὶ δοὺς ἐπ' οὐδενὶ πρόφασιν, ἐπαίνου δὲ πολλοῖς ἐπὶ πάνυ πολλοῖς.

[3] τὴν μὲν οὖν τῇδε διακονίαν πεπλήρωκε, νόμῳ δὲ πρὸς τὴν μείζω στρατείαν μεθίσταται. τοῦ δ' ὡς ἄριστα πράξειν ἐκεῖ μίαν ἐλπίδα τὴν σὴν ἔχει ῥοπήν, ἔχει δέ γε καὶ τῆς ῥοπῆς αὐτῆς ἐλπίδας. δύο γὰρ δὴ ταῦτα παρ' ἡμῖν ᾄδεται, ὡς ἐθέλεις τε τοῖς ἐνθένδε βοηθεῖν καὶ δύναμις ἴση τῇ γνώμῃ. ἃ νῦν ἀκούων Δόμνος ἐπὶ τοῖς ἔργοις πρὸς ἄλλους ἐρεῖ.

[364]

Ἀρισταινέτῳ.

[1]    Νικέντιον μὲν τὰ σὰ γράμματα φίλον ἡμῖν ἐποίει, Μόδεστον δὲ ὄντα καὶ πρὸ τοῦ φίλον μᾶλλον ἢ πρότερον ἐποίει τὰ γράμματα.

[2] τὴν μὲν οὖν πόλιν ἡμῖν εὔφρανε τῇ περὶ ἐμὲ σπουδῇ, ἐμὲ δὲ τῇ περὶ σοῦ μνήμῃ. τὸ γὰρ ὑπὸ τῶν καλῶς σε εἰδότων ᾀδόμενον καὶ αὐτὸς ἐφθέγγετο· οὔπω τοιοῦτον εἶδον.

[3] καὶ διεξῄει πολλὰ τῶν σῶν προστιθείς, ὡς οὐκ ἂν πάντα εἰπεῖν ἔχοι. εἶτ' ἐκαλεῖτο μὲν ὑπὸ τῆς ἑσπέρας ἐπὶ λουτρά, κατείχετο δὲ ὑπὸ τῆς ἡδονῆς ἐν τῷ λόγῳ.

[4] καὶ ὁ μὲν ἐπῄνει τὰ σά, Φουρτουνατιανὸς δὲ ἐκεῖνον, ὅτι ἃ χρῆν ἐπῄνει. τί οὖν ἐγώ; σιγῶν ἠρυθρίων ὡς ἂν αὐτὸς ἐπαινούμενος. εἰσάγω δὴ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, οὗ λόγων ἀγῶνες ἡμῖν. καὶ ἴσως οὐκ ἠνίασα λέγων.

[5] λαβὼν δὴ παρὰ σοῦ δύο ἄρχοντας φίλους ἑνὶ γέμοντι σοφίας ἀμείβομαί σου τὸ δῶρον. Ἁρποκρατίων γὰρ οὑτοσὶ καὶ ποιητὴς ἀγαθὸς καὶ παιδευτὴς ἀμείνων, δεινὸς μὲν ἐνθεῖναι τὰ τῶν παλαιῶν νέοις, δεινὸς δὲ ἐκείνοις παρισωθῆναι, βεβιωκὼς δὲ συνεχῶς ἐν βιβλίοις ἥκιστα μετέχει κομψείας ἁπλοῦς τις ὢν καὶ γενναῖος καὶ οὐκ ἂν ἁλοίη φρονῶν μὲν ἕτερα, λέγων δὲ ἄλλα.

[6] οὗτος Εὐδαίμονι κοινωνήσας καὶ τροφῆς καὶ μουσείων πάλαι μὲν ἐν τῷ φοιτᾶν, νῦν δὲ ἐν τῷ παιδεύειν καὶ μικροῦ τῷ φίλῳ συμπεφυκὼς ὑπὸ τῆς ὑμετέρας ἀπερράγη δυναστείας. καὶ νῦν διακριθέντες, μετὰ δακρύων πορεύεται μὲν αὐτός, κάθηται δὲ ἐκεῖνος.

[7] Εὐδαίμονα μὲν οὖν ἐγὼ παραμυθήσομαι, σὺ δ' Ἁρποκρατίωνι γίγνου τοῦθ' ὅπερ ἡμεῖς Εὐδαίμονι. [365] [t]

Σπεκτάτῳ.

[1]    Ταύτην ἔδει τὴν ἐπιστολὴν ἔπαινον εἶναι τῶν εἰς Ὁνωράτον ὑπὸ σοῦ πεπραγμένων, ἡ δὲ ἔρχεται παράκλησιν ἔτι φέρουσα. καὶ τοῦτο μὲν δὴ μέτριον, ἐκεῖνο δὲ ἄξιον δεῖσαι μὴ καὶ ἡ μετὰ ταύτην ταύτην μιμήσηται.

[2] καίτοι τί μαθὼν οὐκ ἐπιτελεῖς ἅ γε ὑπέσχου; πότερον ὡς τὸ ψεύδεσθαι καλόν; οὐ σόν γε τὸ ἐπαινέσαι ψεῦδος. ἀλλ' ὡς ἐλάττων σοι δύναμις ἧς αἰτοῦμεν χάριτος; καὶ μὴν ἐγέλας οὐδὲν σπουδῆς ἀνιέντος τοῦ Κυρίνου καὶ παρεδήλους ὡς τά γε τηλικαῦτα κἂν καθεύδων χαρίζοιο.

[3] ἔτι τοίνυν δοῦναί σε ἴσμεν ἑτοίμως χαριζόμενον δεομένῳ καὶ διωθούμενον ἀναγκάζοντα. λείπεται οὖν ὡς μὴ φιλούντων ἀμελεῖν. ἀλλ' ὅταν τοῦτο περὶ τῆς μητρὸς εἴπῃς, καὶ καθ' ἡμῶν ἐξέσται σοι.

[4] ἀλλ' ὦ πράττων μὲν ὅσα ἐθέλεις, ἃ δ' ἑκὼν ὑπερβαίνεις, περὶ τούτων ἀπολογίας μελετῶν, ἐννοήσας μὲν τοῦ νέου τὴν τῶν τρόπων ἀρετήν, αἰσχυνθεὶς δὲ τὰς Κυρίνου δεήσεις ἃς ἐποιεῖτο καθ' ἡμέραν ἀνὴρ ὃν καὶ θεὸς ἂν αἰδεσθείη φανέντα, νομίσας δὲ καὶ ἐμὲ πατέρα τινὰ τοῦ μαθητοῦ καὶ ταῦτα βούλεσθαι μὲν τὴν σὴν μητέρα, βούλεσθαι δὲ καὶ τὸν ἡμέτερον θεῖον, προσθείην δ' ἂν καὶ πᾶσαν τὴν πόλιν, ταῦτα ἐνθυμηθεὶς μὴ φροντίσῃς ὅ τι πρὸς ἡμᾶς ἐρεῖς, ἀλλ' ὅ τι πράξας χαριῇ.

[366]

Βάσσῳ.

[1]    Ἐγὼ τὸν σὸν υἱὸν παρόντα μὲν καὶ ἐφίλουν καὶ ὠφέλουν, εἰς ἀπόντα δὲ τό γε ἕτερον ποιῶ καὶ φιλῶν οὐ πέπαυμαι. δοκεῖς δέ μοι καὶ σὺ λόγους εὑρὼν ἐν αὐτῷ χάριν εἰδέναι τῷ δεδωκότι.

[2] τούτου σημεῖον, ἀμοιβαὶ παρὰ σοῦ φοιτῶσιν ἀνδρί γε ἐλευθέρῳ μεγάλαι. καλῶ δὲ ἀμοιβὰς τὰ γράμματα. προσθεῖναι δὴ ταύταις ἔξεστί σοι καὶ δοῦναί μοι δῶρον, οὗ σοὶ μὲν ῥᾷον οὐδέν, ἐμοὶ δὲ μεῖζον οὐδέν.

[3] οἶσθά που Κυρῖνον, ὃν οἱ λόγοι μὲν εἰς σοφιστοῦ θρόνον ἐκάθιζον, ἡ Τύχη δὲ εἰς ἀρχόντων ἤγαγεν. ἐκεῖνον λέγω τὸν Φιλίππῳ παρεδρεύσαντα, τὸν Λυκίαν θεραπεύσαντα, τὸν Παμφυλίαν σεσωκότα, τὸν κυβερνήσαντα Κύπρον.

[4] τούτῳ παῖς ἐστιν Ὁνωράτος, ὃν εἰ καὶ ἐμὸν θείης, οὐκ ἀδικήσεις. οὗτος ὁ νέος ἐγγέγραπται μὲν τῷ σῷ χορῷ, ᾄδει δὲ νῦν ἐν τῷ ἡμετέρῳ καὶ ἔσται δὴ βελτίων εἰς ἐκεῖνον ἀπὸ τῶν ἐν τούτῳ μελῶν. ἥξει δέ, οἶμαι, τότε, ὅταν γράφειν μὲν ὀξύτατος ᾖ, λέγειν δὲ ἀγαθός. νεότης δὲ τοὺς γονεῖς μὴ φοβῇ.

[5] ἄπεστι μὲν οὖν οὐ μόνος, μόνος δὲ ἴσως ὑπὸ καλῆς αἰτίας. ἣν αἰδεσθεὶς τίμησον ἐν τῷ καταλόγῳ τῶν νέων χώραν διδούς, ἣ πρὸ πολλῶν αὐτὸν ἀποδείξει. καὶ σοὶ παρ' ἡμῶν ἀντὶ τούτων ὃ κεκτήμεθα μόνον, ὁμολογία τῆς χάριτος ἐν λόγοις μακροῖς.

[367]

Μοδέστῳ.

[1]    Ἆρ' ὅπερ αὐτοὶ πεπόνθαμεν, τούτῳ καὶ αὐτὸς κατεσχέθης; ἡμεῖς ἑσπέρας προσιούσης, ὅτε δὴ βαδίζειν εἰώθαμεν παρὰ σέ, παρὰ μὲν τῶν ποδῶν ἀπαιτούμεθα τὴν ὁδόν, ἰδεῖν δέ ‹σε› οὐκ ἔχοντες ἀλγοῦμεν.

[2] ἴσως δὴ καὶ αὐτῷ σοι ταὐτὸ γίγνεται δύντος ἡλίου. διδάσκομαι δὲ τοῦτο τῷ τε ἄλλῳ σου τρόπῳ καὶ ταῖς αἰτίαις αἷς με ᾐτιῶ παραπέμποντά σε.

[3] ἔλεγες τοίνυν ἠδικῆσθαι δύ' ἡμέρας ἐκλιπόντος μου τὴν συνουσίαν, καὶ ἦν ἡδίω μέλιτος τὰ ἐγκλήματά μοι. κατηγοροῦντος δέ μου τοῦ νοσήματος, ὃ τὴν κεφαλὴν ἐνοχλεῖ, καὶ φάσκοντος οἴκοι μεῖναι διὰ τὴν ἐκεῖθεν ἀνάγκην δευτέραν ἐξεῦρες αἰτίαν τὸ μὴ τοῦτό σοι μηνύσαι.

[4] ταῦτα δὴ τὰ τῶν ἰδιωτῶν πρὸς ἀλλήλους ὁ ἄρχων πρὸς τὸν ἀρχόμενον. τὸ δὲ φιλούμενον οὕτως εἰδέναι φιλεῖν τοῦ δικάζειν, ὥσπερ δικάζεις, οὐ μεῖον εἰς ἀπόδειξιν ἀρετῆς.

[5] ὅτι μὲν οὖν τῷ πόνῳ μὲν μιμῇ τὸν Ἡρακλέα, τῷ τάχει δὲ τὸν Περσέα, καλῶς ποιεῖς. ἀλλά σου δεόμεθα τῶν πτερῶν μὴ μόνον ὑπὲρ τὸν Εὐφράτην σε ταχέως ἄγειν, ἀλλὰ καὶ πρὸς Ὀρόντην, τὸν ἡμέτερον ποταμόν, ἐπανάγειν ὀξέως.

[368]

Θεμιστίῳ.

[1]    Ἰδού σοι, τὸ πάλαι ῥαπτόμενον ἐπὶ τέλος ἥκει· τὴν Ἁρποκρατίωνος ἡμᾶς ἀφελόμενος γλῶτταν ἔδωκας τοῖς οὐδὲν δεομένοις καὶ δεσμὸν χαλεπώτερον εἰς λύσιν τοῦ Γορδίου λέλυκας, μᾶλλον δέ, ἔτεμες κατ' ἐκεῖνον τὸν οὐ δυνηθέντα λῦσαι. εἰ μὲν γὰρ πείσας εἶχες, ἔφην ἄν σε λελυκέναι, νῦν δέ, ἐβιάσω γάρ, φημί σε τεμεῖν. καὶ μειδιᾷς δὴ μεγάλα φρονῶν ἐπὶ μεγάλῃ τῇ δυνάμει καὶ πᾶν ὅ τι ἂν ἐθέλῃς ἕλκεις.

[2] ὁ Ζεὺς δὲ ἐκεῖνος, ὁ σὸς προστάτης καὶ παρ' οὗ κατέβης καὶ πρὸς ὃν ἄπει, πρόχειρον ὂν γῆν καὶ θάλατταν ἀνασπάσαι καὶ κρεμάσαντα ἀφεῖναι μετεώρους ἠπείλησε μέν, οὐκ ἔδρασε δέ. σὺ δὲ ἄνευ σειρᾶς ἀπὸ νεύματος ἐν χεροῖν ἔχεις ὅ τι ἂν δόξῃ. τὴν μὲν οὖν σαυτοῦ φιλῶν φήσεις οὐκ ἀδικεῖν, σῶμα δὲ Αἰγύπτιον παραδοὺς Θρᾳκίοις πνεύμασιν ὅρα τί δράσεις.

[3] λόγον δέ σου λαβών, ὃς ὅσα τῇ πρεσβείᾳ τὴν πόλιν ὤνησας ἔδειξεν, εἶτα γνοὺς ὡς μεταπέμποιο σοφιστάς, μαθητὰς ἔφην ὁ καλὸς ζητεῖ Θεμίστιος. τίς γὰρ ἔτι ῥήτωρ σοῦ τοιαῦτα δημιουργοῦντος; οὐχ οὕτως ὁ Τηλέμαχος ἐῴκει τῷ πατρὶ τὴν μορφήν, ὡς σὺ τῷ Δημοσθένει τοὺς λόγους, οὓς πάλαι κεκτημένος ὀψέ ποτε ἐξήνεγκας.

[4] τῇ τε οὖν ἄλλῃ δεῖ τὴν πρεσβείαν ἐπαινεῖν καὶ ὅτι τούτοις ἔδωκεν ἀφορμὴν εἰς μέσον ἐλθεῖν. ποίει δὴ πολλὰ τὰ καλὰ καὶ πέμπε τοὺς λόγους μὴ τοῖς ἄρχουσι μόνον, ἀλλὰ καὶ οἷς ἀρχὴ μὲν οὐκ ἔστιν, ὦτα δὲ ἴσως.

[369]

Ἰουλιανῷ.

[1]    Διπλῆν ἀνῄρησαι νίκην, τὴν μὲν ἐν ὅπλοις, τὴν δὲ ἐν λόγοις, καί σοι τρόπαιον ἕστηκε, τὸ μὲν ἀπὸ τῶν βαρβάρων, τὸ δ' ἀπ' ἐμοῦ τοῦ φίλου.

[2] τουτὶ δὲ τὸ τρόπαιον ἡδὺ τῷ κεκρατημένῳ. πᾶσι γὰρ δὴ πατράσιν εὐχῆς μέρος παίδων ἡττᾶσθαι, καὶ σὺ παρ' ἐμοῦ λαβὼν τὰς εἰς τὸ γράφειν ὁδοὺς οἷς ἔλαβες τὸν δόντα παρήνεγκας.

[3] περὶ δὲ τοῦ μέτρου τῆς ἐπιστολῆς δεῖ δήπου με ἀπολογήσασθαι τῷ στρατηγῷ τὸν ῥήτορα, μᾶλλον δέ, τῷ λέγειν οὐχ ἧττον ἢ μάχεσθαι μαθόντι.

[4] ἐπειδή σε βασιλεὺς ἐκάλεσεν εἰς κοινωνίαν τῆς ἀρχῆς, ᾠήθην δεῖν ἀφελεῖν τῆς παρρησίας καὶ μὴ ποιεῖν ἃ πρὸ τοῦ πρὸς ἄνδρα τοσοῦτον γεγενημένον. δεινὸν γάρ, εἰ σκιαμαχοῦντες μὲν ἐν ταῖς τῶν ἀγώνων μελέταις εἰσόμεθα, πῶς Περικλεῖ καὶ Κίμωνι καὶ Μιλτιάδῃ διαλεκτέον, ἐπὶ δὲ τῆς ἀληθείας παροψόμεθα τὸν νόμον.

[5] αὐτὸ γὰρ τοῦθ' ὃ σὺ φῄς, ὡς αἱ τῶν στρατηγῶν ἐπιστολαὶ βραχεῖαι διὰ τὸ πράττειν, ἔπειθέ με καὶ αὐτὸν συστέλλειν τὰ γράμματα εἰδότα ὡς ὅστις ὑπ' ἀσχολίας οὐκ ἔχει μακρὰ ἐπιστέλλειν, κἂν ὑπ' ἄλλου μακρὰ γράφοντος ἐνοχληθείη.

[6] νῦν οὖν ἐπειδή με παρακαλεῖς εἰς μῆκος, ὑπακούσομαι. καί σοι συγχαίρω πρῶτον μέν, ὅτι τὰ ὅπλα ἔχων ἐν χεροῖν οὐκ ἐξέλυσας τὴν περὶ λόγους σπουδήν, ἀλλὰ μάχῃ μὲν ὡς οὐδὲν ἄλλο δρῶν, ζῇς δὲ ἐν βιβλίοις ὡς ἀφεστηκὼς μάχης· ἔπειθ' ὅτι τῷ μεταδόντι τῆς ἀρχῆς οὐ παρέσχες μετάμελον, ὅτι μετέδωκεν, ἀλλ' ἡγούμενος τὸν αὐτὸν ἀνεψιόν τε εἶναί σοι καὶ συνάρχοντα καὶ δεσπότην καὶ διδάσκαλον οἷς τε πράττεις ἐκεῖνον ἐπιφημίζεις καὶ πρὸς τοὺς ἐναντίους πίπτοντας λέγεις· τί δ' ἂν ἐπάσχετε βασιλέως φανέντος;

[7] ταῦτα ἐπαινῶ καὶ τὸ μὴ μετὰ τῆς ἐσθῆτος ἀμεῖψαι τὴν γνώμην μηδ' ὑπὸ τῆς ἐξουσίας ἐκβαλεῖν τὴν μνήμην τῶν φίλων. καί σοι πολλὰ ἀγαθὰ γένοιτο, ὅτι με τὸν ἐπαινοῦντα τὴν σὴν φύσιν οὐ ψεύστην ἀπέφηνας, μᾶλλον δέ, ὅτι ψεύστην ἀπέφηνας οὐδὲν εἰπόντα τοσοῦτον ὁπόσον ἔδειξας.

[8] ἐκεῖνό γε μὴν σὸν ἀτεχνῶς καὶ ἐξ οὐδενὸς παραδείγματος ὁρμηθέν. τῶν γὰρ ἄλλων ὁμοῦ τῇ βασιλείᾳ δεχομένων καὶ χρημάτων ἔρωτα καὶ τῶν μέν, εἰ καὶ μὴ πρότερον ἐπεθύμουν, ἀρχομένων ἐρᾶν, τῶν δ' ἐπιτεινόντων προενοικοῦν τὸ πάθος σὺ μόνος ἐν δυναστείᾳ καταστὰς τῶν πατρῴων ἀπέστης τοῖς γνωρίμοις τῷ μὲν οἰκίαν διδούς, τῷ δὲ ἀνδράποδα, γῆν ἑτέρῳ, χρυσίον ἄλλῳ, καὶ διεδείχθης ἰδιώτης μᾶλλον ἢ βασιλεὺς εὔπορος.

[9] καὶ μή με οἴου τῶν φίλων ἐξελαύνειν ἐμαυτόν, ὅτι μὴ τῶν εἰληφότων εἷς καὶ αὐτός. ἔχω γὰρ εἰπεῖν, ἀνθ' ὅτου μόνος οὐκ ἔχω. σὺ ταῖς πόλεσι τά τε ἄλλα βούλοι' ἂν εἶναι, δι' ὧν εὐδαιμονοῦσι πόλεις, καὶ δὴ καὶ λόγων ἰσχὺν εἰδὼς ὅτι, τούτους ἂν σβέσῃ τις, εἰς ἴσον ἐρχόμεθα τοῖς βαρβάροις.

[10] ἔδεισας οὖν μὴ λαβόμενος εὐπορίας φύγω τὴν τέχνην, καὶ δεῖν ᾠήθης ἐν πενίᾳ με φυλάττειν, ὅπως καὶ αὐτὸς φυλάττοιμι τὴν τάξιν. οὕτω μοι μαντεύεσθαι βέλτιον. οὐ γὰρ ἐκεῖνό γ' ἂν εἴποις, ὡς ἄλφιτα μὲν Καπανεύς τε καὶ Ἀμφιάραος, ὁ δεῖνα δὲ οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ.

[11] ἀλλ' ἔστι τὸ μὴ δοῦναι κηδομένου τῶν ὅλων. τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημάτων, τοῦτο δὴ τὸ σόν, καὶ τὴν ἀρχὴν ἣν ἄρχομεν ἴσως οὐ καταισχύνομεν, ὥσπερ οὐδὲ σὺ τὴν μεγάλην.

[370]

Παύλῳ.

[1]    Καὶ γὰρ ἦν εἰκός, ὦ φίλε Παῦλε, μὴ τὸν νόμον ἀνελεῖν, ὃν αὐτὸς ἔθηκεν ἐκεῖνος. ἦν δὲ οὗτος ὁ νόμος τῷ μεμνῆσθαι προστιθέναι τὸ γράφειν. οἷς δ' ἂν ἔλθῃ τι παρὰ θεῶν ἀγαθόν, οὐκ ἐκείνοις δεῖ μόνον, ἀλλὰ καὶ τοῖς ἱερεῦσιν εἰδέναι χάριν.

[2] σὺ τοίνυν ἡμῖν ἐν ἱερεῦσι τεταγμένος μετέχεις ὧν ἐκείνους εἰκός. οὐ γὰρ ἀγνοῶ τοῦθ' ὅτι ὤτρυνας σπεύδοντα καὶ αὐτόν, καὶ ὡς ὁ μὲν ὥρμητο γράφειν, σὺ δὲ ἐπῄνεις τὴν ὁρμήν. πιστεύω τοίνυν ἀμφοτέρους ἐμμενεῖν οἷς πεποιήκατε, σὲ μὲν προτρέψειν, ἐκεῖνον δὲ ἐπιστελεῖν.

[371]

Ἀκακίῳ.

[1]    Πάνυ μοι φαίνῃ φιλόχρυσόν με νομίζειν, ὃς ἐκέλευες Ὀλυμπίῳ τὸν ὑπὲρ τῶν γάμων κομίζειν μοι στατῆρα γραμμάτων ἄνευ. ὁ δέ, ᾔδει γάρ, τίς μὲν εἰς χρυσὸν ἐγώ, τίς δὲ εἰς γράμματα, μὴ δεχόμενος ἄμφω καὶ τὸ χεῖρον ἀφῆκεν. ἔφερε μέντοι μοι παντὸς χρυσίου τιμιώτερον τὴν ὑπὲρ τῶν γάμων διήγησιν. ἡ δὲ ἦν τοιάδε τις.

[2] ἔφασκέ σε τρέμειν μέλλοντα τὴν παῖδα δείξειν. ἡδὺς ὁ τρόμος πατρὶ καὶ ὃν ἐπελθεῖν εὔξατο, φανεῖσαν τὴν κόρην ἐκπλῆξαι τοὺς θεατὰς τῇ τε ἄλλῃ καὶ τῷ κάλλει τῶν ὀμμάτων, ὥστ' εἶναι τοὺς λέγοντας· Ἀρτέμιδι ἰκέλη. τοῦθ' ἥσθην ἀκούσας ‹καὶ› ὅτι τῷ κάλλει τῆς ψυχῆς ἁμιλλᾶται τὸ τοῦ σώματος καὶ ὁ μὲν φίλος ἡμῖν πατὴρ τοιαύτης, ὁ δὲ μαθητὴς ἡμῖν ἀνὴρ τοιαύτης.

[3] μαθὼν δέ σε τεθορυβῆσθαι τῇ περὶ τὰς τραπέζας φροντίδι καὶ ταῖς ὑπὲρ ἰχθύων ἐπαγγελίαις καὶ τὸν ἐπιπεσόντα χειμῶνα καὶ ὡς ἐκ κυμάτων ᾕρεις πλείους ἢ παρὰ θαλάττης ἄλλος ἡμέρου, πῶς ἔχαιρον, οἴει, καὶ μετὰ πόσου τοῦ γέλωτος ἔλεγον τῷ νυμφίῳ μὲν δεδόσθαι παρὰ τῆς μητρὸς γῆν ἀτεχνῶς τὸ μέσον Κορίνθου καὶ Σικυῶνος, τῆς νύμφης δὲ ταύτην οὐ γενέσθαι μεγαλοψυχίᾳ σῇ. παυσάσθω δὴ πενίας μεμνημένος Καλύκιος ὁ Καλλίας ἀμφοτέρωθεν ἔχων γῆν ἀρίστην.

[4] τὼ δ' ἅμα καλὴν ᾕρηνται Ζυγίαν καὶ λυσίζωνον Ἄρτεμιν. οὐ γάρ με ἔλαθον ὠδῖνες μητρὸς ἀναμιχθεῖσαι γάμῳ θυγατρὸς ἡδίστης ὧν ἀκήκοα. καὶ γὰρ τὸ τεχθὲν ἡμέτερος χορευτής, ἄλλος οὗτος Ἡρακλῆς, Τιτιανοῦ ζηλωτής, ὃς εἰκότως μὲν ἦλθεν ἐκεῖσε μεθέξων τῆς ἑορτῆς, εἰκότως δ' ἂν ἔλθοι δεῦρο ληψόμενος ἃ πρόσθεν. καὶ γὰρ εἰ μέγας ἐν μικρῷ γεγένηται χρόνῳ, μείζων ἐν πλείονι φανεῖται.

[5] μὴ θαυμάσῃς δὲ εἰ καινόν τι ποιῶ ζητῶν νέον· καὶ γὰρ ἡ τοῦ νέου φύσις τῶν καινῶν. αὐτός τε οὖν κινείσθω καὶ Καλύκιος μὴ μελλέτω νεανίσκος τὰ τοῦ πατρὸς μιμησόμενος· ὡς ἕξει γε ἐν δικαστηρίοις κράτος, ἢν προσενέγκῃ πόνους, ὧν τὸ πέρας ἡδονή.

[6] δίκαιος δέ ἐστιν ἔχεσθαι τῆς τέχνης· καὶ γὰρ εἰ φθάσας ἔχει τῶν λόγων τὸ ἆθλον, ἐπ' ἐκείνῳ γε θηρευέτω τοὺς λόγους· αἰσχρὸν μὲν γὰρ ὄντας οὐδεπώποτε κτητέον, καλὸν δὲ ὄντας ἀεὶ κτητέον.

[372]

Ἀπελλίωνι.

[1]    Τιβερίῳ τούτῳ μέγα μὲν ἐλάττωμα ἡ ἀπραγμοσύνη, βοήθεια δὲ μείζων τὸ σὲ Κιλίκων ἄρχειν, ὃς οὐ τοῖς πολλὰ πράττουσι προσέχεις μᾶλλον ἢ τοῖς τὸ δίκαιον λέγουσιν.

[2] ἐμοὶ δὲ πολλαχόθεν ἐστὶν ἄξιος σπουδῆς. οὔτε γὰρ Φιλαγρίου μοι μὴ μεμνῆσθαι θεμιτόν, ὃς ἀδελφῇ τοῦδε συνῴκει, αὐτός τε οὗτος ἐφοίτησεν ὡς ἡμᾶς καὶ ἦν ἂν ῥήτωρ, εἴ τις αὐτὸν ἐπέτρεπεν, ἀλλ', οἶμαι, προαφειλκύσθη.

[3] ἔτι τοίνυν Μάρκος τε, οὑμὸς ἀνεψιός, καὶ οὗτος ἀδελφὰς ἔχουσι γυναῖκας, Ἡσυχίου θυγατέρας. Ἡσυχίῳ δὲ υἱεῖς δύο, Εὐτρόπιός τε καὶ Κέλσος, οὓς μάλιστα μὲν φιλῶ, μάλιστα δὲ φιλοῦντας ἔχω.

[4] σκόπει τοίνυν ὡς ἐμοί τε ἀνάγκη τοῦδε φροντίζειν ἀπὸ τοσούτων δικαίων σύ τε οὐχ ἕξεις, ὅ τι πρὸς ἡμᾶς ἀπολογήσῃ μὴ τῷ σαυτοῦ τρόπῳ χρησάμενος. οὗτος δ' ἐστὶ μηδαμοῦ ῥᾳθυμεῖν.

[5]

ἐξ αὐτῶν δὲ ὧν σου δεήσεται βέλτιστον εὑρήσεις τὸν νεανίσκον· οὕτως οὐδὲν οἶδεν ἐπαγγέλλειν οὔτ' ἄδικον οὔτε βαρύ.

[373]

Ἀκακίῳ.

[1]    Μακρὰν ἀπολογίαν ἀπέτεινας ὑπὲρ τῆς περὶ τὴν παῖδα φροντίδος οὐδενός, οἶμαι, διώκοντος. ὁ γὰρ Ὀλύμπιος οὐ κατήγορος ἦν, ἀλλ' ἄγγελος τοῦ τρόμου σὺν ἡδονῇ.

[2] σὺ δὲ πολλοὺς μὲν τοιούτους φοβηθείης φόβους, φοβηθείης δὲ κἀκεῖνον ὑπὲρ τῶν υἱέων καὶ τοῦ κηδεστοῦ, ὃν φῂς καὶ σοὶ δι' ἡμᾶς γεγονέναι πολλάκις μέλλοντας ἀγωνιεῖσθαι.

[3] τὴν δὲ ὑπὲρ τοῦ θέρους βουλὴν μεταβαλὼν ἐπαινῶ. Καλυκίῳ τε γὰρ οὐκ εἶχε καλῶς οὕτως ὀξέως ἐκπηδᾶν τοῦ θαλάμου Τιτιανῷ τε πλησίον ὁ διδάσκαλος, αὐτὸς ὁ πατήρ.

[4] σὺ μὲν οὖν ἔκρυψας τὴν αἰτίαν, ἐγὼ δὲ κηρύττω τὴν σὴν ἐκείνην ἐκβαλών, ἥ φησι κίνδυνον ἂν γενέσθαι τῷ νέῳ θέατρά τε καὶ πολυανθρωπίαν. ἄλλος μὲν γὰρ ἴσως τούτοις ἂν διεφθάρη, Τιτιανῷ δὲ κρείττων ἡ φύσις τῆς ἀπ' ἐκείνων βλάβης.

[5] ἀλλ' ἀγαθῇ γε τύχῃ μενέτω τε καὶ πληρούσθω λόγων ἀρχαίων ἡγεμόνι τῷ γονεῖ χρώμενος.

[374]

Ἀρισταινέτῳ.

[1]    Ἔμελλές ποτε καὶ τῶν ἐν ἀρχῇ γεύεσθαι πόνων ὡς οὐ πάσῃ μηχανῇ τὸ ἄρχειν φυγών, καὶ νῦν ζώνη καὶ στρατεία καὶ ὄχλος περὶ θύρας καὶ ἀγρυπνίαι καὶ φροντίδες, ἡ πολλὴ δὲ ἐκείνη ῥᾳστώνη καὶ τὸ ἀργεῖν ἐκκεχώρηκε.

[2] φοβοῦμαι δὲ οὐδὲν μὴ τῶν μεγίστων πρῶτον ἁψάμενος ἰλιγγιάσῃς ἡμῖν, ἡ γὰρ δὴ σὴ φύσις καὶ μελέτης χωρὶς ἐπίσταται κατορθοῦν, ὥστε πιστεύω ταχέως μέν σε θαυμαστὸν ἐν τοῖς παροῦσι φανεῖσθαι, ταχέως δὲ τῇ περὶ ταῦτα ἀρετῇ πρός τι λαμπρότερον ἥξειν.

[3] ἐφ' ᾧ δὲ αὐτός τε μάλιστα ἥσθην σύ τ' ἂν ‹φθόνου› ἐκτὸς εὐφραίνοιο, τοῦτο ἔστιν. ὅσοι τὸν λόγον ἐδέξαντο τοῦ πράγματος, τοσοῦτοι καὶ ἡδονὴν μετὰ τοῦ λόγου. καὶ τῶν πρὸ τοῦ σε φασκόντων φιλεῖν οὐδεὶς ἠλέγχθη φάσκων μέν, ἥκιστα δὲ φιλῶν.

[4] ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταίνετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς ἀρχῆς κηρίον.

[5] εἰ μὲν οὖν ἐξῆν μοι καὶ αὐτῷ παρὰ σὲ τρέχειν, ἐπετόμην ἄν· νῦν δὲ ᾧ βαδίζειν ὑπῆρχεν, ἥκει Διάνιος, ὁ σὸς μὲν συγγενής, ἐμὸς δὲ ἑταῖρος, πολλάκις μὲν ὑπὸ σοῦ κεκλημένος πρότερον, νῦν δέ γε ὑπὸ τοῦ καιροῦ. τὸ γὰρ σὲ Βιθυνίας κρατεῖν κατάγει τὸν ἄνδρα πολὺν δὴ χρόνον φυγόντα τὴν οἰκείαν διὰ τὸ φοβεῖσθαι βουλὴν καὶ πενίαν. εἰ γὰρ ἐλάβοντο ἐπιδημοῦντος τοῦδε οὐ δυναμένου λειτουργεῖν, λοιπὸν ἦν δεδέσθαι.

[6] ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι γῆ ξένη μετ' ἐλευθερίας ἢ πατρὶς μετ' ἀτιμίας. καὶ τῷ μὲν ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύταις ἐλπίσιν ὤκνει.

[7] τῷ μέντοι παρ' ἡμῖν βίῳ καὶ τὴν μητέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε καὶ πρᾳότητος καὶ τοῦ παρέχειν αὑτὸν αἰδέσιμον διάγων. καὶ τὸ μέγιστον, τῶν πρὸς ἡμᾶς δικαίων οὐδὲν διαφθείρας οὐκ ἐπεσπάσατο μῖσος παρὰ τῆς ἑτέρας μερίδος. τοιγαροῦν θαρρῶν ἔλεγον ὡς κοινωνεῖ σοι τοῦ γένους, καὶ οὐκ ἐδόκει χείρων εἶναι τοῦ αἵματος.

[8] δέχου δὴ τὸν οἰκεῖον πολλοὺς τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ' οἴκοι μένειν εἴθ' ὡς ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον τὸν βίον ἀπὸ τῶν δικῶν; [375] [t]

Ἀλκίμῳ.

[1]    Ἀποπέμπομεν ὑμῖν Διάνιον ἡμῖν τε, οἷς ἠκολούθησε τῇδε, δόξαν περιθέντα καὶ ὑμῖν τοῖς Βιθυνοῖς, ἐξ ὧν ἔφυ. σὺ δὲ οἶδα ὅτι τὸν ἄνδρα ἰδὼν χρόνων τε ἐκείνων εἰς μνήμην ἥξεις ὧν οὔτε πρότερον οὔθ' ὕστερον ἡδίους εἶδον ἐγώ, καὶ τῶν ἐνταῦθά μοι πεπραγμένων ἀγνοήσεις οὐδέν.

[2] οὐ γὰρ τοῖς μὲν παρεγένετο, τῶν δὲ ἀπελείφθη, οὐδ' αὖ τοσαῦτα ἔγνω, ὅσα εἰκὸς τὸν τὴν αὐτὴν οἰκοῦντα πόλιν, ἀλλ' ὅσα εἰκὸς τὸν τὴν αὐτὴν οἰκοῦντα οἰκίαν. ὥστ' οὐ πλείω τῶν ἐμῶν ἡ μήτηρ οἶδεν ἢ οὗτος.

[3] τὰ μὲν οὖν περὶ τοὺς λόγους ἀκούων ἴσως οὐκ ἀνιάσῃ, τὸ σῶμα δέ μοι μικρᾶς πάνυ τυχὸν εἰρήνης τὰ πολλὰ πολεμεῖται, καὶ πολλάκις γε ἐγενόμην ἐκείνων τῶν εὐχομένων ἀπελθεῖν.

[4] ἐγὼ μὲν οὖν εἰς τοῦτο εὐδαιμονίας ἥκω, δεῖ γὰρ εὐφήμως εἰπεῖν, Διανίῳ δὲ ἐλευθερίας ἐπιθυμοῦντι βοήθησον πάσῃ τέχνῃ. δύνασαι γὰρ εὖ ποιῶν ὅσονπερ ἐν τῇ σαυτοῦ, τοσοῦτον ἐν τῷ ἔθνει, ἡ δὲ σὴ δύναμις οὐκ ἀπὸ τοῦ πολλὰ κεκτῆσθαι, ἀλλ' ἀπὸ τοῦ παρὸν κτήσασθαι μὴ βουληθῆναι.

[5] πῶς οὖν ἐλεύθερος ὢν ἐλευθερίας ἐπιθυμεῖ; τὸ βουλεύειν πλουσίῳ μὲν ἡγεῖται καλόν, πένητι δὲ δουλείαν. ἔστι δὲ αὐτῷ τοσαῦτα, ὅσα αὐτὸν ταπεινὸν μὲν οὐδὲν ἀναγκάζει ποιεῖν, χορηγεῖν δὲ οὐκ ἐᾷ. φοβεῖται οὖν μὴ ζητήσῃ τὴν ξένην οἴκαδε ἐπανήκων.

[6] τοῦ δὲ μὴ τοῦτο γενέσθαι μελήσει μὲν Ἀρισταινέτῳ, μελέτω δὲ καὶ σοί. τυχόντος μὲν οὖν ἀδείας ἡμεῖς ὑμᾶς ἐπαινεσόμεθα, μὴ τυχόντα δὲ ὅπως ἡμῖν ἀποστελεῖτε, φροντίζετε. [376] [t]

Θεμιστίῳ.

[1]    Διανίῳ μήτηρ τέ ἐστι καὶ πατρὶς ἣν οἶσθα. τῇ μὲν οὖν μητρὶ καλούσῃ μὴ πείθεσθαι οὐκ εἶχεν, ἡ πατρὶς δὲ ἡδὺ μὲν αὐτῷ, διότι πατρίς, φοβερὸν δὲ διὰ τὸ προσδέχεσθαι λειτουργιῶν ἀνάγκας ἐν πενίᾳ.

[2] ἐπεὶ οὖν τῇ τε μητρὶ δεῖ χαρίσασθαι καὶ αὐτὸν μὴ κακῶς παθεῖν, ἔδοξέ μοι δεῖν ὡς σὲ πρῶτον τὸν ἄνδρα ἐλθεῖν, εἶτ' ἐκεῖθεν τὴν τῆς Ἀθηνᾶς προσλαβόντα ῥοπὴν οὕτως ἤδη πανταχῆ χωρεῖν· μετὰ γὰρ δὴ ταύτης τῆς θεοῦ καὶ τὴν Στύγα ἂν διαφύγοι.

[3] δίκαιος δ' ἂν εἴης χεῖρα ὀρέξαι, πρῶτον μέν, ὅτι πλεῖστα ἀνθρώπων δεομένοις ἐβοήθησας, οἷς οὐδὲν ἦν πρὸς σὲ δίκαιον πλὴν αὐτοῦ τοῦ δεῖσθαι· ἔπειθ' ὅτι τοὺς ἡμετέρους ὁμιλητὰς οὐκ ἔστιν εἰπεῖν μὴ οὐχὶ καὶ σοὺς εἶναι. τρίτον, εἰ δὲ βούλει, πρῶτον, Ἀρισταινέτου συγγενὴς οὗτος, οὐκ αἰσχύνων τὸ γένος, αἰδέσιμος δὲ σὺ μὲν ἐκείνῳ, σοὶ δὲ ἐκεῖνος. ᾧ χαριζόμενος ἐκ τοῦ φιλεῖν ἐμὲ χάρισαι καὶ τῇ περὶ τοῦτον εὐνοίᾳ.

[4] ἄνευ δὲ τῶν ἄλλων εὖ ποιήσεις ἄνδρα, παρ' ᾧ πολλοὺς τῶν σαυτοῦ λόγων εὑρήσεις, οὐκ ἐν πήρᾳ γε τούτους οὐδὲ ἐν βιβλίοις, ἀλλ' ἐν μνήμῃ καὶ τῇ ψυχῇ κειμένους, τούς τε ἄλλους καὶ δι' ὧν ἔδειξας ὅτι σὺ ἐγένου πρεσβευτής.

[5] τὸν δὲ λόγον τοῦτον Δομέτιος μὲν ἡμῖν ὡς οὐκ εἰδόσιν ἐκόμιζεν, εὗρε δὲ εἰδότας οὐ χεῖρον ἢ ὁ πατήρ. εἴποιμι δ' ἂν αὐτὸν καὶ ἐμαυτοῦ παῖδα πολλαχόθεν ἀδελφὸν ὄντα τῶν ἐμῶν. ἀληθῆ τε γὰρ ἐρῶ καὶ οὐκ ἀηδῆ Θεμιστίῳ.

[377]

Θαλασσίῳ.

[1]    Ἐγὼ τοῖς σοῖς ἐγκαλῶ μὲν οὐδέν, χάριν δὲ οἶδα πολλήν. οὐ γὰρ μόνον ὧν ἐπηγγέλλομεν τυγχάνομεν, ἀλλὰ κἂν διαλείπωμεν ἐπιτάττοντες, ἀδικεῖσθαί φασιν, ὅτι μηδὲν ὑπηρετοῦσι.

[2] σὲ μέντοι καὶ οἱ σοὶ καὶ αὐτὸς αἰτιῶμαι, ὅτι δὴ τοῦ συνεῖναι καὶ τοῖς οἰκείοις καὶ τοῖς φίλοις πρότερον ἔθου δυνάμεώς τινος ἐλπίδα. καίτοι φασὶν οὐκ ἀργῶς σε τοῖς ἐκεῖ προσφέρεσθαι. οὐδὲ γὰρ εἰς γέλωτα καὶ ῥᾳστώνην καὶ σκώμματα καὶ ὕπνον ἀναλίσκειν τὸν χρόνον, ἀλλὰ καὶ πονεῖν καὶ νήφειν καὶ ἐνεργὸν εἶναι καὶ τοῖς σώφροσι χαίρειν καὶ παράδειγμα ποιεῖσθαι τὸν Σπεκτάτου βίον.

[3] ἐγὼ δὲ ἐλθόντα μὲν ἐκεῖσέ ‹σε› ταῦτα ποιεῖν ἠξίουν, τοῦ δὲ ἐλθεῖν ἐκεῖσε τὸ μένειν οἴκοι βέλτιον ἄγειν. ὅτῳ γὰρ γυνὴ μὲν ἀγαθὴ καὶ νέα, παῖδες δὲ οὐδέπω, μεγάλα δὲ τὰ ὄντα καὶ ὅσα ἂν εἰς εὐδαιμονίαν ἀρκέσαι, τί δεῖ τοῦτον ἀφέντα τὰ μὲν φυλάττειν, κληρονόμους δὲ ἐκ τοῦ σπέρματος ἑτοιμάζειν, ἄλλο τι θαυμάζειν;

[4]

ἐμοὶ μὲν οὖν ταῦτα πάλαι ‹τε› ἐδόκει συμφέρειν καὶ νῦν, σὺ δὲ ὡς μὲν ἐπανήξων τῷ θέρει τὴν ἔξοδον εὕρου, λαβόμενος δὲ Παιόνων τὰς συνθήκας ἠτίμασας.

[378]

Στρατηγίῳ.

[1]    Σὺ μὲν ἀεὶ τοιαῦτα ἐπιστέλλοις περὶ τοῦ σώματος, πρέποι γὰρ ἂν ὄντα σε τὴν γνώμην ἀγαθὸν κἀκείνως ἐρρῶσθαι, ἐγὼ δὲ αὖθις ἀπηνέχθην εἰς τὴν νόσον τῆς κεφαλῆς, ὥστε καὶ τὸν Μάρκελλον ἐν φόβῳ καταστῆναι μὴ μεῖζον αὑτοῦ γένηται τὸ κακόν. τὸ δὲ οὔτε ἐνίκησε τὸν ἰατρὸν οὔτε ἐκρατήθη παντελῶς, ἀλλὰ συνέστηκε νυνὶ μάχη κρατερὰ τέχνης καὶ πάθους.

[2] ἐρεῖ δέ σοι καὶ περὶ τούτων καὶ ὡς ἔχουσι πρὸς σὲ Σύροι, Διάνιος, ὃν ἀγαθὸν μὲν ἔξεστι προσειπεῖν, εὐτυχῆ δὲ οὐκέτι. πόνῳ γὰρ λόγους κτησάμενος καὶ παρὰ σοὶ καρπώσασθαι τὴν δύναμιν ἐλπίσας ὁμοῦ τε ἥψατο καὶ ἀπεκρούσθη τοῦ πράγματος.

[3] τοῦ χρηστοῦ τοίνυν ἀνέμου διαμαρτὼν ἀπολαυσάτω τοῦ δευτέρου πλοῦ. ἔστι δὲ οὗτος γενέσθαι χώραν αὐτῷ παρ' ὑμῖν περὶ τὸ βῆμα καὶ τῶν πολιτῶν ἤν τις ἀφέλκῃ, τοῦτον μαθεῖν ὡς οὐ σοί γε ἀρέσκοντα δράσει.

[4] κηδεμονίας δὲ ἁνὴρ ἄξιος ἐμοί τε, διότι συγγενὴς Ἀρισταινέτου καὶ μαθητὴς ἐμός, σοί τε ἀπὸ τῶν αὐτῶν. πάλαι γάρ με ἐδίδαξας ὅτι τὰ ἡμέτερα σαυτοῦ νομίζεις.

[379]

Καλυκίῳ.

[1]    Ἡμῖν τοῖς οὐ μετασχοῦσι τῶν γαμικῶν δείπνων γράμματα γοῦν ἐχρῆν περὶ τῶν γάμων ἐλθεῖν παρὰ σοῦ δηλοῦντα ὡς τὰ μὲν ἔχει σοι καλῶς, τῶν δὲ λόγων νῦν μὲν ἐπὶ σαυτοῦ φροντίζεις, μικρὸν δὲ ὕστερον αὖθις σὺν ἡμῖν.

[2] σὺ δ' ἔοικας ἡμῶν ἐπιλελῆσθαι καὶ δέδοικα μὴ μεθ' ἡμῶν καὶ τῶν λόγων. ἀλλ' οὐ δίκαιον, ὦ βέλτιστε καὶ ἐξ ἀγαθῶν νεανίσκε. λογίζου γάρ, τίς μέν σοι πατήρ, τίς δέ σοι κηδεστής. οὐκοῦν Ἱεροκλῆς μὲν οὗτος, Ἀκάκιος δὲ ἐκεῖνος, ἄμφω λαμπρώ;

[3] τί οὖν αὐτοὺς ἐποίησε μεγάλους; ἆρα ἰσχὺς σώματος ἢ ποδῶν τάχος ἢ πλῆθος χρημάτων; οὐ μὰ Δία, ἀλλ' ἕν τι γενναῖον, οὗ καὶ Μίδᾳ βέλτιον ἂν ἦν μετασχεῖν ἢ σχεῖν ὁπόσον δὴ λέγεται χρυσόν. λέγειν γὰρ δυνηθέντες εἰς τοῦθ' ἧκον, ἐν ᾧπέρ εἰσι.

[4] πῶς οὖν οὐ δεινὸν Κίμωνα μὲν τὰ ἐν τοῖς ὅπλοις ζηλῶσαι τοῦ πατρός, σὲ δὲ χείρω φανῆναι τῆς τοῦ πατρὸς ἐν δικαστηρίοις ἰσχύος, καὶ φιλοτιμεῖσθαι μὲν τῷ θυγατρὶ ῥήτορος συνοικεῖν, ὅσον δὲ κέκτησαι ῥητορικῆς προέσθαι παρὸν ὁπόσον ἄπεστι προσλαβεῖν;

[5] παραινῶ δή σοι τῷ θέρει μὲν τὰ ἀπελθόντα τῆς μνήμης αὖθις εἰσάγειν, τοῦ χειμῶνος δὲ πλάττειν λόγους ὑφ' ἡμῖν. ἡ γυνὴ δὲ πάντως ἕψεται παρακαλοῦσα καὶ συνευχομένη γενέσθαι σοι τὸ διὰ λόγων κάλλος ἢ τὸ Νιρέως.

[6] σὺ δὲ μήτοι νομίσῃς αἰσχρὸν ἐπὶ γάμῳ κοινωνεῖν μουσείων. τὸ γὰρ δὴ φύσει καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι καλόν, καὶ μείζων ἔπαινος ἀφειμένον παρὰ τοῦ νόμου προθυμίᾳ μετιέναι τὴν θήραν. ἀφ' ἧς εὐφρανεῖς μὲν φίλους, φοβήσεις δὲ δυσμενεῖς, καὶ τοὺς μὲν ἕξεις ὠφελεῖν, τοὺς δὲ κατασύρειν.

[7] ἐνθυμοῦ δὲ ὅτι καὶ Σωκράτης σοφὸς ὤν, ὥς φησιν ὁ θεός, τὰς ἐν γήρᾳ μαθήσεις οὐκ ἔφευγεν ἀεὶ καιρὸν εἶναι νομίζων μανθάνειν. οὐδὲν δεινὸν ἐγκεῖσθαι βιβλίοις παρούσης γυναικός, τοῦτο μὲν οὖν ἥδιστον παρ' ᾗ βούλοιο ἂν εὐδοκιμεῖν, καὶ ταύτης ὁρώσης καλόν τι ποιεῖν.

[8] καὶ μὴν εἰ μὲν οὐ κινεῖ σε πρὸς ταῦτα ὁ πατὴρ οὐκ οἰόμενός σε ἀναστήσειν, κρείττων φάνηθι τῆς ἐλπίδος ἐκείνου· κινοῦντος δὲ εἰ μὴ προσέχοις, ἀνάγκη λυπεῖν τε καὶ λυπεῖσθαι. τοῦτο δέ ἐστι ζητοῦντα ῥᾳστώνην ἐν ἀηδίᾳ ζῆν.

[9] ἀλλ', ὦ φίλτατε, λογισάμενος, ἡλίκην ποιήσεις πανήγυριν καὶ γονεῦσι καὶ κηδεσταῖς καὶ τῷ πάντα ἀρίστῳ θείῳ καὶ τῇ χρηστῇ γυναικὶ καὶ ἐμοὶ τῷ πολλὰ περὶ σὲ πεπονηκότι, νῦν μὲν ἔμπλησον σαυτὸν παλαιῶν συγγραμμάτων, γεωργῶν δὲ ἤδη τῶν περὶ τὰς ληνοὺς πεπαυμένων αὐτὸς ἥκειν δεῦρο τύχῃ ἀγαθῇ.

[380]

Ἱεροκλεῖ.

[1]    Ἐγὼ δὲ ᾤμην ὑπ' ἄλλης ἀσχολίας γεγονέναι τὴν σιωπήν, καὶ ἔδει γε τοῦθ' οὕτως ἔχειν· νῦν δὲ σοῦ τε μνησθέντος ἀρρωστίας καὶ τοῦ παιδός, ὡς ποικίλη γένοιτο, διηγουμένου πρὸς πᾶν ἀθυμίας ἦλθον. ἀλλ' εὖ ποιοῦντες σύ τε καὶ ἐκεῖνος, σὺ μὲν ἔγραφες, ὁ δὲ ἔλεγεν ὡς λέλυται τὸ δεινόν.

[2] Καλυκίῳ δὲ γυναῖκα δοὺς ὀρθῶς φρονεῖς καὶ λόγους ἐθέλων δοῦναι. τὰ γὰρ ὄντα καὶ σώζειν καὶ πλείω ποιεῖν οὕτως ἂν δυνηθείη. παρὰ δὲ ἡμῶν καὶ παρακέκληταί τε πρὸς τοῦτο καὶ κέκληται δεῦρο. καὶ παρὰ τῶν Μουσῶν αἰτῶ γλυκὺ τοὺς λόγους ἀποφῆναι τῷ νεανίσκῳ.

[381]

Ἀρισταινέτῳ.

[1]    Τὰ παίδων πρὸς ἡμᾶς ἐπλήρωσεν Ὀβοδιανός, ὁ δὲ ἐκείνου πατὴρ πρὸς ἡμᾶς τὰ πατέρων, ὥστε καὶ τὸν θεῖον πρός με πολλάκις εἰπεῖν ὅτι μοι τὴν οἰκίαν ἐκείνην μετὰ τοὺς θεοὺς τιμητέον. τοὺς δὲ ἐμοὶ πάντα γεγενημένους οὐκ ἔστι μὴ καὶ σοὶ σπουδῆς ἀξίους εἶναι.

[2] ἀναμιμνήσκου δὲ καὶ τοῦ θαύματος οὗ σε ἐνέπλησεν ὁ νεανίσκος ἐξ ὧν εἶπεν, ἡνίκα ἐπρέσβευεν. οἶδα γὰρ ὅτι τοῦ δικαστηρίου μὲν ἀπελθών, ἐμοὶ δὲ συμβαλὼν ῥητόρων μητέρα τὴν πόλιν ἡμῖν ἐκάλεις τεκμήριον ποιούμενος τοῦ πρεσβευτοῦ τὴν γλῶτταν.

[3] ὁ δὴ τούτου παῖς τὸν τοκέα μιμούμενος οὔπω ῥητορικῆς ἡμμένος ἧπται τοῦ λειτουργεῖν. καὶ γὰρ ἐκεῖνος τηλικοῦτος ὢν τὰ τοιαῦτα ἀνήλισκε φιλοτιμίᾳ φθάνων τὰς ἀπὸ τῶν νόμων ἀνάγκας.

[4] νῦν μὲν οὖν Ἀργύριος ἡμῖν, ὁμώνυμος γὰρ ὁ υἱδοῦς τῷ πάππῳ, θεραπεύει λουτροῖς τὰ σώματα, μέλλων δὲ ἵππων ἁμίλλας χαρίζεσθαι τῇ πόλει δώρῳ βασιλικῷ τετίμηται. δύο τέθριππα τὸ δῶρον, οἱ δὲ ἐν Βιθυνίᾳ παιδεύονται.

[5] τοῦ γε οὖν ἡμῖν ἀρίστους ἵππους ἐλθεῖν ἐν σοὶ τὸ πλεῖστον, μᾶλλον δέ, ὅλον ἡ σὴ ῥοπή. βλέψας οὖν εἰς τὸν διδόντα τὴν ἐπιστολὴν ἥμερον χρῆσαι προθυμίᾳ περὶ τὸ ἔργον.

[382]

Εὐγνωμονίῳ.

[1]    Ἐγώ σε φίλον τε ᾔδειν ἐμαυτοῦ καὶ περὶ τοὺς φίλους πρόθυμον οὐχ ἧττον ἢ Θησέα, γράμματα δέ σοι πέμψας μέν, οὐκ ἀντιλαβὼν δὲ σκοπῶ, τίς ἔσῃ καλοῦντος ἔργου μηδὲ ἐπιστεῖλαι τολμήσας καὶ ταῦτα οὔσης σοι προσηγορίας ἀπὸ τοῦ ἐπιστέλλειν.

[2] εἰ μὲν οὖν ὁ πλοῦτός σε πεποίηκεν ὑπερόπτην τῶν γνωρίμων, ἀπόλοιτο τὸ πλουτεῖν· εἰ δὲ τὰ πρὸς τοὺς ἄλλους ‹ὁ› αὐτὸς ὢν τὰ πρὸς ἐμὲ κεκίνηκας, ἐννόησον ὡς ἴσως ποτὲ συνεσόμεθα καὶ ζητῶν ἀπολογίαν ἢ σιγήσεις ἢ ἀναισχυντήσεις.

[3]

ἀλλ', ὦ μακάριε, λύε τὴν μέμψιν ἐπιστολῇ φερούσῃ τι τῶν προτέρων ἠθῶν, ἵνα σε μὴ μόνον εὐδαιμονίζωμεν, ἀλλὰ καὶ ἐπαινῶμεν, καὶ δὴ καὶ τουτονὶ τὸν χρηστὸν Ὀλύμπιον αὐτός τε εὖ ποίει καὶ τοὺς ἄλλους παρακάλει.

[4] ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ συνεφοίτα μοι νέος ὤν, ὑπὸ δὲ τοῦ στρατιώτης ἐθελῆσαι γενέσθαι τὸ πολὺ διαφῆκε τῶν λόγων. ἀλλὰ σύ γε αὐτὸν ὡς ἂν φυλάξαντα τὴν τέχνην τιμῆς τε ἀξιώσεις καὶ δείξεις γε τῶν εὖ πραττόντων ἕνα.

[5] εἰ μὲν οὖν οὐκ ἦν σοι δύναμις, ηὐξάμην ἄν σοι γενέσθαι, νῦν δὲ τῆς οὔσης ἀπολαύειν ἐθέλων ἴσως οὐκ ἀδικῶ. μισθὸς δέ σοι παρά τε ἐμοῦ καὶ τοῦδε τὸ μεμνῆσθαι τῆς χάριτος.

[383]

Μοδέστῳ.

[1]    Ἑκάτερον εἰκότως ἐποίουν· ἔγραφόν τε καὶ τοῦ γράφειν ἀφιστάμην· τὸ μὲν γὰρ ἦν ἐπιθυμοῦντος γράμματα λαβεῖν, τὸ δὲ τῷ μὴ λαβεῖν ὀκνοῦντος αὖθις ἐπιχειρεῖν. νῦν οὖν ἐπειδή μοι τὸ λαβεῖν ἤνυσται, τοξότην ἐναργῶς ὄψει καὶ πυκνὰς ἀφιέντα τὰς ἐπιστολάς.

[2] βουλόμενος δὲ μαθεῖν ἐν οἷς ὢν τυγχάνω λύπης ἔοικας ἐπιθυμεῖν· ἀπὸ γὰρ ἐκείνων τῶν χρόνων εἰς τήνδε τὴν ἡμέραν ἡ κεφαλή μοι τυχεῖν εἰρήνης οὐ δεδύνηται.

[3] προσῆν δὲ τούτῳ μεῖζον κακόν, τὸ μηδὲ παρὰ σὲ φοιτᾶν ἔχειν, ὃ τῷ γε ἔχοντι παντὸς ἄμεινον φαρμάκου· ὡς εὖ ἴσθι, κἂν ὑγιέστερος ὦ Κρότωνος, σοῦ γε ἀφεστηκὼς ἐν τοῖς ἀρρωστοῦσιν ἐμαυτὸν τίθημι.

[4] Δάφνην δὲ τὴν Ἀπόλλωνι φίλην ‑ οὐ τὴν νύμφην λέγω νῦν, ἀλλ' οἷ μετέβαλεν ἡ κόρη ‑ καὶ πρόσθεν καλὴν ἡγούμενος ἔτι καλλίω νομίζω καὶ σοὶ δοκοῦσαν καλήν. οὐ μὴν ἔγωγε μετέχω τοῦ χωρίου δεσμώτης ὑπὸ τῆς τέχνης γεγονώς· ὃ γὰρ σοὶ τὸ ἄρχειν, ἐμοὶ τὸ διδάσκειν.

[384]

Τῷ αὐτῷ.

[1]    Ἄξιοί γε ἐπαίνων οἱ πόνοι, δι' ὧν τε σώζεις τὰς πόλεις καὶ οἷς τὴν νόσον ἀπήλασας. πιστεύω γὰρ οὖν αὐτὴν ἐκβεβλῆσθαι σῇ τε καρτερίᾳ καὶ Μαρκέλλου σοφίᾳ καὶ θεῶν βοηθείᾳ. τῶν γὰρ ἀγαγόντων σε παρ' ἡμᾶς ἐπὶ φυλακῇ τῶν ἐθνῶν ἦν δήπου καὶ δύναμιν εἰς τὸ φυλάττειν δοῦναι.

[2] Μάρκελλος δὲ τοὺς μὲν ἄλλους ἀνιστὰς ἐπῃνεῖτο, νῦν δ' ἂν εἰκότως καὶ στεφανωθείη ἰασάμενος ἄνδρα μυρίας ἰώμενον πόλεις.

[3] ἀλλ' ἐπειδὴ τἀκεῖ τεθεράπευκας ἱκανῶς, φάνηθι καὶ τῇδε. φανήσῃ δὲ ἐρῶσιν, οἷς ἡδὺ τὸ ἄρχεσθαι πεποίηκας τῇ τῶν τρόπων ἐπιεικείᾳ. [385] [t]

Ἰαμβλίχῳ.

[1]    Ἥδιστον ἡ Ἑλλὰς θέαμα. τούτου μετέσχες. οὐ χεῖρον ἡ Αἴγυπτος. καὶ τούτου προσαπολέλαυκας. λείπεται δὴ τῇ μὲν οἰκείᾳ σαυτόν, σαυτῷ δὲ ἀποδοῦναι τὴν οἰκείαν, ἣν εἰ καὶ μὴ πρότερον ἐτίμας, Ἕλλησί γε συγγεγονὼς θαυμάζοις ἂν εἰκότως.

[2]

εἰ μὲν οὖν ἐγνωκὼς φιλοσοφεῖν ἡγῇ σοι τοῦτο ἂν γενέσθαι παρ' Αἰγυπτίων, μηδεὶς ἔστω λόγος μήτε χρυσοῦ μήτε γῆς ἀρίστης μήτ' ἀνδραπόδων μήτ' οἰκίας, ἀλλ' ἔστω πατρὶς ἡ τὸν καλὸν ἔρωτα πληροῦσα· εἰ δὲ μεῖζον ἡμῶν ἐκεῖνο τὸ πέλαγος, συνέχωμεν ἃ πατὴρ φιλοπόνως ἀσκήσας παρέδωκεν.

[3] ἀναμιμνήσκω δέ σε τόπων τε ἐν οἷς διετρίβομεν, καὶ λόγων οὓς ἐποιούμεθα, καὶ σπουδῶν αἷς ἐχρώμεθα, καὶ φίλων καὶ οἰκείων, οἳ νῦν τῆς σῆς ἀπουσίας παρ' ἐμοῦ λαμβάνουσι δίκας ἐγκείμενοι καὶ σπαράττοντες καὶ πολλάκις ἐρωτῶντες· ποῦ δὲ ὁ πάντα σοι πειθόμενος; ἐγὼ δ' οὔθ' ὡς ἀπειθεῖς μοι λέγειν ἔχων οὔθ' ὡς οὐ κέκληκά σε, κύπτων εἰς γῆν ἀναγκάζομαι σιγᾶν. [386] [t]

Ὁνωράτῳ.

[1]    Ἐνετύχομεν ἀλλήλοις ἑσπέρας ἐγώ τε καὶ Μαρτιάλης ὁ χρηστὸς ἐφ' ἵππων φερόμενοι, καί με πρότερος ἐπιγνούς, ἴσως μὲν ὀξύτερον ὁρῶν, ἴσως δὲ καὶ παρὰ τοῦ τρίβωνος τοῦτο λαβών, βοήσας ἀπέβη, κἀγὼ ταὐτὸ ποιῶ. εἰπὼν δὲ ὅθεν τε ἥκοι καὶ ποῖ πορεύοιτο γράψον ἔφη τῷ φιλοῦντι σὲ δὴ λέγων.

[2] ἐγὼ δὲ αὐτὸν ἠξίουν διορθοῦσθαι τὸ ῥῆμα καὶ μὴ πρᾶγμα πάλαι πεπαυμένον ἔτι νῦν εἶναι λέγειν. σὺ γὰρ ὅτι μὲν τῷ πρὸς ἐμὲ φίλτρῳ μικροῦ καὶ τὸν Ἀρισταίνετον παρῆλθες, οἶδά τε καὶ πολλοὺς ἐδίδαξα. τοῦτο δὲ πότε μὲν κατέλυσας, ἔχω λέγειν, ἀνθ' ὅτου δέ, εἰπεῖν οὐκ ἔχω.

[3] γενομένης γὰρ σοὶ μὲν τῆς ἐνταῦθα ἀρχῆς, τῆς μείζονος λέγω, ἐμοὶ δὲ τῆς οὐ πάντα εὐτυχοῦς ἐπανόδου, ‑ τὰ μὲν γὰρ ἄλλα οὐκ αἰτιῶμαι, τὸ σῶμα δέ μοι διόλωλε ‑ τότ' οὖν ἐκείνου τοῦ χειμῶνος ἐγηγερμένου σοί τε οὐχ ὑπῆρξεν ὅσα διενοοῦ πρᾶξαι περὶ ἡμᾶς ἐγώ τε πολλῶν μὲν ἀγαθῶν ἀπεστερήθην, πολλῶν δὲ δεινῶν εἰς πεῖραν ἦλθον. κείσθω δὴ ταῦτα εἶναι τοῦ καιροῦ.

[4]

μετὰ ταῦτα σὺ καλούμενος ἐκ Κιλικίας ἐπὶ λαμπροτέραν δύναμιν γράψας πρὸς Θεόφιλον ὡς ἀπαίροις προσπαρέγραψας ἐμὲ προσαγορεύειν, καὶ ἦν τοὐμὸν ὄνομα προσθήκη τῆς πρὸς ἄλλον ἐπιστολῆς.

[5] τοῦτό με πρῶτον ἐτάραξε καὶ παρεῖχεν ὑπονοεῖν, ὡς ἄρα τἀρχαῖα κεκίνηται. καὶ ἐφαίνου δή μοι τῷ μὲν μὴ πρὸς ἐμὲ γεγραφέναι μεταβεβλῆσθαι, τῷ δὲ ἐν τῇ πρὸς ἄλλον ἐπιστολῇ μνησθῆναι κατὰ μικρὸν λύειν ἐθέλειν τὰ πρὸς ἐμὲ τοῦ μὴ τοὺς ἀνθρώπους ἐκπλαγῆναι τῇ μεταστάσει. φέρειν ᾤμην δεῖν καὶ τοῦτο καὶ μήπω πάντα ἡγεῖσθαι διακεκόφθαι.

[6] Γαλατῶν ἀρχὴ τῶν ἑσπερίων, καὶ Κυρίνου κλῆσις εἰς κοινωνίαν πόνων καὶ γράμματα πρὸς ἐκεῖνον, ἐμοὶ δὲ οὔ. τί δὴ νομίζειν ἐχρῆν τὸν πάλαι μὲν πρὸ τῶν ἄλλων ἁπάντων, ὕστερον δὲ ἐν οὐδενὶ λόγῳ;

[7] Κυρίνῳ μὲν οὖν παρῄνουν ὑπακούειν καὶ ταῦτα ἀτιμαζόμενος, ἀλλ', οἶμαι, τῆς ἐμῆς ἐκράτει συμβουλῆς ὁ περὶ τῷ παιδὶ φόβος. ἀκούων δέ σου τὰ πολλὰ καὶ μεγάλα, εἰ γὰρ ἐν μικροῖς σὺ μέγας, τίς ἂν ἦσθα τηλικοῦτον ἅρμα ἐλαύνων; φιλῶν ἔτι τῷ λήξαντι τοῦ φιλεῖν συνηδόμην.

[8] ἐκβαίνεις δὴ πάλιν εἰς ἰδιώτην διὰ σπουδῆς, μεθ' ἧς ἀεὶ τὸ ἄρχειν ἀπέθου, καὶ Βιθυνίας ἐπιβὰς οὐδ' ὑπὸ τοῦ χωρίου πρὸς μνήμην ἡμῶν ἐκινήθης. ἐν ᾧ δὴ χωρίῳ μικρὰς μὲν ἐδέξω παρ' ἡμῶν ᾠδάς, ἴσως δὲ οὐ φαύλας.

[9] ἀλλὰ χρόνοις ὕστερον ἀφικνεῖταί τις Γαλάτης, ἐπιεικὴς ἄνθρωπος, Ἀρσακίου συγγενής. δίκη δὲ ἦν αὐτῷ καὶ ἔδει τῆς τοῦ κρινοῦντος εὐνοίας. οὗτός μοι κομίζει γράμματα σά τε καὶ οὐ σά. τῆς μὲν γὰρ σῆς ἦν, οἶμαι, χειρός, τῆς δὲ σῆς οὐκ ἦν διανοίας, μᾶλλον δὲ τῆς σῆς ταυτησὶ τῆς δευτέρας· οὕτως οὐδὲν τῆς συνηθείας ἐκείνης ἐνετετύπωτο, ἀλλὰ πικρά τε ἦν καὶ ἄγρια καὶ δηλοῦντα, ὡς ἄρα ἀναγκασθείης καὶ πρὸς τὴν ἀνάγκην ἄχθοιο.

[10] ἐγὼ μὲν οὖν ἐμεμψάμην τὴν ἐπιστολήν, ἐκεῖνος δὲ τὴν ἐμὴν οὐκ ἐμέμψατο προθυμίαν. ἀπὸ τούτων ἐγνώκειν μὲν σιωπᾶν, τί γὰρ δεῖ μὴ βουλομένῳ γράφειν; Μαρτιάλης δὲ κελεύων οὐκ ἐπέτρεπεν ἀρνεῖσθαι.

[11] σὺ δὲ ἂν μὲν τὴν οὖσαν ἐθέλῃς αἰτίαν εἰπεῖν, ἥ σε μετέστησεν, οὐκ ἂν δέοιο μακρῶν λόγων· κρύπτων δὲ ἐκείνην ἀεὶ μὲν ἐρεῖς, ἀεὶ δὲ δεήσῃ λόγων. οὕτως οὐ λύσεις τὴν αἰτίαν.

[12] βούλει μαθεῖν ἃ τοῖς φίλοις εἰκάζουσι παρέστη; νομίζουσιν Εὔρυμόν τινα ταῦτα εἰργάσθαι. ὁ δὲ Εὔρυμος ἐκεῖνος διέβαλλε τῷ Κάστορι τὸν ἀδελφόν, ἀλλ' οὐχ ὁ Κάστωρ ἐσίγησεν, ἀλλ' ὁ μὲν ἔφρασεν, ὁ δὲ Πολυδεύκης ἀγαθὸς ἐγένετο πύκτης ἐπὶ τὸν Εὔρυμον. [387] [t]

Θαλασσίῳ.

[1]    Χρηστὸς εἶ γράμματα ζητῶν καὶ φάσκων τῷ μὲν οὐ λαβεῖν ἀρρωστεῖν, πάντως δ' ἂν ὑγιᾶναι λαβών. ἐκεῖνό γε μήν, οὐδ' εἰ πάνυ βουλοίμην χαρίζεσθαι, χρηστὸν ἔχω καλεῖν τὸ τρεῖς ἐπιστολὰς εἰληφότα κατηγορεῖν ὡς ὅλως σεσιγηκότος. ὅτι μὲν γὰρ ἡ τοῦ πάλιν ἐθέλειν λαβεῖν ἐπιθυμία πρὸς τὸ ψεῦδος ἄγει, δῆλον· ἐξῆν μέντοι καὶ τὸ δοθὲν ὡς μικρὸν αἰτιώμενον ἀληθεύειν τε ὁμοῦ καὶ πλείω ζητεῖν.

[2] ἀλλ' ἡμεῖς γε παρὰ τῶν σῶν ὁμολογοῦμεν ἀεί τε καὶ πολλὰ λαμβάνειν καὶ ὧν βουλόμεθα πλείω. οἷς ἀντιδίδομεν χάριν τὸ σοὶ παραινεῖν μνησθῆναι τῆς ἀγαθῆς γυναικὸς καὶ πρὸς σαυτὸν ἀεὶ λέγειν ὅτι πατὴρ οὔπω γέγονας.

[388]

Στρατηγίῳ.

[1]    Οὔπω με καθαρῶς ἀπαλλαγέντα τοῦ ἐν τῇ κεφαλῇ κακοῦ μεῖζον ἕτερον ἔλαβε κακόν, ὃ τὴν ψυχὴν ἐνέπλησε ζόφου καὶ δι' ὃ πολλοὶ τῶν φίλων πολύν μοι παρεκάθηντο χρόνον πάσαις ἐπῳδαῖς πειρώμενοι διασῶσαί μου τὰς φρένας.

[2] τίνα γὰρ οἴει με γενέσθαι πυθόμενον ὡς ἡ φιλτάτη πόλις ἐπὶ τοῖς φιλτάτοις πέπτωκεν ἀνδράσιν; ἠμέλησα μὲν σιτίων, ἔρριψα δὲ λόγους, ἀπεωσάμην δὲ ὕπνον, σιγῇ δὲ ἐπὶ πλεῖστον ἐκείμην, δάκρυα δὲ ἡμῶν ἅμα μὲν ἐπ' ἐκείνοις, τῶν δὲ ἐπιτηδείων ἐπ' ἐμοί, πρὶν δή τις παρῄνεσεν ἐν λόγοις θρηνῆσαι τήν τε πόλιν καὶ τὸν οὐ τοιαύτης ἄξιον, ὦ Ζεῦ, τελευτῆς. ᾧ πεισθεὶς καὶ τοῦ πάθους τι μέρος ἐπὶ τῆς γραφῆς ἐκβαλὼν ἤδη πενθῶ σωφρονῶν.

[3] εἰ μὲν οὖν μὴ καὶ σοὶ τεταράχθαι τὴν γνώμην ἡγούμην ἐστερημένῳ φίλου δείξαντος ἔργοις τοὔνομα, ἐδεόμην ἄν μοι παρὰ σοῦ φοιτᾶν παραμυθίαν· ἐπεὶ δὲ ἡ πληγὴ κοινή, λείπεταί μοι στένειν, ὃ δὴ καὶ ποιῶ.

[389]

Μοδέστῳ.

[1]    Οἱ μὲν ὡς ἥξεις ἀγγέλλοντες πολλοί, τὸ δὲ ἔργον ὁρῶμεν οὔπω. ποίησον οὖν ἡμῖν τὴν σκιὰν τῆς ἡδονῆς εὐφροσύνην ἀληθινήν. εἴτε γὰρ ἐδεῖτο φροντίδος τὰ περὶ τὸν Εὐφράτην, ἱκανῶς τεθεράπευται· εἴτε ἔδει τοὺς ἀνθρώπους μαθεῖν ὅστις εἶ πρὸς ἥλιον φλέγοντα, τῆς Ἡρακλέους καρτερίας οὐ λελεῖφθαι δοκεῖς.

[2] τί οὖν πόλιν μεγάλην καὶ καλὴν κατατείνεις ἐρῶσαν, ᾗ χάριτας μὲν ὀφείλεις τοῦ φίλτρου, μέμψασθαι δὲ οὐκ ἔχεις;

[3] ἀλλ', ὦ γενναῖε, συνθεὶς ἀπολογίαν ἧκε παρ' ἄνδρας ἠδικημένους. κἂν γὰρ αὐτίκα φανῇς, ὅ γε παρελθὼν χρόνος ἀπαιτεῖ ῥήτορος τέχνην. πάντως δὲ οὐδέν σε δεῖ μισθοῦσθαι τὸν ἐροῦντα πολλοὺς αὐτὸν ἤδη σεσωκότα τῇ φωνῇ.

[390]

Ἱεροκλεῖ.

[1]    Εἰ τὸ τῆς δυνάμεως ἐλάττω ποιεῖν ἑκόντα ῥᾳθυμεῖν ἐστι, πόρρω τῆς αἰτίας ἐγώ. βραχύτερα μὲν γὰρ ἢ ὁ καιρὸς ἀπῄτει γέγραφα, πλείω δὲ οὐκ εἶχον ὑπ' ἀρρωστίας.

[2] τὴν μέντοι συμβᾶσάν σοι πρὸς τὸν ἄνδρα τουτονὶ ταραχὴν ἴσθι μακρὰν ἡμῖν γεγονέναι συμφοράν. τὸ γὰρ οὓς εἰκὸς ἦν μάλιστα συμπνεῖν, τούτους ὁρᾶν ἐν στάσει καὶ τῷ γιγνομένῳ μὲν ἀλγεῖν, παῦσαι δὲ αὐτὸ μὴ δύνασθαι πῶς οὐκ ἐμοί τε καὶ τοῖς σοῖς ἀδελφοῖς καὶ πᾶσιν οἷς εὔνοια πρὸς τὰ σὰ νομίζοιτ' ἂν συμφορά;

[3]

ὃ δέ γε τούτου δεινότερον, οἴχεται Χρωμάτιος, ὦ Ζεῦ καὶ θεοί, καὶ πάλιν ἐρῶ Χρωμάτιος, ὃς ἐκόσμει μὲν τὴν Παλαιστίνην τῷ φῦναι αὐτόθι, ἐκόσμει δὲ τὰς Ἀθήνας εὖ τἀκεῖθεν δεξάμενος.

[4] ἦν δὲ τῷ γένει μὲν κλέος, τοῖς φίλοις δὲ λιμήν. μόνος δὲ ὧν ἴσμεν μάλιστα μὲν ἐθαυμάσθη, ἥκιστα δὲ ἐφθονήθη. τοῖς λόγοις μὲν ἐξέπληττε, τῷ τρόπῳ δὲ ἔθελγεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός.

[5] τί πρῶτον ἐννοήσω καὶ διὰ τί πρῶτον ὀδύρωμαι; ὡς ἓν ἡμᾶς οἴκημα εἶχεν Ἀθήνησιν; ὡς τράπεζα μία; ὡς τοῖς αὐτοῖς ἐχαίρομεν; ὡς ταὐτὰ ἐφροντίζομεν; ὡς ἠκονῶμεν ἀλλήλους ἀλλήλοις ὄντες κριταί;

[6] ἀλλ' ὅτε ἐπανῆκον τὴν προτέραν ἐπιδημίαν, τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις, ἃ σοφιστῶν ὠφελεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔτρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ.

[7] καὶ ταῦτα ἔπραττεν εἰδὼς ὅτι λυπήσει τινὰ βέλτιστος ὢν εἰς ἐμέ. ἀλλ' ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς ὑπὲρ ἡμῶν ἀνδρίας τό τινα μέμψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ' ὃ δίκαιον ᾤετο, ἐλευθέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο.

[8] τοιαῦτα ἡμῖν βοηθῶν ἠσθένησε καὶ τοσούτῳ κακῷ πιεζόμενος ἐκαρτέρει σιγῇ. ἔπειτα ἀναστὰς ὥρμησε μὲν ἐπὶ Κιλικίας, ὥρμησε δὲ εἰς Ἅιδου. καὶ τὸ χωρίον, οἷ μετέστη, πρότερον δοκοῦν ἥδιστον πῶς, οἴει, κέκριται χαλεπόν;

[9] ἐγὼ δὲ εὐθὺς μὲν ἀκούσας ἄφωνος ἦν ὡς ἐπὶ πλεῖστον· ἐπεὶ δὲ ἠδυνήθην ῥῆξαι φωνήν, ἀφῆκα πρώτην, ὡς ἄρα τὸ κάλλιστον τῶν ἐπὶ γῆς ἀπελήλυθεν, ἀνὴρ σωφρονέστερος μὲν Πηλέως, θεοφιλὴς δὲ οὐχ ἧττον ἢ Σοφοκλῆς, δεινὸς εἰπεῖν, ἀμείνων κρῖναι, φίλος σαφής, οὐδέν τι χείρων ἐκείνων τῶν Συρακουσίων οἷς ἐπίδειξις ἐγένετο τοῦ πράγματος ἐν τῇ Διονυσίου τυραννίδι.

[10] καὶ ταῦτα ἐγὼ διῆλθον, Ἱερόκλεις, δακρύων. ἔπειτα ἐξ αὐτῶν ὧν ἐδάκρυον ἐνεθυμήθην πως, ὅτι ἄρα οὐ χρὴ δακρύειν. τὸ γὰρ οὕτω βεβιωκέναι καλῶς εἰς τὴν τελευτὴν παραμύθιον. ὃ μὲν γὰρ ἔπαθε, κοινόν· ἐφ' οἷς δὲ ἐπαινεῖται, ταῦτα οὐ κοινά.

[11] καὶ δὴ καὶ σὲ δεῖ μᾶλλον χαίρειν, ὅτι τοιοῦτον ἀδελφιδοῦν ἐκτήσω καὶ κηδεστὴν ἢ τῷ συμβεβηκότι πλήττεσθαι. λογίζου δὲ ὅτι θεῶν μὲν γνώμῃ πάντα πράττεται, θεοὶ δὲ τὸν ὧδε ἔχοντα ἀρετῆς οὐκ ἄν τι κακὸν ἔδρων. δίκαιοι γὰρ καὶ οὐκ ἂν ὃν τιμᾶν ἐχρῆν ἐκόλαζον.

[12] οὐκ ἄρα ὅπως τι δεινὸν εἴη πεπονθώς, ἀπέθνησκεν, ἀλλ' ἐπὶ τῷ βελτίονι. δοκοῦσι γάρ μοι νομίσαντες τὸν ἄνδρα κρείττω μὲν ἢ διατρίβειν ἐν γῇ, τῷ δὲ αὑτῶν πρέπειν χορῷ μετενεγκεῖν ἐνθένδε εἰς οὐρανόν. οὕτως αὐτόν τε σὲ δεῖ φρονεῖν καὶ τὴν θυγατέρα πείθειν καὶ οἴεσθαι τῆς ἐκείνου παιδείας ἄξιον εἶναι τὸ ὑμᾶς ἐπίστασθαι φέρειν.

[13] καὶ περὶ μὲν τῆς τελευτῆς τοῦ ἑταίρου πλείω μὲν ἔνι λέγειν, δεῖ δὲ οὐδέν, εἰδότι γὰρ ἂν λέγοιτο. τὴν δὲ ἐνθάδε ταραχὴν ἡμεῖς τε ὅπως καταστήσεται φροντίζομεν σόν τε μέρος οὐ μικρόν. οἱ μὲν γὰρ τοιοῦτοι καιροὶ φρονίμου δέονται, σὺ δέ, εἴπερ τις, ἐπὶ τῷ φρονεῖν δόξαν ἔχεις.

[14] ὥσπερ οὖν εἰ κυβερνήτης ἐτύγχανες, ἠξίουν ἄν σε ἐν χειμῶνι δεικνύναι τὴν τέχνην, οὕτως, ἐπειδὴ συνέσει νικᾷς, ἄνδρα ὀργιζόμενον διάλλαξον.

[391]

Ἀνατολίῳ.

[1]    Ἐγὼ τοὺς ὄντας μοι φίλους βουλοίμην, ἅττα ἂν λέγωσιν, ἀληθῆ δοκεῖν λέγειν. σὲ δὲ ἐν πρώτοις τε γράφομαι τῶν ἐπιτηδείων καὶ ὅπως πόρρω εἴης τοῦ ψεύδεσθαι ποιῶ.

[2] τούτου οὖν, ὦ 'γαθέ, κηδόμενος ἐσίγων τὸν ἄχρι τοῦδε χρόνον. ἔδει γὰρ εὐθὺς μὲν ἐμοῦ γράφοντος ψεύστην εἶναι σέ, μὴ γράφοντος δὲ καθαρεύειν τῆς αἰτίας, ὥστε σε ἐκόσμησα τῇ σιγῇ. σὺ δὲ ὡς ἠδικημένος ἐγκαλεῖς ἐπαινεῖν ἀφείς. αἴνιγμά σοι δοκῶ λέγειν. ἄκουε δῆτα σαφῶς.

[3] σὺ τὴν πρώτην ἐκείνην γράφων ἐπιστολὴν σκώμμασί τε ἡμᾶς ἔτρωσας οὐκ ὀλίγοις καὶ τελευτῶν ἐπέθηκας ὡς κατασύραις ἡμᾶς ἐν τοῖς γράμμασι, καὶ ὅρκος ἐπῆν.

[4] ἐσκόπουν οὖν, ὅπως ἄν σοι τοῦτο ὀρθῶς εἰρῆσθαι δοκοῖ καὶ νικῶν φαίνοιο καθαρῶς. νίκη δὲ σαφὴς τὸ μηδ' αὐτὸν τὸν ἡττημένον ἀναισχυντεῖν, ὡς ἄρα οὐ κεκράτηται, ὃ δὴ μὴ γράφων ὁμολογεῖ νενικῆσθαι τῷ μὴ ἔχειν ὅ τι γράψειεν.

[5] ἔχεις οὖν καὶ τουτονὶ τὸν στέφανον ἐπ' ἐκείνῳ τῷ διὰ δικαιοσύνην σοι δεδομένῳ. καὶ δύο νίκας ἡμῖν ὁ καλὸς Ἀνατόλιος ἀνῄρηται, τὴν μὲν ὡς ἄριστος δικαστῶν, τὴν δὲ ὡς κράτιστος σοφιστῶν, τὸ μὲν ἁπάντων ᾀδόντων, ἐμοῦ δὲ τὸ δεύτερον, ὃ σὺ φαίης ἂν οὐκ εἶναι φαυλότερον.

[6]

ὁρᾶν δοκῶ σε γελῶντα καὶ ἀκούειν βοῶντος καί τινα ἀφιέντος ῥήματα τῶν εἰωθότων. οὐ γὰρ ἂν σύ γε τοῦτο τὸ μέρος ἄνευ τοῦ ταῦτα ποιεῖν ἐπέλθοις.

[7] τὸ μὲν οὖν τῆς παιδιᾶς ἐνταῦθα ὡρίσθω, πάντως δὲ δεῖ καὶ ἐπιστέλλοντι παίζειν ὡσπεροῦν συνόντι, τὴν δὲ οὖσαν αἰτίαν ὑφ' ἧς βραδέως ἐπιστέλλω νῦν ἀποδώσω.

[8] ᾔδειν ὅτι μέγα τι περὶ ἡμῶν ἐθελήσεις ἀκοῦσαι πρέπον μὲν τῇ πόλει, πρέπον δὲ ταῖς ἐλπίσιν, ὑφ' ὧν κινηθεὶς ἧκον. ἕως μὲν οὖν οὔπω τοῦτο ἀπήντα, μέλλειν ᾤμην δεῖν· ἐπεὶ δὲ ἔστι τι καὶ τοιοῦτον, γράφω.

[9] τὸ μὲν γὰρ πρῶτον εἰσήλθομεν εἰς ἄνδρας οὐ πιστεύοντας ὅτι βιώσονται. καὶ ὅπως μὴ εἴπῃς· τί οὖν εἰσῆλθες; οὐ γὰρ ἀκίνδυνον ἀναστρέφειν.

[10] ἔπειτα τοῦ φοβοῦντος ἀπελθόντος διαφυγὼν ἐγὼ θάνατον, ὃν ἀκήκοας, ἐπὶ πολλοῖς λόγοις, οὓς τὸ θέρος ἐδέξατο, διδασκαλεῖον ἀνέῳξα καὶ ὁ φθόνος ἔπνει λαμπρός. εἰδὼς δὲ ὅτι οὐκ ἔστιν αὐτὸν ἄλλως ἢ λόγοις καταχῶσαι, τοῦ σώματος μὲν ἠμέλουν καὶ ὅσοις τοῦτο ἥδεται, χαίρειν εἴων, τοῦ δὲ ὅπως μηδὲν ἀνήσω λέγων, ἐφρόντισα.

[11]

τοῖς βελτίστοις δὲ ἡμῶν πολίταις τὰ πολλὰ οὐ πολλὰ ἐδόκει, ἀλλ' ἐγὼ μὲν αὐτοὺς ἡγούμην ἠνωχλῆσθαι, οἱ δὲ ἀγεύστοις ἐῴκεσαν. νέοι δὲ οἱ μὲν οὔπω πρότερον ὡμιληκότες σοφισταῖς, οἱ δὲ οἷς ὡμίλουν ἀφέντες ὑφ' ἡμῖν ἐτάττοντο, οἱ μὲν ἐνθένδε προσιόντες, οὐκ ὀλίγοι δ' ἐπῆλθον.

[12] ἀλλ' οὔπω πάντα εὐδαιμονία σοῦ γε ἀπόντος· οὗ παρόντος ταῦτά γε ἦν ἂν μείζω. καὶ αὐτό γε τὸ παρεῖναί σε πάσης τῆς περὶ ταῦτα εὐπραξίας ἄμεινον.

[13] παρεμυθεῖτο δέ με τὸ κεκλῆσθαί σε πρὸς ἀρχήν, ἣ κεφάλαιον ἀρχῶν εἶναι δοκεῖ, καὶ μεγαλαυχούμεθά γε Σύροι Ῥωμαίοις παρέχοντες ἄνδρα δεινὸν κοσμῆσαι πόλεων πράγματα.

[14] τὸ δ' ὡς φεύγεις τοῦτον τὸν πόνον, ἀκοῦσαι μὲν ὑπῆρξέ μοι, πιστεῦσαι δὲ ἥκιστα, οὐχ ὅτι σε οἴομαι σπουδαρχίδην, ᾧ γὰρ αἱ ἀρχαὶ πενίας ἀφορμαί, πῶς ἂν τὸ ἄρχειν διώκοι; ἀλλὰ διεστάναι δή φασι τὴν Ῥώμην καὶ τοὺς πολλοὺς δυσκόλως ἔχειν πρὸς τὴν βουλήν, σὲ δὲ τοῦτο δεῖσαι λογιζόμενον, ὡς ἢ τὸν δῆμον ἢ τοὺς βελτίστους ἀνιάσεις.

[15] τοῦτον ἐγὼ τὸν φόβον οὐ πείθομαι τῆς σῆς εἶναι ψυχῆς. καὶ γὰρ καὶ τῶν ἡνιόχων τοὺς ἄκρους ὁρῶ θαρρούντως ἀναβαίνοντας ἅρμα ἵππων ἀπειθεστέρων εἰδότας, ὡς ἰσχυροτέραν κέκτηνται τέχνην τῆς ἐκείνων κακίας. ἤδη δέ τις καὶ κυβερνήτης ἐγηγερμένης θαλάττης λύσας ἀνήχθη πιστεύων περιέσεσθαι τῇ τέχνῃ τῆς ζάλης.

[16] σὲ μὲν οὖν ἵλεως πέμψειε βασιλεύς, ἵλεως δὲ Ἀθηνᾶ δέξαιτο καὶ μετὰ ταῦτα ἡμεῖς λαμπρὸν ἀπὸ λαμπρῶν ἔργων· ἐμὲ δὲ ἕλκει πάλιν ἡ πόλις ἡ παρόντι μὲν οὐ χρωμένη, ζητοῦσα δὲ ἀπόντα.

[17] σὺ δ' ὅ τι ἂν ἔχῃς βοήθει καὶ παῦε τὸν θυμὸν καὶ ὡς ἀρρωστῶ λέγε. καὶ οὐ ψεύσῃ λέγων· φάρμακά τε γὰρ πεπώκαμεν, ἃ ἐν μεγίστῳ κακῷ πίνεται φλέβα τε ἐτμήθην οὐκ εἰωθώς, ὃ προσιοῦσαν ἐκώλυσε τὴν τελευτήν.

[392]

Φιλίππῳ.

[1]    Ὅτι τε ἐπέστειλας ἡμῖν ἥσθην καὶ ὅτι τὰ τοιαῦτα δι' ἡμῶν καθίστασο· πιστεύοντος γὰρ ἦν φιλεῖσθαι καὶ ἐγνωκότος φιλεῖν.

[2] ἐγὼ δὲ τήν τε ἐπιστολὴν ἀνέγνων αὐτῷ καὶ ἡδόμενον ἑώρων καὶ πρὸς γράμματα ὡρμηκότα. ἃ κεκώλυκε μὴ γενέσθαι θόρυβός τις ἐμπεσὼν καὶ πείσας αὐτῷ προσέχειν, ἥξει δέ σοι ταῦτα, ἐπειδὰν ἐκεῖνος παρέλθῃ.

[393]

Ὑγιεινῷ.

[1]    Ἔμελλεν ἄρα ὁ περὶ τῆς κεφαλῆς μοι λόγος, ὃν ἐπλαττόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ ἀφικόμην, ἡμέρᾳ δεκάτῃ μοι προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.

[2] ἐγὼ δὲ οὐκ ἐνεγκὼν αὐξῆσαι ἐν τῷ θέρει τὸ κακὸν τοῦ φθινοπώρου πίνω Μαρκέλλου δόντος ἱερὰν αὐτήν, οἶμαι, καλεῖτε. καὶ ἔπινον ἐκείνης, ἧς γευομένων ἑτέρων ἐταραττόμην, καὶ τοσαύτην ἐπικουρίαν δεξάμενος μετὰ φόβου θαυμαστοῦ τὸν χειμῶνα διῆλθον Ὀλυμπίου τὸ πεπωκέναι τε ἐπαινοῦντος καὶ κελεύοντος αὖθις ἦρι πιεῖν.

[3] ἄρτι δὲ ὑπολάμποντος πόνος ἰσχυρὸς προσέπεσε τοῖς νεφροῖς βρόχον ἀναγκάζων ζητεῖν. ἔπειτα μῆνα διαλιπὼν προσέπεσε πικρότερος καὶ ἐποίησεν ἀνάγκην πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ τοῦ παντὸς οὐκ ἔχω.

[4] τῷ τοίνυν ἐνταῦθα ὄντι κακῶν, πῶς ἂν ταῦτα διαφύγοι, λέγε. σοφιστὰς δὲ ἑτέρωθεν μεταπέμπου. καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.

[394]

Ἀραβίῳ.

[1]    Παρὰ Ἀπελλίωνι τῷ χρηστῷ περὶ ὧν ἀδικεῖσθαι φῂς ἀγωνιῇ, τοῦτον γὰρ ἀπέδειξέ σοι δικαστὴν ὁ γενναῖος Στρατήγιος. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ διδοὺς ἡμῖν σεμνύνεσθαι· οὕτω καλός τε κἀγαθὸς εἶναι βούλεται.

[2] μαθὼν δὲ παρ' ἡμῶν, ὅστις εἴης πρὸς ἡμᾶς, ἐκέλευσε γράψαι, καὶ ὑπήκουσα ἄσμενος νομίζων ἔσεσθαι καὶ σοὶ καὶ τοῖς σοῖς καταφυγὴν τὴν Ἀπελλίωνος γνώμην.

[3] περὶ δὲ τῆς δίκης ὡδί σε χρὴ φρονεῖν· εἰ μὲν ἀδικεῖς, οὐδεὶς οὕτως αἰδέσιμος τῷ δικαστῇ, δι' ὃν οὐ δώσεις δίκην· εἰ δὲ παρὰ σοὶ τοῦ δικαίου τὸ μέρος, οὐδεὶς οὕτω σοι δυσμενὴς δυνατός, δι' ὃν οὐ λήψῃ δίκην.

[395]

Ἀνθίῳ.

[1]    Ἐγὼ πρὸς Ἱεροκλέα γράφων, πολλάκις δὲ τοῦτο ἐποίησα, οὐκ ἔστιν ὅτε οὐ προσέθηκα τό· ὅπως ἡμῖν εὖ ποιῇς τὸν ἑταῖρον Ἄνθιον. καὶ ἴσως μέν τί σοι κἀκεῖνος βεβοήθηκεν· εἰ δὲ οὐδέν τι προσέσχεν, ἀλλ' ἐξεύρηκά γε σύμμαχον, ὃς ἐμήν γε χάριν κἂν διὰ πυρὸς ἔλθοι.

[2] εἴτε οὖν δεῖ σοί τι προσγενέσθαι ἀγαθόν, προθυμήσεται· εἴτε λυθῆναι λυπηρόν, οὐκ ἀποκνήσει· εἴθ' ἕτερον ἄρχοντα πεῖσαι τὰ δίκαια πρὸς σὲ ποιεῖν, οὐδὲ τοῦτο φεύξεται.

[3] κεχάρισται δὲ πρὸ τῶν ἄλλων τῷ γράμματά σοι δι' αὐτοῦ παρ' ἐμοῦ φοιτᾶν. θάρρει δὴ καὶ πρόσιθι καὶ τὰ σαυτοῦ θεράπευε καὶ νόμιζε καιροῦ τινος εἰλῆφθαι.

[396]

Ἀρισταινέτῳ.

[1]    Ἡ πόλις ἡμῶν πλέον ἐρῶσι τῆς σῆς ψυχῆς ἢ σὺ τῆς ἐμῆς· καὶ σὺ μὲν τῆς ἐμῆς ἴσως οὐκ εἰκότως, οἱ δέ γε τῆς σῆς καὶ μάλα εἰκότως. ὥστ' εἰ μὴ ἦν ἐλπὶς ὅτι αὐτοῖς ἀφίξῃ, πάλαι ἂν ἦσαν αὐτοὶ παρὰ σοί.

[2] ἡ δὲ Ἀπελλίωνος ἀρχὴ τοῦ καλοῦ σοί τε δίδωσι πρὸ τῆς ἡμετέρας ὁρᾶν ἀγαθὰ τούτῳ τε πρὸ τῶν ἄλλων ἐραστῶν ἀπολαύειν τῶν παιδικῶν.

[3] θαυμάσῃ δὲ αὐτοῦ τὸ πρᾷον, τὸ ἄδολον, τὸ φιλεῖν εἰδέναι, τὸ μὴ εἰδέναι κερδαίνειν ἃ μὴ καλόν. ἃ μαρτυρεῖ μὲν Αἴγυπτος ἤδη, φήσετε δὲ καὶ ὑμεῖς πειρώμενοι.

[397]

Ἀλκίμῳ.

[1]    Ἐθρέψαμεν ὑμῖν ἄρχοντα καὶ μέγα φρονοῦμεν οὐ τῷ πολίτην ἄρχειν ἡμέτερον, ἀλλ' ὅτι οἶδεν, ὅ τι ποτὲ ἔργον ἀρχῆς. οἶδε γὰρ ὅτι δεῖ τὸν ἐνταῦθα σχήματος ἑστηκότα μὴ πλουσιώτερον, ἀλλ' ἐνδοξότερον ἀπαλλάττεσθαι καὶ τοιαῦτα δρᾶν, ἃ ποιήσει τοὺς ἀρχομένους εὔχεσθαι μένειν αὑτοῖς τὴν προστασίαν.

[2]

Αἰγύπτιοι μὲν οὖν πολλάκις ταῦτα εὔξαντο, πρὸς δὲ ὑμᾶς τὸ κέρδος μεταβέβηκεν. ὁ δὲ φιλῶν με πάνυ σφόδρα, τίνα μάλιστα φιλοίην τῶν παρ' ὑμῖν, ἤρετο, ὅπως αὐτῷ εἴη φίλος. ἐγὼ δὲ ἀκούσας τὸ μάλιστα, πρὸς σέ τε εὐθὺς ἠνέχθην καὶ τὸν Ἄλκιμον ἐφθεγξάμην.

[3] ὁ δὲ γράφε τοίνυν ἔφη, καὶ κομιῶ. χαριῇ γὰρ οὐ τῷ ληψομένῳ πλέον ἢ τῷ φέροντι. καὶ ἐπέστελλον συναρμόττων τῇ ἐπιστολῇ σοφὸν παιδευτὴν Ἄλκιμον καὶ ἄρχοντα δίκαιον Ἀπελλίωνα. [398] [t]

Ἀκακίῳ.

[1]    Χρηστὸς εἶ τοῖς γράμμασιν. ἃ γὰρ ἐν ἡμῖν εἶναι ἐθέλεις, περὶ τούτων ὡς ἐνόντων γράφεις. ἐμὲ δὲ εἰ μέν τις ὡς ἐπιστάμενον πονεῖν ἐπαινεῖ, τάχα οὐ ψεύδεται· λόγων δὲ ποιητὴν ὅστις οἴεται δεξιόν, ἴστω ὅτι ψεύδεται.

[2] τῆς δὲ ἐπιστολῆς σου καὶ τοῦ μήκους ἠράσθημεν καὶ ὡς οὐ μακροτέρα μᾶλλον ἢ καλλίων. δείκνυται δὲ καὶ ἐν ταῖς τῶν νέων ψυχαῖς ἡ σὴ τέχνη· ὡς οὐ πολλοὶ παρ' ἡμᾶς ὧδε ἔχοντες τάξεως ἦλθον.

[399]

Ἀνδρονίκῳ.

[1]    Ποίοις Βοιωτοῖς συγγενόμενος ἀποβέβληκας τὴν περὶ τοὺς λόγους τέχνην; οὐ γὰρ ἐκεῖνό γε Ἀνδρονίκου τὸ τὰς μὲν μακρὰς ἐπιστολὰς ἐπαινεῖν πανταχοῦ, τὰς δὲ οὐ μακρὰς ἐλαύνειν, ἀλλ' εὖ ᾔδεις ὡς ἑκατέρῳ τε ἔνι χώρα καὶ μετὰ τοῦ καιροῦ καὶ τοῦτο κἀκεῖνο καλόν.

[2] σὺ δὲ ἐπιλαβόμενος τῆς ἐν τοῖς γράμμασι βραχύτητος αὐτὸ τοῦτο εὐθὺς ἑτέρας ἐποιοῦ κατηγορίας ἀφορμὴν συκοφάντης ὢν ἐν ἀμφοῖν. διώκων γὰρ τὴν ἐπιστολὴν ἐπὶ τῷ μέτρῳ τῇ γε ὀργῇ πάλιν ἄλλην αἰτίαν ἔπλασας, διφθέραν οἶμαί τινα οὐκ ἀποδοθεῖσαν.

[3] οὕτω θαυμαστὸς ἡμῖν πλάστης γέγονας ἅτε πόλιν οἰκῶν γέμουσαν πλασμάτων. ἡμῖν δὲ πόλις μὲν τῆς ὑμετέρας μικροτέρα, μικροψυχίαν δὲ ἴσως οὐκ ἐντίθησιν. οὐδέ γε, ὦ δαιμόνιε, τἄλλα οὕτω ταπεινῶς πράττομεν ὥστ' ἔχειν σχολὴν ἐννοεῖν, εἰ τόδε ὁ δεῖνα λαβὼν κατέχει.

[4] τῶν δὲ παρ' ὑμῖν σοφιστῶν μὴ καταγέλα, οἷς ἐστιν ἃ σοφισταῖς εἶναι δεῖ, μέγεθος οἰκιῶν, πλῆθος νέων, γαστρὸς εὐρυχωρία, τὸ δουλεύειν εἰδέναι· μέγα γὰρ εἰς εὐδαιμονίαν παρ' ὑμῖν τὸ κατεπτηχέναι καὶ ὁ δουλότερος ἑτέρου ῥητορικώτερος.

[5] εἰς ἐμὲ δὲ οἰόμενος τὰ φίλου ποιεῖν ἴσθι τὰ πολεμίου δρῶν. πράττεις μὲν γάρ, ὅπως ὑμῖν ἐπανέλθοιμι, τοῦτο δὲ εἰ μὲν ἀγνοῶν, ἐν οἷς ὢν τυγχάνω, προθυμῇ, τάχα οὐ φιλοῦντος ἡ ἄγνοια· εἰ δ' ἐπιστάμενος, ἐξ ὅσης ζάλης εἰς ὅσην εἰρήνην ἥκω, πρὸς τὴν ζάλην αὖθις ἐκ τῆς εἰρήνης ἕλκεις, οὐ πάνυ γίγνῃ Θησεὺς εἰς Πειρίθουν.

[6] ὥστ' ἐοίκαμεν σοὶ μὲν μέμφεσθαι τῷ φίλῳ, τὸν δὲ οὐ φίλον ἐπαινεῖν τὸν ἄρχοντα. καὶ γὰρ εἰ ἡ γνώμη μισοῦντος, ἀλλὰ τό γε ἔργον ὠφελοῦντος. κωλύει γάρ με μὴ ἐλθεῖν τοῦτό μοι πρῶτον χαριζόμενος τὸ μὴ Κλεομένην ἰδεῖν.

[7] ᾧ σὺ συνὼν μὲν ἔτι μή με ἐξαπάτα· μὴ συνὼν δὲ τί πάθοις ἂν εἰκότως, ὃς ὃν ἔμελλες φεύξεσθαι, τοῦτον ἠγάπας, καὶ ταῦτα μέλλων ἕτερον ἀνιάσειν καλὸν κἀγαθὸν καὶ σώφρονα καὶ δυνατώτερον;

[8] ἀλλ', ὦ φίλτατε Ἀνδρόνικε, παῦσαι μὲν τῆς πρὸς τὸν κύνα συνηθείας, εἰ μὴ πέπαυσαι· παῦσαι δὲ τοῦ πειρᾶσθαί με ἐνθένδε κινεῖν. βούλευσαι δὲ περὶ τῶν πρὸς τὸν θεῖον βουλὴν ἀγαθὴν ἀφείς με τῆς τοιαύτης διακονίας. ὁρῶ γὰρ ὡς ἐπί τι πρᾷον τὸ πρᾶγμα βαδίζει.

[400]

Μαντιθέῳ.

[1]    Ἐκ τῶν γραμμάτων, ἃ πάλαι πρὸς ἡμᾶς ἐπεπόμφεις, αὐτόν σε προσεδοκῶμεν ἥξειν, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης ἐπιστέλλειν καινόν τι ἡμῖν ἐφάνη.

[2] λαβὼν δέ σου τὴν ἐπιστολὴν οὐδέν τι ἠξίουν μέλλειν, ἀλλ' εὐθὺς δραμὼν παρὰ τὸν ἄνδρα ὃν ἐβούλου πᾶσιν οἷς εἶχον ἐγκωμίοις ἐχρώμην κατὰ σοῦ καὶ μεταπέμπεσθαι παρῄνουν.

[3] ὁ δ' εἰ μὲν ἀγνοεῖς ἔφη τὰ πεπραγμένα αὐτῷ, καθεύδεις· εἰ δὲ εἰδὼς περὶ τοιούτων τρόπων τοιούτους ἐπαίνους ἐργάζῃ, τὸν μὲν ὅπως κοσμήσεις ζητεῖς, ἐμοῦ δὲ οὐ σφόδρα κήδῃ. πειρωμένου δέ μου τὰς κατηγορίας λύειν ἄνδρα ἔφασκεν ἀξιόπιστον ἥκοντα ἐξ Ἰωνίας ἀπηγγελκέναι καὶ μὴ δεῖν με ἐνοχλεῖν.

[4] ὡς μὲν οὖν οὐκ ἠδικήκαμεν, ἀλλ', εἴπερ τι συνέβη δύσκολον, ἠτυχήκαμεν ἐπίσταμαι· τόν τε γὰρ σὸν ἐπίσταμαι τρόπον αὐτός τέ εἰμι τῶν πεπληγμένων ὑπὸ τῶν ῥᾳδίως ψευδομένων.

[5] ἃ δ' οὖν ἔδει γενέσθαι ἡμῖν, κατὰ τοῦτο οὐ πέπρακται· σὺ δ' εἴ τιν' ἄλλην ὁδὸν ὁρᾷς, πρὸς ἣν ἔχω τι δυνάμεως, ἐπίστελλε καί με οὐ φήσεις ἀργὸν εἶναι.

[6] τὰ δὲ τοῦ κακούργου δούλου καὶ τῶν χρηστῶν ἀδελφῶν ὧδε ἔσχεν. ἄρχοντος Ὁνωράτου στρατιώτης ἐπ' αὐτοὺς ἐλθὼν λαβὼν ἦγεν. ἔτι δὲ αὐτῶν ἐπὶ τῆς πορείας ὄντων ὁ μὲν ἀπήλλακτο τῆς ἀρχῆς, ὁ δὲ ἀφῆκεν οὓς ἦγε, δῆλον ὡς ἀποδόμενος τὴν ἄφεσιν.

[7] ταῦτα γνοὺς Νεβρίδιος διπλῆν πράττεται τιμωρίαν τὸν στρατιώτην. μαστιγώσας γὰρ ἐκβάλλει τοῦ καταλόγου καὶ δι' ἄλλων ἐκείνους ἀναζητεῖ. οὕτως ἡμῖν τῶν δυσχερῶν τὰ μὲν ἐπέρχεται, τὰ δὲ οὐκ ἐθέλει λυθῆναι. δεῖ μέντοι πιστεύειν ὡς ἥξει ποτὲ καιρὸς τοῦ βελτίονος πίθου. [401] [t]

Γυμνασίῳ.

[1]    Ἐξουσία σοι παρ' ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε, ὅτι ταῦτα λέγω. ἀλλ' ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν.

[2] σὺ δ' ἔοικας τῶν μὲν παρ' ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν ἐκεῖθεν κατέχεσθαι.

[402]

Θεμιστίῳ.

[1]    Ἐν τοῖς πολίταις ἡμῶν ἀεί τι περὶ σοῦ λέγομεν τό τε ἦθος ὡς χρηστὸν διηγούμενοι καὶ τοὺς λόγους ὡς θαυμαστοί, καὶ τίς μὲν εἴης φίλους ἀμείψασθαι, τίς δὲ ἐχθροὺς ἀμύνασθαι, καὶ ὅτι σοὶ φίλοι μὲν οἳ καὶ τοῖς θεοῖς, ἐχθροὶ δὲ οἳ καὶ τοῖς θεοῖς.

[2] ταυτὶ δὲ οὐκ ἔστι μὲν ὅτε οὐκ ἐπιστεύετο, Φιλομήτωρ δὲ ἥκων καὶ τοιαῦτα ἐπέθηκεν, ὥστε μικρά με λέγοντα ἀπέφηνεν. ἐγὼ δὲ ἔχαιρον ἡττώμενος· ὑπὲρ ἐμοῦ γὰρ ὁ νικῶν ἐνίκα.

[3] τὸ μὲν οὖν πρῶτον ἡμῖν ἐδόκει πάντα πράττειν, ὅπως ἂν ἔλθοις· ἔπειθ' ἑκόντες ἐπανήκαμεν τῆς σπουδῆς, τελευτῶντες δὲ πρὸς τοὐναντίον χρώμεθα τῇ σπουδῇ καιρὸν εἶναί σοι νομίζοντες κατὰ χώραν μένειν.

[4] τὴν δὲ αἰτίαν τῆς μεταβολῆς ἐγγράψαι μὲν οὐκ εἶχε καλῶς, ἢν δέ τις παρ' ὑμᾶς ἴῃ τῶν ἐπιτηδείων, ἀπὸ στόματος ἀκούσῃ.

[403]

Καλλιοπίῳ.

[1]    Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς εἶναι.

[2] ἀλλ', ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ, τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστ', εἴ τι καὶ ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ τῆς ἡμετέρας γνώμης.

[3] ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθ' ἥδιστα ἂν παρ' ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.

[404]

Ῥητορίῳ.

[1]    Πράττομεν, ὡς ἂν εὔξαιο καὶ ὡς οὐκ ἂν ἔνιοι τῶν παρ' ἡμῖν εὔξαιντο. σοὶ δὲ μείζων ἂν ἦν ἡδονὴ παρόντι ὁρᾶν ἢ ἀπόντι ἀκούειν.

[2] τί δὴ μαθὼν οὐ καρποῖ τὴν μείζονα εὐφροσύνην; τί δὲ οὐ δεῦρο βαδίζεις ἡμῶν ὄντων ἐνθάδε; ὃ πολλάκις ἔδρασας ἡμῶν οὐκ ὄντων ἐνθάδε· οἴει καθήμενος ἀπολήψεσθαί με καί που καὶ χρόνον προλέγεις καὶ γελᾷς ὡς ἔχων.

[3] ἀλλ' ἴσθι καὶ ἡμῖν ὑπάρχον ψήφισμα γράψαι καὶ δεηθῆναι, δοῦναι δὲ χάριν ἕτοιμος βασιλεὺς καὶ προσάγειν ἀνάγκην οὐκ οἶδεν.

[405]

Ἀρισταινέτῳ.

[1]    Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν, συνηλγοῦμεν ἐννοοῦντες ὡς εἰκός σε διακεῖσθαι καμνούσης, καὶ ἐπειδὴ τὴν τελευτὴν ἐπυθόμην, ἀνῴμωξα δεινόν τι ποιούμενος Ἀρισταίνετον εἶναι ἐν πένθει, οὗ τῇ φύσει πανηγύρεις πρέπουσιν.

[2] ὁρμήσας δὲ παραμυθεῖσθαι λόγοις ἀνέσχον δείσας μὴ πάνυ σε δοκῶν εἰδέναι ἔπειτα ἁλοίην ἀγνοῶν. οἷς γὰρ ἔμελλόν σε κουφιεῖν, τούτοις δὴ τοῖς Πινδάρου καὶ Σιμωνίδου, καὶ ὅσα ἐκ τραγῳδιῶν εἰώθαμεν φάρμακα λύπῃ προσάγειν, πάντα ἐδόκεις μοι πάλαι τε εἰδέναι κἂν πρὸς ἄλλους εἰπεῖν.

[3] ἐλογιζόμην οὖν ὅτι, εἰ μὲν οἷά τε κατακοιμίζειν ἀθυμίαν, αὐτὸς ἰάσῃ σαυτόν, εἰ δ' οὐχ οἷά τε, καὶ παρ' ἄλλου μάτην ἂν λέγοιτο. διὰ ταῦτα τοῦ μὲν ἀφίσταμαι, τὴν διήγησιν δέ σοι τῶν πραγμάτων ἀποδίδωμι, ἃ τοῦ χειμῶνος συνέβη.

[4] ἠρξάμεθα τῆς συνουσίας μετὰ προλόγου καί τινος ἁμίλλης πρός τι τῶν Δημοσθένους. ἦν δὲ ὁ μὲν Τύχην μονὴν αἰτῶν βεβαίαν, τῇ δὲ ἁμίλλῃ πολλαὶ μορφαί. καὶ προσῆλθον, ἐπειδὴ ἀνέστην, ἑπτακαίδεκα νέοι. Πλάτων δέ, οἶμαι, ἠσθένει Ζηνόβιος ὁ χρηστός.

[5]

ἔπειτα ἐγὼ μὲν τοῦ διδάσκειν εἰχόμην, τὰ δὲ ἐπέρρεεν ἔθνεα, πολῖται καὶ ξένοι καὶ ταύτῃ ὅστις εἴην εἰδέναι ἐθέλοντες. τὸ μὲν γὰρ εἶναί με μὴ κακῶν λόγων δημιουργὸν συνεκεχώρητο, θάτερον δὲ ἐδοκιμάζετο.

[6] καὶ ἔδοξα τοῖς μὲν οὐκ εἶναι ταύτῃ χείρων, τοῖς δὲ καὶ βελτίων, ὥστ' ἐν οὐ πολλαῖς ἡμέραις πεντήκοντα νέων ἦν ὁ χορός. ἀριστᾶν δὲ οὐκ ἦν, ἀλλ' ἔδει πονεῖν εἰς ἑσπέραν καὶ ἐθαυμάζετο μετὰ τῶν ἄλλων καὶ τὸ τῆς γαστρὸς κρατεῖν.

[7] ἧκεν ὁ Στρατήγιος, καὶ ἐδεξάμην τὸν ἄνδρα λόγῳ, μικρῷ μέν, οὗτος γάρ, οἶμαι, προσφωνοῦντι νόμος, ῥηθέντι δὲ κατὰ νοῦν αὐτῷ τε καὶ τοῖς ἄλλοις. ὁ δὲ ἀντίτεχνος, καλῶ μὲν γὰρ αὐτὸν ὃ καὶ αὐτὸς ἑαυτόν, ἠπείλησεν ἐρεῖν. καὶ τοῦτ' ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.

[8] ἰδὼν δὲ τοὺς παιδαγωγοὺς ἰσχύοντας ἀπὸ τοῦ πωλεῖν τοὺς νέους καὶ τὸν ἐν μουσείοις κόσμον ἀπολωλότα συμβουλεύω τοῖς ἐμαυτοῦ πολίταις μὴ ταῦτα περιορᾶν, ἀλλ' ἀγανακτῆσαί τε καὶ κωλύσαι. καὶ ἐγένετό τις ὀργὴ κατὰ τῶν ἀδικούντων οὐ μικρά. ὁ δὲ ἀντίτεχνος ἠπείλει συνερεῖν αὐτοῖς. καὶ τοῦτ' ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.

[9] τελευτᾷ Ζηνόβιος καὶ ἐμονῴδουν ἀπελθὼν τοῦ τάφου. καὶ μικρὸν ὕστερον ἐγκωμιάζω τὸν διδάσκαλον μακροτέρῳ λόγῳ καὶ ἔδοξεν οὐ φαύλους κεκομίσθαι μισθούς. ὁ δὲ ἀντίτεχνος ὑπέσχετο λέξειν, ἢν ὁ πατὴρ αὐτῷ ἀποθάνῃ. ὁ δ' ἔτι ζῇ. τούτων γιγνομένων οἱ σφόδρα ἐγνωκότες ἀναισχυντεῖν, ἦσαν δὲ τρεῖς ἀντὶ τραπέζης λαμπρᾶς οἱ τοῦτο ποιοῦντες, ἐνέδοσαν.

[10] ἐγὼ μὲν οὖν ἀναπαύλης ἐδεόμην, τῷ θείῳ δὲ οὐδὲν ἄρα ἤρκει. καὶ Κυρῖνος δὲ ἦν τῶν οὐκ ἀνιέντων παρ' ἡμῖν τε ἔχων τὸν υἱὸν καὶ μιμούμενος σὲ μὲν εἰς τἀμά, ἐμὲ δὲ εἰς τὰ σά.

[11] ἀγωνίζομαι δή τινα ἀγῶνα τῶν ἐν τοῖς πλάσμασι τούτοις, οἱ δὲ ὠρχοῦντο ἅτε ἐν αὐτοῖς τεθραμμένοι καὶ ἐδέοντό μου κατὰ μέσον γενομένου τὸν λόγον μετὰ τῆς ἴσης τέχνης καὶ τὴν ἀντιλογίαν γράφειν. καὶ γράψας ἐπῆλθον ὅτι τάχιστα. καὶ ἦν ἀδελφὸς ὁ λόγος τοῦ προτέρου καὶ διεσέσειστο τῶν πολεμίων τὰ πράγματα.

[12]

δείσας δὲ μὴ γυμνωθείη εἰσῆλθε μὲν ὡς καθέξων τὰς ἀποστάσεις, ἐκίνησε δὲ καὶ τὰς οὐκ ἄν, εἴπερ ἐσίγα, συμβάσας. ἐν γὰρ τοῖς προοιμίοις ἐδεῖτο ἐφεθῆναί οἱ τὸ τέλος εἰπεῖν, Κυρίνου δὲ οὐ διδόντος ὑπερπηδᾶν αὐτὸς αὑτῷ τοῦτο ἔδωκε. καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας κάθηται μόνος, ὅρκοι δὲ καὶ ἀνάγκαι πᾶσαι καὶ δεσμοὶ καὶ ὅσα ἐπιστεύετο τηρήσειν τοὺς νέους, ἐπατεῖτο καὶ μετέρρεεν.

[13] ἐπὶ τούτοις γράμματα βασιλέως ἀφικνεῖται κελεύοντά με ἀναστρέφειν, πρὸς ἃ ἀπεκρίνατο τό τε τῆς κεφαλῆς καὶ τὸ τῶν νεφρῶν νόσημα, ὡς οὐκ ἂν δυναίμην. τοῦτο δὲ οὕτω θέμενος δείκνυμι λόγον περὶ εὐφυίας, τύπος δὲ τῆς διαλέξεως, τὰ σὰ παιδικά. καὶ δευτέρας ἐδέησεν ἡμέρας, ἧς ἐκοινώνει Κλημάτιος.

[14] τὴν μὲν οὖν ἐπ' αὐτῷ κίνησιν οὐκ ἐμὸν εἰπεῖν· ἐκεῖνο δὲ ἐμόν τε ἦν εἰπεῖν καὶ ἐβοᾶτο, ὅτι τούτων μέντοι διδάσκαλος Ἀρισταίνετος καὶ δὴ καὶ τῶν ἄλλων ὅσα ἂν ἔπαινον δέχηται.

[406]

Θεμιστοκλεῖ.

[1]    Πάλιν ὁ σοφὸς παρ' ὑμῖν Ὀλύμπιος, πάλιν ἐκεῖνοι σύλλογοι καὶ διάλογοι καὶ συμπόσια συγγραφῆς ἄξια, σοφιστὴς ὑπὲρ ῥητορικῆς τι λέγων, γραμματιστὴς ὑπὲρ τῶν ποιητῶν, σὺ καὶ Θεμίστιος ἐκ φιλοσοφίας, Ὀλύμπιος περὶ πάντων πολύς τε ῥέων καὶ καθαρὸς καὶ τῷ κάλλει τῶν ὀνομάτων ἀφέλκων τοὺς δαιτυμόνας τῆς θοίνης καὶ ποιῶν ἡδίω τῆς τραπέζης τὴν ἀκρόασιν.

[2] ἐμοῦ δὲ ἴσως μεμνήσεσθε καὶ τάχ' ἴσως ἐπ' ἀμείνοσιν. ἀπόντα γὰρ ἐπαινέσεσθε καὶ τοὺς παρόντας οὐκ ἀνιάσετε. [407] [t]

Θεμιστίῳ.

[1]    Ἀπήγγειλεν ἡμῖν Κλημάτιος τῶν εἰωθότων τι θρασύνεσθαί τινας κατὰ σοῦ καὶ μηδενὸς φείδεσθαι ῥήματος. ἐμὲ δὲ οὐ τὸ τοῦ πράγματος εἰωθὸς παρεμυθεῖτο μᾶλλον ἢ τὸ μηδὲ παύσασθαι ἐθέλειν πρᾶγμα οὕτως ἄδικον.

[2] ἐδακνόμην οὖν οὐδὲ ἔχαιρον ἔξω βελῶν ὤν, ἀλλ' ὅτι μὴ φίλῳ παρῆν, ἤλγουν. ἡγοῦμαι μέντοι τὰ νῦν οὐ σφόδρα ὑμῶν ἀποστατεῖν ἥκοντος ὑμῖν Ὀλυμπίου τοῦ καλοῦ δικάσαι τε ἀγαθοῦ καὶ ἐλευθέρως θέσθαι ψῆφον καὶ νικῆσαι τὸν ἀδικοῦντα καὶ μετὰ τῶν ὑβρισμένων γενέσθαι. τὰ δ' ἡμέτερα μεγάλα τε ἐποίησε καὶ μηνύσει πρὸς ὑμᾶς ἃ πεποίηκεν.

[408]

Φιλίππῳ.

[1]    Ὁ μέγα τι λαβὼν παρὰ θεῶν ἀγαθόν, εἶτα μικρὸν εἰληφέναι νομίζων ἀδικεῖ τοὺς δεδωκότας. σὺ δὲ εἶ μὲν ἐκ Μουσῶν μᾶλλον ἢ ᾧ δάφνην ἔδοσαν, τάττεις δὲ σαυτὸν εἰς τοὺς οὐ μέγα λαβόντας.

[2] ἀλλ' ἀντιφθέγγεταί σοι πᾶς ἀνὴρ καὶ πάντα ἔθνη, κἂν εἴπῃς ποιητήν, σέ τις ἀκήκοε, μάχεται δὲ οὐδείς· ἡμῖν δὲ ἀνταγωνισταὶ πλείους ἢ ὅσαι μυῖαι κατὰ σταθμὸν ποιμνήιον ὥρῃ ἐν εἰαρινῇ.

[3] ὃν δέ φημι σοφιστήν, ἀγνοεῖν προσποιῇ πάλαι πρῶτον αὐτὸν ἐψηφισμένος σοφιστῶν.

[409]

Δατιανῷ.

[1]    Ἐπειδὴ πάλαι τῆς βοηθείας ἤρξω, καθ' ἣν ἐκομισάμην τὴν ἐμαυτοῦ, βραχὺς ἀρκέσει μοι λόγος· πείθοντι μὲν γὰρ μακρῶν ἂν ἔδει, κινοῦντι δὲ τὸν πεπεισμένον οὐδὲν ἂν δέοι πολλῶν.

[2] χεῖρα ὄρεξον, ὦ ἄριστε, τήρησον τὴν σαυτοῦ γνώμην, δὸς διὰ τέλους τὴν χάριν, μή με περιίδῃς ἀποσπώμενον ἀτυχοῦντος θείου καὶ πενομένων ἀδελφῶν καὶ μητρὸς ὑπὸ γήρως κειμένης μηδὲ ἐμὲ μὲν ἑλκόμενον εἰς γῆν ξένην, ἐκείνοις δὲ πικρὰν τὴν πατρίδα γινομένην.

[3] ποιεῖ δέ σοι τοὺς ὑπὲρ ἡμῶν λόγους εὐσχήμονας τὰ ἐμὰ κακά. ἥ τε γὰρ κεφαλή μοι κατείληπται νοσήματι, δι' ὃ πλέον οἴνου πίνω φάρμακον, οἵ τε νεφροὶ τῇ κλίνῃ δεδώκασιν ἡμᾶς, ἃ δὲ ἥδιστον ποιεῖ τὸ ζῆν, τούτων ἀποκεκλείσμεθα.

[4] μάρτυς δὲ ἡμῖν τῶν παθῶν ὁ παλαίσας τοῖς πάθεσιν Ὀλύμπιος, ὁ σός τε ἑταῖρος καὶ Ἱπποκράτους καὶ Πλάτωνος. οὗ δεδεήμεθα λαβέσθαι σου τῶν γονάτων καὶ ἐπιδακρύσαι καὶ μηδὲν ἱκετείας εἶδος ἀφεῖναι.

[5] τούτοις σε παρακαλῶ, πρὸς δὲ ἄλλον οὐδὲν ἂν γράψαιμι τοιοῦτον λογιζόμενος, ὡς ἐθελήσας μὲν ἀρκέσεις καὶ μόνος, οὐ βουληθέντος δὲ σοῦ καὶ τἄλλα μάταια.

[410]

Καλλιοπίῳ.

[1]    Τὰ μὲν ἄλλα ἡ πατρὶς ἡμῖν ἀμείνων τῆς ἀλλοτρίας, σὺ δὲ αὐτὴν οὐκ ἐᾷς πάντα εἶναι τῆς ἀλλοτρίας ἀμείνω. γραμμάτων γάρ, ἃ πρὸ τοῦ πλεῖστα ἔπεμπες, ἐπειδὴ δεῦρ' ἥκομεν, ἐφθόνησας δίκαιος ὢν νῦν πέμπειν, εἰ καὶ πρότερον ἐτύγχανες σιγήσας.

[2] καὶ τὸ ἔτι σχετλιώτερον, ἄλλοι μὲν εἶχον λαβόντες καὶ ἐδείκνυσαν ἡμῖν, ἐγὼ δὲ ἠναγκαζόμην τοῦ μὴ λαβεῖν αἰτίαν λέγειν. ἣν πάντα κινῶν εὑρεῖν οὐκ εἶχον. σοί τε γὰρ εὐπορίαν εἰς λόγους συνῄδειν ἐμαυτῷ τε εἰς σὲ φαῦλον οὐδέν, πλὴν εἰ τοσοῦτόν σε ἠδίκουν, ὅτι μέλλων δεικνύναι λόγον ἐπεισήνεγκα τὸ σὸν ὄνομα σὺν εὐφημίᾳ. καὶ μὴν κἀκεῖνο φιλοῦντος καθαρῶς.

[3] ἀπιστῶ τοῖς ἀγγέλλουσιν, ὡς ἄρα ἡμᾶς ψέγοις, οὐχ ὅτι ἡμεῖς οὐ κακοί, ἀλλ' ὅτι σὺ γενναῖος καὶ πολιτῶν φαυλότητα κρύψαις ἂν μᾶλλον ἢ διακαλύψαις.

[4] ποιοῦ δὲ σημεῖον τῆς περὶ σὲ γνώμης καὶ τὴν ἐπὶ τῷ μὴ λαμβάνειν γράμματα λύπην. ἔρωτα γὰρ ἀνάγκη τῆς λύπης ἡγεῖσθαι. τίς δ' οὐκ ἂν ἐρασθείη γλώττης ἱκανῆς ἀρθῆναι πρὸς μέγεθος ἔργων; ὡς, εὖ ἴσθι, σώζει μὲν ὁ βασιλεὺς ταῖς νίκαις τὰς πόλεις, σώζεις δὲ σὺ τῷ λόγῳ τὰς νίκας, καὶ οὐ πάντη ἄρα σῶν γραμμάτων ἀπεστερήμεθα, ἀλλ' ἡ πρὸς τὸ κοινὸν ἐπιστολὴ τὴν ἐν τοῖς ἰδίοις ἀτιμίαν παραμυθεῖται.

[411]

Ἰοβιανῷ.

[1]    Ἆρ' αἰσθάνῃ σαυτῷ μαχόμενος καὶ τὸν αὐτὸν εὖ ποιῶν τε ὁμοῦ καὶ κακῶς καὶ μισῶν οὐ μικρῶς ὃν πάνυ φάσκεις φιλεῖν; τὸ μὲν γὰρ πολλούς τε εἰδέναι τῶν ἡμετέρων λόγων καὶ μνήμῃ τηρεῖν καὶ λέγειν ἀπὸ στόματος καὶ ἐπεισάγειν παντὶ συλλόγῳ καὶ βουλομένοις δεικνύειν καὶ μὴ βουλομένοις ἐνοχλεῖν, ταυτὶ μὲν ἴσως φιλοῦντος, τὸ δὲ ἴσως εἴρηταί μοι διὰ τὸ τὰ μὴ καλὰ ποιήματα κέρδος εἶναι τοῖς ποιηταῖς, εἰ κρύπτοιτο, ἀλλ' ὅμως ἔστω τοῦτο φιλοῦντος· ὅταν δέ με ἐκβάλλῃς τῆς πατρίδος, ἣν πολλοῖς ἀπείληφα πόνοις, καὶ περιτρέχῃς, ὅπως ἐγὼ πάθοιμι, καὶ τοῖς ἀφεικόσιν ἐγκαλῇς ὡς ἐξηπατημένοις καὶ λύῃς τὴν χάριν καὶ τὸ σαυτοῦ θεραπεύῃς ἡδὺ καὶ τοὐμὸν διαφθείρῃς συμφέρον, ταῦτα δὲ οὐ δέχεται τὸ τοῦ φιλοῦντος πρόσρημα.

[2] καὶ δέδοικα δὴ μή σοι διαβάλλῃ τὸν τρόπον, καίτοι Κλημάτιος ἐν ἐπαίνῳ τῷ περὶ σοῦ ταύτην ἀπήγγειλε τὴν σπουδήν, κατήγορος δὲ ὢν οὐκ ἠπίστατο.

[3]

δεικνύντος δέ μου ὅτι τὰ ἀδικήματα θαυμάζοι, κάλει φησίν, ὅ τι ταῦτα ἐθέλεις· ὡς ἡμῖν γε ἀρέσκει καὶ πεπράξεται. καὶ ἐμοὶ τοίνυν ἔφην ἐξέστω μὴ νομίζειν ἡμᾶς φίλους μηδὲ εἰς ταὐτὸν ἰέναι. ταῦτα ἀκούσας ἔφη λήξειν.

[4] παῦσαι δὴ καὶ σὺ τῆς φιλονεικίας καὶ φρόνησον Ἑλληνικόν τι. πρέποι δ' ἂν ἥκοντος Ὀλυμπίου τοῦ φέροντος ὑμῖν ἐπὶ τῆς ψυχῆς πάντα τὰ Ἑλλήνων καλά.

[412]

Λεωνᾷ.

[1]    Τό τε πολὺν σιγῆσαι χρόνον καὶ τὸ νῦν ἐπιστεῖλαι λόγον ἐστὶν ἔχον ἀμφότερα· τὸ μὲν γὰρ ὑπ' ἀθυμίας ἐγίνετο, ἣν τὸ μὴ λαβεῖν σου γράμματα ἐποίει, τὴν σιγὴν δὲ ἔλυε τὸ λίαν ἐπιθυμεῖν ‹εἰ μὴ› ἄλλην, ταύτην γέ σοι συγγενέσθαι τὴν συνουσίαν· πρὸς δὲ καὶ ἀνδρὸς ὡς ὑμᾶς ἰόντος ἐπισταμένου λέγειν μὴ καὶ αὐτὸν εἰπεῖν τι δι' αὐτοῦ τῶν ἀτόπων ἐδόκει.

[2] λέγω τοίνυν ὅτι πρῶτον μὲν καλῶς ποιεῖς ἀγαθὸς ὤν, ἔπειθ' ὡς ὧν ἐπιτηδεύεις καλῶν ἐπαινέτην ἔχεις Ὀλύμπιον, ἄνδρα καὶ ῥήτορα δεινὸν καὶ φιλόσοφον ἄκρον βοηθοῦντα ψυχαῖς οὐ μεῖον ἢ σώμασιν ἀπὸ τῶν φαρμάκων.

[3] ἀνὴρ δὲ τοιοῦτος ἐπαινέτης ἀνδρὶ σώφρονι τιμιώτερον τῶν Γύγου χρημάτων. ἐπεὶ καὶ αὐτῷ μοι χρήματα μὲν οὐκ ἔστιν, ἡ δὲ παρὰ τοῦδε ψῆφος, καὶ οἶμαι κατὰ τοῦτο τῶν πολυχρύσων εὐδαιμονέστερος εἶναι.

[4] ἢν οὖν τι φροντίζῃς περὶ ἡμῶν, σύγγνωθί τε ἐραστῇ καὶ συλλαβοῦ. καὶ ὅ τι ἂν εὖ ποιήσῃς, δήλωσον γράμμασι τὸ ἔργον· ὡς οὐχ ἥττων ἡ χάρις ἐν τῷ δευτέρῳ.

[413]

Ἰταλικιανῷ.

[1]    Οἶδ' ὅτι σε εὐφραίνει γράμμα ἐμόν. σὺ γὰρ ἐκεῖνος ὁ πετόμενος μέν, ὅπως ἂν ἡμῶν ἀκούσαις, πετόμενος δὲ αὖθις ὑπὸ τῶν λόγων ἐν τῷ συλλόγῳ, καὶ σπεύδων τε ἐπ' ἀκρόασιν καὶ ἐν αὐτῇ πάντα δρῶν.

[2] ἦν οὖν δῆλον ὡς οὐκ ἀτιμάσεις ἐπιστολὴν οὗ τιμᾷς τοὺς λόγους. ἀμείβομαι δέ σε τῷ μέγα φρονεῖν, ὅτι δοκεῖς εἶναι καλὸς Ὀλυμπίῳ τῷ σοφῷ, ὃς βαδίζει μὲν ἐπὶ τοὺς ἀρρωστοῦντας καὶ ἀνίστησι, δέχεται δὲ τοὺς παρ' αὑτὸν ἰόντας ἐπὶ παιδείᾳ καὶ ἐμπίμπλησι. φίλος γε μὴν οὕτω σαφὴς ὥστε κἂν ἐπὶ τὰς Γοργόνας φίλῳ συστρατεύσαι.

[3] ὄψει δὲ αὐτὸν θαυμαστὰ ἐργαζόμενον ἐν τοῖς ὑπὲρ ἡμῶν ἄθλοις, ὧν κοινωνήσεις δήπου, κἂν μηδεὶς ἐπεγείρῃ.

[414]

Ἀρισταινέτῳ.

[1]    Ἀκούω σου κεκρατηκέναι τὴν λύπην καὶ εἶναί σοι περὶ τὸ μνῆμα τὴν διατριβήν. ἐγὼ δὲ ὥσπερ μὴ λυπούμενον ᾐτιώμην ἄν, οὕτω σφόδρα λυπούμενον οὐκ ἐπαινῶ. τὸ μὲν γὰρ οὐ τῆς σῆς φύσεως, τὸ δὲ οὐ τῆς σῆς παιδεύσεως.

[2] εἰ δ' οὖν δεῖ τινος καὶ παρ' ἄλλου παραμυθίας, πληρώσει ταύτην Ὀλύμπιος ἀμφότερα ὢν ἀγαθός, ψυχάς τε καὶ σώματα νοσημάτων ἐλευθεροῦν.

[415]

Σιλανῷ.

[1]    Τὰ μὲν δοκοῦντα παρὰ τοῖς ἀνθρώποις μεγάλα δοῦναί σοι βουληθεὶς οὐκ ἠδυνήθην, τὰ δὲ ὄντα μᾶλλον ἢ δοκοῦντα ‑ ταυτὶ γὰρ δοῦναι δεδύνημαι ‑ δέχου, φίλον ἄνδρα πάσης ἀρετῆς γέμοντα, τὸν θαυμαστὸν Ὀλύμπιον. [416]

Ἀνδρονίκῳ.

[1]    Οὐ δήπου καὶ νῦν με μακρὰν ἀπαιτήσεις ἐπιστολήν· ἐγγὺς γὰρ ὁ τά τε ἐμὰ διδάξων καὶ σοὶ συμβουλεύσων ἃ ποιῶν ἀμείνων ἔσῃ.

[417]

Εὐσεβίῳ.

[1]    Καὶ πρότερον ἐπέσταλκά σοι καὶ νῦν προσαγορεύω. καὶ γράφων γε οὐ παύσομαι πρὶν ἂν πρὸς ἀμοιβὰς ἐκκαλέσωμαι τὴν ἱερὰν κεφαλήν. πάντως δὲ οὐκ ἐπὶ μικροῖς ἄθλοις ἡ σπουδή.

[418]

Παλλαδίῳ.

[1]    Γράμματά σου ποθοῦμεν, σὺ δ' ἡμῖν ἐπιστείλαις ὡς ἔρρωσαί τε καὶ τἄλλα πράττεις κατὰ νοῦν.

[419]

Εὐπάτορι.

[1]    Οἱ παῖδές σου τοὺς πόνους οὓς ὁρίζει τὸ θέρος ἐν τῇ Δάφνῃ διαντλοῦσιν ἡμῶν τοῦτο ἐφιέντων, ὅπως ᾖ τῷ πονεῖν παραμύθιον δένδρα καὶ ὕδατα καὶ αὖραι. ἢν οὖν τις αὐτοὺς διαβάλλῃ τῷ τόπῳ, συκοφάντης δοκείτω τῷ ἔργῳ.

[2] τὴν δ' ἐφ' ἑκατέρῳ γνώμην ἐμὴν ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρεῖ, δι' ὃν εὐδαίμονα σέ τε ἡγοῦμαι καὶ τοὺς υἱεῖς. τῷ γὰρ ἀρίστῳ τῶν ἐπὶ γῆς Ὀλυμπίῳ τῆς σῆς οἰκίας μέλει.

[420]

Συγκλητίῳ.

[1]    Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγενής ἐστι Βοηθός. τῷ δ' αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν.

[2] τὸν μὲν οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποιοῦμεν, τὸν δὲ πρεσβύτερον παρ' ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.

[421]

Ἐλπιδίῳ.

[1]    Ἐγώ σε ᾤμην εὐθὺς ἀκούσαντα παρ' ἡμῖν εἶναι τὸν ἄρχοντα καὶ αὐτὸν ἔσεσθαι παρ' ἡμῖν· οἷς τε γὰρ ἤχθου μεγάλα ἦν καὶ ταῦτα ἔδει λυθῆναι καὶ ἄλλως οὐκ ἦν. σὺ δὲ οὔτε ἀφῖξαι τοῦ τε μὴ ἥκειν τὴν αἰτίαν οὐκ ἐδήλωσας.

[2] εἰ μὲν οὖν τι καλὸν τίθῃ μένειν, οὗ μένοντα ἀπολαύειν ἔνι, μένε ἀγαθῇ τύχῃ καὶ ἐμφοροῦ, πάντως τῷ γε εὐφραίνεσθαι πλέον ἡμᾶς εὐφραίνεις ἢ τῷ μὴ παρεῖναι λυπεῖς· εἰ δὲ ὄκνῳ τῆς πορείας κάθησαι, ὅρα μὴ τὸ ἡδύ σοι τοῦτο ἀηδίαν τέκῃ.

[422]

Ἀπριγγίῳ.

[1]    Σὺ μὲν ἐν ἀγροῖς ἔτι καὶ βιβλίοις, ἡ Τύχη δέ σε καλεῖ πρὸς τὸ βῆμα καὶ δίκας. ἧκε δὴ τοῦτο δράσων, ἐφ' ᾧπερ ἐπόνεις, καὶ πορεύου τὴν πατρῴαν ὁδὸν τέτταρα ἔχων εἰς τὸ θαρρεῖν, τοὺς λόγους, εὔνοιαν ἄρχοντος, τοκέα διδάσκαλον, ἡμετέρας εὐχάς.

[423]

Ἀνατολίῳ.

[1]    Πολλὰ κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἓν ἔχω παραμύθιον τὰς ἐλπίδας τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἢ ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς δὲ πράγμασι σωτηρία.

[2] ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ τε σῇ καὶ τῷ τὸν βασιλέα δι' ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν.

[3] ἀλλ' ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ καλόν τινα τοῦτον δρασμὸν μελετᾷς. εἰ γὰρ καὶ χρῆν γενέσθαι δραπέτην, ἤδη γέγονας ἀπὸ τῆς Ῥώμης δραπετεύσας.

[424]

Βακχίῳ.

[1]    Σὺ τῶν ἐμῶν κύριος βραδέως τε ἀποδοῦναι καὶ κατασχεῖν, εἰ βούλοιο. ὃ δὲ καὶ πρὸς παρόντα ἔφην, οἴεσθαι μέν σε κάλλος ἐνεῖναι τοῖς ἐμοῖς πιστεύω· δέδοικα μέντοι μή σοι τοῦτο τὴν χείρω δόξαν ἐνέγκῃ. ἐγὼ μὲν γὰρ οὐδὲν ἱερόν, οἱ δὲ πίθηκοι πιθηκίζοντες τὰ αὑτῶν ποιοῦσι.

[2] μὴ τοίνυν αὐτοὺς μεμφώμεθα.

[425]

Ἀσκληπιῷ.

[1]    Ἐφρόντιζον, ἐπειδὴ ἐνθένδε ἀπῆρας, ὅπως ἡμῖν περιέσῃ τῶν πραγμάτων, οὐ σοῦ τινα ἀσθένειαν καταγνούς, ἀλλ' ἐκείνοις ἐνορῶν μοχθηρίαν. ἀτεχνῶς γὰρ εἰς χειμῶνα τὸ σκάφος ἀφῆκας. ἀλλά τοι τοῦτό σε αὐτὸ καὶ ποιείτω ἄρχοντα ἀγαθὸν τὸ μείζω σοι λόγον ἀπὸ τῆς δυσκολίας ἔσεσθαι.

[2] καὶ δῆτά μοι δοκεῖς ἤδη τοῦ μεγίστου τυγχάνειν. ὃς γὰρ ἄριστός ἐστι τῶν παρ' ὑμῖν, οὗτός ἐστί σοι φίλος ἀπὸ τοῦ θαυμάζειν εἰς τὸ φιλεῖν ἐλθών. Εὐτόλμιος γὰρ ἐλθὼν εἰς τὴν πόλιν εὐθὺς εἰσῆλθεν ὡς ἐμὲ παλαιὸν ἑταῖρον διώκων.

[3] καὶ οὔτ' ἐγώ τι πρότερον ἠρόμην ἢ ὅστις εἴης ἐπὶ τῆς ἀρχῆς αὐτός τε οἷς ἀπεκρίνατο δῆλος ἦν οὐκ ἂν ἡδέως ἕτερα πρὸ τούτων ἐρωτηθείς. καὶ ἐπῄνει τε τὴν πρᾳότητα καὶ ἐδεδοίκει τοῦθ' ὅπερ ἡμεῖς, τὴν ἀπορίαν, καὶ συνεύχετο ῥᾳστώνην καὶ ὅλως ἐῴκει κατὰ τὴν γνώμην πατρὶ τρέφοντι φροντίδας ὑπὲρ υἱέος.

[4] παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμπεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν· ὡς ἀμφοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν.

[5] νῦν μὲν οὖν μαθητής τε ἡμέτερος εἶναι φῂς καὶ λόγων ὀφείλειν χάριτας, Εὐτολμίῳ δὲ χρησάμενος ἔργα φήσεις πρὸς τοῖς λόγοις ὀφείλειν. εἴη δέ σε τῆς μὲν φρονήσεως αὐτοῦ πεῖραν ἐν τοῖς σοῖς λαμβάνειν, τῆς διατριβῆς δὲ ἐν ἄλλων σώμασιν. [426] [t]

......

[1]    Ἆρ' οἶσθα ὅτι καὶ τοῦτό σοι πολλὴν εὐφημίαν ἔχει τοὺς ἐν λόγοις ἡμᾶς τῷ περὶ τὰ ὅπλα σοὶ θαρρεῖν ἐπιστέλλειν; σημεῖον γὰρ οἶμαι τοῦτο τοῦ χαλεπὸν μὲν τοῖς πολεμίοις, ἥμερον δὲ πρὸς τοὺς οἰκείους εἶναι, τοῦτο δὴ τὸ πάλαι ὑμνούμενον, ὅτι χρὴ τὸν ἅπερ σὺ μέτει, καὶ ταῦτα κἀκεῖνα ἀγαθὸν εἶναι.

[2] τοὺς μὲν γὰρ ἄλλους στρατηγοὺς πόρρωθέν τε ὁρῶμεν κἂν εἰς ἡμᾶς βλέψωσι, φεύγομεν· σοὶ δὲ ἥδιον ἢ τοῖς γονεῦσι πρόσιμεν κἂν ἀπίῃς, ἀλγοῦμεν. αἴτιον δὲ ὅτι πεπαίδευσαι μετὰ τῶν τακτικῶν τὰ Μουσῶν, ὧν τὸ μὲν νικᾶν ἐν πολέμοις παρέχει, τὸ δὲ νικᾶν τε ἐκεῖ καὶ πρᾷον εἶναι τούτοις ὑπὲρ ὧν πολεμεῖς.

[3] εἴη ἂν οὖν ἐν τρόπῳ σοι καὶ τὸ Διονυσίῳ τούτῳ χεῖρα ὀρέξαι, ὃς ὀρφανὸς μὲν ἐγένετο λῃστῶν αὐτῷ τὸν πατέρα ἀποκτεινάντων, διὰ δὲ τὴν συμφορὰν φυγὼν πολλὰ μὲν ἀπώλεσεν οἴκοι διαρπασθείσης αὐτῷ τῆς οὐσίας, λόγοις δὲ ἐπέθετο καὶ ταῦτα ἐν ἀπορίᾳ.

[4] καιρὸς δὲ αὐτῷ νῦν κομίσασθαί τι τῶν πατρῴων, ἐπειδὴ σὺ τῶν πραγμάτων κύριος. τήν τε οὖν δυστυχίαν ἐλεήσας τοῦ νέου καὶ τὴν ἐπιθυμίαν θαυμάσας λῦσον αὐτῷ τὴν πενίαν τῇ βοηθείᾳ. [427] [t]

Ἀρισταινέτῳ.

[1]    Οἷον πρᾶγμα νῦν λήψεται τὴν ἀρχὴν δίκαιον ὂν ἀρχαῖον εἶναι· νῦν Σπεκτάτος Ἀρισταινέτῳ ξένος ἔσται. πρὸ τοῦδε οὐ σφόδρα, ταχὺ δὲ ὑμῖν ἐκ τοῦ κέρδους ἡ ζημία φαίνεται καὶ θαυμάζοντες ἀλλήλους τὸν προειμένον αἰτιάσεσθε χρόνον.

[2] ἃ μὲν οὖν οὗτος ἤκουσε περὶ σοῦ, τοιαῦτά ἐστιν, ὥστε ἐρῶν ἔρχεται· ἃ δὲ εὑρήσεις ἐν τούτῳ σύ, τοιαῦτά ἐστιν, ὥστ' ἀπιόντος οὐκ οἴσεις.

[3] ἄξιον δὲ τὴν ἀρχὴν τῆς πρὸς τὸν ἄνδρα φιλίας πέρας σοι γενέσθαι τῆς λύπης, ἣν ἐπὶ τῇ γυναικὶ τρέφεις. τὸ μὲν γὰρ Ἡρακλέους οὐ ποιήσει ‑ οἶμαι δέ, οὐδ' Ἡρακλῆς ἐποίησεν, ἀλλ' ἡ Ἄλκηστις ἀνιοῦσα μῦθός ἐστιν ‑ ὅση δὲ ἀνθρώπῳ δύναμις, εἰς παραμυθίαν οὐδὲν ἐλλείψει.

[428]

Ἑορτίῳ.

[1]    Περιεργάζομαι μὲν ἴσως πατέρα παρακαλῶν ἐπιμελεῖσθαι παιδὸς ἀμελεῖν ἐγνωκότα, δακρύοντα δὲ ἰδὼν Θεμίστιον μᾶλλον ἐδεξάμην ἐκεῖνο δόξαι ἢ τοῦτο παριδεῖν.

[2] ἔλεγε τοίνυν τραχὺ μὲν οὐδέν, ὡς δὲ λήθη σέ τις αὑτοῦ λάβοι, ἐγὼ δέ, εἰ μὲν ἠπόρεις, ἠξίουν ἄν σε παρὰ τῶν φίλων ἀγείροντα τῷ παιδὶ βοηθεῖν· ἐπεὶ δὲ εὖ ποιῶν ἐν πρώτοις εἶ τῶν εὐπόρων, παραινῶ τι τῶν ὄντων εἰς τὸ τῶν ὄντων σοι τιμιώτατον ἀναλῶσαι.

[3]

ἴσως μὲν γὰρ οὐδὲ πεῖνα σφόδρα νέῳ χρήσιμον, ἔστι δὲ νῦν οὐ περὶ τῆς γαστρὸς ὁ λόγος, ἀλλ' ὅπως ᾖ τῷ νεανίσκῳ βιβλία· ὧν ἀπόντων ὅμοιος ἔσται τῷ πειρωμένῳ τοξεύειν ἄνευ τόξου μανθάνειν.

[429]

Φιλίππῳ.

[1]    Φίλου μὲν τὸ τὰ τοιαῦτα ἀκούσαντα ἀλγῆσαι καὶ ἐπιστεῖλαι, ἀγαθοῦ δὲ καὶ κατὰ σὲ τὸ μετὰ Μουσῶν ἐπιστεῖλαι. ὁ δὲ σοὶ ταῦτα ἀγγείλας ἢ ῥᾳδίως περὶ ὧν οἶδεν οὐδὲν ὡς εἰδὼς τολμᾷ λέγειν ἢ τοῦτο μὲν οὐχί, σοὶ δὲ ἐχθρός ἐστι καὶ ἐμοί.

[2] καὶ ταῦτα ἔπλαττεν ἐπὶ ψόγῳ μὲν ἐμῷ, σῇ δὲ λύπῃ. μᾶλλον δέ, ἐχθροῦ μὲν ἡ γνώμη, τὸ δὲ ἔργον φίλου. τὸ γὰρ σοὶ μὲν δοῦναι τοιαύτην ἐπιστολὴν συνθεῖναι, καλὴν δὲ οὕτως ἐλθεῖν ἐπιστολὴν ἐμοὶ σφόδρα ἀμφοῖν κηδομένου.

[3] τὰ δὲ ἡμέτερα ὧδε ἕστηκεν· οἱ πρὶν ἡμᾶς ἥκειν ἀνθοῦντες ἀπηνθήκασιν, φθόνος δ' ἀνέφυ οὐδείς. τὸ δὲ μὴ πρὸς κέντρα καὶ μάλα ἴσασι. Κύκλωψ δὲ ἐκεῖνος καὶ Σκύλλα μέχρι τοῦ πορθμοῦ Σικελίας. χαῖρε τοίνυν καὶ τὴν παροιμίαν ἀφεὶς συνήδου.

[430]

Ἀρισταινέτῳ.

[1]    Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτῇ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο.

[2] σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις, αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν.

[3] ἀλλ' ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ' ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυγον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἢ παρ' ἐκείνοις ὑγιέστερον εἶναι Κρότωνος.

[4] τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κεφαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλ' ἐκεῖ τε μένει καὶ τούτους ἐπείληφεν.

[5] ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη, παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ ἰατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον. καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι οὐκ ἀνεχόμενοι.

[6] θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Κληματίου παρουσίαν. ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο.

[7] ἔπειθ' ὁ μὲν ὑπὲρ τὸν Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν, ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφ' ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, αἳ τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον.

[8] ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν· οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν ἀρχαίων, χρηστόν τι προλέγων.

[9] τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετ' ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλ' οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετ' ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ' οὐκ Ἀρισταινέτῳ γε παραπλήσιος οὗτος προσετίθετο ἄν.

[10] ὡς δὲ ἐγένετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις συνεῖναι θαῦμα ἦν ἅτερος ἐπ' ἀγορᾶς ὁρώμενος, καί τινα σκώμματα ὑπεμένομεν ὡς ἂν ἐξ ἀλλήλων ἠρτημένω.

[11] τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώμης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἂν ποιοίης. ὃς εἰς τοῦτο ἥκει τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς ‹φάσκουσιν› ἀριθμεῖται.

[12] Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμασεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος. καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγαθοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ' εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο.

[13] τοῦτο δὲ ἡμῖν ἐντιμότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέγραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμενος ὑγιαίνειν ἔσθ' ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετ' ἂν ὑπὸ τῶν βιβλίων, ἀσθενοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος.

[14] σὺ δ' αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἕως ἂν πάντα ἀκούσῃς ‑ ὡς πολλήν γε κομίζει διήγησιν ‑ ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν ὑπὲρ τῆς ἀκοῆς. [431] [t]

Ἀκακίῳ.

[1]    Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πεῖρα προσενήνεκται πάντα μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Στρατήγιος ἀκούσας εἶναί σοι δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλείπειν.

[2]

ἀλλ' ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφ' ἧς ἂν μὴ πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδ' οὕτω λέλυται. καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκοπουμένοις ἐφάνη λοιπόν.

[432]

Ἀνδρονίκῳ.

[1]    Ὤιμην σε πεπαυκέναι τῆς κατηγορίας, ἣν ὅτι σοι βραχέα γράφω κατηγόρεις, σὺ δὲ ἔχῃ τῆς γραφῆς καὶ κατὰ τοὺς ἄγαν συκοφάντας οὐκ αὐτὸ μόνον ἐγκαλεῖς, τὴν βραχυλογίαν, ἀλλ' ἐποίησας αὐτὴν καὶ ἕτερον ἔγκλημα τεκεῖν σημεῖον εἶναι ταύτην λέγων τοῦ καὶ τὴν φιλίαν μοι τὴν πρὸς σὲ κεκινῆσθαι.

[2]

φέρε δή, πρὸς Διός, εἴ τῳ τῶν πάνυ σοι δυσμενῶν ἐπέλθοι πέμψαι σοι μακρὰν ἐπιστολήν, τὸ μῆκος τοῦτο λύσιν τῆς δυσμενείας θήσῃ, κἂν τἄλλα πάσχῃς κακῶς, ἢ τοῖς ἔργοις αὐτοῦ κρινεῖς τὸν τρόπον, τὰ γράμματα δὲ χλευασίαν οἰήσῃ; ὥσπερ γάρ, ὦ 'γαθέ, μῆκος ἐπιστολῆς οὐ φιλίας ἔργον, οὕτως οὐδὲ βραχύτης σημεῖον ἔχθρας.

[3] σὺ δὲ καὶ τοῦ μήπω σοι τὸν ἄνδρα ἐκεῖνον διηλλάχθαι προθύμως ἡμᾶς αἰτιᾷ κἀνταῦθα συκοφαντῶν. οὔτε γὰρ ἐγὼ λέγων οὔτ' ἐκεῖνος πέπαυται τῆς ὀργῆς. αἴτιος δὲ σὺ οὐκ ἀδικήσας μὲν αὐτὸν ἅπερ ἐνομίσθης πρότερον, ὀλιγωρήσας δὲ τοῦ τὴν ὑποψίαν ἀνελεῖν. ὁ δὲ τότε μὲν ὑπεριδών, νῦν δὲ ἀπολογούμενος τότε μὲν αὑτοῦ κατεγνωκέναι δοκεῖ, νῦν δὲ τὴν ἀρχὴν κολακεύειν.

[4] ὁ δὲ Ἀγαμέμνων τά τε ἄλλα ἦν, ὡς ἔοικεν, ἀγαθὸς καὶ ὅτι τὸν Ὀδυσσέα παρ' Ἀχιλλέως ἥκοντα οὐ πεπεικότα καὶ τοῦτο ὁμολογοῦντα οὐδαμοῦ μέμφεται τῶν ἐπῶν, ὡς οὐ βουληθείη σύμμαχον αὑτῷ τὸν ἀχθόμενον ἀγαγεῖν.

[5] ὑμεῖς δέ, ὅ τι ἂν μὴ οὗτος ἐνδῷ, μέμφεσθε τὸν πρεσβευτήν. ὃν οὐκ ἐᾷ πιθανὸν εἶναι Κλεομένης ὑπὸ σοῦ θεραπευόμενος. σὺ δ' οἴει μετὰ τοῦ δακτυλίου τοῦ Γύγου πάντα δρῶν λανθάνειν, τὰ δὲ ἐν μέσῳ τε τῆς οἰκουμένης καὶ μέσῃ τῇ πόλει καὶ ταύτῃ μεγάλῃ γίνεται καὶ ὅθεν ἕτοιμον ἀρθῆναι φήμην.

[6] εἰ δὲ οὐκέτι ταῦτα ποιεῖς, ἀλλ' ἐποίεις γε. καὶ δοκεῖς αὐτὸς μὲν ἔτι τούτων ἐπιθυμεῖν, ὕβρει δὲ Κλεομένους ἐκβεβλῆσθαι καὶ δεῖν ἐκεῖνον σοὶ δοῦναι δίκην, οὐ σὲ παρ' αὐτῷ εὐδοκιμεῖν.

[7] ἀλλὰ τὴν μὲν δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν.

[8] ἀρχέτω μὲν ὁ βουλόμενος παρ' ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βασιλεὺς δὲ γράφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα· κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώματι τὸ ἡσυχάζειν.

[9] Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν, καὶ ἀπαγγεῖλαι δύναιτ' ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε καὶ ποικίλα.

[433]

Σιλανῷ.

[1]    Πρότερον μέν σοι γράφων ὡς οὐ πολλή μοι παρὰ τῷ Διονυσίῳ δύναμις, ἴσως ἂν ἠπιστούμην καὶ διὰ τοῦτο οὐκ ἔγραφον, νῦν δὲ καιρὸς ἂν εἴη τὴν ἀσθένειαν ὁμολογεῖν. Κλημάτιος γὰρ ὡς οὐ ψεύδομαι πείσει.

[2] ἴσθι τοίνυν ὡς οὔτε τὰ ἐμαυτοῦ βελτίω πεποίηκα τῶν τε φίλων ὅσοι δι' ἡμῶν ἐβουλήθησάν του τυχεῖν, ἔγνωσαν οὐχ ἣν ἐχρῆν, ἐλθόντες δὲ ἑτέραν· ὡς ἑνὸς μετέχω μόνου τοῦ προσειπεῖν.

[3] εἰ μὲν οὖν οὔσης μοι δυνάμεως οὐκ ἀπέλαυες, ἠδίκουν ἄν· ἀδυνατοῦντι δὲ συγγνώμην ἔχειν. ὧν δ' ἐγὼ κύριος, καὶ σύ. καὶ τὴν μὲν ἐν λαμπροτέρῳ σχήματι πορείαν ἄφες, οὐ γὰρ τῆς σῆς ψυχῆς ἄξιον τὰ τοιαῦτα θηρεύειν, ἐλθὼν δὲ ὅπως ἂν ἐξῇ, δοκίμαζέ μου τὴν γνώμην, εἴγε μέμνηται τῶν πτερῶν.

[4] πτερὰ δὲ ἐνταῦθα πλείω καὶ οἱ τὰ σὰ θαυμασόμενοι πλῆθος. δεῖ δὲ καὶ νόμων διδασκάλου τοῖς νέοις. σὲ δὲ τοῦτο ἀναμένει κεκωλυκότων ἡμῶν ἕτερον ἐπιστῆναι τῷ πράγματι.

[434]

Θεμιστίῳ.

[1]    Συνήσθην φιλοσοφίᾳ τε καὶ τῷ βασιλεῖ· τῷ μέν, ὅτι τὸ κάλλιστον ὧν ἔδοσαν ἀνθρώπῳ θεοὶ τιμᾶν ἐπίσταται· τῇ δ', ὅτι καὶ παρὰ τῶν ἐν ἐξουσίαις θαυμάζεται. σοὶ δ' ἂν ἔχοι χάριν αὐτή τε καὶ ἐκεῖνος· σὺ γὰρ ἀμφοῖν αἴτιος τούτων τυχεῖν.

[2]

ἐγὼ δὲ καὶ πρὶν ἐπιστεῖλαί σε πρὸς ἐμὲ ταῦτα ᾔδειν ἐκ τῶν πρὸς τὸν ἄριστον ἡκόντων Στρατήγιον γραμμάτων. ἔδωκε γὰρ ἅ τε σὺ πρὸς αὐτὸν καὶ ἃ περὶ σοῦ πρὸς τὴν βουλὴν ὁ πάντα ἀγαθὸς ἔγραψε βασιλεύς. ἃ δὴ δι' ἑρμηνέως ὅ τι εἴη μαθόντες ὑπερεχαίρομεν. ἐγένετο δὲ καὶ τούτων τῶν γραμμάτων πρεσβυτέρα φήμη καὶ οὐκ ἠπιστήθη, ταχὺ δὲ προσετέθη καὶ τὰ γράμματα.

[3] κάλλιστον δὲ τῶν πεπραγμένων τὸ δι' ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ τὸ κέρδος φέροντα ἐμμελῶς διώσασθαι. τοῦτο γὰρ ἦν αὐτόν τε τιμῆσαι καὶ τὸ δικαίως ὑπ' ἐκείνου τετιμῆσθαι δεῖξαι.

[4] τὸ δ' ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἂν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμβουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὐωρία, τὸ δὲ παρ' ὑμῖν διδάσκειν λόγους ἀρχὴ Σκυρία.

[435]

Ἰοβιανῷ.

[1]    Ἔτι μέμνησαι ἡμῶν εἰς Ῥώμην ἀπηρκὼς καὶ θεώμενος οἷα οὐ πρότερον πείθων τε σαυτὸν ὡς οὐκ ἔστι γῆ αὕτη, ἀλλ' οὐρανοῦ μοῖρά τις; ἡμᾶς μὲν γὰρ σοῦ μεμνῆσθαι θαυμαστὸν οὐδέν· ἐν γὰρ τοῖς ἀρχαίοις ἡμεῖς καὶ οὐδενὶ καινῷ καταφρονοῖμεν ἂν τῶν φίλων.

[2] ἀλλ' ἴσως οὐκ ὀρθῶς ἠρόμην. σὺ γὰρ οὐδ' εἰ τοῦ Ὀλύμπου κοινωνήσαις τοῖς θεοῖς, οὐκ ἔσθ' ὅπως ἐπιλήσῃ τοῦ ἐρωμένου. μὴ θαυμάσῃς δὲ εἰ σὸν ἔφην ἐρώμενον ἐμαυτόν, νέου πρεσβύτερον.

[3] ἐρᾷς γάρ, καὶ τὸ πραττόμενον εἴρηται, καὶ ἅμα παλαιὸν τοῦτό γε καὶ περὶ Σωκράτη συμβάν. ἤρα γὰρ τὰ μειράκια τοῦ γέροντος.

[4] ἔχεις δὲ καὶ κοινωνὸν τοῦ πάθους Κλημάτιον τουτονὶ δεινῶς ὑπὸ τοῦ θεοῦ κεκρατημένον καὶ οὐδὲν οὔτε λέγειν οὔτ' ἀκούειν ἀνεχόμενον πλὴν ὅ τι εἰς ἐμὲ φέροι.

[5] τοῦτον ἥκοντα μὲν εὐθὺς εἰς τὸ βουλευτήριον εἰσήγομεν ἐπ' ἀκρόασιν, καὶ ἦν τοῦτο Κληματίῳ μεῖζον ἢ στρατοπέδων ἄρξαι, μικρὸν δὲ ὕστερον ἀρρωστήσας μόνην εἶχον τὸν ἄνδρα παραψυχήν, καὶ διὰ τοῦτον οὐκ ἐπέκλυσε τὴν ψυχὴν λύπη, παρών τε γὰρ ἐκούφιζε καὶ ἀπόντος ἡ τῆς παρουσίας ἐλπὶς ἤρκει βοηθεῖν.

[6] ἐπεὶ δὲ ἀνέστην, ἵππος μὲν ἦν ἑκατέρῳ, ἐφερόμεθα δέ, εἴ ποι δεήσειεν, ἀλλήλων ἐχόμενοι, παρὰ τοὺς ἄρχοντας, ἐπὶ λουτρὰ τά τε ἐν τῇ πόλει καὶ τὸ πρὸ τῆς πόλεως, ἀκούεις ἐκεῖνο τὸ μέγα καὶ καλόν, ᾧ Δατιανὸς τὴν ἡμετέραν ἐκόσμησε.

[7] τῶν δὲ ὁρώντων ἐνίους ἤδη καὶ φθόνος εἰσῄει· ὦ Ἡράκλεις, οὗτοι τὸν Ἡρακλέα καὶ τὸν Θησέα τῇ πρὸς ἀλλήλους φιλίᾳ παρελθεῖν ἀξιοῦσι. τούτους ὅρκος ἰδίᾳ κωλύει λαλεῖν.

[8]

ἤδη δέ ποτε ὁ μὲν ὡς Στρατήγιον εἰσῆλθεν, ἐγὼ δὲ οὔ. καὶ ὃς ἐξεπλάγη τε καὶ ἤρετο ποῦ δέ σου τὸ ἥμισυ; καὶ πάλιν ἔφθην ἐγὼ τοῦτον, καὶ ταὐτὸ θαῦμα καὶ ταὐτὸ ἐρώτημα.

[9] τῶν Κληματίου δὲ κάλλιστον τὸ πάντας μὲν εὖ πεποιηκέναι τοὺς τῇδε, χάριν δὲ ἀπαιτῆσαι μηδένα. οἶσθα γὰρ ὡς, ἡνίκα ἦν τῷ χρηστῷ Παλλαδίῳ συνεργός, πᾶν λυπηρὸν τοῖς ἐμοῖς πολίταις ἐκ τῆς τοῦδε γνώμης ἐκωλύετο, ὧν οἱ μὲν ἠξίουν μεμνῆσθαι, τῷ δὲ ἐδόκει πρέπειν ἐπιλελῆσθαι. καὶ διὰ τοῦτ' ἄρα τοὺς τόπους ἔφευγεν, ἐν οἷς ἐπιεικῶς οἱ σύλλογοι, τοῦ μὴ ἐρυθριᾶν ἐπαινούμενος.

[10] τούτου δὲ ἐκεῖνο σεμνότερον τὸ μηδὲ παρὰ τῶν ἀρχόντων οἴκαδε κέρδος ἐνέγκασθαι, καίτοι οὐκ ἐνοχλήσαντα ἔχειν ἔδει, ἀλλὰ καὶ δοῦναι δεομένων μὴ ἀτιμάσαι. ὁ δ' ἔοικε μᾶλλον δύνασθαι λιμὸν ἐνεγκεῖν ἢ λαβεῖν ὅθεν οὐ πάνυ καλόν. καὶ μάλιστα ὧν ἴσμεν τὸ μὴ κερδαίνειν κέρδος ἡγεῖται.

[11] τοιοῦτος δὲ ὢν αὑτοῦ σὲ βελτίω τίθησι καὶ παῖδας αὑτῷ σοὶ γενέσθαι προσομοίους εὔχεται. καὶ τοσοῦτόν ἐστι τὸ φίλτρον, ὥστ', εἴ τις αὐτὸν ἔροιτο θεῶν· ὦ Κλημάτιε, δέδοκται ἡμῖν ἀθανασίας σοι μεταδοῦναι, ἀλλ' ὑφορώμεθά γε μὴ τυχὼν εἶτα καὶ ἄλλῳ δοῦναι δεηθῇς· εἰ οὖν ἀπόχρη σοι μόνῳ λαβεῖν, ἀποκρίνου, δοκεῖ οὖν μοι ταῦτ' ἂν ἀκούσας, εἰ μὴ μετὰ σοῦ τοῦτο ἐξείη λαβεῖν, μηδ' ἂν αὐτὸς ἐθελῆσαι λαβεῖν.

[12] οὕτως ἡμῖν ἀνήρτησαι τὸν καλὸν Κλημάτιον, καὶ ὁμολογῶν ὅτι σοι δέδωκεν αὑτόν, ἀγάλλεται. συνελθόντες δὲ ὅπως ‹μὴ› κινήσετε τὸν βασιλέα τὰ συνήθη ταῦτα· ὁ σοφιστὴς ἐπανίτω, μὴ μελλέτω, ἐκεῖ μὴ ἔστω, ἐν Θρᾴκῃ ἔστω.

[13] γελᾶτε, ὦ βίαιοι, πρὸς τὰ ῥήματα, ἀλλ' ἐγὼ κλαίω, εἴ με δεήσει διὰ φίλων φιλονεικίαν φεύγοντα ψῦχος εἰς βόρβορον ἐμπεσεῖν. ὅ τι δὲ ὁ βόρβορός μοι νοεῖ, Κλημάτιός σε διδάξει. [436] [t]

Βαρβατίωνι.

[1]    Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ἡγούμην ἀπὸ τῆς Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις.

[2] Γεσσίου δέ σοι φοιτῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὐκ ἀδικεῖν οἶμαι ἄλλως τε καὶ Κληματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς ἀλλήλους ἁρμονίαν.

[3] τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστησας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέως τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλπίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προϊὼν οὐδὲν δεήσῃ τροπαίων, οὐδὲ γὰρ μάχης.

[4] ἡμᾶς δὲ οὓς δεῖ κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρ' αὐτῶν τῶν ποιούντων ἃ ποιοῦσιν ἀκούειν καλόν.

[437]

Εὐσεβίῳ.

[1]    Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καί μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀποδίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἵων ἀπολέλαυκε τῶν πηγῶν.

[2] χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπιστέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν, δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα.

[3] εἰ δὲ ψεύδεσθαί με φῄς, ἔλεγξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἴην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι. [438] [t]

Ἀνατολίῳ.

[1]    Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην ‹τὴν› εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἷς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν.

[2] ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν.

[3] πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβούλεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν.

[4] νῦν μὲν οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξουσίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν.

[5] πῶς οὖν αὐτὸς ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ κοινοῦ, συνευξάμην ἄν σοι οἴκοι καθημένῳ κτήμασι τέρπεσθαι καὶ Βηρυτῷ τῇ παγκάλῃ· νῦν δέ, βουλοίμην γὰρ ἂν εὖ πρᾶξαι τὰς πόλεις ἢ σοὶ γενέσθαι καθεύδειν ἐλευθέρῳ φροντίδων, τοῦτο μὲν οὐκ αἰτῶ, νίκην δὲ σοὶ κατὰ παντὸς τοῦ χρόνου πάλιν ἀρχῆς εἰς χεῖρας ἐλθούσης.

[6] αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐνθένδε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὐκ ἔστιν ὅστις οὐχ ἕρμαιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβαλεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.

[7] καίτοι σκόπει, πόσην τινὰ κρίνω συμφορὰν ἐκείνην τὴν ὁδόν, δι' ἣν ἤδη μοι καὶ τὸ νοσεῖν οὐκ ἐχθρόν. αὐτὸ δὴ οὖν τοῦτο λέγων, ὡς τὸ σῶμά μοι διερρύηκε τῶν νεφρῶν πυκναῖς προσβολαῖς τί οὐ παθόντων, πεῖθε μὴ πέμπειν με ἐπὶ ψύχους ὑπερβολάς, ὃ μέγιστον κακὸν ἠσθενηκόσι νεφροῖς, ἐπεὶ καὶ ὅσα τῇδε νενοσήκαμεν, Θρᾳκίους ἰατροί φασιν εἰληφέναι τὰς πληγάς· ὥστε ὁ πέμπων ὡς νέοις συνεσόμενον ἴστω πέμπων ὡς τεθνηξόμενον. [439] [t]

Ὀλυμπίῳ.

[1]    Κεχήναμεν προσδοκῶντες οὐ τὸν Αἰσχύλον, ἀλλὰ γράμματα τὰ σά τε καὶ χρηστοῦ βασιλέως, τὰ μὲν ἄφεσιν διδόντα, τὰ σὰ δὲ ὅτι σοῦ ταῦτα πονοῦντος ἐδόθη δηλοῦντα.

[2] ἴσθι δὲ καὶ δευτέραν ἥκειν ἐκεῖθεν ἐπιστολὴν ταὐτὰ μὲν ἐπιτάττουσαν, μαθεῖν δὲ οὐ παρέχουσαν οὔθ' ὡς νεωτέρα τοῦ ψηφίσματος οὔθ' ὡς προτέρα γένοιτο.

[3] ἀλλὰ σοὶ καὶ ταύτας προσήκει τὰς ἀνάγκας ὥσπερ τὰ νοσήματα λύειν. τὰς μὲν γὰρ συνθήκας ἐγὼ τηρῶ πάντων αὐταῖς ἐπιστρατευσάντων πλὴν δυοῖν, διαστῆναι γὰρ ἃ συνήγαγες οὐ θέμις, σὺ δ' ὅπως ἡμῖν μὴ τηρήσῃς τοὺς φόρους. ἆθλος γὰρ ἐμοὶ μὲν ἔστω τοῦτο φυλάξαι, σοὶ δὲ ἐκεῖνο κινῆσαι.

[4] τὸν δ' ἀγωνοθέτην τῶν Ὀλυμπίων γινώσκεις μεγάλα οὐκ ἐκ μικρῶν οἷον ὄντα λειτουργεῖν, συμμαχία δὲ ἐν τοῖς τοιούτοις φιλόδωρος βασιλεύς. ὅν, πρὸς τοῦ Διός, δεῖξον τοιοῦτον ἐξορμήσας τὴν Δατιανοῦ ψυχὴν εἰς ἐπικουρίαν. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

[440]

Παλλαδίῳ.

[1]    Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή. τοῦτο γὰρ κἂν πρὸς ἄλλους εἴποιμεν.

[2] ἀκούοντες δὲ ὡς ἔρρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίας δεόμενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νοσήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γράφεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας προσάγων.

[3] ἀλλ', ὦ πρᾳότατε, μήτ' ἐμὲ περιίδῃς ἐκ τῆς κλίνης ἀποσπώμενον τῷ τε ἀρίστῳ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνάξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖνον ᾄσαντα.

[4] τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Διὸς τὴν φρένα τέρπειν μᾶλλον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω. [441] [t]

Δατιανῷ.

[1]    Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ με δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγονέναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλ' ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δ' αὖ μεταβολὴν δαίμονι δυσκόλῳ.

[2] καίτοι πρὸς τῶν πόνων, οὓς ἐπόνησας ὑπὲρ Ἑλλήνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην, τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας.

[3] ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθεῖν, ἐλθὼν μὲν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ ζῶντι συνεχῶς.

[4] οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πολιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον εἶναι τρυφῆς.

[5] ἡ Συρία δὲ Μουσῶν ἐργαστήριον πολὺν ἤδη χρόνον δημιουργοῦσα ῥήτορας, ὧν εἷς οὗτος Καλλιόπιος, ᾧ χαίρεις, καὶ πολλὴ πολλαχόθεν νεότης θήγουσά τε παιδευτὴν καὶ αὐτὴ λαμβάνουσα ἐφ' ὅπερ ἥκει. πότερον οὖν βούλει σοι τὸν βουκόλον ἀπορεῖν βοῶν ἢ περὶ συχνὴν ἀγέλην χρῆσθαι τῇ τέχνῃ;

[6] ταῦτ' ἀκούων ἀποκρινεῖται σοῦ μειδιῶντος καὶ ἐν τῷ βλέμματι πρὸς τὸ δεύτερον ἐνάγοντος· βόες ἔστωσαν τῷ βουκόλῳ.

[7] εἰ δέ με οἰήσῃ ῥαψῳδεῖν καὶ μύθους ταῦτα ἡγησάμενος ἀμελήσεις, ἀλλ' ἔγωγε ἀποσπώμενος βοήσομαι ὅτι με τῆς Ἀντιοχείας ἀνέπεισεν ἔχεσθαι Δατιανὸς καὶ τὸ κάλλος, ᾧ Δατιανὸς τὴν πόλιν ἐλάμπρυνε, λουτρὰ τὰ μὲν τετελεσμένα, τὰ δὲ ἀνιόντα, στοὰ τεταμένη τε εἰς μῆκος καὶ εἰς ὥραν ἀνθοῦσα τοσοῦτον ἔχουσα ἐν τῇ πόλει, ὅσον ὁ τοῦ Πέλοπος ὦμος ἐν τῷ σώματι τοῦ Πέλοπος. ὅρα οὖν εἴ σοι λίαν ἀδεὲς ἕλκεσθαί με.

[8] ταύτην μὲν οὖν τὴν παιδιὰν ἵλεως οἶδ' ὅτι δέξῃ, κοινὴν δὲ ἡμῖν ἴσθι πεποιηκὼς ἑορτήν, ἃς Πομπηιανῷ παρέστησας ἐλπίδας. ὁ γὰρ ἀνὴρ οἷος εὖ πράττων πολίτας εὐφραίνειν.

[9] ἦν μὲν γὰρ καὶ ἐκ νέου μέτριος καὶ τὸ ἄλυπος εἶναι μελετῶν, ἐπήσκησε δὲ τὸν τρόπον εἰς σέ τε βλέπων καὶ πειρώμενος αὑτὸν ἄξιον τῆς σῆς διανοίας δεικνύναι. διὸ δὴ καὶ νῦν ὑπὸ κοινῶν εὐχῶν στέλλεται πάντων ἐπιθυμούντων ἔγκαρπον αὐτῷ καταστῆναι τὴν ὁδόν.

[10] εἰ δὲ γένοιτο τῷ μὲν τὰ πατρῷα, ἡ μονὴ δὲ ἐμοί, παιᾶνα εἰς τοὺς αἰτίους ᾀσόμεθα.

[442]

Καλλιοπίῳ.

[1]    Ἧκεν εἰς ἡμᾶς τὰ εἰωθότα· νενίκηκεν ὁ βασιλεὺς καὶ βαρβάρων ἔθνος ἐκκέκοπται. ταύτην δὲ καρπούμενοι τὴν ἡδονὴν τὴν ἑτέραν ἐλπίζομεν. αὕτη δέ ἐστι σὴν ἐπιστολὴν ἐλθεῖν διδαχήν τε ἔχουσαν τῆς μάχης καὶ τοῦ κεκρατηκότος ἐγκώμιον.

[2]

ὡς οὖν μετέωρον ἔχων τὸ θέατρον κήρυττε, ὦ κηρύκων ἄριστε καὶ εὐδαιμονέστατε, γενναίῳ συζῶν ἀθλητῇ. δότω δὲ σοὶ χάριν ἀντὶ τῆς φωνῆς ὁ παλαιστὴς τὸ μένειν ἀτρέμας ἐν δεμνίοις ἐμὲ τὸν οὐδὲν ἔτι δυνάμενον πλὴν τὰ ἑτέρων θαυμάζειν· οὕτω πανταχῶς ἀσθενῶ.

[3] καὶ σὺ δὲ δὸς ἡμῖν χάριν τὸ πρὸς τῷ τι πράττειν ὑπὲρ ἡμῶν καὶ ἐπιστέλλειν. νῦν δὲ πῶς, οἴει, διετέθην, ἡνίκα πρὸς μὲν τὸν θεῖον ἔγραφες ὑπὲρ ἡμῶν, αὐτὸς δὲ ἡμῖν ἐπέστελλες οὐδέν; [443] [t]

Εὐσεβίῳ.

[1]    Εἰ μὲν μικροῦ του ἐπεθύμουν σῶν γραμμάτων, ἐγχειρήσας ἄν, εἶτα οὐ τυχὼν εὐθὺς ἐπεπαύμην· νῦν δὲ ἀεὶ τὰ δεύτερα τῶν προτέρων ἀμείνω διὰ τῆς φήμης σπείρεται καὶ τὸν πόθον ἡμῖν τοῦτο ἐγείρει.

[2] ἔστω οὖν καὶ τοῦτο τῶν σῶν καλῶν τὸ μὴ φθονεῖν γραμμάτων. καὶ γὰρ ἄτοπον ἔργῳ μὲν ὠφελεῖν, λόγῳ δὲ εὐφραίνειν ὀκνεῖν.

[444]

Ἀγησιλάῳ.

[1]    Οἱ πρέσβεις οἵδε τῆς πόλεως ἡμῖν τὰ πρῶτα γένους τε ἕνεκα καὶ τρόπων, εἰσὶ δὲ καὶ τῶν εἰδότων ὡς ὁ σὸς υἱὸς οὐ κατὰ τοὺς πολλοὺς ἐν λόγοις. ὥστ' ἔξεστί σοι καὶ περὶ ἐκείνου τι πυθέσθαι καὶ περὶ ἡμῶν ἀκοῦσαι.

[445]

Ἀρισταινέτῳ.

[1]    Οὐδέν σε διδάσκειν δεῖ περὶ τῶν πρέσβεων· ἄμφω γὰρ οἶσθα, τὸν μέν, ἡνίκα διὰ τῆς ὑμετέρας ἤλαυνε, τὸν δέ, ὅτε ἄχρι τῆς ὑμετέρας ἦλθεν.

[2] ἀλλ' ὅμως ἐκεῖνο προσθείην ἄν· οὐ μικρόν σοι δίκαιον πρὸς αὐτούς· παῖς ἐστιν ἑκατέρῳ παρ' ἡμῖν ἑκάτερος εὐφραίνων ἐλπίσιν. [446] [t]

Ἀνδρονίκῳ.

[1]    Ἂν εἴπῃ τις ἥκειν Ἀνδρονίκου γράμματα, δῆλον ἡμῖν ὡς ἐγκλήματα ἥκει, καὶ συμβαίνει δὴ μὴ ἧττον ἀλγεῖν ἢ χαίρειν, ὅταν ἐπιστέλλῃς. καί μοι δοκεῖς οὐκ ἔχων σαυτὸν ἐξαλλάττειν μίαν ἀεὶ στείχειν καὶ ἢ τῷ μὴ λαβεῖν ἢ τῷ μικρὰν λαβεῖν ἐγκαλεῖν.

[2] εἰ δ' οὖν καὶ λίαν ἀληθῆ μέμφῃ, ἀποδέδοταί σοι πάντα διὰ τῶν πρέσβεων· πολλῶν γὰρ ἐπιστολῶν ἀμείνους αἱ τῶνδε γλῶτται.

[3] Κλεομένην δὲ ὧν οὐκ ἄρχει κακῶς ποιεῖν οὐδὲν θαυμαστόν· καὶ γὰρ ὧν ἄρχει κακῶς ποιεῖ.

[4] σοῦ δὲ ἐθαύμασα λέγοντος ὡς ἀφῄρημαι τῶν παρ' ὑμῖν τιμῶν καὶ ὡς ἀναγκαζοίμην παρ' ὑμᾶς ἐλθεῖν, πλὴν εἰ τοῦτο λέγοις, ὡς τοῖς ἐκεῖσε ἰοῦσιν ἀτιμία πρέπει. τοῦτο δὲ ὀρθῶς ἂν λέγοις.

[447]

Θεμιστίῳ.

[1]    Ὑπῆρξέ σοι καὶ μένοντι τὴν ἡμετέραν ὁρᾶν. δι' οὓς γὰρ ἦν σοι παρ' ἡμᾶς ἄξιον ἐλθεῖν, οἵδε ἥκουσι παρὰ σέ, ὁ μὲν πάλαι σοι φίλος, ὁ δὲ νῦν ἐσόμενος.

[2] τοῖν δὲ ἀνδροῖν τούτοιν ἀμείνων μὲν παρ' ἡμῖν οὐδείς, ἴσοι δὲ οὐ πολλοί· φαίην δ' ἂν ὡς οὐδὲ ἄλλοθι. περὶ δὲ ἡμῶν οὐδὲν ἐρήσῃ τοιοῦτον ὃ φήσουσιν ἀγνοεῖν. [448] [t]

Ἐλπιδίῳ.

[1]    Ἥκεις εἰς τοῦτο τάξεως, οἷ σε ἔμελλον ἄξειν αἱ φρένες ἀγαθαί τε οὖσαι καὶ τὸν τοῦ βασιλέως οὐ λανθάνουσαι νοῦν. ἐμοὶ δὲ καὶ πρόσθεν εὐνοϊκῶς εἶχες, νῦν δ' ἂν καὶ προσθείης τὸ φιλεῖν εἰκότως διὰ τὸ κῆδος.

[2] περὶ δὲ τῶν πρέσβεων ἥδιστα μὲν ἂν ἐπέστελλον, τολμῶ δὲ οὔπω τὰ τοιαῦτα πρὶν παρὰ σοῦ μοι γράμματα ἐλθεῖν.

[449]

Σπεκτάτῳ.

[1]    Κέντρον ἡμῖν ἐναπέθου κινοῦν εἰς τὸ μεμνῆσθαί σου τὸν τρόπον. ἐμοὶ δὲ καὶ Κληματίῳ δάκρυα κατὰ τῶν παρειῶν ἄχρι τῶν πυλῶν ἔρρει. ἔπειτα τὸν μὲν ἔπαυσε τῆς λύπης ὁ τοῦ αὐτίκα σε ὄψεσθαι λογισμός, ἐμὲ δὲ τὸ μετὰ χρηστῆς σε τῆς ἐλπίδος πορεύεσθαι.

[2] τοὺς φόβους δὲ ἡμῖν ὅτι μὲν ἀναιρήσεις οἶδα, προσέστω δὲ καὶ τάχος τῇ χάριτι. δώσει δέ σοι πρὸς τὰς δεήσεις ὁδὸν ἡ τῶν πρέσβεων παρουσία, καὶ συλλήψῃ διὰ μὲν τούτους ἡμῖν, τούτοις δὲ διὰ τὴν πόλιν.

[450]

Παλλαδίῳ.

[1]    Κλημάτιον ὡς εἶδον, ἥσθην τε καὶ οὐκ ἀπῆν ἀνία τῆς ἡδονῆς. ἡδὺ μὲν γὰρ τὸ φίλον ὁρᾶν, τὸ δὲ μὴ σοὶ συνεῖναι τὸν ἄνδρα λυπηρόν. τοὺς γὰρ ταξιάρχους τῆς τῶν στρατηγῶν ἄξιον ἀπολαύειν τύχης.

[2] εἰ μὲν οὖν οὗτος ἠδίκηκέ τι, φράσον, ὅπως αὐτὸν τιμωροίμεθα· εἰ δ' ὁ δεῖνα τὸν ὀπαδὸν ὑπερεῖδεν, ἰασάσθω τὴν ῥᾳθυμίαν εὐεργεσίᾳ.

[451]

Δατιανῷ.

[1]    Πολὺ καλλίων ἡμῖν ἐφάνη Κλημάτιος οὐχὶ ῥητορικὴν ἀπὸ τῆς Ῥώμης, ὥσπερ οἴεται, προσλαβών, ἀλλ' ὅτι τἄλλα πάρεργον ἡγησάμενος ἔργον ἔθετο τῆς σῆς διανοίας ἐπ' ἀμείνοσι μεμνῆσθαι. τὸ γὰρ οὓς προσῆκεν ἐπαινεῖν δι' εὐφημίας ἔχειν τῶν ἐπαινούντων ἀγαθόν, ὥσπερ, οἶμαι, τὸ ψέγειν τοῖς τοῦτο ποιοῦσι κακόν.

[2] ἡγοῦμαι δὲ καὶ πρὸς τὸ μέλλον ἀσφάλειάν τε αὐτῷ τὸ πρᾶγμα καὶ ἐπίδοσιν ἔσεσθαι τῆς σῆς αὐτῷ χειρὸς πανταχοῦ παρούσης καὶ τά τε δυσχερῆ παυούσης καὶ τὰ βελτίω παρεχούσης.

[452]

Ἐλπιδίῳ.

[1]    Κλημάτιος παρ' ὧν μὲν ἤλπισε μέγα τι φησὶ μικρὸν ἔχειν, οὓς δὲ ἐνόμιζεν ἀμελήσειν αὑτοῦ, τούτους εὑρηκέναι συμμάχους.

[2]

σὺ δὲ ἡμῖν τούτων εἶ τῶν δευτέρων. τοιγαροῦν ὃ ποθεῖς ἔχεις, ἐπαίνους παρὰ τῶν Κληματίῳ συνήθων. πολλοὶ δὲ οὗτοι, σὺ δ', εἰ βούλει, προστίθει καὶ ἀγαθοί.

[453]

Ἡρακλειανῷ.

[1]    Εἶδον ἐν τοῖς λόγοις σου τὰ βέλη καὶ οὐκ ἂν φαίην· βάλλ' οὕτως, ἀλλὰ μᾶλλον· πέπαυσο βάλλων. οἶσθα γὰρ ὡς ὁπποῖόν κ' εἴπῃσθα.

[2] ἐμὲ δὲ εἴ τις λέγοι κακῶς, μὴ τοῦτό σοι ποιείτω πόλεμον, ὃ μηδὲ ἡμᾶς ἀλγύνει.

[454]

Φασγανίῳ.

[1]    Ἐρωτᾷς, ὅπως ἔχει μοι τὰ πράγματα, τὸ σὸν δὲ ὅπως σοι σῶμα πέπραγεν, οὐ μηνύεις ὥσπερ οὐ πλείονος οὔσης ἡμῖν ὑπὲρ ἐκείνου φροντίδος ἢ σοὶ περὶ τούτων. ἄκουε δὴ οὖν.

[2] γράμμα οὐδὲν ἥκει μοι φοβερόν, Σπεκτάτος δὲ καὶ χρηστὸν ἐπαγγέλλεται. ὁ δὲ μάργος ἐκεῖνος καὶ τὴν Μεγάλην φθείρων πόλιν ἥν τε ἐκαρπούμην ἐκ τῆς πόλεως τροφὴν εἰς ἑτέρους μετέθηκε γνώμῃ βασιλέως χρησάμενος καὶ χρυσὸν εἰσπράττει δή με πρὸς τὸν ἄρχοντα ἐπιστείλας.

[3] ἐφ' οἷς οὕτως ἠγανάκτησε Στρατήγιος, ὥστ' οὐ πώποτε τηλικοῦτον ἀνεβόησε. καὶ δὴ καὶ ταῦτα ἡμῖν εὔνουν τὸν ἄνδρα ποιεῖ· τὸν γὰρ ὑπ' ἐκείνου μισούμενον οἴεται προσήκειν εὖ πάσχειν ὑφ' ἑαυτοῦ.

[4] τὰ δὲ περὶ τοὺς νέους τὰ μὲν ἄλλα ᾗ πρὸ τοῦ, Ἰούλιος δὲ ὁ γραμματιστὴς ὑπὸ λύπης οἴχεται, καὶ γνοὺς Εὐδαίμων ὡς οὔπω πάντα αὑτῷ ῥᾴδια, Σεβαστιανὸν πείθει δεηθῆναί μου νεῖμαί τι προνοίας αὑτῷ.

[5] τῷ δὲ Εὐβούλῳ δῆλός τε ἐγενόμην ἡδέως ἂν ἰδὼν Ἀκάκιον ἐνθάδε καὶ ἐποιήσατο περὶ τούτου πρὸς τὸν ἄρχοντα λόγον προσθείς, ὡς ἄρα ἀρέσκοντά μοι ποιοῖ. ὁ δὲ οὐ μάλα προσέσχεν οὐκ οἰόμενος δεῖν ἄκοντα ἕλκειν τὸν ἄνθρωπον, ἐκ δὲ Παλαιστίνης ἀφιγμένοι τῶν γνωρίμων τινὲς λέγουσί τε ὡς αὐτοῦ μενεῖ καί τινα ἐπίδειξιν ἀπαγγέλλουσιν οὐκ εὐτυχῆ.

[6] ὁ δὲ Ἡρωδιανὸς προσιὼν ἐμέ τε αὑτοῦ ποιεῖται κύριον καὶ ἐφ' οἷς Οὐράνιος ζῆν ἀξιοῖ. καὶ πολλὰ τὰ σοῦ χρῄζοντα, τὰ μὲν ἐμά, τὰ δὲ κοινά.

[455]

Βακχίῳ.

[1]    Ἄμφω πείθομαι, καὶ ὡς ἐξεγράψω καὶ ὡς οἴει κτῆμα τοὺς ἡμετέρους εἶναί σοι φληνάφους. σὺ μὲν οὖν χάριν φῂς ἔχειν ἐμοὶ τοῦ ταῦτα λαβεῖν, ἐγὼ δὲ οὐ λίαν ἔχω σοι χάριν τοῦ ταῦτα δεικνύειν, οἶδα γὰρ ὅτι δεικνύεις.

[2] ἡ Τύχη δὲ τὸ μέν τί μοι δέδωκεν ἀγαθόν, τὴν σὴν φιλίαν, θάτερον δὲ οὐ δέδωκε, τὸ συζῆν τῇ φίλῃ κεφαλῇ. χρῆν δὲ τὴν θεὸν μὴ φθονῆσαι τοῦ δευτέρου.

[456]

Καικιλίῳ.

[1]    Καλόν γε ἐξεῦρες τῷ παιδὶ κηδεμόνα τὸν χρηστὸν Τατιανὸν δεινόν γε διδασκάλους τε ἐπεγεῖραι καὶ νέων σπουδὴν μὲν ἐπαινέσαι, ῥᾳθυμίαν δὲ καὶ ἰδεῖν καὶ παῦσαι. καὶ δή σε κελεύω θαρρεῖν, ὡς οὐδὲ μικρὸν Ἀλέξανδρος παραναλώσει τοῦ χρόνου τούτου τείνοντος εἰς ἐκεῖνον τό τε ὄμμα καὶ τὴν γνώμην.

[2]

θαυμάζω δὲ ὅτι τὸν μὲν ἐπιμελητὴν ἐπορίσω τῷ νέῳ γενναῖον, αὐτὸν δὲ τὸν νέον πρὸς τοῖς ληνοῖς δήσας ἔχεις.

[457]

Ἀμβροσίῳ.

[1]    Πολύν σοι χρόνον οὐκ ἐπιστείλας εἶτα ἀπολογίαν ζητῶν εὗρον οὐ τουτὶ μόνον ἱκανὸν λῦσαι τὸ ἔγκλημα, ἀλλ', οἶμαι, κἂν εἴ τί σε δυσχερέστερον ἐτύγχανον εἰργασμένος, ἐκράτησεν ἂν τουτὶ τὸ καλὸν ἐκείνου τοῦ χαλεποῦ.

[2] γράμματα γὰρ δή σοι πέμπομεν διὰ τοῦ κρατίστου μὲν ῥητόρων, πρᾳοτάτου δὲ ἀνθρώπων, ἀκριβεστάτου δὲ ἀρχόντων. ταυτὶ γὰρ καὶ ἔτι πλείω τούτων εἶδον μὲν οἱ τὸν Ἑλλήσποντον οἰκοῦντες ἐν Εὐσεβίῳ, γνώσεσθε δὲ ὑμεῖς.

[3] δὸς δέ μοι προειπεῖν ὡς παρ' ὑμῶν δεῦρο βαδιεῖται τὸ κέρδος. σὸν δὴ δεικνύναι σαυτόν, ὡς εἰς καθαρά γε ὦτα τοὺς λόγους ἀφήσεις καὶ ψυχὴ φανεῖται ἀξία σπουδῆς ἐπισταμένη γε διορᾶν καὶ οἷς οὐ προσεκτέον.

[458]

Ἀλκίμῳ.

[1]    Ἤδη τινὸς ἤκουσα λέγοντος ὡς εὐδαίμων Εὐσέβιος βασιλεῖ γε ὢν οἰκεῖος. ἐγὼ δὲ φαῦλον μὲν οὐδὲ τοῦτο ἡγοῦμαι, διὰ δὲ τὴν ἀρετὴν ᾗ συζῇ τὸν ἄνδρα εὐδαίμονα καλῶ. πῶς γὰρ οὐκ ἀρετὴ τὸ ἐν ἐξουσίᾳ τοῦ γενέσθαι κακὸν ἀγαθὸν ἐθέλειν εἶναι;

[2] τὸν μὲν οὖν Ἑλλήσποντον οἷον εὑρὼν οἷον ἔδειξεν, ἠκούετε· τὰ δ' ὑμέτερα ταχέως τις ἄλλος ᾄσεται. ἐμὲ δὲ διὰ πάντων τετιμηκὼς μεγίστῳ τούτῳ κεκόσμηκε δοὺς ἐπιστεῖλαι δι' αὐτοῦ τοῖς γνωρίμοις.

[3] λαβὼν δὲ τὴν ἐπιστολὴν φίλει μὲν ὥσπερ ἐμὲ τὸν ἄνδρα, θαύμαζε δὲ ὡς οὐκ ἄλλον.

[459]

Ἀρισταινέτῳ.

[1]    Ἠρόμην τὸν γενναῖον Εὐσέβιον, εἴ σε τιθείη τῶν φίλων. ὁ δὲ καὶ πάνυ φησὶ μέγα βοῶν. ἡ βοὴ δὲ ἦν δηλοῦντος ὡς ἐν κέρδει ποιοῖτο τὴν φιλίαν.

[2] σὺ τοίνυν ἀφείς ποτε τὸ τὴν γυναῖκα θρηνεῖν συνεῖναι τῷ γνωρίμῳ. δεῖ δέ σε παραινεῖν μὲν οὐδὲν εἰς τὴν ἀρχήν, ἤσκηται γὰρ ἄρχειν καὶ μάλιστά γε ὧν ἴσμεν, ἐμπειρίᾳ δὲ λόγων εἰς σωτηρίαν πόλεων κέχρηται· σὺ δ' ὅπως τὰς ὁδοὺς αἷς ὀρθοῖ τὰς πόλεις ὁρῶν ἐπαινέσῃς καὶ ποιήσῃς ἅπασαν Βιθυνίαν ἕνα χορὸν ᾀδόντων ἃ πεπόνθασιν.

[460]

Λιβανίῳ.

[1]    Καλῶς ἐποίησας καὶ σιγήσας ὅτε ἄμεινον καὶ φθεγγόμενος ἡνίκα βέλτιον καὶ τὰ τοῦ Πυθαγόρου καλὰ πάλιν εἰς τὸν βίον εἰσάγων.

[2] ἐγὼ δέ σε πρότερόν τε ἠγάμην καὶ νῦν φιλῶ κἂν ἴδω ποτέ, τὴν ὄψιν εἰς μεγίστην εὐτυχίαν θήσομαι.

[461]

Ἑλλησποντίῳ.

[1]    Τοῦ λέγοντος ἦν τὸ μὴ τοιοῦτον λαβεῖν ἀκροατὴν ἡ ζημία. σὺ μὲν γὰρ οὐκ ἀπορήσεις δεξιωτέρου ῥήτορος, ἡμεῖς δὲ κριτὴν οὐχ εὑρήσομεν εὐνούστερον.

[2] τὸν υἱὸν δὲ πάλαι προσδοκῶντες ὁρῶμεν οὔπω, καίτοι νεανίσκος μὲν ἐκεῖνος, ἡμεῖς δὲ αὐτῷ πατρικοὶ φίλοι. τόπος δὲ αὐτόν, ὃς καὶ τὸν τοκέα, δέξαιτο. [462] [t]

Εὐσεβίῳ.

[1]    Αὐτὸς μὲν ἠρρώστησα τοῦ θέρους, Ἀλβάνιος δὲ τοῦ φθινοπώρου. τοῦ καμεῖν δὲ ἀμφοῖν αἴτιος ὁ περὶ τοὺς λόγους πόνος.

[2] σὺ δ' εἴ τις ἡμᾶς οἰόμενος ἐνθένδε ἀναστήσεσθαι μέλλει, πεῖθε τοῦτον ὅτι μενοῦμεν τῶν τε κρατούντων ἐφιέντων καί τινος ἡμῖν ἐξευρημένης ὁδοῦ, δι' ἧς καὶ ἀκόντων μένειν ὑπάρξει.

[463]

Θεμιστίῳ.

[1]    Οἶμαι μέν σοι τὸν χρηστὸν Μακεδόνιον μηνυτὴν γεγονέναι τῶν τε ἡμετέρων πόνων καὶ τῶν ἀποκρίσεων ἐκείνου. περὶ γὰρ σοῦ φροντίζων διετέλει καὶ τῶν ἡμετέρων οὐδὲν ἀγνοῶν.

[2] εἰ δὲ δεῖ σε καὶ παρ' ἡμῶν ἀκοῦσαι τὰ ῥήματα αὐτά, γράψομεν. ὧν λεγομένων παρῆν μὲν Εὐστάθιος, οὐκ ἀπῆν δὲ Ἑρέννιος. ἐγώ φησιν ἐγκαλῶ μὲν οὐδέν, ὁ δὲ εἰ πέπεικεν αὑτὸν ὡς ἠδίκηκεν, ἐπειδὰν συνέλθωμεν, ὁμολογήσεται.

[3] ταυτὶ μὲν ἐκεῖνος, σὺ δ' ἡμῖν τὸν Ἀγροίκιον τουτονὶ δέξασθαί τε εὐμενῶς, ἥκει δὲ ἐπὶ τὸ χρυσίον, καὶ μὴ περιιδεῖν ἄπρακτον ἀπελθόντα. [464] [t]

Φωτίῳ.

[1]    Ἥδιστον μέν σε καὶ ἄρχοντα ὁρᾶν, οὐ πολλῷ δὲ ἧττον τὸ τὴν ἀρετὴν μεθ' ἧς ἄρχεις ἀκούειν. καὶ θαυμαστόν γε οὐδὲν μαθητὴν ὄντα τοῦ καλοῦ Στρατηγίου καλὸν ἐν ἀρχαῖς εἶναι.

[2] εἰ μὲν οὖν ἦν παρ' ὑμῖν, ᾠκοδόμησα ἄν μοι, νῦν δέ, οὗ πολὺν χρόνον ἀπεστέρημαι χρυσίου, τοῦτο εἰσπράξας ἀπόστελλε. νομιοῦμεν δὲ οὐκ ὄφλημα κεκομίσθαι μᾶλλον ἢ δωρεὰν εἰληφέναι.

[465]

Ἱερακίῳ.

[1]    Τῷ δ' ἕτερον μὲν ἔδωκε θεός, ἕτερον δ' ἀνένευσεν, ἔφη τις περί τινος εὐξαμένου δύο. καὶ δὴ καὶ σοὶ τὸ μέν τι δέδοται, τὸ δὲ οὔ. τῷ μὲν γὰρ Διοφάντῳ καὶ τοῦ σωφρονεῖν μέλει καὶ λόγων καὶ ἔστιν ἐν ἑκατέρῳ τοιοῦτος οἷος εὐφρᾶναι πατέρα, τὸν δ' ἕτερον ἔδει μηδὲ γενέσθαι.

[2] μὴ οὖν ἔστω τι βλάβος ἡ 'κείνου κακία τῇ τοῦδε ἀρετῇ μηδ' ἀμφοῖν ἡγοῦ τὰ μὴ ἀμφοῖν, ἀλλ' ἴσθι τὸν μὲν ἀγαθὸν εἶναι, τὸν δ' οὐκ ἐθέλειν. [466] [t]

Ἱεροκλεῖ.

[1]    Σὺ πατρῴων μὲν πάνυ μικρῶν ἐκληρονόμησας χρημάτων, ἃ δὲ δίκας λέγων εἰργάσω, δικάζων ἀνήλωκας καί σοι σύνεστιν ἀντὶ χρυσίου δόξα.

[2] πόθεν οὖν μοι πέπομφας τὸ χρυσίον; εἰ μὲν ἐντυχὼν θησαυρῷ, φράζε καὶ δεξόμεθα· εἰ δ' οὐκ ἐντυχών, ἐπειδὰν ἐντύχῃς, δεξόμεθα.

[467]

Βάσσῳ.

[1]    Τούς τε σοὺς ὑπὲρ ἡμῶν οὐκ ἀγνοοῦμεν ἄθλους παρ' ἡμῶν τε σοὶ μισθὸς οὗ μείζονα οὐκ ἂν ζητήσαις. τὸν γὰρ υἱόν σοι ποιεῖν πειρώμεθα τοιοῦτον, οἷος ὢν τῷ πάππῳ προσόμοιος εἶναι δόξει καὶ τῷ θείῳ καὶ τὸν πατέρα κοσμήσει.

[2] τῶν αὐτῶν τοίνυν ἐχώμεθα ἀμφότεροι καὶ τὰ τιμιώτατα παρέχωμεν διὰ τέλους ἀλλήλοις.

[468]

Μαρκιανῷ.

[1]    Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖνόν μου φιλίας οὐχ ἧττον· καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος ἀφῖκτο καὶ παρὰ γλώττης ἀεὶ κινουμένης καὶ πλείω μὲν ἢ πάντες εἰργασμένης, καλλίω δὲ ἢ πλείω.

[2] εἰ δὲ σὺ μὲν πάλαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μακρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους, τὸ ταμιεῖον τῶν λόγων.

[3] ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν ῥητόρων χορός, πάντες ἄκροι, ἐν οἷς οἶδα ὅτι σὺ τὴν νόσον ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν Φοινίκῃ νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος.

[4] ὁ δέ σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων. ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ πανήγυρις τῇ Βηρυτῷ.

[469]

Γοργονίῳ.

[1]    Ἥκει σοι καιρὸς παρέχων εὖ ποιῆσαι ἅπαν τὸ Ἑλληνικόν. Ἱμερίῳ γὰρ βίος μέν ἐστι παιδεύειν, τόπος δὲ τῆς συνουσίας Ἀθῆναι, κτήματα δὲ ἐν Ἀρμενίᾳ.

[2] τιμῆς δὲ τῆς μὲν ἄκρας ἄξιος ἁνήρ, τυγχάνει δὲ οὐδὲ μικρᾶς, ἀλλ' ἐπιθέμενοι Λυκοῦργοί τινες ἐλαύνουσι τὸν Διόνυσον καὶ γέγονεν αὐτῷ τἀκεῖ Μυσῶν λεία. καίτοι τῷ μὲν εἰς χρήματα ἡ βλάβη, οἱ δὲ εἰς τὸν θεὸν ὃς ἔδωκε λόγους ἀσεβοῦντες οὐκ αἰσθάνονται.

[3] σοὶ τοίνυν πρέπει τῶν ταῦτα κωλυόντων, οὐ τῶν ποιούντων ἕνα γενέσθαι. ῥᾴδιον δέ σοι παρεδρεύοντι καὶ κοινωνοῦντι τῆς ἀρχῆς.

[4] δεῖξον δὴ τοῖς ἐχθροῖς τῶν Μουσῶν ὅτι εἰσί τινες καὶ φίλοι ταῖς Μούσαις τῶν ἐχθρῶν δυνατώτεροι, καὶ πράξει μιᾷ χάρισαι μὲν θεοῖς Ἑλληνίοις, χάρισαι δὲ τῷ τε ἐπιστέλλοντι καὶ περὶ οὗ τὰ γράμματα, δίδαξον δὲ τὸν υἱὸν Ἀκύλαν ὡς οὐκ ἄτιμον οἱ λόγοι.

[470]

Ἠλίᾳ.

[1]    Ἣν μὲν καλεῖς φήμην, Τραϊανὸς εἶναί μοι δοκεῖ, ἐκεῖνος γάρ ἐστιν ὁ πείσας τε αὑτὸν ὡς εἴην ἐγώ τι, καὶ πολλοὺς ἕλκων εἰς κοινωνίαν τῆς δόξης, χάρις δέ σοι τοῦ μὴ ποιήσασθαι πρόφασιν εἰς τὸ μὴ γράψαι τὸ μὴ λαβεῖν τὴν ἐπιστολήν, ἀλλὰ χωρὶς θεῖναι τό τε ἐμὸν καὶ τὴν τῶν οἰκετῶν κακίαν.

[2] εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην, ἁρπασθεὶς ἂν ἦσθα παρ' ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοῖς μὲν μὴ φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι.

[3] τὸν νεφρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας· ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.

[471]

Ἱεροκλεῖ.

[1]    Ἕως ἡσυχάζειν ἔστι σοι, γῆς φρόντιζε καὶ οἰκοδόμου, ὅπως, ἐπειδὰν αὖθις εἰς τὸ δοκιμάζειν ἀφίκῃ, παρὰ τῶν ἀγρῶν εὐπορῇς. τὸν δὲ ἀνδρῶνα δεῖ μὲν κοσμῆσαι τῷ Λακωνικῷ λίθῳ, δεῖ δὲ ζητεῖν τὸν ἄλλοθεν κόσμον.

[472]

Μητερίῳ.

[1]    Οἶμαί σοι πρὸς τὸν υἱὸν εἶναί τινα ὀργήν. ἀλλ' εἰ μὲν ὅτι αὐτὸν οὐκ εἶδες πολλοῦ χρόνου χαλεπαίνεις, χαίρειν ἡμῖν δίδως· εἰ δὲ μή σοι τοῦτο ἦν λυπηρόν, ἡμῖν ἂν ἦν λυπηρὸν τὸ σοὶ τοῦτ' εἶναι κοῦφον. ἐν μὲν οὖν τῇ διὰ τὴν ἀπουσίαν ὀργῇ τὸν πατέρα δεικνύων εὐφραίνεις, ἄλλο δέ τι μεμφόμενος ἐξηπάτησαι.

[2] σημεῖον δέ σοι γενέσθω τῆς τοῦδε εὐταξίας ταυτὶ τὰ γράμματα· οὔτε γὰρ ἀμελεῖν ἐνῆν μοι τοῦ σοῦ παιδὸς οὔτε φροντίζοντι μὴ τὰ ὄντα μαθεῖν, ἐπαινέσαι δὲ ὃν οὐ χρηστὸν εὕρισκον οὐκ ἐμόν.

[3] εἰ μὲν οὖν ὅστις παρ' ἡμῖν φίλους κέκτηται τοὺς δοκιμωτάτους, οὗτος ὀφείλει δίκην πατρί, δότω δίκην Μητέριος, κέκτηται γάρ· εἰ δὲ κἂν αὐτὸς εὔξαιο πᾶσαν αὐτῷ πόλιν μὴ χείρω τῆς ἐνεγκούσης εἶναι, μετάστησον εἰς τὸ συνήδεσθαι τὰς αἰτίας.

[473]

Ἀρισταινέτῳ.

[1]    Μὴ λαβεῖν μέν σε τὰ γράμματα ἃ Κλημάτιος ἐκόμιζεν οὐκ ἂν πεισθείην· τοῦ δὲ μηδὲν ἡμῖν ἀντεπιστεῖλαι τὴν αἰτίαν ζητῶν οὐχ ὁρῶ, πλὴν εἰ τὸ τῷ μνήματι προσκεῖσθαι πάντων σε τῶν ἄλλων ἀφίστησι.

[2] καίτοι καὶ κατ' αὐτό γε τοῦτο χρῆν σε ἐπιστεῖλαι διδάσκοντά με τὴν τῆς γυναικὸς ἀρετὴν νομίζοντα μέρος εἶναι τῆς εἰς ἐκείνην τιμῆς τὸν λόγον. τῇ δὲ ἦν ἂν μείζων ὁ κόσμος οὗτος ὧν νῦν ποιεῖς.

[3] περὶ μὲν οὖν τούτου πράξεις ὅ τι ἄν σοι φαίνηται βέλτιον, ἡμεῖς δὲ ἃ πλασάμενοι νοσεῖν ἀνέστημεν ἐκεῖθεν, τῇδε νοσοῦμεν. ὥστε πρὸ τοῦ μὲν ἐδυσχεραίνομεν τόπον τινά, νῦν δὲ αὐτὸ τὸ ζῆν.

[4] πρὸς γὰρ τῷ περὶ τὴν κεφαλὴν κακῷ νεφρῖτις ἡμᾶς πολιορκεῖ νῦν μὲν σφοδρότερον ἐμβάλλουσα, νῦν δὲ ἡσυχαίτερον, πάντως δέ τι λυποῦσα. καὶ πάντα μὲν πανταχόθεν εἰς τὴν ἴασιν ἀγείρεται, κρατεῖ δὲ τὸ κακόν, καὶ ὁ νεφρὸς ἡμῖν ὅλμος, φασίν, ὑπὲρ κεφαλῆς. ἀλλ' ὅμως πειρώμεθα μὴ σιγᾶν.

[5] μηνυτὴς δέ σοι καὶ τούτων κἀκείνων ἔσται Μητέριος, ὃς τῇ πατρίδι μὲν ἔχων ἀντιθεῖναι τὴν ἡμετέραν, τοῖς πολίταις δὲ τοὺς ἐνταῦθα φίλους ὑπὸ σοῦ πάλιν εἰς Βιθυνίαν ἕλκεται θαυμαστὸν αὑτοῦ πόθον ἐγκαταλιπὼν Σύροις. ἃ μήτ' ἀγνοεῖν ἔα τὸν πρεσβύτην μήτ' εἰδότα ὀργίλον εἶναι. [474] [t]

Ἀλκίμῳ.

[1]    Μόλις λαθὼν τὴν ἡμετέραν πόλιν Μητέριος διέδυ. πολλοὺς γὰρ ἔχων τοὺς ἐρῶντας ὑπὲρ τὸν Ἀριστόδημον ἐτηρεῖτο. ἦν δὲ καὶ αὐτὸς ἐγὼ τῶν βουλομένων αὐτὸν ἐνθάδε εἶναι, καὶ γὰρ ὑπὲρ ἡμῶν ἦν ἐνθάδε.

[2] σὲ δὲ πρὸς αὐτὸν εὔνουν πολλὰ ἂν ποιοῖ, τά τε τῆς πατρίδος δίκαια καὶ ἡ πρὸς τὸ γένος οἰκειότης καὶ τὸ τοὺς ἐν τούτῳ λόγους σὴν εἶναι δόσιν. πρόσθες, εἰ βούλει, καὶ τὴν εἰς ἡμᾶς τοῦ νεανίσκου σπουδήν.

[3] ἃ πάντα ἐνθυμηθεὶς πεῖθε τὸν πατέρα μὴ νομίζειν ἀδίκημα τοῦ παιδὸς τὸ παρ' ἡμῖν εὐδοκιμηκέναι. πάνυ γὰρ ἂν ἀχθοίμην, εἰ τὰ ἄλλα ὢν Μητέριος ἄμεμπτος πονηρὸς εἶναι δόξει, διότι Σύρους θαυμάσας ταὐτὸν ἔσχε παρ' ἐκείνων.

[4] οὗτος μὲν οὖν ἢν τύχῃ σοῦ συμμάχου, μέμψεται μᾶλλον ἢ ἐν αἰτίαις ἔσται· ἡμεῖς δέ σοι τὰ μὲν ἄλλα πράττομεν οὐ κακῶς, τὸ σῶμα δὲ οὐδὲ ἔστιν εἰπεῖν ὅπως ἡμῖν ἔχει κακῶς.

[475]

Λαμπετίῳ.

[1]    Ἔδει μέν σοι μηδεμίαν γενέσθαι περὶ τὸν οἶκον πληγήν· ἐπεὶ δὲ ταῦτα ἔδοξε τοῖς ἄγουσι τὰ ἀνθρώπεια, καλῶς ποιεῖς σωφρόνως τὸ κακὸν φέρων.

[2] Μητερίῳ δὲ τῷδε παρ' ἡμῖν ὑπῆρξε μέν τι καὶ ἡσθῆναι, τὰ πλείω δὲ σπουδάσαι, τῶν μὲν μεθ' ἡμῶν εὐωχουμένῳ, τῶν δὲ σὺν τοῖς τὰ πολιτικὰ πράττουσιν ἀπολαύοντι, οἳ δὴ καὶ τὴν ἐπάνοδον αὐτῷ πολλάκις ἀνέκοψαν.

[3] προσῆκεν οὖν αὐτὸν τῶν μὲν ἐπαινεῖσθαι, διὰ δὲ ταῦτα μὴ φθονεῖσθαι. πάντως καὶ παρ' ὑμῖν οἱ πρεσβύτεροι τὰς τῶν ἵππων ἁμίλλας οὐκ ἀτιμάζουσιν· οὕτω γάρ μοι κάλλιον εἰπεῖν ἢ ὅσον ἔξεστιν.

[4] εἰ μὲν οὖν οὕτως ὁ πατὴρ ἔχει γνώμης ὡς μηδὲ ἓν ἐγκαλεῖν, ἐπαίνει τὴν κρίσιν· εἰ δὲ οἴεται δεῖν ἐπιτιμᾶν, μετάβαλλε τὴν γνώμην.

[476]

Θεμιστίῳ.

[1]    Ὁμολογῶ μὴ πυκνὰ γράφειν. ἡ δὲ αἰτία παρ' ὑμῖν. ὥστε καὶ νῦν ὅτι γέγραφα θαυμάζω. τί οὖν ἀδικοῦντες ἠναγκάσατέ με σιγᾶν; ἣν ἂν ἐπιστολὴν λάβητε, τοῖς ἐνταῦθα εὐθὺς ἔγνωσται. καὶ προδιδόντες τὸν Φίλιον ἐν τῷ Καρὶ κινδυνεύειν οἴεσθε.

[2] εἶθ' ὑμεῖς μὲν ἐπ' ἀγορᾶς δείκνυτε τὰ γράμματα, πνεῦμα δὲ ἐκεῖθεν ἀρθὲν καὶ δεῦρο ἐμπεσὸν κύματα ἡμῖν ἐγείρει καὶ ποιεῖ ταῦτα ἃ Μακεδόνιος εἰδώς, εἴ τις ἔροιτο, διδάξει.

[3]

τὴν μὲν οὖν πληγὴν ἐκείνην οὐκ ἂν ἰάσαιτό τις, δέομαι δὲ ὑμῶν μὴ προσθεῖναι δευτέραν. ὅταν δέ μοι παραινῇς μὴ τῷ πράττειν εὖ τῶν φίλων ἀμνημονεῖν, αὐτὸς ἐπιλελῆσθαι φαίνῃ τῶν φίλων.

[4] ἐμὲ γὰρ ὅτι τούτων δὴ τῶν τοῖς πολλοῖς δοκούντων ἀγαθῶν οὐδὲν οὐδεπώποτε ἐπῆρε, πάλαι μὲν ᾔδεις, νῦν δὲ οὐ βούλει καίτοι μοι πολλάκις ἐπιτιμῶν ὅτι τὰς τῶν ἀρχόντων δυνάμεις οὐκ ἠξίουν θεραπεύειν, ὃ τοσούτῳ νῦν πλέον φυλάττεται, ὅσῳ προστίθησιν εἰς τὸ θαρρεῖν ἡ πατρίς.

[5]

καὶ μὴν εἰ καὶ σφόδρα οὕτως εἶχον ὡς τοῦτο εὐτυχίαν ἄγειν, ἑτέρων γε νῦν τὸ δύνασθαι τῶν καὶ ἡμᾶς ἀφῃρημένων τὸ δύνασθαι. ζήτει οὖν, ὅστις σοι πράξει τὰς διαλλαγάς· ὡς ἔγωγε δέδοικα μὴ τοῦ πράγματος ἁπτόμενος Ἀκεσίας γένωμαι.

[477]

Ἀνδρονίκῳ.

[1]    Οἷον ἔδρασας, Ἀνδρόνικε; σοὶ μὲν ἐγὼ γέγραφα, σὺ δὲ ἑτέροις ἔδειξας, οἱ δὲ εἰς τοὺς ἐνθάδε ἐξήνεγκαν, καὶ γέγονας ἡμῖν ἀρχὴ πολέμου. εἶτα τοιαῦτα ἁμαρτὼν ἀφεὶς παραιτεῖσθαι ἐγκαλεῖς. καὶ πονηρὸν ἴσως καλεῖς, ὅτι σοι τὴν δι' Ἅρματος γράφω δέον θαυμάζειν ὅτι σοι γράφειν ἐτόλμησα.

[2] εἰ μὲν οὖν ἀλλὰ νῦν Ἀττικοὶ τὰ Ἐλευσίνια, πάλιν ἐπιστελοῦμεν· εἰ δὲ προθήσεις πρόσθε τῶν Ἐπωνύμων τῷ βουλομένῳ μαθεῖν, ὁμολογήσεις τῆς σιωπῆς ἡμῶν ἐρᾶν. [478] [t]

Σιλανῷ.

[1]    Εἰ μὲν συνέμιξας Κληματίῳ, εἰκὸς δή σε κληθέντα ἐπὶ τοὺς γάμους πάντα ἔχειν λόγον· εἰ δ' οὔπω τοῦτο γέγονεν, ἐπειδὰν γένηται, πάντα ἀκούσῃ λόγον καὶ τάχα οὐκ ἐλάττω με φήσεις, ἀλλ' ὑπὲρ τὸ μέτριον σπουδάσαι.

[2] ὅσοι δὲ ἡμῖν οἴονται δύναμιν μὲν εἶναι, τὸ δὲ βούλεσθαι μὴ παρεῖναι, πάσχουσι μὲν εἰκός τι νομίζοντες ἡμᾶς ἀπολαύειν ὧν εἰκὸς ἦν· εἰσίτω δὲ αὐτοὺς ἃ περὶ προσδοκιῶν Εὐριπίδης φιλοσοφεῖ, καὶ γνώσονται ὡς οὐ πάντως παρ' ἡμῖν ἡ μέμψις.

[3] ὃ δὲ πολλάκις ἔφην, ἐγὼ μὲν ἐκείνου κύριος ἥκιστα, σὺ δὲ τῶν ἐμῶν μάλιστα. συνεύχου δή τι χρηστὸν ἡμῖν, ὡς ἐν οἷς ἡμᾶς εὑρήσεις, τούτων κοινωνήσεις.

[479]

Ὑγίνῳ.

[1]    Ἐμὲ δέ, εἴπερ ἔδει νοσῆσαι τοὺς νεφρούς, ἔδει παρ' ὑμῖν τοῦτο παθεῖν, οὐχ ὅτι μοι τὸ πάλαι νοσεῖν ἔχει τινὰ ἡδονήν, ἀλλ' ὅτι τῆς ἐν σοὶ τέχνης ἐγγύθεν βοηθούσης ἐλέλυτο ἂν ἡ νόσος. νῦν δὲ ἐν χεροῖν μὲν ἔχων τὸν ἄριστον ἰατρὸν οὐκ ἔχρῃζον ἰατροῦ, ἐν δὲ ἀπορίᾳ τῶν τοῦτο καλουμένων νοσῶ.

[2] σοὶ δὲ ἔνεστι καὶ ἀπόντι δι' ἐπιστολῆς ἀμῦναι. μέγα οὖν ἕν τι δηλώσας ῥῦσαι τὸν ἑταῖρον τοῦ κακοῦ. [480] [t]

Ἀραξίῳ.

[1]    Ἐπανήκει τῇ καλῇ πόλει τὸ τῆς προσηγορίας ἔργον, καὶ ἔστιν ὄντως αὖθις εὐδαίμων τῆς βουλῆς μὲν τὰ γινόμενα τιμωμένης, τοῦ δήμου δὲ οὐκ ἐλαυνομένου, νόμων δὲ καὶ φρενῶν ἀγαθῶν καὶ ἡσυχίας καὶ ἡμερότητος, ἃ πάντα ἐν σοί, πάντα εἰς ἐξέτασιν ἀγόντων.

[2] ἐγὼ δέ, εἰ μὲν οὐκ εὖ ᾔδειν ὡς ἐκεῖθεν ἐπὶ τοῖς μείζοσι δεῦρο ἀφίξῃ, πάνυ ἂν ἡγησάμην ἐμαυτὸν ἐζημιωκέναι τῇ μεταστάσει· νῦν δ', ὁρῶ γὰρ τὴν τοῦ πράγματος ὁδὸν καὶ ποῖ προβήσῃ, μέμφομαι οὐδὲν ἐμαυτῷ· μεθέξεις γὰρ τῶν λαμπροτέρων.

[3] μέλλοντες δέ σου δεῖσθαι μή με ἀποστερῆσαι τῶν οἰκείων, ὧν ἐν ταῖς χερσὶν ἐνιαυτὸν ἤδη νοσῶ, γράμματα λαμβάνομεν παρὰ τῶν φίλων καὶ γνωρίμων δεδόχθαι τῷ βασιλεῖ τὸν μὲν ἀσθενοῦντα ἐᾶν, ἑτέρου δὲ τὸν πόνον εἶναι.

[4] καὶ οὕτω δὴ τοῦ μὲν ἐπῃνέσαμεν τὸ πρᾷον, σοὶ δ' ὑπὲρ ἄλλων ἐπιστελοῦμεν ὡς τούτου γε καλῶς ἡμῖν κειμένου.

[481]

Δημητρίῳ.

[1]    Πρὸς ἕτερον Τάνταλον τὰ τοιαῦτα ἐπιστέλλεις, ἐπεὶ καὶ αὐτῷ μοι πόθος μὲν τῶν σῶν πηγῶν, πλησίον δὲ αἱ πηγαί, πιεῖν δὲ οὐ δίδως, καίτοι τῶν ἡμετέρων αὐτὸς ἀξιοῖς λαμβάνειν. καὶ διδοίης ἂν εἰκότως τῶν σαυτοῦ· φιλοῦντι γὰρ πέμψεις, ὃς ἐθέλεις λαμβάνειν.

[2] ὁ δ' ἀνὴρ ἐκεῖνος, ὃν φῂς ἀναγνῶναι βιβλίον σου δεδωκότος, εἰ μετ' εὐνοίας τοῦτο ἔδρα θαυμαστὸν οὐδέν· ἃ γὰρ ἔγνω πάλαι, ταῦτα ἐτήρει. πάλαι γὰρ ἡμᾶς ἀντὶ τοῦ βασανίζειν ἐπῄνει καίτοι δεινὸς μὲν ὢν εἰπεῖν, ἀμείνων δὲ δοκιμάζειν. ἀλλ' ὅμως ἐπειδὰν ἅψηταί του τῶν ἐμῶν, εὐθὺς ὁ γενναῖος κριτὴς λευκὴ στάθμη γίνεται.

[3] τοῦτο δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτερον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος.

[4] ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ νομίσαι με μὴ φαῦλον, οὐκέτ' ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με δεξιόν, ὥσθ' ὅσα συνηγωνίζετο τῷ λόγῳ καὶ τόνῳ φωνῆς καὶ χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες καταγελῶντα.

[5] ἀλλ' οὗτος μέν, εἴτε δίκαιον εἴτε μή, μή με ἐπαινῶν παύσαιτο· σὺ δὲ τὸν μὲν ἀναιδῆ τοῦτον καθελὼν καὶ διδάξας ὡς ἄρα οὐ χρὴ πρὸς χαλινοὺς ἀντιτείνειν, εὖ ποιεῖς· τοὺς μέντοι Μεγαρεῖς εἰς ἴσον ἄγων τοῖς παρ' ὑμῖν οὐ καλῶς ποιεῖς· οἱ μέν γε οὐκ ἐκάλουν ὡς αὑτοὺς τὸν φαρμακόν, τὰ δὲ τῶν παρ' ὑμῖν οἶσθα.

[482]

Ἀραξίῳ.

[1]    Τὴν μὲν πρὸ ταύτης ἐπιστολὴν Βάσσου παῖδες ἐκόμιζον, οἷς λαμπρὸς ὁ πατήρ· Μάλχῳ δὲ τούτῳ τοιοῦτον μὲν οὐδέν, τὰ δὲ ὄντως ἀγαθὰ πάνυ πολλά, σωφροσύνη τε καὶ ἐπιείκεια καὶ λόγων ἐπιθυμία καὶ λόγων ἐργασία. οὗτος ἐνοχλήσας μὲν οὐκ ἂν εὖ παθεῖν ἀξιώσαι, παθὼν δὲ εὖ πρότερον ἂν τοῦ ὀνόματος ᾧ καλεῖται ἢ τῆς χάριτος ἐπιλάθοιτο.

[2] οὕτω δέ ἐστι βέλτιστος ὥστ', ἐπειδὴ δεομένῳ γράμματα λαβεῖν πρὸς τοὺς ἐκεῖ μοι γνωρίμους ἔφην, ὅτι καὶ πρὸς σὲ δώσω, κύψας εἰς γῆν ἠρυθρίασε σιγῇ δῆλον ποιῶν ὡς ἐπιθυμοῖ μὲν λαβεῖν, μεῖζον δὲ αὑτοῦ τὸ λαβεῖν ἄγοι. κατ' αὐτὸ δὴ τοῦτο μᾶλλον ἐδόκει μοι δίκαιος εἶναι λαβεῖν, ὅτι τὸ κέρδος οὐκ ἠγνόει.

[3] τὸν μὲν οὖν τρόπον τοιοῦτος ἡμῖν ὁ Μάλχος· ὅτι δὲ καὶ εὐτυχής, δηλοῖ τὸ παρόν. τὴν γὰρ δὴ καλὴν πόλιν ἔτι καλλίω ὄψεται τῆς θείας ἀρχούσης κεφαλῆς, ἣ πάντα μὲν εἰσάγει τὰ χρηστά, πάντα δὲ ἐξελαύνει τὰ χείρω. [483] [t]

Θεμιστίῳ.

[1]    Δι' ὃ μὲν ὀκνηρῶς πρὸς τὸ ἐπιστέλλειν ἔσχον, παρὰ τῶν γραμμάτων ἔμαθες, εἴπερ ἔλαβες, ἃ διὰ τῶν Βάσσου παίδων ἔπεμπον. Μάλχον δὲ τουτονὶ πρὸς ὑμᾶς ἀφικνούμενον μὴ δι' ἐμοῦ σοι γενέσθαι φίλον τῶν ἀτόπων ἐφαίνετό μοι.

[2] ὅτι μὲν γὰρ καὶ χωρὶς ἐμῶν γραμμάτων οὗτός τε τῆς νεὼς ἐκβὰς σὲ πρὸ τῶν ἄλλων εὐθὺς ἔμελλε ζητήσειν σύ τε προσιόντα τοῦτον ὡς ἡμερώτατα δέξεσθαι, δῆλον, μακρῷ δὲ ἥδιον ἀμφοῖν ἐμὲ τὸν συνάγοντα εἶναι.

[3] Μάλχος μὲν οὖν πλήρης ὢν τῶν περὶ σοῦ λόγων ἔρχεται τοὺς μὲν παρ' ἐμοῦ δεξάμενος, τοὺς δὲ παρ' ἄλλων, οἳ παρ' ἐμοῦ μαθόντες ἄλλους διδάσκουσι· περὶ δὲ τοῦδε γράφω τοσοῦτον, ὅτι χρηστὸς μὲν ὡς οὐκ ἄλλος, ῥητορικὸς δὲ οὐχ ἧττον ἢ χρηστός.

[4] ποίει δὲ τὴν πόλιν αὐτῷ τοιαύτην ὥστε αὐτὸν ἐπαινεῖν τῆς ὁδοῦ, μᾶλλον δέ, οὐδέν σε δεῖ τὰ ἄλλα πονεῖν, ἀλλ' ἢν ἓν τοῦτο χαρίσῃ τὸ νομίσαι τὸν ἄνδρα οἷός ἐστι καὶ γράψασθαι ἐν ἐπιτηδείοις, τὰ μέγιστα ἀπολέλαυκε τῆς ὁδοῦ. [484] [t]

Ἀνδρονίκῳ.

[1]    Μάλχος ἡμᾶς ἐθαύμασε καὶ Μάλχον ἡμεῖς ἐφιλήσαμεν. ἐπεὶ οὖν τὸ πρότερον ἐκεῖνος ποιεῖ μετὰ σοῦ, ‹ποίει σὺ› μεθ' ἡμῶν τὸ δεύτερον καὶ χρηστόν τε ἡγοῦ καὶ θάρρει τῷ τρόπῳ καὶ συλλαμβάνου πράξεων καὶ ὅ τι ἔχεις, ὠφέλει διά τε σαυτοῦ καὶ τῆς πόλεως ὅλης. ἀκούω γὰρ ὡς εὖ ποιῶν ἐν τῇ πόλει δύνασαι.

[485]

Ὑγίνῳ.

[1]    Τὰ κάλλιστα τῶν παρ' ὑμῖν Μάλχῳ προξενεῖν ἐθέλων πῶς ἔμελλον σὲ παρήσειν, ὃς τὰ μὲν ἄλλα τοῖς φίλοις ᾗπερ οἱ ἄλλοι βοηθεῖς, πλέον δέ τι παρὰ τοὺς ἄλλους εἰσφέρεις ἀνέχων τῇ τέχνῃ τὰ σώματα;

[2] τὸν οὖν ἑταῖρον ἡμῖν τήρει τε ἐν ὑγείᾳ καὶ ὅπως ὧν ἐπιθυμεῖ τεύξεται συμπόνει. πάντως δὲ ὁ μὲν ὢν ἀγαθὸς καλῶν τε ἐπιθυμεῖ καὶ οὐ χαλεπῶν, σοὶ δὲ τοσαύτη δύναμις ὥστε κἂν ἐκείνοις ἀρκέσαι.

[486]

Σιλανῷ.

[1]    Ἀπαγγελεῖ σοι Μάλχος, ὅπως ἡμῖν ἔχει τό τε σῶμα καὶ τὰ πράγματα. σὺ δὲ πρὸς ταῦτα περὶ τῶν σαυτοῦ βουλεύσῃ. καίτοι γε ἃ πάλαι δοκεῖ, τί δεῖ περὶ τούτων ἔτι σκοπεῖν; [2] ἀλλ' ὅμως σοι δίδωμι βουλεύσασθαι πάλιν. οἶδα γὰρ ὅτι ταὐτὸ φανεῖται καὶ καλὸν καὶ συμφέρον ἐν Συρίᾳ Σιλανοῦ χρῆσθαι τῇ τέχνῃ.

[487]

Θεοδώρῳ.

[1]    Ὥρα σοι τὸν Νεῖλον μικρὸν καλεῖν ποταμόν, ὅπου γε καὶ σαυτὸν μικρὸν εἶναι φῂς ἐν λόγοις. ἡμεῖς δὲ τὰ μὲν ἄλλα σοι πιστεύσομεν, τουτὶ δὲ μόνον ἀπιστήσομεν. σοὶ μὲν γὰρ ἴσως καλὸν μὴ σαυτὸν ἐγκωμιάζειν, ἡμῖν δὲ μὴ πᾶν ὅσον ἐν σοὶ δοκεῖν εἰδέναι πῶς καλόν;

[2] ἢ γὰρ οὐ σὺ Θεόδωρος ἐκεῖνος ὁ πολλῶν μὲν πόνων πολλοὺς λόγους ἐωνημένος Ἀθήνησι, πρὸς δὲ τοὺς ἔξω λαμπρὸς ἀφ' ὧν ἐκεῖθεν ἐκόμιζες, ἡμῖν δὲ ἀντὶ κέντρου ποιήσας ὃν ἀνέγνως ἀγῶνα;

[3] θαυμάζω δὲ ὅπως οὐκ εἶδες ὅτι λέγων μὲν μὴ μεγάλα εἰδέναι, τοιαῦτα δὲ ἐπιστέλλων ψευδόμενος ἁλώσῃ τοῖς γεγραμμένοις αὐτοῖς ἐλέγχων τὰ γεγραμμένα.

[4] οὑτωσὶ μὲν οὐδ' εἰ πάνυ βούλοιο, δύναιο ἂν εἰπεῖν τι μὴ καλόν, τοὺς δὲ νέους ὑπὲρ ὧν ἡμᾶς παρακαλεῖς φιλοῦμεν, ὅτι καὶ αὐτοὶ παρακαλοῦσιν ἡμᾶς οἷς ἐπιθυμοῦσιν. [488] [t]

Ἀδαμαντίῳ.

[1]    Εἰ δὲ μὴ οὗτος ἥκων ἐκ Κύπρου κώλυμά σοι κατέστη, πάντως ἂν ἕτερος ἧκεν ἐξ Εὐβοίας ἢ Σκύρου. λέγω δὴ οὐχ ὡς ἐψεύσω τοῦτο δὴ τὸ νῦν, ἀλλ' ὡς, εἰ καὶ μὴ τοῦτο ἦν, οὐκ ἂν ἠπόρεις ὅ τι ἂν ᾐτιῶ.

[2] καίτοι φιλεῖς μὲν ἐμὲ πλέον ἢ τὴν Ἰθάκην ὁ τοῦ Τηλεμάχου πατήρ. ἔστω γάρ, καὶ οὐ μαχοῦμαί σοι περὶ τοῦ φίλτρου, τὸ δὲ τῆς ἀργίας, ἣν ἐν σοὶ πολλὴν ἐνεῖδον, οὐκ ἐᾷ σε μὴ ὅτι πλεῖν ἐπὶ σχεδίας, ἀλλ' οὐδὲ προελθεῖν τῶν πυλῶν. πολλοὶ δὲ ἱδρῶτες ἐκεῖνοι καὶ λόγοι καὶ γλῶττα μετέχουσα δρόμου, πάντα ταῦτα μέλλει σε ὀνήσειν· οὕτω γὰρ εἰπεῖν βέλτιον.

[3] εἶτα νομίζεις ὡς ἀρκεῖ σοι πρὸς τὸν βίον τὸ φιλεῖν με, ὅτι δὲ πολλῆς ἀτοπίας ἄλλον μὲν φιλεῖν, αὑτὸν δὲ μή, τοῦτο δὴ οὐχ ὁρᾷς.

[4] ἀλλ', ὦ λέγειν εἰδὼς μέν, οὐκ ἐθέλων δέ, βουλήθητι λέγειν. πάντως δὲ πολλὰ πολλαχοῦ δικαστήρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. σὺ δ', εἰ τῶν μειζόνων ἔρως, ἥκειν ἐνθάδε καὶ σαυτὸν ποιεῖν μέγαν καὶ ἡμᾶς εὐφραίνειν. οὕτως δὲ καὶ τοὺς συγγενεῖς ἐγγύθεν παροξυνεῖς καὶ ἔργῳ καὶ λόγῳ.

[489]

Ὀλυμπίῳ.

[1]    Ὅτι σιγῶ, μέμφῃ καὶ ταῦτα τῶν ὀρνίθων εἰς ᾠδὴν ὑπὸ τοῦ ἦρος κεκινημένων. ἰδοὺ δή, φθέγγομαι καὶ αὐτός, ἐπειδή μοι τὰ γράμματα ἔαρ ὑπὸ σοῦ γεγένηται.

[2] δώσεις γάρ μοι τὸν μὲν περὶ τῆς μεταστάσεως φόβον χειμῶνα καλεῖν, τοῦ φόβου δὲ τὴν ἀπαλλαγὴν ἦρος χάριν. ἣν διὰ πολλῶν μὲν ἀκούω μοι πεπρᾶχθαι, καὶ πολλά γε ἀγαθὰ γένοιτο πᾶσιν ὁπόσοι τι συνεισήνεγκαν.

[3] εἰ δ' οἱ τῶν ποταμῶν ἀπολαύοντες εἰς καλὸν ταῖς πηγαῖς ἂν εἰκότως εἰδεῖεν τὴν χάριν, καὶ τὰ τούτων ἁπάντων σὰ θετέον. ἀπὸ γὰρ τῆς σῆς, οἶμαι, γνώμης ἅπαντα ἐρρύη.

[4] ταυτὶ μὲν οὖν ἱκανῶς ἐκπεπλήρωταί σοι, τοῖς κακοῖς δὲ ἐκείνοις ἃ περὶ τὴν κεφαλὴν ᾔδεις ὄντα μοι προσετέθη κακὸν ἕτερον πικρόν τε καὶ συνεχές, ὃ παῦσαι τῆς σῆς ἂν εἴη χειρός, ὡς αἵ γε τῶν ἄλλων ἥττηνται.

[5] καὶ κεῖμαι νῦν ὑπὸ τῶν νεφρῶν εἰς ἐλπίδα μίαν τὴν σὴν ἄφιξιν ὁρῶν. μᾶλλον δέ, καὶ δι' ἐπιστολῆς, ὦ δαιμόνιε, βοήθει καὶ ποίησον τὴν βοήθειαν βιβλίον, ὅπως ἐμοί τε ᾖ σωθῆναι καὶ τοῖς ἰατροῖς μαθεῖν, ὅτῳ τρόπῳ τὸ πάθος ἐξοριστέον.

[490]

Δατιανῷ.

[1]    Εἰ καὶ μηδὲν ἡμῖν τοῖς ἔργοις βεβοηθηκὼς γράμματα ἐπεπόμφεις, ἐν τοῖς τὰ μέγιστα κεχαρισμένοις ἐτέταξο ἄν· νῦν δὲ καὶ βοηθῶν ἔσωζες καὶ σώσας ἐπέστελλες, τῷ μὲν ὠφελῶν, τῷ δὲ κοσμῶν καὶ καλὰ καλοῖς προστιθείς. αὐλοί φασι μετὰ λύραν.

[2] οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν, ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος οὐδὲ γὰρ βουλομένῳ ῥᾳθυμεῖν αὐτῷ περὶ τὴν ἐμὴν ἀσφάλειαν ἔστιν ἔφην.

[3] ἀπορούντων δέ, ὅ τι μοι νοοῖ τὸ ῥηθέν, κατέλεγον εὐεργεσίαν πρώτην, δευτέραν, τρίτην, τετάρτην, τὰς ἄλλας, ἃς ὁ λαβὼν μὲν οἶδεν, ὁ δοὺς δὲ ἐπιλέλησται. ἔπειτα ἠρώτων εἰ ἣν διὰ μακρῶν πελαγῶν ἔσωσεν ὁλκάδα ὁ Ποσειδῶν, ταύτην ἂν περιίδοι πρὸς τῷ λιμένι ῥηγνυμένην. ἀλλ' οὔτε ἐκεῖνος ἔφην οὗτός τε ἐμὲ διὰ τέλους ἐξαιρήσεται κακῶν αὐτὸς τὰ αὑτοῦ ζηλῶν.

[4] ἐμοὶ μὲν οὖν ἐπ' ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώσεις· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄνεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε καλῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίοχος ἡγεῖται.

[5] τοῦτ' οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ κοινωνοῦ τῶν φροντίδων ἀρετῇ. [491] [t]

Βαρβατίωνι.

[1]    Περὶ τὰς ἀρχὰς τοῦ χειμῶνος ἐπέστειλά σοι, Κλημάτιος δὲ ἦν ὁ λαβὼν κομίζειν, ἀνὴρ ἅπαν μὲν τὸ θέρος διατρίψας ἐνθάδε, πάντα δὲ τὸν χρόνον ἐν τοῖς ὑπὲρ σοῦ λόγοις διεξελθὼν καὶ οὐκ ἀγνοοῦντας μὲν ἐδίδασκεν, εἰ μὴ καὶ ὁ Κρὴς τὴν θάλατταν· ἦν δὲ αὐτοῦ χάριεν τὸ σὺν βοῇ καὶ παντὶ θυμῷ καὶ μετὰ πηδημάτων μεμνῆσθαι τῶν σῶν καλῶν.

[2] ἃ ἐγὼ καθορῶν ἡγησάμην πρέπον τὰ πρῶτα τῶν γραμμάτων δι' ἀνδρὸς ἐλθεῖν σοι φιλοῦντος μὲν ἐμέ, σὲ δὲ τοῦτό τε αὐτὸ καὶ θαυμάζοντος. ἀλλ' ἔοικας οὐ λαβεῖν τὴν ἐπιστολήν· οὐ γὰρ ἂν τῷ θείῳ γράφων ὑπὲρ ἡμῶν αὐτῷ μοι γραμμάτων οὐ μετέδωκας, ᾧ τὸ μένειν ἐνταῦθα δέδωκας.

[3] ἀλλ' ἐκεῖνος μὲν ἢ δώσει ποτὲ τὴν πρόσρησιν ἢ μέμψιν οἴσεται, σοὶ δὲ ἀντὶ τῆς εἰς ἡμᾶς σπουδῆς τρόπαιά τε ἀπὸ βαρβάρων εἴη καὶ τὸ διὰ τέλους ἀρέσκειν τῷ βασιλεῖ, παρ' ἡμῶν δὲ μισθὸς ἔπαινος, τὰ γὰρ ἡμέτερα ἐν λόγοις, καὶ προσέτι τοὺς υἱεῖς σοι πρὸ τῶν ἄλλων ἐν μουσείοις τετάχθαι.

[492]

Ἀνατολίῳ.

[1]    Τοὺς μὲν ἄλλους ἐπιστέλλων ἐπῄνουν τῆς εἰς ἐμὲ προθυμίας, σὺ δ' ὅτι μὲν κἀκείνους ἐπήγειρας προσλαβὼν τὸν καλὸν Ὀλύμπιον, ἐπεπείσμην τε πρίν τινα ἀγγεῖλαι καὶ δὴ σαφῶς ἤγγειλεν Ἀντίοχος.

[2] οὐ μέντοι τῶν γε ἐπαίνων κοινωνήσεις. ἃ γάρ, ὅπως σαυτὸν εὐφράναις, ἐποίεις, τούτων ἕτερον οὐ δεῖ σοι χάριν εἰδέναι. σὺ γὰρ δὴ Φοίνιξ ὢν καὶ διατρίβων τὰ μὲν ἐκεῖ, τὰ δὲ παρ' ἡμῖν, ὃν οὐχ ὁρῶν μὲν ἀλγεῖς, ὁρῶν δὲ ὑπερχαίρεις, ἔπραττες εἶναι οὗ θεάσῃ πολλάκις.

[3]

ὥσπερ οὖν, εἰ χρυσὸν ζητῶν ἅπαντα ἐκίνεις λίθον, οὐκ ἂν ὡς τὸν χρυσὸν εὖ ποιῶν ἐπῃνοῦ, τοῦτο γὰρ ἦν ἐθέλειν αὐτὸν κερδαίνειν, οὕτω δι' ὅσων μοι τὸ τῇδε μένειν ἐμηχανῶ, πάντα ἦν ἐρῶντος καὶ τὰ αὑτοῦ θεραπεύοντος.

[4] ταυτὶ μὲν οὖν μοι παίζειν ἔπεισιν, ὅπως εἴη σοι βοᾶν καὶ γελᾶν, οἷάπερ εἴωθας, ἴσθι δέ μοι τὸ σῶμα τῇ περὶ τοὺς νεφροὺς νόσῳ πρὸς τοῦτο ἀσθενείας ἥκειν ὥστ', εἰ καὶ μηδὲν ἡμῖν ἐκεῖθεν ἤνυστο, πάντως ἂν ἐκ τῆς συμφορᾶς γενέσθαι τὴν ἀπαλλαγήν.

[5] ἐνιαυτὸν γὰρ ἤδη καὶ μῆνας τρεῖς ὁ λαβύρινθος οὗτος ἡμᾶς ἔχει τοῦ κακοῦ, καὶ δέδοικα δή, δέδοικα μὴ μετὰ τοῦ σώματος μαρανθῶσιν οἱ λόγοι καί σοι φανῶ δι' ἀμφοτέρων ἄμορφος.

[6] ἐκάλουν δ' ἄν σε παρ' ἡμᾶς καὶ τὴν ἀπουσίαν ἐμεμφόμην, εἰ μή σε ᾔδειν ἐν Ἰταλίᾳ καρπούμενον, ὃ μὴ παρ' ἄλλοις ἔνι, τὸν κράτιστον Δατιανὸν καὶ τὴν ἐκείνου φωνὴν καὶ γνώμην, ᾧ συνόντα πᾶσα ἀνάγκη πρὸς τὸ φρονεῖν ἐπιδιδόναι, ἐπεὶ καὶ ἡμᾶς ἡ περὶ αὐτοῦ μνήμη βελτίους τε ποιεῖ καὶ πρὸς νοῦν ἄγει. [493] [t]

Ἰουλιανῷ.

[1]    Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσομεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέτερα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ.

[2] καίτοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέττειν.

[3]

ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας.

[4] πεῖσον οὖν αὐτὸν μαθόντα μὴ τὰ τοιαῦτα ἁμαρτάνειν, εἶτα οὕτω με λέγειν κακῶς. ἢ τότε γε ἴσως οὐκ ἐρεῖ κακῶς, νῦν δὲ στάδιον ἁνήρ. εἰ δὲ σὲ λοιδορῶν ἀνιᾷ καὶ λάβοις ἂν ἡδέως δίκην, ῥᾷστον λαβεῖν· κλεῖε τὰς θύρας, ἐπειδὰν ἐσθίῃς, αὐτῷ καὶ κέλευε δειπνεῖν αὐτὸν οἴκοι. καὶ μείζω μὴ ζήτει δίκην, ὡς νῦν γε ὑβρίζει τῷ κόρῳ καὶ πίνει τὸν σὸν οἶνον κατὰ σοῦ.

[5] τούτῳ τε οὖν τὴν ἀκόλαστον γλῶτταν ἀμύνου καὶ ὅ τι ποτὲ καλεῖται δήλωσον, ἵν', ὅταν εἰς αὐτὸν ἐγκώμια γράφωμεν, μὴ ἀνώνυμος ἐπαινῆται.

[494]

Καλλιοπίῳ.

[1]    Τὴν ἐπιστολήν σου λήψεσθαι μὲν ἐλπίζω, λαβεῖν δὲ οὐ δεδύνημαι· μέχρι γὰρ Κιλίκων ἐλθοῦσα μέλλει πρὸς ἡμᾶς ἥξειν. ἐπειδὰν γνῶμεν, ὅ τι γέγραφας, ἀντεπιστελοῦμεν μακρότερα.

[495]

Ἀρισταινέτῳ.

[1]    Οὐδὲ πρότερον μὲν ἐν τοῖς πολίταις ἠπιστούμην περὶ σοῦ λέγων ἃ περὶ σοῦ λέγειν ἄξιον ἦν· οἱ δὲ συγγενόμενοι τῶν ἐμῶν πολιτῶν μάρτυρές μοι γενόμενοι πρὸς ἅπασαν τὴν πόλιν πλείω τὴν πίστιν ἐνέθηκαν, Ἀντίοχος ἐκεῖνος ὁ χρηστός, Ἀπελλίων ὁ βέλτιστος, πάντες ὅσοι δι' ὑμῶν ἰόντες ἔλαβον παρὰ τῆς Τύχης τὸ γνῶναι τὴν σὴν ψυχήν.

[2] ὥστ' ἐν τοῖς ἐπ' ἀγορᾶς συλλόγοις τὸ πολὺ τῶν λόγων σὺ ποιεῖς καί τινες ἤδη τῶν οὐκ εἰωθότων κινεῖσθαι σπεύδουσιν ἰδεῖν τὸν ὑμέτερον τόπον, οὐχ ὅπως ἐκεῖνον ἴδοιεν, ἀλλ' ὅπως ἐν ἐκείνῳ σὲ τὸν γόητα. τουτὶ γὰρ ἐκόμισεν Ἀντίοχος τοὔνομα μάλα δὴ κατασχεθεὶς ὑπὸ σοῦ.

[3] σὺ δ' ὅτι μὲν ἀπηλλάγης ποτὲ τοῦ τάφου τῆς γυναικός, ἐπαινῶ· φασὶ δέ σε μηδὲν γεγονέναι φαιδρότερον ἢ ὅτε παρεκάθου τῷ τάφῳ, ἀλλὰ τὸν μὲν τόπον ἀφεῖναι, τῆς δὲ ἀθυμίας ἔχεσθαι καὶ τὸ πρόσωπον πάνυ δεικνύναι γέροντος.

[4] σοὶ μὲν οὖν ἐκ λύπης, ἐμοὶ δὲ τοῦτο παρὰ τοῦ νοσεῖν. νοσῶ δέ, ἐξ οὗπερ ἧκον, καὶ οὐδὲ παύσεταί γε τὸ κακόν, πρὶν ἂν παύσωμαι τῆς πατρίδος ἐρῶν. θαυμάζω δὲ ὅπως ἠχθέσθης τὰ γράμματα ἀπαιτούμενος εἰδὼς τὸν ἡμέτερον τρόπον, ὡς οὐκ οἶδεν ἀντὶ τῆς Πηνελόπης τὴν Ἑλένην ἐπαινεῖν.

[5] νῦν δέ, ἐπειδὴ διδάσκεις, μικρὰ μὲν καὶ νῦν γέγραφας ἐνὸν πλείω, τοῦ δὲ μηδενὸς τοῦτο πλέον. πειρασόμεθα δὲ μὴ γενέσθαι κακοὶ τοῦ θέρους ἡμᾶς ἀπὸ τῶν μειρακίων ἐλευθεροῦντος, ἐν ᾧ τι καὶ βέλτιον ἄν τις φθέγξαιτο.

[496]

Ἠλίᾳ.

[1]    Θαυμάζεις ὅτι σὺ μὲν ἡμῖν ἐπεκούρεις ἔργῳ καὶ ὅ τι εἶχες ἐβοήθεις, ἡμεῖς δὲ οὐδὲ ὅ τι ἡμῖν ἐκ τῆς βοηθείας ὑπῆρξεν ἐγράψαμεν.

[2] τοῦτο δὲ ἐποίουν βασανίζων ἐν χρόνῳ τὴν συμμαχίαν, ᾧ μόνῳ τὴν δύναμιν αὐτῆς ἦν ἰδεῖν. οὐ γὰρ ὀφθαλμῷ γε ἐκρίνετο ἄν, ἀλλὰ τῷ κωλῦσαι τὸ νόσημα μὴ ὡς πρότερον ἐπελθεῖν.

[3] ὅ τι δ' οὖν ἤνεγκεν ὃ πέπομφας, ἄκουσον· ἐρῶ δὲ οὔτε μεῖζον οὐδὲν οὔτ' ἔλαττον. τὰς μὲν προσβολὰς ὅλως οὐκ ἀνῄρηκεν, βραχυτέρας δὲ κατὰ τὸν χρόνον ἐποίησεν· ἀντὶ γὰρ ἡμερῶν ἑπτὰ καὶ ἔτι πλειόνων εἰς δύο συνέστειλε τὸ πάθος, ὅσα γε ἐκ τῶν πεπραγμένων. τὸ μέλλον δὲ ἀφείσθω τῷ θεῷ.

[4] τοῖς μὲν οὖν ἰατροῖς, ‑ ἀεὶ δὲ οὗτοι διασύρουσιν ὅ τι ἂν αὐτῶν ἔξω τῆς τέχνης ὂν μεῖζον ἰσχύῃ τῆς τέχνης ‑ , οὐκ ἐνθένδε φαίνεταί τι γεγονέναι χρηστόν, ἀλλ' ἀπὸ τοῦ κεκολάσθαι τὰ περὶ τὴν τράπεζαν· ἐμοῦ δὲ τοῦτο οὐδεὶς ἐξαιρήσεται, ὡς οὐκ ἐκεῖθεν, ἀλλὰ παρὰ σοῦ γέγονα ῥᾴων.

[5] ὃ πεπεισμένον ἀνάγκη πλέον ἢ πρὸ τοῦ φιλεῖν, ἀμοιβῶν δὲ παραπλησίων μή σοι δεηθείη τὸ σῶμα.

[497]

Στρατηγίῳ.

[1]    Ἠλγήσαμέν τε ὡς οὔπω πρότερον καὶ ἥσθημεν ὡς οὐκ ἄλλοτε· τὸ μέν, ὅτι σοι ἔκαμνεν ἡ γυνή, γυνὴ τὰς ὑμνουμένας ἀρετῇ νικῶσα, τὴν δὲ εὐθυμίαν ἐποίει τὸ τὴν νόσον εἶξαι τοῖς ἰατροῖς. εὖ δὲ ἴσθι, καὶ μὴ παρόντων ἰατρῶν ἐσώζετ' ἂν ὀφειλόντων σοι τῶν θεῶν χάριν ἀντὶ τῆς περὶ πάντα δικαιοσύνης.

[2]

ἡ πόλις δὲ ἡμῖν ἐν χορείαις τὸ νῦν καὶ πρόφασις μὲν οἱ γάμοι, τὸ δὲ ἀληθές, ὑπὸ τοῦ πεπαῦσθαι τὸν φόβον εἰς τοῦτο κεκίνηνται. εἰ δέ, ὃ μάλιστα ποθοῦμεν, προσθείης καὶ φανείης ἄγων μετὰ τῆς μητρὸς τὰ παιδία, διπλῆν ἑορτὴν ἐργάσῃ.

[3] καὶ οὐκ ἀγνοῶ μὲν ὅτι με παρόντα χρῆν τῶν τε ἐλπίδων κεκοινωνηκέναι καὶ τῶν νῦν ἀπολαύειν καὶ ταῦτα ἀντὶ τοῦ γράφειν ἀπὸ στόματος λέγειν· ἀλλ', ὦ ἄριστε, τῆς μὲν παροιμίας ἀκούω στείχειν ἀξιούσης παρὰ τοὺς φίλους τοὺς τηλοῦ φίλους· τὸ κακὸν δὲ ᾧ μοι τὸ σῶμα πιέζεται, πείθεσθαι τῇ παροιμίᾳ κωλύει. μία γάρ μοι σωτηρία τὰ πολλὰ διάγειν ἐπὶ τῆς εὐνῆς, κίνδυνος δὲ ἤδη καὶ τὸ ἀγοράζειν, καὶ πολλάκις ἐκεῖ δεξάμενος προσβολὴν ἐλαυνόμενος ἀπῆλθον.

[4] ἀλλ' οἷς ἔξεστιν ὁρᾷς ὡς θέουσιν ἄλλοι τε πολλοὶ καὶ Κλημάτιος, ᾧ πάντα γέγονάς τε καὶ ἔσῃ, ὃς τοσοῦτόν ἐστι παρ' ἡμῖν, ὅσον ἐρέσθαι καὶ μαθεῖν, ὅπως ἔχοι σοι τὰ πράγματα. γνοὺς δὲ ὡς ἄμεινον οὐδ' αὐτὸς ἡγεῖται τοῖς αὑτοῦ πράττειν ἔτι κακῶς.

[5] καίτοι τῶν χειμῶνι κεχρημένων ἁνήρ, ἀλλ' ὅμως ἐκ τῶν σῶν εἰς τὰ αὑτοῦ κουφίζεται· οὕτως ἅπασι καταφυγὴ μία Στρατηγίῳ τῷ χρηστῷ σῶν εἶναι τὸν οἶκον. [498] [t]

Ἀτακτίῳ.

[1]    Οὐκ ἐπιλελησμένους τῆς ξενίας ἀναμιμνήσκεις, ἀλλὰ καὶ πρὸς ἄλλους εἰπόντας, ὅστις εἰς ἡμᾶς γένοιο. τῶν ξενίων δὲ ἐκείνων οὐ χείρω ταυτὶ τὰ γράμματα.

[2] καίτοι γε γραμμάτων ἑτέρων ἐπιθυμεῖν ἴσον εἰς τιμὴν τῷ γράφειν αὐτόν. ὥστε τοῖς μεγίστοις εὐφραίνεις τρισίν, οἷς τε κατελύομεν παρὰ σοὶ καὶ οἷς ἐπιστέλλεις καὶ ὅτι τὸ λαβεῖν παρ' ἡμῶν ἐπιστολὴν ἐν μεγάλῳ ποιῇ.

[3] ἐγὼ δὲ οὐ κατὰ τοὺς κακοὺς ἐμέλλησα αὐλητάς, ἀλλ' οἱ διδόντες, ὅπως λάβοιεν, οὐκ ἔπραττον. καὶ οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ ἐν αἰτίαις, ὅς, εἰ καὶ λίαν ἀργῶς εἶχον, οὐκ ἂν εἴς γε ἐπιστολήν, πρᾶγμα οὕτω κοῦφον, τοῦτο ἔπαθον καὶ ταῦτα πρὸς φίλον.

[4] ἀλλ', οἶμαι, ἐκείνων τὸ ἔγκλημα. σοῦ δὲ ἡμεῖς τὸν οἶκον γραμμάτων, εἰ γραμμάτων ἐπιθυμεῖς, ἐμπλήσομεν.

[499]

Σελεύκῳ.

[1]    Ὁμολογῶν ἀδικεῖν τῷ μὴ γράψαι σαυτὸν ἀφῄρησαι τὸ κατηγορεῖν ἔχειν. ἐγὼ γὰρ ἤδη γίνομαι τῶν ἀμυνομένων, οὐ τῶν ἠδικηκότων, εἴ γε τὸ ἀμύνεσθαι νόμῳ δέδοται.

[2] πρὸς δὲ καὶ οὕτω σε κινήσειν ἔμελλον εἰς τὰ γράμματα σιγήσας. εἰ γὰρ ἔγραφον οὐκ ἐπιστέλλοντι, σὺ μὲν ἐτρύφας ἄν, ἐγὼ δὲ ὧν ἐπεθύμουν ἠπόρουν· νῦν δέ σε τῷ μὴ γράψαι κακῶν τῇ ἐμαυτοῦ σιγῇ τὴν σὴν ἔπαυσα.

[3] βεβαρβαρῶσθαι δὲ ὅταν λέγῃς, εἰρωνεύῃ σαφῶς καὶ καταψεύδῃ τῆς Ἀθηνᾶς, ἣν δή σοι παρεῖναι πείθομαι. ὥσπερ οὖν τῶν τεττίγων οὐκ ἂν ἠνεσχόμην λεγόντων ὅτι ἄρα γένοιντο βάρβαροι, οὓς αὐτὸ τοῦτό γε τέττιγας ἐποίησε τὸ θαυμάσαι μουσικήν, οὕτως οὐδὲ Σέλευκος πείσει με φάσκων αὑτῷ χείρω γεγονέναι τὴν φωνήν.

[4] σὺ γὰρ δὴ καὶ πονῶν εἰς λόγους καὶ μὴ πονῶν ἐπτέρωσαι τοῖς λόγοις δῶρον, οἶμαι, τοῦτο παρὰ τῆς φύσεως ἔχων ῥεῖν ἀεὶ καὶ μετὰ κάλλους γε τοῦτο ποιεῖν. μαρτύριον δὲ τὰ γράμματα αὐτὰ πάσῃ γεγραμμένα τέχνῃ.

[500]

Μητερίῳ.

[1]    Ἐγὼ τοῦ φιλεῖν μέν σε καὶ προσέτι γε θαυμάζειν οὔτε ἐπαυσάμην οὔτ' ἂν παυσαίμην· ἐγένετο δέ τις ὄκνος μοι τάχ' ἴσως οὐκ ἄλογος, δι' ὃν ᾤμην γράφων ἐνοχλήσειν· ὅθεν οὐκ ἠξίουν γράφειν.

[2] Κληματίου δὲ ἐξελθόντος αὐτῷ τῷ φιλεῖν καὶ τὸ γράφειν προστίθημι μεμνημένος μὲν τῆς ὑμετέρας, μεμνημένος δὲ σοῦ καὶ τοῦ σοῦ τρόπου καὶ τῆς σῆς εἰς τὸ θεῖον σπουδῆς, ἀφ' ἧς ἅπασιν ἡμῖν ὑπῆρχε θαρρεῖν.

[3] σὺ γὰρ καὶ νόσων καὶ ταραχῆς καὶ πραγμάτων καὶ λύπης καὶ κινδύνων ἱκανὸν φάρμακον, καὶ δρόμος ἐπὶ σὲ τῶν πιεζομένων καὶ ὁ χειμὼν ἔληγεν· ἐπεὶ καὶ νῦν ἐν τῷ νοσεῖν μένω παρὰ τὸ μὴ συνεῖναί σοι, συγγενέσθαι δὲ ὡς εὔχομαι, Κλημάτιος οἶδεν.

[4] ἄγε δὴ καὶ αὐτὸς ἐπίστελλε καὶ τὰς ὑποψίας ἀφεὶς ἔχου τῶν ἀρχαίων.

[501]

Βασιλείῳ.

[1]    Ὢ χρόνων ἐκείνων, ἐν οἷς πάντα ἦμεν ἀλλήλοις. νῦν δὲ διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθ' ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα.

[2] τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον.

[3] σὺ δὲ τά τε ἄλλα πρᾷός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ μὴ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.

[502]

Ὀλυμπίῳ.

[1]    Ἔοικα διακόνοις οὐ δικαίοις χρῆσθαι περὶ τὰ γράμματα, εἰ πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλας ὡς οὐδ' ὁτιοῦν ἐπιστείλας ἐγκέκλημαι.

[2] σὺ δ' ἀλγῶν μὲν τῷ μὴ λαβεῖν ὀρθῶς δοκεῖς ἀλγεῖν, τὸ δ' ἀφέντα ἐγκαλεῖν ἐμοὶ παρὰ τῷ θείῳ με διώκειν, τουτὶ δὴ πικρῶς ἀμυνομένου. οἶσθα γὰρ ὡς ἐμοί τε ἐκεῖνος αἰδέσιμος ἐμέ τε ἐκεῖνος οὐκ ἂν ἀδίκως ἐγκαλεῖσθαι ἐθέλοι.

[3] σὺ δ' ἴσως ἐπενεγκών μοι τὴν Γοργόνα μικρὸν οἴει πεποιηκέναι. πρᾶττε οὖν, ὅπως καὶ τοῦτο εἴσεται, ὅτι σοι ἐπέστειλα, καὶ μὴ τὰ φαυλότερα μηνύων ἀργὸς γένῃ περὶ τὰ βελτίω.

[4]

καὶ μὴν κἀκεῖνο ἴσθι, ὡς ἡ μὲν πυκνότης τῶν γραμμάτων πολλοῖς ἂν κωλυθείη, καὶ νόσῳ καὶ ἀσχολίᾳ καὶ τῷ τοὺς ὡς ὑμᾶς ἰόντας φάσκειν ἐθέλειν γράμματα φέρειν μᾶλλον ἢ θέλειν· τὸ δὲ μεμνῆσθαί σου καὶ θαυμάζειν ἐν ἡμῖν αὐτοῖς τοῦτο οὐκ ἔστιν ὅτε οὐ τετηρήκαμεν.

[5] ὃ δὴ καὶ περὶ τῶν φίλων ἐγὼ πέπεισμαι, ὅτι κἂν μὴ γράφωσι, τὸ φιλεῖν γε οὐκ ἀφῃρήκασιν.

[503]

Ἀραξίῳ.

[1]    Λουππίων εἰπὼν ὅτι μοι φέρει γράμματα παρὰ σοῦ δέδωκε μὲν οὔπω, δώσει δέ. νῦν μὲν οὖν ὡς ληψόμενοι χαίρομεν, τότε δὲ αὐτῇ τῇ λήψει.

[2] τὴν Τύχην δὲ οἷς περὶ σοῦ βεβούλευται θαυμάσας τὸν σὸν οὐχ ἧττον τρόπον ἢ 'κείνην ἔχω θαυμάσαι. ἡ μὲν γὰρ ἀεὶ τὰ σὰ πρὸς τὰ βελτίω κινεῖ, σὺ δὲ τὰ πρὸς τοὺς φίλους ἐν βεβαίῳ τηρεῖς καὶ οὕς, ὅτε οὔπω τοσοῦτος ἦσθα, τούτους ηὐξημένος ἀγαπᾷς. οἱ πολλοὶ δὲ ἐν τῷ γενέσθαι μεγάλοι τοὺς πάλαι γνωρίμους ἀπορρίπτουσιν ὥσπερ τῶν ἱματίων τὰ σαπρά.

[3] Γυμνάσιος δὲ μεθ' ἡμῶν σε ἐπαινέσας τῷ λόγῳ καὶ ἔργῳ τὸ θαυμάζειν δεικνύει. ἔχων γάρ, εἴπερ ἐβούλετο, παρ' ἡμῖν τὴν αὑτοῦ καρποῦσθαι τέχνην, οὗ δὴ γλῶτται νιφάδεσσιν ἐοικυῖαι χειμερίῃσιν, ὑπὸ σοὶ μικρὰ κερδαίνειν ἢ τὸν Κινύραν ἑτέρωθι βούλοιτ' ἂν παρελθεῖν.

[4] καὶ νῦν αὐτὸν ὑμῖν ἐπανάγει μὲν καὶ τὸ τὴν πόλιν ποθεῖν καλήν τε, νὴ τοὺς θεούς, καὶ μεγάλην καὶ καθαρὰν πραγμάτων καὶ δακρύων, ὃ παρ' ἑτέροις πολύ. κέκληται δὲ ὑπὸ τῆς σῆς ἀρχῆς πλέον, ἐπεὶ τήν γε πόλιν αὐτὴν ἤδη τις ἀφεὶς ἐν ἄλλων ἀρχαῖς ᾤχετο ἀποδράς, ὥσπερ, οἶμαι, τὰς Ἀθήνας ἐπὶ τῶν τριάκοντα. σημεῖον δὲ μέγιστον ἀρχῆς ἐννόμου μὲν τὸ συρρεῖν ἐκεῖσε πολλούς, τῆς δὲ ἐναντίας αἱ φυγαί.

[5] μέγιστον οὖν ἐγκώμιον κατὰ σοῦ Γυμνάσιος ἐκ Συρίας παρὰ Ἀράξιον τρέχων. ἐγὼ δὲ ταὐτὰ μὲν ἐκείνῳ βούλομαι, δύναμαι δὲ οὐκ ἴσα. τὰς γὰρ ἀνάγκας οἶσθα τῶν ἐν τῷ διδάσκειν δεθέντων.

[504]

Ἀρισταινέτῳ.

[1]    Λεόντιος ἑσπέρας ἰδών μου τὸν ἀδελφὸν καὶ φήσας σε ἐπεσταλκέναι μοι δι' αὐτοῦ τῆς ὑστεραίας θεατὴς ἦν ἁρμάτων ἁμιλλητηρίων, ἐμοῦ δὲ ἐπελέληστο. Γυμνασίου δὲ ἐπειγομένου καὶ μὴ λαβόντα ἐκεῖνα γράφειν ἔδει. τίς γὰρ ἂν ἦν ἐκείνῳ λόγος ἢ ἐμοὶ δι' ἐκείνου;

[2] τούτῳ τοίνυν πρὸς τοῖς ἔμπροσθεν ἐκείνοις ἐγὼ μὲν οἶδα καὶ τῶν νῦν χάριν, αὐτὸς γὰρ ἦν ὅσπερ ἔμπροσθεν, δεῖ δὲ καὶ ὑμᾶς εἰδέναι δημοσίᾳ. τὴν γὰρ πόλιν ὑμῖν ἀπέφηνε θαυμαστὴν ἐκ τῶν αὑτοῦ τρόπων τῷ κοινῷ δόξαν περιθείς. ἔφυγέ τε γὰρ οὓς ἔδει φυγεῖν ἐχρήσατό τε οἷς μὴ χρώμενος ἂν ἠδίκει. δυνάμεως δὲ ἧς ἤλπιζέ τε καὶ δικαίων παρὰ τῆς Τύχης ἐγέλασεν, οὐκ ἐταράχθη.

[3] κομίζει δέ σοι καὶ οὗτος διήγησιν πραγμάτων, ὥσπερ ἐκεῖνος Κλημάτιος. ἐφ' οἷς δέομαί σου μηδὲν ἀλγῆσαι, ἵνα μὴ πάνυ μοι φίλος ὢν ἀνόμοιος ᾖς τῷ φίλῳ· ὡς ἔμοιγε πάσης ἐφάνη γαλήνης πρᾳότερα τὰ παραστήσαντά μοι δόξαν ὅτι λυπήσει.

[4] τὰ μὲν οὖν τῶν πολιτῶν πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνωρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι τὴν ἐπὶ τοῖς φληνάφοις βοήν.

[5] ὁ δὲ σὸς ἐκεῖνος ἑταῖρος ὁ παλαιὸς τὰ μὲν ἄλλα ἴσως οὐ κακός, Ἰσοκράτους δὲ οὐκ ἀκούει· κολακεύεσθαι γὰρ ἐθέλει. τούτου δὲ ἡμεῖς οἶσθα ὡς ἀμαθεῖς. εἶτά φησι λόγους μὲν ἐπαινεῖν τοὺς ἡμετέρους, τρόποις δὲ ἐν οἷς θωπεῖαι καί τινα ὧν οὐκ ἂν ἐπαινέσαις ποιεῖ. χάριεν δὲ καὶ τούτου καὶ τῶν ἄλλων τὸ οἷς ποιοῦσιν αἰσχύνεσθαι· ποιοῦντες γὰρ ἐξαρνοῦνται.

[6] ταυτὶ μέν σοι παρ' ἡμῶν· εἰ δ' ἄχρι τῶν σμικροτάτων ἡδέως ἂν εἰδείης, τὸν οὐδὲν ἀγνοοῦντα Γυμνάσιον ἐγγὺς ἔχεις.

[505]

Κληματίῳ.

[1]    Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ' ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτ' ἐπ' ἀμείνω μεθέστηκε, μηδ' ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν.

[2] ἀλλ', οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα δοῦναι μὲν ἕτοιμος εἶ, λαβεῖν δὲ ἀργότατος.

[3] ἀλλ' ἐπίστειλόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι. μεθ' οὗ βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ πράγματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.

[506]

Ἀνδρονίκῳ.

[1]    Βουλῆς σοι δεῖ πρὸς τὴν ἐπιβουλὴν τὴν παρὰ τοῦ θείου, καλείσθω γὰρ κἀν ταῖς ἐπιστολαῖς θεῖος, ὅπως φαίνηται, τίς ὢν τίνα ἔργα ἐργάζεται. δεῖ δεῖσαι τῆς ἐκείνου δυνάμεως τὸν τρόπον, οὐ γὰρ αὐτῇ χρῆται δικαίως.

[2] ἀλλ' ἐπὶ σοὶ καὶ ἐμοὶ φυγεῖν· εἰ μέν σοι γνώμη Ῥώμην ἰδεῖν, εἰς Ῥώμην, εἰ δὲ τὴν Ἑλλάδα ἥδιον, εἰς Ἑλλάδα. καὶ μὴ αἰσχύνου φεύγων, τὸ γὰρ αἰσχρὸν εἰς τὸν φοβήσαντα ἔρχεται.

[3] ἐγὼ δὲ οἴσω βαλλόμενος, κἂν ἔλθῃ ποτὲ καιρός, ὑπὲρ ἀμφοῖν λήψομαι δίκας, τὸν δὲ τρόπον ᾧ δίκας εἴωθα λαμβάνειν, οὐκ ἀγνοεῖς. καίτοι καὶ νῦν ὀρθῶς κρίνοντι δίδωσι δίκας. ἄνευ γὰρ τοῦ μίσους ὃ μισεῖται παρὰ τῶν ἀγαθῶν περὶ τὸν οὐκ ἔστιν ὅτε οὐ σολοικίσαντα ποιεῖται σπουδήν.

[4] εἴποι ἂν οὖν ὁ Δημοσθένης ὅτι ἃ καταράσαιτ' ἄν τις αὐτῷ, ταῦτα ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστιν ἀδελφοῦ παιδὶ καὶ τῷ τούτου διδασκάλῳ, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ, καὶ φρονεῖ μὲν μεῖζον Ἀλκιβιάδου, ποιεῖ δὲ τὰ Σίκωνος. ὅ τι δὲ οὗτος ἔδρα, τὸν Ἀριστοφάνην ἐροῦ.

[5] πρὸς ταῦτα ἐφ' ὅ τι ὁρμήσεις, ἐπίστειλον, καὶ δὴ καὶ εἴ τις ἐλπὶς ὑποφαίνοιτο μηδὲν ἔσεσθαι μένοντι κακόν, μένε· τουτὶ γὰρ ἐκείνου κάλλιον. [507] [t]

Σιλανῷ.

[1]    Οἶμαι μέν σοι συμβούλους εἶναι πολὺ πάντων ἀνθρώπων ἀμείνους, οἷς πειθόμενος οὐδὲν οὐδέποτε σαυτὸν ἐμέμψω· εἰ δέ σοι δεῖ καὶ ἀνθρώπων φωνῆς, τὰ μὲν πολλὰ Γυμνασίου πεύσῃ λέγοντος, παρ' ἡμῶν δὲ τοσοῦτον εἰρήσεται, ὅτι Γυμνασίῳ συνήσθημεν ἐπανιόντι.

[508]

Θεμιστίῳ.

[1]    Θαυμάζω τὸ μήτε διὰ Κλεάρχου σε γράψαι τι μήθ' ἡνίκα παρ' ὑμῶν Ἰφικλῆς ὡς ἡμᾶς ἤρχετο.

[2] εἰ μὲν οὖν ῥᾳθυμίᾳ τοῦτ' ἐγένετο, καὶ γράμματα ἐλπίζειν ἀεὶ ἔστι, προθυμήσῃ γάρ ποτε· εἰ δ' ἀπ' ἄλλης αἰτίας ἐχούσης τι δυσχερές, δήλωσον, ὡς μή σε ἐνοχλοίην τῷ γράφειν. ὁ γὰρ οὐκ ἂν ἡδέως ἐπιστείλας οὐδ' ἂν ἡδέως λάβοι.

[509]

Ἀνατολίῳ.

[1]    Παρεκαθήμην τῷ θείῳ καὶ διελεγόμην, καί τις ἐπιστὰς ἔδωκεν ἐπιστολὴν ἐκείνῳ, καὶ τὸ δοθὲν ἕλκει μου τὼ ὀφθαλμὼ πρὸς αὑτό, καὶ τὸ σὸν ὄνομα ἐφαίνετο.

[2] ἠρόμην οὖν αὐτόν· ποῦ δὲ τὰ πρὸς ἐμὲ γράμματα; νομίζων οὐκ ἄν σε ἑτέροις γράφοντα μνήμην ἡμῶν μὴ λαβεῖν. ὁ δὲ ποῖα ἔφη γράμματα; σοὶ γὰρ ἔρχεται δι' ἡμῶν οὐδέν.

[3] ἐνεθυμούμην οὖν ὅτι πλάσμα ἦν ἅπαν ἐκεῖνο καὶ ὁ σὸς ἔρως λόγος ἦν, οὐκ ἔρως. εἰ γὰρ δὴ φῂς ὅτι αὐτὸν οὐκ ἐπιστείλας ἔπαυσα ἐγώ, τούτῳ δεικνύεις αὐτῷ τὸ μὴ πολὺν ἐν σοὶ γενέσθαι τὸν θεόν. εἰ γὰρ ἦν, ὃ πολλάκις ἔλεγες, πολύς τε καὶ ἰσχυρός, οὐκ ἄν ποτε ἐκινήθη φαύλῃ προφάσει.

[4] νῦν οὖν ἄνω ποταμῶν· σὺ μὲν ὑπερορᾷς, ἐγὼ δὲ ἐρῶ. καὶ μεταπεσόντος ὀστράκου φεύγεις, ἐγὼ δὲ ὁ διώκων εἰμί.

[5] παραμυθεῖται δέ με τὸ μετὰ πολλῶν μὲν ἐθνῶν, πολλῶν δὲ πόλεων, πλείστων δὲ ἀνθρώπων ὑβρίζεσθαι. εἰ γὰρ οἱ μὲν εὔχονταί σε λαβεῖν ἡνίοχον, σὺ δ' ἐξὸν ἄρχειν οὐκ ἐθέλεις. ἀλλὰ μᾶλλον τρυφᾶν ἢ πονεῖν, καὶ καθεύδειν ἢ εὖ ποιεῖν, πῶς οὐ πάντα μικρά σοι νενόμισται;

[6] ἀλλὰ γὰρ οὐ καλῶς ἔοικα ῥητορεύειν, εἰ δυσχεραίνων σου τὴν ὑπεροψίαν ἀφ' ὧν ἔσται μείζων λέγω· τοιοῦτον γὰρ τὸ φάσκειν εἰς σὲ κεχηνέναι τοσούτους.

[7] ἵν' οὖν μὴ τοῦτο ᾖ, μάνθανε ὡς οὐ πᾶσιν ἀρέσκεις. οἷς γὰρ αἱ τῶν ἄλλων συμφοραὶ πρόσοδοι, κἂν ἀποτεμόντες σε φάγοιεν ἂν ἡδέως, θαυμαστὸν δὲ ἴσως οὐδέν. καὶ γὰρ οἱ λύκοι μισοῦσι τοὺς κύνας. [510] [t]

Φλωρεντίῳ.

[1]    Ἐγώ σοι μικρὰ συγγενόμενος διὰ τὴν ἐν λόγοις ἀσχολίαν, ὅτι γε μὴ πάλαι σοι τῶν πάνυ συνήθων γέγονα, βεβλάφθαι φημὶ καὶ νῦν ἀπὸ γραμμάτων τὴν φιλίαν θηρεύω, οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλ' ἵνα μή με καλὸς κἀγαθὸς ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι μὴ ἔχων λέγειν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος.

[2] εὖ γὰρ ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς, γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ' ἧς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τούτοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χαλεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας.

[3] ἀλλ' ἐγὼ μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην.

[4] εὐχόμενος δέ σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλήλους, ὥσθ' ὅτι ἂν θατέρῳ καλὸν ᾖ, τοῦτ' ἀμφοῖν ἐστι.

[5] γενέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντιδοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν ἐθέλειν πόνον οὐκ ἔχει, ὥστ' ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.

[511]

Ὀλυμπίῳ.

[1]    Ἔχω τὴν πατρίδα διὰ σέ, προσθήσω δ' ἴσως ποτὲ τὸ ὅτι καὶ ὑγιαίνων ἔχω διὰ σέ, ὡς νῦν ἡμῖν ἐπεστράτευσε πάλιν ἐκεῖνο τὸ δεινὸν τὸ σεῖον τὴν κεφαλὴν καὶ φάρμακα πολλὰ μὲν ἀνήλωται πίνοντος ἐμοῦ, τῆς δὲ πόσεως τὸ ἔργον οὐ λαμπρόν, ἀλλὰ μέλλουσα μὲν εὔφρανεν ἐλπίδι, γενομένη δὲ ἤνεγκε μικρόν.

[2] ὥστ' ἂν μὴ τάχιστα ἡμῖν ἀφικόμενος ἐκβάλῃς τὸ κακὸν τῇ τέχνῃ, τῆς γε πατρίδος ἡμᾶς ἐκβαλεῖ τὸ κακόν. οἶσθα γὰρ ὡς οἱ νοσοῦντες, ἐπειδὰν μηδεὶς ὠφελῇ, τοῦ τόπου κατηγοροῦντες ὑπὸ τῆς ἀπορίας ἀποπηδῶσιν ἐπ' ἄλλο χωρίον.

[3] σὸν οὖν ἂν εἴη πρὸς τῷ τὴν οἰκείαν ἀποδοῦναι τὸ καὶ τὴν κεφαλὴν ἐρρῶσθαί μοι δοῦναι. [512] [t]

Ἀνατολίῳ.

[1]    Οὕτω με Σπεκτάτος ὁ γενναῖος ἀνηρτήσατο καὶ προσέχειν ἔπεισεν αὑτῷ καὶ πάντα ἄγειν αὑτόν, ὥσθ' ὅστις ἰδεῖν με ἐθέλοι δύντος ἡλίου, παρὰ τοῦτον ἔτρεχε καὶ εἶχεν εὐθύς. καὶ γὰρ τὰ πάντων ἥδιστά μοι βιβλία πολλάκις τοῦδε ἐκρίθη δεύτερα καὶ εἱλκόμην εἰς τοῦτον ἀπ' ἐκείνων τῶν παιδικῶν.

[2] αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται, ἀλλ' ὁ τρόπος πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα ἐξέμηνεν, ἐκεῖνό ἐστι.

[3] θαυμάζει τῆς σῆς γνώμης τὸ μέγεθος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ βοᾶν ὡς οὕτως ἔχοι τὰ σά.

[4] ὁ δὲ καὶ μάντις ἤδη γίνεται κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ.

[5] ἀλλ' εἰ καὶ βαρύ σοι τὸ ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα ἔσται τὸ ἔργον, ἀλλ' ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον. [513] [t]

Ἀρισταινέτῳ.

[1]    Οὔθ' ὁ Λεόντιος ἔδωκε τὴν ἐπιστολήν, ἀλλ' ἢ οὐ λαβὼν ἔφησε λαβεῖν ἢ λαβὼν ἀπολώλεκε, Θεμίστιός τε φήσας φέρειν τῆς ὑστεραίας οὐ φέρειν ἔφη· γράψαντα γάρ σε οὐκ ἐπιθεῖναι. ταῦτα δὴ τί βούλεται, δίδαξον, ὡς ἐγὼ τῶν αἰνιγμάτων οὐχ ὁρῶ λύσιν.

[2] Σπεκτάτος δὲ παρ' ἡμῶν ἀνέστη μὲν βραδέως, εὖ δὲ τὰ τῇδε θεὶς ἀνέστη καὶ μιμησάμενος τοῦ Νικίου τοῦ ἡμετέρου προγόνου τὸν τρόπον. Βαβυλῶνα γὰρ ἔξεστιν ὁρᾶν, εἰ καὶ μὴ πολέμῳ ληφθεῖσαν, ἀλλ' εἰρήνης γε ἀνεῳγμένην νόμῳ.

[514]

Κληματίῳ.

[1]    Ἔχεις ὑπὸ χεῖρα Σπεκτάτον, ὃν ηὔξω λαβεῖν. μὴ τοίνυν πρὸς τὴν ὄψιν μαλακισθῇς, ἀλλ' ὅσα ἠπείλεις ἐπιτέλει βοῶν, ἕλκων, ἄγχων, καταφιλῶν μετὰ θυμοῦ· τοιάσδε γὰρ οἶσθα παρὰ τοῦδε δίκας λαμβάνειν.

[2] σεμνότερος δὲ ἥκει σοι τὸν πόλεμον καταλύσας καὶ καθίσας ἡμῖν ἐν τῷ θεάτρῳ τοὺς δεινοὺς ἐκείνους τοξότας, ὥστ' εἰκὸς αὐτὸν ἔσεσθαι μείζω παρὰ τῷ βασιλεῖ δυνηθέντα τῇ γνώμῃ πλέον τῶν ὄντων.

[3] εἰ δὲ σὲ μὲν λέγων φιλεῖν οὐ ψεύδεται, παρ' ἐκείνου δὲ οὐδενὸς ἀτυχήσει, κώλυμα οὐδὲν ὧν ἐπιθυμεῖς ἔσται σοι. εἰ δὲ δεῖ σε καιρῶν ἀπολαῦσαι, τὸν ὕπνον ἀποθέμενος ἀνίστω.

[515]

Ἀνδρονίκῳ.

[1]    Ἢ παίζειν ἔοικας ἐν τοῖς γράμμασιν ἢ τὸ πᾶν ἀγνοεῖν, πρῶτον μέν, εἰ νομίζεις τὸν σαυτοῦ θεῖον θείου τι πρὸς σὲ ποιήσειν· ἔπειτα, εἰ δι' ἡμᾶς. ἐμοὶ γὰρ οὑτοσὶ χαλεπώτερος γέγονε τῶν παρ' ἡμῖν χαλεπῶν καὶ κακῶς ὅσα δύναται ποιεῖ· δύναται δὲ πολλὰ καὶ πλουτεῖ· τὸ δ' ὅθεν, ἴστε.

[2] ἔσχε δὲ πρὸς ἐμὲ δυσκόλως ἀπὸ τοῦ μὴ παρὰ σοῦ τυχεῖν ὧν ἐπέταττεν. ἐγὼ μὲν γὰρ οὐδ' οὕτως ἐπαυόμην φιλῶν, ὁ δ' ὅτι σε μὴ μεταβαλὼν ἐμίσουν, μισεῖν ᾠήθη με δεῖν.

[3] σὺ δ' εὖ τι παθεῖν παρ' ἐκείνου ζητῶν λύκου πτερὰ ζητεῖς· ἐπεὶ καὶ νῦν ὁ Θεμίστιος, ᾧ τί παραπλήσιον εἴποις ἄν; οὗ φθεγγομένου κἂν Σκύθαι γένοιντο ἥμεροι, τί μὲν οὐκ εἶπε, τί δὲ οὐκ ἔδρασε; ποίαν δὲ οὐκ ἦλθε πειθοῦς ὁδόν;

   τῷ δ' ἄλληκτόν τε κακόν τε

   θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.

[4] δοκεῖ γάρ μοι πρὸς τὸ θυγάτριον βλέπων καὶ τὰ Κινύρου μικρὰ νομίζειν, ὥστε πανταχόθεν ἁρπάζειν, κἂν αἰτήσας μὴ λάβῃ, ἐχθρὸς εὐθέως ὁ μὴ δοὺς καὶ κακῶς οὐκ ἀκήκοεν, ἀλλὰ πέπονθεν.

[5] ἢ οὖν ἀποστὰς ὧν αἰτεῖ λῦσον τὸν πόλεμον ἢ τῶν σαυτοῦ κρατῶν ἀνέχου τοῦ πολέμου.

[516]

Ἀραξίῳ.

[1]    Πάλαι σου τὴν περὶ τὸ ἄρχειν ἐπιστήμην εἰδώς, ὅτι καὶ τὴν παροῦσαν μετὰ παντὸς ἄρχεις τοῦ προσήκοντος, οἶδα. εἰ δὲ μὴ καὶ πάλαι σε ἐτύγχανον εἰδώς, εὗρον ἄν σου τὴν ἀρετὴν ἀπὸ τοῦ φίλου. ὅστις γὰρ ὁμιλῶν ἥδεται Θεμιστίῳ, οὐ πώποτ' ἠρώτησα γινώσκων, ὅτι τοῦ ζῆν ὡς ἄριστα ποιεῖται λόγον.

[2] διὸ δὴ καὶ αὐτὸς ἐκεῖ τε συνέζων αὐτῷ καθάπερ συμπεφυκὼς καὶ τῇδε ταὐτὸν ἐποίησα. συνὼν οὐκ ἐπαυσάμην, ὅπως τε ἀκούοιμί τι χρηστὸν καὶ δοκοίην τοῖς πολίταις εἶναι μὴ κακὸς ἀπὸ τοῦ χαίρειν τῷ καλῷ.

[3] γράμματα δέ μοι σὰ κομίζων διπλῆν ἐποίει τὴν ἡδονήν, αὐτοῖς τε τοῖς δοθεῖσι καὶ ὅτι τοιοῦτος ἦν ὁ φέρων. καὶ δή με καὶ μετεωρίσας τοῖς περὶ σοῦ λόγοις ὥρμησε πρὸς τὴν ὁδόν. καὶ νῦν ἄν σοι διελεγόμην, εἰ μή με τὸ γῆρας τῆς μητρὸς ἔκαμψε πάνυ χρῇζον ἐπικουρίας. εἰ δὲ μὴ τοῦτο μένειν ἔπειθεν, οὐδὲν ἄν με τῶν ἄλλων μᾶλλον ἔπειθεν ἢ σοὶ βαδίζειν.

[4] ἴσως μὲν οὖν καὶ μένων ὄψομαί σε, τὴν γὰρ Τύχην ὁρῶ σε κομίζουσαν οἷ δεῖ σε ἐλθεῖν· ἴσως δὲ καὶ τῆσδέ σοι τῆς ἀρχῆς μηκυνομένης ἐμέ τις ὄψεται παρὰ σοί.

[5] τῆς δὲ ὕβρεως ἣν ὕβρισμαι, πρὸς θεῶν, ἀπαίτησον δίκας καὶ μὴ τὸ γνῶναι πολλοὺς τὴν συκοφαντίαν μᾶλλον ἡγήσῃ φοβερὸν ἢ τὸ μὴ λαβεῖν με δίκην τοιούτων ὑβρισμάτων.

[6] ὅπως δὲ ταῦτα ἔσται, καλῶς εἴσῃ τά τε ἄλλα ἐπιστάμενος καὶ δικῶν ὁδούς. οὐ γὰρ ἔγωγε οἴσω τὰ τῶν κακῶς πεπλουτηκότων ἀκούων ἐν πενίᾳ.

[517]

Ἱεροκλεῖ.

[1]    Εἰ δὲ τοῦτο ἐγεγόνει καὶ σὲ εἶχεν ὁ χορὸς ὃν νικῶν συνέστησε Θεμίστιος, ἀπῆν ἂν ἡμῖν εὐδαιμονίας οὐδέν. νῦν δὲ οὐ πάντα θεοὶ δόσαν, ἀλλὰ τὸν μὲν ἑωρῶμεν, τοῖς δὲ ὡμιλοῦμεν γράμμασι.

[2] μακαρίους δὲ καὶ σὺ τότε ἡμᾶς ὀρθῶς ἐκάλεις καὶ νῦν ἡμεῖς σέ· τότε μὲν γὰρ ὡς ἡμᾶς ᾔει τἀγαθόν, νῦν δὲ ἀναστρέφει παρὰ σέ.

[3] ἀπόλαυε δὴ καὶ πάρεχε τὰ ὦτα διηγήσει μακρᾷ καὶ χρῶ διδασκάλῳ νέων πραγμάτων, ὃν ἐδίδασκες τὰ ἀρχαῖα.

[518]

Ἀρισταινέτῳ.

[1]    Ἐξέμηνε τὴν πόλιν ἡμῖν εἰς σοφίας ἔρωτα Θεμίστιος σιγῶν μὲν οὐδαμοῦ, πανταχοῦ δὲ λέγων, καὶ λέγων οἷα τοῦτον ἦν εἰκὸς λέγειν, ὥστ' εἰ μὴ τάχιστα ἀπῆρε, κἂν μετέστησε τὴν βουλὴν ἀπὸ τούτων ἐν οἷς νῦν ἐστιν ἐπὶ τὸν αὑτοῦ βίον.

[2] ἐμὲ δὲ ἀναμνήσας τῶν παλαιῶν ἐκείνων πραγμάτων εἰς δάκρυα κατέστησεν, ὃ ἐγὼ τὴν πατρίδα ποθῶν ἔτ' ὢν παρ' ὑμῖν οὐδεπώποτε οἶδα παθών. ἔχει δέ μοι καὶ τὸ σῶμα οὕτως ὥστε ἐλεοῦμαι μὲν ὑπὸ τῶν ἄλλων, ζημία δέ μοι τὸ μὴ τεθνάναι. καὶ πολλὰ μὲν ᾄδεται τῶν νοσημάτων αἴτια, δεῖ δὲ φέρειν ἀφέντα ζητεῖν, ὅθεν ἐστίν. οὐδὲ γὰρ ἐζητοῦμέν τι ῥᾷστον εὑρεῖν.

[3] σὺ δὲ οὐ γράψας προσέθηκας τοῖς κακοῖς. εἰ δὲ τοῦτο λέγοις, ὡς ἀντὶ γραμμάτων ἥκει Θεμίστιος, ἀκούσῃ· τί δ' ἂν ἦν μᾶλλον πρέπον γράμμασι Θεμιστίου; [519] [t]

Εὐτοκίῳ.

[1]    Λητόιος ἡμῖν φίλος ἐστὶν ἀπὸ τοῦ χρηστὸς εἶναι καὶ κρείττων τοῦ σχήματος ἐν ᾧ ζῇ. ζῇ μὲν γὰρ ἐν στρατιώτου μοίρᾳ, τῇ γνώμῃ δὲ μετὰ τῶν περὶ τοὺς λόγους ἐστίν.

[2] οὗτος ἐντυχών μοι τό τε μέλλειν ὡς ὑμᾶς ἰέναι φράζει καὶ κελεύει πρὸς Εὐτόκιον ἐπιστεῖλαι. ἐγὼ δέ, ὅστις μὲν οὗτος Εὐτόκιος, οὐκ ἔμελλον ἐρήσεσθαι, πάντας γὰρ ἐμπέπληκας τοῦ περὶ σαυτοῦ λόγου, τὸ δὲ μήπω σοι συμμίξαντα γράφειν ὄκνον παρεῖχε καὶ ἐδεδοίκειν μὴ δόξω τούτων εἶναι τῶν ἐνοχλούντων.

[3]

Λητοίου δὲ δεομένου μὴ ἄλλως ποιεῖν καὶ φήσαντος οὐ πρὶν ἀποστήσεσθαι καὶ ἅμα ὑποσχομένου σοὶ μὲν ἡδονήν, ἐμοὶ δὲ οἴσειν τὴν σὴν φιλίαν τὰ γράμματα τὸ μὲν ὑπήκουσα, τὸ δὲ εὔχομαι.

[520]

Σεβαστιανῷ.

[1]    Οὐ λέληθεν ἡμᾶς οὔθ' ὅπως σὺ τὴν Αἴγυπτον ὠφελεῖς οὔθ' ὅπως Αἰγύπτιοι σὲ φιλοῦσι. καὶ χωροίη γε ταῦτα ἄμφω διὰ τέλους.

[2] πρόσθες δὴ τοῖς εὖ πεπονθόσιν ὑπὸ σοῦ καὶ τουτονὶ Δουλκίτιον, ὃς ἄλλως οὐκ ἂν ἐλθὼν εἰς Αἴγυπτον, ἐπειδὴ σὺ τἀκεῖ φυλάττεις, ἥκει νομίζων ἴσως μέν τι καὶ ἄλλο κερδανεῖν, μέγιστον δὲ καὶ πρὸ τῶν ἄλλων εὐθὺς τὸ σὲ προσιδεῖν.

[3]

ὡς οὖν ἡμῖν τε ἐπιτήδειον καὶ σὸν ἐραστὴν ποίει τῶν ἄλλων εὐδαιμονέστερον.

[521]

Καταφρονίῳ.

[1]    Δουλκίτιός ἐστι μὲν ἀπὸ τῆς ἰσχυούσης ὅσον οἶσθα συμμορίας, βούλοιτο δ' ἂν ἐπιεικείᾳ μᾶλλον ἢ τῷ δύνασθαι δόξαι τῆς παρὰ σοῦ τιμῆς τυγχάνειν.

[2] γινέσθω δέ σοι σημεῖον τὸ τοῖς παρ' ἡμῶν αὐτὸν μᾶλλον πιστεῦσαι γράμμασιν ἢ ὅσα τῆς ἀρχῆς ἔρχεται φέρων. τὸ δὲ αὐτὸ τούτῳ τε ἰσχυρὸν καὶ σοί τις ἔπαινος, εἰ φαίνοιο τοὺς σοφιστὰς μᾶλλον αἰδούμενος ἢ τοὺς ἄρχοντας φοβούμενος.

[3] ἐγὼ μὲν οὖν οἶδα τούτῳ χάριν, ὅτι μοι προσειπεῖν ἔδωκέ σε· σὺ δ' εἰ τοῦ λαβεῖν ἔχεις, δεῖξον ἔργῳ. πάντως δὲ ἀρκέσει Δουλκιτίῳ γνῶναι τοὺς Αἰγυπτίους, ὡς ἄρα αὐτὸν ἐπίστασαι.

[522]

Ἀνατολίῳ.

[1]    Ἐγὼ σοὶ πολλάκις ἐπιστέλλων βουλοίμην ἂν σὲ μὴ γράφειν ἐμοί. τοῦτο γάρ μοι δώσει σοῦ κατηγορεῖν, ὃ περὶ παντὸς ἐμοί, τὸ σὲ διώκειν ἔχειν. οὐ μὴν ἔτ' ἂν βουλοίμην σε μὴ ποιεῖν ἃ ἂν κελεύω σε ποιεῖν, ἀλλὰ καὶ πάνυ ποιεῖν.

[2] τί οὖν κελεύω; φησὶ Δημοσθένης. παρ' οὗ τὰ γράμματα δέχῃ, τοῦτον ποιεῖν ὅ τι ἔχεις ἀγαθόν. καὶ γὰρ εἰς ἡμέτερον φίλον εὐεργέτης ἔσῃ καὶ κτήσῃ φίλον ἐπαινεῖν εἰδότα. τοῦτο δὲ σοὶ δήπου μέλει ἢ τὸ κερδαίνειν ἑτέροις.

[523]

Ὀλυμπίῳ.

[1]    Σὺ τοῖς Σύροις λιμήν, κἂν ἀμοιρῶσι παιδείας, καὶ τοῖς γε παιδείας μετειληφόσι πάλιν λιμήν, κἂν μὴ Σύρους εἶναι συμβαίνῃ. χαίρεις δέ που καὶ τοῖς ἡμετέροις φίλοις, κἂν ἑτέρωθεν ὦσι, κἂν μὴ λόγους εἰδῶσιν.

[2] εὑρίσκω δὴ πάντα παρὰ τῷ τὰ γράμματα φέροντι· καὶ γὰρ πολίτης ἡμῖν καὶ συνήθης Ἡλιόδωρος καὶ δεινὸς εἰπεῖν. χρῶ δὴ τῷ σαυτοῦ περὶ τὸν ἄνδρα τρόπῳ. [524] [t]

Ἀραξίῳ.

[1]    Ἔρχεται μὲν εἰς Ἰταλίαν Ἡλιόδωρος, τῆς αὑτοῦ δὲ ὁδοῦ τῶν ἐν τῇ γῇ τὸ κάλλιστον ὄψεται τὴν ὑμετέραν πόλιν. ζητῶν δὲ τῶν ἐν αὐτῇ τῇ πόλει τὸ κάλλιστον ἄγεται παρὰ σὲ διὰ τῆς ἐπιστολῆς, ὃς καὶ τῇ πόλει δίδως τῶν ἄλλων κρατεῖν.

[2] τὸν δὲ ἄνδρα, κἂν ἐπείγηται, δίδαξον, ὅστις εἶ, δίκαιον ὄντα μὴ τὸν σὸν ἀγνοεῖν τρόπον. πάντως δέ, ὅ τι ἂν φθέγξῃ πρὸς αὐτόν, θαυμάζοντα ἀποπέμψεις.

[525]

Σπεκτάτῳ.

[1]    Οὗ μάλιστα ἐπεθύμεις, ἐπεθύμεις δέ, οἶμαι, γραμμάτων ἐμῶν, τοῦτο ἥκει σοι. κομίζει δὲ Σευῆρος, ἀνὴρ ᾧ ποιεῖ σε προστάτην δικαιώματα δύο, τό τε πρὸς ἡμᾶς αὐτὸν ἔχειν οἰκείως καὶ τὸ πολίτην ἀμφοῖν εἶναι τὸν ἄνδρα.

[2] τοῦ μὲν οὖν μαθεῖν σε ταῦτα ἐμέλησεν ἐμοί, τῆς δὲ εἰς τὸ βοηθεῖν προθυμίας σοὶ δήπου μελήσει· ὡς ἑκάτερόν γε ἄτοπον, καὶ τὸ ὑπὲρ ὧν ἥκει μὴ πρᾶξαι καὶ τὸ σοῦ παρόντος μὴ διὰ σοῦ τινος ἀγαθοῦ τυχεῖν. [526] [t]

Ἀνατολίῳ.

[1]    Ἄλλοις μὲν ἄλλος φιλοτιμεῖται, Σευῆρος δὲ τῷ φίλος ἐμὸς εἶναι. καὶ δῆλον ὡς εὐθὺς ἥκων πρὸς ὑμᾶς τοῦτο κηρύξει.

[2]

ἔδεισα δὴ μὴ τὸ μὲν ἀκούων, γράμματα δὲ ἐμὰ διὰ τοῦ ταῦτα λέγοντος οὐ λαβὼν ἢ ψεύστην ἐκεῖνον ἢ κακὸν ἐμὲ περὶ τὸν φίλον ἡγήσῃ. τί γὰρ ἂν αὐτὸν ἠδίκησα μεῖζον ἢ τῆς σῆς ῥοπῆς ἀποστερῶν; τὸ γὰρ μὴ δοῦναι παρὸν εἰς τὸ ἀποστερεῖν ἔγωγε ἂν θείην.

[3] ὧν μὲν οὖν δεῖται, τῶν πάνυ ῥᾴστων ἐστί· φοβοῦμαι δὲ μὴ τοῦτό σε κωλύσῃ συμμαχεῖν, ὡς πρέπον σοι τὴν ῥώμην ἐν μεγάλοις δεικνύειν. ἀλλ', ὦ δαιμόνιε, χάριν ἐμὴν ἅψαι καὶ τῶν μικρῶν.

[527]

Ἱέρακι.

[1]    Φιλῶ γὰρ ἐμαυτὸν καὶ διὰ τοῦτο σὲ φιλῶ καὶ φιλεῖν ὁμολογῶ, ὡς ὅστις σε εἰδὼς οὐ φιλεῖ, δοκεῖ μοι μισεῖν αὑτόν. Κυζικηνῶν δὲ τὴν ὁρμὴν ἐπαινέσας μέμφομαι τὴν μεταβολήν. τὸ μὲν γὰρ εἰς τὸν κύκνον ἰδεῖν καλόν, τὸ δὲ τῷ κολοιῷ δοῦναι χώραν οὐ καλόν, ἀλλ' ἀτεχνῶς τὸ Ἀριστοφάνους· ὁ Θέογνις ἀντ' Αἰσχύλου.

[2] γράμματα δὲ πρὸς ἡμᾶς οἷα φῂς οὐχ ἧκεν, εἰ δ' ἔλθοι, τὸν φίλον ὄψει, τῇ γυναικὶ δέ, ἥν, ὅτι αὐτῆς ἐπιμελῇ, μακαρίζω. πέπρακται γὰρ ὧν ἔχρῃζε τοῦ παιδὸς εὑρόντος ἕτερον σύμμαχον.

[528]

Δημητρίῳ.

[1]    Πολλὰ ἀγαθὰ γένοιτο Βακχίῳ καλῷ τε ὄντι καὶ καλῶν ἐρῶντι. λέγω δὲ οὐκ ἐμαυτὸν σεμνύνων, ἐρᾷ μὲν γὰρ καὶ ἐμοῦ, καλοῦ δὲ οὐ πάνυ, σοῦ δὲ πάνυ τε ἐρᾷ καὶ πάνυ καλοῦ, ὃς τοιαύτην ἡμῖν φέρων ἐνέθηκας εἰς τὴν ἐπιστολὴν τὴν ἠχώ, ὥστε κατειχόμην μὲν ὑπ' αὐτῆς καὶ πρὸς τὸ κάλλος ἐπήδων θαυμάζων τῶν ὀνομάτων τὴν ὥραν οὐχ ἧττον ἢ αὐτὴν ὁ Πὰν τὴν θεόν.

[2] συνέβη δέ τι δυσχερὲς ἐμοί τε καὶ Βακχίῳ. μεσούσης μὲν γὰρ τῆς ἡμέρας λέγων ἐπεπαύμην ἐγώ, ληγούσης δὲ οὗτος ἐπῆλθε καὶ βλέποντες εἰς ἀλλήλους ἠλγοῦμεν, ὁ μὲν ὡς ὑστερήσας τῶν λόγων, ὁ δ' εἰπὼν οὐ τυχὼν τῆς τοῦ φίλου ῥοπῆς. ἀλλ' ἐκεῖνό γε ἐτερπόμην ἀκούων, ὅτι τὴν ἀπάτην οἱ τοῦτο παθόντες παρ' ὑμῖν ἀποτίθενται καὶ ἐπανίασιν ὅθεν οὐ καλῶς ἐξέβησαν.

[3] λόγους δὲ μὴ αἴτει μᾶλλον ἢ πέμπε μηδ' οἴου λαμβάνειν σοι μᾶλλον ἢ διδόναι προσήκειν μηδὲ σφόδρα δίκαιος ὢν ἓν τοῦτο ἄδικον ποίει. πῶς γὰρ οὐ δεινὸν Ἀλέξανδρον σοὶ μὲν ἡμετέρους κομίζειν λόγους, ἡμῖν δὲ ἐπαίνους τῶν σῶν λόγων ἀντὶ τῶν λόγων αὐτῶν;

[4] ἀλλ', ὦ δαιμόνιε, δεῖξον ἡμῖν πρὸ τοῦ σώματος τὸν ῥήτορα· δηλοῦται μὲν γὰρ ἡ τέχνη καὶ διὰ τῶν γραμμάτων, τὸ δὲ μηδὲν τῶν σῶν ἀγνοεῖν ἄμεινόν τε καὶ χαριέστερον.

[529]

Εὐφημίῳ.

[1]    Ἐγὼ τὸν σὸν ἡγούμην συγγενῆ κακοῦ μὲν οὐδενός, ἀγαθῶν δὲ πολλῶν αἴτιον ἔσεσθαί μοι· ὁ δὲ ἀφ' οὗ μάλιστα ἂν ἐβλάβην, τοῦτο διετέλεσε ποιῶν. οὔτε γὰρ μεθ' ἡμῶν ὢν τὰ παρ' ἡμῶν ἔπεμψέ σοι γράμματα πολλὰ λαβὼν ἅ τε ἐπέθηκα ἀπιόντι, ταῦτα οὐ φαίνῃ λαβών. εἰπάτω, τίνος τοσαύτην ἀπῄτησε δίκην· ὡς τό γε μὴ εἶναι τοῦτο δίκην οὐκ ἀρνήσεται.

[2] τὰ δ' ἡμέτερα οὕτως ἔχει· πόνος πολύς, ὁ μὲν ἀπὸ τῶν νέων, ὁ δ' ἀπὸ τοῦ πολλάκις εἰς ἀγῶνας ἐμβαίνειν. καὶ πρόσεστι τὸ νοσεῖν ἀεί. πάντα γὰρ δὴ τὸν χρόνον τοῦτον ἐνναίοντες ταῖς τῶν ἰατρῶν χερσὶν οὔπω τελέως ἔξω τοῦ νοσεῖν ἐσμεν.

[3] τῶν πολιτῶν δὲ ἡμῖν πλὴν ἑνὸς ἐχόντων οἰκείως τῶν ἐν ταῖς δίκαις οἱ μὲν ὄντες ὡς ἀληθῶς ῥήτορες μεθ' ἡμῶν εἰσιν, οἱ δὲ βλάψαντες ἄν, εἰ μεθ' ἡμῶν ἦσαν, ἑτέρων εὖ ποιοῦντές εἰσιν ἐσθίοντες κρέα πολλά, πίνοντες κρατῆρας τοῦ θαυμασίου σοφιστοῦ.

[4] παρ' ᾧ δὲ δικαίως ἂν ἴσχυον, ὅσον οὐκ ἄλλος, ἀσθενέστερος ἁπάντων εἰμί. καὶ οἶδα μὲν ὡς δοκῶ δύνασθαι, δύναμαι δὲ οὐδὲ μικρόν. καὶ ταῦτά σοι, κἂν μὴ νῦν φαίνηται πιστά, φανεῖται μικρὸν ὕστερον.

[530]

Δημοφίλῳ.

[1]    Ἤιδειν ὅτι μου μέμνησαι καὶ πρὶν ἐπιστείλῃς, τὸν γὰρ ἀδελφὸν ᾔδεις καὶ διὰ τούτου τιμήσων· γράμματα δὲ προσθεὶς ἐχαρίσω καὶ ταύτῃ.

[2] ὁ δὲ ἥκων παρ' ὑμῶν ἔγνω τε εὐθὺς ὡς εἴην συκίνη βοήθεια, καὶ πέρας αὐτῷ τῶν πραγμάτων δι' ἑτέρου λαβόντων τοῦτο ἔφρασεν αὐτὸ καὶ δοὺς τὰς ἐπιστολὰς ἀντέλαβεν.

[3] ἐγὼ μὲν οὗπέρ εἰμι κύριος ποιῶ, γράφω, τὰ ἔργα δὲ ὑμῖν παρὰ τῶν ἰσχυόντων.

[531]

Ἀρισταινέτῳ.

[1]    Ὑπῆρξεν ἡδύ τι Ῥουφίνῳ παρ' ἡμῖν, ἤκουσέ μου. καὶ δὴ καὶ αὐτὸς ἡδόμην Ῥουφῖνον ὁρῶν ἀκούοντά μου.

[2] ἔσῃ δὲ καὶ σὺ τῶν ἡδομένων ταῦτα ἀπαγγέλλοντος ἀκούων. ἔνι γὰρ αὐτῷ περί τε ἡμῶν εἰπεῖν τι καλὸν καὶ περὶ τῶν Βοιωτῶν, ὅτι εἶεν Βοιωτοί. [532] [t]

Φιρμίνῳ.

[1]    Τῷ μὲν ἐπιστέλλειν τιμᾷς, ὧν δὲ ἐδεήθημεν τυχεῖν, ταῦτα οὔτε ποιῶν οὔτε δηλῶν, δι' ὅ τι μὴ ποιεῖν ἔδει, λυπεῖς.

[2] ἐγὼ δὲ αὖ Πυθῶδε· πάλιν γάρ σοι περὶ Βοηθοῦ διαλέξομαι. ὁ δὲ Βοηθὸς οὗτος πόλεως μὲν Ἐλούσης, Ζηνοβίου δὲ ἀνεψιός, ὃν τεθνεῶτα πλέον ἢ ζῶντα αἰδούμεθα. τοῦτον εὑρὼν τῆς εἰρήνης φύλακα τὸν μὲν ἔπαυσας, ἑτέρῳ δὲ τὸ πρᾶγμα ἐπέτρεψας.

[3] καὶ οὐ μέμφομαι, χάριν δὲ ἐπαγγέλλω τὸ τὸν Βοηθὸν πάλιν ἐν οἷς ἦν πρὸ τοῦ φανῆναι. εἰ δὲ ἐμοὶ μὲν τοῦτο ἐν σπουδῇ, σοὶ δὲ οὐκ ἔργον, αἰσχύνη δὲ ἄπεστι τῆς χάριτος, τί οὐ δίδως; [533] [t]

Δομνίνῳ.

[1]    Ἀρτέμων οὗτος πολίτης μέν ἐστιν ἐμός, μαθητὴς δὲ ἑτέρων. τοῦτο δὲ τὸ ἑτέρων οὐκ ἔστιν ὅτε οὐκ ἐμέμψατο. συνέβη δὲ αὐτῷ συνεῖναι μὲν ἄλλοις, ἡμῶν δὲ ἐρᾶν, τὰ μὲν καιροῦ, τὰ δὲ τύχης, τὰ δὲ τοῦ μέλλειν ἀπαίρειν οὐ δόντων ὧν ἐπεθύμει τυχεῖν.

[2] τάττεται οὖν ὑφ' ἡμῶν ἐν τοῖς ἀκηκοόσιν ἡμῶν, ἐπειδὴ γνώμην ἔσχεν εἰς ἡμᾶς ἣν οἱ μεθ' ἡμῶν. ὡς οὖν προσελθὼν εἶπεν, οἷ βαδιεῖται καὶ ἐφ' ὅ τι, καὶ ἐπῄνεσα καὶ συνευξάμην καὶ ἐμήνυσα τὸν ὅρμον.

[3] ἐγὼ μὲν οὖν τὸν νεανίσκον ἠμειψάμην τῷ πέμψαι παρ' ὃν ἐχρῆν, σὺ δ' αὐτὸν παίδευε μὲν ἃ καὶ τοὺς ἄλλους, ὅρα δὲ ἥδιον ἢ τοὺς ἄλλους, ὅπως εἰδέναι πᾶσιν ᾖ, πόσον τι τοὐμὸν παρὰ σοί.

[534]

Ὀλυμπίῳ.

[1]    Εὐθὺς ἀκούσας σε τῆς Ῥώμης εἰλῆφθαι τούτου σε εὐδαιμόνιζον, γνοὺς δὲ ὅτι σοι καὶ δόξα βελτίων εἴη καὶ δύναμις αὐτόθι, μᾶλλον ἐκάλουν εὐδαίμονα. δέδοικα μέντοι μὴ τοῦτο τὴν ἡμετέραν ἀποστερήσῃ τῶν ἑαυτῆς τὸ τοῖς ἐγγόνοις εἶναι παρ' ἄλλοις εὐδοκιμεῖν.

[2] ἐγὼ δέ σε πανταχοῦ μὲν ἐπαίνων βουλοίμην ἂν τυγχάνειν, οὐ μέντοι τούτῳ τὴν ἐνεγκοῦσαν ἀδικεῖν, ἣ δεῖται μέν σου δι' ἡμῶν ἥκειν αὑτῇ χαίρουσα μὲν ἐφ' οἷς ἐκτήσω λόγοις, ἐρῶσα δὲ τῆς ἀπολαύσεως ὧν ἐκτήσω λόγων. μέμφεται δὲ ἐμοὶ πρὸ σοῦ· σὲ γὰρ οἴονται τοῖς ἐμοῖς ἕπεσθαι νεύμασι καὶ τοῦ μήπω σε ἥκειν ἐμὲ τὸν οὐ λέγοντα αἰτιῶνται.

[3] Ῥώμη μὲν οὖν ἔστω τὸ κεφάλαιον τῶν ἐν τῇ γῇ, σὲ δὲ μὴ τοῦτο ποιείτω καὶ φίλων ἐπιλήσμονα καὶ γένους, ἀλλ' ἐφ' ὁμοίοις ἡμῖν ἐπάνιθι καὶ συνεπιμελοῦ ποιμνίων ἥδιον τὸ μετ' ἐμοῦ τούτων ἄρχειν ἢ τὸ πόλεων ἡγούμενος. εἰ δ' ἥττων ἀκοὴ τῆς σῆς φωνῆς, σύ τοι ποιήσεις αὐτὴν κρείττω τῇ σῇ φωνῇ.

[4] βιβλίοις δὲ οἷς τε ἔπεμψας ἥσθην οἷς τε συλλέγειν ἔφης. ἥξει δέ σοι καὶ παρ' ἡμῶν τοῦ θέρους ἃ κελεύεις.

[535]

Ἀνατολίῳ.

[1]    Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βουληθεὶς τὰ μέγιστα ἔσῃ δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνήσεις καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω δόξαν φέρει.

[2] σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμμαχεῖν. ἕλκεται παρ' ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπ' ἐκείνῳ προτρεπέτω.

[3]

φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν προστεθεικώς. τοῦτ' ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω μὲν αὐτὰς ἔχων, προτείνας δὲ οὐδαμοῦ.

[4] οὗτος ὁ Κυρῖνος δύο μὲν ἐν τῇ ψυχῇ φυλάττει συνεχεῖς φροντίδας, ἐμέ τε καὶ τὸν υἱόν, μέλει γὰρ αὐτῷ τοῦ μέν, ὅπως λήψεται λόγους, ἐμοῦ δέ, ὅπως δόξω κρατεῖν ἐν λόγοις. ὁρῶν δὲ τὸν ἀδελφὸν ἐλαυνόμενον τὴν μόνην μὲν οὐκ ἠγνόησεν ἐλπίδα, τὴν σὴν ἀνδρίαν, γράμματα δὲ πέμψαι μὲν ἐκέλευσεν ἐμέ, πέμψαι δὲ ὤκνησεν αὐτὸς ἓν τοῦτο μόνον ἁμαρτάνων, ὅτι ῥήτωρ ἐστὶν ἄτολμος.

[5] σὺ δὲ καὶ τοῦτο αἰδεσθεὶς αὐτοῦ καὶ τἄλλα ἐνθυμηθεὶς ζήλωσον πρὸς τὸν ἀδελφὸν τούτου τὴν τούτου πρὸς ἐμὲ σπουδήν.

[536]

Καλλιοπίῳ.

[1]    Ἣν ἂν ἥσθην ἡδονήν, εἰ Σύρων ἦρχες, ταύτην ἥδομαι νῦν, ἐπειδὴ πόλεων ἄρχεις, ἃς ἐν ἴσῳ ποιοῦμαι τῇ πατρίδι. τὰ μὲν οὖν δίκαια καὶ μηδενός σε παρακαλοῦντος ὑπάρξει τοῖς γε ὑπὸ σοί, κωλύει δὲ οὐδὲν μηνύσαι τοῖς ἡμῖν ἐπιτηδείοις τὸ πᾶσιν εἶναι τῶν δικαίων τυγχάνειν. πρὸς γὰρ τῷ τῶν κοινῶν ἀπολαύειν ἀγαθῶν ἔχει τι μέρος εὐθυμίας τὸ μὴ ἠγνοῆσθαι.

[2] πατὴρ ἦν Στρατηγίῳ χρηστὸς εἶναι ἐθέλων καὶ φίλος ἡμῖν. οὗτος ἃ μέγιστα ἀνθρώποις ἐστὶν ἐνεχείρισέ μοι τοὺς υἱεῖς αὑτοῦ. τούτων ὁ μὲν ἔτι παρ' ἡμῖν ἐπὶ λόγοις, ὁ δὲ μικρὰ μετασχὼν εἰς τὸ λειτουργεῖν εἰσῆλθεν ὡς ἐν ταῖς φροντίσι τοῦ πατρὸς ἐσόμενος λαμπρός.

[3] ἀλλὰ τὸν μὲν ἐκ μέσων τῶν πόνων ὁ δαίμων ἥρπασεν, ὁ δὲ ὢν ἔρημος εἰς τὴν σὴν καταφεύγει πρόνοιαν. οὐ γὰρ ἄδηλον ὡς οἷς τε δεῖ πολλῆς ἐπικουρίας εἴσῃ καὶ δώσεις ὁπόσης δεῖ. [537] [t]

Ἀρισταινέτῳ.

[1]    Γυμνασίῳ πάντ' ἂν ὑπῆρξε ῥᾳδίως καὶ μένοντι παρ' ἡμῖν, θαῦμα δὲ παρέσχε Στρατηγίῳ τὸ μήτε σὲ τοῖς καλοῦσιν ὑπακοῦσαι σέ τε μιμούμενον ἐκεῖνον οὐ πορευθῆναι.

[2] καὶ δὴ καὶ ἐμέμφετό σε τοῦ μὴ ἄρχειν ἐθέλειν ἄρχειν ὄντα ἐπιτήδειον, ἐγὼ δέ σε οὐκ ἔφην ἰδιωτεύειν ἄρχοντος ἐκείνου καὶ ἥσθη τῷ λόγῳ.

[3] περὶ δὲ τοῦ σώματος οὐ κακῶς ἐμαντεύσω· χωρεῖ γάρ πως ἐπὶ τὰ βελτίω θεοῦ διδόντος, προσκείσθω γάρ· τὴν βουλὴν δὲ λέγων κακῶς εἰς τοὺς φίλους ἡμῖν βλασφημεῖς· πλὴν γὰρ ἑνὸς οἴκου φρενῶν ἐρήμου τὸ πᾶν ἐμόν.

[4] σὺ δέ, οὐκ οἶδ' ὅπως, ὑπερβὰς τὸ τἀμὰ παρὰ τῶν ἐμῶν μανθάνειν ἐπιστολῶν προσέχεις τὸν νοῦν ἀνθρώπῳ λέγοντι οὐχ ἅπερ ἤθελεν εἰρηκέναι. καὶ γὰρ ἃ διελέχθης περὶ τοῦ θυμοῦ, συνῆκα ὅθεν ἦν.

[5] ἐγὼ δὲ μηδέποτε ἐπὶ τοὺς ἐχθροὺς γενοίμην ἄθυμος, ἐπεὶ καὶ νῦν δίκας τὰς μὲν δεδώκασι, τὰς δὲ ἴσως δώσουσιν.

[538]

Σπεκτάτῳ.

[1]    Γεροντίου τὸν τρόπον ἐπαινέσας ἐποιησάμην φίλον καὶ δὴ καὶ ὅντινα ἂν δύνωμαι ποιῶ τῷ Γεροντίῳ. φίλον δὲ σὲ ἐγὼ μὲν μάλιστα ἂν δυναίμην ποιεῖν, οὗτος δ' ἂν εὔξαιτο λαβεῖν.

[2] ἥκει μὲν οὖν παρ' ὑμᾶς τῶν αὑτοῦ τι δεόμενος, γενέσθαι δὲ αὐτῷ προστάτην ἕτερον σοῦ παρόντος οὐκ εὐπρεπές. ὅπως οὖν καὶ δέξῃ καὶ μετ' εὐνοίας ὄψει καὶ καταστήσεις εἰς σχῆμα τὸν ἄνδρα βέλτιον.

[539]

Ὀλυμπίῳ.

[1]    Καὶ πρότερον ἐπέστειλά σοι παρακαλῶν σε μὴ τὴν πατρίδα ἀτιμάσαι καὶ νῦν ταὐτὰ παρακαλῶ Ῥώμην μὲν θαυμάζειν, οἰκεῖν δὲ τὴν σαυτοῦ. τόπος δέ σοι καὶ χοροὶ νέων καὶ ψήφισμα τιμὰς ἔχον, πάντα εὐτρεπῆ.

[2] δεῖ δ' ἐμοῦ τοῖς πράγμασι τῆς σῆς φωνῆς. εἰ γὰρ δεῖ τοὺς ἡμετέρους ἑταίρους ἐν δίκαις ἰσχύσαι, τοῦτο δὲ ἀμήχανον ὑπὸ τῆς ἑτέρας γλώττης, πῶς οὐ χρὴ παρόντα σὲ συνεφάπτεσθαι τοῦ ποιμνίου; [3] ἀλλ', ὦ 'γαθέ, γενοῦ ποτε καὶ διδάσκαλος, ἐπειδὴ μαθητὴς ἐγένου γενναῖος, καὶ αὐτός τε ἐλθεῖν καὶ μετὰ βιβλίων.

[540]

Ἀρσενίῳ.

[1]    Κἀκεῖνο ἂν εἶχε καλῶς, εἰ παρὼν ἐχρῶ τῷ νόμῳ, καὶ τὸ νῦν οὐ κακῶς, τὸ μηδὲ ἀπόντα τὸν νόμον ἐκλιπεῖν.

[2] ἥσθην δὲ τῷ τε μετ' ἐπιστολῆς ἥκειν τὸ χρυσίον καὶ ὅτι τἀναντία τοῖς πολλοῖς τῶν νέων ποιεῖς. οἱ μὲν γὰρ φεύγουσι τοὺς ἐφεστηκότας, σὺ δὲ καλεῖς τὸν ἐπιστησόμενον δηλῶν ὡς καὶ νῦν ἐν τῷ πονεῖν διάγεις ἀντ' ἐμοῦ τὸν πατέρα τιθέμενος· ᾧ γένοιο παραπλήσιος· ὡς τό γε νικῆσαι τῶν ἀμηχάνων.

[541]

Ἀντιόχῳ.

[1]    Οὕτως ἐγνώκειμεν ἐγώ τε καὶ ὁ σὸς ἀδελφὸς παραδοῦναι τὸν ἄνδρα τοῖς σοῖς ἄγειν πρὸς σέ· ἔπειθ' οἱ μὲν ἐξῆλθον οὐ μάλα τοι δείξαντες ὡς ἐκείνου δέοιντο· τὸν δὲ ἔδει μένειν.

[2]

νῦν οὖν, ἐπειδὴ μεταπέμπῃ, παρέσται σοι πρὸ τοῦ μὲν οὐκ ἀξιώσας ἐνοχλῆσαι, νῦν δὲ οὐ τολμήσας ἀντειπεῖν.

[542]

Εὐμαθίῳ.

[1]    Ἆρά μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν ἡδέως ἔφυγες προϊών; τὴν δὲ αἰτίαν, ὑφ' ἧς τοῦτο ἐποίησας, οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἀκκισμὸν ἂν ἐμοὶ φέροι.

[2] κατηγορεῖς δέ, ὡς ἀκούω, τὸ συνόντα με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράττετο, πονηρὸν ‹ἐμὲ› καλεῖν. ὁ γάρ τοι παιδευτὴς ἐν τῷ θρόνῳ καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπ' ἄλλο τρέποιτο, δίκην ὀφείλων ἴστω.

[3] σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ διδασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλ', οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο ἐποίησας τὸ κακίσαι τε ἐφ' οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι ἀπελθεῖν.

[4] ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμούμενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρ' ἡμᾶς. ἐνθυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.

[543]

Ἀνδρονίκῳ.

[1]    Γαυδέντιος ἡμῖν κοινωνεῖ τῶν περὶ τοὺς νέους πόνων. Ἀράβιος δὲ οὑτοσὶ καὶ ἔστιν αὐτῷ γένος ἐκεῖ, πενόμενοι παρὰ τὴν ἀξίαν. γνοὺς οὖν ὡς εἴης μοι φίλος καὶ τῶν μὲν οἰκείων φροντίζων, ἐμοὶ δὲ ἐπιτάττειν ἔχων, κινεῖ σε δι' ἐμοῦ βοηθεῖν Ἀντιόχῳ τε καὶ Ἀλεξάνδρῳ. τούτοιν δὲ ὁ μὲν αὐτῷ κηδεστής, ὁ δὲ ἀδελφιδοῦς, ὁ μὲν ἄπορος παντελῶς, ὁ δὲ ἐν ἀπορίᾳ νέος.

[2] ἃ μὲν οὖν ἀδικοῦνται, παρ' αὐτῶν εἴσῃ· λύσας δὲ αὐτοῖς τὸ κακὸν τοὺς νόμους τε βεβαιώσεις, ὧν, οἶμαι, σοὶ μάλιστα μέλει, καὶ ἡμῖν ἐκ τῶν αὐτῶν χαριῇ.

[544]

Ἀντιόχῳ.

[1]    Τῷ μὲν Ὀλυμπίῳ Διὶ πάλαι τὸν ἀγῶνα τέθεικεν οὑμὸς ἀνεψιός, νῦν δὲ εἰς λειτουργίαν εἰσῆλθεν, ἧς οὐκ ὀλίγα μὲν ᾔδει, τὸ δὲ ἐν πλείστῃ σπουδῇ τὰ τῶν ἀνθρώπων ἀγωνίσματα πρὸς τὰ θηρία.

[2] δεῖ δὲ θηρίων ἡμῖν οὐ νυσταζόντων καὶ θαρρεῖν παρεχόντων τοῖς ἀπαντῶσιν, ἀλλ' ἐφ' ἃ δεήσει πολλῆς σοφίας τῷ γε οὐχ ἁλωσομένῳ. τοιαύτας δὲ ὑμῖν τὰ ὄρη τρέφει τὰς ἄρκτους δεινὰς ἐπινοῆσαι καὶ ἑλεῖν. τὸ δὲ τὰς δεινὰς ἑλεῖν διαφυγεῖν τὴν χάριν ἔχει τῷ θεάτρῳ. οὔσης δὲ ἡμῖν εὐθήρου τῆς χώρας εἰσί σοι θηραταὶ πολλοὶ καὶ ἐπιστήμονες, οἷς ἡγοῦμαι τέρπεσθαι καὶ τὴν Ἄρτεμιν.

[3] ποίησον δὴ ἡμῖν λαμπρὰν τὴν λειτουργίαν ἄρκτων χαλεπότητι καὶ τῷ αὐτῷ τοὺς μὲν παρ' ὑμῖν γεωργοὺς ἀπάλλαττε φόβου, τοῖς δὲ παρ' ἡμῖν κυνηγέταις ἔπαγε φόβον καὶ γίγνου πρόθυμος εἰς τοὺς οἰκείους.

[4] ἔπρεπε δὲ σοὶ μὲν παρ' ἐμοῦ περὶ τούτων ἐλθεῖν ἐπιστολήν, πρὸς δὲ τὴν ἀδελφήν σου τὴν ἀγαθὴν παρὰ τῆς ἀρίστης Βασσιανῆς.

[545]

Σπεκτάτῳ.

[1]    Τρία δεῖ γενέσθαι διὰ σοῦ, τὸ μὲν εἰς συγγενῆ, τὸ δὲ εἰς ῥήτορα, τὸ δὲ εἰς σοφιστήν.

[2] τῷ μὲν γὰρ ἀνεψιῷ τὴν λειτουργίαν ἐφ' ἣν κέκληται δεῖ βασιλέως βεβαιωθῆναι νεύματι, Σαβίνῳ δὲ δέλτον ἐλθεῖν σχῆμα λαμπρότερον φέρουσαν, ὅπως μὴ ὧν κρατεῖ τοῖς λόγοις, τούτῳ λείποιτο.

[3] ταύτῃ δὲ μὴ δοκῇ χρῆσθαι φίλοις ἀσθενεστέροις ἑτέρων. οὔτε γὰρ ἡμῖν ἀνεκτὸν οὔτε σοὶ καλὸν ἐκείνῳ τι παρέχειν ἐμοῦ τε καὶ σοῦ κατηγορεῖν.

[4] ὁ δὲ δὴ τρίτος λαβέτω τὸν σῖτον, ὅπως τὸ τούτου κέρδος τοὺς ἡμῖν ἐχθροὺς ἀποπνίγῃ.

[546]

Ἐλπιδίῳ.

[1]    Οὐκ ἔστιν ὅτε οὐ προσιόντες ἐδεήθημεν, ὅπως σοί τι γένοιτο τῶν περὶ τὸν χαλκὸν δικαίων, ὁ δὲ οὐκ ἀΐοντι ἐοικὼς ἐκάθητο. τοῦ δ' οὕτως ἐσχηκέναι πρὸς ἡμᾶς, ἐπειδὰν ἥκῃς, ἀκούσῃ τὰς αἰτίας.

[2] νῦν δὲ τοῦ παιδὸς ἀφιγμένου πάλιν ἐποιησάμην πεῖραν· ὁ δὲ ἀμείνων ἦν ἢ πρόσθεν καὶ παρεῖχεν αὑτὸν εἰς τὸ μανθάνειν καὶ ἤκουε περὶ τῆς σῆς φύσεως καὶ πόσα ἔτη γεγονὼς ἔλθοις Ἀθήναζε καὶ δόξαν ἣν αὐτόθι κτήσαιο καὶ λόγους οὓς δείξαις.

[3] καὶ προϊὼν ἔλεγον τὰς πρὸς τὸν ἐπίτροπον δίκας, τὴν ἔφεσιν, τοὺς δευτέρους ἀγῶνας ὅσα τε ἐκακουργήθης ἁπτόμενος θρόνου καὶ τὴν τοῦ δόξαντος κρατεῖν ἐν τοῖς γάμοις τελευτὴν καὶ ὡς ταῦτά σοι προηγόρευε Κάλχας. ὁ δὲ ἐθαύμασέ τε καὶ καλεῖν ἐκέλευσε καὶ ἔπεμψεν ὅσα ἐξῆν, ὡς τά γε μείζω βασιλεὺς ἐκώλυσε γράφων.

[4] φάνηθι δὴ μετὰ λόγων πολλῶν. δῆλον δὲ ὡς, ὅσους ἂν κομίζῃ, οἴσεις καλούς, καὶ μετ' ἐλπίδων ἀγαθῶν ἰών, τεκμαίρομαι γάρ, ὧν ἂν εὔξαιο μείζω λαβὼν ἄπει.

[547]

Ἑορτίῳ.

[1]    Ἂν γράψω τι χρηστὸν περὶ τοῦ Θεμιστίου, σὺ μὲν πολλοῖς τὰ γράμματα δείξεις, ἐκείνῳ δὲ οὐκ ὀλίγοι φήσουσι σὲ ἐξαπατᾶσθαι· ταυτὶ γὰρ εἶναι τῶν διδασκάλων ἐπαινεῖν τοὺς ὁμιλητάς, κἂν ὦσι φαῦλοι.

[2] ἐγὼ οὖν ἃ σύνοιδα τῷ νεανίσκῳ γράφειν ἀφεὶς αὐτόν σε ἥκειν ἀξιῶ τοὺς ἐν αὐτῷ λόγους ὀψόμενον. [548] [t]

Εὐιππίῳ.

[1]    Ἤκουον εἶναί σε καλὸν κἀγαθὸν καὶ ἐπεθύμουν ἰδεῖν. ἰδὼν εὗρον βελτίω τοῦ λόγου καὶ ταχέως ἐζήτουν τὸ κέρδος, ἐπειδήπερ ἀπῆλθες ὀξέως.

[2] ἐντυχὼν δή σου τῷ κηδεστῇ καὶ συγγενεῖ τούτῳ τῷ φέροντί σοι τὴν ἐπιστολὴν λόγον ἐποιησάμην πρὸς αὐτοὺς τὰ σὰ καὶ ἐπῄνεσα καὶ ἐπαινούντων ἤκουσα. τὸ δὲ μὴ παρεῖναί σε δεικνύντι μοι λόγους τοῖς μὲν εἶναι ἐδόκει σὸν βλάβος, ἐμοὶ δὲ ἐμόν.

[3] ἥσθην δὲ ὅτι παῖς ἐν μουσείοις ἐστί σοι λόγων ἀθλητὴς καὶ ποιῶν σε μετὰ τῆς ἀδελφῆς εὔπαιδα κεκλῆσθαι.

[549]

Ἀνατολίῳ.

[1]    Καὶ τὰ δοκηθέντα ἐτελέσθη· μεταθέντα γὰρ εἰπεῖν ἀληθὲς ὡς οὐκ ἔσθ' ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλ' ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς.

[2] χάριεν δὲ ἐκεῖνο τῶν πολλῶν· ὄντος γὰρ ἔτι σοῦ τῆς ἀρχῆς ἐν προοιμίοις οὐχ ὡς ποιήσοντος πολλὰ ἀγαθὰ τὰς πόλεις, ἀλλ' ὡς ἤδη πάντα πεποιηκότος χρῶνται τοῖς λόγοις καὶ περὶ τῶν ἐσομένων ὡς ἤδη τετελεσμένων διηγοῦνται· τοιαύτη δόξα τὴν οἰκουμένην ἐπέρχεται.

[3] τῶν δὲ ἡδομένων μάλιστα ὢν αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλ' εἷς ἦν τῶν λεγόντων· ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιώματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι.

[4] τὸ δ' ὂν πρότερόν τί σε τιμᾶν ἐν ταῖς ἐξουσίαις ταπεινόν, ὥστ' ἐγὼ δέδοικα μὴ καὶ τὸ γράμματά σοι παρ' ἡμῶν ἐλθεῖν εἰς ἔγκλημα ἀφίκηταί μοι. γνῶθι δ' ὡς ἀληθῶς φοβοῦμαι.

[5] τὸν δὲ πάντα ἄριστον Σαραπόδωρον ἔχων ἐπαινεῖν πανταχόθεν σιωπῶ, μὴ τοῦτο τῷ πρώτῳ τῶν Αἰγυπτίων ἐλάττωμα γένηται.

[550]

Ἀρισταινέτῳ.

[1]    Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ μεθ' ἡμῶν. τούτων δὴ τῶν μεθ' ἡμῶν ἐν πρώτοις ἐστὶ Λητόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην δ' ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμβαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλαβῆναι.

[2]

ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν ἐμὸν ἀφεὶς τῆς ὁδοῦ. καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη.

[3] καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.

[551]

Θεμιστίῳ.

[1]    Εἶτ' οὐκ οἴει με τοῦ παντὸς ἂν πρίασθαι τὸ σοῦ καθημένου δεῖξαι τὸν λόγον; ἀλλ', οἶμαι, σέ τε κωλύειν οὐκ ἦν καλὸν ἐμοί τε λέγειν οὐκ ἦν πω δυνατόν.

[2] τοῦ δὲ ὅπως κείσεται παρὰ σοὶ καὶ ταῦτα καὶ τῶν ἄλλων οὐκ ὀλίγα φροντιῶ. τοῖς τε γὰρ ἡμαρτημένοις οὐκ ἂν ἄλλος ἄμεινον βοηθοῖ τά τε μὴ κακῶς εἰρημένα δεξιώτερον ἐπαινέτην οὐκ ἂν λάβοι.

[3] Λητόιον δὲ καὶ πρότερον ἔγνως, ἡνίκα παρ' ὑμῖν μὲν ἦν ἐγώ, παρὰ δὲ τὸν βασιλέα δι' ὑμῶν οὗτος ἐχώρει, καὶ δεῦρο ἥκων εὗρες ἐν δόξῃ. καὶ νῦν ἐντυχών, εἰ πάνυ ποιήσαιο φίλον, οὐ φήσεις βεβουλεῦσθαι κακῶς. πρὸς γὰρ τῷ φιλεῖν εἰδέναι καὶ μένειν οἶδεν ἐν τῷ φιλεῖν, ὃ δὴ καὶ σὺ μάλιστα ποιεῖς τε καὶ τιμᾷς.

[4] ἡμῖν δὲ ἀντὶ πολλῶν κατέστη λέγων, οὗ λέγειν ἔδει, πράττων, οὗ πράττειν ἔδει, διδούς, ἐν ᾧ χρῆν ἀναλώσαντα δεῖξαι τὴν εὔνοιαν. ἔστω δὴ παρὰ σοὶ τίμιος καὶ φύσεως εἵνεκα καὶ τῶν πρὸς ἡμᾶς.

[552]

Ἀνατολίῳ.

[1]    Ἧκεν ἡμῖν ἐξ Ἰταλίας γράμματα δηλοῦντα σοφιστοῦ τινος ὑποξύλου φληνάφους καὶ σὸν γέλωτα μὲν εἰς ἐκεῖνον, ἔπαινον δὲ εἰς ἐμέ. καὶ παρῄνει δὴ τὰ γράμματα γράφειν σοι καὶ νομίζειν ἀνδρῶν σε εἰς ἐμὲ βέλτιστον εἶναι.

[2] ἐγὼ δέ σε ἀνδρῶν μὲν ὅλως εἶναι βέλτιστον πάλαι δὴ ψῆφον ἐθέμην, θαυμάζω δέ σου τὸ ἐπειδὴ ἦρξας, τοῖς μὲν ἄλλοις, ᾗ πρόσθεν, ἐπιστεῖλαι, πρὸς δὲ ἐμὲ τοῦτο δὴ τὸ εἰωθὸς μὴ τηρῆσαι.

[3] ἀπορῶν δὴ τὸ πρῶτον νῦν ἀπορῶν ἐπαυσάμην· εὑρηκέναι γὰρ οἶμαι, πόθεν ἡ σιγή. ὁρᾷς τῶν σοφιστῶν τοὺς πολλούς, ὅταν τις τῶν αὐτοῖς ἐπιτηδείων εἰς ἀρχὴν εἰσέλθῃ τοιαύτην, οἵαν καὶ σὺ νῦν, τρέχοντας παρὰ τὸν ἄρχοντα μετὰ λόγου καὶ βαλαντίου καὶ τὸν μὲν δεικνύντας, τὸ δὲ διδόντας καὶ δι' ἐκείνου πληροῦντας.

[4] ἔδεισας δὴ μὴ γένωμαι καὶ αὐτὸς τῶν ἐπὶ τοῦτο τρεχόντων, καὶ διὰ τοῦτο δὴ τοῦ γράφειν ἀπέστης ἀφαιρούμενός με τὸ θαρρεῖν. πρὸς δὲ καὶ ᾔδεις ὀφείλων μοι χιτωνίσκον, ὃν ὑπέσχου μὲν ἐν Θρᾴκῃ, δέδωκας δὲ οὐδαμοῦ. τοῦτο δεύτερον ἔδεισας μή σε ἥκων εἰσπράττοιμι. καὶ πρὸς τὸ μένειν με μίαν εὗρες ἀνάγκην τὴν σιωπήν. ἀλλ' ἐγώ σου καὶ ταύτην ἐλέγξω τὴν τέχνην· ἥξω γάρ.

[5] ταυτὶ μὲν οὖν ἐν παιδιᾶς δέξῃ μέρει· πάνυ δὲ ἥσθην ἀκούσας ἃ προσεδόκων. ἤκουσα δὲ ἐν Στρατηγίου λέγοντος αὐτοῦ. ἑσπέρα μὲν ἦν, προσειστήκειμεν δὲ τῇ δεξαμενῇ. καὶ λόγος ἦν τις ὑπὲρ ἀρχόντων ἀρετῆς, ἐν ᾧ μὴ τὸ σὸν εἶναι ὄνομα οὐκ ἐνῆν.

[6] εἰπόντος δέ του τῶν παρόντων μηδὲν μὲν εἶναι τῶν σῶν μικρόν, ἓν δὲ καὶ δὴ πάνυ μέγα ποῖον ἔφην τοῦτο τὸ μέγα; Στρατήγιος οὖν εὐθὺς μέλλων ἔφη παρὰ τοῦ βασιλέως ἀπιέναι μετὰ πολλὰ καὶ καλὰ προσέθηκεν ὅτι, ὦ βασιλεῦ, τῶν ἀδικούντων οὐδένα οὐδὲν ἀξίωμα ῥύσεται, ἀλλὰ κἂν τῶν δικαζόντων τις, κἂν τῶν ἐπὶ ταῖς δυνάμεσι παραβαίνῃ τοὺς νόμους, οὐκ ἀνέξομαι ἀμελεῖσθαι.

[7] ταῦτα σὲ μὲν ἔλεγεν ἀπειλεῖν, τὸν δὲ ἐπαινεῖν τε καὶ ἐπιτρέπειν καὶ σοὶ τὸν λόγον εὐθὺς εἰς ἔργον ἐλθεῖν. τῶν γάρ τινα στρατηγῶν δειλὸν γενόμενον πρὸς τοὺς βαρβάρους δεδέσθαι.

[8] παρ' ἐκείνου μὲν ἐγὼ ταῦτα ἤκουσα πέντε παρόντων, παρ' ἐμοῦ δὲ οὐδεὶς ὅστις οὐκ ἀκήκοε, καὶ κρότος ἦν καὶ οὐδεὶς εἶχεν ἀπιστεῖν. τῆς γὰρ σῆς φύσεως ἐφαίνετο τὸ ἔργον.

[9] ἐγὼ δὲ οὕτως ἔχαιρον, οὐχ ὡς λέγων περὶ ὧν σὺ ποιεῖς, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ποιῶν, ἐπεὶ καὶ σὺ περὶ τοὺς ἐμοὺς λόγους ἴσον τι πέπονθας· σαυτοῦ τοὺς ἐμοὺς ἡγῇ. οὐκοῦν καὶ τοὺς ἐμοὺς φίλους σαυτοῦ νομίζειν εἰκός.

[10] εἰ δὴ τοῦτο οὕτως ἔχει, φίλος σοι Λητόιος οὗτος τῶν οἰκείων οὐδὲν λειπόμενος εἰς ἐμέ, τινὰς δὲ καὶ παρελθών, ἐπεὶ καὶ τὸ τὰ κοινὰ πράττειν ἀφεὶς ἡσυχίας ἐπιθυμίᾳ πάλιν αὐτῶν ἐμὴν χάριν ἀνθήψατο τοῦ τοῖς ἐμοῖς πράγμασιν ἀπὸ μείζονος τῆς δυνάμεως συμμαχεῖν.

[11] οὗτος, ἂν μὲν ἐμοί τι χρηστὸν ᾖ, καὶ φαιδρός, ἐν δὲ τοῖς ἑτέροις τῷ λυπεῖσθαί με νικᾷ. καὶ τὰ ὄντα κοινά μοι κέκτηται, κἂν μὴ παρ' ἡμέραν τι πέμψας λάβω, δεινὰ πεπονθέναι φησί.

[12] νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ ὅπως λύσει φροντίζει.

[13] πρεσβεύειν δὲ οὐκ ἐγνωκώς, ἤδη γὰρ ἐντετυχήκει τῷ βασιλεῖ μέλλων θήσειν τὰ Ὀλύμπια, τὸν θεῖον τὸν ἐμὸν ἀπαλλάττων τοῦ πόνου τὸν πόνον ὑπέστη.

[14] οἷς ἂν οὖν ἐχρήσω πράγμασιν ὑπὲρ ἐκείνου ποιῶν αὐτῷ συμμάχους τοὺς ἐν τέλει, ταῦτα τούτῳ δὸς ἄγειν· ὡς, ἂν οὗτος ἐκεῖ πράξῃ κατὰ νοῦν, ἡμῖν ἐνθάδε μέγα φρονεῖν ὑπάρξει.

[553]

Ἀνδρονίκῳ.

[1]    Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ· τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ.

[2] διὸ δὴ λέγε μὲν αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε ἐμοῦ καὶ τοῦ θείου· πάνυ γὰρ οἶδε τά τε ἐμὰ πράγματα καὶ τὴν εὐπραξίαν ἐκείνου.

[554]

Ὀλυμπίῳ καὶ Ἰοβίνῳ.

[1]    Σὺ μέν, Ὀλύμπιε, τὸν ἀγῶνα λαῷ, τὸν μισθὸν ἀπόδος· ἔστι δὲ ὁ μισθὸς τὸν ἑταῖρον ἡμῖν Στρατήγιον ἐπί τινος φανῆναι σχήματος. πάντως δὲ δύναμίς ἐστί σοι παρὰ τοῖς δυνατοῖς.

[2]

τῷ δὲ ἀδελφῷ σου τὴν μὲν ἐμὴν εἰς αὐτὸν ὀργὴν οὐκ ἦν ἀγνοῆσαι, Κλημάτιος γὰρ οὐκ οἶδε σιγᾶν· ἀπολογεῖσθαι δὲ βουλομένῳ θαυμάζω πῶς ποτε ἐπῆλθεν ἃ πρὸς τοὺς σοφιστὰς ποιῆσαι. νέον γὰρ ἡμῖν ἐγχειρίζων οἴεται τὸ πᾶν λελύσθαι· τοσοῦτον εἶναι νομίζει παρ' ἐμοὶ μαθητήν.

[3] ἐγὼ δὲ τὸν μὲν νέον οὐκ ἀηδῶς εἶδον, τὰ δὲ ἐγκλήματα μένει, μέχρις ἄν μοι παραδοὺς αὑτὸν ἐκεῖνος ὅ τι βούλομαι χρῆσθαι τούτῳ με αὐτῷ πείσῃ μὴ λαβεῖν δίκην τῷ δίκην ἐθέλειν ὑποσχεῖν.

[4] ἀλλ' ἐκεῖνα μὲν ἔσται ποτέ· τὸν δὲ Λητόιον ἡμῖν ποιεῖτε μέγαν συγγενῆ μὲν ὄντα τῶν ἀδελφιδῶν ὑμῖν, ἐμοὶ δὲ ἐν τάξει συγγενῶν. οἱ μὲν γὰρ ἄλλοι χρήμασι πιστεύοντες ὡς ὑμᾶς ἴασιν, ὁ δὲ τῷ πρεσβεύειν ἄξιος εἶναι καὶ ὑμῖν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ἀπὸ τοῦ χρηστοὶ φαίνεσθαι πρὸς τὸ δύνασθαι προήλθετε.

[5] δείξατε δὴ τὸν ἄνδρα κρείττω τῶν οἰομένων αὐτοῦ κρειττόνων ἔσεσθαι.

[555]

Ὀλυμπίῳ.

[1]    Λέγων οὐκ ἔχειν ποιεῖν μοι περὶ τοῦ νεφροῦ βιβλίον διὰ τὸ μὴ πάντα ἀκριβῶς ἀκοῦσαι τὰ περὶ τὴν νόσον ἕτερον ἐποίησας τὴν ἐπιστολὴν βιβλίον περὶ τοῦ δεῖν ἐπ' ἀκριβεῖ τῶν τοιούτων ἀκοῇ τὰ βιβλία ποιεῖν.

[2] ἐμὲ δὲ καὶ αὐτὸ τοῦτο ὤνησε τὸ προσαγγεῖλαί σοι περὶ τοῦ πάθους. οὐ γὰρ ἔφθην ἐπιστείλας σοι καὶ διηλλάγη πρὸς ἐμὲ τὸ λυποῦν, οἷα πολλὰ γέγονεν Ἀσκληπιοῦ.

[3] ὁ δὲ σοφὸς ἐκεῖνος ἀνεπυρίασε σοφιστὴς οὐδὲ τὸν πράξαντα τὴν εἰρήνην αἰδεσθείς. καὶ εἰ μὲν τὰ Κύρου ζητῶν ὁ Λυδὸς ἀποβαλεῖ τὰ ὄντα, οὐκ οἶδα· τὰς δὲ συνθήκας ὅπως ἀνεῖλεν, ἐρῶ.

[4] πορευθεὶς εἰς Φοινίκην ἐβούλετο μένειν, ἐγὼ δὲ αὐτὸν ἕλκων ἐπανῆγον καὶ ἐβουλόμην εἶναι χρηστόν. ἐλθὼν δὲ μετὰ Φοινίκων ὑβρίζειν εἰδότων ἐπαρῴνει δι' ἐκείνων. ὡς δ' οὐκ ἠνέγκαμεν, ἰδὼν νέον τῶν ἐμῶν ἄξιον πληγῶν ἀπὸ πληγῶν εἰς ὀργὴν πεσόντα τὸν καιρὸν ἁρπάσας καὶ πείσας αὑτὸν ἢ πεισθείς γε ὑπ' ἐκείνου μοῖραν ἕξειν τῆς ἀγέλης οὐ μικρὰν ἐρρῶσθαι φράσας Ὀλυμπίῳ τῷ καλῷ καὶ δεξιαῖς ἠξίου κερδαίνειν.

[5] πέμψας οὖν ὡς Εὔβουλον ἠρώτων, τί ταῦτα; ὁ δὲ νοῦν ἔχοντος ἔφασκε ταῦτ' εἶναι καὶ φιλοῦντος αὑτόν. ἴσασι μὲν οὖν Οἰναῖοι τὴν χαράδραν, καὶ οὐ πάνυ γε κερδανεῖ· σὲ δ' ἂν εἰκὸς εἴη τὸν παρασπονδήσαντα δυοῖν ἕνεκα μισεῖν, τῆς τε τῶν θεῶν ὑπεροψίας καὶ ὅτι σοῦ τὴν σπουδὴν ἐκείνην ὕβρισε.

[6] Λητόιον δὲ πολλάκις πρὸς ἡμᾶς ἐπαινέσας νῦν εὖ ποιῆσαι καιρὸν παρείληφας, οἶμαι δέ, οὐκ αἰσχυνῇ τῆς πόλεως ἡμῖν τὸν πρῶτον εὐεργετῶν γένους τε ἕνεκα καὶ παιδείας καὶ τρόπων. [556] [t]

Βαρβατίωνι.

[1]    Αἴνιγμα δοκεῖ τοῖς ἀνθρώποις τὸ τῶν μὲν ἔργων σε τῶν ὑπὲρ ἡμῶν μηδὲ ἓν φεύγειν, γράμματα δέ, πρᾶγμα οὕτω ῥᾷστον, μὴ προστιθέναι τοῖς ἔργοις.

[2] ἐγὼ δὲ οὓς μὲν ἔνεστιν ἐξαπατᾶν, πρὸς μὲν τούτους φημὶ καὶ γράμματα λαμβάνειν· ὑφ' ὧν δ' ἂν ἐλεγχοίμην, εἰ προσποιοίμην, λέγω σοὶ μὲν προσήκειν πράττειν, ἐμαυτῷ δὲ γράφειν· λέγειν δὲ οὐδὲν ἰσχυρὸν δοκῶ.

[3] φέρων δὲ οὐδὲ πρὸ τοῦ ταυτηνὶ τὴν ζημίαν μετρίως, ἀφ' οὗ Κλημάτιον μὲν ᾐσθόμην ἀφῖχθαι, λαβεῖν δὲ οὐδ' οὕτως ἐδυνήθην ἐπιστολήν, οὐδ' ἂν εἴποιμι ῥᾳδίως ὡς ἠνιάθην. ὁ γὰρ ἄνθρωπος ἐκεῖνος εὐθὺς ἰδών σε τοῦτό μοι πράξειν ἔφη καὶ ἐψεύσατο· εἰ μὲν ἐκλαθόμενος, εἰσὶν ἐλπίδες· εἰ δ' οὐδὲν παρείς, ‑ ἀλλ' οὐκ ἐρῶ τι δυσχερές.

[4] Λητόιος δὲ τῶν ταὐτά μοι περὶ σὲ φρονούντων ἐστί· καὶ γὰρ εὖ πράττειν σε βούλοιτ' ἂν καὶ ὅστις ἐπαινεῖ σε, τούτῳ φίλος. συνεύχεται δὲ σοὶ μὲν οὗτος, τούτῳ δὲ ἡ πόλις, ἣν οὐδὲν οὐδεπώποτε λυπήσας πολλάκις ἀπὸ τῆς πατρῴας οὐσίας εὔφρανεν.

[5] ὡς ἂν οὖν ἐν τούτῳ τὸ κοινὸν ἡμῖν τιμήσων χαίροντα ἀπόπεμπε τὸν ἄνδρα. [557] [t]

Μυγδονίῳ.

[1]    Ἴσον τι πεποίηκε Σπεκτάτος ὅτι με φιλεῖς ἐπιστείλας, ὥσπερ εἰ πρὸς ἐμὲ ἔλεγες. σὺ γὰρ Ἀθήνησί γε τὰ γονέων ἐπλήρωσας εἰς ἐμὲ καὶ διὰ τοῦτο μὲν πρῶτον μόνῳ ἐθάρρησα σοί, μάλιστα δέ, ἐπειδή, ὅτε διῆγον ἐν Βιθυνίᾳ τὸν σκηπτὸν ἐκεῖνον ἐκφυγών, σὺ τοῖς ἐκβαλοῦσιν ἐπὶ Θρᾴκης ἐμάχου μόνος ἐν μέσῳ πολλῶν ὑπὲρ τῶν δικαίων βοῶν.

[2] ὥστε σε καὶ Νικοκλῆς ἐκ τῆς ὑπὲρ ἡμῶν ἀνδρίας ἐποιήσατο φίλον μισῶν μὲν ἐμέ, τότε δὲ σὲ θαυμάσας, ὅτι με οὐ προὔδωκας, ὅπως ἐκείνῳ χαρίσαιο. καὶ δὴ καὶ ὅτε πρὸς τὸν ἀγρὸν ἐπλεῖτε, κατιδών με ἐπὶ τῆς ἠιόνος οὐ πόρρω Χαλκηδόνος κελεύσας τὸν ναύτην ἔχειν οὗπερ εἱστήκειν, ἐκβὰς ἠσπάζου Νικοκλέους ὁρῶντος ἀπὸ τοῦ πλοίου.

[3] τί οὖν θαυμαστὸν εἰ ᾧ πέπρακται ἐκεῖνα, τὸν ἄριστον οὑτοσὶ Μουσώνιον πείθει τι δοξάζειν περὶ ἡμῶν ἄμεινον; μιμῇ γὰρ τῶν δρομέων τοὺς ἀγαθούς, ὧν ἀεὶ τὰ δεύτερα βελτίω.

[4] πρόσθες δὴ καὶ τοῖς τότε πόνοις καὶ τοῖς νῦν ἐπαίνοις τὴν εἰς Λητόιον τουτονὶ προθυμίαν, ὃς ἔχων φιλοτιμεῖσθαι καὶ γένους ἐπιφανείᾳ καὶ λειτουργιῶν λαμπρότητι καὶ τῷ δύνασθαι λέγειν βούλοιτ' ἂν ἀπὸ τρόπων ἢ ὧν εἶπον εἶναί τις δοκεῖν.

[5] τοῦτον οὔτε εὐτυχία πώποτε ἐπῆρεν ἐν δυσκολίᾳ τε οὐκ ἔπτηξεν Εὐριπίδου μεμνημένος. φίλος δὲ τοιοῦτος ὁποῖος καὶ σύ, θᾶττον ἂν δεξάμενος τελευτὴν ἢ κακὸς εἰς ἑταῖρον γενέσθαι, τοῦτο δὴ τὸ σόν, ἀλλὰ μὴν ἥ γε πρὸς ἐμὲ σπουδὴ τοσαύτη ὥστε οὐκ ἂν μείζω ζητήσαις.

[6] ἔχω δὲ τὸν ἄνδρα ἀντευποιεῖν, εἰ βουληθείης. τούτῳ τε γὰρ ἀντὶ πάντων, εἰ Μουσώνιος αὐτὸν εὐμενῶς ἴδοι, σοί τε ἐκεῖνον καταστῆσαι τοιοῦτον ῥᾷστον ἁπάντων. μαθέτω δὴ ὅτι, παρ' ὅσων κομίζει γράμματα, ταῦτα μάλιστα αὐτὸν ὤνησεν ἃ παρ' ἡμῶν τῶν ἐν τῷ τρίβωνι φέρει.

[558]

Μουσωνίῳ.

[1]    Ἐπῄει μέν μοι καὶ πρότερον ἐπιστεῖλαί σοι, τὰ γὰρ ᾀδόμενα περὶ τῆς σῆς φύσεως καὶ τοῦτο ἀνέπειθε, κατειχόμην δὲ τῷ νομίζειν εἶναι θρασὺ πρὶν ἐντυχεῖν ἐπιστεῖλαι.

[2] Σπεκτάτου δὲ γεγραφότος ὡς ἔνι τις παρὰ σοὶ χώρα τῇ περὶ ἐμοῦ μνήμῃ καὶ ὡς, εἰ γράψαιμι, πρὸς ἐπιθυμοῦντα τοῦτο ἔσται, ταχέως ὑπήκουσα κέρδος μὲν ἡγούμενος, εἰ μή μου καταγνοίης προπέτειαν, βλάβος δὲ οὐδέν, εἰ καταγνοίης· Σπεκτάτον γὰρ εἶναι τὸν δώσοντα τὴν δίκην.

[3] ἀλλὰ γὰρ ἐλπίζειν χρὴ τὰ βελτίω. σὺ γὰρ δήπουθεν ὁ τήν τε Ἑλλάδα σεσωκὼς καὶ νῦν ἀνοίξας τὰ βασίλεια τοῖς λόγοις. εἰμὶ δέ που καὶ αὐτός, εἰ μὴ τῶν ποιούντων λόγους καλούς, τῶν γε ἐρώντων λόγων καλῶν, ὥστ' εἰκὸς ἡμέρου σου τεύξεσθαι τήν τε ἐπιστολὴν καὶ τὸν φέροντα τὴν ἐπιστολήν.

[4] καίτοι γελοῖον μὲν ὑπὲρ ἄλλου γράφειν πρὶν ὅπως ἐκβήσεταί μοι τὸ γεγραφέναι μαθεῖν, τετολμήσθω δ' οὖν ὅμως, καὶ γενοῦ Λητοίῳ τὰ πάντα δι' ἐμὲ τὸν θρασύν.

[559]

Εὐγνωμονίῳ.

[1]    Ἆρ' ἔτι μέμνησαι τῆς κυνὸς καὶ τοῦ γραϊδίου καὶ ὡς ἐκάλεις τὸν Σωκράτην καὶ πάντων δὴ τῶν Ἀθήνησιν ἐκείνων, ἢ σεμνὸς ἡμῖν γέγονας καὶ λόγος οὐδεὶς τῶν ἀρχαίων; [2] ἐγὼ δὲ συγχαίρω μέν σοι τῆς γλώττης καὶ πλέον γε τοῦ δευτέρου· τῶν δὲ γραμμάτων, οἷς ὁ βασιλεὺς ἐπὶ τὴν πανήγυριν ἐκάλει τὴν πόλιν, ἡκόντων ἃ παρέστη τοῖς τῇδε περὶ τῶν γραμμάτων, ἄκουσον.

[3] ἐξῆλθον ἐκ τοῦ διδασκαλείου περὶ μεσημβρίαν, τῶν δ' ἀκουσάντων οἷς ἦν αἴσθησις λόγων ἐντυχόντες μοι σῆς ἔφασαν ἀκηκόαμεν ἐπιστολῆς. πῶς ἔφην ἐμῆς; ὅτι, νὴ Δία, τοιαύτας ἔφασαν ἐργάζῃ. καὶ τό τε κάλλος ἐπῄνουν καὶ τὸ μὴ μάταιον μῆκος ἐνοχλεῖν τῷ κάλλει. ἐμοὶ μὲν οὖν τιμήν τινα τοῦτο ἡγούμην ἔχειν, εἰ δὲ μὴ σοί τινα ὕβριν, αὐτὸς σκόπει.

[4] καὶ τὸν Λητόιον σύ τε ὅ τι ἔχεις ὠφέλει καὶ τοὺς ἄλλους συμπαρακάλει. καὶ γὰρ εὖ γεγονὼς καὶ μετειληφὼς λόγων καὶ λαμπρὸς ἐκ λειτουργιῶν καὶ νοῦν ἔχων καὶ φρόνημα δίκαιον καὶ χάριν πρὸς τῷ λαβεῖν εἰδὼς ἀποδοῦναι καί, ὃ δὴ μάλιστα σὺ ποθεῖς, ἡμῖν ἀντὶ τείχους καὶ δορυφόρων.

[560]

Ἀνδρονίκῳ.

[1]    Εἰκὸς μὲν ἥκειν ὡς ὑμᾶς λόγον τῶν ἔργων, οἷς εἰς ἐμὲ κέχρηται Μαιορῖνος οὑτοσί· ὑμῖν τε γὰρ ἐπιμελὲς μηδὲν τῶν ἐμῶν ἀγνοεῖν τά τε τούτου τοιαῦτα περὶ ἡμᾶς, οἷα φήμην ἂν ποιήσαι, κωλύει δὲ οὐδὲν καὶ παρ' ἐμοῦ λεχθῆναι.

[2] οὗτος γενόμενος ἐξ ἐνδόξων, τὴν γὰρ δὴ μεγίστην ἦρξεν ἀρχὴν ὁ πατὴρ αὐτοῦ, καὶ φοιτήσας ἐπὶ λόγοις οὐ παρὰ φαῦλον σοφιστήν, ἐπειδὴ ἥκων ἔδειξα λόγον, εὐθὺς ἑάλω καὶ τὸν μὲν οὐκ ἠτίμασεν, ἐμὲ δὲ ἐθαύμασε καὶ προσιὼν καὶ συνὼν καὶ φιλῶν καὶ ἐπαινῶν καὶ συμπράττων εἰς αὔξησιν τοῦ ποιμνίου, καὶ πάντα μὲν λέγων, πάντα δὲ ποιῶν ὑμῶν τε τῶν τὰ ἡμέτερα ἑλομένων οὐ χείρων τῶν τε ἐνταῦθα πολλῶν ἐφάνη βελτίων.

[3] ἐπιτιμώντων δὲ ἐνίων αὐτῷ τὸ τὸν οὐ διδάσκαλον πρὸ τοῦ διδασκάλου ποιεῖσθαι τὸ δὲ τὸν φαυλότερον ἔφη πρὸ τοῦ βελτίονος τίθεσθαι τῶν καλῶν ὑμῖν εἶναι δοκεῖ; τοιούτοις ἀπήντα πρὸς αὐτοὺς λόγοις καὶ ὡς ἀδικοῖεν αὑτὸν σπλάγχνων, φασί, ποιοῦντες μὴ φαγεῖν.

[4] ἔστι δὲ καὶ ὅλως ὁ νεανίσκος ἀγαθός, οὐχ ἕτοιμος εἰς ὀργήν, βέβαιος εἰς φιλίαν, εἰδὼς ποιῆσαι τὰ ὄντα ἐλάττω τοῦ βοηθῆσαι γνωρίμοις. οὐ γὰρ ὅσον φύλλον ἀπ' ἐλαίας, φασίν, ἀλλ' ὅσοις ἄν τις γένοιτο πλούσιος, τοσούτων ἀφίσταται λύων ἀκαιρίαν ἑταίρων· φροντίζων δὲ ἐν οἷς δεῖ φροντίδος οὐ φεύγει τὰ φέροντα τῇ γνώμῃ τέρψιν. ὅστις δὲ αὐτῷ συγγένοιτο καὶ μικρά, κατέχεται τῇ τε πρᾳότητι καὶ χάριτι τῶν τρόπων.

[5] μαθέτω δὴ διὰ σοῦ τῶν παρ' ὑμῖν τοὺς σπουδαίους καὶ πρὸς τῷ μαθεῖν κτησάσθω διὰ σοῦ τοὺς σπουδαίους συνήθεις. τὴν δὲ τῆς πορείας κοινωνίαν, ἣν ποιεῖται μετὰ τῶν ἡμῖν οὐκ ἐπιτηδείων, μὴ λάβῃς δι' ὑποψίας. ἀνάγκῃ τε γὰρ συμβέβηκε καὶ τοῦ μὲν ὀχήματος κοινωνεῖ, τῆς δὲ γνώμης ἀποστατεῖ. πειρώμενος δὲ καὶ εἰς λόγους ἰὼν φήσεις οὐκ ἠπατῆσθαί με.

[561]

Ἀρισταινέτῳ.

[1]    Ἐγένετο καὶ Ἀρισταίνετος ἡμῖν εἷς τῶν πολλῶν ὁ πρότερον τῶν σοφῶν καὶ τὰς ἐπιστολὰς πήχεσι καὶ σπιθαμῇ μετρεῖ, κἂν μακρὰς μὴ λάβῃ, δεινὰ πέπονθε καὶ ἠδίκηται. ἐγὼ δέ σε ᾔδειν εἰδότα μέτρα τῶν λόγων εἶναι τὰ πράγματα· πάντως δὲ ὁ τῶν λόγων νόμος καὶ τὸ τῶν ἐπιστολῶν περιλαμβάνει μέρος.

[2] τότε οὖν συνέστελλέ μοι τὴν ἐπιστολὴν ὁ φέρων τὴν ἐπιστολὴν ἔχων ἀγγεῖλαί σοι τὰ ἡμέτερα ἀκριβῶς· εἰ δὲ ἐγὼ διηγούμην, ὑβρίζετο ἂν ὁ φέρων. ἀλλ' οὐδὲ ἀγνὼς ἦν ὁ Γυμνάσιός σοι καὶ διδάσκειν σε δέον, ὅστις ἐκεῖνος, ἔφυγον ὑπ' ἀργίας τῆς περὶ τὰ γράμματα.

[3] τίς οὖν ὁ τοῦ βεβήλου καιρὸς καὶ τοῦ τὰς θύρας ἀποκλείειν; ὁρᾷς, ὅπως ἐπέστελλες Στρατηγίῳ μακρὰ καὶ καλά, μήκους γὰρ ἐδεῖτο περὶ ὧν ἐπέστελλες. μικρά σοι παρ' ἡμῶν ἧκε καὶ γάρτοι μακρά ποτε ἧκε· τότε μὲν περὶ πολλῶν, ὕστερον δὲ οὐ τοσούτων· οὐ γὰρ ἔδει.

[4] ὅπως δὲ ἡμῖν εἰς χεῖρας ἦλθεν ἃ πρὸς ἐκεῖνον ἔγραψας, ἄκουσον. ἀνέστρεψε μὲν ἐκ Χαλκηδόνος, ἐγὼ δέ, τοῦτο δὴ τὸ εἰωθός, πρὸ τῆς πόλεως ἠσπαζόμην. ὁ δὲ ἅμα τε ἐφίλησε καὶ γράμματα ἃ ἧκεν αὐτῷ παρὰ σοῦ, δώσειν μοι ταῦτα ἔφη.

[5] καὶ ταῦτα ἐλέγετο σὺν φαιδρότητι σοί τε καὶ ἐμοὶ τιμὴν ἔχοντα, Νεβρίδιος δὲ ἠκροᾶτο σὺν ἐκείνῳ φερόμενος. ὡς οὖν οἴκαδε ἦλθον, αὐτοῦ δόντος ἀνέγνων οὐ πλείω μᾶλλον ἢ καλλίω. ἐγὼ μὲν οὖν ἐπῄνουν, ὁ δὲ ἥδετο.

[6] Ὀλυμπίῳ δὲ πολλῶν εἰδὼς χάριν, ὅτι σοι τὰ ὄντα ἀπήγγελκε καὶ τὴν μεθ' ἡμῶν μοῖραν καὶ τοὺς ῥηγνυμένους δύο καὶ τοὺς πηδῶντας καὶ τοὺς κλάοντας οὐδὲ ἔστιν εἰπεῖν ὅσην ἡδονὴν ἔχω. καὶ σὺ δ' ἂν ἔχοις εἰκότως, εἴ σοι κέρδος τὸ μὴ περὶ τῶν ἐμῶν ἐξηπατῆσθαι πραγμάτων.

[7] τῶν δὲ ἐμῶν λόγων ἐρᾶν μὲν ἐγνωκώς, τιμὴν δὲ οὐ διδοὺς ἀδικεῖς. αἰτοῦμεν δὲ οὐ χρυσίον, ἀλλὰ βιβλία τῶν παλαιῶν, ἃ πάλαι μὲν ὑπέσχου δωρεάν, νῦν δὲ οὐδὲ ἀντιδίδως.

[562]

Τῷ αὐτῷ.

[1]    Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τιμὴν δέ, ᾗ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν. ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως ὅ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν αὑτόν.

[2] τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέλειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστ' οὐκ ἐδεήθην ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλ' εἶπον φθάσας ὃ ποιήσεις.

[3] δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην κτήσασθαι ῥᾳστώνην, ἄλλως θ' ὅτε πορεύσῃ παρ' ἄνδρα τὰ πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης.

[4] ἀλλ' ὑπὲρ τούτου μὲν σαυτῷ διαλέξῃ· Πελάγιον δὲ τουτονὶ γνοὺς ἐγνωκὼς ἔσῃ τὸν ἡμερώτατον Σύροις. ἐπαινῶ δὲ ἐντεῦθεν αὐτόν, οὐχ ὡς οὐκ ἔχοντα καὶ γένος, ἐπεὶ καὶ λόγους καὶ δύναμιν ἐν πόλει καὶ τἄλλα οἷς ἄν τις εἴη λαμπρός, ἀλλ' ὅτι τῇ τῶν τρόπων ἡμερότητι πλέον ἢ δι' ἐκείνων ἧκεν εἰς ὄνομα καὶ διὰ τοῦτο ζῇ τε ἐν πλούτῳ πολλῷ καὶ φίλτρῳ πλέον.

[5] δεήσῃ δὲ οὐ πολλῶν μηνῶν εἰς τὸ ταὐτὰ ψηφίσασθαι περὶ τοῦ ἀνδρός, ἀλλ' ἢν συμμίξας ἀκούσῃς τε φθεγγομένου καὶ αἰδούμενον ἴδῃς, ἀεὶ γὰρ τοῦτο ποιεῖ, τὸν μὲν ὅτι τοιοῦτός ἐστι θαυμάσῃ, τοὺς δὲ ἔχοντας αὐτὸν εὐδαίμονας ἡγήσῃ.

[563]

Ἀνατολίῳ.

[1]    Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλ' ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος.

[2] ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν.

[3] ἴσθι δέ με τῆς Παλαιστίνης ἄρχοντα πεποιηκὼς πέμψας ἐκεῖσε Κλημάτιον, καὶ οἷς Ἀρισταίνετος ἐκοσμήθη, ταῦτα εἰς ἡμᾶς γεγενῆσθαι. πρόσθες δὴ ταῖς εἰς αὐτὸν τιμαῖς, καίτοι δέδοικα μὴ δόξῃ λέγειν μᾶλλον ἢ πράττειν ἀμείνων εἶναι.

[4] περὶ δὲ τῆς ἰσχύος τῶν νόμων, ἣν ἀπέδωκας αὐτοῖς, καὶ τῶν φόβων, οἷς ἀδικεῖν κωλύεις, οἱ μὲν ἄλλοι φρονοῦσιν οὕτως, ὡς τὸ λίαν ἀκριβὲς ταχύ σε τὸ ἄρχειν ἀφαιρήσεται, ἐμοὶ δὲ μάλιστα μὲν τοῦτο φαίνεται μακροτέραν ποιεῖν σοι τὴν ἀρχὴν οὐ λανθανούσης τῆς ὠφελείας. εἰ δ' οὖν καὶ ἄλλως ἐκβαίνοι, σοί γε οὐκ ἀποστατέον τοῦ καλοῦ. μὴ γὰρ ὅπως ἄρξαις πλείω χρόνον ὧν ἄρχεις, γένοιο κακός.

[5] ἀλλ' εἰς μὲν τοῦτο συμβούλων οὐδέν σοι δεῖ, Πελάγιον δὲ τοῦτον οἶσθά που· Σύρων γὰρ τοὺς ἀγαθοὺς οὐκ ἀγνοεῖς. εἰδὼς δὲ ἀγαθὸν ὄψει τε ἡδέως καὶ παραπέμψεις εὐμενῶς ἄνδρα ὑπὸ τῶν πολιτῶν ἐπαινούμενον, ὅσοι τε καταδεεῖς καὶ οἷς ἐστι περιουσία διὰ τὴν ἐπιείκειαν. οὕτω καίτοι πράττων ἑτέρων ἄμεινον ἐξέφυγε τοῦ Φθόνου τὸ βέλος.

[6] ἐμοὶ δὲ πάλαι μὲν συμφοιτητής, ἀεὶ δὲ φίλος. τοῦτο δὲ ὅσον ἐστὶ παρὰ σοί, μαθέτω.

[564]

Κρήσκεντι.

[1]    Θαῦμά σοί που τῶν πάνυ θαυμάτων τὸ τοῖς μὲν ἄλλοις παρ' ἡμῶν τὸν Λητόιον φέρειν ἐπιστολάς, σοὶ δὲ μόνῳ μὴ φέρειν. τοῦτο δὲ τῷ παιδὶ μὲν ἡμάρτηται, ἐμοὶ δὲ οὐκ ἐλλέλειπται.

[2]

μετὰ μὲν γὰρ τῶν ἄλλων ἣν ἐγεγράφειν πρὸς σὲ ἐπιστολήν, ἡτοίμαστο, πορευόμενος δὲ παρὰ τὸν Λητόιον ἐκέλευσα τὸν οἰκέτην κομίζειν τὰ γράμματα, πολλῶν δὲ πραγμάτων ὄντων ἐπ' αὐτῆς τῆς ἐξόδου τῷ πρεσβευτῇ δίδωσιν οὑμὸς παῖς τῷ 'κείνου. καὶ πάντα ᾠόμην δεδόσθαι. κειμένην δὲ ὁρῶ τὴν ἐπιστολὴν καὶ ἀνέκραγον καὶ κολάζω τὸν οἰκέτην.

[3] εἶτ' εὐθὺς ἡ Τύχη με παραμυθεῖται πρεσβευτὴν ἕτερον δοῦσα καὶ χρηστὸν ὥσπερ ἐκεῖνον καὶ φίλον ἀμφοῖν. μόλις ἂν οἷς ἐνῆν εἰπεῖν ἤρκουν, σὺ δὲ κἂν ἄλλον ὑπὲρ αὐτοῦ διδάξαις, ὥστ' οὐδὲν ἂν δέοι πρὸς σὲ μηκύνειν.

[565]

Φουρτουνατιανῷ.

[1]    Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν. ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δ' ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ πρᾶγμα εἴη.

[2] καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φῂς εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ δὲ λυσιτελούντως. διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω τῶν λόγων, οὓς εἰρῆσθαί σοι μᾶλλον εἶχέ μοι καλῶς ἢ σεσιγῆσθαι.

[3]

τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου τιμιώτερος.

[566]

Ὀλυμπίῳ.

[1]    Ἀλλ' εἰ καὶ βραδέως, ὑπηρέτηκά γέ σοι, καὶ λαβὼν τὰ Κέλσου δοκίμαζε. δοκεῖς γὰρ ἐπὶ βασάνῳ μοι μᾶλλον ἢ τοῦ τι μαθεῖν ἐκεῖθεν ἐθελῆσαι λαβεῖν. οὐχ οὕτω σοι μικρὸν ‹τὸ› περὶ τὴν γλῶτταν ἐκείνην.

[2] βραχὺ δ' ἐφρόντισας τῆς ἀποκρίσεως, ἣν ἡ κλῆσις ἥν γε ἐκάλουν ἀπῄτει· χρῆν γὰρ ὡς ἥξεις εἰπόντα δοῦναι χάριν ἢ μένειν ἐγνωκότα, δι' ὅ τι μένειν ἐπῆλθεν, εἰπεῖν. σὺ δ' οὐδέτερον πεποίηκας.

[3] ἀλλά μοι φαίνῃ μετεωριζόμενος ὑπὸ τοῦ τῆς Ῥώμης μεγέθους τῶν τε ἄλλων πόλεων καὶ τῶν ἐν αὐταῖς φίλων καταφρονεῖν, ἄλλως θ' ὅτε καὶ λαμπροτέρα νῦν δὴ γεγένηται τῷ βασιλέως ἔρωτι. τοῦτον γὰρ εὐδαιμονίσαι τις ἂν τῆς θέας, ἐκείνῃ ‹δὲ› τοῦτο οὐ μικρὸν ἡ 'κείνου ἐπιθυμία.

[4] τοῦ δ' οὖν σε καλεῖν οὐ παύσομαι νομίζων ἐμοί τε καλῶς ἕξειν, εἰ παρείης, σοί τε οὐ χεῖρον. περὶ δὲ τῶν ἀγώνων, οὓς εἰκὸς πεποιῆσθαι τοὺς σοφιστάς, ὅσοι τε ἐπῆλθον καὶ οἳ πάλαι τὴν πόλιν οἰκοῦσι, πολλοὶ μὲν ἀγγελοῦσι, σοῦ δ' ἀμείνων οὐκ ἄν μοι γένοιτο μηνυτής. τό τε γὰρ ἀκριβὲς διασώσεις καὶ χάρις ἡ σοὶ συνήθης ἐπέσται τοῖς γράμμασιν.

[567]

Μελινιανῷ.

[1]    Ὤιμην σε νῦν μᾶλλον ἔσεσθαι σὺν ἡμῖν, ἐπειδὴ σαυτοῦ κατέστης κύριος· σὺ δ' ἔοικας μᾶλλον αὐτόθι μένειν, ἐπειδὴ πολλῶν ἐγένου κύριος. καίτοι σοι καὶ πλῆθος οἰκετῶν κἀν τοῖς πολλοῖς εἰσί τινες, οἷς καὶ βουλομένῳ τοὺς φίλους ἰδεῖν ἦν περὶ τῶν ὄντων θαρρεῖν.

[2] ἀλλ', οἶμαι, τοῦ φιλεῖν μὲν εἶναι ἐπιστήμων ἔλεγες, ἦσθα δὲ οὐ πάνυ, ὃς καὶ τὸν ἄνθρωπον, ὃς ὑμέτερος ὢν ἡμετέρᾳ συνῴκησε δούλῃ, παρὼν μὲν οὐκ ἀπέσπασας, ἐλθόντα δὲ κατέχεις, μᾶλλον δέ, εἴτ' ἄκοντα κατέχεις, ἀδικεῖς, εἴθ' ἑκόντα καθήμενον οὐκ ἐξελαύνεις, ἀδικεῖς.

[3]

ἀλλ' ἐκεῖνος ἡμῖν μὴ γένοιτο δυσχεροῦς τινος ἀρχή. τοὺς δὲ παῖδας ἥκοντας, ὅπως ἐκεῖθεν ἄγοιεν ξύλα, ποίησον μαθεῖν, ὅσον σὺ τοῦ πατρὸς ἀμείνων τῇ δυνάμει μὲν ἐκείνου, τῷ σαυτοῦ δὲ χρησάμενος τρόπῳ. [568] [t]

Γαΐῳ.

[1]    Ἐπέμψαμεν τοὺς οἰκέτας ὡς ὑμᾶς ὠνησομένους ξύλα. δεῖ δὲ αὐτοῖς ἐν γῇ ξένῃ βοηθὸν γενέσθαι τινὰ τῶν αὐτόθι δυνατῶν, ὅπως εἰδῶσιν οἱ πωλοῦντες ὡς, ἢν ἀδικῶσιν, ὁ κωλύσων ἔσται.

[2] σοὶ δὴ καὶ δύναμις δικαία καὶ φιλία πρὸς ἡμᾶς. καὶ ὡς ἐμνήσθην ὅτι Γαΐῳ χρηστέον συμμάχῳ, ἥσθη τε ὁ παῖς καὶ ἐβόησεν ὡς ὃν ἐχρῆν εὗρον. ἐφαίνετο οὖν καὶ πάλαι σου τετυχηκέναι, καὶ ὡς ἠρόμην ὡμολόγησεν. εἰ οὖν ἀπαράκλητος πρότερον ὠφέλεις, τί νῦν ἐπὶ τοῖς γράμμασιν οὐ δράσεις; [569] [t]

Ἱεροκλεῖ.

[1]    Ἐφ' οἷς ἐξῆλθεν Ἰάμβλιχος, αὐτὸς ἐρεῖ σοι. σὺ δὲ δοκιμάσας τὴν γνώμην ἢ χρηστὴν εὑρὼν ἐπικούρησον ἢ μὴ τοιαύτην κίνησον· ὡς ὅ τι ἂν γνῷς, τοῦτο ἔσται κύριον παρὰ τὰ νῦν δεδογμένα. δύο γὰρ ὁ νεανίσκος πέπεισται, φρένας τε ἀγαθὰς εἶναί σοι καὶ πρὸς αὑτὸν εὔνοιαν. ἐξ ὧν ἀμφοτέρων ἰσχυρὸν ἔσται τοῦθ' ὅ τι ἂν ἡγῇ συμφέρειν.

[2] Καλύκιος δὲ τὸ μὲν ὧν ἐκέλευες ποιεῖ, τὸ δ' οὐκ ἔσχε ποιῆσαι. τῶν μὲν γὰρ Πλάτωνος ἧπται, τῶν δ' ἡμετέρων οὐκ ἔπεμψε λόγων, ὡς μὲν αὐτὸς ἔφη, τοῦ γράψοντος ἀπορῶν, ὡς δὲ ἐγὼ νομίζω, δείσας μή τί ‹σοι› τῶν οὐχ ἡδέως ἡμῖν ἐχόντων εἰς χεῖρας ἔλθοι.

[570]

Μαξίμῳ

[1]    Σοί τε ἔπρεπεν Ἱμερίῳ φίλον εἶναι καὶ οἱ παῖδες ὑμῶν εὖ ποιοῦντες τὰ ὑμέτερα μιμοῦνται. αἰδεῖται μὲν τοῦτον ὁ σὸς υἱός, οὗτος δὲ ἐκεῖνον ἐπαινεῖ καὶ συγχαίρει δόξαν τε ἀγαθὴν ὁρῶν ἔχοντα καὶ παρ' ἡμῶν πρόνοιαν, ἓν δὲ αἰτιᾶται μόνον, ὅτι πολλὰ τοῦδε διδόντος μικρὰ λαμβάνειν ἐθέλει.

[2] σὺ τοίνυν ἐπαίνει τοῦ μὲν τὴν φιλοτιμίαν, τοῦ δὲ τὸ αἰδεῖσθαι.

[571]

Ἀρισταινέτῳ.

[1]    Τὸν Ἱμερίου μὲν υἱόν, Σωπάτρου δὲ ἀδελφιδοῦν, Ἰαμβλίχῳ δὲ ὁμώνυμον, ἐμὸν δὲ καὶ συγγενῆ καὶ φίλον ἔχων εὐθὺς ἡγοῦ καὶ σαυτοῦ φίλον καὶ μὴ κατὰ βραχὺ συγκεράννυ τῷ νεανίσκῳ σαυτόν, ἀλλ' ἐπὶ τοῖς γράμμασιν ἀναπέτασον αὐτῷ πάντα τὰ πράγματα μὴ τῇ ἡλικίᾳ κρίνων τὸν τρόπον, ἀπὸ δὲ τοῦ τρόπου τὸν νέον τιθεὶς εἰς γέροντας.

[2] οὗτος ἐμὲ φιλεῖ μὲν ὥσπερ ἡ μήτηρ, αἰσχύνεται δὲ ὥσπερ υἱός, φοβεῖται δὲ ὡς ἂν οἰκέτης. τὸ δὲ μέγιστον τῶν ἐν αὐτῷ, νομίζων τὴν μεγίστην ἀνάγκην εἰς ἀρετῆς ἄσκησιν εἶναι θεοὺς τιμῶν δέξαιτ' ἂν Ἶρος γενέσθαι μᾶλλον ἢ μὴ τιμῶν Κινύρας.

[3] κληρονομήσας δὲ πατρῴας οὐσίας καὶ φίλων τὸ μὲν τῶν φίλων ηὔξησε μέρος, τὸ δὲ ἐκείνης οὐκ ἠξίωσεν, ἀλλ' ἐπαινῶν Εὐριπίδην λέγοντα νοῦν ἔχοντος εἶναι φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ, τοῦτο τὸ κτῆμα κτώμενος ἀναλίσκει τῶν ὄντων.

[4] ἀκούσας δέ, τίς μὲν αὐτὸν ὁ καλῶν, ἐφ' ὃ δὲ καλούμενος τίνι γνώμῃ πορεύεται, θαυμάσῃ μὲν αὐτοῦ τὸ μὴ θαυμάσαι πλοῦτον, ἐπαινέσῃ δὲ τὴν σοφίαν, ᾗ πειρᾶται διαφεύγειν ἃ μὴ νομίζει καλά, μακάριον δὲ ἡγήσῃ τῆς περὶ τὰ θεῖα κρίσεως.

[5] ξενίσας οὖν τὴν γενναίαν φύσιν καὶ συνευξάμενος αὐτῷ λυθῆναι πέμπε ἐπ' Ἰταλίας, μᾶλλον δὲ ἐπὶ Συρίας. [572]

Γυμνασίῳ.

[1]    Οὐκ ἠχθέσθην τῆς ἐκ βασιλέως τροφῆς ἐπ' ἄλλους μεταστάσης. ἔδει γάρ με τελέως ἐκεῖθεν λελύσθαι· τοῦτο δὲ ὑπῆρξε τῇ τῆς τροφῆς μεταστάσει.

[2] τὸν μὲν οὖν ἀφελόμενον εὐεργέτην ἡγοῦμαι, περὶ δὲ τῶν χρημάτων, ἃ τὸν πρὸ τοῦ χρόνον οἱ λαβόντες οὐκ ἀπέδωκαν, εἶπον πρὸς τὸν ἄρχοντα καὶ προσθεὶς ὡς τῷ καταφρονεῖσθαι πλέον ἀλγοίην ἢ τῇ ζημίᾳ, μάτην ἔλεγον· ἀπεκρίνατο μὲν γὰρ οὐδέν, δῆλος δὲ ἦν τοὺς μὲν ἀποστεροῦντας οὐκ αἰτιώμενος, τοῖς δὲ ἀπαιτοῦσι μεμφόμενος.

[3] ἀλλ' ἐκεῖνος μὲν ἔστω τῶν ἀδικούντων, Ἰάμβλιχον δέ, ὃν ἐθαύμαζες παρ' ἡμῖν, ἡδέως ὄψει παρ' ὑμῖν καὶ διδάξεις γε τὴν Μεγάλην πόλιν, τίς τε καὶ ἐκ τίνων ἁνὴρ καὶ ὡς ἄξιος τιμῆς Ἑλλήνων παισίν. ἀμφοτέροις γὰρ τοῦτο κόσμος, τῷ μὲν ὑπὸ τῆς σῆς ἐπαινεῖσθαι φωνῆς, σοὶ δὲ τὸν τοιοῦτον ἐπαινεῖν.

[573]

Σιλανῷ.

[1]    Ἐπῄνεσα Σπεκτάτον τῶν εἰς σέ, μᾶλλον δὲ τῶν εἰς ἐμέ· τὰ γὰρ εἰς σὲ ταῦτ' εἰς ἐμαυτὸν ἡγούμην τε καὶ ἔλεγον πεπρᾶχθαι. συνήσθην δὲ αὐτῷ μικρὰ μὲν πεποιηκέναι λέγοντι, μείζω δὲ ὑπισχνουμένῳ. δῆλον δὲ ὅτι καὶ τὰ μείζω ποιήσας μικρὰ κἀκεῖνα πρὸς τὰ μέλλοντα φήσει.

[2] Ἰαμβλίχου δὲ τὸν πατέρα μὲν ᾔδεις οὐκ ἀπὸ πλήθους μᾶλλον ἀρχῶν ἢ τῆς ἐν ταῖς ἀρχαῖς ἀρετῆς, τοῦτον δὲ ἠγνόεις, νέος γὰρ ὢν ἠγνοεῖτο· νῦν δὲ εἴσῃ παῖδα βελτίω πατρός, ᾧ χρημάτων μὲν οὐ πολὺς λόγος, πολὺς δὲ λόγος τοῦ τι ποιῆσαι καλόν. οὐχ οὕτως ἀθλητὴς ἐρᾷ στεφάνων ὡς οὗτος φίλῳ καὶ λῦσαι κακὸν καὶ παρασχεῖν ἀγαθόν. λέγειν δὲ εἰδώς, ἔστι γὰρ ῥήτωρ, οἶδε καὶ σιγᾶν, οὗ σιγὴ βελτίων.

[3] οὗτος ἂν μὴ μαθών σε διαδράμῃ τὴν πόλιν, ἀμφοτέροις αὕτη ζημία, τῷ μὲν οὐ μετασχόντι τῆς σῆς σοφίας, σοὶ δὲ οὐ μεταδόντι τῆς αὑτοῦ σοφίας, ᾧ μάλιστα χρῆν. ἀλλ' ἀγαθῇ τῇ τύχῃ χρήσασθε τοῖς ἀλλήλων ἀγαθοῖς.

[574]

Ἀνατολίῳ.

[1]    Μετὰ δακρύων Ἰάμβλιχος ἐξῄει παρ' ἡμῶν ἆρά ποτε τὴν ἑῴαν ὄψομαι; λέγων. καὶ πάνυ γε ἔφην· ἐν Ἰλλυριοῖς αὐτίκα μάλα τῶν τῆς ἑῴας ὄψει τὸ κάλλιστον. ὁ δὲ ἅτε ὢν ὀξὺς καὶ τῆς οἰκίας ἐκείνης, ἣ διήνεγκε τῷ φρονεῖν, εἶδεν ὃ λέγω καὶ τῶν δακρύων ἐπαύσατο ταῖς ἐνταῦθα πόλεσιν ἀντιτιθεὶς ἕνα, δι' ὃν αἱ τῇδε πόλεις ἐν δόξῃ.

[2] εὐθὺς μὲν οὖν αὐτὸν τιμήσεις πατρός τε εἵνεκα καὶ θείου καὶ πάππου, πεῖραν δὲ λαμβάνων τῆς γνώμης, καὶ γὰρ ἐπέδωκεν εἰς τὸ βέλτιστος εἶναι, τούτῳ θαυμάσῃ τὸν ἄνδρα.

[3] λόγον δὲ περὶ ἡμῶν ἀπαιτῶν ὄψει μὲν αὐτὸν ἐν τῇ διηγήσει τὰ σὰ μιμούμενον εἰς ἐμέ, τοῦτο δὲ αἰσθόμενος παῖδα σαυτοῦ νομιεῖς· τοιοῦτον γὰρ δὴ τὸ σὸν περὶ τὸν πρόθυμον εἰς ἐμέ.

[4] τὰ μὲν οὖν ἄλλα οὗτος ἐρεῖ, λόγων πλῆθος, ἴσως δέ τι καὶ κάλλος, νέων πλῆθος καὶ περὶ τοὺς νέους πόνους, νέους πόνων ἐραστάς, φίλους πολλούς τε καὶ φαιδρούς, ἐχθροὺς οὐ πολλοὺς καὶ ταπεινούς.

[5] ὃ δὲ οὗτος μὲν οὐκ ἐρεῖ, σεσιγῆσθαι δὲ οὐ καλόν, δεσπότην με τῶν αὑτοῦ μεθ' αὑτοῦ πεποίηται τὴν συγγένειαν αἰδούμενος. ταὐτὸ δ' ἂν οἶμαι ποιῆσαι καὶ πρὸς ἄλλον οὐ συγγενῆ μέν, ἀγαθὸν δέ.

[575]

Θεμιστίῳ.

[1]    Ὁ μὲν δαίμων οὐ καλῶς ὑπὲρ τῶν σῶν ἐβουλεύσατο, σὺ δέ, οἶμαι, καλῶς. ὁ μὲν γὰρ ἀφῄρηταί σε Θεμίστιον, ὃν ἐγώ ποτε ταῖς Ἰσοκράτους παραινέσεσιν ἔθρεψα· σὲ δὲ οὐ κατέκλυσεν ἡ συμφορά, μένεις δὲ ἐν τοῖς φιλοσοφίας νόμοις ἀνδρίᾳ χρώμενος πρὸς τὴν Τύχην.

[2] ἔστι δέ, οἶμαι, τοῦ μέχρι νῦν ἐνηνοχότος τὸ κακὸν τὸ μὴ γενέσθαι μετὰ ταῦτα πρὸς τὸ πάθος μαλακόν. αἰσχρὸν γὰρ εὐθὺς οὐ προαχθέντα προϊόντος ἐνδοῦναι τοῦ χρόνου.

[3] τὸν δ' Ἰάμβλιχον ἔγνως μὲν ἐλθὼν ὡς ἡμᾶς ἀγαθόν, εὖ ποίει δὲ νῦν ὡς ἄνδρα ἀγαθόν. μεγίστη δὲ εὐεργεσία φίλον τε σαυτοῦ νομίσαι καὶ δεῖξαι τοῖς ἄλλοις, ὅτι αὐτὸν ἡγοῖο φίλον. πάντως δὲ τὸν ἐξ ἐκείνων παρὰ σοὶ δεῖ κεκρίσθαι τίμιον, τὸν ἐκ τῶν φιλοσόφων παρὰ τῷ φιλοσοφοῦντι.

[4]

αὐτὸς μὲν οὖν ταῖς τῶν πατέρων ἀρεταῖς σεμνύνεται, μεῖζον δέ ἐστιν αὐτῷ τοῦ φῦναι ἐκ τοιούτων τὸ γενέσθαι τούτων ἄξιον. καὶ γὰρ εἰ μὴ λόγων ὅσων ἐπεθύμει μετέσχεν ὀρφανίᾳ κωλυθείς, ἥ γε φύσις καὶ τὸ τῶν ἠθῶν γενναῖον φιλοσοφίᾳ πρέποντα.

[576]

Βαρβατίωνι.

[1]    Ἅπαν ἡμῶν τὸ γένος διὰ σοῦ καὶ κτᾶταί τι χρηστὸν καὶ διαφεύγει κακόν. Ἰάμβλιχος δὲ ἡμῶν ἐν τῷ γένει κατὰ Πίνδαρον ἀστὴρ ἀρίζηλος, σώφρων, ἐπιεικής, εἰδὼς αἰδεῖσθαι, λόγων ἐπιθυμητής, χρημάτων κρείττων, οὐκ εἰδώς, ἢν εὖ πάθῃ, τῆς μνήμης ἐκβαλεῖν τὴν χάριν· ὥστε, εἰ πάντα αὐτῷ γένοιο, περὶ τὸν ἄριστον ἡμῶν ἔσῃ πρόθυμος.

[2] καὶ ταῦτα ἐγὼ γράφω νῦν, οὐχ ὅπως ἄρξῃ τὸν νεανίσκον ὠφελεῖν, πάλαι γὰρ δὴ τοῦτο ποιεῖς, ἀλλ' ὅπως ὧν τε ἤρξω πάλαι, τούτοις ἐμμείνῃς καὶ ἐμοὶ συνησθῇς, ὅτι μοι τούτου φροντίς, οὗ μὴ φροντίζων ἠδίκουν ἄν.

[577]

Ὀλυμπίῳ καὶ Ἰοβίνῳ.

[1]    Ταύτην τὴν ἐπιστολὴν οὐκ αὐτὸς ἐδεήθην Ἰαμβλίχου κομίζειν ὑμῖν, ἀλλ' αὐτὸς ἐδεήθη μου πέμπειν ὑμῖν. ὡς γὰρ ἀπαίρειν μέλλων κελεύσας ἐπιστεῖλαι τοῖς φίλοις εἶχε πειθόμενον.

[2]

τῶν μὲν ‹οὖν› ἄλλων οὐδενὸς ὀνομαστὶ πρὸς ἡμᾶς ἐμνήσθη, τὸν Ὀλύμπιον δὲ καὶ τὸν ἀδελφὸν εἰπὼν τοὺς φιλομούσους, εἰ τούτοις ἔφη φέροιμι γράμματα, πάντα ἕξει μοι καλῶς.

[3] τρεῖς οὖν εἶχον εἰς ἡδονὴν ἀφορμάς, τὸ ὑμᾶς ἐν τούτῳ δόξης εἶναι τό τε ἐμοὶ φίλους μὲν ὑμᾶς εἶναι τοὺς ἀγαθούς, συγγενῆ δὲ τοῦτον καὶ φίλον τὸν οὐκ ἀγνοοῦντα τοὺς ἀγαθούς.

[578]

Ἀνατολίῳ.

[1]    Σή τοι σαφῶς ἡ ἐπιστολή, ὥστε, εἰ καὶ τοὔνομα τοῦ πέμψαντος μὴ ἐνεγέγραπτο, πάντως ἂν εὗρον ἐκ τῶν ἐπεσταλμένων τὸν γεγραφότα. σύ τε γὰρ ὑβριστὴς ἥ τε ἐπιστολὴ πολὺ τοῦτο εἶχεν, ᾧ καὶ θαυμάζω τὸ μηδ' ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων ἀποστῆναί σε τῶν εἰωθότων.

[2] ὡς δὲ οὐδὲν ὑγιὲς ἐπέσταλκας, ἐπιδείξω. πρῶτον μὲν γὰρ ἔφης διὰ τοῦτό μοι μόνῳ τῶν πάντων οὐ γράψαι τὸ θυμωθέντα με πλῆξαί σε λόγοις. τοῦτο δὲ οὐκ ἦν εὐθὺς ἀναγκαῖον τῷ μὴ λαβόντι ποιεῖν, ἀλλ' εἶχε λόγον καὶ οὐκ ἦν ἔξω τῶν εἰκότων τὸ τῷ μὴ λαβεῖν ἀλγήσαντα σιγῆσαι. μὴ γάρ, εἰ ἐπέστειλα πρᾴως ἐνεγκὼν τὸ παρεωρᾶσθαι, σκόπει, ἀλλ' ὅτι τῷ μὲν ἠμελημένῳ τὸ λυπηθῆναι, τῇ λύπῃ δὲ ἠκολούθησεν ἂν οὐκ ἀλόγως ἡ σιγή.

[3] τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς· κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς. καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται.

[4] θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας, ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτ' ἄρχειν οὔτε παρ' ὑμῶν πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ, πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς ἂν εἴργαστο πλοῦτος. νῦν δ' ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι τῷ μὴ δουλεύειν.

[5] ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ καὶ φεύγω τοῖς ἔργοις, καὶ οὔκ εἰμι μὲν κόλαξ, ἀγανακτῶ δὲ ἀκούων, ὅπερ οὔκ εἰμι, κατὰ τὸν Λασθένην· σὺ δὲ ἐπαίνων μὲν ἐπιθυμεῖς καὶ καλῶς ποιεῖς, μεγάλη γὰρ εἰς ἄσκησιν ἀρετῆς ἀνάγκη, προσποιούμενος δὲ καταφρονεῖν οὐ καλῶς ποιεῖς ἐξαπατῶν.

[6] ἀλλ' οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαῖδρον ἀγνοῶ, καὶ τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα ἔχεσθαι τοῦ ἐγκαλεῖν.

[7] εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δ' ὡς ἀληθῶς ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκαλεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμενον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος.

[8] ἀλλ' ἐπαινῶ τοὺς οὐκ ἀγαθοὺς ἐν ἴσῳ τοῖς ἀγαθοῖς καὶ διὰ τοῦτο φεύγεις τοὺς παρ' ἡμῶν ἐπαίνους. ἀλλὰ μάλιστα μὲν ἐκεῖνος ἐπῃνέθη, πολλοὶ δὲ παντελῆ μὲν οὐκ ἔσχον τὴν ἀρετήν, ἓν δέ τι μόριον, ὃ μὴ τιμᾶν ἐπαίνοις ἄδικον. εἰ δ' οὖν τις καὶ τῶν φαυλοτέρων ἐπῃνέθη, τέχνῃ πρὸς ἀρετὴν ἐκλήθη. θαυμαζόμενος γὰρ ἀπὸ τῶν οὐκ ὄντων ὡς ὄντων αὐτῷ καὶ γενέσθαι τοιοῦτος ἐπεθύμησεν ἄν.

[9] σὺ δὲ χαλεπός τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων. καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλ' οὔτ' ἐκεῖνος ἠδίκει κοιμώμενος μεθ' ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρατῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος.

[10] ὁρᾷς ὡς οὐκ ἐμὲ τὸ πλουτεῖν, ἔστω γάρ, ἀπέφηνε χείρω, σὺ δ' ὑπὸ τῆς ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν ἀποστῆναι, τοῦ δ' ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι.

[11] καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳδοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες ὑπὸ τῶν ὑβρισμάτων. ἀλλ' ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας δεικνύω, σοῦ δέ, ἢν μὴ παύσῃ τοιαῦτα ποιῶν, φανοῦμαι κατήγορος.

[579]

Ἑορτίῳ.

[1]    Ἔτι σοι γράφομεν ἀπόντι, χρῆν δέ σε εἶναι παρ' ἡμῖν καὶ μὴ ταῖς ἐπιστολαῖς ὁρᾶν μόνον τοῦ παιδὸς τοὺς λόγους, ἀλλὰ πᾶσιν εἴδεσιν ὁπόσα λόγων.

[2] πολλῶν δ' ἂν ἐπριάμην εἰδέναι σε τὸν παρ' ἡμᾶς ἥκοντα Θεμίστιον· οὕτω γὰρ ἂν ἐθαύμασας ἐμέ τε τὸν μεταβαλόντα κἀκεῖνον τὸν μεταστάντα. [580] [t]

Ἀρισταινέτῳ.

[1]    Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἵνα δὲ μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλήλους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων.

[2] βιβλία δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας, σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλῃ πόλει τὴν νόσον τὴν μεγάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρατηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος γραμμάτων, νῦν δὲ οὐκ ἔστιν.

[3] ἐνιδὼν δή μοι σὺ τῶν τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνούμενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα.

[4] διὰ τί δή; λέγοις ἄν. ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν Ἀρισταίνετος βιβλία τοῖς φίλοις, ἵνα μὴ διαβληθῇ πρὸς τοὺς Ἕλληνας; πάλιν δή σοι λέγω ταῦτα, ὡς, ἂν μὴ πέμψῃς ἐκείνων, οὐ λήψῃ τούτων, ἐν οἷς καὶ αὐτοῖς εὑρήσεις πολιάν. οὐ γὰρ κατὰ τὸν Ἰόλεων ἐκ γέροντος ἐγὼ νέος· οὐχ οὕτω μοι φαῦλον οἱ νόμοι.

[581]

Ὀλυμπίῳ.

[1]    Τὸ μὲν προσπεσεῖν σοι πολλὰ λυπηρὰ μετὰ τὴν ἀρχὴν λέγων, αὐτὰ δὲ οἷς ἐλυπήθης οὐκ εἰπὼν πᾶν εἶδός με κακῶν ἠνάγκασας ἐννοεῖν, ὥστ' οὐκ ἔστιν ἐφ' ὅ τι δυσχερὲς τὴν ψυχὴν οὐκ ἄγων ἀπεύχομαι μὲν μηδὲν εἶναι τούτων, φοβοῦμαι δὲ μὴ τούτων ἐνῇ τι.

[2] εἰ μὲν οὖν ᾔδειν, καθ' ὃ μέμφῃ τὸν δαίμονα, πρὸς τοῦτ' ἂν ἐποιούμην τὸν λόγον· ἐπεὶ δὲ ἁπλῶς ὡς εἴης ἐν χαλεποῖς ἀκήκοα, παραινῶ σοι παντὸς ἀνδρειότερον εἶναι κακοῦ τὸ πανταχοῦ λεγόμενον ἡγούμενος εὖ ἔχειν, ὡς οὐκ ἔστιν ἴασις συμφοραῖς ἡ λύπη.

[3] καλῶς δέ μοι δοκεῖς καὶ τοῦτο βεβουλεῦσθαι, καταφυγεῖν εἰς Νίκαιαν· παραμύθιον γὰρ οἷον οὐκ ἄλλο ζῆν σὺν Ἀρισταινέτῳ καὶ μορφὴν ἐκείνην ὁρᾶν καὶ λόγων ἀκούειν ἐκείνων καὶ παίζοντος γάννυσθαι καὶ σπουδάζοντος ὠφελεῖσθαι.

[4] χρῶ τοίνυν τῷ καλῶς εὑρημένῳ φαρμάκῳ. εἰ δὲ καὶ τὰ ἡμέτερα γράμματα φάρμακον, ἕξεις ἐπὶ τῷ προτέρῳ τὸ δεύτερον.

[582]

Ἀρισταινέτῳ.

[1]    Καλή γε ἡ συνωρίς, σὺ καὶ Δομέτιος ὁ χρηστός. ζεύγνυσι δὲ ὑμᾶς ἡνίοχος ἀγαθὸς μίαν ψῆφον ὑπὲρ ἀμφοῖν θέμενος. ὁ γὰρ σὲ καλῶν ἐπὶ κοινωνίᾳ τῶν πόνων τοῦτον οὗτος ἐπὶ τοῖς ἴσοις.

[2] ἀλλὰ σὺ μὲν οὐδὲ μελετήσας καθῆσθαι μένεις, ὁ δὲ ἔρχεται κουφιῶν τὸν ἄρχοντα, μακάριος μέν, ὑφ' οἵου κέκληται, ποιήσων δὲ κἀκεῖνον εὐδαίμονα τῇ παρ' αὑτοῦ φορᾷ. ἔστι δὲ ἡ φορὰ νόμων ἐμπειρία, λόγων δεινότης, δικαιοσύνη τρόπων.

[3] σὺ τοίνυν τῷ μὲν συνηδόμενος, οἷον λήψεται, τῷ δὲ παρ' οἷον ἔρχεται, τὸν ἄνδρα ποιοῦ φίλον, ὥστε καὶ σοὶ συνησθῆναι τοῦ κτήματος. [583] [t]

Ἀνατολίῳ.

[1]    Τί χρή με ποιῆσαι; φῂς μὲν γὰρ αἰτιῶν ἐπιθυμεῖν, πράττεις δὲ ἐπαίνων ἄξια. καὶ πρὸς μὲν τὸν ἐπαινοῦντα χαλεπὸς εἶ, ψέγειν δὲ οὐ δίδως.

[2] τοῦτο τοίνυν πόσης εὐφημίας οἴει; κέκληται Δομέτιος ἐπὶ τῷ συνεφάψασθαι τῶν φροντίδων ἀνὴρ ἄχρηστος ἄρχοντι πονηρῷ. καὶ πολλὰ μὲν ἔστι μοι λέγειν, εἰ λέγειν ἐθέλοιμι περὶ τῶν τοῦδε καλῶν· φοβοῦμαι δὲ μή σοι γένηται σκώμματος ἀφορμὴ τὸ πρὸς σὲ λέγειν, ἃ καλῶς εἰδὼς κέκληκας· οὐ γὰρ ἀγνοῶν ἐκάλεις.

[3] ἀλλ' ἐκεῖνό γε οὐκ οἶσθα· μάνθανε δή· λόγοις τοῖς μὲν ἄλλων ἐβοήθησε, τοὺς δὲ ἡμετέρους ἐθαύμασε, τὸ μὲν αἰδοῖ φιλίας ποιῶν, τὸ δὲ ἐπιστήμῃ λόγων, ὥσθ' ἡμῖν αὐτὸν ἀμφοτέροις ἀγαθὸν φανῆναι τὴν μὲν οὐ κινήσαντα, τοὺς δὲ τιμήσαντα.

[584]

Εὐσεβίῳ.

[1]    Οἱ παῖδές σου φύσεώς τε ἀγαθῆς καὶ προθυμίας ἀμείνονος. ἤδη δέ τι καὶ δεῖγμα ἐξήνεγκαν νέων ἐχόντων ὦτα. ὅτι δὲ τοῦτ' ἔστιν, ἐμοὶ μὲν ἀκριβῶς εἰπεῖν οὐ καλόν, ἐκείνοις δὲ μὴ τοῦτο ποιεῖν αἰσχρόν.

[2] παρεὶς δὲ τὸ παρακαλεῖν ἡμᾶς ὑπὲρ αὐτῶν τιμῶντος ἔργον ἐποίησας τῇ σιγῇ μαρτυρήσας ὡς ἅπαν τὸ προσῆκον ἔχουσιν.

[585]

Λαυρικίῳ.

[1]    Σὺ μὲν ἐπῄνεις τοὺς ἐμοὺς λόγους, οἱ δ' ἄλλοι τὴν σὴν εἰς λόγους ἐπιθυμίαν. οὗ τοίνυν ἡδέως ἠκροῶ, τούτῳ δὸς αἰτοῦντι χάριν. ἡ δὲ χάρις οὐκ ἔξω τῶν νόμων, ὥστε οὐκ ἀρνήσῃ.

[2] Εὐσέβιος αὐτὸς μὲν ἐμοὶ συνεφοίτησεν, οἱ δὲ τούτου παῖδες φοιτῶσιν εἰς ἐμέ. τούτους μὲν οὖν αὐτὸς εὖ ποιῶ διδοὺς ἃ παρ' ἐμοῦ λάβοι τις ἄν· τῷ δὲ τούτων πατρὶ παρὰ σοῦ γένοιτ' ἄν, εἰ βουληθείης, εὖ παθεῖν. ἔστι δὲ εὐεργεσία γνῶναι πάντας ὅτι αὐτὸν ἡμέτερον ἑταῖρον οἶσθα.

[586]

Ἀρισταινέτῳ.

[1]    Ἠισχύνθην οἷς ἔγραψας περὶ τῶν θηρίων· οὐ γὰρ ἐῴκεις ὅτι σοι μὴ χαρίσασθαι παρῆν ἡμῖν ἀνιωμένῳ, ποιουμένῳ δὲ μᾶλλον τὴν ἀπορίαν παιδιάν. ἤδη δέ τις οὐδ' ἀπορεῖν σε ἔφη σημείῳ τῇ παιδιᾷ χρώμενος.

[2] συνέβη δὲ τὴν ἐπιστολὴν διὰ τῶν τοῦ θείου χειρῶν εἰς ἡμᾶς ἐλθεῖν, ἀνδρὸς αὐτοῦ μὲν ἥκιστα παίζειν εἰδότος, σὲ δὲ νομίζοντος μετὰ τοῦ καιροῦ τοῦτο ποιεῖν. ἀλλὰ νῦν γε οὐ καιρὸς ἐν ἐπειγούσῃ τῇ χρείᾳ.

[3] τὸ δὲ τὸν συγγενῆ σοι ταὐτὰ λειτουργεῖν ἐν Βιθυνίᾳ καιρὸς ἦν διδούς σοι δεικνύειν ὅτι τῶν οἰκείων οὐ ποιῇ τὸ τῶν φίλων δεύτερον. ἀλλ', οἶμαι, πρόφασιν ἥρπασας εἰς ῥᾳθυμίαν.

[4]

πεπόμφαμεν δὲ ὑμῖν ὧν ἡμῖν τὸ ὄρος τρέφει. σὺ δ', εἰ καὶ μὴ δοῦναι χάριν ἕτοιμος, ἀλλ' ἀμείψασθαι φάνηθι μὴ κακός.

[587]

Ἀλκίμῳ.

[1]    Ἔλαβόν σου διὰ Θώρακος ἐπιστολήν, γράμματα δὲ ἐπ' ἐκείνῃ δώσειν εἰπών, ἀφ' ὧν ἂν ἦν μοι μαθεῖν, ὅ τι δεῖ σοι πραχθῆναι, μόλις μὲν ἐντυγχάνει, δίδωσι δὲ οὐδὲ τότε.

[2] ἐκείνων μὲν οὖν ἢν λάβω, φανοῦμαί σοι τοιοῦτος οἷον ἐλπίζεις· τῶν ἄρκτων δὲ ἡμῖν ἡ πόλις ὑμῶν μεταδότω. σοὶ δὲ διαλεγόμενος περὶ ὧν δεῖ γενέσθαι παρὰ τοῦ κοινοῦ τάχ' ἴσως οὐχ ἁμαρτάνω· πειθομένην γὰρ ἔχεις καλῶς ποιοῦσαν τὴν πόλιν.

[3] ἐνθυμοῦ δὲ ὅτι τὸ αὐτὸ καὶ ἡμῖν καὶ ὑμῖν οἴσει κρότον, ἡμῖν μὲν ὡς σπουδῇ χρησαμένοις ‹εἰς› τὸ λαβεῖν, ὑμῖν δὲ ὡς ἄνευ φθόνου δεδωκόσιν. ἡδὺ δέ που τὸ τῆς ἄρκτου θαυμαστὰ ἐργαζομένης τὸν ἐρόμενον, πόθεν δὲ αὕτη; παρὰ Βιθυνῶν ἀκοῦσαι. [588] [t]

Ἰουλιανῷ.

[1]    Ὅτι μὲν πρᾴως προσενεχθήσῃ ταῖς πόλεσιν, εὖ ᾔδειν, φύσει γὰρ δὴ σὺ τοιοῦτος· ἥσθην δὲ ἀκούσας ὅτι σοι καὶ κέντρον ἐστὶν ἐπὶ τοὺς κέντρου δεομένους. ἤγγειλε δὲ Κλημάτιος, ᾧ καὶ αὐτῷ κέντρον ὀξύ.

[2] χαίρειν οὖν μοι συνέβαινε τῷ τόν τε ἐπαινούμενον εἶναι πολίτην ἐμὸν καὶ τοὺς ὠφελουμένους, ‑ ἂν εἴπω καὶ τούτους πολίτας, ἄρα σοὶ δόξω λέγειν ὀρθῶς, εἴπερ τἀκείνων οἶσθα πρὸς ἐμέ.

[3] πάντως δὲ οἶσθα περὶ ὧν ἐπέστειλας ἡμῖν, ὡς γεγένηται, ἃ γέγονεν, οὐ δι' ἡμῶν, οὐ γὰρ ἀφαιρήσομαι Σπεκτάτον ὧν ἐσπούδασε τὴν δόξαν, ἐπῄνεσα μέντοι τὴν σπουδήν. καὶ τοῦτό σοι παρ' ἐμοῦ τὸ μαθεῖν ἐκεῖνον ὅτι σοὶ βοηθῶν ἀμφοτέροις χαρίζεται.

[4]

χάρισαι δὲ καὶ αὐτὸς ἡμῖν τῷ φανῆναι παρ' ἡμῖν ἄρκτους ἐκεῖθεν, ἐπειδὴ κἀκείνοις ἔδειξας ἐνθένδε παρδάλεις, ὅπως τοὺς μὲν ἀρχομένους διὰ τῶν τῆς πατρίδος εὐφραίνῃς, τὴν δὲ σαυτοῦ διὰ τῶν παρ' ἐκείνοις.

[589]

Δημητρίῳ.

[1]    Χρηστός γε ὁ Λεόντιος καὶ τῶν εὐφημιῶν αἷς αὐτὸν ἐκόσμεις οὐκ ἀνάξιος. καίτοι μικρὰ μέν μοι συγγεγένηται διὰ τὸ πλῆθος τῶν πραγμάτων. εὖ γὰρ ἴσθι, τῶν περὶ τοὺς νέους ἀσχολιῶν οὐκ ἐλάττους ἡμῖν αἱ περὶ τοὺς ἄρχοντας, ἃς ἀηδῶς μὲν ὑπομένομεν, φυγεῖν δὲ οὐκ ἔχομεν τοὺς δεομένους αἰδούμενοι.

[2]

τὸν δ' οὖν Λεοντίου τρόπον οὐδ' οὕτως ἠγνοήσαμεν, ἀλλ' εὕρομεν τὸ τῆς ἐπιστολῆς ἐν τῷ φέροντι. πειθόμενος δὲ οἷς ψηφίζῃ περὶ ἡμῶν πείθεται μὲν ἀγαθῷ, εἰ πείθεται δὲ περὶ τοιούτου, τοῦτο οὐκ οἶδα.

[590]

Βακχίῳ.

[1]    Οὐ παύσῃ ποτὲ τὰ μικρὰ μεγάλα νομίζων καὶ πολλοῦ τινος ἄξια τὰ μηδενός; ἀλλ' ἂν φθέγξωμαί τι, σεμνὸν εὐθὺς τοῦτο παρὰ σοὶ καὶ ζητεῖς καὶ ποθεῖς καὶ τὸ μήπω λαβεῖν ἐγκαλεῖς.

[2] ἀεὶ μὲν οὖν μοι φαύλων ἐρᾶν ἐφαίνου τῶν ἡμετέρων ἐρῶν, νῦν δ' οὐχ ἥκιστα σπουδάζειν περὶ μικρά. γνώσῃ δέ, ἢν λάβῃς, λήψῃ δὲ οὐκ εἰς μακράν, ὡς οὗ κλέος εἰς ὑμᾶς ἀφῖχθαι λέγεις, σκιὰ λόγου μᾶλλόν ἐστιν ἢ λόγος.

[591]

Ἀρισταινέτῳ.

[1]    Ἤιδειν μὲν καὶ πρότερον τὸν ἐμαυτοῦ πολίτην Μαριάδην ἤ, εἰ βούλει γε, Ἀριστείδην, οὕτω γὰρ αὐτὸν καλεῖς καὶ καλῶς καλεῖς· νῦν δὲ αὐτῷ πολὺ πλέον συνήδομαι ὅτι ὢν ἀγαθὸς καὶ εἶναι δοκεῖ πανταχοῦ. τόπος γὰρ οὐδεὶς ὃς οὐκ εἶδέ τε αὐτοῦ τὴν πενίαν καὶ ἰδὼν οὐ τεθαύμακεν.

[2] οὐκ ἄρα μεγάλη μόνον ἡμῶν ἡ πόλις, ἀλλ' ἤδη καὶ μήτηρ ἀνδρῶν, ἴσως δὲ καὶ ῥητόρων, πάντως δὲ δικαίων. καὶ σὺ μαρτυρεῖς ὁ τὸν Ἀριστείδην εἰπών.

[592]

Σαβίνῳ.

[1]    Λέλυταί σοι τὰ δυσχερῆ, λέλυται δὲ τοῖς Μαριάδου πόνοις. καὶ τὴν ἐπιστολὴν ἤδη τῶν δεινῶν πεπαυμένων ἐλάμβανον, ὥστ' ἐγὼ μὲν αὐτὸν ἠρώτων· πῶς οὖν χρὴ βοηθεῖν; ὁ δὲ ἀπεκρίνατο δεῖν μὲν οὐδὲν βοηθείας, εἶναι δὲ τὸν καιρὸν ἡδονῆς. ἔχαιρόν τε οὖν καὶ ἐπέστελλον.

[593]

Ἰαμβλίχῳ.

[1]    Οὕτως ἐξῆρας τῷ λόγῳ τόν τε λιμὸν καὶ τὸ ψῦχος, ὥστ' ἀναγινώσκων ἐρρίγωσά τε καὶ ἐπείνησα. σὲ δὲ καὶ ταῦτα καὶ ἔτι χαλεπώτερα δεῖ φέρειν ἀπὸ τῆς φιλοσοφούσης οἰκίας γεγονότα. καὶ τὰ ἆθλα δέ, ὑπὲρ ὧν τὰ δυσχερῆ, μείζω τῶν δυσχερῶν· ὥστ' εἰς ἐκεῖνα βλέπων μὴ τοῖς παροῦσιν ἀνιῶ.

[2] τοῖς δὲ Ἱεροκλέους λόγοις οὐδὲ πρότερον μὲν ἀπειθεῖν ἔδει, νῦν δὲ καὶ ἀνάγκη πείθεσθαι. τύχῃ τ' οὖν ἀγαθῇ χώρει καὶ δεξάμενος ὅ τι ἂν διδῶσιν οἱ θεοί, χαίρων ἐπάνιθι.

[594]

Ἱεροκλεῖ.

[1]    Ἀγαθῷ οὐ κακῶς συνεβούλευσας, ὅθεν σὺ μὲν εὗρες τὸ δέον, ὁ δὲ οὐκ ἠτίμασε. μαρτυρεῖ δὲ ὡς ὀρθῶς τὸν νεανίσκον ἔπεμψας ὁ μὴ δυνηθεὶς εἰς τὸ μεῖναι βοηθῆσαι.

[595]

Κληματίῳ.

[1]    Πορεύεται μὲν ὁ καλὸς Αὐξέντιος ἐπ' Αἰγύπτου, διὰ δὲ τῆς Παλαιστίνης ἰὼν ἔσται τῶν τῆς σῆς ἀρχῆς προοιμίων θεωρός· δῆλον δὲ ὅτι καλῶν. ἃ γὰρ συνέθου πρὸς ἡμᾶς περὶ τοῦ μετὰ πενίας ἄρξειν, οὐ δήπου κινήσεις.

[2] μισθὸς δέ σοι τῆς ἀρετῆς ἡ γλῶττα τοῦ φέροντος τὴν ἐπιστολήν, ὅς, ἐπειδάν τι θαυμάσῃ, καὶ κηρύττειν ἐπίσταται. [596] [t]

Σεβαστιανῷ.

[1]    Ἔδειξας μὲν ὡς εἴης ἀγαθὸς καὶ ἐν ταῖς ἀρχαῖς, ἀρκεῖ δὲ καὶ τὸ παρὸν δηλῶσαι τὴν σὴν ἀρετήν. Αὐξέντιος μισῶν ἃ μισεῖν ἄξιον καὶ θαυμάζων ἃ μὴ θαυμάζειν ἀδίκημα παῖδας ἀφεὶς καὶ γυναῖκα καὶ τὴν ἐκ τῶν δικῶν πρόσοδον ἔρχεται τὴν σὴν ὀψόμενος στρατηγίαν.

[2] μαρτυρεῖ δὴ διὰ τῆς ὁδοῦ πάντων εἶναί σε διὰ πάντων ἄριστον. ὁ γὰρ οὐδ' ἂν τύραννον κολακεύσας, εἰδὼς δὲ ὅ τι μέμφοιτο περὶ τούτου καὶ βοῆσαι δῆλον ὡς ὑπὸ τῶν ἐν σοὶ καλῶν ἐπὶ Νεῖλον κέκληται.

[3]

φιλοτιμησάμενος δὴ πρὸς τοὺς Αἰγυπτίους ἐπὶ τῇ παρουσίᾳ τοῦ ῥήτορος ἀπόδος ἡμῖν ὅτι τάχιστα τὸν ῥήτορα.

[597]

Κληματίῳ.

[1]    Φίρμου τουτουὶ μέλει μὲν τῇ μητρί μου, μέλει δὲ καὶ ἐμοὶ διὰ τὴν μητέρα. καὶ σοὶ δ' ἂν εἰκότως ἀμφοῖν εἵνεκα μέλοι.

[2] ἔστι δὲ ὁ Φίρμος εὐγενής τε καὶ πένης ὑπὸ τῶν ἐν Παλαιστίνῃ κακῶν εἰς πενίαν ἐλθών. φέρων δὲ τὴν πενίαν καὶ χρημάτων οὐκ ἐπιθυμῶν ἐπιθυμεῖ γνῶναί σε τοῦθ', ὅτι ἡμῖν αὐτοῦ μέλει. [598] [t]

Ἀλκίμῳ.

[1]    Ἕως ἂν ᾖς καὶ σώζῃ τῇ Βιθυνίᾳ, καὶ δι' ἀνδρῶν ἔστι τῷ ἔθνει νικᾶν· οὐ γὰρ ἂν ἄλλοι γε δείξειαν ἕτερον Ἄλκιμον.

[2] τοῖς δὲ περὶ τῶν ἄρκτων γράμμασιν ἑορτὴν ἐποίησας τῇ πόλει. μεγάλα γὰρ ἀκούοντες ἀπιστεῖν οὐκ εἶχον σοῦ λέγοντος, ἀλλ' ἐγγύς τι καθειστήκεσαν τοῦ ὁρᾶν. ἡγοῦμαι δὲ σοὶ τὰς παρδάλεις ἥκειν, ἡνίκα πρὸς ἡμᾶς τὰ περὶ ἐκείνων γράμματα. πάλαι γὰρ δὴ πλέουσι καί, ὡς εἰκάζειν ἔστιν, ἐχρήσαντο πλῷ.

[3] τερπόμενος δὴ τοῖς ἐνθένδε τέρπε τοῖς ἐκεῖθεν ἡμᾶς μεμνημένος ὅτι τῶν προτέρων αἱ νῦν κυνηγέταις, ὡς ὁ σὸς λόγος, χαλεπώτεραι.

[599]

Ἰουλιανῷ.

[1]    Ὧν ἐδεήθης ἔχων ἃ δώσειν ἔφης ἀπόστελλε καὶ χαρίζου τῇ πατρίδι τοῖς ἐρχομένοις ἐκ τῆς πατρίδος κεχαρισμένα. λόγος δὲ παρ' ἡμᾶς ἀφῖκται θαυμαστὰ παρ' ὑμῖν τὰς ἄρκτους ἐργάζεσθαι καὶ εἶναι τοσαύτας ὥστε καὶ ἐκπέμπειν ἔχειν.

[2] καίτοι μίαν οὖσαν πάντως ἂν σύ γε τῶν σῶν πολιτῶν τὴν μίαν ταύτην ἐποίησας συγγνώμην ἔχων καὶ παρ' αὐτῶν ἐκείνων οὓς ἀφῃροῦ, μᾶλλον δὲ ἔπαινον, οὐ συγγνώμην, εἰ τιμῶν ἐφαίνου τὴν σαυτοῦ.

[3] λογίζου δὲ τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ πᾶσα μὲν ἤθροισται πόλις ἐπὶ τὴν θέαν, ἄρκτος δὲ βοὴν ἐκκαλεῖται, ζητεῖ δὲ ὁ θεωρός, παρ' ὅτου τὸ θηρίον, σὲ δὲ ἀκούει καὶ πρὸς ἕτερον λέγει καὶ γίγνῃ τῷ λειτουργοῦντι τῶν ἐπαίνων κοινωνός.

[600]

Διομήδει.

[1]    Ὥσπερ, εἴ τι φαῦλον ἐνεώρων Διοφάντῳ, πάντως ἄν σε ἐδίδασκον, ὅπως αὐτῷ προσάγῃς ἐπανόρθωσιν καὶ ποιῇς βελτίω τοὺς τρόπους, οὕτως, ἐπειδὴ βέλτιστος μέν ἐστι τοὺς τρόπους, ἐρρωμένος δὲ εἰς τοὺς λόγους, αὐτός σε διδάσκω τοῦτο, ὡς ἔστιν ἀμφότερα ἀγαθός, ὅπως αὐτὸς ἐπαινῇς, δι' ὃν εἰς εὐδαιμόνων πατέρων τελεῖς χορόν.

[601]

Ἱερακίῳ.

[1]    Ὁ τῆς παιδός σου παῖς τοιοῦτός ἐστιν, οἷον εὔξαιτο ἂν ὁ πάππος, λόγων ἐραστής, σωμάτων οὐκ ἐραστής, θράσους ἀφεστηκώς, ἐπιεικείᾳ φίλος, ἀρέσκων ἐμοί, τοὺς ἑταίρους ἐξημμένος.

[2] ταῦτα αὐτῷ συνειδὼς σιγᾶν οὐκ εἶχον. ἐγὼ γὰρ οἶδα μὲν κατηγορῆσαι νέων ἔξω κόσμου φερομένων, οἶδα δὲ ἐπαινέσαι μένοντας ἐν τῷ τεταγμένῳ.

[3] τὸν οὖν Διόφαντον τοῦτον ἕνα τῶν ἃ χρὴ ποιούντων εὑρὼν ἡγησάμην ἄδικον μὴ καὶ τῷ πάππῳ τὴν ἀκοὴν εὐφρᾶναι.

[602]

Κληματίῳ.

[1]    Ἐπέμψαμεν οὐκ αἰτήσοντες χάριν, ἀλλ' ἀπαιτήσοντες ὑπόσχεσιν. σὺ γὰρ ἐκεῖνος ὁ φήσας μείζω τῶν δυνατῶν εἰς τὴν λειτουργίαν εἰσοίσειν. Κλημάτιος δὲ πολλὰ μὲν ὧν οὐκ ἐπαγγέλλεται ποιεῖ, πάντως δὲ ἐπαγγελίαν ἐπιτελεῖ. δύο τοίνυν βοήθει τοῖς ἀνδράσι· τὸ μέν, ὅπως ταχέως τἀργύριον λάβοιεν, τὸ δέ, ὅπως μὴ πολλοῦ τὴν ἐσθῆτα πρίαιντο.

[2] ὅστις δέ ἐστιν Ὀλύμπιος, ἀπ' αὐτοῦ γνῶθι τοῦ δι' αὐτοῦ σέ με προσειπεῖν, ὃς οὐκ ἂν τοσοῦτον προὐξένουν ἀγαθὸν μὴ καλῷ κἀγαθῷ καί τινος ἀξίῳ σπουδῆς. ἔστι δὲ πολίτης μὲν ἐμός, πολλῶν δὲ βελτίων εἰς ἐμὲ πολιτῶν, καὶ βουλοίμην ἂν αὐτῷ τόπον πάντα εὐφροσύνην φέρειν.

[3] σὺ τοίνυν ἡδέως αὐτὸν ἰδὼν καὶ μετὰ γραμμάτων ἐπ' Ἰταλίας πέμψας δεῖξον ὅτι τοῖς ἡμᾶς φιλοῦσιν ἔνι τις τοῦ φίλτρου καρπός.

[603]

Μυγδονίῳ.

[1]    Ὀλυμπίου τουτουὶ πολλαχόθεν κήδομαι. καὶ γὰρ ὡς πολίτην φιλῶ καὶ ὡς φίλον ἀντιφιλῶ. καὶ νοῦν ἔχει καὶ χάριν, καὶ λόγων κριτὴς οὐκ ἄκρος μέν, οὐ φαῦλος δέ.

[2] γέγονε δὲ στρατιώτης ἀντὶ ῥήτορος πενίᾳ βιασθείς. ἀλλ' οὐδὲ ἐν τούτῳ μέντοι πλούσιος ἀντὶ πένητος γεγένηται κολακεῦσαι μὲν οὐ δυνηθείς, ἐραστὴν δὲ τῶν αὑτοῦ τρόπων οὐχ εὑρών.

[3] ἀλλ' οὗτος αὐτῷ σὺ γενοῦ. καὶ πρῶτον μὲν αὐτῷ χάρισαι τὸ μὴ τὸ μῆκος τῆς ἀπουσίας ἔγκλημα αὐτῷ καταστῆναι. ἔπειτα τῶν σοὶ μὲν ῥᾴστων, τούτῳ δὲ χρησίμων γενέσθω τι. τῆς τε γὰρ παρὰ Μουσωνίῳ δυνάμεως δίκαιον ἀπολαύειν ἐμὲ τοῦτόν τε τῆς ἐμῆς παρὰ σοί. [604] [t]

Μουσωνίῳ.

[1]    Καὶ σοὶ δεδόσθαι νομίζω τὴν ἐμὴν ἐπιστολὴν καὶ σὴν ἀφίξεσθαί μοι, καὶ πρὶν λαβεῖν ὅτι λήψομαι πιστεύων ἥδομαι. μὴ οὖν θαυμαστὸν ποιοῦ εἰ μήπω μαθὼν ἣν ἔσχες ἐπὶ τῇ πρώτῃ γνώμην, ἐπέθηκα δευτέραν. πέπεικα γὰρ ἐμαυτὸν ἃ μάλιστα βούλομαι, καὶ ἴσως γε οὐ κακῶς μαντεύομαι. λογίζομαι γὰρ ὡς εἴης μὲν ἥμερος, εἴης δὲ λόγων ἐραστής τε καὶ ποιητής.

[2] πολλὰ δή σοι πεπόνηται βοηθοῦντι πολλοῖς ἄλλοις τε καὶ μάλιστά γε δὴ τοῖς περὶ τοὺς λόγους· ὧν τοὺς μὲν ἀγαθοὺς εὑρὼν ἐτίμησας, τοὺς δ' οὐ τοιούτους ἠλέησας, τὸ μὲν κρίσει ποιήσας ὀρθῇ, τὸ δὲ φύσεως χρηστότητι.

[3] τὸν οὖν πρᾷόν τε καὶ λέγειν ἕτοιμον καὶ πράττειν ἄοκνον τίνα εἶχε λόγον ἀνδρὶ θαρρήσαντι μὴ μεταδοῦναι γραμμάτων, ἄλλως τε καὶ Μυγδονίου τοῦ καλοῦ παρακαλοῦντος ἐγγύθεν, μᾶλλον δέ, οὐ κινοῦντος, ἀλλ' ἐπαινοῦντος ὡρμημένον; ταῦτά με πεποίηκε μαντικὸν εἰς τὴν ἐκεῖθεν ἐπιστολήν. καὶ ἃ λαβὼν ἔπραττον ἂν εἰκότως, ἐλπίζων ἀξιῶ ποιεῖν.

[4] ἄλλοις ἤδη προξενεῖν ἐπιχειρῶ τὴν σὴν ῥοπήν· ἧς πρῶτος Ὀλύμπιος ἀπολαύσεται, λέγειν γὰρ οὕτω βέλτιον. ὁ δ' Ὀλύμπιος οὗτος μετὰ μὲν πολλῶν πολίτης ἐμός, πρὸ πολλῶν δὲ φίλος. καὶ ἐδέξατο ταὐτὸ διδασκαλεῖον ἡμᾶς παῖδας ὄντας. ἔπειτα τύχῃ τινὶ τῶν λόγων ἐξωσθεὶς γίγνεται στρατιώτης οὐδὲ οὕτως εὐτυχής.

[5] οὔκουν εἰς τήνδε τὴν ἡμέραν γέγευται κέρδους τούτων δὴ τῶν ὀξέως ποιούντων τὸν στρατιώτην εὐδαίμονα· ὥστ', εἰ μὴ ἠπίστατο πενίαν φέρειν, κἂν ἴσως ἐχρήσατο τῷ παρ' ἡμῖν ποταμῷ. διατρίψας δὲ τῇδε καὶ χρόνον ἀνηλωκὼς φοβούμενος προσετίθει τῇ μελλήσει.

[6] ἐγὼ δὲ αὐτὸν ἀνέστησα θαρρύνας τε καὶ βοήσας ἐν μέσῳ ὡς δίκην μὲν οὐ δώσει, λήψεται δέ τι καλόν. σὺ τοίνυν κύριος ἐμὲ τελεῖν εἰς συμμορίαν μάντεων.

[605]

Βακχίῳ.

[1]    Οὐ γὰρ οἶσθ' ὅτι καὶ ἑτέραν πεποιήμεθα μελέτην, ἢ πάντως ἂν ᾔτεις ἐπὶ τῇ προτέρᾳ τὴν δευτέραν. τοιοῦτος γὰρ δὴ σὺ πρὸς ἡμᾶς· ἂν ὅτι εἶπον ἀκούσῃς, πρὶν ὅπως εἶπον μαθεῖν εὐθὺς ἐρᾷς.

[2] ὡς οὖν καὶ ταύτην ᾐτηκότι πέμψομεν ἀμφοτέρας αὐτίκα. τὸ δ' αὐτίκα παρ' ἡμῖν δύο μῆνες· τοσαύτη τις ἀφθονία γραφέων, ἵνα μὴ λέγω σπάνις. μὴ λαμβάνων μὲν οὖν ἐγκάλει· βραδέως δὲ εἰ λάβοις, ἀνθ' ἡμῶν μεθ' ἡμῶν αἰτιῶ τὸ αἴτιον. [606] [t]

Δημητρίῳ.

[1]    Σὺ μὲν ἐπ' ἐλέγχῳ τὴν ἐπιστολὴν ἔπεμψας, ὡς ἄρα μείζω σοι τῶν ὄντων ἔδωκα πρῶτον Ἑλλήνων εἰπών· ἡ δὲ λαμπρὰν ἧκε φέρουσα μαρτυρίαν, ὡς οὐκ ἄλλο τι χρῆν ἢ τοῦθ' ὅπερ εἶπον εἰπεῖν.

[2] εἰ γὰρ δὴ πάνυ πολὺν ἐσκόπει χρόνον ὁ καλὸς Δημήτριος, πῶς ἂν αὑτὸν δείξειεν Ἑλλήνων κεφάλαιον, οὐκ ἂν ἄμεινον ἐξεῦρεν ἢ τοιαῦτα γράφων· οὕτω τά τε ἐνθυμήματα πυκνὰ καὶ λέξις ἣν ἐπιστολὴ ποθεῖ, καὶ οὐκ ἔστιν ὅπου τὸ κάλλος οὐκ ἔστιν· ὥστε νῦν πλέον ἢ πρότερον ὡς εἴης ἄκρος λέγω, κἂν πάλιν ἐπιχειρῇς ἐλέγχειν, εὖ ἴσθι, συναγορεύσεις πάλιν.

[3] ὁ δὲ φοιτητὴς καὶ ὁ συνουσιαστής, ταυτὶ γὰρ σαυτὸν ὀνομάζεις τῷ τοῖς ἐμοῖς συνεῖναι λόγοις, χαρίεντα μέν, κατηγορήματα δὲ τοῦ μὴ καὶ ἡμᾶς ἐν ἴσῃ τάξει ποιοῦντος ἀπὸ τοῦ μεταδοῦναι λόγων.

[4] ἵν' οὖν πρὸς τῷ δεινὸς εἰπεῖν εἴης καὶ δίκαιος, πέμπε τῶν σαυτοῦ καὶ ποίει καὶ ἐμὲ σὸν φοιτητήν. [607] [t]

Ἰαμβλίχῳ.

[1]    Οὐ ταῦτα συνῄδειν τοῖς οἰκοῦσι τὴν Ἄγκυραν, ἀλλ', εἴπερ τινές, ξένους ἐφίλησαν ἑνὶ λυπήσαντες μόνῳ τῷ κατέχειν ἀπιόντας. ἐπεὶ οὖν σοὶ μὲν ἀπιστεῖν οὐκ ἔχω, τοὺς δὲ ἠπιστάμην ἀγαθούς, οἶμαι τὴν πόλιν ὑπὸ συμφορῶν μεταβεβληκέναι τοὺς τρόπους.

[2] ἀλλ' ἐκεῖνοι μὲν εὖ πράξαντες ἀνακτήσαιντο τοὺς τρόπους, σὺ δ' ὅτι μὲν ὁδὸν πορεύῃ λυπηράν, οἶδα· δεῖ δέ σε φέρειν τε εἰδέναι, κἂν μὴ τοῦτο ῥᾴδιον ᾖ, σιγᾶν εἰδέναι. μεῖζον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο.

[3] καὶ τό γε πᾶσιν ἐγκαλεῖν, ὅτι μὴ πετόμενα γράμματα λαμβάνεις, ἀφείσθω· μεμφόμενος γὰρ ἃ μὴ προσῆκεν ἐν μέμψει γίνῃ. ἡμεῖς δέ σοι νῦν οὐ τὴν δι' Ἅρματος ἐπιστέλλομεν, ἀλλ' ἄρτι δόντες τῷ παιδί σου γράμματα ταῦτ' εὐθὺς Ὀλυμπίῳ δεδώκαμεν, ὃν οἶσθά τε καὶ εἰδὼς εὖ ποιήσεις, ὅ τι ἂν ἔχῃς.

[608]

Φιλαγρίῳ.

[1]    Καὶ ὡς ἄνδρα χρηστὸν καὶ ὡς ἔμπειρον λόγων καὶ ὡς ὀξὺν στρατιώτην καὶ ὡς ἡμέτερον φίλον ἡδέως τε ὄψει τὸν Διονύσιον καὶ χαίροντα ἀποπέμψεις. μαντεύομαι γὰρ θαρρῶν. [609]

Ἐλπιδίῳ.

[1]    Εὐδαιμόνει τῷ σαυτοῦ βίῳ τὸν σὸν ποιῶν πατέρα εὐδαίμονα.

[610]

Βασιλεῖ Ἰουλιανῷ.

[1]    Ἔπεμψά σοι τὸν λόγον μικρὸν ὑπὲρ μεγάλων πραγμάτων. τοῦ δὲ καὶ μείζω γενέσθαι λόγον σὺ δήπου κύριος, εἰ δοίης ἀφ' ὧν ἂν γένοιτο μείζων.

[2] δοὺς μὲν οὖν δηλώσεις ὅτι με τεχνίτην ἐγκωμίων ἡγῇ· μὴ δοὺς δὲ δώσεις ἕτερα ὑποπτεύειν.

[611]

Δωροθέῳ ἐπισκόπῳ.

[1]    Ἀναπέτασον τὰς σαυτοῦ θύρας τῷ νέῳ τούτῳ διδοὺς χάριν ἐμοὶ καὶ τῇ ἡμετέρᾳ πόλει καὶ τῇ Λαοδικέων. [612]

Ἀγαπητῷ.

[1]    Τὸν ἑταῖρον ἡμῶν εἰ τὰ εἰκότα τιμήσαις, καὶ ἡμῖν ἂν εἴης κεχαρισμένος.

[613]

Ἰουλιανῷ.

[1]    Μὴ παύσῃ ὑβρίζων με καὶ τοιαῦτα καὶ ἔτι μείζω.

[614]

Εὐθαλίῳ.

[1]    Εἴ τις ὑμῖν λόγος τοῦ κηδεστοῦ, ἔλθετε αὐτὸν ὀψόμενοι μέλλοντα ἀπαίρειν, ἀλλ' ὅτι τάχιστα. δεῖ γάρ, δεῖ τάχους.

[615]

Δημητρίῳ.

[1]    Ὁ μὲν Ἀσχόλιος τὰ πάντων δεινότατά τε καὶ ἥδιστα πρὸς ἡμᾶς ἀγγείλας ‑ εἰπὼν γὰρ περὶ τοῦ πτώματος, ἐφ' ᾧ καὶ αὐτὸς πληγεὶς ἔπεσον, εὐθὺς ἐπέθηκεν ὅτι ἀλλὰ θεῶν μέν τις ἀνέσχε τῇ χειρὶ φερομένην τὴν παρθένον, ἕως εἰς τὴν γῆν κατέστησεν ὥσπερ εἰς εὐνήν. ὥσπερ δὲ ἐνταῦθα τῷ μηδὲν συμβῆναι δυσχερὲς ἡδόμην, οὕτω τῷ τὸν οἰκέτην συντριβῆναι καὶ μὴ ἂν σωθῆναι δύνασθαι ...... ‑ τοιαῦτα διαλεχθεὶς Ἀσχόλιος καὶ τοὺς ἀγροὺς ἐπαινέσας καὶ παραινέσας ἔχειν, ἀλλὰ μὴ πωλεῖν ἀπῆλθε. καὶ νῦν ὅπου γῆς ἐστιν, οὐκ οἶδα.

[2] σοὶ δὲ καὶ παισὶ τοῖς σοῖς εἴη μὲν ἐκ θεῶν σωτηρία, φέροιεν δὲ αἱ ὧραι τὰ αὑτῶν, πάντα δὲ ἐξ οὐρίων θέοι, πέμποις δὲ ἡμῖν καὶ γράμματα καὶ τὰ παρὰ τῆς χώρας.

[3] ἐγὼ δὲ δύο λόγους, ὧν ἐν μὲν τῷ πρὸς Ἡρόδοτον, ἐν δὲ τῷ πρὸς Ἀριστείδην μάχομαι, πέπομφα. τούτους εὐθὺς δεῖ γενέσθαι Παλλαδίου, καὶ γὰρ ᾔτησε παρών, οὐκ ἄδηλον δὲ ὡς τοῦτο ποιήσει καὶ σοὺς εἶναι τοὺς λόγους.

[616]

Παλλαδίῳ.

[1]    Οὐκ ἄρα τῶν λόγων ἐπεθύμεις, ἀλλὰ τοῦ δοκεῖν ἐπιθυμεῖν τῶν λόγων. οὔκουν ἐτόλμησας οἰκέτην τῇδε καταλιπεῖν ἡμέραν μίαν. ἀλλ' ἐγὼ καὶ μηδὲν δεομένῳ πέμπω. δῆλον γὰρ ὡς αὖθις ἐντυχὼν ἐρᾶν πλαττόμενος ἐπετίμας ἄν. [617]

Μοδέστῳ.

[1]    Εἰ περὶ τὰς τῶν δυνατῶν ἠπιστάμην στρέφεσθαι θύρας, ἦν ἂν καὶ αὐτὸς τῶν δυνατῶν· νῦν δέ εἰμι μὲν ἀσθενής, αἰσχύνομαι δὲ οὐδαμῶς, ἀλλ' ἀρκεῖ μοι τὸ ᾄδειν, ὥσπερ τῇ ἀηδόνι.

[2] γράμματα δέ σοι πέμπειν πολλὰ οὐκ ᾠήθην δεῖν πολλὰ μὲν πράττοντι πράγματα, πολλὰ δὲ δεχομένῳ γράμματα· τοῖς γάρ τοι βαρυνομένοις τῶν πλοίων οὐ δεῖ προστιθέναι φορτία· ἐπεὶ δὲ πλήθους ἐπιθυμεῖς, Λυδὸν εἰς πεδίον ἴσθι προκαλούμενος.

[3] τῆς μὲν οὖν ἐπιστολῆς, ἣν πρὸς Ἀκάκιον ἔπεμψας, οἶδά σοι χάριν, ἐδείκνυ γὰρ τὸν ἐσπουδακότα καὶ βουλόμενον ἔργον ἰδεῖν, ἄλλος δ' ἂν ἀφοσιωσάμενος ἀπηλλάγη· περὶ δὲ τῆς στοᾶς σοι σκεπτέον, ὅπως εὔφημόν τι λέγοιτο περὶ αὐτῆς καὶ μὴ δοκῶν τῷ Διονύσῳ χαρίζεσθαι τὸν πατέρα λυποίης τοῦ Διονύσου τὸν Δία.

[618]

Εὐφημίῳ.

[1]    Μή με νομίσῃς Εὔριπον· ἐγὼ γάρ τοι τὸν ἄνθρωπον τοῦτον οὔτε μὴ μέμφεσθαι δυναίμην ἂν οὔτε μὴ φιλεῖν. ποιῶ δὲ ἐκεῖνο μὲν ὡς ἀμελούμενος, τοῦτο δὲ ὡς ἀνεψιός, μᾶλλον δέ, εἰ βούλει, πατὴρ καὶ πατὴρ ἤπιος εἰδὼς ἐνεγκεῖν υἱέος σκιρτήματα· καλὸν γὰρ οὕτως εἰπεῖν.

[2] ἐννοῶν γὰρ τῶν προγόνων τῶν ἡμετέρων τὴν τάξιν, ἧς οὗτος διάδοχος, πάντα τρόπον οἶμαι δεῖν βοηθεῖν τῷ τῆς οἰκίας σχήματι καὶ βουλοίμην ἂν ἐκλάμπειν ἐν τῇ πόλει τὸν τοῦ θείου μοι παῖδα.

[3] νῦν δέ μοι καὶ δύναμις εὖ ποιοῦσα πάρεστιν οὐ μικρά. τὴν γὰρ σὴν ἀρχὴν ἐμαυτοῦ δύναμιν ἡγούμενος ἴσως οὐκ ἀδικῶ. δεῖ δέ σε προσδοκᾶν αἰτίας τε ἀεὶ κατ' αὐτοῦ καὶ παρακλήσεις ὑπὲρ αὐτοῦ.

[619]

Δημητρίῳ.

[1]    Οὐχ ἧττον ὑμῶν τῆς ὑμετέρας ἀπολαύομεν διὰ τοὺς πυκνοὺς τουτουσὶ διακόνους. καί μοι δοκεῖς ἄχθεσθαι καὶ πρὸς τὰ δένδρα ταῦτα τὰ ἀγλαόκαρπα, ὅτι σοι μὴ ἐθέλοι δεῦρο κομισθέντα βριθομένων τῶν κλάδων ἐναρμοσθέντα τῇ γῇ ταὐτὸν ποιεῖν.

[2] ἀλλ' ἐκεῖνα μὲν τικτέτω παρ' ὑμῖν, πάντως καὶ ἡμῶν ὁ τόκος· περὶ δὲ τοῖν λόγοιν νῦν ᾐσθόμην ὡς οὐδὲν ἔγραφον σαφές. διορθοῦμαι δή· κτῆμα μὲν ἔστω Παλλαδίου, σὺ δὲ ἢ δοὺς ἐκγράψῃ λαβὼν ἢ δώσεις, ἐπειδὰν ἐκγράψῃ.

[620][t]

Εὐφημίῳ.

[1]    Καὶ περὶ τῆς ἄνωθεν πρὸς ἡμᾶς τοῦ θαυμαστοῦ Θαλασσίου φιλίας καὶ περὶ τῶν πόνων, οὓς ὑπέμεινεν, ὅπως σωθείην, ὅτε ὁ σκηπτὸς ἐκεῖνος κεκίνητο, πολλάκις οἶδα πρὸς σὲ διελθών· ἐφ' ᾧ μέγα τε ἐβόησας τὸν ἄνδρα θαυμάσας καὶ σαυτοῦ σωτῆρα καὶ εὐεργέτην ἐκάλεις ἐκ τῶν πρὸς ἐμέ.

[2] τοῦτον ἰδὼν ἐγὼ σκυθρωπὸν ἐν ἀγορᾷ καθήμενον ἐταράχθην καὶ προσιὼν ἠρώτων, ὅθεν ἡμῖν τοιοῦτός ἐστιν, ὁ δὲ ἐσίγα. τῇ σιγῇ δὲ αὐτὸς ἐταραττόμην πλέον.

[3] ἔπειτα τὸν μὲν ἀφείς, ἐπ' ἄλλον δέ τινα τῶν συνήθων ἐλθὼν πράγματα ἔμαθον, ἃ τὸν μὲν εἰκότως ἐλύπησεν, ὑπὸ σοῦ δὲ δικαίως ἂν κωλυθείη. τιμωρίας γὰρ ἴσως τῆς ἐπὶ τοῖς πεπραγμένοις οὐκ ἔξεστι μνησθῆναι· τοιαῦτα τὰ παρόντα.

[4] γράφω δέ σοι τὸν μὲν λαθών, βουλόμενος δέ σοί τε ἔργων καλῶν ἀφορμὰς παρέχειν αὐτός τε φαίνεσθαι μεμνημένος τοῦ χεῖρα ὀρέξαντος ἐν καιροῖς θεοῦ τινος χρῄζουσιν.

[5] οἶμαι δὲ καὶ τὸν Ἡρακλέα τῆς Ἀθηνᾶς μεμνημένον διατελεῖν, ὅτι δι' αὐτὴν ἐξέφυγεν, ὥς φησιν Ὅμηρος, τὴν Στύγα ἥκων ἐπὶ τὸν Κέρβερον. εἰ δὲ μὴ παρῆν ἡ θεὸς καὶ ἐβοήθει, τάχα ἄν ‑ ἀλλ' ἀφίημι τὸ λοιπὸν Ἡρακλέους τιμῇ.

[6] τί οὖν; δεῖ σε καὶ δεινὸν καὶ παράνομον καὶ τῆς σῆς ἀρχῆς ἀνάξιον καὶ νομίσαι καὶ μισῆσαι. ὁ Εὐρύβατος ἐκεῖνος ἢ Φρυνώνδας, μᾶλλον δὲ πάντας τοὺς ἐπὶ πονηρίᾳ διαβεβοημένους Αἰακοὺς ἀποφήνας καὶ τὰς χάριτας ἀμειβόμενος κατηγορίᾳ καὶ γραφῇ οἶδε μὲν ὅτι θανατῶντος ἔργον ἐποίησε πλῆθος μὲν αἰτιῶν ἐπενεγκών, ἔχων δὲ ἐλέγχειν οὐδέν, τό τε σὸν ὀρέξεται ξίφος, ὃ διὰ τῶν συκοφαντῶν ἦλθέ τε ἤδη καὶ πορεύσεται, νομίζων δὲ κερδανεῖν ὅ τι ἂν ἐπὶ προφάσει τῆς δίκης κακώσῃ Θαλασσίου τὸν οἶκον, πάντας μέν φησι δύνασθαι μαρτυρεῖν, πάντας δὲ κελεύει συλλαμβάνειν.

[7] καὶ δὴ καὶ τὸ τῆς τέχνης αὐτῷ κεχώρηκεν εἰς ἔργον. ἔρημοι μὲν ἀγροί, καρποὶ δὲ ἀπολώλασιν, ἐπιμεληταὶ δὲ χωρίων εἰς ὄρη φεύγουσιν. οἱ δὲ ἔχοντες φθόνον εἰς τὸν ἄνδρα γυμνοῦσι τὸ πάθος καὶ Μυσῶν λείαν πεποιήκασι τὰ τούτου, δι' ὃν ἐκ κινδύνων ἐλύθησαν πολλάκις.

[8] κἂν δέῃ τέκτονας ἤ τι τοιοῦτον εἰς τὴν κοινὴν εἰσενεχθῆναι χρείαν, ἐκ τῶν Θαλασσίου τῆς φορᾶς ὑπερήμισυ γίνεται, νομίζουσι γὰρ κεῖσθαι τὸν ἄνθρωπον.

[9] τῷ δὲ τά τε πρῶτα τῆς δίκης δόξαν ἤνεγκε τὴν ἀμείνω καὶ τὰ λοιπὰ θεοῦ διδόντος συνέσται τῷ προοιμίῳ, καί τις αὐτὸν ὄψεται τοὺς νῦν ὑβρίζοντας μετιόντα.

[10] ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ' ὅπως με ἐξέφυγε καὶ ταῦτα εἰδότα φυλάττεσθαι μὴ μεγάλα λέγειν· σὺ δὲ ὡς ἂν ἐμοῦ ταῦτα πάσχοντος ἀλγήσας καὶ προσέτι γε σαυτὸν μετ' ἐμοῦ ταῦτα πάσχειν νομίσας μέμψαι μὲν τὰ τετολμημένα, δεῖξον δὲ ὡς ὁ μὴ σωφρονῶν δώσει δίκην, κόσμησον δὲ σαυτῷ τὴν ἀρχὴν ταῖς ὑπὲρ Θαλασσίου καὶ τῶν τούτου πραγμάτων ὀργαῖς.

[621]

Θεμιστίῳ.

[1]    Οἶδα ὡς ἠθύμησας οὐκ ἐντυχὼν Ἀκακίῳ τῶν τε ἄλλων εἵνεκα καὶ ὅτι ἡμῖν οὐκ ἔπραξας ὧν ᾔδεις σφόδρα ἐπιθυμοῦντας· ἀλλὰ οὐδὲ ὁ δεύτερος ἡμῖν φαίνεται πλοῦς, ὁ δὲ ἦν Μαξίμῳ δοθῆναι τὴν ἐπιστολήν.

[2] δίδασκε οὖν, ὦ 'γαθέ, τὴν περὶ τὰ γράμματα τύχην, ὅπως ἢ τὸν λαβόντα μέν, οὐχ ὁμολογοῦντα δὲ μεμφώμεθα ἢ παυσώμεθά σε χάριν αἰτοῦντες ὡς ἀπημελημένοι. [622] [t]

Ἀκακίῳ.

[1]    Ἐν μὲν τοῖς πρότερον γράμμασιν, ὅτι τε εἰκότως ἂν παρὰ σοῦ λαμβάνοιμι χάριτας, ἐδείκνυον καὶ παρεκάλουν ἐπὶ τὸ Μάξιμον ἄνδρα βέλτιστόν τε καὶ φίλον ἡμῖν εὖ ποιεῖν καὶ πιστεύω γε πολλῶν αὐτὸν ἤδη τετυχηκέναι· νῦν δέ μοι πρᾶγμα πάλαι μὲν σπουδῆς ἠξιωμένον, τέλος δὲ οὔπω λαβὸν ἐπὶ πέρας ἄγειν. ἔστι δὲ κἀν τούτῳ τὸ τὴν οἰκίαν εὖ πάσχειν τὴν Μαξίμου.

[2] εἰ μὲν οὖν μὴ ῥήτωρ ἦν ὁ κομίζων τὴν ἐπιστολήν, αὐτὸς ἂν διηγούμην· ἐπεὶ δὲ τῷ λέγειν δύνασθαι καὶ τὴν ἄλλην δύναμιν Εὐσέβιος προσεκτήσατο, τί ἄν τις μηκύνοι πρεσβευτῇ τοιούτῳ χρώμενος;

[3] τοσοῦτο μέντοι προσθείην ἄν, ὡς οὔτε ἔξω τῶν νόμων οὐδὲν ἐπαγγέλλομεν πλείω τε εἰσόμεθα χάριν τῶν τὰ ἄδικα παρὰ τῶν ἀδίκων αἰτούντων.

[623]

Δημητρίῳ

[1]    Ἤδη καὶ ἡμῖν τὰ τῆς ὡραίας προέρχεται καὶ ἔστιν ὀπώρα. λύωμεν οὖν, εἰ δοκεῖ, τοῖς γεωργοῖς τοὺς δρόμους.

[2] τὴν δ' ὑπὲρ τῶν ἀγρῶν συμβουλὴν καὶ ἐπαινῶ καὶ δέχομαι. καὶ πειρασόμεθα τῶν μὲν μὴ ἀποστῆναι, τὰ δὲ προσλαβεῖν. [624] [t]

Μοδέστῳ.

[1]    Ἀκούεις ἅ φησιν ὁ λαβὼν τὴν ἐπιστολήν, ὅτι κατηγορεῖ μὲν τῶν οἰκετῶν ἐρρᾳθυμηκότων, σὲ δ' ἀξιοῖ τὸ συμβὰν ἐπανορθῶσαι. πονηρὸς δὲ ἄρα δαίμων ἥψατο τοῦ πράγματος καὶ φθονεῖ τῷ νεανίσκῳ τοῦ τέλους.

[2] ἀλλ', ὦ 'γαθέ, κατὰ τὸ ἔπος καὶ πρὸς δαίμονά περ καὶ μηδενὶ δυσκόλῳ, πρὸς Διός, εἴξῃς· ὡς ἡμῖν ἄνευ τῆς βλάβης οὐδὲ τὸ τῆς αἰσχύνης οἷον φέρειν, εἰ δόξαιμεν ὕπνῳ τὸ πᾶν διεφθαρκέναι καὶ ταῦτα λόγου πανταχῆ πεφοιτηκότος, ὡς ἔδωκας σαυτὸν τῇ περὶ ταῦτα προνοίᾳ.

[3] οἶμαι μὲν οὖν καὶ πόνον ἀπεῖναι τοῦ πράγματος. οὐ γὰρ δευτέραν δεῖ χάριν λαβεῖν, ἀλλὰ μὴ τῆς δοθείσης ἐκπεσεῖν· ὃ γένοιτ' ἂν ὀλίγοις κομιδῆ γράμμασιν. εἰ δ' οὖν καὶ τῶν Ὀλυμπιακῶν ἐπιπονώτερον ἄθλων, οὐ νῦν πρῶτον ὑπὲρ ἡμῶν πονήσεις.

[625]

Πρισκιανῷ.

[1]    Ἄλλων ἄλλα ἐρωτώντων τοὺς ἐκεῖθεν ἀφικνουμένους· τί τὰ τῶν Ἀρκάδων; τί τὰ τῶν Ἀμφικτυόνων; ποῖ πάρεισι Φίλιππος; ἐγώ, τῶν γὰρ σῶν ἀεὶ φροντίζω, τοῦθ' ἓν ἠξίουν μανθάνειν, εἰ μή σοι τὴν ἀρετὴν ἤλεγξε τὸ μέγεθος τοῦ καιροῦ.

[2] πολλῶν δὲ πολλὰ τραγῳδούντων καὶ ὡς ἦσαν οἱ παρὰ σοῦ ζητοῦντες τὰ τῶν Βακχῶν, αἷς ἐκ πετρῶν πάντα ῥεῖ, καὶ μεμνημένων τοῦ Αἴαντος καὶ τῶν πόνων, ἐν οἷς ἦν, οὐδεὶς ἦν ὁ λέγων· Αἴας δ' οὐκέτ' ἔμιμνεν, ἀλλ' ὅτι πάντα Πρισκιανὸς ἤνεγκε θέων, παρακελευόμενος, ὑπακούων, ἐκπορίζων, πείθων, ἀντιλέγων, τοῖς μὲν ἄρχουσι πληρῶν ἐπιθυμίας, τοὺς δ' ἀρχομένους εἰς ἀνάγκας οὐκ ἄγων.

[3] καί σοί φασιν ἐκ τούτων δύο γενέσθαι, πενίαν καὶ δόξαν, ὥσθ' ἡμῖν ἐλπίδας ἀνθεῖν ἀγαθὰς ὡς τοῦ βασιλέως ἀποδώσοντος χάριν, ἐπειδὰν εὖ ποιῶν τὸν Πέρσην ἑλὼν ἀναστρέφῃ.

[4]

τουτὶ μὲν οὖν τελοίη θεός, Σέλευκος δὲ οὑτοσὶ κηδεστὴς μέν ἐστι Καλλιοπίου τοῦ τραφέντος μὲν ἐν τοῖς Ζηνοβίου λόγοις, κουφίζοντος δὲ ἐμοὶ τὸ περὶ τοὺς νέους ἄχθος.

[5] ἥκει δὲ πέμποντος Ἐλπιδίου συνεισοίσων τι τοῖς ἔργοις. εἰδὼς δὲ ὡς, ἂν μὴ πρὸς αὐτὸν ἡμέρως ἔχῃς, ἀπελθεῖν αὐτῷ κρεῖττον ἢ μένειν, ὅπως ἥμερος ἔσῃ, πράττει διὰ τῶν γραμμάτων.

[6] ἐγὼ δὲ βουλοίμην ἂν καὶ Καλλιοπίῳ καὶ τῷ τούτου πατρὶ καταθέσθαι χάριν, ἣν ἐν ταῖς περὶ τὸν νόθον τὸν ἐμὸν ἀπολήψομαι σπουδαῖς· πλάττουσι γὰρ τὸν Ἀρράβιον ἄμφω.

[626]

Ἀπολιναρίῳ.

[1]    Βασσιανὸς καὶ ἡ τούτου τηθὶς συγγενεῖς τε ἄμφω μοι καὶ τιμῆς ἀξίω καὶ ὅ τι ἂν ὑπουργῶ κελευόντων, κέρδος ἐμόν.

[2] γίγνεται δὴ καὶ ταυτὶ τὰ γράμματα βουληθέντων ἐκείνων. Μέγιστον γὰρ τουτονί φασι μὲν αὑτοῖς εἶναι χρήσιμον, ἔσεσθαι δὲ πιστεύουσιν ἐν ἀσφαλείᾳ, τῆς σῆς εὐνοίας εἰ τυγχάνοι.

[3] ταύτην δὲ ἔχειν μὲν ἤδη Μέγιστος ἔφη, βούλεται δὲ αὐξηθῆναι δι' ἐμοῦ. σὺ γάρ που τὸν σὸν ἔρωτα περὶ ἐμὲ λαθεῖν οὐκ ἐᾷς, ἐρῶν δὲ πᾶν ἂν ποιῆσαι δοκεῖς.

[4] ἄγε δή, πεῖθε τὸν ἄνθρωπον ὡς οὐ κακῶς ἤλπισεν, ἀλλ' ὑπὸ τῆς ἐπιστολῆς εἰς τὸ διπλάσιον ἥκει τὸ τῆς βοηθείας.

[627]

Σωπάτρῳ.

[1]    Ἔστω καὶ τοῦτο ὃ δεόμεθα τῶν πολλῶν, ἃ πράττεις. οὐκ ἀγνοῶ γὰρ ὡς οὐδ' ἀναπνεῖν ἔστιν ὑμῖν τοῖς ὀλίγοις ἀντὶ τῶν πολλῶν ἠναγκασμένοις εἶναι. νόμιζε δὲ καὶ τὴν ἡμετέραν πόλιν ἐπὶ τὰ αὐτὰ θεῖν.

[2] ἀλλ', οἶμαι, ταῦτα μὲν οὕτως ἔδει γενέσθαι· τῷ φέροντι δὲ τὴν ἐπιστολὴν ὑπαρξάτω τῆς σῆς προνοίας μεταλαβεῖν, ὅπως με φαίνοιο τιμῶν καὶ ἐν ἀσχολίαις τηλικαύταις.

[628]

Φαυστιλλιανῷ.

[1]    Οὔπω συγγεγόναμεν ἀλλήλοις, ἀλλ' ὅμως ἐξ ὧν ἀκούομεν περὶ ἀλλήλων εἰκότως ἂν θαρροίημεν ἀλλήλοις. ἐγὼ δὲ τοῦ φιλεῖν σε σημεῖον ἐκφέρω τὸ καὶ χάριν αἰτεῖν· σὺ δ', εἰ πρὸς τῷ δοῦναι τὴν χάριν καὶ ἐπιτάξαις, δύ' ἔσῃ χάριτας δεδωκώς.

[2]

τὸν ἄνθρωπον τοῦτον εὖ ποιεῖν ἠρξάμην πάλαι λόγους ὑπὲρ αὐτοῦ καλοὺς ἀκούσας παρὰ Γαυδεντίου τοῦ καλοῦ. νῦν οὖν αὐτὸν ἠρόμην, τί ποιῶν μάλιστ' ἂν αὐτῷ βοηθοίην, ὁ δ' ἔφησεν· εἰ σὲ βοηθὸν αὐτῷ ποιοίην.

[3] πέμπω δὴ τὴν ἐπιστολὴν πράξουσαν τὴν συμμαχίαν καὶ πιστεύω δυνήσεσθαι.

[629]

Πρισκιανῷ.

[1]    Οἶσθά που Μαιόνιον τὸν βιβλιογράφον. καὶ ὅτι μοι βιβλιογράφων ἀμελεῖν οὐκ ἔνι, καὶ τοῦτο οἶσθα. τὸν δὴ φέροντα τὴν ἐπιστολὴν ἐγὼ μὲν οὐ γινώσκω, Μαιόνιος δὲ ποιεῖται περὶ πολλοῦ.

[2] πονηρὸς δέ τις βλάψας ἄνθρωπος ἀποδρὰς ᾤχετο, καὶ νῦν οὗτος ἀφῖκται τῶν δικαίων ἀξιῶν τυχεῖν.

[3]

ὡς οὖν ἐν τῇ πρὸς τοῦτον σπουδῇ βοηθήσων τῷ κάλλει τῶν βιβλίων δεῖξον ὀργὴν ἐπὶ τὸν ἠδικηκότα.

[630]

Ἰταλικιανῷ.

[1]    Ὁ Σπεκτάτος ἀνὴρ ἀγαθὸς εἰς ἡμᾶς γίγνεται καὶ γράφει πρὸς τὴν μητέρα τοιούτους μὲν ἐπαίνους, τοιαύτας δὲ παρακλήσεις, ὥστ' οὐδέν μοι πλέον ἀφῆκεν, ἀλλ' οἷς αὐτὸς χρῶμαι παρών, ταῦτ' ἔπεμπεν ἐν ἐπιστολαῖς.

[2] καὶ τὸ ἔτι κάλλιον, οὐ γὰρ ἀμείνω μὲν ἐν ταῖς ὑπὸ τῶν σῶν κομιζομέναις ἔγραφεν, οὐ τοιαῦτα δὲ ἐν ταῖς ὑπὸ τῶν αὑτοῦ, τοῦτο δὴ τὸ τῶν ἐξαπατώντων, ἀλλ' ἔστιν αὐτὸς διὰ πάσης ἐπιστολῆς.

[3] καλῶς οὖν ἡμῖν οἰκονομεῖ τὸ πρᾶγμα. χαίρειν γὰρ ἀνάγκη τὴν τήθην τοιαῦτα ἀκούουσαν, χαίρουσαν δὲ καὶ ζεύξειν εἰκός.

[4]

σὲ δὲ οἶμαι δεῖν ποιεῖν ἃ παρῄνουν ποιεῖν· ὡς οὐκ ἔσθ' ὅ τι ἂν εὑρεθείη βέλτιον εἰς τὴν παροῦσαν σπουδήν. [631] [t]

Παλλαδίῳ.

[1]    Περὶ δείλην πρωίαν ἦλθεν ὁ παῖς κομίζων τὰ βιβλία μέλλοντί μοι τῆς ὑστεραίας ἐρεῖν, καὶ οἱ δαιτυμόνες ἐκέκληντο. χρηστὸν οὖν μοί τι δηλοῦν ἐδόκει τὸ παρ' ἀνδρὸς λόγους ἐργαζομένου λόγους ἀφῖχθαι δείξοντι λόγους. καί μέ τις ἀμείνων ἐλπὶς ἔχει, θεὸς δὲ οἶδε τὸ μέλλον.

[2] ἢν οὖν ἀπέλθωμεν ἐκ τοῦ ἄθλου, τῶν Ἀριστείδου τε καὶ τῶν σῶν ἑξόμεθα καὶ κρινοῦμεν τὰ παλαίσματα. καίτοι τὸ Ἀριστείδην φέρον σαπρὸν ὑπὸ τοῦ χρόνου καὶ τὰ πρῶτα δοκεῖν, ἐστὶν ἔχειν οὐκ ἔχειν· οὕτως ἡ μέν τις συλλαβὴ φαίνεται, τὴν δὲ ζητῶν οὐκ ὄψει, ἀλλὰ δοκῶν εὑρηκέναι τὸν Θερσίτην ἐγὼ τοῦ ζητεῖν ἔτι τὸν Θερσίτην οὐκ ἀπηλλάγην.

[3] Ἀδριανὸς δέ σε οὐ διαπέφευγε μέν, ἀλλ' ἐκεῖνος ἐν τῇ σῇ κεῖται χειρί. κατέμεινε δέ, ὅπως ἀεί σου δεοίμην καὶ ἔχοις, ὅ τι χαρίζοιο. καίτοι τοῦτο οὐκ ὀρθῶς κεκόμψευται. πολλὰ γὰρ ἐν Ἀντιμάχοιο, κἂν πέμπῃς καθημέραν, οὐδέποτε τὰ δοθέντα τῶν οὐ δοθέντων ἔσται πλείω.

[4] περὶ δὲ τοῦ λόγου σου τὰ δίκαια ψηφιοῦμαι καὶ ταῦτα δικάζων ἀνώμοτος. [632] [t]

Γεροντίῳ.

[1]    Ὅτι μὲν καὶ φιλεῖς καὶ ποθεῖς καὶ ἡμᾶς καὶ τὴν ἡμετέραν πόλιν, εὖ ποιεῖς· Αἰγύπτου δὲ μὴ καταβόα μηδ' ὅπως ἀπαλλάξῃ τῆς ἀρχῆς, ζήτει.

[2] εἰ γὰρ οἷς ὑπῆρξεν ἐν ἰδιώτου σχήματι Νεῖλόν τε ἰδεῖν καὶ τὰ Νείλου καὶ Αἴγυπτον καὶ τὰ Αἰγύπτου μακαρίους καλοῦμεν, ποῦ τὸν ἄρχοντα τῶν τοιούτων θετέον, ᾧ μετὰ θεραπείας μὲν μεγάλης ἔστιν ἐπιέναι καὶ γῆν καὶ πόλεις καὶ λίμνας καὶ ποταμὸν καὶ διώρυχας καὶ στόματα, πανταχοῦ δὲ τῆς ἀρετῆς αὑτοῦ καὶ προνοίας ἐγκατοικίζειν ἀποδείξεις;

[3] ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Ἀλεξανδρέων κἂν ἐπὶ τῶν κεφαλῶν ἄρχοντα ἀγαθὸν περιφέροι. σὺ δὲ τοιοῦτος φρενῶν τε ἐπὶ πλεῖστον ἥκων καὶ λόγων καὶ νόμων καὶ τοῦ τῶν καλῶν ἐπιθυμεῖν, ὥστ' ἔγωγε πιστεύω πάντα τὰ πρὸ τοῦ σμικρὰ φανεῖσθαι πρὸς τὰ παρὰ σοῦ τοῖς Αἰγυπτίοις ἐσόμενα ἀγαθά.

[4] εἰ δὲ τῷ μὴ ἡμᾶς ὁρᾶν ἀνιᾷ, νόμιζε μὲν καὶ ἡμᾶς εἰς ταὐτὸν ἥκειν, παραμυθοῦ δὲ καλλίονι φίλῳ τὴν ἀπουσίαν ἡμῶν. καλλίων δὲ φίλος Εὐδαίμων ὁ ποιητὴς οὐχ ἧττον τοῦτο εἰδὼς ἢ κάλλος ποιημάτων. οὗτός σοι καὶ τὰ ἔργα τῆς ἀρχῆς ἀθάνατα καταστήσει. [633] [t]

Εὐδαίμονι.

[1]    Ὁ παρὰ σοῦ μὲν ἐμοὶ γράμματα ἐνεγκών, σοὶ δὲ καθ' ἡμῶν αἰτίας ἀντὶ τῶν παρ' ἡμῶν γραμμάτων, εἰκάζω, κακὸς διάκονος ἦν καὶ οὐκ ἐχρῆτο γνώμῃ βουλομένου γράμματα λαβεῖν, ἀλλὰ δοκοῦντος ἐθέλειν λαβεῖν. μὴ οὖν ἔστω πιστὸς ἐν ταῖς κατηγορίαις, ἀλλ' ὁ χρόνος τῆς ἡμετέρας φιλίας μεῖζον ἰσχυέτω τῶν ἐκείνου ῥημάτων.

[2] σοῦ δὲ οὐκ ἂν φαίην θαυμάζειν εἰ ποιητὴς ὤν, ἔπειτα Αἰγύπτου λαβόμενος ἐπελάθου τῆς περὶ τὸν Βόσπορον τρυφῆς, ἐπεὶ καὶ Κασάνδραν εἴ τις ἤγαγεν εἰς Δελφοὺς καὶ παρήγαγεν εἰς τὸ μαντικὸν χωρίον, δοκεῖ μοι μηδὲν ἂν ἔτι τῶν ἐν Ἰλίῳ λαμπρῶν πρότερον ποιήσασθαι τῶν ἐν Δελφοῖς καλῶν.

[3] νῦν δὲ δή τι καὶ πλέον προσγέγονεν· ἄρχει Γερόντιος Αἰγυπτίων λόγους ἔχων τε καὶ τιμῶν τοὺς ἔχοντας. τοῦτο δ' ἐστὶ διπλοῦν σοι γεγονέναι τὸν δασμόν. οὐδὲ γάρ, εἰ τὰ Τέλληνος ᾄδοι τις, οἷός τε ἔσται πρὸς αὑτόν σε μεταστῆσαι.

[634]

Ἀμφιλοχίῳ.

[1]    Εἰ μὴ ταῦτα ἐποίουν, ἠδίκουν ἄν, ποιῶν δὲ οὐκ ἂν εἰκότως ἐπαινοίμην· ἐπεὶ καὶ σὺ τῶν μὲν υἱέων ἀμελῶν εἶχες ἂν κατηγόρους, ἐπιμελούμενος δὲ μὴ ζήτει τὸν θαυμασόμενον.

[2] ἐμὲ δὲ τούτοις οὐκ ὀλίγα ποιεῖ πατέρα· ὧν κεφάλαιον τὸ πρὸς λόγους εὖ πεφυκέναι.

[635]

Θεμιστίῳ.

[1]    Ῥωμανὸς ὀξὺς μέν ἐστι δανείσασθαι, βραδὺς δὲ ἀποδοῦναι. ἀλλὰ τοῦτο μὲν τῆς ἐκείνου φύσεως, οἱ νόμοι δὲ αὐτὸν ἕτερα διδασκέτωσαν, ὧν οὐκ ἂν καταφρονοίη σοῦ βεβαιοῦντος τοὺς νόμους.

[2] βιβλίδιον δὲ τουτὶ κομίζει Φαυστιλλιανός, ὥστε μὴ εἶναι ἀναισχυντεῖν ἐκείνῳ. τούτῳ δέ γε εἶναι δεῖ παρὰ σοῦ τινα φροντίδα Σευήρου τε ὄντι συγγενεῖ, περὶ οὗ γράφων οἶσθα ὁπόσα εἶχον γράφειν, καὶ πειρωμένῳ τὸν Σευήρου μιμεῖσθαι τρόπον. οὗτος δέ ἐστιν· ἀδικεῖν μὲν οὐκ ἐπίστανται, πάσχειν δὲ κακῶς οὐκ ἀνέχονται.

[3] τούτους καὶ παρόντας καὶ ἀπόντας εὖ ποιεῖν· ὡς ὅστις ἄρχων ἐπαίνων ἐπιθυμεῖ ‑ τὴν τούτων δὲ ἐπιθυμίαν εἶναι πιστεύω παρὰ σοί ‑ μάλιστ' ἂν τυγχάνοι τῶν ἐπαίνων τοῖς ἀγαθοῖς βοηθῶν.

[4]

δεῖ δὲ μὴ μόνον ἔργῳ βοηθεῖν, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν, ἅττα εἰς αὐτοὺς πράττεται. σιγήσονται μὲν γὰρ οὐδὲ ἐκεῖνοι, τῶν δὲ ἡδίστων ἐμοὶ τὸ καὶ παρὰ σοῦ μανθάνειν. [636] [t]

Ἀνατολίῳ.

[1]    Οἷα τετόλμηται οὐ περὶ τὸν Ἴστρον ἐγγὺς Σκυθῶν οὐδὲ ἐν τοῖς ἐσχάτοις Λιβύης, ἀλλ' ἐν Φοινίκῃ, τῷ πάντων ἡμερωτάτῳ χωρίῳ, νόμων ὄντων, ἀρχόντων ἐφεστηκότων, βασιλέως ζῶντος ἐν ὅπλοις, ὅπως ἅπαν ἀπείη βίαιον.

[2] Λουκιανός τις, ἄνθρωπος ἐπὶ μικροῦ τινος σχήματος, χρήματα εἰσπράττων γεωργούς τινας, ὥσπερ Διονύσιος ὤν, ὁ Σικελίας δεσπότης, ἢ Γέλων ἐκεῖνος ὁ τὴν μεγάλην δύναμιν ἔχων, ἐκώμασεν εἰς τὸν γάμον Εὐσταθίου τουτουί, πένητος μὲν καὶ πένητι συνοικοῦντος, παρεμυθεῖτο δὲ αὐτὸν ἡ σωφροσύνη τῆς γυναικός, ἣν ἀπολωλυίας αὐτῷ τῆς πόλεως, ἔστι δὲ Νικομηδεύς, ἄγεται, προῖκα δὲ εἰσέφερεν ἡ γυνὴ τὸν τρόπον.

[3] ἀλλ' ὁ μὲν Ἐλπιδίου κελεύοντος ᾤχετο ἄξων ἀνθρώπους ὡς ὑφέξοντας λόγον, Λουκιανὸς δὲ τὴν ἄνθρωπον ἰδὼν ἀδίκοις ὄμμασι πλησίον οἰκοῦσαν προσπέμψαι μὲν καὶ μνησθῆναι πρὸς αὐτὴν ἔρωτος οὐκ ἐτόλμησεν, ᾔδει γὰρ οὐ πείσων, τὴν θυγατέρα δὲ ἐκέλευε χρῆσθαι τῇ γυναικί.

[4] καὶ ἦσαν ἐν συνηθείᾳ καὶ πολλάκις ἦλθε παρ' ἐκείνην ἡ τούτου θυγάτηρ εἰδυῖα, ὅτου χάριν ταῦτα ἐπράττετο, τοιαῦτα γὰρ ἐπαίδευε τὴν θυγατέρα. καλεῖ δή ποτε καὶ ταύτην ἐκείνη παρ' αὑτὴν ἀξιοῦσα τῶν ἴσων τυχεῖν, ἡ δέ, ὧν γὰρ ἀφειστήκει τοῖς ἔργοις, οὐδὲ ὑποπτεύειν ἠξίου, καὶ ὑπήκουσε καὶ ἦν εἴσω θυρῶν, μᾶλλον δὲ ἐν δικτύῳ.

[5] κατακλείσας γὰρ αὐτὴν ὁ ὑβριστὴς ἐκεῖνος ἐν δωματίῳ καὶ φήσας δεῖν προσκυνεῖν τὴν Τύχην, εἰ τὸν βίον ἐκ τῶν χειρῶν ποιουμένη συγκατακλίνοιτο τῷ δοῦναι δυναμένῳ, ἐπειδὴ καλῶς εὕρισκεν ὡπλισμένην τῇ σωφροσύνῃ καὶ οὔτε ὑπισχνούμενος ἔπειθεν οὔτε ἀπειλῶν κατέπληττε, χεῖρας προσῆγε καὶ ἰσχύν. ἡ δὲ ἀπεωθεῖτο καὶ ὁ τρόπος αὐτὴν ἐποίει μείζω τῆς φύσεως δεικνύειν.

[6] ξίφος ἐνταῦθα ἐγύμνωσε Λουκιανός, ὦ θεοί. ἡ δὲ τοῦτο ἐπῄνεσε μόνον, εἰ ἀποθανεῖται πρὸ αἰσχροῦ τινος. ὡς δὲ ἔγνω καὶ τῆς ψυχῆς ἀφισταμένην, οἰκέτας καλεῖ καὶ σχοινία κομίζειν ἐκέλευεν, ἡ δὲ ἦν ἐπὶ κλίνης ἐν δεσμοῖς καὶ βοώσης ὑβρίζετο τὸ σῶμα.

[7] εἰ μὲν οὖν ταῦτα εἰργασμένος εἰς φρέαρ ἐνέβαλε τὴν ἠδικημένην, ὥσπερ ἐν Λεύκτροις οἱ Λάκωνες ἃς ἐβιάσαντο, πονηρὸς μὲν ἂν ἦν τῇ μοιχείᾳ, πειρώμενος δὲ ἀφανίζειν τὸ πραχθὲν ἐδόκει ἂν φοβεῖσθαι τοὺς νόμους· νῦν δ' ὥσπερ ἐνδεικνύμενος ὅτι, κἂν σύ, κἂν Μόδεστος, κἂν Ἐλπίδιος, κἂν ἅπαντες γνῶσιν ἄνθρωποι τὸ ἀδίκημα, δέος οὐδέν, ἐκπέμπει τὴν ἄνθρωπον καταγελῶν.

[8] ἡ δὲ πρὸς τὸν ἄνδρα, καὶ γὰρ εὐθὺς ἀφῖκτο κατὰ τύχην, εἰποῦσα τὸ πᾶν ἐδεῖτο αὑτὴν ἀποκτεῖναι, μηδὲ γὰρ ἂν ἀτυχησάσῃ τὰ τοιαῦτα ζῆν ἔχειν καλῶς. ὁ δὲ τὴν μὲν παρέδωκεν, οἳ φυλάξουσιν, ὅπως μὴ αὑτὴν ἀποσφάξῃ, δεῦρο δὲ ἥκων εἰδὼς ὅτι Νικομήδειαν καὶ οὖσαν ἐφίλουν καὶ κειμένην δακρύω, ἐδεῖτό μου καὶ διδάξαι καὶ παροξῦναι διὰ γραμμάτων Μόδεστον ὡς ἐκεῖ γραψόμενος τὸν μοιχόν.

[9] ἐγὼ δὲ αὐτὸν πέμπω παρὰ σὲ νομίσας τὸ μὲν ἔχειν πολὺν πόνον, τὸ δὲ ἴσην τὴν ἀκρίβειαν ἄνευ πόνων. ἀλλ', ὦ σωφρονέστατε καὶ δικαιότατε καὶ γυναικὶ συνοικῶν καὶ παῖδας γνησίους τρέφων, δεῖξον ὡς ἔστιν ὁ κωλύσων ταῦτα τολμᾶσθαι.

[637]

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.

[1]    Ἃ μὲν ἠδικημένος Εὐστάθιος ἥκει δίκην ληψόμενος, ἐκ τῶν πρὸς τὸν πατέρα ὑμῶν εἴσεσθε γραμμάτων· ὑμᾶς δὲ δεῖ φανῆναι καὶ τὸν δεδρακότα μισοῦντας καὶ τὸν πεπονθότα ἐλεοῦντας καὶ τίνες ἂν ἄρχοντες γένοισθε, δι' ὧν πράττετε συζῶντες ἄρχοντι τῷ πατρί.

[638]

Ἀγροικίῳ καὶ Εὐσεβίῳ.

[1]    Εἰ ταῦτα οὕτως ἔχει, καὶ θεῶν ἀνάγκη κρείττων, ὡς ὁ τῶν σοφῶν λόγος. ἐγὼ δὲ ἐνθυμούμενος τήν τε ὑμετέραν ἐκεῖ κακοπάθειαν καὶ ὡς τἀνθάδε ὑμῖν ἐπὶ τὰ χείρω φέρεται τῶν βοηθησάντων ἂν ἀπόντων ἠθύμουν καὶ διὰ ταῦτα ᾤμην δεῖν ὑμᾶς ἐλθεῖν, ὅπως τούτων ἔσται πέρας.

[2] πραγμάτων δέ τις ἐπιγενόμενος κύκλος ἐδίδαξεν ὅτι ἄρα κρεῖττον ἦν ἔξω τοῦ κυδοιμοῦ μένειν, ἀλλ' οἶμαι καὶ τοῦτον στήσεσθαι καὶ ὑμῖν ἐπάνοδον ἔσεσθαι.

[639]

Εὐσεβίῳ.

[1]    Τί ἄν τις αἰτιῷτο φεύγοντα πῦρ; πυρὸς γὰρ οὐδὲν ἡ τῶν ἐνταῦθα διαφέρει φιλονεικία. εἴτε τῆς φύσεως ἐναγούσης εἴτε τῶν πραγμάτων βιαζομένων οἴχεται μὲν αἰδώς, αἰσχύνεται δὲ οὐδείς, δάκνουσι δὲ ἀλλήλους, φθόνον δὲ ἐμοὶ συνάγουσιν.

[2] ὁ δὲ ἀδελφός μοι τῶν περὶ ταῦτα κακῶν οὐκ ἔστιν ἐλεύθερος, ἀλλ' οὔπω μὲν λειτουργεῖ, τὴν μνήμην δὲ οὐ διέφυγεν ἐν τῷ περὶ τούτων λόγῳ.

[3] δυσχεραίνω δὲ τὴν πόλιν, βλέπω δὲ ἑτέρωσε καὶ ταῦτα γήρως γεγευμένος. τοιαῦτα τοῦ παρόντος ἀπολαύομεν καιροῦ. [640]

Ἀνατολίῳ.

[1]    Ἡρωδιανῷ δέδοται παρ' ἡμῶν χρόνος βραχύς, ὅπως ἣν ἔχει γῆν βραχεῖαν ἐλθὼν ἴδῃ. δεῖ δὲ αὐτῷ τῶν ἐν Φοινίκῃ μικρῶν, ἐπειδὴ τὰ ἀπὸ τῆς τέχνης ἔτ' ἐκείνων μικρότερα. τὸ γὰρ οὓς οὐ προσῆκεν εἶναι μεγάλους ἐταπείνωσε τὰ τῶν εἰκότως ἂν ὄντων μεγάλων.

[2] γενέσθω δὴ τοῖς Φοίνιξιν αἴσθησις ὅτι σοὶ καὶ τούτου καὶ τῶν τούτου μέλει. καὶ γὰρ ἀπὸ τῶν μικρῶν γένοιτ' ἂν ἴσως τι κέρδος, ὅταν εὔνοιαν ἄρχοντος λάβῃ.

[641]

Τῷ αὐτῷ.

[1]    Φλαβιανὸς οὑτοσὶ τὸ μὲν γένος ἐστὶ Βιθυνός, οἶσθα δὲ ὅπως ἔχω πρὸς Βιθυνούς, μουσείων δὲ τῶν Ἀθήνησι μετέσχε. τὸν νοῦν δὲ ὢν ὀξὺς χρηστός ἐστι τὸν τρόπον. μικρὰ δέ μοι συγγενόμενος εἰς τοὺς φίλους ἐγγέγραπται· τοσοῦτον ἴσχυσε τοῖς μικροῖς.

[2] ἔρχεται δή σέ τε ὀψόμενος καὶ Φοινίκην, τὴν μὲν εὖ πράττουσαν, σὲ δὲ ὑπὲρ αὐτῆς πονοῦντα. πέμπε οὖν αὐτὸν αὖθις ὡς ἡμᾶς γνόντα σου καὶ τὴν ἡμερότητα καὶ τὴν δικαιότητα. [642] [t]

Ἰταλικιανῷ.

[1]    Σὸν τὸ κέρδος, εἴ τι δόξεις εὖ ποιεῖν τὸν οἶκον τῆς πάντα ἐμοὶ τὰ κάλλιστα προσειπεῖν ἀξίας Βασσιανῆς. ὅπως τοίνυν χρήσῃ τῷ καιρῷ καὶ γένῃ βελτίων εἰς Ῥουφῖνον ἢ βούλεται.

[2] ἥκει δὲ γῆν τὴν οὖσαν αὐτοῖς ἐπὶ τῆς Ἀσίας ὀψόμενος καὶ καταστήσων, εἴ τι τετάρακται. τὰ τοιαῦτα δὲ τῆς παρὰ τῶν ἀρχόντων δέοιτ' ἂν εὐνοίας, ἣν ἀεὶ σὺ περὶ τούσδε φυλάξας νῦν οἶδ' ὅτι λαμπρότερον δείξεις.

[643]

Πρισκιανῷ.

[1]    Ἀλλ' εἰ καὶ τῶν χειρῶν σου τὸν Πλάτωνα ἐξέβαλεν ἥ τε ἀρχὴ καὶ τὰ πανταχόθεν ἕλκοντα, τήν γε ψυχὴν ὁ Πλάτων οἰκεῖ τὴν σήν, ὅθεν ἡμῖν μύθους καὶ λόγους τοιούτους φέρεις.

[2]

ἀλλ' ἰδού, πάλιν σύ τε καὶ Μίκκαλος εἷς γεγένησθον τοῦ Ἡφαίστου τοῦθ' ὑμᾶς ἐργασαμένου. καὶ περιστήσεταί γε ὑμᾶς ταῦτα, ὥσπερ εἰκός, ἕνα ὄντας· ἥξουσιν οἱ τίλλοντες. ἀλλὰ σοὶ μὲν οὗτος ὁ φόβος, ὁ Μίκκαλος δὲ ἡμῖν οὐκ ἐν περιουσίᾳ τριχῶν. [644] [t]

Φουρτουνατιανῷ.

[1]    Ἡμεῖς ὡς ἀληθῶς ἐν ἐρημίᾳ σοῦ γε ἀπόντος, μᾶλλον δὲ ἐν φαυλοτέροις τῶν [γε] ἐν ἐρημίᾳ· οἱ μὲν γὰρ οὔτε χείροσιν οὔτε βελτίοσιν ὁμιλοῦσιν, ἡμεῖς δὲ ὃν μὲν ἐχρῆν ἔχειν ζητοῦμεν, ὧν δὲ κέρδος ἦν ἀπηλλάχθαι, τούτοις περιτυγχάνομεν.

[2] ὃς δ' ἦν μόνος εἰς παραμυθίαν, παραμυθίας δεῖται· Ῥουφῖνος ὁ πολλὰ δὴ παρὰ τοῦ δαιμονίου πεπληγμένος οὗτος νῦν ἐκκρέμαται τῶν ἀγγάρων, καὶ τὸν αὐτὸν ἴδοις ἂν νῦν μὲν γελῶντα, νῦν δὲ κλάοντα, πρὸς τὸν ἀεὶ φοιτῶντα λόγον τὴν γνώμην τρεπόμενον.

[3] ἓν δὴ φάρμακον ἰσχυρότερον τῶν κακῶν, εἰ σὺ φανείης καὶ φιλοσοφοίης τὰ εἰωθότα.

[645]

Εὐδοξίῳ.

[1]    Οὐ τὸ ἐπιστεῖλαι θρασύ, ἀλλὰ τὸ μὴ τοῦτο ποιῆσαι μέμψιν ἔχον. σὺ δέ, κἂν μηδὲν ἄλλο κατεπείγῃ, προσαγόρευε· κἂν κατεπείγῃ, γράφε θαρρῶν· ὡς ἐγὼ σέ τε καὶ τὸν ἀδελφὸν ἄνδρας τε ἡγοῦμαι χρηστοὺς καὶ τῆς παρ' ἐμαυτοῦ βοηθείας, εἴ τι δυναίμην, οὐκ ἀποστερήσω. [646]

Μαξίμῳ.

[1]    Μικρὰ πενθῆσαι λέγεται Εὐδόξιος τὸν πατέρα, τούτου δὲ αἴτιον εἶναι σὲ τὸν τῆς ὀρφανίας αὐτῷ τὴν αἴσθησιν ἀφελόντα πολλοῖς καὶ μεγάλοις ἔργοις, ἃ τῶν παρόντων οὐ χεῖρον ἡμῖν ὑπῆρξε μαθεῖν αὐτοῦ τοῦ σεσωσμένου μηνύοντος ἐν ἐπιστολῇ μακρᾷ.

[2] τὰ μὲν οὖν παρ' ἡμῶν ἤδη κομίζῃ, κρότον καὶ ἐπαίνους καὶ τὸ μηδένα ταῦτα ἀγνοεῖν· εἰκὸς δέ σοι καὶ τοὺς μείζους ἔσεσθαι μισθούς, οὓς εἰώθασι διδόναι τοῖς ἀγαθοῖς οἱ θεοί.

[3] παρακαλεῖν δέ σε πρότερον μὲν ᾤμην δεῖν, νῦν δὲ οὐκέτι. καὶ γὰρ τοὺς στρατηγοὺς ὁρῶ πρὸ μὲν τῶν ἔργων λόγῳ κινοῦντας τοὺς μαχομένους, ἔπειτα ἀρκεῖν ἡγουμένους αὐτὰ τὰ εἰργασμένα παρακαλέσαι πρὸς τὰ λοιπά.

[4] τουτονὶ δὲ τὸν νεανίσκον πάλαι μὲν εὖ ποιεῖς, νῦν δὲ ὄψει κοινωνοῦντα τῷ μὲν πατρὶ τοῦ ὀνόματος, τῷ δὲ ἀδελφῷ τῶν τρόπων.

[647]

Βασιλείῳ.

[1]    Καὶ πῶς ἂν ἐπιλαθοίμην ἡμερῶν ἐκείνων καὶ λόγων καὶ κρότων; ὡς ἔμοιγε ἀνάγραπτος ὁ βραχὺς ἐκεῖνος χρόνος καὶ πολλῶν ἐτῶν ἀντάξιος καὶ πάσης ἑορτῆς ἡδίων. ἀλλ', οἶμαι, πολλοῖς ἂν ἄνθρωπος ἐκκρουσθείη σπουδῆς ἄλλως τε καὶ ἐν πόλει τοσαύτῃ καὶ κλύδωνι μεγάλῳ τάχα που καὶ ἡμᾶς περικλύζοντι.

[2] δεῖ δή σε τέρπεσθαι μέν, εἰ λαμβάνοις γράμματα· μὴ λαβεῖν δὲ εἰ συμβαίη, πάντα μᾶλλον εἰκάζειν ἢ ὡς οὐ σὺ παρ' ἐμοὶ τίμιος. καὶ τοὺς νεανίσκους, ὑπὲρ ὧν ὡς ἡμᾶς ἦλθες, μὴ μόνον ἐκ τῆς κηδείας, ἀλλὰ καὶ ἐμὴν χάριν φιλεῖν.

[648]

Κυρίλλῳ.

[1]    Οὐλπιανοῦ καὶ ὡς πολίτου καὶ ὡς ἑταίρου καὶ ὡς χρηστοῦ πάντων εἵνεκα κήδομαι. τούτου δὲ κηδόμενον οὐκ ἔστιν ἀμελῶς ἔχειν περὶ τὸν τούτου κηδεστήν· ὃς εὖ πεπονθέναι μὲν ὑπὸ σοῦ πολλά φησι καὶ οὐκ ἀρνεῖται, δέδοικε δὲ νῦν μὴ κακόν τι λάβῃ πονηρίᾳ μὲν οὐ κεχρημένος, μέμψει δέ πως χώραν δεδωκώς.

[2] σὺ δὲ πανταχόθεν μὲν ἐπαινῇ, μάλιστα δὲ τῷ συγγνώμην νέμειν εἰδέναι· πάντως δέ, εἰ καὶ μὴ ὧδε ἐπεφύκεις, ἀλλ' ᾔδεις καὶ θυμῷ χαρίσασθαι, κρείττων ἂν ἐγένου τῆς φύσεως εἰς ἐμὴν βλέπων ἐπιστολήν.

[649]

Παλλαδίῳ.

[1]    Ὥσπερ ὑπὲρ ἀδίκου τινὸς ᾐσχυνόμην ἂν ἐπιστεῖλαι πρὸς σὲ τὸν ὑπὲρ τῶν δικαίων ζῶντα, οὕτω νῦν δικαίου μεμνῆσθαι μέλλων αἰσχρὸν ἡγούμην ὀκνῆσαι.

[2] Ἀκάκιος ἕνα με νομίζει τῶν εὐκαταφρονήτων καὶ τῷ πρὸς ἄλλους καὶ πρὸς ἐμὲ προσφέρεται τρόπῳ. ξύλα γοῦν λαβὼν φυλάττειν τῆς παρακαταθήκης αὑτὸν ποιεῖ δεσπότην ἔτος τουτὶ τέταρτον ἀεὶ μὲν ὑπισχνούμενος ἀποδώσειν, οὐκ ἔστι δὲ ὅτε οὐ ψευσάμενος.

[3] ἐμὲ δὲ δύ' ἀνθ' ἑνὸς ἀδικεῖ, τῷ τε ἀποστερεῖν καὶ τῷ χρήσασθαι δικασταῖς ἀναγκάσαι. χρῶμαι δὲ τῷ τε ἐνταῦθα καὶ σοί, τὸν μὲν πείσας πέμψαι στρατιώτην, σοῦ δὲ δεόμενος μὴ τῆς ἀνάγκης αὐτὸν ἐξελέσθαι τῇ τοῦ σοὶ διακονεῖν προφάσει.

[650]

Φουρτουνατιανῷ.

[1]    Ἐξ ἡμισείας ἔχειν ἔοικας ἀγαθοὺς οἰκέτας, οἳ τὰ μὲν παρὰ σοῦ γράμματα καλῶς ἴσασιν οἷς δοῦναι δεῖ, τὰ δὲ παρ' ἐκείνων ὥστε σοὶ φέρειν οὐδ' ἂν ἀναγκαζόμενοι λάβοιεν.

[2] ἔγωγέ τοι πρὸς τὴν προτέραν ἐπιστολὴν εὐθὺς ἀντεπιστείλας ἐκέλευον λαμβάνειν, ὁ δὲ μέλλειν ἔφησεν ἔτι καὶ οὐδὲν κατεπείγειν, πάντως δὲ οὐχ οὕτως ἔσεσθαι κακὸς ὡς ἐμὲ μὲν ἀργὸν ἐθελῆσαι δεῖξαι, σὲ δὲ ἀνιᾶσαι.

[3] τοιαῦτα ἐκείνου λέγοντος ἧκεν ἐπιστολὴ δευτέρα Κέλσου μέσου τῶν ἐπιστολῶν ἥκοντος· περὶ μὲν γὰρ ἐκείνης ἤκουε παρ' ἐμοῦ, ταύτην δὲ ἐνεχείριζεν αὐτὸς ἐν βαλανείῳ περὶ μεσημβρίαν· τοιαῦτα γάρ μοι νομοθετεῖ τῆς κεφαλῆς ἡ νόσος.

[4] θαυμάζω δὲ εἰ τὸ τῶν νέων ἀποκεκρίσθαι με νῦν ὀνομάζεις σχολὴν ὥσπερ οὐκ ἐννοῶν ὅτι τοῦτ' αὐτὸ τοὺς ἄλλους ἡμῖν ἐπάγει τὸ τὰ τῶν νέων ἡσυχάζειν. οὐδὲ γὰρ εἰς ἐκείνους ἔστιν ἡμῖν ἀναχωρεῖν, ἀλλ' ἀνάγκη τρέχειν ἢ πονηρὸν εἶναι δοκεῖν.

[5] ὥσπερ οὖν ἅτερος τοῖν σκοπέλοιν ὧν Ὅμηρος ἐμνήσθη καλύπτεται τὴν κορυφὴν διηνεκεῖ νεφέλῃ, οὕτως ἐμοὶ πραγμάτων ὄχλος ἀεί. σοὶ δ', εἰ μὲν ἀνθ' ἡμῶν ἀρκεῖ τὰ δένδρα, σκόπει πρὸς σαυτὸν εἰ καλῶς ἀρκεῖ· εἰ δὲ καὶ ἡ τοῦ Μήδου πλάτανος δευτέρα τῶν φίλων, ἔργῳ δεῖξον.

[651]

Ἀκακίῳ.

[1]    Εἴ μοι τὰ Κροίσου χρήματα καὶ χρυσὸν τὸν Γύγου καὶ ἔτι τὸν Μίδου τοῦ Φρυγός, οὗ τὴν χώραν νῦν τε εὖ ποιεῖς καὶ πρότερον ἐποίεις ‑ οὐ θαυμάσῃ δέ, οἶμαι, τὸ καὶ νῦν εὖ ποιεῖν Ἀγκύρας τε ἄρχων καὶ εἰδὼς ὅθεν αὐτῇ τοὔνομα ‑ εἰ οὖν μοι πάντα τὸν ἐκείνων λαβών ποθεν ἐπεπόμφεις πλοῦτον, οὐκ ἂν ἦν μείζω τοῦ νῦν δοθέντος τὰ πολλὰ ἐκεῖνα· οὕτως ἐμοὶ πάντα ἐλάττω τῶν εἰς Μάξιμον γιγνομένων.

[2] ἀλλ' ὅπως, ὦ ἄριστε, μὴ χείρων ἔσται τῶν ἤδη πεπραγμένων ὁ μετὰ ταῦτα χρόνος· οὐδὲ γὰρ εἰς ἀχάριστον καταθήσῃ τὴν χάριν, ἀλλ' εἰς βοῶντα καὶ κηρύττοντα ὃ λάβοι.

[3] οὔκουν ἐσίγησε πρὸς ἡμᾶς οὔτε τὴν παρὰ σὲ εἴσοδον οὔθ' ὧν ἔτυχεν εἰσελθών, ἀλλ' οὕτως ἐστὶ χρηστός, ὥστε μακρὰν μὲν ἔπεμψεν ἐπιστολήν, δι' ἑνὸς δὲ ῥήματος πᾶσαν ἦλθεν ὑφαίνων, ὥστε με καὶ πρὸς γέλωτα ὑπενεχθῆναι. διὰ γὰρ τοῦ τετίμημαι καὶ ἐτιμήθην καὶ τιμῆς ἠξίωμαι τὸ μῆκος ἐξειργάσατο καὶ ἦν ὁ Διὸς Κόρινθος ἀτεχνῶς τὰ γράμματα.

[4] εἰ οὖν ὅστις ἀχάριστος μισοῖτ' ἂν εἰκότως, ὅτῳ μέλει τοῦ μεμνῆσθαι χάριτος, πῶς οὐχ ὅτι πλείστας τῷ τοιούτῳ δοτέον, ὥσπερ πιείρᾳ γῇ σπέρματα;

[5] ἐπῄνεσα δέ σου τὸ δόντα τὴν χάριν μηδὲν εὐθὺς ἐπιστεῖλαι· τό τε γὰρ μηδὲν ἀποκρίνασθαι περὶ ὧν ἠξίουν ἄλογον εἰπεῖν τε ὃ πεποιήκεις ᾐσχύνου. ἀλλ' ἐπειδὴ παρ' ἐμοῦ τὰ σοὶ πεπραγμένα πρὸς ἡμᾶς ἀκήκοας, ἴθι καὶ γράφε καὶ διὰ πάντων εὔφραινε. [652] [t]

Ἀνατολίῳ.

[1]    Ἱλαρῖνος οὑτοσὶ τὸ μὲν γένος Ἕλλην ἀπὸ τῆς Εὐβοίας, δικῶν δὲ οὐκ ἄπειρος. ἐμοῦ δὲ ἤρα καὶ πρὶν ἰδεῖν. ἐπὶ δὲ τὴν τῶν νόμων μητέρα ἥκει τὸ Σωκράτους μιμούμενος νομίζων ἁπάσῃ ἡλικίᾳ πρέπειν τῶν καλῶν τι μανθάνειν.

[2] τοῦτον ἕνα ποίησαι τῶν περὶ σαυτόν, κἂν προσίῃ, δέχου μεθ' ἡδονῆς, κἂν ὀκνῇ, μεταπέμπου. εἴς τε γὰρ ἄνδρα χρηστὸν τὰ τοιαῦτα ποιήσεις καὶ τῆς αὐτῆς ὁδοῦ δώσεις ἡμῖν χάριν, οἷς χαριζόμενος οἴει κερδαίνειν.

[653]

Δομνίωνι.

[1]    Ἰδού, καὶ τὴν Ἑλλάδα πρὸς σαυτὸν κεκίνηκας καὶ μετὰ τῶν νέων σχεδόν τι καὶ γέροντας εἰς Φοινίκην ἀναπέπεικας τρέχειν. Ἱλαρῖνος δὲ οὑτοσὶ πρότερον μὲν ἐπεθύμει τῶν ἐμῶν τι λαβεῖν, κωλυθεὶς δὲ τῇ τύχῃ τῶν σῶν ἔρχεται μετασχήσων.

[2] δεῖ δή σε τοιοῦτον περὶ αὐτὸν γενέσθαι, οἷος ἂν ἦν ἐγώ, τῶν ἐμῶν εἰ μετεῖχε διατριβῶν. λέγω δὲ οὐ περὶ τῆς εὐνοίας, ᾗ πανταχοῦ φαίνῃ χρώμενος, ἀλλ' ὅπως πολλὰ ἐν οὐ πολλῷ μάθοι χρόνῳ. τοῖς γὰρ ὀψὲ πρὸς τὰς μαθήσεις ἐρχομένοις καὶ σκώμματα ὑπομένουσι τοῦτ' εἶναι προσήκει παρὰ τῶν διδασκάλων γέρας, ἀθρόαν μετάδοσιν καὶ προθυμίαν τάχος ἐμποιοῦσαν τῇ τέχνῃ.

[654]

Δημητρίῳ.

[1]    Ὁ τὰ μέρη τῶν ἀγρῶν ἀποδόμενος ἐκεῖνος, ὅτε μὲν ἡμεῖς ἠξιοῦμεν ὠνεῖσθαι, Θετταλίαν ἔφασκε καὶ Βοιωτίαν πωλεῖν, καὶ ἦν οὐδὲν ἐν τῇ τιμῇ μέτριον, ὥστε ἐφεύγομεν· ἐπεὶ δὲ τὸν δεῖνα ἔδει πρίασθαι, καὶ τὸ μικρὸν ἡγήσατο μέγα βλάψας μὲν αὐτὸς αὑτόν, θεὶς δὲ ἐφ' ἡμῖν νόμον· μνησθῆναι γὰρ ἴσως οὐκ ἔνεστι πλείονος ἢ τοῦ παραδείγματος ἀκούειν ἀνάγκη.

[2] δοκεῖ οὖν μοι χρῆναι χρήσασθαι μὲν μερισμῷ τὸ νῦν τοῦ μὴ τὸ πᾶν ἀντὶ τοῦ μέρους εἶναι τῷ πριαμένῳ, τιμὴν δὲ τὴν πείθουσαν ὁ διδοὺς εἰ φανείη, πωλεῖν. ὁ γὰρ κοινωνὸς παραινεῖ.

[655]

Φλαβιανῷ.

[1]    Πᾶν ὅτιπερ ἀπὸ φιλούσης γίγνεται γνώμης, οὐ μικρὸν παρά γε ἐμοί. σοῦ δὲ ἐγὼ τὴν σπουδὴν πρὸ τῶν πεμφθέντων σκοπῶν ταύτῃ κρίνω καὶ τὰ πεμφθέντα μεγάλα.

[2] ταῖς μὲν οὖν περιστεραῖς ἥσθην, τὴν δορκάδα δὲ ἐδάκρυσα θαυμαστὰ μὲν ἐλπίσας ἀπὸ τῶν γεγραμμένων, ἰδὼν δὲ τεθυμένην ἤτοι τοῦ καύματος ἡττηθεῖσαν ἢ προδοθεῖσαν ὑπὸ τῶν ἀγόντων, ὥσθ' ὅτι σοι πέμπειν αὐτὴν ἐπῆλθεν ἐμεμψάμην.

[3] τῆς δὲ νίκης, ἣν ἐμήνυες, χάριν ἔχω τῷ ὁμωνύμῳ, καὶ αὐτός γε διδάξειεν ἐλθὼν τήν τε μάχην καὶ ὅπως ἐτρέψατο τοὺς ἐναντίους. εἰ δὲ καὶ αἰχμαλώτους δείξει, μείζων ἔσται παρ' ἡμῖν τοῦ Κλέωνος.

[656]

Μαξίμῳ.

[1]    Τῇ πρὸς Καρτέριον ὀργῇ Μούσαις τε καὶ πᾶσι λογίοις θεοῖς ἔπραξας κεχαρισμένα, οὓς ἐκεῖνος ἀφεὶς καὶ ταῦτα αὐτῶν τυχὼν ὅπλα τε ἐώνηται καὶ τὸν Ἄρη θεραπεύει καὶ γέγονεν ἀντὶ ῥήτορος στρατιώτης.

[2] ἀλλ', ὦ μακάριε, βλέψας πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δ' ἡμέτερα καθεῖλε, ‑ πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δ' ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαινεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν ‑ διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπονθέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρόνῳ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλανθρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυθείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς ὑποσχέσεων, ἀλλ' ἐγὼ τὴν σὴν κεκινηκέναι γνώμην.

[3] ἔπειτα ὑβρίζομαι ταῖς ὑποψίαις. ἀλλὰ σὺ τοῦτο ἄνελε καὶ δεῖξον ἐμέ τε οὐ κακοῦργον σαυτόν τε πόρρω τοῦ ψεύδεσθαι.

[657]

Ἀκακίῳ.

[1]    Ἆρ' ἀδίκου τινὸς ἠξιοῦμεν τυχεῖν καὶ διὰ τοῦτο ἀπετυγχάνομεν; ἢ τὸ μὲν πρᾶγμα δίκαιον, οἱ δὲ αἰτοῦντες οὐδενὸς ἄξιοι; ‹ἢ› πέπρακται μὲν ἐκεῖνο, γνῶναι δὲ οὔπω δεδύνημαι;

[2]

λῦσον δὴ τὴν ἀπορίαν καὶ νόμισον καὶ τὸ ὡς μάτην ἠνωχλοῦμεν μαθεῖν κέρδος ἡμῖν ἔσεσθαι. τοῦ τε γὰρ ἐκκρέμασθαι τηνάλλως ἀπαλλαξόμεθα καὶ ἴσως ἐπ' ἄλλην βουλὴν ἥξομεν.

[3] αἰσχυνθεὶς οὖν εἰ μὴ καὶ ἡμᾶς, ἀλλὰ τὸν γενναῖον Εὐμόλπιον ἢ δὸς τὴν χάριν, εἰ μήπω δέδωκας, ἢ δήλωσον ὅτι δέδωκας, ἢ ὅτι ὄντως δώσεις ἐπίστειλον.

[658]

Τῷ αὐτῷ.

[1]    Ἔπραξας, ὦ γενναῖε, σοφίᾳ χρησάμενος ὑπὲρ τῆς ἀληθείας· τὸ σοφὸν δὲ ἦν ἐν τῷ συντέμνειν καὶ μὴ διατρίβειν, ὡς τά γε ἐν τοῖς τοιούτοις μήκη πολλὰς δύναται τίκτειν λαβάς.

[2] δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρ' ἐμοῦ μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνοντος οὐχ ἧττον.

[3] οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο.

[4] ποιήσει δὲ αὐτὸν τοῦτό τε καὶ τὰ τούτῳ παραπλήσια μέγαν μὲν ἐν τοῖς πολίταις, μέγαν δὲ παρὰ τοῖς γονεῦσι. βουλοίμην γὰρ ἂν αὐτὸν δοκεῖν τῷ πατρὶ δύνασθαι βοηθεῖν μᾶλλον ἢ 'κείνου χρῄζειν. ἡδὺ δὲ ἄρα καὶ τοῦτο πατρὶ καὶ ἕν τι τῶν ἐν εὐχαῖς καταφεύγειν ἔχειν εἰς παιδὸς δύναμιν.

[5] αὐξήσεις δὲ οὐ φαῦλον ἄνθρωπον, ἀλλ' ἔχοντα σύνεσιν καὶ χάριτος εἰδότα μεμνῆσθαι. πειρώμενος δὲ φήσεις περὶ αὐτοῦ πρὸς ἄλλους ἃ νῦν ἀκούεις καὶ οὐ φήσεις με τὴν πολλὴν ταύτην σπουδὴν ἄνευ νοῦ πεποιῆσθαι.

[6]

νομίζω δέ σε βλέψαντα εἰς αὐτὸν γνωριεῖν τὸν νεανίσκον. ἦν γὰρ δὴ περιφανὴς ἐν τοῖς ἀκροωμένοις, ὁπότε ἡμῖν ἐπιδείξεις εἴησαν. ἐκάθου δὲ ἄρα καὶ αὐτὸς σιγῇ θαυμάζων, οὐ γὰρ ἐξῆν σὺν βοῇ, καὶ ἴσως οὐκ ὀλιγάκις Ὑπερέχιον εἶδες σὺν κόσμῳ τοὺς ἐπαίνους πληροῦντα.

[7] ἐκείνων τε οὖν μνησθεὶς καὶ ἃ νῦν πεποίηκας ἐνθυμηθεὶς καὶ νομίσας δεῖν ἀκολουθεῖν σαυτῷ γίγνου τοιοῦτος εἰς αὐτόν, οἷος ἂν αὐτὸς ἐγενόμην, εἰ Γαλατῶν ἦρχον.

[659]

Ἰταλικιανῷ.

[1]    Ἡμεῖς οἱ αὐτοὶ καὶ τῷ φιλεῖν καὶ τῷ θαυμάζειν, σὺ δὲ ἔοικας ‑ ἀλλ' οὔπω γε ἐρῶ, καίτοι τῶν πραγμάτων καὶ δυσχερέστερόν τι βιαζομένων λέγειν, ἀλλ' ὅμως ἀναβεβλήσθω τὸ νῦν ‑ τοῦ δ' ἡμᾶς οὐχ ἑτέρους γεγονέναι σύμβολον ἔστω σοι τὸ χάριτας, ὥσπερ ἔμπροσθεν, αἰτεῖν καὶ χάριτας, αἳ τὴν οὖσάν σοι δόξαν καταστήσουσι μείζω.

[2] Σευῆρος ὁ Λύκιος ὁ πονηρὸς μέν, ὡς ἂν οἱ φθονοῦντες φαῖεν, γενναῖος δέ, ὡς οὑμὸς λόγος ἀνδρὸς ἴσως οὐ φαυλοτέρου τῶν διαβάλλειν εἰωθότων, οὗτος δὴ ὁ Σευῆρος, εἰ καὶ τὸν πρὶν ἠλαύνετο χρόνον, νῦν γε εἰκότως ἂν ἐπ' ἀδείας ἦν εἰς σὲ τῆς ἀρχῆς ἡκούσης, τοῦτο δέ ἐστιν ἰσχυόντων τῶν νόμων.

[3] νῦν δ' οὕτω τὸ πρᾶγμα ἀνέστραπται, ὥσθ' ἧς ἀπέλαυεν ἀσφαλείας τῶν ἧττον ἀγαθῶν ἀρχόντων, ταύτης ἐκπεσεῖν κινδυνεύει τοῦ δικαιοτάτου τἀκεῖ διοικοῦντος.

[4] καίτοι Σευήρου πάσχοντος κακῶς ἀδικεῖται μὲν ἡ τῶν Ἀθηναίων πόλις, ἣ τοῦτον ἐξέθρεψεν, ἀδικεῖται δὲ Μάξιμος, δι' ὃν οὐκ ἐμαράνθη τὸ χρῆμα τῶν λόγων, ὃς τοῦτον ἀνθ' υἱέος ἑώρα.

[5] κοινωνοῦμεν δὲ καὶ ἡμεῖς τῶν κακῶν συμφοιτηταί τε ὄντες καὶ παρὰ πάντα τὸν χρόνον τὰ τοῦδε θεραπεύσαντες οὐχ ἡμῖν οὔσης δυνάμεως, ἀλλ' αἰδοῦς παρὰ τοῖς δυνατοῖς. οὔτ' οὖν λιπεῖν τὴν τάξιν ἦν μοι καλὸν αἰσχύνη τε, εἰ μεῖζον ἐλπίσας ἰσχύσειν, ἡνίκα σὺ κρατεῖς, ἀσθενὴς φανείην.

[6] ἐξαιροῦμαι δὲ ἄνθρωπον οὐ Μίδαν οὐδὲ Ῥαμψίνιτον οὐδ' ὃν τὸ πλῆθος τῶν γεωργιῶν οἴκοι δύναται κατέχειν, ἀλλ' ὃς πανταχοῦ μὲν εὑρήσει τὴν ἀναγκαίαν τροφήν, τιμῇ δὲ πατρῴων μνημάτων ἔτι τῆς Λυκίας ἔχεται.

[660]

Λυσιμάχῳ.

[1]    Παῖς ὄντως ἐμὸς ὁ Λυσίμαχος τοιαῦτα καὶ λέγων καὶ γράφων, τοῦτο μὲν ἐν ἐπαίνοις ἀρχόντων, τοῦτο δὲ ἐν τοῖς κατὰ μελέτην ἀγῶσιν· ὥστ' οὐδὲν θαυμαστὸν εἰ πετόμενος ἧκεν ὡς ἡμᾶς ὁ Ἔρως τοιαύτης αὐτῷ γλώττης κινούσης τὸ πτερόν.

[2] ὁ δὲ συκοφάντης ἐκεῖνος, τὸ θηρίον, δίκην τὴν μὲν ἔδωκε, τὴν δὲ δώσει. καὶ ταῦτα ἐγὼ προῄδειν καὶ πρὸς Λυσίμαχον εἶπον, ὡς ἀπολεῖται κακὸς κακῶς.

[3] ἐπεὶ δὲ Μούσαις εἶ φίλος καί σου κατέχουσι τὴν ψυχὴν καὶ κάλλος τίκτεις ἐπῶν, τίμησον ἐπιγράμμασιν οἰκίαν λαμπράν τε καὶ μεγάλην ὑπ' ἀνδρὸς ἡμῖν ἑταίρου πεποιημένην ἐν Δάφνῃ. τὸ μὲν ὄνομα Ὀλύμπιος αὐτῷ, παίδων δὲ οὔτ' ἐστὶν οὔτ' ἐγένετο πατήρ, παραμυθεῖται δὲ τὴν περὶ ταῦτα τύχην τῷ τῆς οἰκίας θαύματι.

[4] χρῆσαι δὴ ταῖς ἀφορμαῖς καὶ πρόσθες τῇ τῶν στοῶν καὶ κρηνῶν ὥρᾳ τὴν ἀπὸ τῶν ἐπῶν.

[661]

Φουρτουνατιανῷ.

[1]    Ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, προστίθημι δέ, εἰ βούλει, καὶ Στύγα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴν τὴν ἐπιστολὴν ἐκείνην τοῦ προσήκοντος τετυχηκέναι χρόνου καὶ μηδὲν πεπρᾶχθαι τέχνῃ.

[2] σοὶ δὲ ἴσως οὐ καλῶς ἔχει φείδεσθαι τῶν οἰκετῶν κατὰ τῶν φίλων καὶ ὅπως ἐκείνους ἐξέλοιο μέμψεως, τούτοις περιάπτειν αἰτίας.

[3] ἀλλ' ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμβλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας λέγοιμεν, ἀλλ' ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτιμᾶν τῇ γλώττῃ, ὅτι ἐξελάλησεν ὅπερ τ' ἄρρητον ἄμεινον. οἶμαι δὲ καὶ σὲ ταὐτὸν περιεστηκέναι, σιγὴν ἢ φόβον.

[4] ὅπως οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε δι' ἀλλήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.

[662]

Σαρπηδόνι.

[1]    Ἀκούσας ὅτι οἷς ἠνιάθης ἀφορμῇ πρὸς φιλοσοφίαν ἐχρήσω, μικροῦ τὸν λυπήσαντα ἐπῄνεσα· ὡς δὲ εἶδον τὴν ἀρίστην Μαριανὴν καὶ πεῖραν τῆς γνώμης ἔλαβον, ἐθαύμασα ὡς οὐ πάλαι τὴν μετάστασιν ἐποιήσω τοιαύτῃ γυναικὶ συνοικῶν. ἀλλ' εἵμαρτο, ὡς ἔοικε, βραδέως ἐν εὐδαιμονίᾳ γενέσθαι.

[2]

ἔχου δὴ τῆς παρούσης τάξεως ἐλπίζων μέν τι καὶ μέγα δράσειν, καὶ τὸ μικρὸν δὲ ἐν τοῖς τοιούτοις ἡγούμενος μέγα. ταῦτά σοι μισθὸς ἀντὶ τῆς σωτηρίας ἥν με ἔσωσας, ὅτε ἐπὶ φαρμάκου πόσει πρὸς βαλανεῖον οὐκ ἐν ὥρᾳ θέων ὑπὸ σοῦ διεκωλύθην.

[663]

Σωπάτρῳ.

[1]    Ὅστις μὲν στεφανώσεται παρ' ἡμῖν ἢ παλαίων ἢ παγκρατιάζων ἢ πυγμῇ νικῶν, Ζεύς που τοῦτο οἶδε καὶ Ἡρακλῆς καὶ ὅσοις μέλει τῶν ἄθλων ἐκείνων δαίμοσι· σὺ δ' ἡμῖν πρὸ τῶν ἀθλητῶν νενίκηκας ἅπαντας οὓς ἐπεῖδεν ἥλιος ἀθλοθέτας ἀρετῇ τε καὶ πλήθει τῶν ἀγωνιστῶν καὶ ἔτι γε μᾶλλον τῷ μεγέθει τῶν δώρων, ἃ ταῖς τραπέζαις ἀνέμιξας οὔτε παραδείγματι βιασθεὶς οὔθ' ἕξων τὸν μιμησόμενον.

[2] ἡ μὲν οὖν δαπάνη σή, τὸ δὲ ἀπ' αὐτῆς καλὸν κοινὸν τοῦ γένους. ἔγωγέ τοι τῶν λαβόντων ἐπιδεικνύντων τε καὶ διηγουμένων ἡβρυνόμην τε καὶ μεῖζον ἐφρόνουν καθάπερ αὐτὸς ὢν ὁ θεὶς τὰ Ὀλύμπια.

[3] ἀλλά τοι τοὺς μὲν ἄλλους κινῶ καὶ πέμπω, κάθημαι δὲ ὑπ' ἀνάγκης ἐνθάδε τοιαῦτα ἀπολαύων τῆς κεφαλῆς. παραμυθοῦμαι δὲ ὅμως τὸ μὴ θεάσασθαι τῷ τῶν ποιουμένων θαύματι.

[4] καί τινα τρόπον ἐσοφισάμην, ὅπως μὴ παντάπασιν ἀπείην. ἀνέστησα γὰρ ἀπὸ λύπης ἰσχυρᾶς Ὀλύμπιον καὶ πανηγυρίζειν ἔπεισα παυσάμενον οἰμωγῶν. καὶ νῦν ἐγὼ πάντα μὲν ὁρᾶν, πάντα δὲ ἀκούειν ὠσί τε ἡγοῦμαι τοῖς τοῦδε καὶ ὄμμασιν.

[664]

Θεμιστίῳ.

[1]    Ἀκούων σε τούς τε νόμους ἐν ταῖς δίκαις βεβαιοῦν καὶ πρᾳότητι μὲν πρὸς τοὺς ἐπιεικεῖς, θυμῷ δὲ χρῆσθαι πρὸς τοὺς δεομένους δίκης, τοὺς δὲ δήμους ἡδίους ποιεῖν διὰ τῶν ἐν τοῖς θεάτροις χαρίτων χαίρω ὅτι τὸ τῇ φύσει χαλεπὸν ῥᾷστόν ἐστί σοι, τὸ ἄρχειν καλῶς.

[2] νόμιζε δὲ τὸ τῷ χρηστῷ Σευήρῳ σεσωκέναι τὸν οἶκον μηδὲν ἥττω σοι κόσμον ὧν κατέλεξα τούτων ἔχειν. τὰς γὰρ πόλεις οὐχ οἱ πλουτοῦντες μόνοι ποιοῦσι λαμπράς, ἀλλὰ καὶ ὅσοι πόνους ὑπὲρ παιδείας ὑπήνεγκαν, ὧν εἷς οὗτος ὃν εὖ ποιεῖς. φαίην δ' ἂν ὅτι καὶ μεῖζον πόλεσιν εἰς δόξαν οἱ τοῦτο ἔχοντες τῶν ἐκεῖνα κεκτημένων.

[3] μὴ οὖν ἄχρηστον οἰέσθων οἱ πολῖται Σευήρου Σευῆρον καὶ ἧττον ἢ τὸ δύνασθαι λειτουργεῖν μηδ' ὅταν ὑλακτοῦντες ὑπὸ σοῦ κωλύωνται, ζημίαν τὸ κέρδος ἡγείσθων, ὃ τήν τε σὴν σεμνύνει γνώμην καὶ τὸ κοινὸν ἐκείνοις.

[665]

Ἰταλικιανῷ.

[1]    Εἰ μή σε ᾔδειν φιλεῖν ἐπιστάμενον καὶ πολλὰ πολλάκις καὶ μεριμνήσαντα καὶ πονήσαντα τοῦ τοῖς ἑταίροις ἀγαθόν τι γενέσθαι, πάνυ ἂν ἔδεισα μή σοι προσστῇ τὸ πλῆθος τῶν γραμμάτων· νῦν δέ, τῶν γὰρ ἐπαινούντων εἶ καὶ αὐτὸς τὸν Ἀχιλλέα, πιστεύω δόξειν εἶναι χρηστός, ὅτι βοῶν καὶ δεόμενος οὐ παύομαι.

[2] λέγω δὴ πάλιν ὡς Σευῆρος συνεχόρευσεν ἡμῖν τὰ μὲν ἐλάττω μεθ' ἡμῶν μανθάνων, δυνηθεὶς δὲ ἐπὶ τὰ μείζω προβῆναι. καὶ νῦν, ἂν ζητῇς, ἐν αὐτῷ φιλοσοφίαν εὑρήσεις Μαξίμου φυτευσαμένου τουτὶ τὸ καλὸν ἐν τῇ τοῦδε ψυχῇ.

[3] Μάξιμον δὲ ὥσπερ ἂν ἐτίμας ζῶντα, τίμα καὶ μεταστάντα. τιμῴης δ' ἂν μειζόνως Σευήρῳ βοηθεῖν ἀξιῶν ἢ εἰ προσιὼν ἐστεφάνους αὐτῷ τὸν τάφον.

[4] ἀλλ' ὅπως μή σε ἡ χλαμὺς καὶ ὁ πώγων ἀπὼν εἰς ἀπιστίαν ἐμβάλῃ περὶ τῶν ἐν αὐτῷ λόγων τῶν σεμνοτέρων. οὗτος γὰρ κατ' Αἰσχύλον εἶναι ἐθέλων μᾶλλον ἢ δοκεῖν τούτοις ἀντ' ἐκείνων χρῆται. ὥσπερ οὖν οὐ πάντως μετὰ τοῦ τρίβωνος καὶ τῶν τριχῶν ἡ σοφία, οὕτω γένοιτ' ἂν ἄνευ τούτων εἶναι σπουδαῖον.

[666]

Τῷ αὐτῷ.

[1]    Καὶ Πισιδῶν ὅτιπερ κεφάλαιον Φαυστῖνος οὑτοσὶ καὶ τῆς περὶ ἡμᾶς νεότητος. τὰ μὲν οὖν οἴκοι ὄντα αὐτῷ καὶ παρ' ἄλλων ἂν μάθοις, γένους περιφάνειαν, ἐν λειτουργίαις λαμπρότητα, τὸ ἀντὶ τείχους τῇ πόλει τοὺς τούτου γεγονέναι τε καὶ εἶναι προγόνους, τὰ δ' ἐν τοῖς ἡμετέροις ἱεροῖς ἐγὼ φράσαι δίκαιος.

[2] ζῶν γὰρ ἐν καθεύδουσι νέοις καὶ οἰομένοις οὐδὲν εἶναι τοὺς λόγους ὡς τῆς ψυχῆς ἑτέρων οὔσης οὐκ ἐδέξατο τῇ ψυχῇ τήνδε τὴν δόξαν, ἀλλ' ἡγησάμενος τοὺς παιδείας ἀμοίρους οὐκ ἐν ἀμείνονι τάξει τῶν ἀνδραπόδων εἶναι θέατρα μὲν καὶ μίμους καὶ τὴν περὶ ἵππους μανίαν ἑτέροις ἀφῆκεν, αὐτὸς δὲ τὸ μὲν σῶμα τοῖς πόνοις ἔδωκε, τὴν ψυχὴν δὲ ἀπειργάσατο καλλίω προθύμοις μὲν διδασκάλοις ἕρμαιον ὤν, οὐ τοιούτοις δὲ ἄχθος τῶν πόνων ἀνάπαυλαν αὐτοὺς νομίζων τοὺς πόνους.

[3] ἐν δὴ τοῖς εἰρημένοις ἔχεις δήπου καὶ τὴν σωφροσύνην καὶ τοῦ καθ' ἡμέραν βίου τὸν κόσμον· ὡς ὅστις αὑτὸν ἐξήρτησε βιβλίων, οὗτος αὑτὸν ἀπέστησε κακίας.

[4] εἰ μὲν οὖν ἢ ὁ πατὴρ αὐτῷ περιῆν ἢ ὁ πάππος μὴ ἦν ἐλάττων τοῦ γήρως, παρῆλθεν ἂν καὶ τοὺς παιδευτὰς ἐν προϊόντι τῷ χρόνῳ· νῦν δέ, δεῖ γὰρ αὐτὸν τὰ αὑτοῦ σώζειν ἤδη, δακρύων μὲν ἀποστερεῖται τοῦ πλείονος, ἔχει δὲ ῥώμην ἀρκοῦσαν μὲν δίκαις, ἀρκοῦσαν δὲ μείζω ποιῆσαι πατρίδα.

[5] προσγέγονε δὲ καὶ τὰ ἀπὸ τοῦ δαίμονος εὖ ποιοῦντα. σοῦ γὰρ ἄρχοντος ἀνάγκη τοὺς ἐμοὺς ἑταίρους ἐξ οὐρίων φέρεσθαι τῆς Ἀθηνᾶς λυσιτελοῦντα πεμπούσης ἄνεμον. [667] [t]

Θεμιστίῳ.

[1]    Οὐκ ἂν φαίην ὡς ὁμοίως τῷ τε ἀνίστασθαι παρ' ἡμῶν ἠθύμει καὶ τῷ παρ' ὑμᾶς βαδίζειν ἔχαιρεν Ἰουλιανός, ἀλλ' ἦν μείζων τῆς λύπης ἡ ἡδονή.

[2] ὥσπερ γὰρ ἔμπορος ἐκ λιμένος εἰς λιμένα πλέων, ἐκ φαυλοτέρου περὶ τὰ κέρδη πρὸς τὸν μᾶλλον συναγωνιζόμενον ταῖς ἐμπορίαις, οὐ κακίζει μὲν τὸν πρότερον, βλέπει δὲ πόρρωθεν πρὸς τὸν δεύτερον, οὕτως οὗτος οὐκ ἀτιμάζων ἡμᾶς ὑπὸ τοῦ παρὰ σοὶ λιμένος ἕλκεται· σύ τε γὰρ τῶν πάντα εἰδότων οὗτός τε οὐκ ἔστιν ὅτου λόγων εἴδους οὐχ ἧπται.

[3] ἀλλ' ἤν τε ῥητορικὴν δεικνύῃς, βοήσεται Πλάτωνός τε καὶ φιλοσοφίας παριόντων κινήσεται, κἂν ὑπὲρ ἄστρων διαλεχθῇς, οὐκ ἀργὸν ὄψει, κἂν ποιητὰς ἐξετάζῃς, περὶ τὰ τοῦδε παιδικὰ σπουδάσῃ.

[4] πιστεύων δὲ τὴν συνουσίαν ὑμῖν καὶ ἐπ' ἄλλα καλὰ προβήσεσθαι, κοινωνὸν ἐμαυτὸν τῆς ἡδονῆς γράφομαι. μεμνήσεσθε γάρ μου, τοῦτο οἶδα σαφῶς, καὶ σὺ μὲν ἐρεῖς ὅτι ἄρα καὶ τὸν δεῖνα παρεῖναι χρῆν, ὁ δὲ προσθήσει· καὶ μάλα ἐχρῆν παρεῖναι.

[668]

Κλεάρχῳ.

[1]    Σοὶ κτῆμα πρέπον Ἰουλιανὸς οὑτοσί, πρῶτος μὲν ἐν Ἑλλάδι φωνῇ, πρῶτος δὲ ἐν τῇ τῶν κρατούντων, πλήρης νόμων, δεινὸς εἰπεῖν, φίλος ἄδολος, εἰδὼς καὶ τρωθῆναι φίλῳ βοηθῶν. τοσαύτη δὲ ἐν αὐτῷ τῆς παιδείας ἡ χάρις, ὥστε κύριός ἐστιν ὁπόσους ἂν ἐθέλῃ θηρεῦσαι· ἐφ' ὅσων γὰρ ἂν φθέγξηται, τοσούτους ᾕρηκεν.

[2] ἔξεστι δὲ τῷ βουλομένῳ καὶ δι' ἑνὸς τοῦδε τὸν ἄνδρα μαθεῖν· ὃν γὰρ ἄριστον τῶν ὑπὸ τὸν ἥλιον ἐγώ τε ἡγοῦμαι καὶ ὅστις οὐ φιλονεικεῖ μετ' ἀναιδείας, τοῦτον εὕροις ἂν ἐν κέρδει ποιούμενον Ἰουλιανῷ συζῆν. ὥστε καὶ συνοδοιπορεῖν αὐτὸν αὑτῷ Σαλούτιος πεποίηκεν ὡς πᾶν δυσχερὲς λεῖον ἕξων, εἰ τῷδε παρόντι χρῷτο.

[3] ἔγραψε δ' ἄν σοι καὶ Ὀλύμπιος ὑπέρ τε τοῦ ἀνδρὸς ὅμοια τοῖς παρ' ἐμοῦ καὶ τοὺς πόνους ἐπαινῶν οὓς ὑπὲρ αὐτοῦ πονεῖς, εἰ μὴ ἔτυχεν ἀπὼν ἐν Ἀπαμείᾳ τὰ Ὀλύμπια θεώμενος.

[669]

Εὐσεβίῳ.

[1]    Εἰ μή μοι φίλος ἦν Ἰουλιανός, κἂν ἐφθόνουν αὐτῷ τῆς τύχης, ὅτι σε καὶ μεθ' ἡμῶν εἶχεν ἐνθάδε καὶ νῦν ἄνευ ἡμῶν πάλιν ἔχει· νῦν δὲ φθονῶ μὲν ἥκιστα, μακαρίζω δὲ μάλιστα καὶ συνόντα καὶ φιλούμενον.

[2] σὺ γὰρ οὐ ῥήμασι καὶ τραπέζῃ τὴν φιλίαν ὁρίζεις, ἀλλ' ὅντινα τούτου τοῦ προσρήματος ἠξίωσας, περὶ τοῦτον εὐθὺς καὶ ἔργα. καὶ οὔτε κίνδυνον φοβούμενος οὔθ' ὑπὸ πόνου κρατούμενος γένοιο ἂν εἰς ἑταῖρον κακός, ἀλλ' ὥσπερ ᾧ θεοὶ συλλαμβάνουσιν οὐκ ἔστιν ἁμαρτεῖν πράξεως, οὕτως ὅστις διὰ σοῦ τὰ αὑτοῦ ποιεῖται, καὶ τυχεῖν τούτων ἀνάγκη.

[3] τυχὼν δὴ καὶ κατωρθωκὼς ἐγὼ ταῦτα λέγω πολλοῖς μὲν ἠνωχληκὼς καὶ σχὼν ἐν πολλοῖς ἐλπίδας, κενὰς δὲ πάσας εὑρὼν πλὴν τῶν παρὰ σοῦ. μήτ' οὖν σὺ παύσαιο δυνάμενος μήθ' ἡμεῖς ἐκπέσοιμεν τοῦ τιμᾶσθαι παρὰ σοί.

[670]

Οὐλπιανῷ.

[1]    Ὅπερ οἱ τοὺς ἐν χειμῶνι πλέοντας ἀπὸ γῆς ὁρῶντες πάσχουσι καὶ τὰ κύματα τοῖς αὑτῶν ἡγοῦνται προσπίπτειν σώμασι, τοῦτο καὶ ἡμεῖς λογιζόμενοι τὸν καιρόν, ἐν ᾧ παρείληφας τὴν ἀρχήν, πεπόνθαμεν. μεστοὶ γοῦν ἐσμεν θορύβου καὶ ταραχῆς ὥσπερ αὐτοὶ κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν πραγμάτων.

[2] ἀλλ' ἡμεῖς μὲν σοὶ συνευχόμεθα, σὺ δὲ τοῦ τε πατρὸς καὶ τῆς σαυτοῦ φύσεως καὶ ὧν ἐκτήσω λόγων ἄξιος εἶναι πειρῶ καὶ δεῖξον ὡς ὑπὸ γνώμης γενναίας καὶ καιροῦ δυσκολία νικᾶται.

[3] ταῦτα εἶπον οὐ πείθων τὸν πεπεισμένον, ἀλλ' ὁρμὴν καλὴν παρακαλῶν, ἐπεὶ καὶ τὸν χρηστὸν Ἀμφιλόχιον οἶδα μὲν ὡς εὖ ποιήσεις, κἂν μηδεὶς ὑπὲρ αὐτοῦ διαλέγηται, δέομαι δὲ ὅμως εὖ τι ποιεῖν. καὶ γὰρ ἐμὸς συμφοιτητὴς καὶ σὸς συστρατιώτης καὶ παιδευτὴς δεξιὸς καὶ παίδων πατὴρ ἀρκούντων εἰς τιμὴν πατρί.

[671]

Ἀμφιλοχίῳ.

[1]    Ἐδίδαξα τὸν καλὸν Φωσφόρον, ὁποδαπός τε εἴης καὶ τίς τὸν τρόπον καὶ τίς τοὺς λόγους καὶ τίνων πατήρ, ἤδη γὰρ ἔστι σοι τὸ διὰ τοὺς παῖδας τιμᾶσθαι, ὁ δὲ ἐδέξατό τε τοὺς λόγους καὶ πάντα ἔφη ποιήσειν ὥστ' ἔχειν ἐμοί τε καὶ σοὶ καλῶς.

[2] ἀνακτῶ δὴ τὰ διεφθαρμένα τῶν πραγμάτων καὶ τοῖς υἱέσιν ἑτοίμαζε παμφόρους ἀγροὺς καὶ παραμυθοῦ τὸ γῆρας ταῖς ἀπὸ τούτων ἐλπίσιν. [672] [t]

Μενάνδρῳ.

[1]    Οἷόν με ἠδίκηκας, ὦ καλὲ Μένανδρε, καὶ ταῦτα μικρὸν ἔμπροσθεν εὐφράνας· φερόμενος ἐφ' ἵππου καλοῦ τε καὶ μεγάλου καὶ ὑγροσκελοῦς δόξαν μέν μοι παρέσχες, ὡς ἐπὶ θεραπείᾳ τὸ σῶμα κινήσας ὑποστρέψεις αὐτίκα, σὺ δὲ ἄρα ἔκδημον ὁδὸν ἐποιοῦ καὶ οὐκέτ' ἐτόλμησας τῷ τῶν διαλυομένων ἀσπάσασθαι νόμῳ, ἀλλὰ τῷ τῶν μενόντων χρησάμενος ἤλαυνες.

[2] ὡς δ' εἶδον ἐγὼ ζεῦγος ὀρικὸν ἑπόμενον σπουδῇ, πρὸς τὸν ἑταῖρον, ὅς μοι παρῆν, ἆρ' ἔφην τοῦτο Μενάνδρου; καὶ ὃς ἤρετο παῖδα τῶν παραθεόντων κἀκεῖνος κατεμήνυσεν. εἶθ' οὕτως ἔγνων ἠδικημένος ὑπὸ τοῦ καλοῦ Μενάνδρου.

[3]

καλὸν δὲ δὶς ἤδη κέκληκα τὸν Μένανδρον, ὅπως φαίνηται μειζόνως ἠδικηκώς, εἰ καλὸς ὢν ἔπειτα τοιαῦτα λυπεῖ. ἀλλ' ἐλθεῖν μὲν οἴκαδε ὡς ἐμὲ καὶ διὰ κλίμακος ἀναβῆναι τραχείας οὐκ ὤκνησας, δυοῖν δὲ ῥημάτων ἐφθόνησας ἀνδρὶ φίλῳ. ποῦ ταῦτα τῆς σῆς ψυχῆς; [673] [t]

Ἰουλιανῷ.

[1]    Εἰ μὴ καὶ αὐτὸς ᾔδεις, ἐξ ὅσου χρόνου καὶ δι' ὅσων ἔργων καὶ συνέστη καὶ ηὐξήθη ἡ πρὸς τὸν χρηστὸν ἡμῖν Μακεδόνιον φιλία, τοῦτο πρῶτον ἐδίδασκον ἄν· εἰδότι δὲ τὰ πεποιηκότα ταύτην οὐκέτ' ἂν φανείη θαυμαστὸν εἰ βοηθεῖν οἶμαι δεῖν διὰ γραμμάτων, ὃς οὐδὲ κίνδυνον φύγοιμ' ἂν τὸν ὑπὲρ φίλων.

[2] πέπεικε δέ με χάριν αἰτεῖν οὐ τὸ σὲ διδόναι καὶ ῥᾳδίως καὶ πάσας, ἀλλὰ τὸ τὴν μὲν εἶναι καὶ καλὴν καὶ δικαίαν, σὲ δὲ εἰδέναι τὰς τοιαύτας διδόναι· ὡς ὅστις οὐδ' ἂν τούτων δοίη τοῖς φίλοις, ὧν οὐκ ἂν ἅψαιτο μέμψις, οὗτος ἐπιλαμβάνεται τῆς τοῦ Διὸς θυγατρός, ἣ τὰς Χάριτας ἐν προπυλαίοις ἔχει.

[3] ἀλλ' ὅτι μὲν οὐ φαῦλα αἰτοῦσι χαριῇ, παντί που δῆλον· σκόπει δὲ ὧν χρῄζομεν εἰ δύναται μὴ τῶν αἰσχρῶν εἶναι. γαμεῖ γυναῖκα Μακεδόνιος, ᾗ παιδίον ἦν ἐκ προτέρων γάμων, τὸ δὲ οἴχεται.

[4] βουλόμεθα δὴ κληρονόμον ἀντὶ τοῦ πάππου τῶν τοῦ παιδίου γενέσθαι τὴν τοῦ παιδίου μητέρα πειθομένου γε τοῦ πάππου χρήσασθαι φιλοτιμίᾳ καὶ τὸν μὲν νόμον ἀφιέντος, πρὸς δὲ τὸν ἔπαινον βλέποντος.

[5]

σὸς τοίνυν ὁ ἆθλος πεῖσαι τὸν ἄνθρωπον ὅτι μεῖζον κέρδος μὴ λαβεῖν τὰ τοιαῦτα ἢ λαβεῖν. ἔσῃ δὲ ἀμφοτέρωθεν πιθανός, ἔκ τε τοῦ δύνασθαι λέγειν καὶ τοῦ σχήματος τῆς ἀρχῆς. ἀκούω δὲ καὶ τὸν πρεσβύτην εὐφημίᾳ τε χαίρειν καὶ σκοπεῖν οὐχ ὅ τι κτήσεται μᾶλλον ἢ ὅ τι ἀκούσεται.

[6] μὴ τοίνυν ὀκνήσῃς καὶ καλέσαι καὶ διαλεχθῆναι καὶ κατασκευάσαι πρᾶξιν φιλανθρωποτέραν νόμου μηδ' οἴου πρὸς ἡμᾶς ἀπολογίαν εὑρήσειν ἢ μὴ σαυτοῦ νομίζων τοὺς ὑπὲρ τοιούτων λόγους ἢ καταφεύγων εἰς τὸ μὴ δεδυνῆσθαι πεῖσαι.

[7] πόρρω τε γὰρ αἰσχύνης, εἰ τῇ τεκούσῃ μὲν χρημάτων, τῷ πατρὶ δὲ ἐκείνης παραίτιος γένοιο δόξης, καὶ λόγος ἅπας ‹ὁ› παρὰ σοῦ μετὰ πάσης ἰσχύος τὸν ἀκούοντα χειροῦται.

[674]

Ἀνατολίῳ.

[1]    Οὔτε σοὶ μὴ βοηθεῖν ἔνι πανταχοῦ Γαλάταις, ὧν ἦρξας, ἐμοί τε ἀνάγκη πολλῶν εἵνεκα αὐτοῖς συμπράττειν ὅ τι ἂν δύνωμαι. Ἀέτιον δὲ πρὸς τῷ κοινῷ δικαιώματι φιλῶ μὲν αὐτὸς διὰ τοὺς τρόπους, φιλοίης δ' ἂν καὶ αὐτὸς ἐκ τῶν αὐτῶν εἰκότως. οἶδε μὲν γὰρ οὐδὲν ὑπὲρ κέρδους ἐνοχλῆσαι, πάντα δ' ἂν ὑπὲρ καλῶν ὑπομείναι πόνον.

[2] ἔγνω ταῦτα Ἀνατόλιος καλῶς, ὃς πολλὰ μὲν αὐτὸν ἐθαύμασεν, ἀμείψασθαι δὲ οὐκ ἔσχεν. ὁ δὲ καὶ οὕτως ἐπαινεῖ τὸν ἄνδρα. καίτοι πρὸς τῷ μὴ τυχεῖν ἐλπίδος κἀν τοῖς αὑτοῦ μικροῖς οὖσιν ἐζημίωται κἂν κομίσηται, ποιεῖται μέγα.

[3] μὴ τοίνυν αὐτὸν περιίδῃς τρίβοντα χρόνους, ἀλλ' ὅπως μήτε καταφρονηθήσεται καὶ ταχέως ἀπαλλάξεται σκόπει.

[675]

Μάγνῳ.

[1]    Τοῦ καλὸν κἀγαθὸν Ἀέτιον εἶναι τουτονὶ μὴ ζήτει καλλίω μάρτυρα τῆς Ἀνατολίου γνώμης.

[2] εἰ μὲν οὖν ἐκεῖνος περιῆν, Φοινίκην τ' ἂν οὗτος ᾤκει καὶ ἦν εὐδαίμων· οἰχομένου δὲ σὺ γενοῦ τοῦ φίλτρου κληρονόμος οὐκ εἰς τὸ πεῖσαι μετοικεῖν οὐδ' ὥστε πληρῶσαι τὰς μεγάλας ἐλπίδας, ἀλλ' εἰς τὸ μὴ τὰ αὑτοῦ περιιδεῖν ἀποβαλόντα.

[676]

Σαρπηδόνι.

[1]    Ἔοικας οὐ σφόδρα εἶναι ἐν χρείᾳ τοῦ πρὸς τὴν τύχην φαρμάκου· τὸ γὰρ οἴεσθαι δεῖσθαι ἐγγύς ἐστι τοῦ μὴ δεῖσθαι. ἐγὼ δὲ σὲ βελτίω μὲν οὐκ ἂν ποιῆσαι δυναίμην, βελτίων δ' ἂν ὑπὸ σοῦ γενοίμην.

[2] καὶ τῷ τόπῳ δὲ ὃν ἀγαπᾷς ἴσθι μοι κεχαρισμένος. ἧς γὰρ ἐρῶ πόλεως, ταύτην ἔχεις, καὶ τῇ σῇ ψήφῳ συμβαίνει μοι ‹εὖ› κεῖσθαι τὴν ἐπιθυμίαν.

[3] τρέφε τοίνυν αὐτόθι τὴν φιλοσοφίαν, ὅπως τῇ πόλει μετὰ τῶν καλῶν ὑδάτων καὶ τῶν παντοίων δένδρων καὶ τῆς τῶν ὡρῶν κράσεως καὶ τοῦτο εἰς φιλοτιμίαν φέροι τὸ καὶ Μουσῶν μετειληφέναι τὸ χωρίον.

[4] Ἡσυχίου δὲ τοῦ καλοῦ, μὴ γὰρ εἶναι καλὸν ὃν ἐπαινεῖς οὐκ ἔνι, γενοῦ μοι σαφὴς διδάσκαλος καὶ μὴ τοὔνομα εἰπών, ὅτι μὴ πάντα ἐπίσταμαι, μέμψιν ποιοῦ.

[677]

Μαριανῇ.

[1]    Εὖ ᾔδειν ὅτι ταῖς συνθήκαις ἐμμένεις ταῖς περὶ τῆς διφθέρας· ἃ δὲ γενέσθαι σοι κελεύεις ὅπως καὶ ἔσται ταχέως, ἐπιμελησόμεθα· τὸ γὰρ ἀπότευγμα τοῦ μὴ ποιήσοντός ἐστιν.

[2] ἡ πόλις δὲ ἡμῖν καὶ ταῦτα ἀπὸ θαλάσσης ᾠκισμένη πολλοῖς πλήττεται τοῖς κύμασι, κἂν ἔρῃ τι περὶ τῶν φίλων, πολλοὶ μὲν οἱ φάσκοντες εἰδέναι, οἶδε δὲ οὐδείς. εὐχώμεθα δὴ μετ' εὐμενείας Ἀλεξάνδρᾳ παραστῆναι τὰς Εἰλειθυίας, ὅπουπερ ἂν ὁ καιρὸς ἐπείγῃ. [678] [t]

Ἰουλιανῷ.

[1]    Ὁ μὲν κακουργότατος οἰκέτης ὅπως δώσει δίκην καὶ ὧν εἶπε καὶ ὧν ἔπραξε, τοῖς τε νόμοις καὶ ἐμοὶ μελήσει· σὺ δέ μοι μετὰ τῆς ἀρχῆς καὶ τὴν εὔνοιαν, ἣν ἔσχεν εἰς Σέλευκον ὁ καλὸς Πρισκιανός, διάδεξαι.

[2] τοῦτο γὰρ ποιῶν εὐνουστέρους Ἀρραβίῳ καταστήσεις τοὺς διδασκάλους Καλλιόπιόν τε καὶ τὸν τούτου πατέρα. γαμεῖ γὰρ ὁ Σέλευκος τὴν τοῦδε μὲν ἀδελφήν, ἐκείνου δὲ παῖδα.

[3] ὃν οὖν τιμᾷς ἐν ἐπιστολαῖς προσπαραγράφων ὅτι καὶ τὸ παιδίον προσαγορεύοις, τούτῳ σύμπραξον εἰς λόγους.

[679]

Βασσιανῷ.

[1]    Καλῶς ἐποίησας ὀλίγοις γράμμασι πολλὴν φλυαρίαν σβέσας, ἧς ἐγὼ μὲν καὶ πρὸ τῆς ἐπιστολῆς κατεγέλων, ὡς δὲ ἧκεν ἐκείνη, πάντες. χαίρω δὲ ὅτι δῆλος εἶ χαίρων βασιλεύοντος τοῦ βασιλεύειν εἰδότος. ἐν γὰρ τῷ φάναι τὸ σκῆπτρον αὐτῷ δεδόσθαι παρὰ τοῦ παιδὸς τοῦ Κρόνου τὴν τοῦ λαβόντος ἀρετὴν μηνύεις.

[2] ἐπιμελοῦ δὴ σαυτοῦ καὶ ὅπως ἔσται περὶ σοῦ λόγος βελτίων καὶ νύκτα καὶ ἡμέραν σκόπει. [680] [t]

Πολυχρονίῳ.

[1]    Ἐξῆν ἀπὸ τοῦ αὐτοῦ μέλανος καὶ διὰ τῆς αὐτῆς χειρὸς καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν· νῦν δὲ ἐμοὶ μὲν οὐδέν, ὑπὲρ ἐμοῦ δὲ πρὸς Ὀλύμπιον γράφεις. εἶτ' οἴει με τιμῶν ὀκνεῖν, ἐγὼ δὲ ἀτιμάζεσθαι λέγω.

[2] τὴν μὲν οὖν ἐμὴν διαφεύξῃ γλῶτταν, ὁ δ' υἱὸς ἀπαιτήσει σε δίκας, ὅταν ἐμοὶ βοηθῶν κατηγορῇ τοῦ πατρός. ἀλλ' ἐκείνην μὲν ἴδοιμεν τὴν ἡμέραν, Μάλχος δὲ πολλαχόθεν ἄξιος ἡμῖν προνοίας. ἤδη δὲ τῷ γενναίῳ Μοδέστῳ παιδίον τρέφων πᾶσι μὲν χαρίζεται τῷ πόνῳ, πᾶσι δὲ ἕτοιμος εἰς ὅ τι βούλεται χρῆσθαι.

[3] τὴν δὲ σὴν εἰς ἐμὲ γνώμην εἰδὼς κελεύει γράφειν καὶ οὐκ ἐμέλλησα. σὸν τοίνυν ἂν εἴη τοὐμὸν ζηλῶσαι τάχος καὶ ποιῆσαι Μάλχῳ φαιδρότερον τὸν βίον.

[681]

Φιλαγρίῳ.

[1]    Ἧκον οἱ παῖδες, εἰ μέν τι κερδάναντες ἀπὸ τῆς οἴκοι διατριβῆς, οὐκ οἶδα· εἰσὶ δ' οὖν νῦν ἐν τῷ μανθάνειν, ὁ μὲν πρεσβύτερος προθυμίᾳ χρώμενος, περὶ δὲ θατέρου ταὐτά ποτ' ἴσως ἐπιστελοῦμεν· ὡς ἔγωγε οὐ παύομαι τοῦ πατρὸς αὐτοὺς ἀναμιμνήσκων νομίζων καλλίστην παράκλησιν, εἰ πολλάκις ἀκούοιεν, οὗ παῖδές εἰσίν. [682]

Ἡλιοδώρῳ.

[1]    Τῶν Ἑλλαδίου θυγατέρων καὶ ἐμὲ νόμιζε πατέρα. ἔσπειρε μὲν γὰρ ἐκεῖνος, φιλοῦνται δὲ ὑπ' ἀμφοτέρων ἄλλων τε εἵνεκα πολλῶν καὶ ὧν ἡ μήτηρ αὐτῶν ἔφη πρός με μέλλουσα τελευτᾶν, ἃ οὔτε ἐκβάλλειν τῆς ψυχῆς δυναίμην ἂν οὔτε μὴ ποιεῖν μεμνημένος.

[2] ἴθι οὖν, ὦ βέλτιστε, φράσον, εἴτ' ἄλλος γέγονας εἴτε τῶν ἔμπροσθεν εἶ, μᾶλλον δέ, τοὺς λόγους ἀφεὶς ἔργον τι δεῖξον· ὡς ἡμῖν πολλαχόθεν ἀνάγκη ζευγνύναι τὴν παρθένον.

[683]

Ἀνατολίῳ.

[1]    Ὁ σώζων Ἑλλαδίῳ τὸν οἶκον τοῖς περὶ ἕκαστα πόνοις Μαρτύριός ἐστιν οὑτοσί. τὸ δὲ δεῖν ἀνδρὸς εἰς ἐκεῖνο πάλιν ἐφ' ᾧπερ ἥκει πεποίηκεν αὐτὸν τρέχειν. ἥκει γὰρ μνηστῆρα ῥᾴθυμον κινήσων καὶ ἢ πρὸς γάμον ἄξων ἢ μεταβεβλημένον ἀφήσων.

[2] ἢν οὖν ἴδῃς Μαρτύριον, ὡς εἰκὸς τὸν ὑφ' ἡμῶν τε καὶ ὑπὲρ τοιούτων πεμφθέντα, πάνθ' ἡμῖν ἕξει καλῶς. [684] [t]

Διοδότῳ.

[1]    Μέμνημαί σου, φιλῶ γάρ, καὶ γράφω, χαρίζομαι γάρ. σὺ δ' ὅτι μὲν φιλεῖς, οἶδά τε καὶ χαίρω· ὅτι δὲ σιγᾷς, τοῦτο ἐγκαλῶ· ἵν' οὖν καὶ τῇδε συμβαίνωμεν, ἡσθεὶς τῷ λαβεῖν εὔφρανον τῷ δοῦναι.

[685]

Ἀκακίῳ.

[1]    Πάλιν ἥκει μοι γράμματα παρὰ τοῦ φιλτάτου διπλῆν φέροντα τὴν εὐφροσύνην, τοῦτο μὲν ὡς ἐπιστολή, τοῦτο δ' ὅτι μεταβολὴν ἐπὶ τὰ κρείττω μηνύει.

[2] σιγᾶν δέ με τὸν πρότερον ἠνάγκαζε χρόνον τὸ μήτε ἔχειν λόγον ἐπιστέλλοντα πρὸς σὲ τοῦ πάθους ἀμνημονεῖν μήτε συμφέρειν μνημονεύειν πρὸς σὲ τοῦ πάθους· βλάπτεσθαι γὰρ ἐκ τοῦ τοιοῦδε τὸν ἀρρωστοῦντα. ὡς δ' ἠρρώστεις παῖδες ἔλεγον ἰατρῶν.

[3] οὔτ' οὖν ὡς ὑγιαίνοντι διαλέγεσθαι ἐνῆν, πάνυ γὰρ ὑβριστικὸν καὶ οὐκ εἰδότος τὴν τοῦ ἑταίρου τύχην, οὔθ' ὡς νοσοῦντι γράφειν, βλαβερὸν γάρ. ἐλείπετ' οὖν ἐφ' ἑαυτοῦ καὶ στένειν καὶ εὔχεσθαι· ἃ ὅτι διετέλουν ποιῶν, ἴσασι καὶ οἱ θεοὶ καὶ οἱ φίλοι.

[4] καὶ μὴν καὶ ὑπὲρ ἐμαυτοῦ ταῦτα ἐποίουν ἀμφότερα. καὶ γὰρ αὐτὸς ἦν τῶν ὑφ' ὁμοίου κακοῦ πιεζομένων, ὃ μέγα πάνυ γενόμενον τοῦ θέρους ἠνάγκασεν ἐλλέβορον ὠνεῖσθαι. νῦν δὲ δὴ τὸ μέν τι πέπαυται, τοῦ παντὸς δὲ οὐκ ἀπήλλαγμαι, χρησταὶ δὲ ἐλπίδες ἱερῶν ἀνεῳγμένων.

[5] Τιτιανὸς δὲ ὡς μὲν παῖς ἀγαθὸς δυστυχίαν πατρὶ συνδιήνεγκεν, ὡς δὲ σὸς υἱὸς τοῦ λόγων ἐρᾶν οὐκ ἀπέστη. πειρασόμεθα οὖν ἐγώ τε καὶ αὐτὸς εἰς τὸν παρόντα χρόνον καὶ τὰ τοῦ παρελθόντος ἀγαγεῖν.

[686]

Κυρίλλῳ.

[1]    Ἐπέταξας ἡδέως ὑπηρετοῦντι· καὶ ὁ Μόδεστος δὲ τῶν ἑτοίμως ἦν πάντα ποιούντων. χαίρω δὲ ὅτι εἰς ἀρχὴν ἐξ ἀρχῆς, εἰς Παλαιστίνην ἐκ Παλαιστίνης.

[2] εἰ οὖν πρὸς τοὺς γείτονας ἀεὶ τοῦτο προβήσεται τὸ καλόν, ἥξεις δή που καὶ παρ' ἡμᾶς διὰ τὴν ἀρχὴν βαδίζων.

[687]

Μενάνδρῳ.

[1]    Βεβίωκας ὀρθῶς, ἐκτήσω δικαίως, συκοφαντῇ φανερῶς. ὁ κριτὴς ἔννομος. ἡμεῖς μὲν πάλαι θαρροῦμεν, σὺ δ' ἴσως ἤδη νενίκηκας. [688]

Μαξίμῳ.

[1]    Παῦσαι μεγάλα περὶ μικρῶν λέγων, τῶν ἐμῶν ἐπιστολῶν, παῦσαι δὲ καὶ πείθων ἑτέρους ταὐτὰ περὶ αὐτῶν λέγειν δείσας τὸν νόμον ὃς κεῖται περὶ τῶν ἀπατώντων, καὶ μετένεγκε τὸ τῶν ἐγκωμίων μέγεθος ἐπὶ τὸν γενναῖον Φωτεινόν, ᾧ φρένας ὀξείας καὶ λῆμα ὑψηλὸν καὶ χάριν ἐμμελῆ καὶ γλῶτταν ἱκανὴν ὁ θεὸς ἔδωκε.

[2] τῆς γλώττης δὲ αὐτοῦ καὶ αὐτὸς εἰς τὰ μέγιστα ἀπολαύεις· δι' ὅσης γὰρ ἔρχεται, πᾶσαν τῆς περὶ σοῦ δόξης πίμπλησι διηγούμενος, οἵας ἐποίησας Ἀρμενίοις τὰς πόλεις.

[3] εὔχου δὴ τὸν ἄνδρα μέχρι τερμάτων ἀφικέσθαι τῆς γῆς· οὕτω γὰρ οὐδεὶς ἀνθρώπων ἀνήκοος ἔσται τῶν Μαξίμου καλῶν.

[689]

Ἰουλιανῷ.

[1]    Οὐ βούλομαι πιστεῦσαι τοῦθ' ὅτι σοι τῶν Οὐλπιανοῦ καὶ Παλλαδίου μικρὸν ἐμέλησε πραγμάτων καὶ οὔτε ὡς φίλους ἐτίμησας οὔθ' ὡς ῥήτορας ᾐδέσθης οὔτε τὸ τοὺς αὐτούς σοι πόνους πονεῖν τοὺς ἑταίρους εἰς λόγον ἔθου. λέγεται μὲν γὰρ ὑπὸ πολλῶν ἃ οὐδὲ εἰπεῖν μοι καλόν, ἐγὼ δὲ μάχομαι μηδὲν τούτων εἶναι σόν.

[2] γράψας δὴ πέμψον τὴν μαρτυρίαν καὶ βοήθησον ἐμοί τε καὶ σεαυτῷ.

[690]

Κυρίλλῳ.

[1]    Μαρκιανός, οὗ κηδόμενος ἐπιστέλλω, καὶ πολίτης ἐμὸς καὶ φίλος ἐκ παλαιοῦ καὶ λόγων οὐκ ἄπειρος, καὶ παῖς αὐτῷ παρ' ἡμῖν ἐπιθυμητὴς λόγων.

[2] οὗτος ὁ Μαρκιανὸς ὅτι μέν σοι καὶ διὰ τῶν πραγμάτων φανεῖται χρηστός, πάνυ πιστεύω· μετεχέτω δέ τινος καὶ διὰ τὴν πρὸς ἡμᾶς οἰκειότητα τιμῆς, ἵνα τοῦ μὲν τοῖς αὑτοῦ τρόποις, τοῦ δὲ τοῖς παρ' ἐμοῦ γράμμασιν ἔχῃ χάριν.

[691]

Πολυχρονίῳ.

[1]    Οὔ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ' ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχωρίσμεθα μόνον.

[2] σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἵνα μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ δ' ὡς γεγενημένου γράφεις.

[3] ἀλλὰ τοῦτο μὲν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλεγόμενον ἡμῖν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπικρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον.

[4] ἵν' οὖν μὴ ὦμεν Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον ‑ εἰδότι δ' ἂν λέγοιμι ‑ , βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην.

[692]

Αὐξεντίῳ.

[1]    Καὶ ὅτε τὰ θαυμαστὰ ἐκεῖνα ἐποίεις δόξαν ὠνούμενος χρημάτων, αὐτὸς ἡγούμην ἐν τιμῇ καθίστασθαι μετὰ σαυτοῦ καὶ νῦν χαίρω τε τῇ διὰ τοῦ δέρματος τιμῇ καὶ τῶν τεθεαμένων τὰ ἔργα τῶν θηρίων οὐ πόρρω γεγένημαι τῇ δορᾷ τεκμαιρόμενος, οἷα ἡ πάρδαλις ἔδρα τοὺς κυνηγέτας.

[2] εὔχομαι δὴ τῇ Ἀρτέμιδι καὶ τὰ λοιπά σοι θεῖναι λαμπρὰ θηρίων τε χαλεπότητι καὶ τῇ τῶν πρὸς ταῦτα εἰσιόντων σοφίᾳ. [693] [t]

Χρωματίῳ.

[1]    Ἐγώ σε ἐξ ἐκείνων καὶ φιλῶ καὶ θαυμάζω τῶν χρόνων, ἐν οἷς ἀπὸ τῆς παρ' ὑμῖν ἀρχῆς ἥκων Κλημάτιος ἐκεῖνος, ὃς ἐπὶ δικαίῳ βίῳ τελευτὴν οὐ δικαίαν ἐδέξατο, πολλὰ μὲν τὴν Παλαιστίνην ἐπῄνει, κεφάλαιον δὲ τῶν καλῶν τὴν σὴν ὡρίζετο φύσιν.

[2] ἐγὼ δὲ ἀκούων ἀνδρὸς ἀρετήν, εἰμὶ δὲ τῶν τοιούτων ἐρωτικός, ἐκινούμην τε καὶ οἷος ἦν ἐπιστέλλειν. ἔπειτ' οὐκ οἶδ' ὅπως ἀφῃρέθην τὴν ὁρμήν. ἀλλὰ νῦν ἀποδίδωμι καὶ δῆτα ὡς παλαιὸς φίλος εὐθὺς ἐπαγγέλλω χάριν πείθων ἐμαυτὸν ὡς οὐ μέμψῃ μᾶλλον ἢ δώσεις.

[3] Βάσσος οὗτος ἤδη γεγονὼς ὑπὲρ εἴκοσιν ἔτη, πένης πένητος πατρός, ἦλθεν ἐκ Φοινίκης παρ' ἐμὲ κατὰ λόγων ἐπιθυμίαν, εἰδὼς δὲ πονεῖν καὶ φεύγων ἡδονὰς ἐκτήσατο τοσοῦτον ὅσον ἐγὼ μὲν ἐπαινεῖν ὀκνῶ, σοὶ δὲ ἴσως οὐ μικρὸν δόξει.

[4] τῇ μὲν οὖν πατρίδι μικρὸν ἔμπροσθεν ἐφάνη καὶ τοῖς ἄλλοις Φοίνιξι καὶ ῥήτωρ ἐνομίσθη· νῦν δ' ἐπελθεῖν ἐθέλων τὴν Παλαιστίνην, εἰ παρὰ σοί τε ὁρμίσαιτο καὶ μετὰ σῶν γραμμάτων ἔλθοι παρὰ τοὺς ἄλλους, ὅσονπερ παρ' ὑμῖν, τοσοῦτον ἕξειν ἡγεῖται πανταχοῦ διὰ σοῦ.

[5] γενοῦ δὴ λιμὴν ἀνθρώπῳ καὶ λέγειν εἰδότι καὶ φιλεῖν καὶ μεμνῆσθαι χάριτος· ἡμεῖς δέ σε ἐπαινεσόμεθα. πάντως δὲ ὑπὲρ ἐπαίνου πάντα ποιεῖς, ὅθεν σοι καὶ τοὔνομα λαμπρόν, ἐπεὶ χρημάτων γε μεγέθει πολλοί σε νικῶσιν.

[694]

Μαξίμῳ.

[1]    Ἃ ἐποίουν ἂν περὶ Σωκράτην, εἰ κατὰ Σωκράτην ἐγεγόνειν, ὅτε αὐτῷ τὰ θηρία ἐπέκειτο, συκοφάνται τρεῖς, ταῦτ' ᾤμην δεῖν καὶ νῦν ποιεῖν περὶ τὸν τὰ Σωκράτους ἐζηλωκότα.

[2] ἔπραττον δ' ἂν ταῦτά τε κἀκεῖνα ἂν ἐποίουν οὐχ ὑπὲρ τῶν ἐν ταῖς αἰτίαις δεδοικὼς μὴ δεινόν τι πάθωσιν, ‑ οὐδὲν γὰρ δεινὸν φιλοσόφοις ἐκλυθῆναι σώματος, μέγιστον μὲν οὖν ἀγαθόν ‑ ἀλλ' εἰδὼς ὅτι πάμμεγα κέρδος ἀνθρώποις ἀνὴρ φιλοσοφῶν καὶ οὐ πολὺ τοῦτ' ἔλαττον τοῦ τοὺς θεοὺς ἀναμεμίχθαι τοῖς ἀνθρώποις καὶ συμβουλεύειν καὶ συμπράττειν, οἷα τῶν ποιητῶν λεγόντων ἀκούομεν.

[3] διὰ δὴ ταῦτα μισῶ μὲν τοὺς περὶ Ἄνυτον· ὑπὲρ δὲ σοῦ τοὺς θεοὺς ἐκάλουν, τουτὶ γὰρ ἡ παρ' ἐμοῦ συμμαχία, καὶ οὐκ ἦρχόν γε χάριτος ἐκείναις ταῖς φροντίσιν, ἀλλ' ἠμειβόμην.

[4] οἶμαι δὲ καὶ πάντας ὀφείλειν σοι χάριν. κοινὸς γὰρ εὐεργέτης σὺ γῆς τε καὶ θαλάττης, ὁπόση μὴ βάρβαρος, θρέψας ἡμῖν καὶ δημιουργήσας βασιλέα πάντα ἄκρον, ὥσθ' οἱ πρὶν τοὺς τεθνεῶτας μακαρίζοντες νῦν βούλοιντ' ἂν εἰς τὸ Ἀργανθωνίου γῆρας ἐλθεῖν ἐκείνῳ πρότερον τοῦτο συνευχόμενοι τὸ γῆρας.

[5] ᾧ δοκεῖς μοι νῦν παρεῖναι σὺ τερπόμενος, οὐ πονῶν· οὐ γὰρ ἔχεις, ὅ τι ἐπανορθώσεις τῶν πραττομένων, ἀλλ' ἐφ' ἑκάστῳ χαίρεις μετὰ πάσης ἀρετῆς γιγνομένῳ. λέγων δὲ ἥξειν παρ' ἡμᾶς καὶ ὑπισχνούμενος μετέωρον ἡμῖν πεποίηκας τὴν πόλιν ἐνθυμουμένοις, οἷον ἂν εἴη τὸ θέαμα Φοῖνιξ ἑπόμενος Ἀχιλλεῖ.

[6] ἔοικα δὲ οὐκ ὀρθῶς εἰκάσαι. ποῦ γὰρ ἴσον πρὸς ταύτην τὴν συζυγίαν ἐκείνη; ἀλλ' ἐγὼ μὲν εἰκόνα πρέπουσαν ζητήσω κατὰ σχολήν, ὑμεῖς δὲ ἀφίκοισθε καὶ φανείητε ποθοῦσιν· ἐπεὶ καὶ ὁ πρόδρομος πολλοῦ γεγένηται ταῖς πόλεσιν ἄξιος, ὁ καλὸς Πυθιόδωρος.

[7] τὴν γάρ τοι περὶ τοὺς θεοὺς θεραπείαν εἰς ἀκμὴν ἤγαγε πάντα βωμὸν αἵματι ῥάνας καὶ δείξας ὅτι δεῖ θαρρούντως θύειν. οἱ δὲ εἵποντο πηδῶντες οἱ τέως ὀκνοῦντες.

[8] ἐκεῖνος μὲν οὖν χωρείτω πανταχοῦ ποιήσων ταὐτόν· ἐμοὶ δὲ ἦν μὲν διὰ πολλῶν ἀντεπιστεῖλαι, κρεῖττον δὲ ἔδοξε πέμψαι δι' ἀνδρὸς ἐοικότος τῷ κομίσαντι τἀκεῖθεν, ὅπως σε ταύτῃ γε μιμοίμην.

[9] οἶμαι δὲ οὐκ ἀδικεῖν εἰς φιλοσόφων χορὸν Φουρτουνατιανὸν ἐγγράφων. κωλύσει γὰρ ἴσως οὐδέν, οὔτε ἡ χλαμὺς οὔτε ὁ κείρων.

[695]

Ἀκακίῳ.

[1]    Οὐχ ὅγ' ἄνευθε θεοῦ φησὶν Ὅμηρος οὐδὲ σὺ ταῦτα ἄνευ τῆς Ἀσκληπιοῦ ῥοπῆς, ἀλλ' ἀκριβῶς αὐτὸς συνεφήπτετο τῆς γραφῆς. εἰκὸς δὲ αὐτὸν ὄντα Ἀπόλλωνος ἔχειν τι τῆς τοῦ πατρὸς μουσικῆς καὶ νέμειν οἷς ἂν ἐθέλῃ.

[2] σοὶ δὲ πῶς οὐκ ἔμελλεν ἐν τοῖς ὑπὲρ αὑτοῦ συλλήψεσθαι λόγοις; ἐντεῦθεν ἀπὸ τῆς πρώτης μέχρι τῆς ἐσχάτης συλλαβῆς Μουσῶν ἀνθρήνιον ὁ λόγος κάλλεΐ τε στίλβων καὶ πείθων ἐνθυμήμασι καὶ πράττων ὃ σπεύδει, νῦν μὲν τὴν τοῦ θεοῦ δύναμιν δεικνὺς ἐκ τῶν ἐπιγραμμάτων ἃ ἦν τῶν ὑγιανάντων, νῦν δὲ τραγῳδῶν τὸν τῶν ἀθέων κατὰ τοῦ νεὼ πόλεμον, τὴν κατασκαφήν, τὸ πῦρ, τοὺς ὑβριζομένους βωμούς, τοὺς ἀδικουμένους ἱκέτας οὐκ ἐωμένους ἀπαλλαγῆναι κακῶν.

[3] ἀλλὰ μὴν ὅ γε βελτίων Ἀδριανοῦ τῇ περὶ τοὺς νεὼς δεικνύμενος γνώμῃ δαιμονίᾳ κεκίνηται τέχνῃ, τούτου δ' αὖ μείζων ὁ ὁμώνυμος οὐδὲ βουλεύσασθαι τῷ δεχομένῳ τὴν παράκλησιν ἐπιτρέπων, ἁπλῶς δὲ πάντα ταῖς μὲν ἐννοίαις ἀναγκάζει, τοῖς δὲ ὀνόμασι θέλγει. καὶ γέγονε τῷ λόγῳ τὸ μέγεθος κάλλος· ἥκει γὰρ μετὰ τοῦ καιροῦ.

[4] καί μοι δοκεῖς ἀμείνων νῦν πεφηνέναι ῥήτωρ ἢ ἦσθα πρὸ τῆς ταραχῆς. ἀπολαβὼν γάρ, οἶμαι, τὸ λογίζεσθαι παρὰ τῶν θεῶν κάλλιον ἀπέλαβες ἢ ἀφῃρέθης παραμυθουμένων τῇ προσθήκῃ τὸ συμβάν· ὃ καὶ περὶ τὸν Πέλοπα πείθομαι γενέσθαι μετὰ τὸν λέβητα· χαριέστερον γὰρ ἀποδοθῆναι τῷ Ταντάλῳ τὸν υἱὸν ἢ οἷος ἦν, ὅτε εἰς δεῖπνον τοῖς θεοῖς κατετέμνετο.

[5] ἀλλὰ καὶ τὴν ἐπιστολὴν καλὴν περὶ καλῶν ἔλαβον ἀδελφὴν ἀτεχνῶς ἐκείνων, ὑπὲρ ὧν ἐβούλετο δηλοῦν. καὶ ὅ γε ἔπαθον, ἄκουσον· ἔλαβον μὲν ἄμφω μέσον τῆς συνουσίας, ἐδίδου δὲ Τιτιανὸς μειδιῶν εἰδὼς ἃ ἐδίδου.

[6] τὴν ἐπιστολὴν δὲ εὐθὺς ἀναγνοὺς ἔγνων μὲν ἀναβαλέσθαι θάτερον εἰς ἡσυχίαν, οὐ μὴν ἐδυνήθην, ἀλλ' οὐκ ἔφθην καταθέμενος καὶ ἀνειλόμην. εἶτ' ἐμέριζον ἐμαυτὸν εἴς τε τοὺς νέους καὶ σέ. καὶ ἦν τοῦτο κέρδος τοῖς νέοις. μείζων γὰρ ἔρρεον περὶ σοῦ.

[7] γράφε τοίνυν ὑπὲρ τοῦ θεοῦ καὶ πρᾶττε κἀν ταῖς εὐχαῖς μὴ τῆς ἐμῆς ἀμνημόνει κεφαλῆς.

[696]

Κέλσῳ.

[1]    Εὐθὺς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης ἕνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον, ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς.

[2] δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν ἐκπηδᾶν.

[3] καὶ ταῦτα ἠγγέλλετο μὲν ὑπὸ τῶν ἑταίρων, οἳ παρῆσαν, ὅτε ἐπράττετο, τοὺς ἀκροωμένους δὲ ἡδομένους εἶχον, καὶ οὐδεὶς ἠπίστει· τὰ γὰρ δὴ καλά τε καὶ μεγάλα συμβαίνειν ἐδόκει τῇ σῇ φύσει.

[4] ἐγὼ δέ σε πολλὰ παρακεκληκὼς ἐπὶ τὴν ἀκρίβειαν καὶ τὸ δεῖν πάσας ἀνελόντα χάριτας χεῖρα ὀρέγειν ταῖς πόλεσιν ἔοικα τὸ τοῦ Περικλέους πεπονθέναι τῷ τε ἐμαυτοῦ περιπεπτωκέναι νόμῳ. τί δ' ἦν ὃ ἐκεῖνος ἔπαθε; [5] γράψας Ἀθηναίοις νόμον τὸν οὐκ ὄντα ἀμφοτέρωθεν Ἀθηναῖον τῶν τοῖς ἀστοῖς ὑπαρχόντων εἴργεσθαι τεθνεώτων αὐτῷ Ξανθίππου καὶ Παράλου τὸν ἐκ τῆς Ἀσπασίας υἱὸν ἐδεῖτο τῶν πολιτῶν πολίτην ἐγγράφειν τὰ αὑτοῦ κινῶν, οἱ δὲ ἐχαρίσαντο.

[6]

κἀγὼ τοίνυν τὸν ἐμαυτοῦ παραβαίνων νόμον βουλοίμην ἂν τὸν Σελεύκου τινὸς τυγχάνειν ἔξω τῶν ἐμῶν τε καὶ σῶν δογμάτων. Σέλευκον δὲ ἀκούσας οὐκ ἂν Ἀλεξάνδρας ἀμνημονεῖν δύναιο, ταύτης δὲ μνησθεὶς οὐκ ἂν ἀντιτείνειν δύναιο. δεῖ γάρ, ὥσπερ τοὺς θεοὺς πρὸ ταύτης ἄγομεν, οὕτω ταύτην πρὸ τῶν ἄλλων ἀνθρώπων.

[7] οἷς οὖν αὐτὸς ἄρχων ἐχρώμην ἄν, τούτοις σὲ δεῖ φανῆναι χρώμενον ἐννοοῦντα σχῆμά τε τὸ τῆς γυναικὸς καὶ γνώμης μέτρον καὶ τὴν ἄλλην ἀρετὴν καὶ ὡς ἐδοκοῦμεν ἐξ ἱεροῦ τινος ἀπιέναι παρ' αὐτῆς καταβαίνοντες.

[8] τῷ μὲν οὖν Περικλεῖ τὴν χάριν ἐκείνην ἀντὶ Εὐβοίας ἔδοσαν Ἀθηναῖοι καὶ Σάμου, ἐγὼ δὲ νήσους μὲν ᾑρημένας εἰπεῖν οὐκ ἔχω, τὸ δὲ μέγιστον τῶν ὑπὸ τὸν ἥλιον Ἀλεξάνδραν εἶδες Σελεύκου μὲν ἐπιτρέποντος, ἐμοῦ δὲ εἰσάγοντος. [697] [t]

Σελεύκῳ.

[1]    Ἔοικας ὅπως εἶχον καὶ γνώμης καὶ σώματος ἐπιλελῆσθαι, εἰ δὴ καὶ ἐν πρέσβεων ἀριθμῷ προσεδόκησας ὄψεσθαί με. ἐγὼ δὲ οὔτε τῶν ἐπιθυμούντων ἐπὶ τοιούτοις τρέχειν οὔτ' ἄν, εἰ καὶ σφόδρα ἐπεθύμουν, οἷός τ' ἦν, ᾧ γε ἔργον εἰς ἀγορὰν οἴκοθεν ἐλθεῖν.

[2] ἃ δὲ διηγήσασθαι τοὺς γνωριμωτάτους ἔφης, οὐδὲν μὲν αὐτῶν ἔλεγον εἰς μισθὸν ὁρῶν, ἀλλ' ᾤκτειρον γῆν καὶ θάλατταν. εἰ δ' οὖν ἔδει μοι καὶ γενέσθαι μισθὸν τοῦ μίσους, γέγονεν· οἴχεται γὰρ ὁ πάντα φθείρων οὐδὲν ἡμῶν δεηθέντων ἐπ' αὐτὸν σιδηρίου.

[3] γέγονε δὲ καὶ ἕτερος καὶ γίγνεταί γε καθ' ἡμέραν. ἃ γὰρ εἰς κοινὴν εὐδαιμονίαν παρὰ τοῦ βασιλέως πράττεται, τούτων ἔχω τὸ μέρος· ἴδιον δέ τι καὶ διδόντος δέξομαι καὶ μὴ διδόντος οὐ μὴ μέμψωμαι. τί γὰρ ἄν τις καὶ ζητοῖ μεῖζον τῶν ἱερῶν λιμένων ἀνθρώποις ἀνεῳγμένων; [698] [t]

Ὀβοδιανῷ.

[1]    Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν ψυχὴν δὲ οὐχ ἧττον ἢ σὺ τετάραγμαι λογιζόμενος, ἐφ' οἷς ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμήσας ὡς ἀσφαλέστερον, αὐτῷ δὲ τούτῳ βλαβείς.

[2] ἀλλὰ γὰρ πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ μή. ἄλλος μὲν γὰρ ὠδύρετ' ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες, καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δ' ἐπὶ τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέρεις ὡς μετριώτατα τὸ συμβάν.

[3] φίλων δὲ ἔρημος, οὗ γένος ἀνθρώπων, οὐκ ἔστιν ὅπως ἂν εἴης, ἕως ἂν ᾖς, οἷος εἶ· δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν τρόπον.

[4] ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους, δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυμουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πόλιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπεκρούσθης.

[699]

Κέλσῳ.

[1]    Οὐκοῦν αὐτὸν τὸν ἀγκῶνα τοῦτον τὸν γλυκύν, ᾧ παραβάλλειν ἀξιοῖς τὴν Κιλικίας ἀρχήν, οὐκ ὀλίγοι τῶν πλεόντων ὑπομένουσιν; ἀνάσχου δὴ καὶ αὐτὸς τοῦ ἀγκῶνος· οὐ γὰρ ἀεί γε τοῦτον ἀναπλεῖν δεήσει καὶ πονεῖν, ἀλλ' ἀπολαύσῃ ποτὲ καὶ ῥᾴστου πλοῦ.

[2] εἰ δ' οὖν καὶ πονοῦντα δεήσει διατελεῖν, Αἰσχύλος σε παραμυθείσθω τὰς ἀρετὰς ἐκ πόνων τίκτεσθαι λέγων. ἐννόει δὲ καὶ τοὺς ἐμοὺς πόνους, ὧν οἱ πλείους ἀναλίσκονται μάτην· ὡς οἵ γε σοὶ πάντες οἴσουσι καρπόν.

[3] σὺ μὲν οὖν τὴν κριθῶν σπάνιν δέδοικας, ἐμὲ δὲ ἀνιᾷ φίλων σπάνις. καλῶ δὲ νῦν σπάνιν τὴν ἀπουσίαν, ἐπεὶ καὶ τὸν Ὀλύμπιον ἐν τοῖς ἀποῦσι θετέον. πρὶν γὰρ ἢ φανῆναι καθαρῶς πρὸς Ἀρτάβαζον οἴχεται πλέων. ἐγὼ δὲ ἢ τοῖς ἔνδον μαχόμενος ἢ περὶ τοὺς νέους κοπτόμενος μίαν ἔχω καταφυγὴν τὴν νύκτα.

[700]

Πολυχρονίῳ.

[1]    Δέχου δὴ καὶ ἀμφοῖν ὑπὲρ ἑνὸς ἔργου γράμματα, τὰ μὲν ἀξιοῦντα, τὰ δὲ ἀπαιτοῦντα· δεῖται μὲν γὰρ Ἀκάκιος, εἰσπράττω δὲ ἐγὼ καὶ ταῦτα πρότερον δεηθείς. ἕως μὲν γὰρ ἔδει πείθειν, ἐκεῖνο ἐποίουν· ὑποσχόμενον δὲ ἐν τοῖς ὀφείλουσιν ἔχω.

[2] δεῖξον δὴ τὸ ἔργον καὶ παῦσον τοὺς ἐνοχλοῦντας. βουλοίμην γὰρ ἄν σε τὸν Δία μιμεῖσθαι μᾶλλον ἢ τὸν στρατηγὸν Χάρητα.

[701]

Ἰουλιανῷ.

[1]    Εἴ τι τῶν δικαίων ἐγίγνετο, πάλαι μὲν ἐπ' ἐκείνης ἂν ἦσθα τῆς ἀρχῆς, νῦν δὲ ἐπὶ μείζονος ἢ κατ' ἐκείνην ἐξουσίας. ἀλλ', οἶμαι, τέρπεται ἡ Τύχη τοῖς μὲν ἀμείνοσιν ἐλάττω διδοῦσα, τοῖς δὲ φαυλοτέροις μείζω καὶ διατελεῖ δὴ τοῦτο ποιοῦσα καθάπερ φοβουμένη μὴ τῆς ἰσχύος αὑτῆς ἐπιλαθώμεθα.

[2] ἐγὼ δὲ ὅτι μὲν ὁμοίως ἡδέως καὶ λέγω καὶ τῆς σῆς ἀκοῆς τυγχάνω ‑ καὶ γὰρ οἶσθα πηδᾶν λέγοντος ‑ οὐκ ἀγνοεῖς· πλῆθος δὲ ἐπιστολῶν τὸ τῶν πραγμάτων πλῆθος οὐκ ἀφῆκε γενέσθαι. πολλοὶ μὲν γὰρ οἷς δεῖ βοηθεῖν, οἱ δ' ὑπερπηδῶντες πολλῶν δυνάμεις ἐπὶ τὴν ἐμὴν καταφεύγουσιν ἀσθένειαν ἀτόπῳ κεχρημένοι πάθει, συκίνην ἀνθ' Ἑρμιόνος ζητοῦντες ἐπικουρίαν.

[3] ἐμοὶ δὲ ἀνάγκη παρέχειν ἐμαυτόν, τί γὰρ ἄν τις καὶ ποιοῖ; ἔπειτα μικρὰ δεομένων μὲν ὠφελῶ, χρόνος δὲ ἀναλίσκεται, γράμματα δὲ ὑμῖν οὐχ ὅσα βούλεσθε γίγνεται.

[702]

Ὀβοδιανῷ.

[1]    Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμάκων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ οὐδὲν δεῖ.

[2] ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασιλέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη.

[3] τῇ μέντοι Δημοσθένους ἐπῳδῇ μὴ παύσῃ τὴν ψυχὴν ἰώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.

[703]

Κέλσῳ.

[1]    Οἶσθά που τουτονὶ τὸν νεανίσκον· οὐ γὰρ ἠγνόεις τοὺς παρ' ἡμῖν ἐπιδεδωκότας εἰς λόγους. ἔδει μὲν οὖν αὐτὸν ἐπὶ βελτίοσιν εἰς Κιλικίαν ἐλθεῖν, νῦν δ' ἥκει πενθήσων τὴν ἀδελφὴν καὶ δάκρυσι τιμήσων τὸ πάθος.

[2] ἵν' οὖν μήτ' ἀπέλθῃ παρ' ὑμῶν πρὶν ἐντυχεῖν σοι μήτε ζητῇ, δι' ὅτου ἄν σοι συγγένοιτο, δέδωκα τὴν ἐπιστολήν.

[3] σὺ δ' αὐτὸν μὴ καθ' Ὅμηρον, ὅταν ἐθέλῃ, πέμπειν, ἀλλὰ πέμπε, κἂν ἐθέλῃ μένειν.

[704]

Ὑπερεχίῳ.

[1]    Ἰού, ἰού, ποσάκις τὴν κεφαλὴν ἐκίνησας καὶ πρὸς σαυτὸν εἶπες ἐπ' ἐρημίας ἢ νυκτός· ἠμέλημαι, καταπεφρόνημαι, μεταβέβληται τὰ πάντα. καὶ τούτου σοι πίστις ἦν τὸ πλῆθος μὲν εἶναι τῶν δι' ὑμῶν ἐπὶ Θρᾴκης δραμόντων, ἐλθεῖν δὲ σοὶ μήτε μικρὰν μήτε μείζω παρ' ἡμῶν ἐπιστολήν.

[2] ἐμὲ δὲ πολλοὶ μὲν ᾔτησαν, ἔδωκα δὲ οὐδενί· δι' ὃ δέ, φράσω. πάντας ᾔδειν ἐθελήσοντας παρὰ σοὶ καταλύειν καὶ τρυφᾶν· σὺ δ' οὐ δεχόμενος μὲν ἐδόκεις ἂν ἀδικεῖν· εἰ δὲ καθήμενος ἐξένιζες πλείους τῶν φύλλων, ὀχληρὸν ἂν ἦν, οὐχ οὕτω κατὰ τὴν δαπάνην, ἀλλ' ὅτι τὰ τῶν ἀγρῶν ἐχρῆν ὀλιγωρεῖσθαι.

[3]

καὶ ἅμα τοὺς ἀνθρώπους ᾔδειν ἐσθίοντας μὲν ἡδέως, μεμνῆσθαι δὲ ξενίας οὐκ εἰδότας, ἀλλ' ἡγουμένους ἀνδρεῖον, ἂν εἴπωσι κακῶς τοὺς ὑποδεξαμένους.

[4] οὔκουν ἀποστήσας σου τὴν ἐμαυτοῦ ψυχὴν ἐσίγων, ἀλλ' ὅπως μηδενός σοι γενοίμην μήτ' ἀηδοῦς αἴτιος μήτε κακοῦ, μέλλειν ἠξίουν.

[5] ἐπεὶ δ' οὖν ἐλαβόμην Μικκάλου, τοῦτο δέ ἐστιν ἐμαυτοῦ, γράφω λύων τε τὴν αἰτίαν καὶ ἀναμιμνήσκων σε τῶν παλαιῶν μαντευμάτων, ἐν οἷς προὔλεγον ὡς ἥξοι χρόνος ἀπαιτῶν λόγους καὶ λύων ζώνας.

[6] σοὶ δ' ἐκείνων τε μὴ διαμαρτεῖν ὑπῆρξε κἀν τοῖς παροῦσιν ἔστι τις χώρα, βουλοίμην δ' ἂν εἰδέναι, τίς σοι γνώμη καὶ τί σαυτῷ χρήσασθαι διανοῇ.

[705]

Ἀπολιναρίῳ.

[1]    Οὐδὲν οἶμαι δεῖν προοιμιάζεσθαι χάριν αἰτοῦντα παρὰ φίλου. οὐκοῦν εὐθύς, ὃ δεῖ σε ποιεῖν, ἐρῶ. Μέγιστος οὑτοσὶ πρότερον μὲν ἦν τῶν διακονούντων Χρυσηίδι, νῦν δὲ ταὐτὸ Βασσιανῇ πληροῖ, κἂν ἀφέλῃ τις αὐτόν, τὰ πράγματα ἔβλαψεν.

[2] ἔστω τοίνυν ἐπὶ τοῖς πράγμασι· τοῦτο γὰρ ἐγὼ μὲν δέομαι, σὺ δὲ δοῦναι κύριος. πάντως δὲ ἀφθονία βουλευμάτων πάλαι μὲν ποθουμένη, νῦν δὲ ἥκουσα.

[3] σὺ δή μοι τὸν Μέγιστον ἐκκλέψας ἄφες· εἰ δ' Ἀρκαδία τοῦτο καὶ μέγα, μήτοι τὸν δεύτερον φύγῃς πλοῦν, ἀλλ' ἐν τοῖς κομίζουσιν ἀπ' Αἰγύπτου σῖτον τετάχθω, καί σοι χάριν εἰσόμεθα καὶ τοῦδε.

[4] ὁπότερον δ' ἂν δοῦναι γνῷς, ἐν γράμμασιν ὁμολόγει, καὶ πίστις τοῦ μέλλοντος ἐπιστολὴ γενέσθω.

[706]

Ἑορτίῳ.

[1]    Ἔπεμψα τὸν ἀδελφὸν ἱκετεύσοντα τὸν παρ' ὑμῖν ὑπὲρ ἐμοῦ θεόν. κοινώνησον δὴ τῆς ἱκετείας, εἴ τί σοι μέλει τοῦ ἐρρῶσθαί με.

[707]

Σατορνίνῳ.

[1]    Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος, ὃ ποιεῖ τὸ μὲν ζῆν βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν ἐξήλεγξε φάρμακα, μόνῳ δ' ἂν εἴξαι τῷ θεῷ.

[2] κατὰ τοῦτο δὴ τὸν ἀδελφὸν ἀπεσταλμένον πρόσαγε τῷ ἀγάλματι καὶ τὰ ἄλλα συμπροθυμοῦ. [708] [t]

Παρθενίῳ.

[1]    Εἰ μὲν ἦν κινεῖσθαι κύριος, αὐτὸς ἂν ὑμῖν ἧκον εἰς τὴν μεγάλην πόλιν, δίδωσι γὰρ αὐτὴν οὕτω καλεῖν ὁ θεός· ἐπεὶ δὲ ἀνάγκαις, ἃς οἶσθα, κατείλημμαι, μένω μέν, πιστεύω δὲ τεύξεσθαι μαντείας σπένδοντός τε ὑπὲρ ἡμῶν ἀδελφοῦ καὶ σοῦ συνευχομένου.

[709]

Δημητρίῳ.

[1]    Ἀλλ' ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα· τάς τε γὰρ ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην, ἣ πάντας ἐπῆλθε πίθους.

[2] ὅ γέ τοι τῆς ἑσπέρας οἶνος ἅμα ἡμέρᾳ διέφθαρται παρ' ἡμῖν, ὥσθ' ὅσον ἂν ἀργύριον γένηται παρ' ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.

[710]

Βακχίῳ.

[1]    Οἱ μὲν ἰδόντες εὐδαιμονέστεροι τὰ περὶ τὴν Ἄρτεμιν σοὶ πεφιλοτιμημένα, γεγόναμεν δὲ καὶ αὐτοὶ τοῖς ἠγγελμένοις ἡδίους καὶ οὐκ ἴσον μὲν ἐκείνοις, οὐ πολὺ δὲ ἔλαττον εἴχομεν.

[2] ὁ γάρ σοι τὰ γράμματα φέρων οὗτος ἐκόμιζέ μοι τῶν πεποιημένων τὸν λόγον, ὅθεν μὲν σὺ τὴν θεὸν ἦγες καὶ ἐν ὅτῳ σχήματι, ὅπως δὲ ὡπλισμένην, σὸν δὲ εἶναι τὴν σκευὴν ἀνάλωμα.

[3] καὶ τῶν ἱερείων ἐμνήσθη τοῦ τε ἀργυροῦ συὸς καὶ τῆς ἐλάφου πομπῆς τε διηγήσατο κόσμον πλῆθός τε δαιτυμόνων καὶ πλῆθος ἡμερῶν ἐν πότῳ καὶ τὸ κάλλιστον· προσθεῖναι γὰρ ἔφησε τὴν ἀπὸ τῶν λόγων τὸν καλὸν Δημήτριον ἑστίασιν, ὥστε με σκιρτήμασιν ἔχεσθαι καὶ συνήδεσθαί σοι τῆς περὶ τὴν Ἄρτεμιν θεραπείας.

[4] ἀλλὰ σύ γε παισί τε παραδοίης τὴν ἱερωσύνην τῆς τε τῶν θυσιῶν ἐπανόδου γῆ τε καὶ θάλαττα πάντα ἀπολαύοι τὸν χρόνον.

[711]

Πολυχρονίῳ.

[1]    Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, πότε ἀφίξεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἵν' ἡμᾶς εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθ' ἡμεῖς μὲν προσκείμεθα τοῖς εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις, ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ κύματα τῆς ἠπείρου κρίνετε.

[2] ἢν οὖν ποτε ὑμᾶς ἐνταῦθα λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει. [712] [t]

Βακχίῳ.

[1]    Ὅνπερ ἐγὼ τρόπον, τοῦτον ὁ ἄρχων μετέσχε τῆς παρ' ὑμῖν ἑορτῆς· οὐδὲν γὰρ ἠγνόησεν ὧν ᾔδειν ἐγώ. ἀλλὰ καὶ περὶ τῶν ὅπλων καὶ τῶν τεθυμένων καὶ τῆς ἄλλης δαπάνης καὶ τῆς διὰ πάντων ἀκούων λαμπρότητος οὕτως ἥσθη τε καὶ συνήσθη τῷ τε ἱερεῖ καὶ τῇ πόλει, ὥστε ἔφησε τῶν πεπραγμένων πρὸς αὐτὸν μεμνήσεσθαι τὸν βασιλέα.

[2] μάλιστα δὲ αὐτὸν εὔφρανεν, ὅτι εἷς ὢν ἤρκεσας εἰς τὴν τοῦ ἀγάλματος κλοπήν. Διομήδει δὲ ἄρα καὶ Ὀδυσσέως ἔδει. καί σε ἐπεγείρει δι' ἐμοῦ καὶ πρὸς τὸ τὸν νεὼν ὀρθοῦν πάλαι μὲν πᾶσι κηρύξας κομίζεσθαι τὰ αὑτῶν, ἕτοιμος δὲ ὢν ὅ τι ἂν μηνύσῃς ἠδικημένον τὸν τόπον, καὶ βοήσεσθαι καὶ βοηθήσειν.

[713]

Λεοντίῳ.

[1]    Μένανδρον τὸν χρηστὸν ἥκοντα παρ' ὑμῶν καὶ βουλόμενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας καὶ τῶν ἐλπίδων.

[2] οὔκουν ἐπ' ἀμείνω σε παρακαλεῖν ἔχοιμ' ἄν, ἀλλ', ἂν μείνῃς ὅμοιος, ἀρκέσει. δεῖ δέ σε τῇ περὶ τὰ πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.

[714]

Κέλσῳ.

[1]    Οὑτοσὶ μὲν ὁ μὴν γέμει πραγμάτων, γάμος δὲ οὐκ ἀνέχεται τοιούτων δρόμων οὐδὲ φροντίδων· ὁ δὲ ἐπὶ τούτῳ, κἂν ὑπάρχῃ σχολή, νόμῳ τινὶ παλαιῷ τὸν ὑμέναιον οὐ δέχεται. δέξεται τοίνυν ἡμᾶς ὁ τρίτος φόβου μὲν ὢν καθαρός, ἐσόμενος δὲ ἴσως καὶ πόνων.

[715]

Τῷ αὐτῷ.

[1]    Οὐδὲν θαυμαστὸν εἴ τις ἠράσθη τῆς Ἀττικῆς· φύσει γὰρ φίλτατον τὸ χωρίον τοῖς τε ἰδοῦσι τοῖς τε οὔπω. καὶ νομίζουσιν οἱ πατέρες ἢ λόγους αὑτοῖς ἐκεῖθεν τοὺς υἱεῖς κομιεῖν ἢ δόξαν γε τοῦ λόγους ἔχειν.

[2] Ἀκάκιον δέ, διότι μὲν αἰδοῦμαι, κἂν πέμψαντα τὸν υἱὸν ἐπῄνουν· διότι δὲ φιλῶ, βουλοίμην ἂν μὴ πέμψαι τὸν παῖδα. τῶν γὰρ αὐτόθι διδασκάλων οἱ μὲν διὰ γῆρας δέοιντ' ἂν τοῦ καθεύδειν μαλακῶς ἐπὶ πλησμονῇ, τοῖς δ' ἴσως δεῖ διδασκάλων, οἳ τοῦτο πρῶτον αὐτοὺς παιδεύσουσι, λόγοις κρίνεσθαι καὶ μὴ ὅπλοις.

[3] νῦν δ' ἡμῖν στρατιώτας ἀντὶ ῥητόρων ἐκκροτοῦσι, καὶ πολλοὺς εἶδον οὐλὰς ἐνηνοχότας ἀπὸ τῶν ἐν Λυκείῳ τραυμάτων. ὧν ἴσως μὲν οὐκ ἂν ἐγένετο Τιτιανός, ἔστι δὲ οὐδὲ συμφοιτητὴν τῶν τὰ τοιαῦτα λογιζομένων δόξαι καλόν.

[4] ἀμφοτέροις οὖν ἴσθι βεβοηθηκώς, καὶ ἐμοὶ καὶ ἐκείνοις· ἐμοὶ μὲν οὐκ ἐάσας ἄλλον τοῖς ἐμοῖς κοσμηθῆναι πόνοις· ἐκείνοις δὲ τῷ μὴ πολὺν αὐτοῖς ἀναλωθῆναι χρόνον ἴσως ὑπὲρ μικρῶν· οὕτω γὰρ εἰπεῖν βέλτιον.

[5] πρόσθες δὴ τῷ τὴν ὁδὸν ἐκείνην κωλύσαι τὸ τὴν ὡς ἡμᾶς ἐπεῖξαι. ἐρχέσθω δέ, εἰ μὲν βούλεται, προσληψόμενος λόγων· εἰ δὲ ἐθέλει, χρησόμενος οἷς ἔχει. πάντως ὅ γε ἄρχων πάσῃ δέξεται τὸν νεανίσκον εὐνοίᾳ. σωφρονούντων δέ, οἶμαι, καρποῦσθαι καιρόν.

[6] τούτων μὲν οὖν οὐκ ἀμελήσεις, τὸν δὲ Ἀλέξανδρον ἡμῖν ἀπάλλαττε δεσμοῦ δευτέρου· πρὶν γὰρ ἀναπνεῦσαι πιέζεται καὶ κῦμα τὸ μὲν διαπέφευγε, τῷ δὲ παλαίει. τὸ γάρτοι προεισφέρειν τὸν τηλικοῦτον οὐ πολὺ κουφότερον τῆς περὶ τὸ κοινὸν βαλανεῖον δαπάνης.

[7] ποιοῦ δὴ τὴν βοήθειαν διὰ πάντων καὶ μηδὲν τῶν ἐκεῖθεν ταραττέτω τὸν νέον. [716] [t]

Τῷ αὐτῷ.

[1]    Ἔδωκεν ἡ ἀρχή σοι πλεονεκτῆσαι ἡμῶν καὶ προεντυχεῖν τῷ καλῷ Φουρτουνατιανῷ. ἡμῶν γὰρ ἔτ' ἐν μαντείαις ὄντων καὶ ἄλλην ἄλλου λέγοντος ἡμέραν, εἰς ἣν αὐτὸν εἰκὸς φανεῖσθαι, σὺ τὸν ἄνδρα εἶχές τε καὶ εἱστίας, ἀνθειστία δὲ σὲ κἀκεῖνος, ὡς εἰκός, οἷς εἶχε, καλλίονι θοίνῃ, τοῖς περὶ τοῦ βασιλέως λόγοις, ἐν οἷς ἦν ὅτι καὶ σὲ φιλεῖ καὶ ἡμῶν οὐκ ἀμνημονεῖ.

[2] κατηγορούμενος δὲ ἐπὶ τῷ μὴ γράψαι καὶ παρὰ τούτῳ καὶ ἔτι πρότερον παρὰ τοῖς πρέσβεσιν, οἶσθα γὰρ ἃ πρὸς ἑκατέρους εἶπεν, οὔπω δύναμαι καταγνῶναι τῆς ἐμαυτοῦ σιωπῆς οὐδ' ὡς ἦν μοι κάλλιον ἐπεσταλκότα εἶναι πεισθῆναι. τῆς γὰρ νῦν οὔσης αἰτίας ἡ τότ' ἂν γενομένη χαλεπωτέρα τ' ἂν ἦν καὶ οὐκ ἐῶσα τὸν φεύγοντα ἀντιβλέπειν τῷ διώκοντι.

[3] πρότερον μὲν οὖν τὸ τῆς βασιλείας μέγεθος ὀκνεῖν ἐποίει γράφειν· νῦν δὲ δὴ καὶ τὸ κάλλος τῶν βασιλέως ἐπιστολῶν διπλοῦν ποιεῖ τὸν φόβον. καὶ γὰρ εἰ τὰ ἄλλα παρ' ἡμῖν, ἀλλ' οὐ τό γε φῶς ὅσον ἐν τοῖς ἐκείνου. μάλιστα γὰρ ὧν ἴσμεν ἰσχὺν ἁνὴρ συνεκέρασε σαφηνείᾳ. [717] [t]

Τῷ αὐτῷ.

[1]    Εἰ μὲν ἠγνόεις Θεόφιλον, ἐδίδασκον ἄν σε ὅτι οὗτος ἐν καιρῷ παρέχοντι παροινεῖν μέτριος ἦν· ἐπεὶ δὲ καὶ οἶσθα καὶ διὰ τοῦτ' εὖ ποιεῖς, διδάσκειν μὲν ἢ παρακαλεῖν οὐδὲν ἄν σε δεοίμην, ἐπαινῶ δέ, ὅτι τὸν ἄνδρα τῶν προνοίας ἀξίων ἡγῇ.

[718]

Τῷ αὐτῷ.

[1]    Τὸν ἱεροφάντην ἡμῖν ἐκ τῆς κλίνης ἀνέστησεν ὁ θεός. καὶ τοσοῦτον ἄρα ἐστὶ θεὸς μένος ἐμπνέων, ὥσθ' ὁ πρὶν φερόμενος ὁ γέρων ἐβάκχευσεν ἄμεινον τῶν ἐρρωμένων καὶ νέων.

[2] ἀπὸ τῆς αὐτῆς δὴ προθυμίας τε καὶ ῥώμης καὶ παρ' ὑμᾶς τρέχει βίβλους τὰς παρ' ἡμῖν οὐκ ὀρθῶς ἐχούσας ἐκ τῶν παρ' ὑμῖν ἐπανορθώσων.

[3] ἐγὼ δ' οὐχ ἵνα οὗτος κερδάνῃ τι παρὰ τῶν γραμμάτων, ἔγραψα, πολλαχόθεν γὰρ αὐτῷ τιμῆς ἀφορμαί, ἀλλ' ἵν' ἐν τοῖς ὑπὲρ τῶν ἱερῶν πονοῦσι καὶ αὐτὸς ἀριθμῶμαι. [719] [t]

Ἀκακίῳ.

[1]    Τοὺς μὲν ἀπὸ γλώττης με προσεροῦντας πέμπεις, τὰς δ' ἐν ἐπιστολαῖς προσρήσεις ἐκλέλοιπας καὶ ταῦτα θέλγειν δυνάμενος ἐξ ἐπιστολῶν. εἰ μὲν οὖν ἕτερος γέγονας, ἀνθ' ὅτου, φράσον· εἰ δ' ὁ αὐτὸς μεμένηκας, μὴ φθόνει τοῦ μείζονος.

[2] Τιτιανὸς δὲ ὅτι μὲν ἡμῶν ἔσται μᾶλλον ἢ τῶν ἐκ τῆς Καλλιρρόης πινόντων, οἶδα· βουλοίμην δ' ἂν μαθεῖν, εἴτε σὴ τοῦτο ψῆφος εἴτε ἐκείνου. καὶ γὰρ ἐδάκρυσεν ἐνθένδε ἀπαίρων· εἰκὸς δέ, ὅτι καὶ παρὰ σοὶ μνημονεύσας ἐμοῦ.

[720]

Διοφάντῳ.

[1]    Δέχου τῶν ἡμετέρων ἑταίρων τὸν ἄριστον· οὗ τὴν φύσιν ἐκ τῆς νῦν ἐπιθυμίας κρῖνε. τῶν γὰρ ὄντων αὐτῷ λόγων ἐπὶ τὸ δίκας λέγειν αὐτὸν ἀγόντων καὶ τῶν οἰκείων ταῦτα συνευχομένων τὸ φιλοσοφίας κάλλος ἄμεινον ἡγήσατο τῆς ἐκεῖθεν ἰσχύος.

[2] σκοποῦντι δέ, πόθεν ἂν ὡς ἀληθῶς τὸ πρᾶγμα λάβοι, μηνύομεν ἡμεῖς Αἴγυπτόν τε καὶ Διόφαντον, τὴν μέν, ἐξ οὗπερ ἄνθρωποί τε καὶ Νεῖλος, τὸ καλὸν τοῦτο τρέφουσαν, τὸν δ' ὅσον οὐκ ἄλλος σοφίας κεκτημένον.

[3] συνίστησι μὲν οὖν καὶ αὐτὸς ὁ ἔρως τὸν νεανίσκον, συνίστημι δὲ κἀγὼ πιστεύων τι δύνασθαι παρὰ σοί. σὺ δ' εὐμενεῖ τε λόγῳ καὶ προσώπῳ φαιδρῷ μετάδος τῆς τελετῆς, ἣ τὸν οὐρανὸν τοῖς μετασχοῦσιν ἀνοίγει.

[721]

Ἀμμωνίῳ.

[1]    Μενεκράτης οὗτος ἦλθε μὲν οἴκοθεν ὡς μετασχήσων μου συνεχῶς, νοσημάτων δὲ πλῆθος ὀλίγην ἐποίησεν αὐτῷ τὴν συνουσίαν. οὐ μὴν τήν γε παρ' ἡμῶν εὔνοιαν εἰς αὐτὸν τοῦτο ἤμβλυνεν, ἀλλ' ὅ τι ἂν ἔξω τῶν λόγων ἐξῇ βοηθεῖν, ἕτοιμον ἐμαυτὸν παρέχω. μέγιστον δὲ ὧν δοίην ἂν ὃ νυνὶ ποιῶ· ταυτὶ γὰρ αὐτῷ τὰ γράμματα πολλῶν ἀγαθῶν ἀρχὴ τὴν σὴν προξενοῦντα ῥοπήν.

[2] ὡς οὖν ἐπιθυμήσαντα μὲν ῥητορικῆς, κωλυθέντα δὲ ὅσον ἄξιον λαβεῖν ἄνεχε ταῖς παρὰ σαυτοῦ βοηθείαις.

[722]

Κέλσῳ.

[1]    Οὐκ ἀγνοεῖς τουτονὶ Διογένη ὄντα πολίτην ἡμέτερον, τῷ δ' οὐ τοῦτο μόνον πρὸς ἡμᾶς ἐστιν, ἀλλὰ καὶ ἆθλον ὑπέστη ποτὲ προσόμοιον τῷ Ζωπύρου.

[2] μὴ καταφρόνει δὲ μήτε τῶν πολέμων, οὓς πολεμοῦσιν οἱ σοφισταί, μήτε τῶν ἐν αὐτοῖς ἀριστευόντων νέων, ὧν ὁ Διογένης οὗτος. ἔδοξε γὰρ ἡμῖν δάκνειν ποτὲ μετὰ παιδιᾶς Ἀκάκιον.

[3] ἡ δὲ ἦν ἀπόστασις μαθητοῦ πεπλασμένη ζητοῦσα δὴ τὸν ὡς ἄριστα ὑποκρινόμενον τὸ δρᾶμα, βελτίων δὲ οὐδεὶς ἐδόκει τοῦ Διογένους.

[4]

ὁ δὲ ἐφάνη καλλίων ἢ προσεδοκήθη. καὶ γὰρ ἐπιστεύθη ταχέως καὶ ῥημάτων ἤκουσε τῶν ἐκ κολακείας καὶ παρέπεμπε μὲν ὡς ἂν μαθητὴς ὀχούμενον, ἀπεπήδα δὲ περὶ τὰς θύρας ὡς τοὺς ἡμετέρους, οἳ ἐκάθηντο θέατρον αὐτῷ. καὶ οὕτως ἀντὶ τῆς Βαβυλῶνος εἴχομεν ἀφορμὴν εἰς γέλωτα καὶ οὐδὲ ὁ θεῖος ἡμῖν ἐνταῦθα ἠδύνατο μὴ γελᾶν.

[5] σκόπει οὖν ὅπως αὐτῷ τὸν μισθὸν ἀποδώσεις τῆς τόλμης ἐπὶ τὸν ἀποστεροῦντα χρέους τινὸς βοηθήσας.

[723]

Τῷ αὐτῷ.

[1]    Ὁ νόμος τοὺς ἰατροὺς μίαν ἀπαιτεῖ λειτουργίαν τὴν ἀπὸ τῆς τέχνης, Φίλων δὲ πρὸς τὸ βουλεύειν ὑπὸ τῶν Ῥωσὸν οἰκούντων ἕλκεται πάλαι πολλοὺς ἐκ νοσημάτων ἀναστήσας.

[2] εἰ μὲν οὖν ἀγνοοῦσιν ὡς ἰατρὸς ὁ Φίλων, μαθόντες παυέσθωσαν· εἰ δὲ εἰδότες βιάζονται, Φίλων μὲν ἴσως ἀσθενής, ἰσχυρὸς δὲ ὁ νόμος.

[724]

Ἡσυχίῳ.

[1]    Ὅτι μὲν οὐχ ἧττον τῶν ἱερέων ὑμῶν ἐπιθυμῶ τοὺς νεὼς κομίσασθαι τὸ κάλλος, οἶσθά που μᾶλλον ἑτέρων· οὐ μέντοι βουλοίμην ἂν οἰκιῶν καθαιρουμένων γενέσθαι τοῦθ', ὃ γένοιτ' ἂν καὶ μενουσῶν ἐκείνων, ὅπως τὰ μὲν ὄντα ἑστήκῃ, τὰ δὲ κείμενα ἀνιστῆται, καὶ μὴ τὰ μὲν κοσμῶμεν, τὰ δὲ λωβώμεθα τὰς πόλεις.

[2] τῆς δὲ οἰκίας Θεοδούλου κατηγορῆσαι μὲν πρόχειρον, φείσασθαι δὲ ἄξιον οὔσης καλῆς τε καὶ μεγάλης καὶ ποιούσης ἑτέρων καλλίω τὴν ἡμετέραν, ἄλλως θ' ὅτε Θεόδουλος οὐχ ὕβρει καὶ παροινίᾳ διέσπα τὸ ἱερόν, ἀλλ' ὄντων τῶν πωλούντων ἐώνητο τιθεὶς τὰς τιμάς, πρᾶγμα ποιῶν, ὃ πᾶσιν ἐξῆν τοῖς δυναμένοις ὠνεῖσθαι.

[3] λέγουσι δὲ οἱ πάντα εἰδότες τὰ Θεοδούλου πολλάκις αὐτὸν ἐωνῆσθαι τοιαῦτα καὶ ᾤοντο δεῖν χρῆσθαι δικαστηρίῳ, γνοὺς δὲ ἐγὼ δικαστὰς ὑμῶν αὐτοῖς οὐκ ἐπέτρεψα ζητεῖν ἀμείνους εἰδὼς ὑμᾶς βουλεύσεσθαί τι τοιοῦτον, ᾧ καὶ τοῦ θεοῦ φροντίζοντες φανεῖσθε καὶ τῆς πόλεως οὐ καταμελοῦντες.

[4] ἢν οὖν τι γένηται μέτριον, ἐπιστέλλετε πρὸς ἡμᾶς, ἵν' ὑμᾶς ἐπαινῶμεν.

[725]

Ἰουλιανῷ.

[1]    Ἀλλ' εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθωμεν, εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντες ἀκόντων ἀνέγνωμεν.

[2] τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἡμῶν ἢ 'κείνων, τὸ τετιμῆσθαι δὲ παρ' ἐκείνοις μόνοις. ἐρῶμεν δὲ καὶ αὐτοὶ τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.

[726]

Ῥουφίνῳ.

[1]    Τί οὖν οὐκέτι περὶ τὸν Βόσπορον ἐκαθέζου μέλλων γε τοῦτο ποιήσειν ἐν Κιλικίᾳ; Κέλσῳ μὲν γὰρ ἐπανήκεις, ἡμῖν δὲ οὔπω.

[2] καίτοι πάντα μὲν ἤλπιζον ἀκούσεσθαι παρὰ τοῦ δοκιμάζειν τε δυναμένου καὶ φενακίζειν οὐκ εἰδότος, πᾶσαν δὲ ἐκείνην ἀπολήψεσθαι τὴν εὐφροσύνην, ἣν εἶχον διὰ σοῦ μετὰ σοῦ τὸν ἵππον ἐλαύνων, ὅτε σοὶ μὲν οὑμὸς ὁ μικρὸς ἐπεβούλευε λακτίσαι θέλων, σὺ δ' ὁμοῦ τε ἐφυλάττου καὶ διηγοῦ τι τῶν σαυτοῦ τῇ διηγήσει τὸν Ὀδυσσέα μιμούμενος.

[3] καὶ γὰρ δὴ καὶ Κύκλωπα διεπεφεύγεις, οἶμαι, τινὰ κτεῖναι βουλόμενον καὶ τοῦτο ἔχοντα τέχνην, ξενίζειν, εἶτα φονεύειν. διαφέρει δὲ τοσοῦτον, ὅτι ἐκεῖνος μὲν ἄκοντος ἐσώθη τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ἐκκόψας αὐτῷ, σὺ δὲ ὀρχήσει τὸν τρόπον ἐνίκησας τοῦ λῃστοῦ καὶ φύλακα μέχρι τῶν ὅρων εἶχες τὸν ἀκονῶντα ξίφος ἐπὶ σὲ καὶ τοὺς οἰκέτας.

[4] ᾤμην οὖν μοι τὴν κεφαλὴν τῶν αὐτῶν ἀπολαύσεσθαι φαρμάκων· σὺ δὲ φίλῳ μὲν σύνει, φίλου δὲ ἀμελεῖς, καὶ οὐκ ἐμέρισας τὸν χρόνον.

[5] ἐβουλόμην μοι τὸν ἵππον τὸν μικρὸν μικρὰ τῆς ἐμῆς συνιέναι φωνῆς κατ' ἐκεῖνον τὸν Ἀχιλλέως, ὅπως αὐτὸν παροξύναιμι καὶ ποιήσαιμί σοι χαλεπώτερον διδάξας ὅσα ἠδίκημαι.

[6] ἀλλ' εἰ καὶ μὴ τοῦτο ἔστι μοι, τῷ γε εἰωθότι θυμῷ λήψεται παρὰ σοῦ δίκην.

[727]

Δημητρίῳ.

[1]    Τὸ μὲν ὀφείλημα τί ποτέ ἐστιν, ὃ φῂς οὐκ ἀποδοῦναί με, οὐκ οἶδα· τὸ δὲ τῆς κεφαλῆς κακὸν ἀρχαῖον ὄν, εἴκοσι γὰρ ἔτη γεγονὼς ἐπλήγην, ἔστι δὲ ἐκεῖθεν ὀκτὼ καὶ εἴκοσι, νῦν γέγονε περιβόητον ταῖς παρὰ τῶν θεῶν βοηθείαις. τὰ γὰρ ἐκ τῶν ἱερῶν φοιτῶντα τοῖς σώμασιν ἔχοντά τι καὶ τοῦ παραδόξου πολὺν ἐφ' ἑαυτοῖς κινεῖ τὸν λόγον.

[2] σὺ δὲ μὴ μόνον μοι συναλγεῖν, ἀλλὰ καὶ τὸν προβαλόντα σοι τὸν ἆθλον δαίμονα πείθειν φθέγξασθαί τι καὶ περὶ ἡμῶν. δίκαιος δέ ἐστι μισθὸν δυοῖν δοῦναι λόγοιν, ὧν καὶ Ζηνόβιος ἐμνήσθη μετ' εὐφημίας. οὕτως ἄρα αὐτῶν ὁ δαίμων συνεφήπτετο.

[3] βουλοίμην δ' ἂν καὶ αὐτὸς τοῖς σοῖς λόγοις τιμῆσαι τὸν θεόν· τοῦτο δ' ἂν ποιοίην ἀναγιγνώσκων. πέμπε οὖν καὶ δίδασκε γείτονα πόλιν, ὅστις ἐστὶν οὗτος ὁ τὴν ὑμετέραν ἀνέχων.

[728]

Ἀρείονι.

[1]    Ἡδέως εἶδόν σου τοὺς υἱούς, τὸν μὲν ὑπὲρ λόγων ἥκοντα, τὸν δὲ τὸν ἀδελφὸν ἐπὶ λόγους ἄγοντα· παντὶ μὲν γάρ, οἶμαι, τὸ πρᾶγμα καλόν, ὑμῖν δὲ ἤδη καὶ ἀναγκαῖον, εἰ δὴ τὸ τὴν γενομένην ὑμῖν δόξαν ἐκ τῆς Ἀγαθίου σοφίας φυλάττειν μὲν πρέπον, διαφθείρειν δὲ οὐχ ὅσιον.

[2] ἐγὼ μὲν οὖν καὶ δι' Ἄγκυραν, ᾗ πολλὰς ὀφείλω χάριτας, καὶ διὰ σὲ καὶ διὰ τὸν θεῖον τοῦ νέου πάσῃ μὲν προθυμίᾳ, πάσῃ δὲ παρακλήσει χρήσομαι· δεῖ δὲ καὶ τὸν σὸν υἱὸν τῶν κινούντων με μᾶλλον ἢ τῶν κινεῖσθαι δεομένων γενέσθαι.

[3] πείθομαι δὲ ὡς ἔσται τῶν ἐπιθυμούντων· ὅ τε γὰρ οὐκ ἐῶν θαυμάζεσθαι λόγους καιρὸς παρελήλυθε τό τε ὄνομα τῷ παιδὶ παντὸς ἰσχυρότερον προτρεπτικοῦ.

[729]

Παγκρατίῳ.

[1]    Ἕνεκα μὲν λόγων ἐξ Ἐλευσῖνος εἰς Ἐλευσῖνα πέπομφας τὸν ἑταῖρον, ταὐτὰ γὰρ οἶμαι μυστήρια, καὶ λόγοις οὐ καινοῖς ἐντεύξεται, τὴν δ' ἀποδημίαν αὐτῷ πεποίηκε δόξα τις περὶ Σύρων, οὐ σοφιστοῦ δύναμις. δοκεῖ γάρ πως ἡ πρὸς τὸ ἔθνος ὁμιλία δύνασθαι ψυχὰς ἀκονᾶν καὶ ποιεῖν ἐπιτηδείους χρῆσθαι πράγμασιν.

[2] ἢν οὖν ὀξύτερος ὁ νέος ἐπανέλθῃ, τὴν πόλιν αἰτιάσασθε μᾶλλον ἢ τὸν ὧν ἀπέλαυεν οἴκοι τούτων ἐν ξένῃ μεταδόντα.

[730]

Ἀλβανίῳ.

[1]    Οὐκ ἐλύπεις με πρός με σιγῶν· ἐκ γὰρ ὧν ἐν ἄλλοις λέγων εὐδοκίμεις εὔφραινες. ἄγγελοι δὲ τούτου πολλοὶ μέν, οὐδεὶς δὲ οἷος ὁ περὶ μὲν χεῖρα ἀτυχήσας πολίτης ἡμέτερος, τὴν δ' ὑμετέραν οὐ χείρω τῆς οἰκείας εὑρών. οἷα γὰρ ἐν μακρᾷ καθέδρᾳ καὶ προσέτι δεινὸς ὢν ἐξετάσαι πολιτευομένου δύναμιν ὡς ἂν ἐν τοῖς αὐτοῖς ζῶν πάντα μὲν συνέλεξε, πάντα δὲ ἐμήνυσεν.

[2] οὐδὲν δὲ ἦν ἐφ' ᾧ μὴ πάνυ χαίρειν παρῆν· τήν τε γὰρ οὐσίαν ὑμῖν ἔφασκεν ἐπιδεδωκέναι, καὶ τὸ ἔτι κάλλιον, ἐκ δικαίων ἀφορμῶν, τῶν τε ἐκ τοῦ λέγειν εὐδοκιμούντων εἶναι καὶ σὲ καὶ τὸν ἀδελφὸν βλέπειν τε εἰς ὑμᾶς τὴν πόλιν μετὰ τὸν ὑμέτερον θεῖον ἔν τε ταῖς ἐλπίσιν εἶναί τι λαμπρότερον.

[3] ἀλλὰ καὶ ὡς ᾤχου δίκης καλούσης εἰς Θρᾴκην καὶ ὡς ἀπήλλαττες κατὰ νοῦν, καὶ ἄλλα πολλὰ καὶ καλὰ διηγεῖτό μοι καὶ οὐδὲ παύσεταί γε διηγούμενος· οὐ γὰρ ἐάσω, ἀλλ' ὅταν πάντα διεξέλθῃ, πάλιν αὐτὸν ἐπανάξω πρὸς ταὐτά· γλυκεῖα γὰρ ἡ διήγησις. καὶ γὰρ ἐννοεῖν μοι δίδωσιν ὡς οὐδὲ μέμφῃ τὸν πατέρα πέμψαντά σε οἷπερ ἐξέπεμψε. τούτου δὲ καὶ ἑτέρα μοι πίστις· οὐ γὰρ ἂν φίλων παισίν, ὑφ' ὧν ἡγοῦ βεβλάφθαι προὐξένεις.

[4] ἀναγινώσκων δὴ τὴν ἐπιστολὴν ἑώρων μὲν ὡς οὐ μόνον τὰ κοινὰ πράττεις, ἀλλὰ καὶ τῶν βιβλίων ἔχῃ· πλέον δὲ ἡδόμην, ὅτι καὶ προσέθηκας τοῖς πατρῴοις ἀγροῖς.

[731]

Ὑπερεχίῳ.

[1]    Συνησθεὶς σοί τε καὶ τῷ σῷ πατρί, τῷ μὲν τῆς εἰς σὲ μεγαλοψυχίας, σοὶ δὲ τοῦ τὸν πατέρα ἀρέσκειν, ὥστ' ἐκείνου ζῶντος πάντων καταστῆναι κύριον, ἐν τοῖς δευτέροις σὲ μὲν ὁμοίως ἐπαινεῖν ἔχω, τὸν δὲ οὐκέτι.

[2] σὺ μὲν γὰρ τῶν τε ἡμετέρων μεμνημένος λόγων καὶ τὸ πρᾶγμα ἐξετάζων ὀρθῶς οἷος εἶ τῇ πατρίδι λειτουργεῖν, ἐξ οὗ δόξα τε καὶ δύναμις γένοιτ' ἂν καὶ πρὸ τούτων γε τὸ τὰ δίκαια πρὸς τὴν οἰκείαν ποιεῖν· ὁ δὲ σὲ πέμπει ῥίψοντα τὰ ὄντα εἰς τὴν θάλατταν. εἰ γὰρ μήτε ἐκεῖ μέγα τι παρὰ τὴν δαπάνην ἕξεις οἴκοι τε οὐκ ἰσχύσεις ἑτέρωθι δαπανώμενος, πῶς οὐκ ἀπολεῖταί σοι τὰ χρήματα τῇ ψήφῳ τοῦ δεδωκότος;

[3] πεῖθε οὖν αὐτὸν μὴ τὴν ἐν τῇ παροιμίᾳ μιμεῖσθαι βοῦν μηδ' ὃ ἠμέλχθη γάλα λακτίσαντα ἐκχέαι. πρὸς γὰρ τῇ περὶ τὰ χρήματα βλάβῃ καὶ εἰς τὴν πόλιν ζημιώσῃ.

[4] εἰ μέντοι πολιτεύοιο τοῖς καθ' ἡμέραν παρὰ τοῖς ἄρχουσιν ἀγῶσιν, ἀμείνων ἔσῃ καὶ τὸ νῦν ἐπαινούμενον ῥεῦμα πλέον ἐργάσῃ· πράξας δὲ ἃ 'κείνῳ δοκεῖ, τῆς μὲν οὐσίας οὐ μικρὸν ἀφαιρήσεις, ἐν ἀργίᾳ δὲ καὶ ὕπνῳ τὸν λοιπὸν βιώσῃ χρόνον τὰ μὲν τῶν πέλας ὁρῶν αὐξόμενα, σοὶ δὲ πλὴν ὀνόματος κενοῦ γεγενημένον οὐδέν.

[5] πρόσαγε δὴ πᾶσαν μὲν πεῖραν, πάσας δὲ δεήσεις τῷ πατρὶ καὶ μὴ Καδμείαν νίκην ἐπίτρεπε νικᾶν ἐκείνῳ. γιγνέσθω δὲ μετὰ σοῦ καὶ ἡ μήτηρ, ἀκούω δὲ αὐτὴν νοῦν ἔχειν, καὶ τὸ μηδὲ ἐμοὶ τὴν βουλὴν ἀρέσκειν τὴν ἐκείνου λεγέσθω. ἴσως γὰρ νουθετούμενος λύσει δόγμα πονηρόν, ὅπερ μοι δοκεῖ πρὸς τὴν ἀπραγμοσύνην τὴν αὑτοῦ κεκυρωκέναι νῦν. ἅτε γὰρ ἐν ὄρεσι καὶ θήρᾳ τὰ πολλὰ διάγων μισεῖ τοὺς ἐκ τῶν ἐπ' ἀγορᾶς ἄθλων ἱδρῶτας.

[6] ἀλλ' ἐκεῖνος μὲν ταῦτα φευγέτω, σοὶ δὲ ἐπιτρεπέτω παλαίειν. νῦν γὰρ οὐ Μάξιμον οἶμαι πολιτεύεσθαι δεῖν τὸν τῶν ἀγρῶν φίλον, ἀλλ' Ὑπερέχιον τὸν Μαξίμου τὸν θορύβους ἐπιστάμενον φέρειν.

[7] ἐγὼ μὲν ταῦτα παραινῶ καί φημι λυσιτελήσειν ὑμῖν· ληρεῖν δὲ εἰ δόξαιμι νῦν, ἀλλ' ὕστερόν γε ἐπαινέσεσθε τὴν γνώμην, ὃ τὸν μὲν σύμβουλον κοσμήσει, τὸν οὐκ ἐπαινοῦντα δὲ οὐκ ὀνήσει.

[732]

Ἀκακίῳ.

[1]    Ἐμοὶ μὲν ἤρκει καὶ τὰ πρῶτα, δι' ὧν τόν τε οἶκον διεφύλαξας Μαξίμῳ καὶ τὸν υἱὸν αὐτοῦ τιμῶν οὐ μικρῶν ἠξίωσας· σὺ δὲ κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων ἀμείνων εἶ προϊών.

[2] ὑπὲρ ὧν ἔγραψαν μὲν ἐκεῖνοι, μεμήνυκε δὲ Φιλοκλῆς τήν τε ὅλην σου πρόνοιαν εἰς αὐτοὺς ἀπαγγέλλων καὶ ὡς κοινωνήσειε τῷ νεανίσκῳ παρὰ σοὶ τραπέζης. πυκνὸν δὲ ἔφασκε τοῦτ' εἶναι, φράσαι δὲ ἐκεῖνον πρὸς αὐτόν.

[3] ἐγὼ δὲ ἀκούων τὰ δεῖπνα καὶ μετὰ τὴν τιμὴν καὶ πρὸ τῆς τιμῆς ἐνενόουν ὡς βελτίων τὴν διάνοιαν ὑπὸ τῆς ‹σῆς› συνουσίας Ὑπερέχιος ἐγίνετο. ῥεῖ γὰρ ἐκ τῶν σῶν φρενῶν ἐπὶ τοὺς ὁμιλοῦντας σύνεσις ὥσπερ ἀπὸ τῶν χασμωμένων ἐπὶ τοὺς ὁρῶντας ὕπνος.

[4] κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πεποιήκασιν εὐεργέτας.

[5] ἀλλ' ἕως μὲν ἑώρων, ὡς τάχ' ἄν σε ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους, εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος ἐκτῖσαι.

[6] τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦτον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν τοὺς ἐμοὶ φιλτάτους.

[7] ἀλλ', εὗρον γὰρ ἐν τοῖς ἀπόροις παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι τὴν χάριν.

[733]

Ἀετίῳ.

[1]    Ἐν ταῖς παραμυθίαις, ἃς ἔσχεν ἐπὶ τῆς ὑμετέρας Ὀβοδιανὸς κάμνων τὸν ὦμον, καὶ τὴν μετὰ σοῦ συνουσίαν ἠρίθμει μέγα μέρος αὐτῇ νέμων. τήν τε γὰρ ἡμερότητα πολλὴν ἔφασκεν εἶναι τούς τε λόγους οὐκ ἐλάττους τῶν φαρμάκων, οἷς τῆς τε λύπης ἀφῄρεις ἐλπίδας τε βελτίους ἐνεποίεις.

[2] ἀλλὰ καὶ τὸ τοῖς ἐπαίνοις, οὕς γε ἐκεῖνος ἐποιεῖτο κατ' ἐμοῦ, χαίρειν σε προστιθέναι τε πλείους αὐτόν, καὶ ταῦτα ἔλεγεν αὑτῷ τὰ παρόντα κουφίσαι.

[3] τὸν δὲ Ἀέτιον ὁσάκις εἴποι, τὸν καλὸν προσέθηκεν Ἀγκύρᾳ τε συνηδόμενος καὶ τῇ ἡμετέρᾳ, τῇ μὲν ὡς παιδευσάσῃ, τῇ δὲ ὡς ἐνεγκούσῃ.

[4] ἐγὼ δὲ τούτοις τε ἐτερπόμην τὴν ψυχὴν καὶ ἅμα ἐλογιζόμην ὅτι πάλιν νέων ἐκεῖθεν δεῦρο ἰόντων αὐτὸς ἡγῇ τοῖς πᾶσιν ἄμεινον πράττειν γράψας μὲν οὐδὲν δι' αὐτῶν, οὐκ ὀλίγα δὲ συμβεβλημένος εἰς τὸ ταύτην ἐλθεῖν.

[734]

Ἀλεξάνδρᾳ.

[1]    Ὥσπερ πᾶσι πράγμασι πλὴν ἑνὸς πέρυσιν ἠχθόμην ‑ σὺ δὲ οἶσθα τοῦτο τὸ ἕν, ὁπότε γὰρ ἔλθοιμι παρὰ σὲ καὶ διαλεγοίμην, ἑορτὴν ἡγούμην ‑ οὕτω νῦν πᾶσι χαίρων ὑφ' ἑνὸς ἀνιῶμαι τοῦ μὴ πάλιν ὑμᾶς ἀφῖχθαι.

[2] καίτοι τὸν γενναῖον Σέλευκον ἀκούων κεκομίσθαι τὴν ζώνην ἤλπιζον τὸν μὲν ἕψεσθαι τῷ βασιλεῖ, σὲ δὲ ἐκείνῳ, καὶ πάλιν αὐτὸς ὄψεσθαι τὴν ταῖς θεαῖς, ὡς Ὅμηρος ἔφησεν, ἐοικυῖαν γυναῖκα. ὡς δὲ ἐκείνων ἁμαρτὼν ἠθύμουν, γέρων τις ἐπιστὰς τὰς συνήθεις μοι ποιουμένῳ διατριβὰς εἶπέ τε παρ' ὧν ἥκοι καὶ ὅτι ἄγοι ἀνδράποδα δῶρον.

[3] ἐμοὶ δὲ τὸ μὲν δῶρον οὐκ ἐφάνη καινόν, πολλὰ γὰρ παρ' ἡμῖν ὑμέτερα καὶ ὅ γε τὸν νόθον μοι παιδαγωγῶν ἔτι καὶ νῦν ὁ Σελεύκου καλεῖται· ᾤμην δὲ ὅτι δεῖ προσεῖναι τῷ δώρῳ κάλλιον αὐτοῦ τοῦ δώρου, γράμματα σά.

[4] ὡς δὲ τὰ μὲν ἀνδράποδα εἰσήγετο, γράμματα δὲ οὐκ ἐφαίνετο, τὸ μὲν δῶρον καὶ οὕτως ἐλάμβανον, ἡδονὴ δὲ οὐκ ἦν, ὅσηπερ ἂν ἦν, εἰ καὶ τὰ γράμματα προσῆν.

[5] σὺ δ' εἰ ῥᾴθυμος ἡμῖν γέγονας ἐπὶ τῷ τόκῳ, τήν γε θυγατέρα κέλευε γράφειν καὶ βοηθεῖν τῇ μητρί. θεοὶ δέ μοι δοῖεν καὶ περὶ σῶν υἱέων τοιαῦτα ἐπιστεῖλαι.

[735]

Ἀκακίῳ.

[1]    Ἀλλὰ τί με ἐβούλου ποιεῖν, πρὸς αὐτῆς τῆς Ἀθηνᾶς, Τιτιανοῦ μὲν ἑτέρωσε πεμπομένου, τῆς δὲ σῆς ψήφου, δι' ἣν ἔμπροσθεν ἐπεδώκαμεν, κινουμένης ἢ κινουμένης μὲν οὐδαμῶς, δοκούσης δέ; κροτεῖν ἔδει με καὶ στεφανοῦσθαι καὶ χαριστήρια θεοῖς ἀνάπτειν καὶ ποιεῖν οἷάπερ, ἡνίκα μοι τὸ πρῶτον ἧκεν ὁ νέος;

[2] δικαίως μέντ' ἂν τότε ἠθύμεις καὶ γραφὴν ἀπέφερες ὕβρεως ὡς μικρῶν τῶν σῶν παρ' ἐμοὶ κεκριμένων, νῦν δ' εἰκότως ἂν ἐκ τῆς ἐμῆς λύπης ἔχαιρες, ἣν ἐγὼ λυπούμενος ῥῆμα μὲν οὐδὲν ἐξέβαλον πικρόν, ἐννοῶν δ' ὅτι τῶν Φωκεῦσι πεπονημένων Φίλιππος ἂν εἶχε τὴν δόξαν, οὐ διῆγον ἡδέως.

[3] ταύτην δὴ τὴν ἀθυμίαν πρώτου Κέλσου λύει γράμματα μηνύοντα λελύσθαι τὸ δόγμα, καὶ ἐγεγόνειν ῥᾴων. ἔπειτ' ἄλλος τις ἤγγειλεν ὅμοια καὶ τρίτος καὶ μυρίοι· τὰ γὰρ μεγάλα τῶν ἀγαθῶν πολλοὺς ἔχει τοὺς ἀγγέλους.

[4] Ῥουφῖνος δὲ ὁ καλὸς τὸν κολοφῶνα ἐπέθηκε· κεκοσμῆσθαι γὰρ ὑπὸ τοῦ νεανίσκου λόγῳ τὸν ἄρχοντα ἔφησε. τοῦτο δὲ ἦν καὶ ἐμὲ κεκοσμῆσθαι τοῦ μὲν τοῖς ἔργοις, τοῦ δὲ τοῖς λόγοις· ἄμφω γὰρ ἐμὰ θρέμματα, ὅ τε ἐπαινούμενος ὅ τε τὸν ἔπαινον ἐργαζόμενος.

[5] τοιαύταις τερπόμενος ἀκοαῖς εἶδόν τε τὸν ῥήτορα καὶ τὰς ἐπιστολὰς δόντος ἀνέγνων καὶ τὴν ἐν ἀμφοτέραις τιμὴν ὑπὲρ τὸν Γύγου χρυσὸν ἦγον. οἵ γε μὴν ἐν τοῖς βαλανείοις Μαραθωνομάχαι πᾶσαν παριόντες κωμῳδίαν οὐδὲ ἔστιν εἰπεῖν ὁπόσον ἤνεγκαν γέλωτος.

[6] ἓν μόνον ἐδόκεις μοι ψεύδεσθαι τὸ φάσκειν οὐ γενέσθαι σοι δύναμιν, ἀφ' ἧς ἂν εἶχες συνεῖναι νέοις. ἐγένετο γάρ, καὶ οὐκ ἐκώλυσαν αἱ γραφαί, ἀλλ' ἀμφότερα σύγε, ῥήτωρ τ' ἀγαθὸς κρατερός τ' αἰχμητής.

[7] ἀλλ', οἶμαι, τοῦ θρόνου τοὺς πόνους ἔδεισας. μαρτυρεῖ δὲ ἃ γράφεις καὶ οἱ τὰ τῶν σοφιστῶν κρύψοντες, ἡνίκα ἂν μηκέτι κρύπτωνται, λόγοι, καὶ κρυπτομένων δὲ ἐκείνων τοῖς ἤδη πεμπομένοις τε καὶ φαινομένοις πάντα τὰ πάντων ἐλέγχεις.

[8] ἐλπίζω δὲ ὅτι καὶ διὰ τοῦ παιδὸς πολλοὺς ἡμῖν ἐλέγξεις ῥήτορας οὕτως ὀξὺ βλέποντος καὶ ῥέοντος. ὃν ᾠήθην δεῖν εὐθὺς ἀποδύντα παλαίειν, ὅπως μὴ παρελθόντα καιρὸν ζητῶμεν.

[736]

Κέλσῳ.

[1]    Οὐκ ἔφθη σε ἀφεὶς ὁ βασιλεὺς καὶ συνέμιξεν ἐμοὶ καὶ μικροῦ μὲν σιγῇ παρέδραμεν ἠλλοιωμένου μοι τοῦ προσώπου καὶ χρόνῳ καὶ νόσῳ, φράσαντος δὲ τοῦ θείου τε καὶ ὁμωνύμου πρὸς αὐτόν, ὃς εἴην, κίνησίν τε ἐκινήθη θαυμαστὴν ἐπὶ τοῦ ἵππου καὶ τῆς δεξιᾶς λαβόμενος οὐ μεθίει σκώμμασί τε χαριεστάτοις καὶ ῥόδων ἡδίοσιν ἔπαττέ με καὶ αὐτὸν οὐκ ἀπεχόμενον τοῦ σκώπτειν. ὁ δὲ ἀμφοτέροις ἦν θαυμαστός, οἷς τε ἔλεγεν οἷς τε ἠνείχετο.

[2] μικρὰ δὲ αὑτὸν ἀναπαύσας καὶ τὴν πόλιν ἁμίλλαις ἵππων εὐφράνας ἐκέλευέ με λέγειν. καὶ εἶπον παρακληθείς, οὐκ ἐνοχλήσας, ὁ δὲ ἐτέρπετο βεβαιῶν μοι τὸ προοίμιον· ἔφην γὰρ αὐτὸν ἐν προοιμίῳ πάντα τἀμὰ καλὰ νομιεῖν ὑπὸ τοῦ ἐρᾶν. καὶ οὕτως ἐξέβη.

[3] σὺ δὲ καὶ αὐτὸς μὲν εἶ τῶν εἰπόντων καὶ ψήφου τετυχηκότων ἐγγύθεν σοι τῶν θεῶν ἀπὸ τοῦ βωμοῦ βοηθούντων καὶ παρεχόντων πρὸς τὸ θάλπος ἀνδρείαν· τοσοῦτον δὲ ἀπέσχες πέμψαι μοι τὸν λόγον, ὥστ' οὐδ' ὅτι εἴρηκας ἔγραψας, ἀλλὰ πρὸς μὲν Ὀλύμπιον εἰρωνευόμενος ἔφης ἐμέσαι, πρὸς δὲ ἡμᾶς οὐδὲ τοῦτο. [737] [t]

Πάππῳ.

[1]    Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον, ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλ' ὅτι μοι καὶ σημεῖον γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους ἐποίουν τοὺς ἐναντίους.

[2] τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ.

[3] Πέρσαι μὲν οὖν οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὰ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσονται καὶ διδάξουσι φεύγειν.

[4] ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπίσταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.

[5] γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι. [738] [t]

Δημητρίῳ.

[1]    Οἷον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην. Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρ' ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς παρὰ τῷδε ῥαΐσαι τέχνης μικρὰ μὲν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον.

[2] ταυτὶ μὲν τῆς πρὶν εὐηθείας ἤ, εἰ βούλει γε, δυστυχίας· ἀλλὰ νῦν ἤκουσέ τε ἀκριβέστερον περὶ τοῦ πάθους καὶ τήν τε φύσιν ἥτις ἦν ἐξεῦρε καὶ δι' ὧν ἢ στήσεται τελέως ἢ κουφότερον ἀνιάσει ἔφρασε σκεψάμενος.

[3] καὶ πεῖράν γε τῆς ἐπικουρίας εὐθὺς ἐν προοιμίοις ἐλαμβάνομεν οὐκ ἀγεννῆ· ὡς δὲ ἐπῄνουν τε καὶ χάριν ὡμολόγουν, γνώτω τοίνυν ἔφη καὶ Δημήτριος ὁ σοφιστής. τοῦτο δὲ ἦν εἰδότος ὅτι τοσαύτην αὐτῷ χάριν, ὅσηνπερ ὁ κάμνων, εἴσῃ.

[4] σὺ δ' ὁμοῦ τε τὴν χάριν ὁμολογεῖν καὶ κινεῖν ἐπί τι σοφώτερον· οἷα γὰρ ἐν μεγάλῳ πολέμῳ καὶ μῆκος ἔχοντι πολλῶν δεῖ τῶν ἐπιτεχνήσεων. βιβλίον οὖν ποιησάτω σοῦ πείθοντος, ὅπως εἰς ἐκεῖνο βλέποντες οὕτως ἄγωμεν τὸ σῶμα πειθόμενοι τῷ νόμῳ. [739] [t]

Ἀνατολίῳ.

[1]    Ὑμῖν μὲν εἴη καλλιερεῖσθαι καὶ τυγχάνειν τῶν θεῶν, τοῦ τε τῶν Μουσῶν ἡγεμόνος καὶ τοῦ τὸ ὄρος λαχόντος, λέγεται γὰρ δὴ βασιλεὺς ἀναβήσεσθαι κἀκεῖσε τὴν χαλεπὴν ὁδὸν ῥᾳδίαν ἡγούμενος, εἰ προξενοίη βωμόν· ἐμὲ δὲ ἔδει μὲν κοινωνεῖν καὶ ὁδοῦ καὶ εὐχῶν καὶ ἱερῶν καὶ βλέπειν εἰς τὸ τοῦ βασιλέως γένειον, ᾧ κοσμεῖ τὴν πορφύραν, τῇ Τύχῃ δὲ οὐ ταῦτα ἔδοξεν, ἀλλά με πληγὴν οἵαν οὐ πρότερον ἔπληξε.

[2] καὶ διῆλθον ἂν περὶ αὐτῆς, εἰ μὴ τὸν ἄμεινον τῆς ἐπιστολῆς ἐροῦντα τὸν χρηστὸν εἶχες Ὀλύμπιον, ὃς καὶ παρῆν ἡμῖν καὶ συνεδάκρυε καὶ χεῖρα ὤρεγε καὶ πάντα οἶδεν.

[3] οὗτος δέ ἐστιν ἐκεῖνος, ὃν ἐπαινοῦντος ἐμοῦ ἐγγράφειν ἕτοιμος εἰς τοὺς φίλους ἦσθα, καὶ προσάγειν τὸν ἄνδρα ἐκέλευσας. καὶ ταῦτα οἶδε καὶ ἡ ἄμπελος, ὑφ' ἣν περιπατοῦντες ἐποιούμεθα τοὺς λόγους ἔχοντες παρ' αὐτῆς ὁπόσον ἄν τις ἐξ ὀροφῆς.

[4] ὁ μὲν οὖν Ὀλύμπιος ἐνέκειτό μοι βοῶν εἰσάγειν αὑτόν, ἐγὼ δὲ ὑπὸ κακῶν μυρίων εἰργόμην. ἐπεὶ δὲ οὐ φέρει τὴν ζημίαν ἀκούων, ὡς ὁ μικρά σοι συγγενόμενος ἀπέρχεται φρονιμώτερος, τὸν δεύτερον ἐζήτησε πλοῦν, γράμματα ἐμὰ ἀντ' ἐμοῦ, καὶ οὐκ ἔμελλον δήπου μὴ δώσειν.

[5] σὸν δ' ἂν εἴη τὸν δεύτερον αὐτῷ τοῦ κρείττονος μὴ χείρω καταστῆσαι πλοῦν, ὅπως οὗτός τε χαίροι καὶ τὰ γράμματά μου τιμῷτο. [740] [t]

Ἰουλιανῷ.

[1]    Κατήγαγεν ἡμᾶς εἰς τὴν τιμὴν ὁ χρηστὸς Σαλούτιος, ἧς ἐτύγχανεν ἐξεληλακὼς ὁ σκαιὸς Ἐλπίδιος· ἃ γὰρ ἐκεῖνος ὑβρίζων ἀφείλετο, ταῦθ' οὗτος παύων τὴν ὕβριν ἀπέδωκε.

[2] τὸ μὲν οὖν ἥμισυ τῆς τροφῆς ἐνταῦθα φέρομεν, θάτερον δὲ ἐκ Φοινίκης ἐκέλευσεν ἔχειν ἐνθυμηθείς, οἶμαι, τοῦθ' ὅτι σοῦ τῆς Φοινίκης ἄρχοντος καλῶς μοι τὸ πρᾶγμα κείσεται.

[3] βεβαίωσον τοίνυν τῷ φίλῳ τὰς ἐλπίδας.

[741]

Ἀταρβίῳ.

[1]    Ἔμελλον αἰτιάσεσθαί σου τὴν πρὸς ἐμὲ σιωπήν. ἔπειτ' ἐνεθυμήθην ὅτι ταῖς αὐταῖς αἰτίαις καὶ ἐμαυτὸν αἱρήσω. κοινὸν γὰρ ἀμφοῖν οἶμαι τὸ τῆς σιγῆς· ἣν ἐποίησε δήπου μακρὰν τὸ μὴ γράψαι μὲν εὐθύς, αἰσχυνθῆναι δὲ ὕστερον τῷ μὴ πρὶν ἐπεσταλκέναι.

[2] πάσχομεν δέ τι τοιοῦτον καὶ ἐπὶ τῶν ἀρρωστούντων· εἰ μὴ κατ' ἀρχὰς εἰσέλθοιμεν παρ' αὐτούς, ἑτέρας προστίθεμεν ἡμέρας, εἶτ' ἄλλας. εἶτ' ἀναστὰς ὁ κάμνων ἔφθη πρὶν παρ' ἡμῶν τὸ εἰκὸς γενέσθαι. καὶ νῦν δὴ κακῷ τὸ κακόν φασι, τῷ μὴ γράφειν τὸ μὴ γεγραφέναι.

[3] ἀλλ' εὖ ποιῶν Πατρώινος μῆκος ἀτοπίας ἔστησεν ἀνάγκην μοι περιθεὶς γραμμάτων. ὁ δὲ Πατρώινος οὗτος ὅτι μὲν καὶ γένους ἕνεκα καὶ τῆς ἄλλης τάξεως ἐν πρώτοις ἐστὶ τῶν τῆς σῆς ἀρχῆς ἀπολαυόντων, αὐτὸς ἂν πρὸς ἄλλους εἴποις· ἀλλ' ἐμός γε ἑταῖρος ἐκ παιδός, ὡς οὐχ ἕτερος, καὶ συμφοιτητὴς ἀδελφῶν ἀμείνων, χαίρων τε, ὁπότε τι τέκοιμι γενναῖον, καὶ πρόθυμον ὄντα ἐπαινῶν καί που καὶ ναρκῶντα ἐπεγείρων.

[4] οἶδα δὲ αὐτὸν καὶ σωφροσύνης ἐγκώμια πρός με διεξελθόντα καὶ περὶ τῶν ἡδοναῖς δουλευόντων κατηγορίας ἀποτείναντα. καὶ πολλὴν δὴ γῆν ἐπελθὼν ἐγὼ τὸν ἄνδρα τῆς μνήμης οὐδεπώποτε ἐξέβαλον, ἔχων δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους οὔπω πάντα ἔχειν ἡγούμην τὰ ποθούμενα Πατρώινον οὐχ ὁρῶν.

[5] καὶ ἐκάλουν δὴ δι' ἐπιστολῶν, ἐξ οὗπερ ἦλθον. ὁ δὲ καὶ αὐτὸς ἐπεθύμει μὲν ἐλθεῖν, ἐμποδισμάτων δὲ ἄλλοτε ἄλλων εἰργόντων τὸν μὲν ἔμπροσθεν χρόνον οὐχ ἧκε, βιαιοτέρῳ δὲ χρησάμενος τῷ ἔρωτι δρόμον ἔδραμε βραδέως ὀφειλόμενόν μοι πάλαι.

[6] τοῦτο δὲ αὐτῷ θορύβους τινὰς ἐνήνοχεν ὡς ἂν ἠμεληκότι μὲν τῶν τῆς πατρίδος κοινῶν, δόντι δὲ αὑτὸν τρυφῇ. προσελθὼν δή μοι περίφοβος ἔλεγέ τε ὡς ὀργίζοιο, καὶ ἐδεῖτο βοηθεῖν.

[7] ἐγὼ δὲ ὑπεσχόμην τήν τε σὴν φύσιν εἰδὼς καὶ τὴν πρὸς ἐμαυτὸν φιλίαν. ἐμοί τε γὰρ ἂν χαρίζοιο καὶ συγγνώμην ἂν δοίης ῥᾷον ἢ λάβοις δίκην. ὑφ' οὗ δὴ καὶ περὶ τὸν Εὐφράτην ὑπὸ τῶν ἀρχομένων ἐδέθης καὶ πρότερον εἰς γῆρας ὄψει τοὺς υἱεῖς ἥκοντας ἢ τῆς ἀρχῆς ἀπαλλάξῃ. τοιούτοις φαρμάκοις ἐγοήτευσας τὰς πόλεις καὶ οὐ τοὺς οἰκήτοράς γε μόνον, ἀλλὰ καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ στρατιώτας καὶ τοὺς ἐν ὅτῳ δήποτε σχήματι παρ' ὑμᾶς πορευομένους.

[8]

ἐγὼ μὲν οὖν ταῦτα ἐλπίζω καὶ ταῦτα ἐπηγγειλάμην, ὡς πρᾷος ἔσῃ, σὺ δέ μοι μάρτυς γενοῦ καὶ τῷ λῆξαι τῆς ὀργῆς πρόσθες τὸ καὶ προνοίας τὸν ἄνδρα μείζονος ἢ πρότερον ἀξιοῦν.

[742]

Κέλσῳ.

[1]    Ὅτ' ἐν Νικομηδείᾳ τῆς εὐδαιμονίας ἐκείνης ἀπηλαύομεν οὐ πλουτοῦντες μᾶλλον ἑτέρων, ἀλλὰ σχολὴν ἄγοντες εἰς λόγους, Βιθυνῶν ἦρχε Πομπηιανὸς ὁ χρηστός, ὁ δίκαιος, ὁ πενίαν οὐδαμοῦ δυσχεράνας, ὁ λόγους τοὺς μὲν γνησίους τιμῶν, τοὺς δ' οὐ τοιούτους ἐλέγχων· πάντως δὲ οὐκ ἀμνημονεῖς ὡς τὸν Ἀθήνηθεν, τὸν ἐσθήμασι λαμπρὸν ἐκωμῴδησεν ἄκοντα ἐμβαλών, οὗ δείξειν τὴν ἀσθένειαν ἔμελλεν.

[2] ἀπὸ δὴ τῶν χρόνων ἐκείνων εὐεργέτην τε τὸν ἄνδρα ἐγραψάμην καὶ οὐδὲν οὕτως ἐπιτάξει χαλεπόν, ὃ μὴ ποιῶν οὐκ ἂν ἡγοίμην ἀδικεῖν. τὸ δὲ δὴ νῦν καὶ μάλα ῥᾷστον· κελεύει γάρ με δι' ἐπιστολῆς δεηθῆναί σου γυναικῶν τινων ἐπιμεληθῆναι δύο, Φιλοπάτρα ὄνομα θατέρᾳ, τῇ δὲ Ἑρμογένεια.

[3] ἐγὼ δὲ οὐκ ἠρόμην, ἐφ' ὁποῖα δὴ χρῄζουσι τῆς βοηθείας, ὅπως πρὸς τὴν φύσιν τῶν πραγμάτων ἢ γράψω ἢ μή, ἀλλ' ἓν ἐκεῖνο πεπεικὼς ἐμαυτόν, ὡς οὐκ ἂν Πομπηιανὸς γυναιξὶν ἐπὶ νόμους ἤμυνε, δίδωμι τὴν ἐπιστολὴν εὐθέως.

[4] σὺ δ' οἷς ποιεῖς εὔφραινε τὸν ἄνδρα ἐκεῖνον, ὅς μοι πολλάκις ἠγωνοθέτησεν.

[743]

Τῷ αὐτῷ.

[1]    Πάνδωρος οὑτοσὶ Κιλίκων ἐστὶν εἰς μὲν χρημάτων λόγον ἔσχατος, εἰς δὲ λόγων ἐπιθυμίαν πρῶτος. οἶδε γὰρ ὀρθῶς ὅτι τοῖς ἐκείνων ἀποροῦσι τούσδε κτητέον, οἳ κἀκεῖνα δύνανται φέρειν.

[2] δεινὸς δὲ ὢν ῥητορικῆς θηρατὴς οὐκ ἐσχίσθη τὴν διάνοιαν εἰς ὁδοὺς μυρίας, ἀλλ' ἀφεὶς ἑτέροις τὰ ποικίλα ταύτην ἐδίωξεν ἱκανῶς καὶ τὰ μὲν αὐτῆς ἔχει, τῶν δέ ἐστιν οὐ πόρρω.

[3] νῦν οὖν ἥκει τήν τε πατρίδα ὀψόμενος τὴν μικρὰν καὶ τῷ πατρὶ συνεσόμενος καὶ σοὶ φανησόμενος. δέξαι δὴ τὸν νέον εὐμενῶς καὶ μετάδος ὧν τοῖς τηλικούτοις πρέπει· κἂν ἄρα τι καὶ δεῖξαι τῶν αὑτοῦ βουληθῇ, καὶ ὦτα πάρασχε καὶ χεῖρα ὄρεξον.

[744]

Δημητρίῳ.

[1]    Ὅτι μὲν τῶν μάλιστα συνηδομένων ἔσῃ, καλῶς ἠπιστάμην, ἐπεὶ κἀκεῖνο ἠπιστάμην, ὅτι μετὰ τῶν μάλιστα φιλούντων τυγχάνεις ὤν.

[2] μὴ μέντοι νόμιζε τὴν ἀπὸ τῶν νῦν ἐπαινούντων ἡδονὴν μείζω τῆς ἀπὸ τῶν σῶν ἐπαίνων πάλαι μοι γιγνομένης. ὃν γὰρ ἡγοῦμαι τῶν νῦν λεγόντων ἄριστον, τούτῳ λέγειν ἄριστα δοκῶν εὐφραίνομαι πλέον ἢ εἰ πάντες ἄνθρωποι πάντα ποιοῖεν λέγοντες.

[3] ἀλλὰ πᾶσαν ταύτην ἀμβλύνει τὴν εὐθυμίαν τὸ τῆς κεφαλῆς κακόν. πρὸς ὃ τὰ πρῶτα μὲν ἐπολέμησεν Εὐκαρπίων φαρμάκοις καὶ τῆς ὑπερβολῆς ἀφεῖλε, δείσας δὲ μὴ πάλιν εἰς ταὐτὸν ἀφίκηται, μετὰ σιδήρου πεποίηται τὴν μάχην.

[4] εἰ μὲν οὖν τι γένοιτο χρηστόν, Εὐκαρπίωνι τοῦτο λογίζου· τὸ δεινὸν δὲ εἰ κρατοίη, παρ' ἐμοὶ ζητεῖν τὴν αἰτίαν, ὡς οὐκ ἤνεγκα πᾶν ὅσον ἤθελεν ἡ τέχνη.

[5] λόγους δὲ εἰ μὲν αὖθις ποιήσομεν, οὐκ οἶδα· τὸν δὲ πρῴην ῥηθέντα πέπομφά σοι, τοὺς γὰρ ἔτι πρότερον εὑρεῖν οὐκ εἶχον. ὁ γάρ τοι τῶν παίδων ἐπὶ ταῦτα τεταγμένος χρυσοχόον ἐδίωκεν ἀποδεδρακότα πολλὰ πολλῶν ἔχοντα.

[745]

Ἐκδικίῳ.

[1]    Ἀνδρὸς φίλου παῖδες διὰ φίλου παρὰ φίλον ἥκουσιν· οἷς εὐθὺς μὲν ἥσθην διὰ τὸν πατέρα, χρόνου δὲ προϊόντος καὶ διὰ τὰς φύσεις.

[2] ἐπαινῶ δὲ τοῦ πρεσβυτέρου τὸ βραδέως τε ἥκειν ἡμῖν καὶ ὅτι σε φιλεῖ μέν, μέμφεται δὲ μὴ πάλαι ταῦτα βεβουλευμένον. ὁ γὰρ ἐν ζημίᾳ τιθέμενος τὸν προϊέμενον χρόνον δῆλός ἐστιν ὡς τῷ γε μέλλοντι χρήσεται.

[3] πέπρακται δέ τι κἀν τούτῳ τῷ μικρῷ χρόνῳ τάχα μεῖζον τοῦ χρόνου. καὶ περὶ τούτου πίστευε μὲν ἐμοί, πίστευε δὲ τῷ πρεσβύτῃ. καὶ γὰρ ἐπιμελεῖται τούτων οὐχ ἧττον ἢ τῶν ἐγγόνων καὶ λόγων κριτὴς ἀγαθός, ἐπεὶ καὶ ποιητής, φίλῳ δὲ οὐκ ἂν χαριζόμενος ἐξαπατήσαι φίλον. [746] [t]

Κέλσῳ.

[1]    Εἰ συμφοράν τισιν ἤδη λυσιτελῆσαί τις ἔφησε, τί θαυμαστὸν καὶ χάριν εἰς βλάβην τελευτῆσαί τῳ; Θεόφιλος τοίνυν τῶν τυχόντων μέν ἐστι χάριτος, μεμφομένων δὲ τὴν χάριν. ἐκ γὰρ ὧν κατέπραττεν ἃ πρῴην ἠβούλετο κίνδυνος αὐτῷ μείζων ἐξέφυ.

[2] καὶ νῦν ἔδραμεν εἰς Κιλικίαν ἱστόν τινα Πηνελόπης ἀναλύσων. δεῖ δὲ αὐτῷ τῶν σῶν πρὸς τὸν ἱστὸν χειρῶν· πολὺ γὰρ οὗτος ἐκείνου χαλεπώτερος ἀναλῦσαι.

[3] μιμεῖται δὲ ὁμοῦ μὲν τὴν Πηνελόπην, ὁμοῦ δὲ τῆς Πηνελόπης τὸν ἄνδρα. πικρὰ μὲν γὰρ αὐτῷ καὶ τἀκεῖ καὶ τὰ τῇδε. ἀνάγκης δὲ οὔσης ἀνασχέσθαι θάτερα τῇ Σκύλλῃ συμπλέκεται μᾶλλον ἢ τὸ σκάφος ἐπὶ τὴν Χάρυβδιν ἄγει.

[747]

Βηλαίῳ.

[1]    Ἤδη λόγος ὡς ἡμᾶς ἀφῖκται τῆς σῆς ἀρχῆς ἄξιος τῶν λόγων ὧν πρὸ τῆς ἀρχῆς εἰργάζου. τοῦτο δ' ἐστὶ μετὰ τοῦ πράττοντος ἅπαν τὸ τῶν σοφιστῶν γένος εὐδοκιμεῖν, ὡς οὐκ ἄρα ἐν ῥήμασι τὰ ἡμέτερα μόνον, ἀλλὰ κἂν εἰς ἔργα τις ἄγῃ, κἀνταῦθα οὐ κακοὺς εὑρήσει.

[2] χώρει δὴ τὴν αὐτὴν ὁδὸν καὶ ποίει τὰς μὲν πόλεις εὐδαίμονας, ἡμᾶς δὲ ἡδίους, καὶ πᾶσι μὲν βεβαίου τοὺς νόμους, τοὺς δὲ τῶν φίλων συγγενεῖς ἡμερώτερον ὅρα.

[3] φίλος δὲ σοὶ Γαυδέντιος ὁ ῥήτωρ ὥσπερ ἐμοί, καὶ οὐκ ἂν αἰσχύνοιο κηρύττων ὅτι τοῦτον μέντοι τὸν ἄνδρα τιμᾷς ταῖς εἰς τὸ τούτου γένος εὐεργεσίαις. μάλιστα μὲν γάρ, εἰ καὶ παρὰ τῶν ἔμπροσθεν ἐτύγχανον ἠμελημένοι, νῦν γε δικαίως ἂν βελτίονος ἐγεύοντο τῆς τύχης· ὑπάρχει δὲ αὐτοῖς πάλαι τῶν ἀρχόντων ἀπολελαυκέναι καὶ ὅσοι τὰ ὅπλα καταθέμενοι πρὸς τὸν θρόνον ἧκον. τοσοῦτόν ἐστι Γαυδέντιος καὶ οἱ τούτου τρόποι.

[4] δεῖ δὴ νῦν μειζόνων Λεόντιόν τε καὶ Δορυμένην τυχεῖν, ὅπως καὶ ταύτῃ νικῶν τοὺς πρότερον φανείης.

[748]

Μάγνῳ.

[1]    Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας· ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλ' ἔκλεισας μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν.

[2] σὺ δ' οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλ' ὅπως μήτ' ἀνοίξαις παρὼν μήτ' ἐῶν κεκλεῖσθαι λυποίης, ἐπενόησας τρίτον, ἐν ᾧ πλέον ἐλύπησας, τὴν φυγήν.

[3] ἦν γάρ, οἶμαι, μᾶλλον ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. εἰ γὰρ τοῦτο ἦν ἀστείῳ συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπ' ἐμοῦ δὲ ἐκινεῖτο. ἀλλ' ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι.

[4] ἐγὼ μὲν οὖν λέλουμαι καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δ' εἰ χλευάζειν ἐπιθυμεῖς, τοὺς μὲν ἄλλους ἔα, χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.

[749]

Λεοντίῳ.

[1]    Τὰ μὲν πρῶτα γράμματα παράκλησις ἦν γενέσθαι σε δίκαιον εἰς τὸν παῖδα τοῦ διδασκάλου, τὰ δὲ νῦν ἔπαινός τε ὧν ἐποίησας καὶ πάλιν παράκλησις τοῦ τοῖς αὐτοῖς ἐμμένειν.

[2] ὁ γάρ τοι Γαυδέντιος ἦλθεν ὡς ἐμὲ μηνύων τῷ προσώπῳ τὴν ἡδονήν. ἡσθεὶς οὖν, ὅτι ἦν φαιδρός, ἠρόμην, ὅθεν εἴη τοιοῦτος· ὁ δὲ μαθητῶν ἔφησεν εἰς ἐμὲ δικαιότατος Λεόντιος, καὶ διῆλθε τὴν εἰς τὸν παῖδα τιμὴν καὶ ὡς διπλῇ κερδαίνοι λέγειν τε μελετῶν καὶ λαμβάνων.

[3] ταῦτα εἰπὼν ὁ γέρων καὶ τὴν χεῖρα ἄρας πρὸς τοὺς θεοὺς εὔξατό σοι παρ' ἐκείνων τά τε ἄλλα καὶ τὴν ἀρχὴν ὀρθοῦσθαι. ἵν' οὖν ἐκεῖνος ἀεὶ ταῦτα αἰτῇ, καὶ σὺ βάλλ' οὕτως καὶ κτῶ δόξαν τῇ περὶ πάντα ἀρετῇ. [750] [t]

Ἀταρβίῳ.

[1]    Ἀγροίκιος καὶ Εὐσέβιος τῶν ἐμοὶ πεπλησιακότων ἐστόν· γενομένω δὲ τὼ νεανίσκω ῥήτορε γενναίω τιμῶνται μὲν ὑπ' ἐμοῦ, τιμῶνται δὲ ὑπὸ τῶν δεξιωτέρων, ὥστε καὶ τοῖς οἰκείοις αὐτοῖν, εἰ ταράττοιντο, συμβαίνει τῶν βοηθησόντων εὐπορεῖν.

[2] Ἀλέξανδρος τοίνυν οὗτος οὐκ ἔμελλεν ὑπ' ἐμοῦ περιοφθήσεσθαι συνοικῶν ἐκείνοιν ἀδελφῇ· δῆλον γὰρ ἦν ὡς τῆς μὲν τούτου συμφορᾶς ἡ γυνὴ κοινωνήσει, τῆς δὲ ἐκείνης οὗτοι, τῆς δὲ τούτων λύπης ἐγώ.

[3] σὸν τοίνυν, ὦ ἄριστε, δι' ἑνὸς τοῦ πρώτου φείσασθαι τοσούτων, τοῦ δὲ τελευταίου καὶ φίλου. καὶ μή με οἴου καθαρὸν αἰτίας ἡγεῖσθαι τὸν Ἀλέξανδρον εἶναι, καίτοι φησὶ καὶ κελεύει τῶν ἐσχάτων αὑτῷ τιμᾶν, εἴ τις ἐξελέγξειεν.

[4] ἐγὼ τοίνυν ὁ ἐλέγχων εὑρέθην αὐτὸν τὸν φεύγοντα μάρτυρα καθ' αὑτοῦ λαβών. ὡς γὰρ ἐν τῷ λόγῳ σῆς ὀργῆς ἐμνήσθη, τοῦτ' ἔφην ὁμολογίαν εἶναι τῆς ἁμαρτίας ἐκείνου· σοῦ μὲν γὰρ οὐδεπώποτε τοῦτο ἅψασθαι τὸ νόσημα, τὸν δ' ἴσως τι ῥᾳθυμήσαντα περιστῆσαί σοι τοῦ μέμφεσθαί τι τῶν ἐκείνῳ πεπραγμένων ἀνάγκην.

[5] ἤδη τοίνυν Ἀλεξάνδρου κατεψηφισμένος Ἀταρβίου δέομαι τοῦ καλοῦ γνώμην τοιαύτην λαβεῖν, ἣ τῶν παρόντων Ἀλέξανδρον ἀπαλλάξει φόβων, ὥστε καὶ τοῖς ἐμοῖς πολίταις ἐγγενέσθαι μαθεῖν ὡς οὐ μάτην Ἄγκυραν ἐμαυτοῦ πατρίδα καλῶ πάντων ἐφεξῆς παρὰ τῶν ἐκείνης οἰκητόρων τυγχάνων.

[751]

Δημητρίῳ.

[1]    Ἀπείληφας ὃν ἐζήτεις, ζητῶ δὲ ὃν εἶχον ἐγώ. σὲ μὲν οὖν καὶ μὴ παρὼν Εὐκαρπίων σὸς ὢν παρεμυθεῖτο, παρεῖχε γὰρ ἐλπίζειν· ἐμὲ δὲ ἀπάραντος οὐκ ἔστιν ὃς πείσει θαρρεῖν.

[2] ἀλλ' οὐ πάντα γε ζημιοῦμαι διεστηκότος, ἀλλ' ὅσον εἰς τοὐμὸν σῶμα βλάπτομαι, τοσοῦτον ἐν τῷ σῷ κερδαίνω.

[752]

Ἀκακίῳ.

[1]    Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν τοῦ δείπνου χρόνον εἰς σκώμματα καὶ τὸν ἀπὸ τούτων γέλωτα, ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὲν παίδευε, μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον εὐδοκιμεῖν.

[2] οὗτος μὲν οὖν ἐν Θρᾴκῃ δείξει τὸν διδάσκαλον καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξανθίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ. [753] [t]

Ὑπερεχίῳ.

[1]    Τό τε μὴ προσειπεῖν σε διὰ τοῦ χρηστοῦ Μικκάλου δεινὸν ἡγούμην τό τ' αὖ μηκύνειν διὰ τούτου γράφοντα τῶν ἀτόπων· οἶδέ τε γὰρ ἃ φρονῶ καὶ λέγειν ἂν δύναιτο.

[2] οὔκουν ἠξίουν μακρὰν ποιεῖν ἐκείνῳ τὴν σιωπὴν ἐν τῷ μήκει τῆς ἐπιστολῆς, ἀλλ' αὕτη μέν σοι πληρούτω τῆς προσρήσεως τὸν νόμον, παρ' ἐκείνου δὲ πεύσῃ, τί ποιῶν οὐ μέμψῃ σαυτόν.

[754]

Ἀκακίῳ.

[1]    Τῶν πολλῶν ἐκείνων καὶ γενναίων λόγων, οὓς τὸ μὲν πρῶτον ἐν Φοινίκῃ, μετὰ ταῦτα δὲ τῇδε, νῦν δὲ πράττεις ἐν Παλαιστίνῃ τῇ καλῇ ‑ πῶς γὰρ οὐ καλὴ τοῦ γε παρὰ σοὶ κάλλους ἐρῶσα; ‑ τούτων δὴ τῶν γενναίων ἐγγόνων οὐχ ἥττω σοι δόξαν ἤνεγκαν οὓς Εὐτρόπιος ἐποίησε.

[2] καὶ γὰρ οὗτοι σοὶ τοῦ γε σπείραντος, ὥστ' ἔδοξεν οὐ μᾶλλον τῇ μορφῇ τὴν συγγένειαν μηνύειν ἢ τῷ τύπῳ τῶν λόγων, ἐν οἷς δεικνύει μετὰ ῥώμης δρόμον, τοῦτο δὴ τὸ ὑμέτερον.

[3] οὕτω δὲ ὢν ῥήτωρ ἀγαθὸς οὕτως ἐστὶ χρηστός, ὥστ' αἰσθόμενος ὅτι με βούλοιο τιμᾶσθαι πᾶσιν οἷς εἰς σέ, καὶ πρὸς ἐμὲ κέχρηται καθάπερ ἐμὸς ὢν ἀδελφιδοῦς τε καὶ μαθητής.

[4] τοιγαροῦν καὶ αὐτὸς εἰς τοὺς πάλαι συνήθεις τὸν ἄνδρα ἐνέγραψα καὶ πρὸ πολλῶν γε τῶν πάλαι, παρῄει γὰρ δὴ πολλοὺς ἐν τῷ φιλεῖν. ὅθεν αὐτῷ καὶ τὰ μικρὰ τῶν ἐμῶν ‑ πάντα δὲ οἶμαι μικρὰ τἀμά, τί γὰρ ἄν τις αὑτὸν ἀγνοοίη καὶ ταῦτα βοῶντος ἀνδρὸς σοφοῦ δεῖν γιγνώσκειν αὑτόν; ‑ ἀλλ' αὐτῶν γε τούτων καὶ τὰ σμικρότατα ἠγάπα καὶ οὐκ ἔστιν ὃ ἐγὼ μὲν εἶπον, ὁ δὲ οὐκ ἀκήκοεν, οὐδ' αὖ ἤκουσε μέν, οὐ σὺν ἐπαίνῳ δέ.

[5] οὗτος τοίνυν ὁ καλὸς κἀγαθὸς καὶ δίκαιος εἶναι βουλόμενος ἔστιν ὅ τι με ἠδίκησε. καὶ σκόπει γε τὴν γραφήν· ἠδίκηκέ με Εὐτρόπιος τὸν λόγον, ὃν εὖ μὲν ποιῶν Ἀκάκιος ἔγραψεν, εὖ δὲ ποιῶν ἔπεμψε, τῷ βασιλεῖ δεδωκὼς πρὶν ἐμοί.

[6] καὶ τὴν μὲν αἰτίαν ἐπὶ τὸν πρεσβύτην οἴσει, καὶ γὰρ πρὸς ἐμὲ τοιαῦτα ἐσοφίζετο· σὺ δὲ μὴ πίστευε, οὐδὲ γὰρ ἐγώ. καὶ γὰρ εἰ σφόδρα ἐστὶ δεινός, ἀλλὰ πρότεροι γεγόναμεν ἐγώ τε καὶ σύ. πάντως δὲ οἶδεν ἃ τοῖς πρεσβυτέροις δέδωκεν Ὅμηρος.

[7]

λεγέτω μὲν οὖν μηδέν, ἔργῳ δὲ ἀπολογείσθω, καὶ μιμείσθω τὸν Ἀχιλλέα κύριος ὤν, ὥσπερ ἐκεῖνος, ἰᾶσθαι τὸ τραῦμα.

[755]

Κυρίλλῳ.

[1]    Οἶδε μὲν παρὰ φίλον σε καὶ πρόθυμον εἰς αὑτὸν ἐσόμενον ἥξων Εὐτρόπιος εἰδώς, ἡλίκος ἐστὶν ὁ θεῖος αὑτοῦ παρὰ σοί· βουλόμενος δέ σε τὴν χάριν, ἣν μέλλεις ἐκείνῳ δώσειν, δοῦναι ταύτην ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, γράμματα λαβὼν ἧκεν ἐμά.

[2] δῆλος οὖν ἐστι πάντα τρόπον τῇ σῇ συναγωνιούμενος δόξῃ δι' ὧν δύ' ἀνθ' ἑνὸς ὑπευθύνους σοι καθίστησι χάριτος. ὅταν οὖν τοῦτον ἀμείψῃ πολλοῖς τε καὶ μεγάλοις, δίδασκέ με τὰς εὐεργεσίας γράφων, ἵν' οὗτος μὲν ἔργῳ κερδαίνῃ, τὸ δὲ ἥδεσθαι κοινὸν Εὐτροπίου τε ᾖ καὶ ἐμοῦ.

[756]

Βοσπορίῳ.

[1]    Οὐδὲν θαυμαστὸν εἴ τις ἐν Ἀγκύρᾳ τεχθεὶς ὥρμησεν ἐπὶ τέχνην τῶν σεμνοτέρων· ἀγαθῶν γὰρ φύσεων ἡ πόλις ὑμῖν εὔφορος.

[2] ἀπέδωκε δὴ καὶ Ἀχίλλιος οὑτοσὶ τὸ εἰκὸς ἀντὶ τοῦ τρυφᾶν οἴκοι γενέσθαι βουληθεὶς ἰατρός. καλὸν δὲ αὐτοῦ τὸ μηδεμίαν τῶν πόλεων ‑ πολλαὶ δὲ αὗται καὶ ὅσαι μεταξὺ τῆς τε Ἀλεξάνδρου καὶ τῆς ἡμετέρας ‑ τούτων τοίνυν οὐκ ἔστι μὲν ἥτις οὐκ ἠβουλήθη τὸν ἄνδρα κτήσασθαι καὶ τῆς τέχνης ἀπολαύειν, οὐκ ἔστι δὲ ἥτις ἠδυνήθη πειρωμένη πεῖσαι.

[3] χρηστοὺς μὲν γὰρ ἐκείνους ἡγεῖτο καὶ ἔχαιρεν ἐπαινούμενος, πάντα δὲ ὑμῶν δεύτερα· καίτοι φόβους μὲν ᾔδει παρὰ τῆς Τύχης ἐγηγερμένους οἴκοι ‑ τοῦ πατρὸς γὰρ αὐτῷ τεθνεῶτος ἐπ' αὐτὸν οἱ θόρυβοι χωροῦσιν ‑ ἀλλ' ὅμως τῆς παρ' ἄλλοις εὐδαιμονίας τὰς παρ' ὑμῖν φροντίδας ἡδίους ἔθετο.

[4] εἴη ἂν οὖν τῆς σῆς φιλοτιμίας τε καὶ ἀνδρίας καὶ ἡμερότητος πρᾶξαι ταῦτα δι' ὧν ὅτι καλῶς ἐποίει πρὸς ὑμᾶς ἐπειγόμενος εἴσεται. καταφεύξεται μὲν γὰρ εὐθὺς ἐπὶ σέ, τοῦτο γὰρ αὐτός τε ᾖδε καὶ ἐγὼ παρῄνουν, σὺ δ' εὐθὺς ἐνδείκνυσο τοῖς δυναμένοις λυπεῖν, ὅτι οὐκ ἐπιτρέψεις.

[5] οἱ δ' οὐχ οὕτως ἔσονται θρασεῖς ὥστ' ἄκοντος Ἡρακλέους ἐπιχειρεῖν ἐλαύνειν Ἀχίλλιον. δῆλον γὰρ ὡς ἐπ' αὐτοὺς ἥξει τὰ βέλη. αἱρήσονται οὖν μήτ' ἀδικεῖν μήτε βάλλεσθαι.

[6] εἰ δὲ οὕτω ταῦθ' ἕξει, ὁ μὲν καθ' ἡσυχίαν χρήσεται τῇ τέχνῃ, σοὶ δὲ ἔσται παρὰ μὲν ἡμῶν ἔπαινος, παρὰ δὲ Ἀσκληπιοῦ τὸ μηδὲν ἰατροῦ δεῖσθαι, τοῖς δὲ νέοις ἔρως τοῦ μανθάνειν τι σπουδαῖον ὁρῶσι τοὺς μεμαθηκότας ἐκ δεινῶν σωζομένους. εἶναι δέ σε τοιούτων αἴτιον ἐν τῇ πόλει μεῖζον τῶν εἰς τὴν πόλιν ἀναλωμάτων.

[7] ταύτην ἐγὼ δέδωκα τὴν ἐπιστολὴν πολλὰς ἐκ Παλαιστίνης Ἀχιλλίου πρὸς τὸν ἄρχοντα κομίζοντος. ἐννόει δή, τίνι γνώμῃ προσέθηκα ταῖς πολλαῖς τὴν μίαν· ὀρθῶς μὲν γὰρ ἡγοῦμαι βεβουλεῦσθαι, σιγᾶν δὲ τὴν αἰτίαν κρεῖττον ἢ γράφειν.

[757]

Βακχίῳ.

[1]    Ἐπιμελοῦ τῶν ἱερῶν, ὦ καλὲ Βάκχιε, καὶ πλήθει θυσιῶν καὶ τελετῶν ἀκριβείᾳ καὶ τῷ τὰ κείμενα ἀνιστάναι. δεῖ γάρ σε καὶ περὶ τοὺς θεοὺς εὐσεβεῖν καὶ τῷ βασιλεῖ χαρίζεσθαι καὶ τὴν πατρίδα καλλίω ποιεῖν. δίδου μέντοι καὶ χάριτας ἐν τῷ φυλάττειν τὴν σπουδήν. θεάς τε γὰρ οὔσας οὕτω τιμήσεις τὰς Χάριτας καὶ ἅμα ἔξεστι μήτ' ἐκείνων ἀμελεῖν καὶ πρᾷον εἶναι.

[2] γενοῦ δή μοι τοιοῦτος ἐν οἷς εἰσπράττεις Βασιλικὸν μερίσας αὐτῷ τὴν καταβολήν, ὥστε τὸ μὲν θεῖναι, τὸ δὲ εὐτρεπίσαι. τῶν γὰρ Αἰμιλιανοῦ τρόπων ἐπελάβετο μὲν οὐδείς, ἐγὼ δὲ καὶ ἐπαινέτης. οὐ γὰρ ἦν τῶν ὑβριζόντων καὶ ταῦτα ἐνόν, εἴπερ ἐβούλετο.

[3] δῶμεν δὴ μισθοὺς αὐτῷ τῆς καλοκἀγαθίας ἀφελόντες τῆς εἰσπράξεως οὐ τὸ ἐπείγειν, ἀλλὰ τὸ λίαν.

[758]

Ἰουλιανῷ αὐτοκράτορι.

[1]    Ἐγὼ μὲν Ἀριστοφάνει τὰς ἀμοιβάς, σὺ δὲ ἀπέδωκας ἐμοὶ τοῦ περὶ σὲ φίλτρου λαμπροῦ τε καὶ σφοδροῦ καὶ οὔτε θεοὺς οὔτε ἀνθρώπους λανθάνοντος· ὡς νῦν γε μικροῦ πέτομαι πρὸς ὕψος ἀρθεὶς ὑπὸ τῆς ἐπιστολῆς ἐλπίδας τε ἐνεγκούσης καὶ τὸν λόγον μοι κοσμούσης. καὶ μικρά μοι πάντα ἤδη φαίνεται, Μίδου πλοῦτος, κάλλος Νιρέως, Κρίσωνος τάχος, Πολυδάμαντος ῥώμη, μάχαιρα Πηλέως.

[2] δοκῶ δ' ἄν μοι μηδ' ἂν τοῦ νέκταρος μετασχὼν ἡσθῆναι μᾶλλον ἢ νῦν, ὅτε μοι βασιλεύς, ὃν πάλαι Πλάτων ζητῶν ὀψέ ποθ' εὗρε, τήν τε γνώμην ἐπῄνεσε τόν τε λόγον ἐθαύμασε καὶ τιμῶν τῇ τοῦ δώσειν ὑποσχέσει τῷ μετ' ἐμοῦ σκοπεῖν ἐθέλειν, ὃ δοῦναι δεῖ, τιμᾷ μειζόνως.

[3] οὐκ ἄρα ὁ τὴν αἶγα τὴν οὐρανίαν ἐπιτέλλουσαν παρατηρῶν παντὸς ἂν τύχοι, ὅπου γε ἐμοὶ τοῦτο οὐ σπουδάσαντι τὰ μέγιστα γίγνεται, κἂν δεηθῶ του καλοῦ, βασιλεὺς ἕτοιμος εἰς τὴν χάριν θεὸν τὴν ἐν οὐρανῷ μιμούμενος; [4] ἡ μὲν οὖν ἐπιστολή σου προσκείσεται τῷ λόγῳ μηνύουσα παισὶν Ἑλλήνων ὡς οὐ μάτην ἐξεπέμφθη τὸ βέλος, καὶ φιλοτιμήσεται τοῖς μὲν ὑπ' ἐμοῦ γεγραμμένοις Ἀριστοφάνης, τοῖς ὑπὸ σοῦ δὲ ἐπεσταλμένοις ἐγώ, μᾶλλον δέ, ἀμφότεροι τοῖς τε ἐπεσταλμένοις τοῖς τε δοθησομένοις· σεμνότεροι γὰρ ἀμφοτέροις ἀμφότεροι.

[5] δεῖ δέ σε τὸν φόβον Ἀριστοφάνους μαθεῖν, ὅπως ἂν καὶ γελάσαις. τῶν τις εἰσιέναι παρὰ σὲ δείλης εἰωθότων ἥκων ἐπὶ θύρας, εἶτα κωλυθεὶς ὡς σοῦ τινα ποιοῦντος λόγον ἤγγειλεν ἡμῖν, καὶ φόβος εὐθὺς μὴ παλαῖσαι προελόμενος πρὸς τὸν λόγον καταβάλῃς μὲν τὸν διδάσκαλον, Ἀριστοφάνει δὲ τὸ Νείλου περιστήσῃς κακόν.

[6] δρόμος οὖν παρὰ τὸν καλὸν Ἐλπίδιον, ὁ δὲ μαθὼν ἐφ' ᾧ δεδοίκαμεν ἀνεκάγχασεν. εἶθ' οὕτως ἀνεπνεύσαμεν καὶ μικρὸν ὕστερον δεχόμεθα τὴν καλὴν ἐπιστολήν.

[759]

Ἱερίῳ.

[1]    Τὸ μὲν ἡμέτερον ἦν ἐπιθυμία τις οὐ παντάπασιν ἔξω λόγου, τὸ δὲ σὸν συμβουλὴ σωφρονεστέρα. οἷς δ' ὁ γέρων μετέῃσι, φησὶ τὸ ἔπος, ὅπως μηδὲν ἁμαρτήσονται σκέψεται.

[2] καὶ χαλεπανεῖς μὲν ἴσως, εἰ γέροντα ἐγώ σε καλῶ καθάπερ αὐτὸς ὢν ἐν ὑπήνῃ πρώτῃ· ἐγὼ δὲ εἶναι μὲν γέρων ὁμολογῶ, καὶ γάρ, ἢν ἀρνῶμαι, παρὰ τῆς κεφαλῆς ὁ ἔλεγχος· εἶναι μέντοι παρὰ σοὶ γῆρας πλέον φαίην ἂν ἀναμιμνησκόμενος τῆς τε ἐμαυτοῦ καὶ σῆς ἐν διδασκαλείοις ἡλικίας. οὐδὲν οὖν θαυμαστὸν εἰ μετὰ τοῦ σαυτοῦ παιδὸς καὶ τὸν σοῦ νεώτερον παιδεύεις ἐμέ.

[3] ὡς οὖν καὶ ταύτην δεξαμένου τὴν παραίνεσιν καὶ τἄλλα πεισομένου λέγε καὶ συμβούλευε ταῦθ' ἅπερ ἂν ἄριστα νομίσῃς. [760] [t]

Ἰουλιανῷ αὐτοκράτορι.

[1]    Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; ἀλλὰ σοὶ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθημέραν ἀρδώμεθα, λείπεται σιγᾶν.

[2] τὸν λόγον δὲ ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει, δέχου δὲ ὅμως. πάντως ὅ τι ἂν γνῷς, στέρξομεν.

[761]

Μαξίμῳ.

[1]    Οὐκ ἀγνοουμένους συνίστημί σοι τοὺς ἰατρούς, ἀλλὰ δι' ἀνδρῶν ἐγνωσμένων, οἶμαι δὲ καὶ φιλουμένων, γράφω.

[2] φιλῶν δέ, οἶμαι, μετὰ μὲν εὐνοίας ἀμφοτέρους ὄψει, θατέρῳ δὲ βοηθήσεις. δεῖ γὰρ τῷ μὲν ἡμέρου βλέμματος, τῷ δὲ καὶ συμμαχίας. ἐν γὰρ ἐλπίσι πόλεμος, ὃν μετὰ μόνης ἂν διαφύγοι τῆς Ἀθηνᾶς, ἣν οἴκαδε ἐλθὼν εὑρήσει. [762] [t]

Βηλαίῳ.

[1]    Παλαιᾶς τινος εὐεργεσίας Σωπάτρῳ τούτῳ χάριν ὀφείλω· ἔτυχον μὲν γὰρ Ἀθήνηθέν ποτε πορευόμενος ἐπὶ Θρᾴκης, ὄμβρου δὲ γενομένου πολλοῦ καταφεύγω Πλαταιᾶσιν εἰς οἴκημα φαῦλον, εἰς ὃ καὶ αὐτὸς οὗτος ὑπὸ τοῦ αὐτοῦ καταφεύγει.

[2] τὸ μὲν οὖν πρῶτον λόγος ἦν ἡμῖν ὁ σφοδρὸς ὑετὸς καὶ οἵαν ἐργάσεται τὴν ὁδόν· ἔπειτ' ἀλλήλους ἠρωτῶμεν, οἷ σπεύδομεν. ὡς δὲ ἐγένετο δῆλον ὅτι πρὸς τὸ αὐτὸ χωρίον, καὶ προσέθηκα τὸ βαδίζειν ἐπὶ συνουσίᾳ νέων, ὁ μέν, καὶ γὰρ ἦν τῷ ἄρχοντι φίλος, ἥσθη δύναμιν ἔχων εὖ με ποιεῖν, ἐγὼ δὲ Ἑρμοῦ δῶρον τὸν ἄνθρωπον ἡγούμην. ἥ τε οὖν ὁδὸς οὐ χείρων ἡμῖν ἑορτῆς, καὶ ὡς ἥκομεν ἐπὶ τὸν Βόσπορον, ἐβεβαίου τὰς ὑποσχέσεις.

[3] ἐγὼ δὲ τῆς μὲν χάριτος ἐμεμνήμην, ἀποδοῦναι δὲ ἐπεθύμουν, καιρὸν δὲ ἐζήτουν, ὁ δὲ εὖ ποιῶν ἥκει· σοῦ γὰρ ἐφεστηκότος Ἀραβίᾳ γένοιτ' ἄν τι τῷδε καλὸν ἐμοῦ δεομένου.

[4] δέομαι δή σου τὸν πρεσβύτην τοῦτον πρῶτον μὲν ἡδέως ὁρᾶν, ἔπειτα ἀπόντα ζητεῖν καὶ τρίτον ἰσχυρότερον τῶν βιαζομένων ποιεῖν, ὅπως ἂν ὧν ἔλαβον παρ' αὐτοῦ τὸ μέτρον τοῖς διὰ σοῦ διδομένοις παρέλθω. [763] [t]

Τῷ αὐτῷ.

[1]    Ὠρίων γίγνεταί μοι φίλος ἐπὶ τῶν προτέρων χρόνων τῆς τε μητρὸς ἡμᾶς συναγούσης καὶ ἅμα χρηστὸς δοκῶν καὶ τοὺς τῇ δυνάμει κακῶς χρωμένους οὐ μᾶλλον μιμούμενος ἢ μεμφόμενος.

[2]

ἤκουον δὲ καὶ τῶν τὴν Βόστραν οἰκούντων ὡς οὔτε πολεμοῖ τοῖς ἱεροῖς οὔθ' ἱερεῖς ἐλαύνοι πολλοῖς τε λύσειε συμφορὰς πρᾳότατα καταστησάμενος τὴν ἀρχήν.

[3] τοῦτον νῦν εἶδον κατηφῆ καὶ συνεσταλμένον. καὶ δάκρυα πρὸ τῶν λόγων ἀφεὶς ἐγὼ ἔφη μόλις τὰς τῶν εὖ παθόντων ὑπ' ἐμοῦ διαπέφευγα χεῖρας λυπήσας μὲν οὐδένα οὐδέν, ἡνίκα ἐξῆν, μικροῦ δὲ διασπασθείς. καὶ προσετίθει φυγὴν ἀδελφοῦ καὶ γένους ὅλου πλάνην καὶ γῆν ἄσπορον καὶ σκευῶν ἁρπαγήν.

[4] ὧν οὐδὲν οἶδα τὸν βασιλέα βουλόμενον, ἀλλ' εἰ μέν τις ἔχει τῶν ἱερῶν χρημάτων, εἰσπραττέσθω φησίν· εἰ δὲ μή, μήτε ἀτιμαζέσθω μήτε κακούσθω.

[5]

ἀλλ', οἶμαι, τῶν οὐδὲν ἐχόντων ἐγκαλεῖν τὸ τῆς χώρας ἐκβαλεῖν ἐστιν, ἐπεὶ οἷς γε ὑπῆρχεν ἐλέγχειν, μᾶλλον ἂν ἐκάλουν φεύγοντας ἢ ὅπως μεταστήσονται ἔπραττον.

[6] ἀλλ' ἐκεῖνοι μὲν οὔκ εἰσιν ἄδηλοι τῶν ἀλλοτρίων ἐπιθυμοῦντες ἐν τῷ τοῖς θεοῖς προσποιεῖσθαι βοηθεῖν· τὸν δ' αὖ ἄρχοντα καλόν, ἄλλως τε καὶ σέ, τοὺς μὲν κατάγειν κηρύγματι, τοῖς δὲ προειπεῖν μὴ Μυσῶν λείαν οὓς ἐθέλουσι ποιεῖσθαι, ἀλλ' ἀποδοῦναι μὲν ἃ παρὰ τοὺς νόμους ἔχουσι, χρήσασθαι δὲ τοῦ λοιποῦ τοῖς νόμοις.

[7] ἂν ταῦτα, ὦ ἄριστε, τοῖς μὲν ὑπόσχῃ, τοὺς δὲ ἀναγκάσῃς, τοῖς μὲν ἀποδώσεις τὴν αὑτῶν, τοὺς δὲ ποιήσεις βελτίους. Εὐκλαδίου δὲ κατελθόντος ἐπάνεισι μὲν Ὠρίων, ἐπάνεισι δὲ τὸ διεσπαρμένον, δόξω δὲ ἐγὼ μὲν ἀτυχοῦντος οὐκ ἠμεληκέναι φίλου, σὺ δὲ φίλῳ παραινοῦντι πεπεῖσθαι.

[764]

Καισαρίῳ.

[1]    Ἐγὼ Φρυγίαν μὲν οὐκ εἶδον, τιμῶ δὲ λίαν, οὐ μᾶλλον διὰ τὸ βεβοσκηκέναι τὸν βέλτιστον Αἴσωπον ἢ ὅτι τοῖς γενναίοις ἄρχουσιν ἀθανάτους τηροῦσι τὰς χάριτας. πολλούς γε μετὰ τὸν χρηστὸν Ἰουλιανὸν ἡγεμόνας ἀριθμοῦντες τοῦτον εὐεργέτην καλοῦσι.

[2] καὶ τοῦ χρόνου τὸ μῆκος οὐκ ἤμβλυνε τὸ φίλτρον, ἀλλ' οἴκοι τε αὐτὸν ᾄδουσι κοινῇ καὶ τοῖς δεῦρο ἰοῦσιν ὥσπερ τις θεὸς ὁρᾶται Φρύξ τε ἅπας ὡς ἡμᾶς ἥκων ἡδέως ἂν ἀγείρας εἰς τὸ θέατρον τὴν πόλιν τὰ τοῦδε πρὸς αὐτοὺς διέλθοι. διὸ καὶ τοῦτον πρόθυμον ἔτι καὶ νῦν εἰς αὑτοὺς ἔχουσι βοηθοῦντά σφισιν ὅσα ἔξεστιν ἀπὸ τοῦ παρόντος σχήματος.

[3] ἡ τοίνυν παροῦσα βοήθεια γράμματά ἐστι πολλὰ δεόμενα σοῦ Θευδιανὸν τοῦτον ἐπιεικῆ τε νομίζειν καὶ ἄξιον εὖ πράττειν. τούτων δὲ τῶν γραμμάτων τὰ μὲν αὐτοῦ τοῦ φίλου Φρυγῶν τε καὶ σοῦ, τὰ δ' ἡμῶν αὐτοῦ κελεύοντος, οὐχ ὡς οὐ πείσοντος ἄνευ ἡμῶν, ἀλλ' ἐρωτικόν τι πέπονθε πάντας συμπνεῖν ἐθέλων ὑπὲρ τῶν αὑτοῦ παιδικῶν.

[4] ταυτὶ δέ σοι τὸ κέρδος, εἰ μηδὲν πλέον ὧν τότ' ἂν ἔδωκας νῦν διδοὺς πολλοῖς ἀνθ' ἑνὸς καταθήσῃ τὴν χάριν.

[765]

Διοφάντῳ.

[1]    Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα δὲ ἐπράττετο πολλῶν ἁρπαζόντων τὴν διακονίαν καὶ ζητοῦντος ἑκάστου τὸ ἔργον αὑτοῦ γενέσθαι. ἐντεῦθεν καὶ αὐτὸς ἐγενόμην τῶν ὅτι τέλος ἔχει μαθόντων πρίν τι συμβαλέσθαι μέρος.

[2] ἢν οὖν τις ἐπιγράφῃ με τῷ τροπαίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακεδαιμονίων, ἐγγεγραμμένων δέ. οὕτω γὰρ ἥκιστα παρακρουσθήσῃ.

[766]

Ἱερακίῳ.

[1]    Τοιοῦτος ἦν ἐκ παιδὸς ὁ Διόφαντος· σώφρων, ἐπιεικής, ἐθελουργός, τοῖς βελτίστοις ἀρέσκων. εἰ οὖν εἰς τὸ αἷμα τῆς ἀρετῆς τὸ πλέον ἔρχεται, σοὶ δεῖ τὴν χάριν ἔχειν κἀμὲ καὶ Διόφαντον, ὃς τὰ σὰ καλὰ διὰ μέσης τῆς μητρὸς ἐδέξατο.

[2] εἶναι μὲν οὖν αὐτὸν εἰς ἐμὲ χρηστὸν καὶ ἔσεσθαι πιστεύω· ποιείσθω μέντοι πρὸς ἐμὲ τὰς ἀμοιβὰς ἀπὸ τοῦ πειρᾶσθαι λέγειν, τῶν δ' ἄλλων ἀφείσθω φροντίδων.

[767]

Μαξίμῳ.

[1]    Ἀχίλλιος οὑτοσὶ καὶ συνεφοίτησέ μοι καὶ παῖς αὐτῷ τρέφεται παρ' ἐμοὶ φύσεώς τε ἐγρηγορυίας καὶ πονεῖν εἰδώς. τὸν δὲ Ἀχιλλίου τρόπον ἀρκεῖ δηλῶσαι τὰ περὶ τὴν οὐσίαν, ἣν οὐ μεγάλην ἐκ μικρᾶς ἐποίησε κακῶς, ἀλλ' ἐκ πάνυ μεγάλης μικρὰν τοῖς περὶ τὴν πόλιν ἀναλώμασι.

[2] καὶ νῦν ἥκει λειτουργήσων, δεῦρο δὲ ἀφῖκτο τὸν υἱὸν ὀψόμενος. δύο γὰρ δὴ ταύτας ἔχει φροντίδας, τὸν παῖδα καὶ τὴν πόλιν. ἔστι δέ, οἶμαι, καὶ τὸ τοῦ παιδὸς τῆς περὶ τὴν πόλιν προνοίας· ὡς ὅσοι τῆς τῶν υἱέων ἐπιμελοῦνται διανοίας, πολὺ μεῖζον εὖ ποιοῦσι τὰς αὑτῶν ἢ ὅταν χορηγῶσι λαμπρῶς.

[3] σὺ τοίνυν κἀκεῖνο τιμῶν καὶ τοῦτο ἐπαινῶν καὶ τοὐμὸν ἐννοῶν ποίει, ὅπως κούφῳ χρήσεται τῷ φορτίῳ.

[768]

Πομπηιανῷ.

[1]    Εἴ μοι χρυσὸν ἀποστέλλων πολύν τε καὶ Κολοφώνιον ἢ ἄλλο τι χρυσοῦ τιμιώτερον ἄνευ γραμμάτων ἀπέστελλες τὸ δῶρον, οὐκ ἂν οἴει τὸ πρᾶγμα ἄτοπον εἶναι καὶ φιλοῦντος μέν, οὐ θαρροῦντος δέ;

[2] εὖ τοίνυν ἴσθι πρὸς τὴν αὐτὴν ἀτοπίαν ἥκων μετὰ σιγῆς πέμψας τοὺς υἱεῖς. μᾶλλον γὰρ ἂν ἦν εἰκὸς οἴκοι τούσδε κατέχοντα νόμῳ προσρήσεως γράφειν ἢ διδόντα μοι τοὺς παῖδας ἐπιστολὴν μὴ τολμῆσαι προσθεῖναι.

[3] ἀλλὰ σὺ μὲν ἀπολογίαν ζήτει, ζητήσεις δέ, οἶμαι, τὸν πάντα χρόνον, οὐ γὰρ εὑρήσεις· ἐμὲ δὲ οὐ ποιήσει πρὸς τούτους ἀργότερον τὸ μὴ γράμματα λαβεῖν οὐ μόνον διὰ τὴν πόλιν ὑμῶν, ἣν οἶμαι δεῖν οὐχ ἧττον ἢ τὴν ἐμαυτοῦ φιλεῖν, ἀλλ' ὅτι καὶ πρὸς λόγους ἐρρῶσθαί μοι δοκοῦσι καὶ πρὶν ἰδεῖν ἐμὲ τῶν ἐμῶν εἱστιῶντο.

[769]

Ἀετίῳ.

[1]    Νέοι μὲν οὐκ ὀλίγοι παρ' ὑμῶν ὡς ἡμᾶς, γράμμα δὲ οὐδὲν παρὰ σοῦ. πότερον δή σε χάρτου φείδεσθαι φῶμεν ἢ μέλανος; οὐ γὰρ δὴ λόγων γε τῶν πρὸς ἐπιστολὴν ἀπορεῖς, ὅς γε ῥεῖς ἐν δικαστηρίοις ὑπὲρ τὰς κρήνας.

[2] ἴσως ὅτι τὸν πλοῦτον, ὃν ἔκρυπτες, ἐκδιδοὺς τὸ θυγάτριον ἔδειξας, σεμνὸς ἡμῖν γέγονας. ἐγὼ δέ σε ἠξίουν νῦν μέτριον εἶναι, τότε μὲν γὰρ αὐτὸς πλούσιος ἦσθα, νῦν δὲ κηδεστὴς πλουσίου. τοῦτο δέ ἐστιν ἕτερον ἔχειν τὰ σά.

[3] μᾶλλον οὖν σε νῦν εἰκὸς καὶ μεμνῆσθαι τῶν φίλων καὶ τὰ τοῦ μεμνημένου ποιεῖν, ὅπως καὶ συμμάχους ἐπὶ τὸν κηδεστὴν ἔχῃς, ἢν ποιῇ τὰ τῶν πολλῶν κηδεστῶν, οἳ τὰ μὲν ἔχοντες, εἰς δὲ τὰ βλέποντες μάχονται.

[770]

Σελεύκῳ.

[1]    Μόλις ἥψω τῶν σαυτοῦ καὶ γέγονας ἐπιστάτης τῶν τῇ σῇ πρεπόντων φύσει. πρότερον δὲ ἄρα Ἡρακλῆς ταλασίας ἠναγκάζου φροντίζειν καὶ λύειν στάσεις ἀνθρώπων, οἷς ἡδέως ἂν προσέθηκας πολέμους.

[2] ἀλλ' ἐκεῖνα μὲν εὖ ποιοῦντα οἴχεται, τὰ δὲ νῦν βωμοὶ καὶ νεῲ καὶ τεμένη καὶ ἀγάλματα κοσμούμενα μὲν ὑπὸ σοῦ, κοσμοῦντα δὲ σὲ καὶ γένος.

[3] ἔχων δὴ τηλικούτους συμμάχους κωφὰ μὲν ἡγοῦ τὰ τῶν ἀνοσίων βέλη, κάθιζε δὲ κλάοντας τοὺς καταγελάσαντας πολὺν δὴ χρόνον τῶν βελτιόνων. ὀφείλεις δὲ χάριν τοῖς θεοῖς πατὴρ γεγονώς. ἣν ἀποδοῦναί σε χρὴ βοηθοῦντα τῶν ἱερῶν τοῖς κειμένοις.

[4]

ταυτὶ μὲν οὖν οἶδ' ὅτι ποιήσεις, ὥστ' εἶναι πολὺ τὰ διὰ σοῦ τῶν ἑτέρωθι καλλίω· τὰ δ' ἡμέτερα, μικροῦ με τοῦ θέρους ἡ κεφαλὴ κατηνάγκασεν αὐξηθέντος τοῦ κακοῦ χρησμῷ κιβδήλῳ.

[5] νοσῶν δὴ τὸ σῶμα πῶς ἂν δυναίμην οἷος πρὶν εἶναι περὶ τοὺς λόγους, ὃς οὐδὲν οὔτε λέγειν οὔτ' ἀκούειν βούλομαι πλὴν περὶ τῆς κεφαλῆς;

[6] ὕμνηται μὲν οὖν ὁ γενναῖός μοι βασιλεύς, βραχεῖ δέ τινι μάλα λόγῳ· φασὶ δὲ αὐτὸν εἶναι καλόν, ἀλλ' ἐγὼ οὐ πείθομαι, καὶ διὰ τοῦτο κρύψας ἔχω. ἢν οὖν παρέλθῃ τὸ νέφος καὶ τῆς Αἴτνης ἀπαλλαγῶ καὶ κομίσωμαί τινας δυνάμεις, καὶ γράψω τι τοῦ πέμπειν ἄξιον, ὃ πρὸ ὑμῶν ληψόμενος οὐκ ἔσται.

[771]

Ἀλεξάνδρᾳ.

[1]    Ἀλλ' ὅ γε Κέλσος, ἀνήρ, ὡς οἶσθα, ψεύδεσθαι οὐκ εἰδώς, ἰδεῖν τε ἔφησε τὰ βιβλία καὶ λαβεῖν Διοτίμου διδόντος αὐτοῦ λέγοντος εἶναι δεσπότου.

[2] ἔοικεν οὖν ὁ Διότιμος ἵππῳ μετ' ὄνον ἐντυχὼν καταπεφρονηκέναι ἐμοῦ τοῦ ὄνου καὶ νομίζειν ἢ τοῦ μηδενὸς ἄξιον ἢ φόβου μὴ κακὸς ἀποδοῦναι γενοίμην.

[3] σὺ οὖν ἐγγύησαί με καὶ παῦε τὸ δέος αὐτῷ καὶ πεῖθε μήτ' ἐμὲ πονηρὸν ἡγεῖσθαι μήτε σὲ ἐξαπατᾶν. εἰ δ' ‹ὁ› αὐτὸς εἴη, λείπεται παρ' ἑτέροις ζητεῖν, μᾶλλον δὲ ἀπόστηθι καὶ τούτου τοῦ πόνου καὶ τοῦ περὶ τὸν Ὅμηρον· ὁρῶ γὰρ ὅτι γλαῦκα Ἀθήνησιν οὐκ ἔστιν εὑρεῖν.

[772]

Ἀλεξάνδρῳ.

[1]    Ἔδει μέν σε καλλίω γνώμην ἐσχηκέναι προσιόντος φίλου καὶ νῦν ἂν ἦσθα τῶν ἀπολαυόντων τοῦ καιροῦ· ἐπεὶ δέ σε φόβος μάταιος ἐξέκρουσε λογισμοῦ, χάριν εἰδέναι δεῖ τοῖς θεοῖς, ὅτι τὴν δίκην ἐν τῷ προσλαβεῖν τι δεδώκαμεν.

[2] ἀλλὰ σοί γε ἡμεῖς οὐκ ἂν χάριν ‹εἰδείημεν›, ᾧ γυναικὸς καὶ παίδων ἐφάνη τι τιμιώτερον. τερπόμενος γὰρ οἰκοδομίᾳ καὶ θαλάττῃ καὶ τρυφώσῃ πόλει βελτιόνων ἀποστατεῖς, ὡς ἀρκέσον εἰς ἀπολογίαν, εἰ πέμποις ἡμῖν χρυσίον. ἡμεῖς δὲ σοὶ δοίημεν ἂν ἥδιον ἰδόντες ἢ παρ' ἀπόντος λαμβάνοιμεν. [773] [t]

Ἐντρεχίῳ.

[1]    Οὐκ ἄρα τῇ τῶν νόμων φυλακῇ καὶ τῷ κάλλει τῶν ἀρχῶν μόνον ἀκολουθεῖς τῷ γένει, ἀλλ' ἤδη καὶ τὴν περὶ ἐμὲ τῶν ἀνδρῶν διεδέξω σπουδήν, μᾶλλον δὲ καὶ παρελήλυθας.

[2] οἱ μέν γε δικαιώμασιν ἀρχαίοις κατειλημμένοι καὶ συμπεφοιτηκότες μόλις ὑπὸ πολλῶν ἐκινοῦντο παρακλήσεων, καὶ κινηθέντες δὲ ἐχαρίζοντο μικρά· σὺ δ' ἔοικας καὶ τὸ προοίμιον τῆς ἀρχῆς ἐμὲ πεποιῆσθαι καθάπερ διὰ πάσης τῆς ὁδοῦ σαυτὸν τῶν ἐμῶν ἀναμιμνήσκων ῥημάτων.

[3] μεγάλου δὲ ὄντος τοῦ μὴ παραμελῆσαι τῆς τοῦ ἑταίρου μητρὸς μεῖζόν ἐστι τὸ μηδὲ ἰδεῖν ὀκνῆσαι. τούτου δὲ ὄντος λαμπροτέρου πολὺ κάλλιον τὸ φιλοτιμεῖσθαι τῷ ἔργῳ· ὡς ἤδη τινὲς δόντες χάριν αὑτῶν ὅτι ἔδοσαν κατηγόρησαν καὶ ἐμίσησαν ὁμοίως τούς τε πείσαντας καὶ τοὺς πεπεισμένους.

[4] ἀλλὰ σύ γε δῆλος εἶ τερπόμενος οἷς ἔπραξας καὶ οὐδὲ παυσόμενος. οὕτω τις ἐκομίζετο διὰ τῶν γραμμάτων τοῦ πεποιηκότος ἡδονή. πῶς οὖν ἔστι τοὺς εὖ παθόντας ἡμᾶς ἢ πρὸς σὲ μὴ γράφειν ἢ πρὸς ἄλλους περὶ σοῦ σιγᾶν, ὧν τοὺς φίλους ἡδέως ὁρᾷς;

[5] ζητῶν δὲ ἐμὰς ἐπιστολὰς ὡς ἐν αὐταῖς μνήμην ἀθάνατον ἕξων μικρὰ ζητεῖς ὑπὲρ μεγάλων· σοὶ δὲ κατὰ τὸν Ἰφικράτην ἐκεῖνον ἕστηκε μὲν οὐρανομήκης ἐν Παλαιστίνῃ στήλη καὶ ταῦτα σοῦ πρὸς ἄλλον ἁρπασθέντος πόνον ἀπὸ βαλβῖδος εὐθύς, ἀλλ' ὅμως ἀπὸ γραμμῆς ἐξέλαμψας ὥσπερ Ἀχιλλεὺς ἅμα τῆς Τροίας ἁψάμενος· ἑστήξει δὲ πολὺ σεμνοτέρα τῆς δευτέρας ἀρχῆς, προσθήσω δὲ ὅτι καὶ μακροτέρα, ἐξ ἧς ὁρμώμενος οὐκέτ' ἔθνους ἑνός, ἀλλ' ὁμοῦ πολλῶν ἐπιμελήσῃ ῥᾷον ἤ τις ἑνός.

[6] ἔσονται δὲ οἱ ταῦτα ὑμνοῦντες πολλοὶ τῶν ἀκμαζόντων. εἰ δὲ δὴ καὶ γέροντας ὁ ἀγὼν δέχοιτο, τάχα τις ὄψεται καὶ ἐμὲ γυμνούμενον, ἄλλως θ' ὅτε πάλαι μοι τὴν ψῆφον ἔδωκας, καὶ ταῦτα ὄντων οὓς ταῦτα ποιῶν ἐλύπεις, καί τινα τρόπον Λακωνικοῦ κειμένου παρ' Ἀθηναίοις νόμου μηδένα τῶν ἔξωθεν ἐπαινεῖν. ἀλλ' ὅμως ᾤου δεῖν ἅπερ ἐφρόνεις λέγειν.

[7] τούτων δὴ τῶν λόγων ἐπαίνους σοι συντιθέντων ἀκούσαις.

[774]

Δημητρίῳ.

[1]    Εὐθὺς ὡς ἔλαβόν σου τὴν ἐπιστολήν, ἐν ᾗ τὸ μέτρον ἀπῄτεις τῶν παλαιῶν τιμῶν, ἔδραμον πρὸς τὸν χρηστὸν Σαλούτιον καὶ διεξῆλθον τοὺς εἰληφότας, οὓς καὶ σὺ πρὸς ἐμέ.

[2] δὸς τοίνυν, ὡς ἔφην, μετὰ πολλοὺς ᾧ δεδωκέναι πρὸ τῶν ἄλλων ἐχρῆν, ποίους ἔφη πολλούς; καὶ τότε ἄρα ἐμάνθανον ὡς σὲ μὲν λόγοις τις ἐξηπάτηκε, σὺ δὲ ἐμέ. καὶ νῦν κάθημαι φυλάττων, εἴ τινι τῶν πάντων ἔσται τι τῶν προτέρων, ὡς ἁρπασόμενος. καὶ στέρξωμεν, ἕως ἄν τις δαιμόνων τὸν δεύτερον λύσῃ νόμον.

[775]

Σευήρῳ.

[1]    Εἰ καὶ πρὸς Ὀλύμπιον ἃ πρὸς ἐμὲ περὶ τῶν ἐμῶν ἔγραφες ἐπιστολῶν καὶ σοῦ τὸν ἔρωτα τοῦτον ἐκεῖνος ἠπίστατο, πλείους ἂν εἶχες ὧν ἔπεμπες. οὔτε γὰρ ἐγώ τις περὶ ταῦτα βραδὺς οὗτός τε κληρονόμος τῆς Μαξίμου πρὸς ἐμὲ φιλίας, ἵνα μὴ μανίας εἴπω, ἣν οὔτε πρότερον ἠγνόουν νῦν τε μᾶλλον ἔμαθον πολλοὺς ἡμῖν τοῦ καιροῦ κεκομικότος ἀγγέλους.

[2] ἀλλ', οἶμαι, δοῦναι μὲν οἶδεν Ὀλύμπιος, ἀπαιτεῖν δὲ οὐ βούλεται γράμματα. καὶ τῆς σῆς νεὼς καταιρούσης μὲν αἰσθάνομαι, ἀποπλεούσης δὲ οὐκέτι. καὶ νῦν ταύτην ἔδωκα τὴν ἐπιστολὴν τῶν μὲν σῶν ἀνηγμένων, κεισομένην δὲ παρ' Ὀλυμπίῳ βουλόμενος λελύσθαι τὴν αἰτίαν ἣν ὡς οὐ γράφων εἶχον.

[3] σοῦ δὲ νῦν, εἴπερ ποτέ, ἐβουλόμην λαβέσθαι, σὺν ᾧ τὰ τότε μὲν ἔπτησσον, τὰ νῦν δὲ ἐπόθουν, ὅπως τὸν τοῦ τρόμου κοινωνοῦντα καὶ τῆς ἐλευθερίας ἴδω.

[776]

Βηλαίῳ.

[1]    Μάγνον φιλῶ μέν, ὡς εἰκὸς συμφοιτητήν τε καὶ ἄνδρα χρηστόν, θαυμάζω δὲ ὡς ῥήτορα δεινόν τε καὶ ἰσχυρόν· βουλοίμην δ' ἂν αὐτὸν νικᾶν μὲν ἐνταῦθα τοὺς ἀντιπάλους, καρποῦσθαι δὲ τὴν ἐκεῖ γῆν οὐ πολλὴν μέν, πατρῴαν δέ.

[2] τὰς μὲν οὖν νίκας αὐτὸς ὁρᾶν μοι παρέχει τρεπόμενος ἄλλους ἐπ' ἄλλοις· τοῦ δ' ἐκεῖθεν αὐτῷ τι προσιέναι μελέτω σοί. μέλοι δ' ἄν, εἰ οὓς ἐπέστησε τοῖς πράγμασι γνωρίζοις τε καὶ δικαστηρίου χρῄζοντας εὐμενῶς δέχοιο.

[3] ταῦτά τε οὖν χαρίζου καὶ γράφε, δύο γὰρ οὕτω γε χαριῇ, τά τε ἔργα τόν τε ὑπὲρ αὐτῶν λόγον. εἰ δὲ τὸ μὲν ποιοῖς, τὸ δὲ μὴ προστιθείης, γραψόμεθά σε παρὰ ταῖς Μούσαις, ὅτι δὴ τὸν πρότερον ἀτιμάζεις χορόν. [777] [t]

Ὑπερεχίῳ.

[1]    Ἐπῄνεσά σου τὴν γνώμην, καθ' ἣν νῦν οἴκοι μεμένηκας· καιροῦ γὰρ οὐ μετεῖχεν ἡ ὁδός, μεθ' οὗ πάντα δεῖν καὶ λέγειν καὶ πράττειν παλαιὸς συμβουλεύει λόγος.

[2] σοὶ τοίνυν συνεβούλευεν ὁ λιμός, ᾧ παλαίειν πορευόμενον ἔδει, κρατῆσαι τῆς ἐπιθυμίας μᾶλλον ἢ ὅπως ἴδοις ἐμὲ τοσαύτῃ συμπλέκεσθαι ταλαιπωρίᾳ· ἐγὼ δέ, εἰ μὲν τοὐμὸν ἐσκόπουν, ἐπετίμων ἄν σοι μὴ καὶ διὰ πυρὸς ἑλομένῳ δραμεῖν· νῦν δέ, τὰ σὰ γὰρ οὐχ ὕστερα τῶν ἐμαυτοῦ ποιοῦμαι, καλὴν ἡγοῦμαι τὴν μονὴν καὶ χάριν ἐμοὶ φέρειν οὐχ ἥττω τῆς σῆς θέας, ὅτι σε κακῶν ἐξείλετο μυρίων.

[3] τοῦ δὲ ἦρος ὑπολάμποντος ἢν ἴδῃς τὴν γῆν διηλλαγμένην πρὸς ἡμᾶς καὶ τὴν πρὸ τοῦ θέρους ὥραν χρηστόν τι περὶ τοῦ θέρους δηλοῦσαν, εἰς ἔργον ἄγε τὴν ἐπιθυμίαν. ὄψει γὰρ ποθῶν ποθοῦντα.

[4] ποθεινὸς δέ μοι γέγονας ἀπὸ τῆς νίκης ἣν ἐνίκησας λέγων, διπλῇ τὸν πατέρα κοσμήσας, τῷ τε κρείττων γενέσθαι τῶν ἑλεῖν πειρωμένων τῷ τε μὴ διὰ φίλων, ἀλλὰ τῇ σαυτοῦ γλώττῃ.

[5] τοῦ τροπαίου δὲ ἄγγελοι πολλοὶ μέν, ἐμοὶ δὲ ἀμείνους οἱ σὺν ἡδονῇ μηνύοντες, Σουλπίκιός τε καὶ οὓς ἔπεμψας ἀδελφούς, οἷς τ' εὐδοκίμησας οἷς τε παρῄνεις, οἳ μισθὸν ὧν ἀπήγγειλαν εἰλήφασι τὸ προθυμοτέρῳ μοι χρῆσθαι περὶ τοὺς λόγους. οὕτως οὐ σὲ μόνον εὖ ποιεῖν οἶμαι δεῖν, ἀλλὰ καὶ οἷς ἐνορῶ πρὸς σέ τι φίλτρον.

[6] ἀλλ' ὅ γε ἔχω θαυμάσας, τί μαθών, ὦ χρηστέ, γράμματα οὐκ ἔδωκας νεανίσκοις οὕτω φίλοις; οὔτε γὰρ ὡς ἀμαθῶς ἔχεις τῆς περὶ ταῦτα τέχνης εἴποις ἂν οὔθ' ὡς ἡμῖν οὐχ ἡδεῖαν ἔσεσθαι τὴν ἐπιστολὴν οὔθ' ὡς οὐκ ᾔτησαν οὔθ' ὡς οὐκ ἦν καλὸν καὶ πρὶν αἰτηθῆναι δοῦναι.

[7] βούλει σοι βοηθήσω καὶ τὸν κατήγορον τὴν κατηγορίαν λῦσαι; δεινὸν ἐνόμιζες, εἰ δίκαιος ὢν συνεῖναι τὸν δεύτερον δόξεις ᾑρῆσθαι πλοῦν. εἶτα τοῦτον ἀφῆκας ὡς ἀποδώσων τὸ βέλτιον.

[778]

Ἀσκληπιῷ.

[1]    Ἠχθόμην, ὅτι σε ἀπαίροντα οὐκ εἶδον· σὺ δὲ τοῦτο καλῶς εἶδες καὶ ὅπως ἂν λυθείη. τὸ γράμμα γοῦν ὡς ἧκεν, εὐθύς τε ἡδόμην καὶ ᾤμην ἐκεῖνό μοι σεσῶσθαι. ποίει τοίνυν βελτίους, οὓς μὲν ὁρᾷς, τῇ συνουσίᾳ, τοὺς ἀπόντας δὲ ἐπιστολαῖς. οὗτος γὰρ δὴ σὸς ἆθλος, ὥσπερ ἐκείνων οἷς ἔπη.

[2] ἐγὼ δὲ πάλαι μὲν ἀρρωστῶν σοῦ βοηθοῦντος ἀνέστην καὶ ἦν μοι τῆς ὑγείας ἥδιον τὸ σοῦ φροντίζοντος ἐκείνης τετυχηκέναι· νῦν δὲ ἐπαινούμενος ὑπὸ τῆς σῆς φωνῆς πλέον τοῦτο τίθεμαι ἢ εἴ με πάντες ἄνθρωποι πάντων ἄριστον ἦγον.

[3] ἵν' οὖν αὐτός τε ἀγαθὸς γίγνωμαι καὶ σὺ περὶ τοιούτου τοὺς ἐπαίνους ποιῇ, πυκνά τε ἔστω τὰ γράμματα καὶ παραινέσεις κομίζοντα. [779] [t]

Μαξίμῳ.

[1]    Πάντα σου καλὰ ἀπὸ τῆς μορφῆς αὐτῆς, μᾶλλον δὲ ἀπ' αὐτῆς ἀρξάμενα τῆς ψυχῆς. νῦν γοῦν ἀκούοντας ἡμᾶς περὶ κάλλους κάλλος γραμμάτων καταλαμβάνει πολὺ λαμπρότερον τοῦ πολλάκις ἐλθόντος ἀπὸ τῆς Ἀρμενίας.

[2] ὁ μὲν οὖν κομίζων ἦν, ὃν διεδέξω, γενναῖος γενναίῳ παραδοὺς τὰς πόλεις. ἔδωκε δὲ ἐν τοῖς βασιλείοις ποιητοῦ τινος συνάγοντος τοὺς βοησομένους. ἐγὼ δὲ ἀναγνοὺς καὶ θαυμάσας φθάσας τὸν ποιητὴν ἐχρησάμην εἰς τὰ γράμματα τῷ συλλόγῳ καὶ ἦν οὐδεὶς ὃς ἤνεγκεν ἀκοῦσαι σιγῇ.

[3] ὥσπερ οὖν ἐπιστολαῖς δευτέραις προτέρας νενίκηκας, ταῖς πόρρωθεν τὰς ἐγγύθεν, οὕτως ἀρχὴν ἀρχὴ νικησάτω, καὶ ποίησον Ἀρμενίων Γαλάτας εὐδαιμονεστέρους, αὐτῶν δέ μοι Γαλατῶν εὐδαιμονεστάτην ποίει τὴν οἰκίαν Μαξίμου γυναικός τε τιμῶν ἀρετὴν καὶ ἀνδρὸς ἐπιείκειαν παῖδά τε τὸν αὐτῶν πρὸ αὐτῶν πάντων ὄντα ἐμοὶ φίλτατον.

[4] καὶ διῆλθον ἂν τὰς αἰτίας, εἰ μὴ παρόντα διδάξας ἦν· νῦν δ' Ἀκακίῳ μὲν ἔδει πέμπειν ἐν γράμμασι διδαχὴν καὶ μηκύνειν, ἠγνόει γάρ· σὺ δ' ἀκηκοὼς ἐξῆλθες, καὶ λέγειν ὀχληρὸν εἰδότι.

[5] πρὸς μὲν οὖν ἐκεῖνον οὐκ οὖσά μοι πρότερον ἐγένετο φιλία διὰ τὴν εἰς τοῦτον προθυμίαν, καὶ νῦν οὐκ ἔστιν ὅ τι προστάξας Ἀκάκιος οὐ πλείω με ποιοῦντα εὑρήσει, μεγάλα γὰρ ὀφείλειν ἡγοῦμαι· σὺ δ', ὦ δαιμόνιε, τῆς οὔσης ἡμῖν ἄξια πρᾶττε φιλίας καὶ μέγαν καὶ λαμπρὸν καὶ ἀπόβλεπτον τὸν Ὑπερέχιον δείκνυ νομίζων ἐμὲ πρὸς ὕψος αἴρειν, ἢν ἐκεῖνον αὐξήσῃς.

[780]

Γαϊανῷ.

[1]    Φοίνικες μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, ἐγὼ δὲ ὀνειροπολῶ τὰ Φοινίκων ἀγαθά, βουλευτὰς τιμωμένους, δήμους εὐθυμουμένους, ἐμπόρους οὐκ ἀδικουμένους, γεωργοὺς οὐ καταφρονουμένους, ῥήτορας ῥέοντας ὡς οὔπω πρότερον καὶ τῷ Δημοσθένει συγγινομένους εἰδότας ὅτι παρ' ἀνδρὶ γέμοντι τοῦ Δημοσθένους αἱ δίκαι.

[2] ταῦτα ὁρᾶν καὶ τὰ τοιαῦτα δοκῶν ὁρῶμαι φαιδρότερος καὶ πρὸς τοὺς ἐρωτῶντας, ὅτῳ γέγηθα, Φοίνικες εὖ πράττουσιν ἀποκρίνομαι. καὶ τί τοῦτο πρὸς τὸν οὐ Φοίνικα; φασί. μάλιστά γε φημί. τοῦ μὲν γὰρ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ χεῖρον εἰς ἡδονήν. ἔστι δὲ τρόπον τινὰ ἐκείνοις, ἃ νῦν ἔχουσι, καὶ παρ' ἐμοῦ· τὰ γὰρ τοῦ ἄρχοντος καὶ ἐμά.

[3] ταῦθ' ὅταν εἴπω, πολλοὺς ἀνίστημί σοι πολλαχόθεν τοὺς κατηγόρους, οἳ οὐκ ἄλλους ἀνθ' ἑαυτῶν εὐδαιμονεῖν ἤθελον. εἶτα ἀπολογεῖσθαι μὲν ἐπιχειρῶ, κραυγὴ δὲ καὶ θόρυβος ἀντικρούει καὶ κινδυνεύω πληγὰς λαμβάνων ἀπιέναι.

[4] καὶ ταύτην τὴν λύπην ἔτεκεν εὐφροσύνη. σωθέντες γὰρ ὑπὸ σοῦ παρεδρεύοντος οἱ περὶ τὸν Ὀρόντην ἐνθυμούμενοι, τίς ἂν ἦσθα τὸ ἅρμα αὐτὸς ἐλαύνων, ὅσην τότε ἥδοντο ἡδονήν, τοσαύτῃ νῦν ἀθυμίᾳ συζῶσι.

[5] τοιαῦτά σοι πράγματα πεφύτευται παρ' ἡμῖν, ὦ μέλιτος γλυκίων τὴν αὐδήν, προσθείην δ' ἂν καὶ τρόπον, ἃ οὐδὲν ἐκκόψει τῶν πάντων, ἕως ἂν ὕδωρ ᾖ καὶ δένδρα.

[781]

Ἀθανασίῳ.

[1]    Οἶδα ὃ καλεῖς τὴν περὶ ἐμοῦ φήμην· οὐκ ἀνθρώπους χιλίους ἢ μυρίους ἢ δὶς τοσούτους, ἀλλ' Ἀκάκιον τὸν ῥήτορα καὶ τὸ Ἀκακίου στόμα πολλῷ μὲν ἐμοὶ κάλλιον δισμυρίων στομάτων, οὐκ ἔξω δὲ ὑποψίας διὰ τὴν ἄγαν φιλίαν.

[2] οὐ μὴν ἀλλ' ὧν ἔχομεν ὁ Γάϊος ἀπολαύσεται καὶ τοσαύτης γε προθυμίας ὅσης ὁ παῖς ἐκείνου τοῦ τὴν φήμην πεποιηκότος. ὑμεῖς τε γὰρ ἄξιοι τιμῆς ἐκεῖνός τε ταῦτα κελεύει παῖδα μὲν αὑτοῦ τὸν ὑμέτερον καλῶν, διηγούμενος δὲ καὶ τἄλλα, ὡς εἴη τε ὑμῖν ἀγαπητὸς καὶ μόλις ἡ μήτηρ ἀπ' αὐτοῦ διαλυθείη μέχρι τῶν ὅρων εἰλημμένη.

[3] ταῦτ' οὖν ἀεί τε μεμνησόμεθα καὶ φήσεις οὐκ ἂν αὐτῷ γίγνεσθαι παρὰ τοῦ πατρὸς πλέον, εἴπερ ἐτύγχανε ζῶν ἐν ᾗπερ ἐγὼ τέχνῃ.

[782]

Γαΐῳ.

[1]    Τριῶν ἔοικα πατέρων παῖδα τὸν Γάϊον δεδέχθαι, τοῦ τε γεγεννηκότος καὶ σοῦ τοῦ θείου τε καὶ ὁμωνύμου καὶ ἔτι τοῦ τῶν γενναίων δημιουργοῦ λόγων, Ἀκακίου τοῦ καλοῦ, ὃς ἀφ' οὗπερ ἧκεν αὐτός, ἕως ἦλθεν ὁ νέος, οὐδὲν ἐπαύσατο λέγων ὡς ἥξει παῖς χρηστὸς ἐξ ἀγαθῶν, φίλος ἐκ φίλων, ἕτερος Τιτιανός.

[2]

ἐνθυμοῦ οὖν τίς ἂν εἴην μέλλων χαριεῖσθαι τοσούτοις, ὃς οὐδ' ἂν ἑνὸς ἐπιτάττοντος ἠμέλουν. ὅ τε γὰρ σὸς ἀδελφός, σός τε ὢν ἀδελφὸς καὶ ἐπιεικείας ἑταῖρος, αἰδοῦς ἡμῖν ἄξιος σύ τε ταῖς Μούσαις σύνει καὶ δύνασαι παρ' αὐταῖς οὓς ἂν ἐθέλῃς ἐπαινεῖν. οὔκουν ἀκίνδυνον μὴ πάντα σοι πείθεσθαι;

[3] τὴν δὲ Ἀκακίου ῥώμην, μεθ' ἧς μεγάλα μὲν ὠφελεῖ, θάτερον δὲ ἄλλος εἰδείη, τίς οὐκ ἂν ἐννοῶν πρὸ τῶν ἄλλων θεῖτο ὃν ἐκεῖνος ἐν τάξει Τιτιανοῦ;

[4] ἐγὼ μὲν οὖν, εἴ μοι μεταδίδοτε χώρας ἐν τῷ τῶν πατέρων χορῷ, τέταρτος γίγνομαι τῷ Γαΐῳ πατήρ· μακαρίζω δὲ ἐκεῖνον τῶν ὀλίγων ἡμερῶν ἐν αἷς ἐγεύσατο τῶν Ἀκακίου μυστηρίων. οὐ γὰρ ἄδηλός ἐστι μετασχὼν ἱερῶν. [783] [t]

Κέλσῳ.

[1]    Τοιαύτας ἔδει σε παρ' ἄλλων ἐπιστολὰς ὑπὲρ τοιούτων δέχεσθαι, σὺ δ' ἀποδρὰς τὴν τῶν παιδευτῶν τάξιν εἰς τὴν τῶν ἀρχόντων εἰσῆλθες.

[2] εἶτ' ἐκεῖνο μὲν σὺν ἐπιστήμῃ πράττεις, ὡς οὐκ ἂν ἡμεῖς, εἴ τις ἐκεῖσε ἦγεν· εἰ δ' ἐνταῦθα ἐτύγχανες ὤν, κἀνταῦθα ἂν ἐκράτεις. οὕτως εὐτράπελόν τι χρῆμα τὴν σὴν φύσιν ὁ θεὸς ἐτεκτήνατο. καὶ μόνος ὧν ἴσμεν οὐχ ὅτι ῥᾳθυμεῖς, ἀλλ' ὅτι μὴ δάκνεις, ἐγκαλῇ.

[3] σὲ δὲ μηδὲν μεταβαλλέτω μηδὲ λυπείτω μᾶλλον ἀνὴρ μεθύων ἢ Ὅμηρος ἐπαινῶν εὐφραινέτω καὶ μετὰ τοῦ ποιητοῦ πάντες Κίλικες καὶ πρὸ τῶν ἄλλων Κιλίκων Ἀντικλῆς ὁ ῥήτωρ, οὗ τὴν ψῆφον ἰσχυροτέραν νομιστέον ἀμφοτέρων τῶν ἠπείρων.

[4] σὲ μὲν οὕτω δεῖ φρονεῖν, ὁ δὲ νέος οὐδὲν ἐλαττόνων ἢ σὺ πρότερον τεύξεται.

[784]

Ἀταρβίῳ.

[1]    Τύραννος οὑτοσὶ καὶ ἀνὴρ χρηστὸς καὶ ἰατρὸς ἀγαθὸς καὶ ἡμῖν φίλος καὶ τῶν διὰ τὴν τέχνην ἐν βασιλείοις οὐκ ὀλίγον δὴ χρόνον βεβιωκότων. ἠδίκησε δὲ ἄλλον μὲν οὐδένα οὐδεπώποτε ἀνθρώπων, αὑτὸν δὲ νῦν πιστεύσας ἀνθρώπῳ δεινῷ γοητεῦσαι λόγοις καὶ πεῖσαι τὸν ἀκούοντα δοῦναι χάριν ἐκείνῳ μὲν συμφέρουσαν, αὑτῷ δὲ βλαβεράν.

[2] νῦν οὖν ἥκει διορθωσόμενος ἃ μὴ καλῶς πέπρακται καὶ λύσων τὸ ἡμαρτημένον. λύσει δὲ οὐκ ἄνευ τῆς Ἀθηνᾶς. ἡ δὲ Ἀθηνᾶ συλλήψεται καὶ τοῦ δικαίου καὶ ἐμὴν χάριν.

[3] ἐνθυμοῦ δέ, ὦ ἄριστε, τὴν περιεστηκυῖαν ἀνάγκην εἴς τε τὸ σῶμα τοῦ Τυράννου καὶ τὸν χειμῶνα βλέπων. οὐ γὰρ ἂν νῦν τε καὶ οὕτως ἔχων ἔφερε τὸ μεῖζον φεύγων κακόν.

[4] ὅπως οὖν αὐτὸν ἡμῖν ἀποπέμψῃς χαίροντα τὴν λύπην ἀποθέμενον περὶ τὸν Εὐφράτην, ἣν τῆς ἀφελείας ἱκανὴν ἔτισε δίκην· ὡς, εἰ περιοφθείη, τὴν μὲν λύπην ἀποθήσεται, τρόπον δὲ οὔθ' ἡμῖν οὔτε σοὶ πρέποντα. κείσεται γὰρ αὐτοῦ που κουφοτέραν τοῦ ζῶντα περιέλκεσθαι τὴν τελευτὴν ἡγησάμενος.

[785]

Δημητρίῳ.

[1]    Δευτέρων φασὶν ἀμεινόνων ἤ, εἰ βούλει γε, εὐτυχεστέρων· ταύτῃ γὰρ κατῆρεν, οἷπερ ἐπέμπετο, καὶ οὐκ ἔλαφος ἀντὶ παρθένου. διάγομεν δὲ τὰ μὲν χαίροντες, τὰ δὲ οὐχ οὕτω διὰ τὴν τῆς ἀγορᾶς πενίαν.

[2] λόγος δὲ ὁ μὲν εἰς τὴν πανήγυριν ἔτι μέλλει κρύπτεσθαι μὲν ἐθέλων, ἑλκόμενος δὲ εἰς μέσον παρὰ τοῦ βασιλέως καὶ ἴσως φανεῖται, δεῖ γὰρ ἐκεῖνον κρατεῖν· ἃ δ' ἐπὶ τῷ πυρὶ καὶ οἷς ἔδρασεν ἅμα δάκρυσιν ἐφθεγξάμην, ἀπέσταλκά σοι.

[3] τέχνης δὲ γέμων καὶ τῶν τοῖς πρεσβυτέροις πεποιημένων οὐ δήπου καταγνώσῃ τοῦ τὰ τοιαῦτα θρηνοῦντος.

[786]

Βασσιανῷ.

[1]    Αὐτὸς ἔφθης εἰπὼν τὴν παραμυθίαν, ἣν εἰκότως ἂν προσείποις καὶ ἑορτήν, γυναῖκα ἀγαθήν τε καὶ καλὴν καὶ μεγάλην· ἄλλος δ' ἂν καὶ τὸν πλοῦτον προσέθηκε.

[2] τῆς δ' ἐμῆς σιγῆς τὴν αἰτίαν πρόσθεν ἀληθείας ἄγων ὀρθῶς ἂν ποιοῖς. εἰ μὲν γὰρ αἰτηθεὶς ἐπιστολὴν ὤκνουν, αὐτὸς ἂν ἠδίκουν· οὐδενὸς δὲ αἰτοῦντος ἠδίκημαι μετὰ σοῦ τοῦ μὴ λαβόντος ὁ μὴ γράψας ἐγώ.

[3] θαυμάζω δὲ ὅτι γεωργήσας καλῶς καὶ σπείρας καὶ προσδοκῶν τὸν στάχυν ἄλλοις μὲν ἐπέστειλας τὰ περὶ τὴν ἄρουραν, ἐμοὶ δὲ οὔ, ὃν δεήσει πλείω τῶν ἄλλων περὶ τὸν ἐσόμενον πονεῖν.

[4] ἀλλ' ἴσως ᾐδέσθης. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ ταῦτα ἐπέπρακτό σοι, τοὺς πρεσβυτέρους ἡμᾶς αἰδεῖσθαι. νῦν δέ σοι συγχαίρομεν ἐγγὺς ὄντι τῆς τῶν πατέρων προσηγορίας.

[5] φάνηθι τοίνυν ἡμῖν μετὰ τοῦ παιδίου. παρακολουθείτω δὲ καὶ ὁ τῷ γάμῳ τὸ ᾆσμα πεποιηκώς, ἵν' ἐπὶ τῷ προτέρῳ μισθῷ καὶ τὸν μείζω λάβῃ, λόγους μετὰ τὸν χιτῶνα. πάντως οὐκ ἀντερεῖ σοι Θεοδώρα χάριν οὕτως αἰτοῦντι δικαίαν τε καὶ αὐτῇ κατὰ νοῦν. [787] [t]

Κέλσῳ.

[1]    Ἰδού, καὶ κηδεστής ἐστί μοι, τοῖν Ἰουστινιανοῦ παίδοιν ὁ πρεσβύτερος. ἔστι γάρ μοι καὶ θυγάτηρ, ἐπειδήπερ ἐστὶ Κυνηγίῳ, ὃς τὸν ἀδελφὸν τὸν αὑτοῦ μιμησάμενος οὐ χείρων εἰς ἐμὲ τῶν ἐμῶν ἀδελφῶν ἀνεφάνη.

[2] ἵν' οὖν κἀκεῖνος καὶ Λητόϊος ἴδωσιν ὡς οὐ ῥᾴθυμον ἄρα φιλοῦσι, τὸν διὰ σοῦ τὴν παῖδα ληψόμενον βουλοίμην ἂν εὖ παθεῖν. ἔστι γὰρ τοῖς νέοις ἐν Κιλικίᾳ καὶ γῆ καὶ τἄλλα ἃ τῶν εὐδαιμόνων ἐστί. περὶ τούτων καὶ ζήτει καὶ ἐρώτα καὶ μάνθανε καὶ ποίει δῆλον ὡς, εἰ βιάζοιτό τις, οὐκ ἐπιτρέψεις.

[3] ἀλλὰ τοῦτο μὲν κοινὸν Κιλικίας καὶ τοῦ τῆς ἀρχῆς νόμου· προσέστω δὲ τῷ νόμῳ φροντὶς ἑτέρα συγγενείᾳ πρέπουσα. καὶ ὧν ἂν ἠξίωσας Μάρκον, εἰ παρ' ὑμῖν ἐτύγχανε γεωργῶν, τούτοις νῦν χρῶ περὶ τὰ τῶνδε κτήματα.

[788]

Τῷ αὐτῷ.

[1]    Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον μὲν οὐκ εἶδον· εἰ δ' ἔοικε τούτῳ καὶ ἡ τῶν τρόπων ὁμοιότης εἴργασται τὴν φιλίαν, χρηστὸς ἂν εἴη.

[2] εἰ οὖν μὴ φαῦλος ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.

[789]

Τῷ αὐτῷ.

[1]    Εὐστόχιον οἶσθά που τὸν ἐκ Παλαιστίνης τὸν νόμων τε πλήρη καὶ τῇ τῶν λόγων ῥώμῃ βοηθοῦντα τοῖς νόμοις, ὃς πολλοῦ μὲν ἄξιος Ἀπελλίωνι γεγένηται, πλείονος δὲ Μακεδονίῳ τῷ γέροντι, δραμὼν μὲν ὑπὲρ τοῦδε πρὸς τὴν Μεγάλην πόλιν, πανταχοῦ δὲ ἐκείνῳ συμπονῶν.

[2] πεπόνηται δὲ αὐτῷ καὶ ὑπὲρ ἡμῶν πολλά τε καὶ οὐ σμικρά, κἂν κελεύσῃ τι, δεῖ με εὐθὺς ὑπουργεῖν ἢ κακὸν εἶναι δοκεῖν. νῦν τοίνυν βούλεται Γερόντιον τὴν βουλὴν διαφυγεῖν, εἴ τι φαίνοιτο λέγων. φησὶ δὲ αὐτὸν ἐρρῶσθαι πρὸς τὸν ἀγῶνα, καὶ ἐγὼ πείθομαι.

[3] σαυτὸν οὖν παρασχὼν εὔνουν ποίησόν με μὴ πάντα ὀφείλειν Εὐστοχίῳ τῷ καλῷ.

[790]

Μαξίμῳ.

[1]    Ἔγγραφε τῷ καταλόγῳ τῶν ἡμετέρων φίλων καὶ τὸν χρηστὸν Πομπηιανὸν ὄντα μὲν ἐμοὶ πάλαι συνήθη, νῦν δ' ἔχοντα καὶ νεανίσκους παρ' ἐμοὶ τά τε ἄλλα καὶ φιλοπάτορας.

[2] αὐτῶν νῦν ἔργον γέγονε καὶ ταυτὶ τὰ γράμματα κινούντων τε καὶ παρακαλούντων δεδιότων μὴ ταύτῃ γε αὐτοῖς ὁ πατὴρ ἔλαττον ἑτέρων ἔχῃ.

[3] ἀμφοτέρους οὖν ἐπαινέσας, καὶ τοὺς ἐπεγείραντας καὶ τὸν ὑπακούσαντα, μᾶλλον ἢ πρότερον ἐν τιμῇ τὸν ἄνδρα ποιοῦ.

[791]

Τῷ αὐτῷ.

[1]    Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, οὐδέτερον ἂν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖνός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι.

[2] ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρεθέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκούσας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἥκειν δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς, τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόντων καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρετὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους, εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν εἰς σχῆμα κατέστησεν.

[3] ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέστερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ βασιλεύει τὰ μὲν λογισμοῖς, τὰ δὲ μαντείαις εὑρισκομένη.

[4] παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακαρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Διὸς δὲ ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ δι' ἀρχῶν ἐπὶ τὸν τοῦδε θρόνον κομίσειεν.

[792]

Ὑπερεχίῳ.

[1]    Ἕνα σε τίθεμαι τῶν νῦν ἑορταζόντων ἐπὶ τῷ τὸν γενναῖον Μόδεστον ὅστις ἐστὶ καὶ νομίζεσθαι· πρότερόν τε γὰρ αὐτοῦ τῆς δυνάμεως ἀπήλαυσας ἐγγραφεὶς εἰς οὕσπερ ἐβούλου νῦν τε οἶμαί σε τοὺς ἐν τῇ βουλῇ βαρεῖς οὐ φοβήσεσθαι τούτου τοὺς μὲν πείθοντος, τοὺς δὲ ἀναγκάζοντος τοῖς δικαίοις ἐμμένειν.

[2] ὥστ' οὐκ ἂν θαυμάσαιμι εἰ καὶ κοινωνεῖν αὐτῷ τῆς πορείας ἕλοιο καὶ καταστῆσαι σαυτὸν εἰς τὸ γνωρίζεσθαι τοῖς ἐκεῖ. οὓς γὰρ ἂν ἐν ἄλλῳ καιρῷ θεραπεύειν εἶχες ἀνάγκην, τούτοις ἐξέσται σοι νῦν ἐλευθέρως ὁμιλῆσαι. πρᾶγμα δὲ ἀπὸ καλῆς ἀρξάμενον τῆς ἀρχῆς εἴωθεν αὔξεσθαι ῥᾳδίως καθάπερ τὰ τῶν δένδρων ἰσχυρῶς ἐρριζωμένα.

[3] ὄντων δὲ οὐδὲ τούτων μικρῶν ἔτι μείζω προσδόκα παρὰ τῆς Μοδέστου καὶ φιλίας καὶ τύχης. ἐπιμελήσεται γὰρ τοῦ καὶ σὲ μείζω γενέσθαι τὰ μὲν αὑτὸν παρακαλῶν, τὰ δὲ ὑπ' ἐμοῦ κινούμενος.

[4] δώσει δέ μοι καὶ τεθνεῶτι χάριν τῷ σοί τι χαρίζεσθαι πολλοῖς μὲν ἔργοις, πολλοῖς δὲ λόγοις, οὐκ ὀλίγοις δὲ ὅρκοις μεμαθηκὼς ὅτι μοι τὰ σὰ τῶν ἐμῶν οὐ δεύτερα.

[793]

Θεμιστίῳ.

[1]    Οὔτε Σπεκτάτον ὡς ἠδικηκότα με εἶδον, οὐδὲν γὰρ ἂν περὶ σοῦ γράψαιμι τοιοῦτον, ὃ κεκρύφθαι βουλοίμην ἄν, εἴ τέ τι καὶ ἥμαρτον, οὐ τοσαύτην γε ὤφειλον δίκην, ὁπόσην ἔλαβες γράφων. διδάσκεις γάρ με περὶ τῶν σαυτοῦ τρόπων ὡς οὐ δυνηθέντα μαθεῖν ἐν οὕτω πολλῷ χρόνῳ, δώδεκα ἔτεσιν οἶμαι.

[2] καίτοι τοῦτό γε μὴ ὅτι τῶν παρὰ σοί τις τραφέντων οἰκετῶν, ἀλλ' οὐδ' ἂν Ἴστρος ἐκεῖνος ὁ παρὰ τῶν βαρβάρων ἔπαθεν, ἀλλ' ἐσπούδασας, ὡς ἔοικε, τὸν εἰ μηδὲν ἄλλο μετὰ σοῦ πολλὰ δὴ λελουμένον Μελιτίδου δεῖξαι φαυλότερον.

[3]

ἐγὼ δέ σε καὶ νῦν καὶ πάλαι φιλοσοφεῖν ἡγοῦμαι καὶ νῦν μὲν ἴσως πλείω συγγράφειν, τὰ δὲ τῷ βίῳ προσήκοντα καὶ πρόσθεν τετηρηκέναι καὶ γενέσθαι γε μείζω βάσανον τῆς παρούσης ἐκείνην. οὐ γὰρ ἴσον ἔξω πραγμάτων ὄντα τοῖς νόμοις Πλάτωνος ἐμμένειν καὶ πολλῶν ἐνοχλούντων μηδαμοῦ βιασθῆναι.

[4] μαθητὰς δὲ πολλοὺς ἀριθμῶν πολλοὺς εὐδαίμονας λέγεις, οἷς ἔστι μὲν τὴν ἀλήθειαν λαβεῖν, ἔστι δὲ μετ' ἐκείνης εἰς εὐγλωττίαν ἐπιδοῦναι. ἄμφω γὰρ δὴ παρὰ σοὶ τὰ Πλάτωνος, γενναῖά τε διδάξαι καὶ γλώττῃ καλῇ. ταῦτ' οὔτ' ἀγνοοῦμεν οὔτε σιγῶμεν, ἀλλ' ὅσοιπερ ἡμῖν εἰς λόγους ἦλθον, καὶ τοιούτων λόγων ἀκούσαντες ἀπῆλθον.

[5] παῦσαι δὴ τοιούτων ἐπιστολῶν καὶ νόμιζέ με γεγηρακέναι μέν, παραφρονεῖν δὲ οὔπω.

[794]

Ἀλβανίῳ.

[1]    Καὶ τοῖς γράμμασί σου χαίρω καὶ πολὺ πρότερον οἷς ποιεῖς. ἀκούω γάρ σε καὶ τὴν οὐσίαν συνέχειν καὶ λειτουργεῖν ἡδέως καὶ τὴν τοῦ δύνασθαι λέγειν δόξαν συλλέγειν.

[2] μὴ τοίνυν ἀποκάμῃς σαυτόν τε ὠφελῶν καὶ ἐμέ· τὸ γὰρ αὐτὸ σὲ μὲν ἐν τοῖς πολίταις καταστήσει δυνατόν, ἄξει δὲ ὡς ἐμὲ τοὺς ἐκείνων υἱεῖς. [795] [t]

Δημητρίῳ.

[1]    Οὐ μόνον τῷ πρὸς ἑκάτερον ἕλκεσθαι τῶν κομισθέντων ἔδειξας τὸν ἐραστὴν ἀπορῶν, ὁποτέρῳ δεῖ προτέρῳ δοῦναι τοὺς ὀφθαλμούς, ἀλλὰ καὶ ἡ ‹περὶ› τοῦ λόγου ψῆφος πάθος ἦν ἐρωτικόν.

[2] τῷ μέν γε κάλλος οὐκ ἔπεστι, σὺ δ' αὐτὸν τῶν ἀμφὶ Πέλοπα καὶ Γανυμήδην ποιεῖς καὶ γέγονας ἐκείνων δὴ τῶν τοὺς σιμοὺς καὶ γρυποὺς καὶ μέλανας ἐπαινούντων ἐξ αὐτῶν ὧν ἂν ψεχθεῖεν ὑπ' ἀνδρὸς οὐκ ἐρῶντος.

[3] ἀλλ' ἐκείνοις τε συγγνώμη καὶ σοί, τοιαῦτα γὰρ ὁ θεὸς ἐργάζεται, οὐ μέντοι πείσαις ἂν ὅτι ταῦτα οὕτως ἔχει, πρὶν ἂν ἐρῶν παύσῃ. τοῦτο δὲ οὐδέποτε ποιήσεις, ὥστε οὐδέποτε πείσεις.

[796]

Ἱέρακι.

[1]    Ἐθαύμασα, ὅπως τὸ μὲν μὴ ἐπιστεῖλαί με πρὸς σὲ κατηγορίας ἄξιον ἡγήσω, τοῦ δ' ἐλθεῖν σοι τὴν βασιλέως ἐπιστολὴν οὐδὲν ἐφ' ἡμᾶς ἄγεις.

[2] καίτοι δεικνὺς ἐγὼ τὰ πρὸς ἐμέ σοι γεγραμμένα καὶ τοῦτο πεποιηκὼς τετράκις καὶ βοῶν ὡς δεινὰ μὲν ἂν ἡ Τρωάς, δεινὰ δὲ Ἀλέξανδρος πάθοι καὶ μετὰ τούτων γε ὁ θεός, εἰ μὴ τὸν Ἱέρακα τοῖς ἐκ τοῦ νόμου κοσμήσαιμεν, τοιαῦτα νῦν μὲν πρὸς Ἐλπίδιον λέγων, νῦν δὲ πρὸς τὸν πάντα ἄριστον βασιλέα τὰ σοὶ πρέποντα συμπαρεσκεύασα γράμματα ἐλθεῖν.

[3] λέγω δὲ οὐχ ὡς ἐμοὶ ταύτην δόντος τοῦ βασιλέως τὴν χάριν, ἀλλὰ σὲ μὲν καὶ εὖ οἶδε καὶ τιμᾷ καὶ ἰδεῖν ἤθελεν· ἐν δ' αὖ πλήθει πραγμάτων καὶ ἐραστὴς ἀμβλύτερος εἰς ἐρώμενον ἂν εἴη. δεῖ δὴ τοῦ γε κινοῦντος καὶ οὐκ ἐῶντος ἀμνημονεῖν, ὃ καὶ ἐμοὶ πέπρακται.

[4] συνέβη δέ πως τὸν σὲ καλοῦντα πρὸς ἡμᾶς ὕστερον ὅτι κέκληκεν εἰπεῖν, ἡνίκα τὸ μὲν ἔργον ἐπῃνοῦμεν, ἐπιστέλλειν δὲ οὐκ εἴχομεν. ἐπιτιμᾶν δὲ οὐκ ἦν, εἴ τις ὑπὲρ γῆς ἁπάσης καὶ θαλάττης βουλευόμενος ὑπερέβη τι σμικρὸν ἄκων.

[5] δὸς δὴ καὶ αὐτός μοι συγγνώμην τῷ μὴ παραχρῆμα ἀκούσαντι καὶ μὴ νόμιζε οὕτω σφόδρα παρ' ἡμῖν τιμᾶσθαι τὰς μελέτας, ὥσθ' ἕνεκα αὐτῶν αἱρεῖσθαι τοὺς φίλους ἀδικεῖν. εἰ γὰρ ἐλάττους ἦμεν ἢ ἀρκεῖν ἀμφοτέροις, ἀλλ' οὐκ ἂν ἠμελήσαμεν Ἱέρακος τοῦ καλοῦ περὶ Μιλτιάδην ἢ Θεμιστοκλέα ληροῦντες. [797] [t]

Ἀντιπάτρῳ.

[1]    Ἔοικας ἀνδρὸς πονηροῦ γραμμάτων ἐπιθυμεῖν, εἴτε διὰ χρόνου μῆκος ἐπιλέλησμαι φίλου εἴθ' ὑπό τινος εὐπραξίας αὐτὸ τοῦτο ἔπαθον, καὶ θαυμάζω γε, ὅπως οὐ κέρδος ἡγήσω τοῦ τὰ τοιαῦτα νοσοῦντος ἀπηλλάχθαι.

[2] ἐγὼ δὲ τῆς μὲν κοινῆς εὐτυχίας ἔχω τὸ μέρος ἀρχόμενος ὑπὸ βασιλέως ἀρίστου, τοῖς δὲ ἰδίοις οὐδένα παρελήλυθα τῶν γειτόνων. οὔτε γὰρ οἰκοδομῶ λαμπρῶς οὔτε γῆν ἐώνημαι πολλὴν οὔθ' ὑπὸ ῥαβδούχων παραπέμπομαι παιόντων καὶ φοβούντων οὐδ' ὑπισχνοῦμαι μεγάλα οὐδ' ἐχθρὸν ἠμυνάμην.

[3] τίνα τοίνυν ὄγκον ἑωρακὼς ὑβρίζεις; τίς μηνυτὴς ἢ τίς μάντεων τοῦτον ἔφρασέ σοι τὸν ὄγκον; εἴσειμι παρὰ τὸν βασιλέα καλούμενος, ἄλλως δὲ οὐδαμῶς, τοῦτο δὲ οὐ συνεχῶς. εἰσελθὼν ἀκούω λέγοντος, καὶ γάρ ἐστι Σειρήν, καὶ ὅ τι φθέγξαιτο, συγγράμματος τοῦτο οὐ χεῖρον. ἀμείνων γενόμενος τὴν γνώμην ἄπειμι παρακληθεὶς εἰς λόγους τοῖς τοῦ βασιλέως λόγοις.

[4] οὗτοι τῶν εἰσόδων οἱ καρποί. τὸ δὲ τὸν δεῖνα μέν, ὦ βασιλεῦ, παῦσον ἄρχοντα, ὁ δεῖνα δὲ ἀρξάτω, καὶ τῷ μὲν γενέσθω τιμή, τὸν δὲ ἔκβαλε τῶν ὄντων, ταῦτα δὴ τὰ ἐπὶ τοῦ Πραξίλλης Ἀδώνιδος οἴχεται. καὶ νῦν ὡς ἀληθῶς εἰς ἔργον ἥκει τὸ τοῦ κρατοῦντος ὄνομα.

[5] οὐ μὴν ἀλλ', εἰ καὶ σφόδρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγενόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ' ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί μου τοῦ τρόπου.

[6] καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἷα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμᾶς ἧκεν εἰς Συρίαν, ἀλλ' οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέγονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.

[7] ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δ' ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτ' αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.

[798]

Θεοδώρῳ.

[1]    Τῇ μὲν μνήμῃ τετίμηκάς με, τῆς δὲ τῶν ὀφθαλμῶν ἀσθενείας οὐ μάλα ἐστοχάσω. ἔρρωται μὲν γὰρ οὐδέν μοι μέρος τοῦ σώματος, οἱ δὲ πλέον ἢ τἄλλα ἀπειρήκασι, κἂν μὴ μεγάλων λάβωνται γραμμάτων, ζητοῦσι τὸν ἀναγνωσόμενον.

[2] σοὶ δ' ἔστι μὲν βιβλία πολλὰ καὶ καλὰ καὶ οἷα βοηθεῖν τοῖς οὕτω διακειμένοις, ἐγὼ δὲ οὔπω τῶν τοιούτων ἄξιος καὶ οἶδα ἐνοχλήσας καὶ συγγνώμην αἰτῶ· ὡς ὅ γε ἔπεμψας, ἓν μόνον εἶχε καλὸν τὸ παρὰ σοῦ τε καὶ μετὰ σῶν κεκομίσθαι γραμμάτων, ὡς τῇ γε ἄλλῃ τὸ δῶρον οὐ σόν.

[3] ἥκει οὖν αὖθις εἰς ταὐτὸ ταμιεῖον μετὰ τῶν καλῶν κεισόμενον, ὅπως βασκανίαν ἀπελαύνῃ τῶν καλῶν.

[799]

Γαϊανῷ.

[1]    Καὶ γὰρ ἐγὼ κτῆμα σόν· ὥστ' οὐδὲν θαυμαστὸν εἰ καὶ σὺ κτῆμα ἐμόν. ἐκεῖνο μέντοι οὐκέτι πείθομαι τὴν περὶ τὸ ἄρχειν ἀρετὴν παρ' ἡμῶν γεγενῆσθαί σοι.

[2] κομίζων γὰρ αὐτὴν ἐκ Φοινίκης ἀφῖξο καὶ διὰ τοῦτο ἑτέρῳ παρεδρεύων μεῖζον ἴυγγος ἴσχυσας τῷ τρόπῳ. καὶ νῦν Φοινίκη μισθοὺς ὧν ἐδίδαξε κομίζεται ποιήσασά τε γενναῖον καὶ παρὰ τοῦ μαθητοῦ σωζομένη τε καὶ θεραπευομένη.

[3] σωτηρίαν δὲ καλῶ καὶ θεραπείαν οὐ τὸ ἐξεῖναι πάντα ποιεῖν ὡς ἂν ἑταίρου καὶ Φοίνικος ἄρχοντος, ἀλλ' ὅτι σε ἀκούω καὶ τιμᾶν οὓς δεῖ καὶ κολάζειν οὓς χρή, καὶ τοῦτο πρῶτον ἀπαιτοῦντα τοὺς φίλους τὸ μὴ ἀπειθεῖν τοῖς νόμοις.

[4] ὡς ὅστις ἐν ἀρχῇ τοῖς πάλαι συνήθεσι δίδωσι παρανομεῖν, βλαβερὰν ἀμφοτέροις χαρίζεται χάριν καὶ δοκῶν αἰδεῖσθαι φιλίαν αὑτόν τε κἀκείνους μισῶν οὐκ οἶδε.

[5] πολλὴν δὲ ἄρα βραδυτῆτα κατέγνως τῆς φήμης, εἰ ἀγνοοῦσι ταῦτα ᾠήθης γράφειν. ἡ δὲ πάλαι σου τὴν ἐπιστολὴν ἔφθη θεοῦ τε πρᾶγμα ποιοῦσα καὶ ὑποπτέρου καὶ οὐ τὴν ἀγοράν γε μόνον ἐνέπλησεν αὑτῆς, ἀλλ' ἤδη καὶ εἰς τὸ βασίλειον εἰσῆλθεν ἡδονὴν φέρουσα τῷ βασιλεῖ καὶ μάντει.

[6] ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός, καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου τεκμαίρῃ.

[800]

Τῷ αὐτῷ.

[1]    Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγμάτων οὐκέθ' ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ γράφοντα νενίκηκας τῷ πλήθει.

[2] τὸ δέ γε κάλλος ἴσον, καὶ μικρός μοι σῖτος ἅπας καὶ χρυσὸς πρὸς τὴν ὥραν τῶν γραμμάτων, ἐν οἷς ἡμᾶς ἀναγκάζεις μὴ σιγᾶν ὡς δόξοντας χρημάτων ἕνεκα ἐπεσταλκέναι, εἰ ἅμα τῷ τὰ χρήματα ἔχειν ἀποστησόμεθα τοῦ γράφειν.

[3] αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τε καὶ τιμὰς τάττειν πυρῶν καὶ κριθῶν. ἀλλ', εὖ ἴσθι, μᾶλλον ἔσῃ μου κύριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας. τότε σύ τε ἐμοῦ λέγοντος ἀκούσῃ καθήμενος, οὗ σοι πρέπει, καὶ ἐγὼ σοῦ τὰς ἔριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ διαλύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀληθείᾳ τὰ σά.

[801]

Ἰαμβλίχῳ.

[1]    Ὁ παῖς ᾔτει με γράμματα προσελθών, ἐγὼ δὲ ὤκνησα μέν, ἔδωκα δέ. ἐποίει δὲ τὸν μὲν ὄκνον, ὅτι σὺ τῶν Ἐρεχθειδῶν εἰλημμένος καὶ ἀκροπόλεως ἐκείνης καὶ ἀνδρῶν καὶ τόπων καὶ θεῶν ἐδόκεις μοι τῶν προτέρων παιδικῶν ὑπὸ τῶν δευτέρων καταφρονεῖν· δοῦναι δὲ ἔπειθε, μᾶλλον δὲ ἠνάγκαζε τὸ ἐρᾶν. κωλύει γὰρ οὐδὲν ἐρᾶν τοῦ πρὸς ἕτερον ὡρμηκότος. ἐγὼ δὲ κἂν ὑβριζόμενος ἤλεγξα τὴν παροιμίαν οὐδ' οὕτω λύων τὸν ἔρωτα.

[2] δεόμεθα δή σου τὸ σὸν γένος ἀναμεῖναι τὸν Βοηδρομιῶνα καὶ μετασχεῖν τοῖν θεοῖν, ἀλλὰ κἂν ἄλλη τις τελετὴ καλῇ, τρέχειν καὶ γίνεσθαι τοῖς δαίμοσι διὰ μυστηρίων ἑταῖρον, νομίσαι δὲ καὶ τοῦτο ἱερόν, τὸ τὸν πατρῷον οἶκον ἐπανελθόντα συνέχειν καὶ συνεῖναι μὲν τοῖς ζῶσι τῶν οἰκείων, τιμᾶν δὲ τοὺς οἰχομένους.

[3] εἰ δὲ δεινὴ κατέχειν ἡ τῆς Παλλάδος γῆ, πάλιν δεόμεθά σου σπεῖραι παῖδας Ἀθήνησι καὶ τὸ γένος ἡμῖν ἐκτεῖναι. πάντως δὲ ἡ πόλις γέμει τῶν ἀπὸ Κόδρου, τὸ δὲ αὐτό σοι καὶ υἱεῖς οἴσει καὶ βάσανον φίλων· οἱ μὲν γὰρ ὄντως ἀγαπῶντες μενοῦσι φιλοῦντες, τοὺς δὲ ἀποπετομένους ὄψει.

[4] ἀλλ', ὦ γενναῖε καὶ ἐκ τοιούτων, μάλιστα μὲν τὰ πρότερον ποίει, δίκαιον γάρ· εἰ δὲ θάτερα νενίκηκε, κἀνταῦθά τι προσέστω τάχους.

[802]

Ἰουλιανῷ αὐτοκράτορι.

[1]    Ὅσα κατηγόρησα τῆς ὁδοῦ, καὶ γὰρ ἦν χαλεπή, τοσαῦτα ἐμαυτοῦ καὶ ἔτι πλείω ταχέως ἀναστρέψας, ἀλλ' οὐκ ἐπ' αὐτὸν ἐλθὼν τὸν σταθμὸν καὶ δοὺς ἐμαυτῷ τὸ καὶ τῆς ὑστεραίας ἅμα τῷ ἡλίῳ τὴν θείαν ἰδεῖν κεφαλήν.

[2] καὶ γὰρ οὐδ' ἡ πόλις με εἶχε παραμυθεῖσθαι πράττουσα κακῶς. λέγω δὲ κακοπραγίαν οὐ τὴν τῶν ὠνίων σπάνιν, ἀλλ' ὅτι πονηρὰ καὶ κακὴ καὶ ἀχάριστος κέκριται καὶ δοκεῖ τῷ τηλικαύτην μὲν ἀρχήν, πλείω δὲ φρόνησιν κεκτημένῳ.

[3] ἕως μὲν οὖν Ἄλκιμός μοι παρῆν, εἶχον τὸν δεχόμενον τοὺς λόγους, ἐν οἷς ἐμαυτόν τε ᾐτιώμην καὶ περὶ τῆς εἰς ἐμαυτὸν παρὰ σοῦ διεξῄειν τιμῆς· ὡς δὲ ἐκεῖνος ἀπῆρε, τὴν ὀροφὴν ἐποιούμην ἀντὶ τοῦ φίλου.

[4] πρὸς ἣν ἀναβλέπων κείμενος ἐπὶ τῆς κλίνης νῦν, ἔλεγον, ὁ βασιλεὺς ἐκάλει· νῦν εἰσιὼν ἐκαθήμην, καὶ γὰρ τοῦτο ἐδίδου, νῦν ὑπὲρ τῆς πόλεως ἠγωνιζόμην, καὶ γὰρ τοῦτο ἐξῆν ὑπὲρ τῶν βασιλέα λελυπηκότων πρὸς βασιλέα λέγειν· ὁ δὲ ἐκράτει μὲν δίκαιά τε ἐγκαλῶν καὶ δυνάμενος εἰπεῖν, ἐγὼ δὲ φιλονεικῶν οὔτε ἐμισούμην οὔτε ἐξεβαλλόμην.

[5] τοιούτοις ἐμαυτὸν εὐωχῶ καὶ αἰτῶ παρὰ τῶν θεῶν πρῶτον μὲν σὲ ποιῆσαι κρείττω τῶν πολεμίων· ἔπειθ' ἡμῖν ἐνταῦθα δεῖξαι καθάπερ ἔμπροσθεν.

[6] ἔστι τι καὶ τρίτον ἐν ταῖς εὐχαῖς, ὃ ἐκεῖνοι μὲν ἀκηκόασι, πρὸς σὲ δὲ οὐκ ἐρῶ· ἔδει δὲ ἄρα μηδ' αὐτὸ τοῦτ' εἰπεῖν, τὸ ὡς οὐκ ἐρῶ. δεινὸς γὰρ σύ γε τὸ τρίτον τοῦθ' εὑρεῖν ἀπὸ τοῦ τὸν εὐχόμενον ἐμὲ κρύπτειν ὅπερ ηὐξάμην, καὶ δέδοικα δὴ μὴ τοὐναντίον αἰτήσῃς.

[7] ἀλλὰ νῦν μὲν διάβαινε τοὺς ποταμοὺς καὶ ποταμοῦ φοβερώτερος ἔμπιπτε τοῖς τοξόταις, μετὰ ταῦτα δὲ βουλεύσῃ περὶ ὧν βεβουλεύσεσθαι φῄς. ἐμὲ δὲ εὐφραίνων μὴ κάμῃς οἷς ἔξεστι τὸν ἀπόντα· ὡς ἔγωγε ἐπιστελῶ προκαλούμενος γράμματα τὰ σὰ ἀπὸ μέσης μάχης πιστεύων ὅτι καὶ ταῦτ' ἂν εἴη τῆς σῆς φύσεως τάττειν τε ὁμοῦ στρατὸν καὶ τιτρώσκειν καὶ ἐπιστέλλειν.

[8] οὕτως ὑπὸ τοῦ σώματος ἀδικοῦμαι μέλλων ἀκούειν ἃ χρῆν ὁρᾶν· Σέλευκος δὲ ὁ μακάριος ὄψεται καλῶς προθεὶς καὶ γυναικὸς ἀγαθῆς καὶ παιδὸς ἀγαπητῆς τὴν ἀπὸ τοῦ τοιούτῳ βασιλεῖ διακονεῖν εὔκλειαν.

[803]

Κωνσταντίῳ.

[1]    Σὺ μὲν ἀγαθὸς ἐπιστείλας, ἐγὼ δὲ ἀτυχὴς οὐ λαβών, προδόται δὲ ἀμφοῖν οἱ κακοὶ περὶ τὸ δῶρον. ἀλλ' ἔμοιγε οὐ μικρὸν εἰς εὐθυμίαν τὸ πλῆθος τῶν γενομένων γραμμάτων, εἰ καὶ μὴ μέχρι τῶν ἐμῶν προῆλθε χειρῶν.

[2] πράττεις δὲ οὐδὲν καινόν, εἰ ᾧ παρὼν ἔχαιρες, τούτῳ γράφεις ἀπών. ἀναμιμνήσκου γάρ, ὅπως ἑσπέρας ἡδίων ἐγίγνου προσιόντος ἐμοῦ καὶ προῆγες τοὺς λόγους εἰς μέσας νύκτας, ἐν οἷς ἐθαύμαζον οὐχ ἧττον τῶν φρενῶν τὴν εὐγλωττίαν ἓν αἰτιώμενος μόνον, ὅτι δὴ φύσιν Ἑρμῇ προσήκουσαν ἐνεβίβασας εἰς στρατιώτου βίον.

[3] καλῶν δὲ ὄντων καὶ τούτων καὶ ὧν ἐφρόντισας, ἐν οἷς προὔκειτο βουλή, πῶς ἂν Ὑπερέχιος διαφύγοι τὸ δίκτυον, ἔτι μεῖζον ἦν τὸ φερόμενον ἀγνοίᾳ με πρὸς ὄρυγμα χαλεπώτατον μονονοὺ τὴν χεῖρα ἐρείσαντα πρὸς τὸ στῆθος ἀνασχεῖν.

[4] ἦν δὲ τὸ ὄρυγμα, γόητας ἡγεῖτο τοὺς ἐν τοῖς τρίβωσιν ἐκεῖνος ὃς καὶ τοὺς θεοὺς ἡγεῖτο εἶναι φλήναφον. εἶδες οὖν ὡς, εἴ με ἴδοι, χαλεπὸς εὐθὺς ἔσται, καὶ ἔδεισας μὴ γένηταί τι τῶν ἀπ' ὀργῆς.

[5] καὶ τοῦτο μὲν οὐ θαυμαστόν, εἰ τὸν ἄνθρωπον εἰδὼς ταῦτα οὐκ ἠγνόησας· ἐκεῖνο δὲ τὸ κελεῦσαί με ἀπελθεῖν καὶ πιστεῦσαί τι τῶν ἀπορρήτων. ὃ διατελῶ μεμνημένος καὶ δι' ὃ σωτῆρά σε γράφομαι τούς τε ἄλλους διδάσκων οἷα εὐεργέτημαι καὶ οὐδὲ τὸν βασιλέα τῆς χάριτος ταύτης ἀφιεὶς ἀνήκοον. [804] [t]

Μοδέστῳ.

[1]    Ἥσθην ὅτι με παρακαλεῖς ἐφ' ἅπερ ἐγὼ σέ· δῆλον γὰρ ὅτι σὲ πέπεικα βοηθεῖν, εἰ τὴν ἐμὴν τάξιν λαβὼν ἐμὲ προτρέπεις Ὑπερεχίῳ βοηθεῖν.

[2] ἐγὼ μὲν οὖν οὔτε τῶν δυνατῶν τι παρήσω τοῖς τ' ἀδυνάτοις ἐπιχειρήσω. καὶ γὰρ εἰ μάταιον, ἀλλὰ τῷ φιλοῦντι πρέπον, καὶ ἤδη γ' ἂν ἐπέπρακτό τι περὶ τὸν νεανίσκον, εἰ μὴ τὸ βραδέως ἐλθεῖν ἐκώλυσε τὸ ἔργον. οὐ μὴν τάς γε ἐλπίδας ἀνεῖλεν, ἀλλ' εἰσὶ καὶ λαμπραί. πτύω δὲ εἰς κόλπον τῇ παροιμίᾳ πειθόμενος.

[3] ἔοικε δέ τις δαίμων τὸ πρᾶγμα καλῶς διῳκηκέναι βουλόμενος αὐτὸν ἀμφοτέρων τυχεῖν, ὧν τε σὺ δοῦναι κύριος ὧν τε ὁ πάντων, ὡς ἐκείνων γε προτέρων τυχών, τῶν δ' ἂν ἐστέρητο.

[4] νῦν δὲ σὺ μὲν αὐτὸν παιδεύσεις καὶ ποιήσεις ῥήτορά τε καὶ τἄλλα μέγαν γάμῳ τε καὶ δόξῃ καὶ τοῖς ἐν τῷ συνεδρίῳ δρωμένοις, ἥξει δὲ τὰ δεύτερα διδόμενα δέξασθαι δυναμένῳ.

[5] ἀλλά, πρὸς τῶν θεῶν, οὓς πάλαι θαυμάζων νῦν ὡμολόγησας, πάρελθε μὲν τὴν τοῦ πατρὸς εἰς Ὑπερέχιον εὔνοιαν, μίμησαι δὲ τὴν ἐμήν· ὃ ποιήσας τὴν τοῦ πατρὸς νικήσεις. [805] [t]

Μαξίμῳ.

[1]    Ἀρκῶν ἐμοὶ μισθὸς Ὑπερέχιος τοιοῦτος ὤν, ὥσθ' ὑμῶν ἔτι ζώντων ἀποδειχθῆναι δεσπότης οὗπερ ἦν δίκαιον τῶν ὄντων μέρους. ἔστι γὰρ ὑμῖν τε κόσμος τοῖς τε ἀδελφοῖς καταφυγὴ φέρων μὲν τὴν θρασύτητα πρᾴως, τιμῇ δὲ τῆς φύσεως βοηθῶν.

[2] τὸν γοῦν νεώτατον στρατείας καὶ πόνων ἐξελόμενος ἐπανήκει. δεῖ γὰρ αὐτὸν πρὸς τὴν Μεγάλην πόλιν δραμεῖν καὶ πρὸς μέγεθος ἀπολαῦσαι τοῦ καιροῦ. τὰ δὲ ἐντεῦθεν εἶχε μὲν ἄν, εἰ θᾶττον ἀφῖκτο· ἕξει δὲ μετὰ τὴν νίκην. δοῦναι δὲ ἄμφω θεοῦ.

[3] γάμον δὲ εἰ μὲν αὐτὸς φεύγει, πειθέσθω παρ' ὑμῶν μὴ φεύγειν· εἰ δ' ὁ μὲν διώκει, τὸ δ' ὑμέτερον οὐ συμπνεῖ, μετάθεσθε.

[806]

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.

[1]    Οὐδὲν θαυμαστὸν μαθητὰς ὑπὸ διδασκάλων φιλεῖσθαι ὥσπερ οὐδ' υἱεῖς ὑπὸ πατέρων, ἄλλως θ' ὅταν οἱ μαθηταὶ μὴ κακοὶ περὶ τὸν παιδεύσαντα γένωνται. γίγνονται γὰρ δὴ καὶ κακοὶ καὶ γεγένηνταί γε. καὶ τοῦτο μᾶλλον ἑτέρων οἶδα πολλὰ μὲν περὶ πολλοὺς καμών, πολλὰ δὲ ὑπὸ πολλῶν παθών.

[2] ἀλλ' ὑμεῖς γε χρηστοὶ καὶ τὸ τῶν πελαργῶν μᾶλλον ἢ τὸ τῶν κριῶν ἐπαινοῦντες. διόπερ ὑμῖν καὶ συμβούλομαι καὶ συνεύχομαι τὰ βελτίω. βέλτιστον δὲ ἐν τοῖς παροῦσιν ἃ διανενόησθε πρᾶξαι.

[3] τοῦτο δὲ εἶπον εἰδὼς τὸν ὄκνον πολλάκις ἐμποδίζοντα τὸ συμφέρον. ὑμῖν δὲ ἥ τε πατρὶς μεγάλη ὅ τε οἶκος τοιοῦτος. δέος οὖν μὴ τούτοις κατασχεθῆτε τοῖς φαρμάκοις.

[807]

Μοδέστῳ.

[1]    Ἐπὶ τὰς ὑποσχέσεις ἥκουσιν οἱ νέοι, σὺ δὲ τῇ τε ἄλλῃ γενναῖος καὶ ψεύδεσθαι οὐκ εἰδώς. ἀλλὰ καὶ αὐτὸς ἀπὼν ἀπαιτῶ τὰς ὑποσχέσεις. πάντως δὲ τὸ αἰδὼς ἐν ὀφθαλμοῖς οὐ παρὰ σοὶ κρατεῖ, ἀλλ' ὁμοίως αἰδέσιμος ὁρώμενός τε καὶ ἐπιστέλλων φίλοις.

[2] ἄγε οὖν, ποίει τούτω δικῶν ἐπιστήμονε, κἂν ἐπ' ἄλλο τι προβῇς, ἄγε καὶ τούτω ταὐτὸ δράσοντε πάλιν. ἴσως δέ τις ὄψεται τοὺς ἀγωνιστὰς ἀθλοθέτας σοῦ προξενοῦντος καὶ ἐπαινοῦντος. [808] [t]

Μαξίμῳ.

[1]    Ὑπὲρ ἀδελφοῦ τὴν ὁδὸν Ὑπερέχιος ἔφη ταυτηνὶ πεποιῆσθαι, ἐφωράθη δὲ ὑπὲρ σοῦ μᾶλλον ἢ ὃν ἔφη πεποιημένος· εἰς μὲν γὰρ ἐκεῖνον μικρά τις ἦν ἡ σπουδή, περιέτρεχε δὲ σβεννύων φήμην ἀκμάζουσαν οὐκ ἀληθῆ μέν, ὡς ἔγωγε ἐπεπείσμην, ἦσαν δὲ οἱ βουλόμενοι τὰ χείρω κρατεῖν, οἳ τιμῆς μὲν οὐκ ἂν τύχοιεν διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπ' ἀρετῆς τιμωμένοις φθονοῦντες, ἂν ἐκεῖνοί τι δόξωσιν ἀδικεῖν, ἀναπνέουσι.

[2] πρὸς οὓς ἐγὼ μὲν ἐμαχόμην τῷ εἰκότι συμμάχῳ χρώμενος, ἔδει δέ τινος ἐγγύθεν μάρτυρος, ὃς ἔμελλε ποιήσειν μοι τὸ εἰκὸς ἰσχυρόν.

[3] τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐσίγων μετὰ τῶν κατηγόρων τῇ σιγῇ γιγνόμενοι, οἱ δ' ἀκοῦσαι μὲν ταῦτα ἔφασκον, τἀκριβὲς δὲ ἀγνοεῖν, οὐδὲν ἢ μικρὸν ἐκείνων οἵδε διαφέροντες· ἀλλ' ὁ χρηστὸς οὑτοσὶ καὶ σοί τε καὶ ἐμοὶ καὶ Ἀληθείᾳ φίλος ἀνθ' ὅπλων ὑπὲρ σοῦ τὴν γλῶτταν ἔθετο καταβοῶν μὲν τῶν λεγόντων ὡς ψευδομένων, καταβοῶν δὲ τῶν πειθομένων ὡς ἐξαπατωμένων.

[4] καὶ τοσοῦτον ἴσχυσε τῇ συνεχείᾳ τῶν ἀγώνων, ὥστε καθήρας ἡμῖν τὴν πόλιν τῆς ἀπάτης ἔρχεται· καὶ νῦν οὔτε βουλευτὴς εἰς τὰς πλευρὰς ὕβρισται κέρδος τε οὐδὲν κεκράτηκε τῆς ψυχῆς δοκεῖ τε ὁ γενναῖος Μάξιμος εἶναι τοιοῦτος οἷός ἐστιν.

[5] ἐγὼ οὖν ἀμφοτέροις συνήσθην τῶν ἐπαίνων, εἰ σὺ μὲν ἐν ἀρχῇ δίκαιος, ὁ δὲ ἐν ἀρχομένοις, καὶ ἅμα ἐδόκεις μοι μηδὲν εἰς αὐτὸν εὐνοίας ἐλλελοιπέναι.

[6] τοῦτο δὲ οὐκ ἠρόμην· ὑπὸ γὰρ ὧν ἔπραττεν εὐθὺς ἐδιδασκόμην. τοσαύτη τις ἦν ἡ περὶ τὴν ἀπολογίαν προθυμία δεικνῦσα μὲν τὸν ἀληθεύοντα, δεικνῦσα δὲ τὸν ἀμειβόμενον χάριτας. τοιούτους ἐγὼ τρέφω τε καὶ συνίστημι τοῖς φίλοις.

[809]

Εὐαγόρᾳ.

[1]    Ἐγὼ σοῦ πρεσβύτερος μέν εἰμι, τὴν φύσιν δὲ οὐκ οἶμαι εἶναι βελτίων· διὰ δὲ πόνων ἐγὼ μὲν ἦλθον, σὺ δὲ ἔρχῃ. τοῦ δὴ εἰκότος νικῶντος ποιήσεις οἷα ποιῶ. σοφὸς οὖν ὢν ἤδη σαυτὸν ἐπαινεῖς ἐν οἷς ἐμέ.

[2] ἀλλ', εὖ ἴσθι, καὶ ὧν ποιῶ καὶ ὧν ποιήσω μείζω τὸν ἔπαινον ᾄδεις. κείσθω μὲν γάρ, εἰ δοκεῖ, τἀμὰ μετὰ τῶν Δημοσθένους, νεμεσήσει γὰρ οὐδεὶς εἰδὼς ὅτι καὶ ῥάκια καὶ τὴν καλλίστην ἐσθῆτα πολλάκις ἓν δέχεται κιβώτιον· τίμα δὲ μήθ' ὁμοίως ἐκείνοις μήτ' εὐθὺς μετ' ἐκεῖνα, μὴ τὸ τοῦ Δημοσθένους αὐτό τις λαβών ‑ ἀλλ' ἐκεῖνο μὲν οὐκ ἐρῶ ‑ , δέδοικα μέντοι μὴ τῷ ἄγαν ἐμὲ θαυμάζειν τὰ σὰ χεῖρον διάθῃ.

[810]

Νικοκλεῖ.

[1]    Οὐκ ἄδηλον ὅτι δι' ὅσων ἦλθες πόλεων, πάσας ἐνέπλησας τῶν ὑπὲρ ἡμῶν λόγων. καὶ γὰρ ἐνταῦθα, ὡς ἤρξω τοῦτο ποιεῖν, πάντα ὦτα ἐνέπλησας τῶν τε βουλομένων τῶν τε οὐκ ἐθελόντων, τοῖς μὲν χαριζόμενος, τοὺς δὲ ἀνιῶν· ὥστε θαυμάσαιμ' ἂν εἰ μὴ παραπλήσια καὶ πρὸς τοὺς γεωργοὺς ἐβόας, ὅσοι μέχρι τῆς λεωφόρου τὰς αὔλακας ἔτεμνον.

[2] ἐμοὶ δὲ μείζω μὲν ταῦτα τῆς Συρακουσίων δεκάτης, μικρῷ δὲ ἐλάττω τῶν εἰς τὸν ὑμέτερον νομοθέτην ὑπὸ τοῦ θεοῦ λεχθέντων. ὃς γὰρ οὔτ' ἂν κολακεύσαις, οὐδὲ γὰρ βασιλέως σύ γε τύχην, μὴ ὅτι γε σοφιστήν, οὔτ' ἂν ἀγνοήσαις λόγου κάλλος ἢ αἶσχος, πῶς οὐκ ἐπαινῶν τόν γε ἐπαινούμενον μέγαν ποιεῖς καὶ λαμπρὸν ἐν Ἑλλήνων χοροῖς;

[3] ἡμεῖς δὲ σὲ ἐπαινοῦντες μὲν οὐ παυόμεθα, ποιοῦμεν δὲ παραπλήσιον ὥσπερ ἂν εἴ τις πυροὺς χρησάμενος ἀποδοίη κριθὰς αὐτῷ τῷ μέτρῳ. τὸ μὲν γὰρ μέτρον οὗτος ἐτήρησεν, ἀπέδωκε δὲ οὐκ εἰς ἅπαν.

[4] οὐδὲ γὰρ ἐκεῖνος, οὗ νῦν ἐμνήσθην, ὁ Λακωνικὸς τιμηθεὶς ὑπὸ τοῦ χρησμοῦ εἰ τὸν Πύθιον αὐτὸς ἀντεκόσμησεν ἔπεσιν, ἴσον ἂν ἦν, οὐδ' εἰ πάνυ πολλὰ ἦν τὰ ἔπη.

[5] ἐνταῦθα μὲν οὖν λειπόμεθα, φιλοῦντες δὲ ἢ νικῶμεν ἢ πάντως γε οὐ νικώμεθα. πρὸς τοσοῦτον δὲ ἥκω τοῦ θαρρεῖν σοι καὶ οἴεσθαι παντὸς ἂν τυχεῖν, ὥστε καὶ τῶν ἡμετέρων φίλων τοὺς ἐκεῖσε ἰόντας καὶ δεομένους φίλων ἐπὶ τὰς σὰς πέμπω θύρας ὡς σοῦ γνώμην μὲν τὴν ἐμὴν εἰς αὐτοὺς μιμησομένου, ῥώμῃ δὲ μείζονι χρησομένου.

[6]

δι' οὗ δὲ ταύτην λαμβάνεις τὴν ἐπιστολήν, μὴ ἕνα νόμιζε τῶν πολλῶν, ἀλλ' υἱέος μοι διαφέρειν οὐδέν. αἴτιον δὲ ‹ἡ› ἐπιείκεια καὶ τὸ αἰδεῖσθαί τε καὶ δόξης ἐπιθυμεῖν καὶ λαβεῖν ἐπαινέτας τοὺς γέροντας, ὧν καὶ πρῶτον καὶ μάλιστα τὸν θεῖον τὸν ἐμόν, ὃν εἰδὼς εἰδείης ἂν καὶ τοῦτον· οὐ γὰρ ἂν ἐκεῖνος τὸν οὐκ ἀγαθὸν ἐθαύμασε.

[7] μέλει δὲ καὶ Μοδέστῳ τοῦ νεανίσκου τὸ μὲν πρῶτον ὑπ' ἐμοῦ παρακληθέντι, μετὰ δὲ τὴν πεῖραν ὑφ' ἑαυτοῦ. ὄψει δὲ αὐτὸν τὰ πατρὸς εἰς Ὑπερέχιον τουτονὶ σπουδάζοντα, ἀλλ' οὐδὲν οἷον εἰς προστασίαν ὁ δαιμόνιος Νικοκλῆς· οὕτω γὰρ κἀκεῖνος αὐτὸν ἐπαινέσεται σπουδάζων, εἰ ὅτι καὶ σοὶ χαριεῖται γνοίη.

[8] μαθέτω τοίνυν οὗτος ἀκούσας διαρρήδην ἐκ τοῦ σοῦ στόματος ὡς προσιὼν οὐκ ἐνοχλήσει, μᾶλλον δὲ ὡς, εἰ δι' ἄλλου τῶν αὑτοῦ τι θήσεται, σύ γε ἠδίκησαι καὶ λήψῃ παρὰ τοῦδε δίκην.

[811]

Ἰουλιανῷ αὐτοκράτορι.

[1]    Ἐγὼ τὴν ἀρχὴν τὴν Ἀλεξάνδρου τὸ πρῶτον ἐδυσχέραινον, ὁμολογῶ, καὶ τὸ τοὺς ἀτιμοτάτους τῶν παρ' ἡμῖν ἐπιμελεῖσθαι τούτων δὴ τὸ πρὶν οὐ τῶν ἐνδόξων ὕβριν ἡγούμην καὶ οὐκ ἄρχοντος ἔργον, ἀλλὰ καὶ τὴν εἰς χρήματα ζημίαν πυκνήν τινα οὖσαν ἀσθενεστέραν ᾤμην ποιήσειν τὴν πόλιν, πλέον δὲ οὐδέν.

[2] νῦν δὲ ὁ καρπός τε ἀνεδόθη τῆς τραχύτητος καὶ ᾄδω παλινῳδίαν. οἱ γὰρ δὴ πρὸ μεσημβρίας ἐκεῖνοι λελουμένοι καὶ κοιμώμενοι Λακωνικοί τινες γεγένηνται τοὺς τρόπους καὶ καρτερικοί, καὶ πρὸς τῇ ἡμέρᾳ τῆς νυκτὸς οὐκ ὀλίγον πονοῦσιν ὥσπερ προσηλωμένοι ταῖς Ἀλεξάνδρου θύραις.

[3] ὁ δ' εἰ βοήσειεν ἔνδοθεν, σείεται πάντα, ὥστ' οὐδὲ σιδήρου μοι δεήσεσθαι δοκεῖν τοῦ ἀπειλεῖν ἀποχρῶντος ἐνεργούς τε ὁμοῦ καὶ σώφρονας ποιεῖν τοὺς ἀργούς τε καὶ θρασεῖς.

[4] τεθεράπευται δὲ καὶ ἡ Καλλιόπη τῆς σῆς γνώμης ἀξίως οὐ μόνον ἱπποδρομίαις, ἀλλὰ καὶ ταῖς ἐπὶ σκηνῆς χάρισι καὶ τέθυται ἐν θεάτρῳ τῇ θεῷ καὶ μετετάξατο παρ' ἡμᾶς οὐ μικρὸν μέρος, ὥσθ' ἥ τε βοὴ λαμπρὰ θεοί τε ἐν τῇ βοῇ καλοῦνται. δηλῶν δὲ ὁ ἄρχων ὡς χαίρει τῇ τοιαύτῃ βοῇ μείζω ταύτην ἀπὸ πλειόνων προκαλεῖται.

[5] τοσοῦτόν ἐστιν, ὦ βασιλεῦ, μαντικὴ τοῖς ἀνθρώποις διδάσκουσα, τί ποιῶν ἄν τις ἄριστα διοικοίη καὶ οἶκον καὶ πόλιν καὶ ἔθνος καὶ βασιλείαν.

[812]

Κλεάρχῳ.

[1]    Ἀλλ' ἔδει μέν σε ἐκ τῶν ἐμῶν χειρῶν δεδέχθαι τὸν ἑταῖρον· ἐπεὶ δὲ σὺ μὲν ἠπείγου πρὸς τὰς πύλας, ὁ δ' οὐ παρῆν, ἃ μὲν ὑπὲρ αὐτοῦ διείλεγμαι, μέμνησο· τίμησον δέ μοι τὴν ἐπιστολὴν δείξας ὡς ἠδυνήθη τοσοῦτον ὅσον ἂν ἐγὼ τὸν χρηστὸν Ὑπερέχιον εἰς τὴν σὴν φιλίαν εἰσάγων τῇ δεξιᾷ.

[813]

Δημητρίῳ.

[1]    Ταυτὶ γὰρ ἀγαθῶν γειτόνων ἐπικουρεῖν ἐν ταῖς ἀτυχίαις τοῖς πλησίον οἰκοῦσι. σὺ δ' ἀμφότερα τὴν παροιμίαν πεπλήρωκας εὐφημίαις ἔργα προστιθείς.

[2] ἡμῖν δὲ ὁ λιμὸς διπλοῦν γέγονε κακόν, αὐτός τε καὶ ἡ δι' αὐτὸν κατὰ τῆς πόλεως ὀργή· ἣν εἰ μή τις λύσει θεῶν, δέδοικα μὴ τὸν λιμὸν διαφυγόντες ἐν ἀφθονίᾳ τῶν ὠνίων πληγῶμεν.

[3] ἀλλὰ σύ τε εὔχου καὶ τῶν ἄλλων οὓς οἶσθα θεοῖς φίλους, πεῖθε τὸ αὐτὸ ποιεῖν.

[814]

Μαξίμῳ.

[1]    Ἀρκαδίην σε αἰτῶ, μέγα αἰτῶ. τὸ δὲ ἀκροτελεύτιον μεταθεὶς ἐρῶ ὅτι δώσεις. πολλὰ γὰρ δὴ καὶ ἕτερα δέδωκας μείζω τῆς Ἀρκαδίας, ἡνίκα Ἀρμενίων τόσους καὶ τόσους ἀγομένους ὑπὸ ζυγὸν χρόνον οὐκ ὀλίγον ἀφῆκας ἐλευθέρους.

[2] καὶ νῦν τοίνυν ὅπως οὑτοσὶ Λεόντιος μὴ λάβῃ πεῖραν ζυγοῦ, σπουδαστέον τε ἐμοὶ καὶ σοὶ συμβουλευτέον. γέγονε δέ μοι πάλαι συνήθης ὁ Λεόντιος οὗτος. καὶ θαυμαστὸν οὐδὲν εἶναί τινα Γαλατῶν ἐμοὶ φίλον.

[3] οὔτ' οὖν μὴ προθυμεῖσθαι βοηθεῖν εἶχε καλῶς κἂν μὴ τύχω δεηθείς, δόξαν οἴσομαι κουφότητος, εἰ καὶ τοιούτων ἤλπισα τεύξεσθαι παρὰ σοῦ μήπω τηλικοῦτος ὤν.

[4] ἵν' οὖν τὸ μέγεθος τῆς ἡμετέρας γνῶσι φιλίας καὶ ὧν ἄρχεις καὶ παρ' οἷς οἰκεῖς, τήρησον ἡμῖν τὸν ἄνθρωπον ἐφ' οὗπερ νῦν ἐστι σχήματος. τοῦτο δὲ ποιῶν οὐ τῶν αὑτῆς στερήσεις τὴν ὑπὸ σοὶ στρατείαν, ἀλλὰ κωλύσεις ἀδικοῦσαν προσλαβεῖν.

[5] ἐγὼ δὲ αὐτὴν γίγνεσθαι μὲν ὑπὸ σοῦ μεγάλην βουλοίμην ἄν, ὁρῶ δὲ ὅτι πᾶν, ὃ μὴ δίκαιον, οὔτε καλὸν οὔτε μόνιμον. ἀκούω δὲ τοὺς ἕλκοντας αὐτὸν εἰς ἐκεῖνον τὸν πόνον οὐδὲν ἔχειν εἰπεῖν, δι' ὃ δεῖ τοῦτο ποιεῖν, ἢ ὅτι βούλονται. ἀλλὰ σύ γε αὐτοὺς δίδασκε μὴ πάντων ἅπτεσθαι, καὶ μὴ πείθων ἀνάγκαζε.

[6] γένοιτο δ' ἂν ἀπαλλαγὴ τῷ Λεοντίῳ βεβαίως, εἰ λέγοντος ἀκούσας γνοίης αὐτὸν μηδαμόθεν τοῖς ἕλκουσι προσήκειν· ὡς μὴ τοῦτο ποιήσας οὐ λύσιν τῶν φόβων, ἀλλ' ἀναβολὰς εἰργάσω, τοῦτο δέ ἐστιν ὁ Τάνταλος δεδοικὼς τὸν λίθον.

[815]

Ἀκακίῳ.

[1]    Ἡ πόλις ἐκείνη ἡ λαμπρὰ καὶ μεγάλη, ᾗ καὶ σαυτὸν ἔδειξας καὶ παρ' ᾗ τετίμησαι, πολλοῖς κακοῖς διασέσεισται λιμῷ τε μεμαχημένη καὶ βασιλεῖ δόξασα εἶναι κακοῦργος, καὶ διετελέσαμεν ἱκετεύοντες μέν, ἐκφυγεῖν δὲ τὴν δόξαν οὐ δυνηθέντες.

[2]

σὺ δὲ ἄρα εὐδαίμων εὖ πραττούσης μὲν ἀπολαύσας, τῶν ἑτέρων δὲ οὐ κοινωνήσας, πλὴν εἰ ταύτῃ σέ τις κεκοινωνηκέναι φαίη, ὅτι ἃ φερομένης καλῶς ἐπέπρακτο ἄν σοι, ταῦτα τῇ τοῦ καιροῦ χαλεπότητι διεκωλύθη.

[3] ὅπῃ γὰρ ἔλθοιμεν, ἀθυμία πανταχοῦ, καὶ οἱ λόγοι μάτην ἀναλοῦντο· προσιόντων δὲ οἱ δοῦναι κύριοι τὰς θύρας ἀπέκλειον, ὅπως ἡμῶν μὴ ἀκούοιεν τῆς φωνῆς· εἰς τοσοῦτον δυνάμεως ἥκομεν. ἀλλ' ἢν θεῶν τις λύσῃ τὸν ζόφον, ἔργου τε αὖθις ἑξόμεθα καὶ ἴσως οὐκ ἀτυχήσομεν.

[816]

Νικοκλεῖ.

[1]    Ποιητὴν δὲ ἄνδρα καὶ Μουσῶν ἑταῖρον παρὰ τίνα πέμψειν ἔμελλον ἢ παρὰ τὸν ταῖς Μούσαις φίλον; τὰ μὲν οὖν ποιήματα αὐτὸς κρινεῖς καὶ οἶμαι ὅτι θαυμάσῃ· σκόπει δὲ ὅπως καὶ οὗτος ὑμῶν τὸ εἰδέναι διδόναι θαυμάσῃ. δοκεῖ γάρ μοι σόφισμά τι τοῦτο εἶναι τῶν Μουσῶν τὸ μὴ πλουτεῖν τοὺς δυναμένους εἰπεῖν, ὅπως ἀγείροντες ἀργύριον λέγωσι.

[2] σὺ οὖν αὐτός τε δίδου μεμνημένος, ὡς ἡδέως μοι διηγοῦ προτέρας δόσεις, καὶ τοὺς ἄλλους ἐργάζου φιλοτιμοτέρους. [817] [t]

Μοδέστῳ.

[1]    Τοὺς ποιητὰς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρ' ἀνδρὶ ποιητῇ χάρις ὀφειλομένη. μᾶλλον δέ, οὗτος μὲν ἄρξει χάριτος ἐκ λόγων· σὺ δὲ μὴ ἀνάσχῃ γενέσθαι τῶν ὀφειλόντων, ἀλλ' εὐθὺς ἀπόδος τὴν χάριν, χρυσίον ἀντὶ χρυσῶν ἐπῶν.

[2] ἀλλ' ὅπως ὧν παρ' ἡμῶν λήψεται μετὰ τὸ ὑμέτερον μὴ ἔλαττον γένηται τὸ ὑμέτερον. δεῖ γὰρ εἶναι μείζω τὰ δῶρα τῶν μειζόνων.

[818]

Θεμιστίῳ.

[1]    Ὤιμην ἀφεῖσθαι πάσης αἰτίας μετ' ἐκείνην τὴν ἐπιστολὴν καὶ γνώμην εἶναι σοὶ πρὸς ἐμὲ τὴν πρὸ τῶν ἐγκλημάτων. σὺ δ' ἄρα ἐχθρόν τέ με ἡγοῦ καὶ δίκην ἐπιθήσειν ἔμελλες.

[2] καίτοι ὅ γε θαυμαστὸς Ἁρποκρατίων μένειν ἔφασκε τὴν παλαιὰν φιλίαν θαρρεῖν τε ἐκέλευεν ὡς σοῦ γε οὐ μεταβεβλημένου. ἐξηπατώμεθα δέ, ὡς ἔοικεν, ἐγώ τε κἀκεῖνος οὐ μικρόν τινα χρόνον, καὶ ἴσως ἐκέρδαινον ἀπατώμενος, εἰ τὸ μὴ λυπεῖσθαι κέρδος ἦν.

[3] ὡς δὲ ἦλθεν ὁ λόγος καὶ διεδόθη μετὰ τῶν γραμμάτων καὶ ἤκουον τοῦ δεῖνος ἐμοὶ πέπομφε βιβλίον Θεμίστιος λέγοντος καὶ τοῦ δεῖνος ταὐτὸ καὶ τρίτου καὶ τετάρτου καὶ μόνος ἦν Ἀργείων ἀγέραστος, τότ' ἔφην πρὸς ἐμαυτὸν ὡς οὔπω διαλλαγαί, κρατεῖ δὲ ὁ θυμὸς ἔτι καὶ παρόν μοι λαβεῖν τὸν λόγον οὐκ ἔλαβον, ὅπως μὴ γνοίην ἃ μὴ ἐθέλεις, καὶ ὠδυνώμην μὲν ἀπεχόμενος θοίνης οὕτω καλῆς, ἠνειχόμην δέ, ὅπως μὴ γένηταί τι ὧν οὐκ ἐβούλου.

[4]

εἰ μὲν οὖν ἔτι χαλεπαίνειν οἴει δεῖν, μὴ ἐπίστελλε μηδ' εἰρωνεύου· τῆς ὀργῆς δὲ εἰ πέπαυσαι, πρόσθες ἐπιστολῇ τὸν λόγον. ἥδιον γὰρ ἀναγνώσομαι πέμποντος αὐτοῦ τοῦ δημιουργοῦ τὸ τέχνημα.

[819]

Βηλαίῳ.

[1]    Ἐγένετό μοι φίλος Ὠρίων, ὅτε εὐτύχει· νῦν δὲ πράττει μὲν ἐκεῖνος κακῶς, τηρῶ δὲ ἐγὼ τὴν γνώμην· αἰσχύνομαι γὰρ εἰ καὶ αὐτὸς ὑπὸ τῇ παροιμίᾳ γενήσομαι καὶ δόξω φεύγειν ἠτυχηκότα φίλον.

[2] ταῦτα δὲ τρὶς ἤδη πρὸς σὲ βοῶ· τὸ μὲν πρῶτον ἐν γράμμασιν, ἔπειτα πρὸς παρόντα, νῦν δὲ ὥσπερ τὸ πρῶτον. καὶ γὰρ εἰ διέστηκεν ἡμῶν τῇ περὶ τὸ θεῖον δόξῃ, βλάπτοι μὲν ἂν αὑτόν, εἴπερ ἐξηπάτηται, παρὰ δὲ τῶν συνήθων οὐκ ἂν εἰκότως πολεμοῖτο.

[3] ἠξίουν δὲ ἔγωγε καὶ τοὺς νῦν ἐγκειμένους αὐτῷ μεμνῆσθαι ὧν αὐτοῖς ἐβοήθησε πολλάκις καὶ μᾶλλον ἀποδοῦναι χάριν ἢ ζητεῖν κατορύξαι ζῶντα τὸν εὐεργέτην· οὗ τὴν συγγένειαν ἐλαύνοντες πάλαι καὶ Μυσῶν λείαν πεποιημένοι τἀκείνων τελευτῶντες ἥκουσιν ἐπὶ τὸ τοῦδε σῶμα ὡς ταύτῃ γε χαριούμενοι τοῖς θεοῖς, πλεῖστον ἀπέχοντες τοῦ περὶ τὰς τῶν θεῶν τιμὰς νόμου.

[4] ἀλλὰ τοὺς μὲν πολλοὺς οὐδὲν θαυμαστὸν ἄνευ λογισμοῦ φέρεσθαι καὶ ποιεῖν ἀντὶ τῶν καλῶν τὰ ἡδέα· σὲ δὲ τὸν ἀπὸ τοῦ παιδεύοντος θρόνου πρὸς τὸν ψήφου κύριον ἥκοντα κατέχειν τοὺς τοιούτους εἰκὸς καὶ πείθειν ἢ ἔργῳ κωλύειν.

[5] εἰ μὲν οὖν ἔχει χρήματα τῶν ἱερῶν Ὠρίων καὶ δύναιτ' ἂν ἐκτῖσαι, παιέσθω, κεντείσθω, τὰ τοῦ Μαρσύου πασχέτω, δίκαιος γάρ, εἰ παρὸν ἀποδόντα ἀπηλλάχθαι χρημάτων ἐστὶν ἥττων καὶ πάντ' ἂν ὑπομείνειεν, ὅπως ἔχοι χρυσίον· εἰ δ' ἐστὶν Ἶρος καὶ πεινῶν ἐκοιμήθη πολλάκις, οὐκ οἶδα, τί ἂν κερδαίνοιμεν ἀπὸ τῆς αἰκίας, δι' ἣν εὐδοκιμήσει παρὰ τοῖς ἡμῖν ἐναντίοις.

[6] εἰ δὲ δὴ καὶ ἀποθανεῖν αὐτῷ δεδεμένῳ συμβαίη, σκόπει ποῖ τὸ πρᾶγμα ἥξει, καὶ ὅρα μὴ πολλοὺς Μάρκους ἀποφήνῃς. Μάρκος ἐκεῖνος κρεμάμενος καὶ μαστιγούμενος καὶ τοῦ πώγωνος αὐτῷ τιλλομένου πάντα ἐνεγκὼν ἀνδρείως νῦν ἰσόθεός ἐστι ταῖς τιμαῖς, κἂν φανῇ που, περιμάχητος εὐθύς. καὶ ταῦτα εἰδὼς βασιλεὺς ἀλγεῖ μὲν ὑπὲρ τοῦ νεώ, τὸν δὲ ἄνδρα οὐκ ἀπέκτεινε.

[7] νόμισον δὴ νόμον τὴν Μάρκου σωτηρίαν καὶ τὸν Ὠρίωνα σώσας ἔκπεμπε μὴ θαυμαζόμενον. φησὶ μὲν γὰρ οὐδὲν ἡρπακέναι, κείσθω δὲ εἰληφώς. τί οὖν; εἰ πάντα ἀνήλωται, μέταλλα χρυσίου προσδοκᾷς εὑρήσειν ἐν τῷ δέρματι;

[8]

μή, πρὸς Διός, ἑταῖρε καὶ δικαστά, μὴ σύ τι πάθῃς ἀβέλτερον, ἀλλ', εἰ δεῖ δίκην αὐτὸν ὑποσχεῖν, ἄτρωτος περινοστείτω μηδεμίαν ἔχων εἰς φιλοτιμίαν ἀφορμήν. [820] [t]

Ἀταρβίῳ.

[1]    Τῶν Μουσῶν νόμισον ταύτην εἶναι τὴν πρεσβείαν βουλομένων αὑταῖς Ἀστεῖον, ἕνα τῶν χορευτῶν, ἔτι πλείω προσδιατρίψαι χρόνον. ὁ δὲ Ἀστεῖος οὗτος ἧκε μὲν ὡς οὐχ ἁψόμενος λόγων, ὁρῶν δὲ ἄλλους κτωμένους ἐπεθύμησε τοῦ κτήματος καὶ μέρος λαβὼν πένθος ποιεῖται τὸ μὴ καὶ ἄλλα λαβεῖν.

[2] ἀλλ' ἢν μὲν ὁ πατὴρ αὐτῷ Μαρκιανὸς ἀπηλλαγμένος ᾖ πραγμάτων, ὑπάρξει τούτῳ μένειν ἐφ' ὧν ἐστι καὶ νῦν· ἢν δὲ ἐκεῖνόν τις ἕλκῃ, καὶ τοῦτον ἐκεῖνος εὐθέως οὐκ ἀγνοῶν μὲν τὴν βλάβην, τοῦ γήρως δὲ ἀναγκάζοντος.

[3] σὸν οὖν, ὦ γενναῖε, γενέσθω τὸν μὲν ἐν ἡσυχίᾳ διατηρῆσαι, τῷ δὲ συναγωνίσασθαι πρὸς τὴν τέχνην· ὡς ὧν νῦν εὖ ποιεῖς τοὺς ἀρχομένους οὐχ ἧττον, εἰ διὰ σὲ ῥήτωρ ἔσται τις αὐτῶν.

[4] εἴσονται δὲ πάντες, ὃ δώσεις, ἐμοῦ τε οὐ σιγῶντος καὶ τούτου περὶ τῆς χάριτος γράφοντος. [821] [t]

Μοδέστῳ.

[1]    Τῆς στρατείας εἷς ἐστιν ἐκείνης Βραχῖνος, δι' ἧς τὰ πολλὰ καὶ μεγάλα πέπρακταί σοι παρ' ἡμῖν, ἐμοὶ δὲ γέγονε συνήθης ὕστερον, καὶ τὸν ἄνδρα ἐπαινῶ.

[2] βουλοίμην ἂν οὖν Βασιλείδην, ἔστι δὲ αὐτῷ γυναικὸς ἀδελφός, ἀγγεῖλαι ἡμῖν ὡς ἡδέως αὐτὸν ἴδοις. ἀφῖκται δὲ οἰκίας τε ἃς ἔχουσιν ὀψόμενος καὶ τἄλλα εὖ θησόμενος.

[3] ἢν οὖν τι καὶ τοῦ δικαστηρίου δεηθῇ, μετὰ τῆς σῆς εὐνοίας ἀγωνιζέσθω.

[822]

Παρνασίῳ.

[1]    Καὶ ἡνίκα τοῖς πολλοῖς ἐκείνοις Ἀβυδηνοῖς περιεπεπτώκεις, ἤλγουν καὶ νῦν εἰλημμένου σου τῆς Κορίνθου καὶ τῶν πατρῴων ἀγαθῶν χαίρω.

[2] χαίρω δὲ καὶ τῷ χρηστῷ Πρόκλῳ κεχωρηκότων τῶν πολλῶν κατὰ νοῦν, ἐφ' ἃ τοσαῦτα αὐτῷ συμβεβλήμεθα ὁπόσα σύ. σύ τε γὰρ εὔχου δήπου τοῖς θεοῖς ῥέξαντα αὐτὸν ἐπανελθεῖν ἐγώ τε ὁ παρὼν οὐδὲν πλέον εἶχον ποιεῖν. οὕτως οὐδὲ τὴν ἐμὴν διαφεύγει δύναμιν. [823] [t]

Πρόκλῳ.

[1]    Ἥσθην καὶ τῷ γραμματείῳ καὶ τοῖς ἐγγεγραμμένοις καὶ ὡς ὑπ' ἀνάγκης ἁρπασθεὶς ἐπὶ τὸν δεύτερον ἦλθες πλοῦν τὸν δι' ἐπιστολῆς.

[2] Ἀριστοφάνης δέ σε ἠδίκηκεν οὐδέν, εἰ γνώμης ἐστὶ τὸ ἀδικεῖν· ἀλλ' ὁ μὲν ἔλεγεν ἃ ἦν ὑπεσχημένος, ἐγὼ δὲ αὐτὸν ἐβιαζόμην εἰδὼς ὅτι σοὶ μὲν ἀντ' ἐκείνου Δωρίων ἔσται ἤ τις ἕτερος ‑ ὃ δὴ γέγονε ‑ , τῷ νέῳ δέ, ὃν εἰς Ἄγκυραν ἐβουλόμην ἐλθεῖν, μία ἐστ' ἐλπὶς Ἀριστοφάνης καὶ τὸ Ἀριστοφάνους σχῆμα.

[3] εἰ μὲν οὖν ἐμοῦ κατηγορεῖς, ἕτοιμος ὅ τι ἂν κελεύῃς παθεῖν· ἐκεῖνον δὲ αἰτιώμενος ὅρα μὴ δόξῃς ἀσυγγνώμων εἶναι καὶ ταῦτα Ἕλλην τε ὢν καὶ Ἑλλήνων ὅτιπερ κεφάλαιον.

[824]

Δημητρίῳ.

[1]    Ὁ μὲν βασιλεὺς τοῦ βασιλέως οὐ χείρων, φαίην δ' ἂν ὅτι καὶ βελτίων, εἴ τις τὴν ὅλην ἀρετὴν πρὸ τῆς ἀλογίστου τόλμης ἄγοι· τὸν σύμβουλον δὲ τῷ συμβούλῳ παραβάλλων ὅρα μὴ δόξῃς ἀγνοεῖν, ὅσον ὄνου καὶ ἵππου τὸ μέσον.

[2] ἐγὼ δὲ λιμοῦ μὲν τὴν πόλιν ἱκετεύων ἐξειλόμην, ὃ καὶ μηδενὸς ἱκετεύοντος ἴσως ἂν ὑπῆρξεν ἀπὸ τῆς ἐκείνου γνώμης· πεῖσαι δὲ ὡς οὐκ ἠδίκηται παρ' ἡμῶν ἐπεχείρησα μέν, ἀπῆλθον δὲ οὐ δυνηθείς· τοιούτῳ ῥήτορι προσεπάλαισα.

[3] λείπεται δὴ πρὸς διαλλαγάς, ἐφ' ὃ ἡμεῖς τετράμμεθα, καὶ σὲ παρακαλοῦμεν.

[825]

Ῥουφίνῳ.

[1]    Ἀμφότερα εὖ ᾔδειν, καὶ ὅτι μεμνήσῃ κοινῆς δεήσεως καὶ ὅτι ἔργου ἅψῃ γενναῖός τε ὢν καὶ ἐκ τοιούτων καὶ ὅθεν ἥκεις ἐννοῶν. τιμῇ δὲ ἄρα τιμὴν προσέθηκας, τοῖς ἐκεῖ δι' ἡμᾶς πεπραγμένοις τὰ πρὸς ἡμᾶς ἐπεσταλμένα.

[2] φημὶ δή σε πολλὰ τοιαῦτα ποιήσειν τῇ τῶν ῥητόρων μαντικῇ χρώμενος. αὕτη δέ ἐστιν οὐκ εἰς οἰωνοὺς ἰδεῖν ἢ ἄρνας θῦσαι ἢ φήμαις προσσχεῖν, ἀλλὰ τὸ εἰκάζειν καλῶς ἐγγὺς αὐτοὺς Ἀμφιαράου καθίστησιν.

[3] ἐγὼ τοίνυν ἐνθυμούμενος, ὡς ἡδέως μοι διηγοῦ περὶ τῆς εἰκόνος ἥ σε ἐδίδαξεν ὡς ὁ σὸς πρόγονος ἄρξειεν ἡμῶν ‑ θύειν γὰρ ἔφησθα τὸν ἄνδρα ἐκεῖνον τῇ ἡμᾶς ἐχούσῃ Καλλιόπῃ ‑ ἀπὸ δὴ τῶν λόγων ἐκείνων καὶ τῆς ἡδονῆς πιστεύω σε πολλὰ μὲν ἐρεῖν, πολλὰ δὲ πράξειν τὰ μὲν σώζοντα, τὰ δὲ αὔξοντα τὴν πόλιν.

[4] ἔχων δὲ ἀντὶ τούτων ἄπει τοῦτο ὃ Ῥωμαίοις ἤρκεσε, δόξαν ἀγαθήν, πολλοὺς ἐπαίνους, τὸ τοὺς μετὰ ταῦτα ἄρχοντας εὔχεσθαι μὴ λειφθῆναι τῶν σῶν. [826] [t]

Γαΐῳ.

[1]    Τὸ ποίημά ἐστιν ἔπαινος δεξιοῦ ῥήτορος, ἐγὼ δὲ τῶν πολλῶν ἐκείνων καὶ μεγάλων ἐν ἐμαυτῷ ζητῶν εὗρον οὐδέν. ἀλλ' ὤνημαι μὲν μαθών, ἃ ποιῶν ἄν τις ἀγαθὸς εἴη συγγραφεύς, εἰμὶ δὲ τῶν τὰ φαῦλα γεννώντων.

[2] εἰ δὲ σοὶ μὴ δοκῶ, θαυμαστὸν οὐδέν· τὸ γὰρ φιλεῖν ἐξαπατᾶν πέφυκε. διὸ καὶ σφόδρα ἠγάσθην τῶν ἀνδρῶν, οἷς ἔδειξα τὸ ἐγκώμιον· ἀπῆλθον γὰρ πολὺ φήσαντες ἑωρακέναι τοῦ ποιητοῦ τὸ φίλτρον εἰς τὸν ῥήτορα.

[3] καὶ ἔγωγε οὐκ ἔχω ὅ τι ποιῶ. εἰ μὲν γὰρ κρύψαιμι οὕτω καλὰ ἔπη, τὸν ποιήσαντα ἀδικήσω· δεικνὺς δὲ γέλωτα ὀφλήσω οἰόμενος αὐτὸς ἐν τοῖς ἔπεσιν εἶναι.

[4]

ἀλλ' ὅπως μὲν μήτε σὲ μήτε ἐμαυτὸν ἀδικήσω, σκέψομαι· τὸν στέφανον δὲ Εὐδαίμονι προτέρῳ περιθεὶς πρᾶγμα ἐποίησας, ὃ κἂν αὐτὸς ἐγώ, ποιητὴς εἴπερ ἦν. ὁ γὰρ ἀνὴρ ἔμελλεν αὐτῷ τῷ εἴδει τὴν ἀμοιβὴν ἀποδώσειν, ποίημα ἀντὶ ποιήματος. καὶ ὅλως τοὺς μᾶλλον ὁμοίους πρὸ τῶν ἧττον αὑτοῖς ἐοικότων εἰώθασιν ἄνθρωποι ποιεῖσθαι.

[5] τοῦ οὖν τετιμῆσθαι μᾶλλον οἶδα χάριν ἢ λογίζομαι πότερος πρότερος.

[827]

Μοδέστῳ.

[1]    Ἐλπίδιος οὑτοσὶ παῖς μέν ἐστι Ξιφιδίου τοῦ πάνυ, τοῦ πατρὸς δὲ οὐ λειπόμενος κατὰ τὴν τέχνην πάντων ἀνθρώπων ἐστὶ πρᾳότατος καὶ τὸ αἰδεῖσθαι μελετήσας ἐκ νέου μέχρι γήρως αὐτὸ τετήρηκε πολλοὺς ἐντεῦθεν κτησάμενος φίλους, ὧν εἷς ἐγώ.

[2] τοῦτον ὅτι μὲν ἔμελλες ἡδέως ὄψεσθαι βοηθὸν ἥκοντα τῇ πόλει οἰκεῖον ἦν, ἐπεὶ καὶ δημοσίᾳ τιμήσαιτ' ἂν εἰκόνι τὸν ἄνδρα, εἰ τοῦ Ποσειδῶνος διδόντος ποιήσειεν ὑμᾶς καταρρύτους.

[3]

ἀλλ' ἤλπισέ τι πλέον ἕξειν ἀπὸ τοῦ μὴ τὴν οὖσάν μοι πρὸς σαυτὸν ἀγνοεῖσθαι φιλίαν, καὶ ἴσως εἰκότως. κεκήρυκται γάρ, ὅστις σὺ πρὸς ἐμὲ καὶ ὡς ὅστις ἐπιτήδειος ἐμοί, παρὰ σοὶ τίμιος.

[4] ἄγε οὖν, βεβαίου τὰς ἐλπίδας καὶ περὶ πολλοῦ τὸν ἄνδρα ποιοῦ τὰ μὲν ὑπὲρ ὧν ἥκει τιμῶν, τὰ δὲ ὡς ἑταῖρον ἡμέτερον.

[828]

Γαϊανῷ.

[1]    Ἅπασι μὲν τοῖς τῶν ἐμῶν μετεσχηκόσι διατριβῶν ὅσα οἷός τε ἦν συνεπηνώρθωσα τῶν πραγμάτων· Ἑρκουλιανὸν δὲ τὸν Ἑρμογένους οὕτω δὴ βέλτιστον ἡγησάμην, ὥστε αὐτῷ καὶ ᾆσμα ἐποίησα γαμοῦντι φυγὼν ἀεὶ δήποτε τὸ τὰ τοιαῦτα ᾄδειν. πῶς οὖν ἔμελλον τὸν τοιοῦτον ἀπώσεσθαι δεόμενον βοηθεῖν αὑτῷ, καὶ ταῦτα ἐν τούτοις, ἃ σὺ κύριος θεῖναι καλῶς; [2] λέγει τοίνυν οὗτος ὁ Ἑρμογένους ὑπὸ τῆς τῶν Τυρίων ἀδικεῖσθαι πόλεως οἰκίαν αὐτὸν ἀφαιρουμένων, ἣν ὁ πατὴρ αὐτῷ κατέλιπεν ἆθλον τῶν κινδύνων λαβὼν βασιλέως οὖσαν, οὐ Τύρου.

[3] κελεύει δέ, ὡς ἴσμεν, ὁ βασιλεὺς τὰς μὲν πόλεις τὰ αὑτῶν κομίζεσθαι, τὰ δ' ἐκείνῳ δοθέντα μένειν. ταῦτα δέ φησιν οὐκ ἀγνοεῖν μὲν τοὺς Τυρίους, ἐπιθέσθαι δὲ αὑτῷ συκοφαντουμένῳ πιστεύοντας οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ καιρῷ.

[4] ἐγὼ δὲ πόλιν οὕτω λαμπρὰν οὐκ ἂν ἀξιοίην κερδαίνειν κακῶς, οὔτε γὰρ καλὸν οὔτ' ἀσφαλές. ἔτι δὲ σοῦ δικαίως πρὸς αὐτοὺς προσφερομένου πῶς οὐκ ἄτοπον μὴ νῦν, εἴπερ ποτέ, καὶ αὐτοὺς δικαιοσύνην ἀσκεῖν καὶ τὸν ἐφεστηκότα μιμεῖσθαι;

[5] εἰ δὲ ταῦτα μὲν ὕθλον ἡγοῦνται, δεινὸν δέ, εἰ μὴ τῆς τοῦ νεανίσκου ταραχῆς εἰς πλεονεξίαν ἀπολαύσουσι, παυσάσθων βιαζόμενοι· καὶ γὰρ τούτῳ πέπαυται τὰ φοβερὰ κρίσει καὶ ψήφῳ.

[829]

Λεοντίῳ.

[1]    Εὐτόκιον εἰ μὲν οἶσθα, καὶ ὅτι χρηστός ἐστιν οἶσθα· εἰ δ' ἀγνοεῖς, ἀλλ' ἐμοῦ μαρτυροῦντος οὕτω περὶ αὐτοῦ φρόνει. χρηστὸν δὲ ἄνθρωπον ἄρχων δίκαιος ὡς εὖ ποιήσει δῆλον.

[2] ἔστι δὲ αὐτῷ καὶ φιλία πρὸς ἡμᾶς οὐκ ἀπὸ σμικρῶν οὐδ' ὀλίγων. οὐκοῦν αὕτη σοι δευτέρα τοῦ τὸν Εὐτόκιον εὖ ποιεῖν ἀνάγκη, ἐπεὶ καὶ τοῖν νέοιν τὸν μὲν ἡμῖν ἀπέπεμψας ῥήτορα, τὸν δὲ ἔχεις καὶ αὐτὸν ἔμπειρον καταστήσας δικῶν. [830] [t]

Μαξίμῳ.

[1]    Οὐ τῶν ῥητορικῶν οὐδὲ τῶν εὐπόρων οὐδὲ τῶν ἄλλην ἐχόντων δύναμίν ἐστιν Αἰνείας οὗτος, πλὴν εἴ τις λέγοι δύναμιν τὴν ἐπιείκειαν καὶ τὸ εἶναι χρηστόν· ὡς ταῦτά γε αὐτῷ πρὸς ὑπερβολὴν μεμελέτηται.

[2] μαρτυρῶ δὲ αὐτὸς πειθόμενος τοῖς μαρτυροῦσιν αὐτῷ φίλοις γε οὖσιν ἐμοί τε καὶ Ἀληθείᾳ. καὶ πιστεύω γε τὸν Αἰνείαν τεύξεσθαι βοηθείας παρὰ τῷ τὰ πράγματα πρὸ τῆς τῶν ἀγωνιζομένων ὁρῶντι τύχης.

[831]

Μοδέστῳ.

[1]    Θεόδωρος οὗτος ἔφυ μὲν παρ' ἡμῖν, ἐγγέγραπται δὲ παρ' ὑμῖν πολιτείας πατρικῆς κληρονομήσας. γενόμενος δὲ φοιτητὴς ἐμός, ὅτε ἄρτι τοῦ πράγματος ἡπτόμην, τοὺς μὲν ἐμοὺς περὶ λόγους ἐμιμήσατο πόνους, τὴν δὲ τῶν ἀδελφῶν εὔνοιαν εἰς ἐμέ.

[2] αἱ μὲν οὖν διατριβαὶ παρεῖχον ἡμῖν ἐλπίδας, ὡς μέγα ἐν δικαστηρίοις ἰσχύσει καὶ πλοῦτον ἀπὸ τῆς φωνῆς ἐργάσεται· προϊὼν δὲ χρυσᾶ ἀντὶ χαλκῶν ἐθαύμασε καὶ ἐγένετο καλλίων τοῦ τὴν ἐκεῖ δύναμιν ἡγεῖσθαι μέγα σωφροσύνῃ τε διενεγκὼν καὶ δικαιοσύνην ἀσκῶν καὶ φεύγων ὄχλους καὶ ἡσυχίας ἐρῶν.

[3] νῦν δὲ ἥκει παρ' ὑμᾶς ὑπ' ἀνάγκης, ἧς ἡττᾶσθαι καὶ θεοὺς λόγος. δέχου δὴ τὸν ἄνδρα ἡμέρως καὶ ὡς εἰκὸς ἐμὸν πολίτην καὶ μαθητήν, καὶ ταχείας αὐτῷ ποίει τὰς ἐν τοῖς πράγμασιν ἀπαλλαγάς, κἂν ἐπιχειρῇ τις ἀδικεῖν, ἀπάντα μετὰ τῶν νόμων· ὡς ἔσται τῶν ἀτοπωτάτων, εἰ μηδὲν αὐτὸν ὀνήσομεν μήθ' ὁ πατὴρ μήτ' ἐγώ, καὶ ταῦτα ἄμφω παρὰ σοὶ πάλαι δὴ τιμωμένω.

[832]

Νικοκλεῖ.

[1]    Οὐ συνίστημί σοι Θεόδωρον, ὃν αὐτὸς ἐξέθρεψας, οὐδ' ἀξιῶ φιλεῖν, πάλαι γὰρ φιλεῖς τὸν ἑταῖρον, ἀλλ' ἵν' ὅτι καὶ ἐμοὶ χαριῇ ταῖς εἰς αὐτὸν σπουδαῖς εἰδείης, ἐπέσταλκα.

[2] ἂν μὲν οὖν ἐπηρεάζῃ μηδείς, τοῖς ἄλλοις αὐτὸν εὐφρανεῖς· ἂν δ' ὦσιν οἱ τοῦτο ποιοῦντες, διδάξεις αὐτοὺς ὡς οὗ Νικοκλῆς ὁ γενναῖος, ἐντεῦθεν ἀδικία φεύγει.

[833]

Ἀλβανίῳ.

[1]    Τί τοῦτο; χρήματα ἡμῖν ἔπεμψας οὐ λειτουργοῦσι λειτουργῶν αὐτός, ὥσπερ οὐ πολλὰ μὲν τετελεκὼς ἔτι ζῶντος τοῦ πατρός, οὐκ ὀλίγα δὲ μεθεστηκότος ἤδη, ξενίσας δὲ ἡμᾶς ἄνω καὶ κάτω θέοντας οὐκ εἴκοσιν ἡμέρας, ὥσπερ Οἰνεὺς Βελλεροφόντην, ἀλλὰ νῦν μὲν μῆνα ὅλον, νῦν δὲ τρεῖς· ὑπὲρ ὧν καὶ μάλα σοι εἰκότως ἂν ὑπῆρχε προῖκα τῶν ἐμῶν λαμβάνειν.

[2]

πρὸς τί δὴ βλέπων ἐπέσταλκας; εἴτε γὰρ ὅτι λέγων κρατεῖς, ἐγώ σοι τούτου μισθὸν ὀφείλω, εἴθ' ὅτι σου Μάξιμος ὁ δίκαιος ὑπερέσχε χεῖρα, Μαξίμῳ μὲν ἐγὼ πάλιν ὀφείλω μισθόν, σὺ δὲ οὐδ' οὕτως ἐμοὶ τὰ ὀφειλόμενά σοι κεκομισμένος. οἶσθα δέ, ὅστις ἐμοὶ πρὸς τοὺς ἑταίρους ὁ νόμος· τὰ πατέρων εἰς αὐτοὺς μιμεῖσθαι.

[3] σοφὸν δέ σου τὸ μὴ ἐγγράψαι τῇ ἐπιστολῇ τὰ χρήματα· εὖ γὰρ ᾔδεις ὅτι βοήσομαι καὶ διώσομαι. νῦν δ' ὁ συνεργὸς τοῦ μηχανήματος Οὐλπιανὸς τὰ μὲν ἔδωκε τοῖς ἐμοῖς πρὶν ὡς ἐμὲ εἰσελθεῖν, τὰ γράμματα δὲ ἐμοί· εἶθ' ὁ μὲν διηγησάμενος, ἐν οἷς εἴης, πάντα δὲ ἦν λαμπρὰ καὶ ἄξια τῶν ἐλπίδων, ἀπῆλθεν· ἐγὼ δὲ ἅμα τῷ βιβλίῳ πανταχῆ τῆς οἰκίας ἰὼν εὑρίσκω τὴν τέχνην καὶ διενοήθην μὲν ἀποπέμψαι πάλιν, γνοὺς δὲ ὅτι σε ἀνιάσω καὶ δείσας μὴ ἀγροικότερον ᾖ, τὰ μὲν εἴασα κεῖσθαι, βουλεύομαι δέ, ὅπως ἂν ἡ ἀπόδοσις γένοιτο τερπνή τε καὶ ἐν καλῷ τῷ σχήματι καὶ δυναμένη λαθεῖν, ὡς ἔστιν ἀπόδοσις. [834] [t]

Μαξίμῳ.

[1]    Ἐλπίσιν ἔργα προστίθης, ὦ γενναῖε Μάξιμε, μᾶλλον δὲ παρῆλθες τοῖς ἔργοις τὰς ἐλπίδας, ὃς πρὸς τῷ τὰ ὄντα τοῖς ἑταίροις σεσωκέναι τῇ περὶ ταῦτα φρουρᾷ καὶ τὴν ἐκ λόγων αὐτοῖς δόξαν εἰργάσω.

[2] τὸν γοῦν Ἀλβάνιον ὁμοῦ ῥήτορά τε καὶ πλούσιον ἔδειξας οὔτε σιγᾶν ἀφιεὶς καὶ λέγοντι βοηθῶν καὶ πανταχῆ κοσμῶν· ὥστε μοι δύ' ἥδιστοι λόγοι κομίζονται διὰ τῶν ἀφικνουμένων, ὁ μὲν τῆς σῆς ἀρχῆς τὴν ἀκρίβειαν μηνύων, ὁ δὲ τὴν ἐκείνου δύναμιν, τὴν μὲν οὖσαν, τὴν δὲ προσδοκωμένην, καὶ ταῦτα οὐκ ἄλλοθεν ἢ παρὰ τῆς σῆς εἰς τὸ ἄρχειν ἀρετῆς.

[3] ταῦτά μοι μείζω τῶν Ταντάλου ταλάντων καὶ οὐδ' ἂν τὸ μέσον πρὸς τοῖς ταλάντοις Κορίνθου καὶ Σικυῶνος ἐδεξάμην πρὸ τοῦ τὰ τοιαῦτα ἀκούειν ἔχειν.

[4] γίγνου δή μοι παραπλήσιος κἀν τοῖς ἄλλοις πρᾴως προσφερόμενος Ἀλβανίῳ· περὶ δὲ λόγους εἰ ῥᾳθυμοῦντα λάβοις, χαλεπὸς ἴσθι καὶ δίκην ἀπαίτει· κἂν δήσῃς ἐπὶ τούτῳ, τὸν δεσμὸν ἐπαινέσομαι.

[5] δέομαι δέ σου καὶ τοὺς ἄλλους ἐπὶ τὰ αὐτὰ προτρέπειν, ὡς ἂν μή τις ἡμᾶς τῇ ἀπὸ τῆς μιᾶς χελιδόνος παροιμίᾳ βάλλῃ. πολλοὺς δὲ ἔχεις δυναμένους, εἰ δέξαιντο μάστιγα, δραμεῖν· οὓς εἰ κινήσεις, πυργώσεις ἡμῖν τὴν τέχνην ἀφελὼν οἷς νῦν ἡμᾶς ἐπιχειροῦσι δάκνειν αἱ μυῖαι.

[835]

Ἐντρεχίῳ.

[1]    Ἐπ' ἄλλοις ἐχρῆν ἐπανιέναι τὸν φίλτατόν μοι Ἰουλιανὸν ὀψόμενόν τε τὴν μητέρα καὶ ποιήσοντα αὐτῇ γῆρας ἥδιστον τῇ τοῦ παιδὸς ἀρετῇ.

[2] νῦν δὲ ἔρχεται δάκρυά τε ἐπαφήσων τῷ τάφῳ καὶ διπλῇ τὴν τεκοῦσαν πενθήσων, ὅτι τε ἀπῆλθε καὶ ὅτι οὕτως. καὶ τρίτον κακὸν τὸ ἠναγκάσθαι αὐτὸν πρὸς οὓς ἥκιστα ἐβούλετο περὶ τοιούτων ἀγωνίζεσθαι, ἐν ᾧ πᾶσα ἀνάγκη καὶ παλαιάν τινα τραγῳδίαν ἀποκαλυφθῆναι.

[3] πρὸς δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ καὶ φιλία. δι' ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτῷ περιόντος.

[4] τὰ μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἂν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἔν τε τῇ πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εἰς τὸν Ὀδυσσέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκον εἰς δύναμιν εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εἰπεῖν καὶ οἷον εὔξαιτο ἄν τις αὑτῷ γενέσθαι παῖδα.

[5] λέγω δὲ ταῦτα οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος αὐτοῦ τὸν οἶκον συνέχεις, ἀλλ' οὐκ ἂν δυναίμην Ἰουλιανοῦ μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ καὶ πολλὰ συνειδώς· δι' ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι τοῦ παρ' ἡμῖν προσειπεῖν χοροῦ.

[6] μὴ τοίνυν εἰ μηκύνοιμι, θαύμαζε, κἂν πυκνά σοι γράμματα ἔρχηται, καὶ τούτου συγγνώμην δίδου. περὶ μὲν γὰρ τῆς παρὰ σοῦ βοηθείας κἂν μαντευσαίμην, τὸ δὲ ἄγαν φιλεῖν οὐκ ἐᾷ με μὴ φροντίζειν.

[7] εἰ οὖν σοι μέλει τοῦ ὡς ἥδιστά με διάγειν, ἐπὶ τοῖς πρώτοις εὐθὺς ἐπίστελλε, καὶ πάλιν ἐπὶ τοῖς δευτέροις. καὶ προσέστω τῶν πραττομένων ἑκάστῳ γράμμα μηνύον τὰς βοηθείας, ὥστε τὸν μὲν ἐκεῖ μακαρίζεσθαι, κοινωνεῖν δὲ καὶ ἐμὲ τῆς εὐθυμίας.

[836]

Μεμορίῳ.

[1]    Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος.

[2] πράττω δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμούμενος ἀντεπιστελεῖς. παρ' οὗ δὲ λήψῃ τὰ γράμματα, τῶν ἡμῖν ἐστιν ὡμιληκότων μετὰ κόσμου τε καὶ προθυμίας. ᾧ κεχάρισμαι τὸ ἐντυχεῖν σοι, σὺ δὲ ἐμοὶ χαριῇ τὸ τοῦτον ἡμέρως ἰδεῖν.

[837]

Διονυσίῳ.

[1]    Καὶ τῶν Τρωὸς καὶ τῶν Ἀχιλλέως ἵππων καὶ αὐτοῦ γε τοῦ τὰ πτερὰ ἔχοντος Πηγάσου μεῖζον ἐμοί, Διονύσιε, τὸ σὲ κάλλους οὕτω γέμουσαν ἐπιστολὴν ἐπεσταλκέναι.

[2] φασὶ δέ σε καὶ τὸν ἄρχοντα ἐγκεκωμιακέναι μετὰ τέχνης ἁπάσης καὶ ἐγὼ πείθομαι, μαρτυρεῖ γὰρ ἡ ἐπιστολή. καὶ μὴν καὶ κρατῆσαί σε τῶν ἀντιδίκων λόγος οἷς ἐκτήσω λόγοις ἐν ᾧ σε ἠδίκουν χρόνῳ.

[3]

σὺ μὲν οὖν γῆν τε ἐκομίσω καὶ ὅσα ἄλλα ἡρπάκεσαν· ἐμοὶ δὲ δόξα γεγένηται τῷ σὲ τὰ σαυτοῦ διὰ σαυτοῦ πάλιν ἔχειν. εἴτ' οὖν ἔχειν ἐθέλοις τὸν ἵππον, ἀναβαίνων ἔλαυνε, εἴτ' οὐκ ἂν δύναιο μὴ πέμψαι μοι τὸν ἵππον, λήψομαι χαίρων, ὅτι νικῶν πέπομφας.

[838]

Ἀλεξάνδρῳ.

[1]    Εἰ δὲ Μίδας ἦν νῦν καὶ ἦρχε Φρυγῶν καὶ ἦν τῷ Μίδᾳ τούτῳ χρυσὸς ὅσον φησὶν ὁ μῦθος, ἆρ' ἄν με δοκεῖς ἐκεῖνον ἑλέσθαι μᾶλλον ἢ τὰς παρὰ σοῦ τιμὰς οὕτω μὲν οὔσας πολλάς, οὕτω δὲ μείζους ἢ πλείους, ἡδονὴν δὲ τῷ τιμῶντι μᾶλλον ἢ τῷ τιμωμένῳ φερούσας;

[2] οἶσθα γὰρ ὡς ἐγὼ μὲν πολλάκις ὤκνησα ἐπαγγεῖλαι χάριν ἐνθυμούμενος, ὁπόσας λάβοιμι, σὺ δὲ τῷ προσώπῳ μου τὸ τῆς ψυχῆς πάθος εὑρὼν ἐπετίμησας, εἴ σε ἡγοίμην ἀπερεῖν ποτε χαριζόμενον ἐμοί.

[3] καὶ τούτων ὁ λόγος ἤδη πρὸς τὰ τῆς οἰκουμένης ἔσχατα ἐρρύηκε, καὶ πάντες ᾄδουσιν ὡς οὔτ' ἂν εἰς πατέρα παῖς οὔτ' ἂν εἰς παῖδα πατὴρ οὕτως ἐγένετο πρόθυμος.

[4] φόβους μὲν δὴ καὶ κινδύνους ὁπόσους δι' ἐμοῦ τοῖς ἐμοῖς πολίταις ἔλυσας ἐνδειξάμενος ὡς, εἰ δι' ἄλλου του δεήσονταί σου, ληροῦσι, καὶ ὡς εἰς τοῦτο τὴν βουλὴν ἡμῖν κατέστησας ὥστε ταῖς αὐταῖς εὐφημίαις ἐμέ τε καὶ σὲ κοσμεῖν, μακρὸν ἂν εἴη λέγειν καὶ αὐλητοῦ φασιν Ἀραβίου.

[5] ἀλλ' εἰδὼς ὅτι καὶ σοφιστὴν οὐδὲν ἂν οὕτω λαμπρύνειεν ὡς εἰ πολλοῖς περιρρέοιτο φοιτηταῖς, οὐδὲν ὅ τι οὐ κινεῖς, δι' οὗ νομίζεις γυμνώσειν μὲν τοὺς ἑτέρωθι καθημένους, δεῦρο δὲ ἄξειν τοὺς ἐν Συρίᾳ πάσῃ διεσπαρμένους.

[6]

ἐγὼ δή σοι πῶς ἂν τοῦτο γένοιτο, ῥᾳδίως ὑποθήσομαι· τοὺς μὲν πολλοὺς ἔα κύκλους καὶ μήτε σοφιστὰς ψέγε μήτε πατέρων κατηγόρει, τοὺς νεανίσκους δὲ τούτους, οὓς ἄρτι τοῖς συνηγόροις ἐνέγραψας, ζήτει καὶ κάλει καὶ δείκνυε λέγοντας.

[7]

μέγα γὰρ τοῖς τοιούτοις τὸ ποῦ δὲ ὁ δεῖνα; τὸν δικαστὴν εἰπεῖν, καὶ τὰ μικρὰ ταῦτα ῥήματα πλῆθος ποιεῖ τῶν καταφευγόντων ἐπὶ τὸν τούτων ἠξιωμένον. ὅτου δὲ οἱ μαθηταὶ δοκοῦσι δύνασθαι βοηθεῖν, πάντες παρὰ τοῦτον θέουσι τῇ τῆς δυνάμεως ἐπιθυμίᾳ.

[8] ἀκούομεν δὲ πολλοὺς ἄρχοντας πολλοὺς τῶν οὐκ ἐνδόξων ἐν δόξῃ καταστῆσαι σφίσιν αὐτοῖς ὄνομα κτωμένους. καὶ νῦν τοὺς ἀγαθοὺς ῥήτορας δεικνύντες ἅμα λέγουσι· τοῦτον Ῥουφῖνος, τοῦτον Ἱμέριος, ἐκεῖνον ἄλλος.

[9] ἂν γὰρ ὁ λέγειν ἐπιστάμενος ἀφορμῆς ἀπορῇ λόγων, πῶς ὅτι λέγειν ἐπίσταται φανεῖται; ἀφορμαὶ δὲ τοῖς μὲν πρεσβυτέροις παρὰ τοῦ χρόνου, τοῖς δ' ἄρτι γεγευμένοις βήματος παρ' ὑμῶν.

[10] ταύτην ἐλθὲ τὴν ὁδόν, ὦ πάντων ὑψηλότατε, καὶ πλείους ὧν ἐπιθυμεῖς ὄψει περὶ τὸν σὸν Ὀρφέα.

[839]

Δεκεντίῳ.

[1]    Καὶ Ἡρακλείδης τυχέτω τῆς παρὰ σοῦ συμμαχίας, ἀνὴρ Μεμφίτης, Ἀσκληπιῷ φίλος, ἐπιεικὴς τὸν τρόπον, πατρῷα ταῦτα διαδεξάμενος. καὶ γὰρ ἐκεῖνος ἦν ἑταῖρός τε τῷ θεῷ καὶ τἄλλα χρηστὸς καὶ δι' αὐτό γε τοῦτο τῷ θεῷ φίλος, ὅτι χρηστός. ᾧ πολλὰ μὲν εἰς τὴν πόλιν χρήματα, πλείω δὲ εἰς ξένους ἀνάλωται.

[2] βλέψας δὲ εἰς τὸν Ἡρακλείδην ὄψει διὰ τῆς μορφῆς τὴν γνώμην· οὕτω μηνύει τὴν καλοκἀγαθίαν τοῖς ὄμμασιν. εἰ δέ σοι σχολὴ καὶ ἐπῶν ἀκούειν, ᾄσεται καλὰ καὶ γενναῖα καὶ ἃ φήσαις ἂν ὄζειν Ὁμήρου.

[3] τοῦτον ἡμῖν, πρὸς Ἀσκληπιοῦ, χαίροντα ἀπόπεμψον, ὅπως σε τῇδε μὲν παρ' ἡμῖν, οἴκοι δὲ ἐπαινέσῃ παρὰ τῷ θεῷ. ἔρρωσό μοι πανοικεσίᾳ, δικαιότατε. [840] [t]

Τατιανῷ.

[1]    Τῶν πρώτων σου γραμμάτων εὐθὺς ἡμῖν ἐν ἀρχῇ τῆς ἀρχῆς ἡκόντων, εἶτα ἑτέρων οὐχ ἡκόντων θαυμάζειν ἐπῄει τοῖς φίλοις καὶ ζητεῖν, ὅτῳ ποτὲ τοῦθ' οὕτως ἔσχεν.

[2] ἐγὼ δὲ αὐτοὺς οὐκ εἴων ἀπορεῖν οὐδὲ σὴν τοῦτο νομίζειν μεταβολήν, οὐ γὰρ σὸς οὗτος ὁ τρόπος, ἀλλ' ἐπὶ τὴν αἰτίαν ἣν ἔσχον ὡς πονηρὸς εἰς τοὺς κρατοῦντας γεγονώς, ἦγον τῆς σιωπῆς τὴν αἰτίαν κωλύειν λέγων τὸν νόμον τὰς τῶν τηλικούτων πρὸς τοὺς τοιούτους ἐπιστολάς, τῆς μέμψεως δὲ ἐξελεγχθείσης ἔφην ὄψεσθε τὰ γράμματα.

[3] ταῦτα εἶπον, ταῦτα προσεδόκησα, ταῦτα ἐξέβη τῆς αὐτῆς ἡμέρας σὴν ἐνεγκούσης ἐπιστολὴν καί τινων ἄλλων, ἐν αἷς ἦν μανθάνειν ὡς ἀφείθημεν ἐλεύθεροι.

[4] καὶ οὐκ ἠγνοοῦμεν τὸν συνηγωνισμένον τοῖς πράγμασι προσθέντα γε αὑτὸν τοῖς ἀπ' ἐκείνων. καὶ γάρ, εἰ μὴ λέγεις, ἀλλὰ βεβοήθηκας. καὶ πρέποι ἂν σοὶ μὲν τοῦτο μὴ λέγειν, ἐμοὶ δὲ λέγειν. ὁ γὰρ εὖ παθὼν οὐκ ὢν κακὸς τοῦτο ποιήσει.

[5] ἐγὼ δέ σε καὶ ἀπόντα φιλεῖν εἶχον ἐν τῷ σῷ παιδὶ καὶ προσάγων τῷ Πρόκλου στόματι τοὐμὸν ἀμφοτέρους ἡγούμην φιλεῖν καὶ τῇ γε ἐμαυτοῦ συνέχαιρον οὕτως ὑμᾶς ἀμειβομένῃ νικώσῃ πάντα τὰ πρὸς ἄρχοντας αὐτῇ πεπραγμένα καὶ μάλα εἰκότως· καὶ γὰρ ὑμεῖς τοῖς ὑμετέροις αὐτῶν τὰ τῶν ἄλλων εἰς ταύτην. [841] [t]

Ἀντιόχῳ.

[1]    Δέχου δὴ τὸν ἄνδρα τόνδε καὶ ποίει στρατιώτην ὄντα μὲν προνοίας ἄξιον διὰ τὸν τρόπον, προσδοκήσαντα δὲ τοῦτο ἕξειν δι' ἐμοῦ, σχεῖν δὲ οὐ δυνηθέντα, τὸ δὲ τῶν ἀχθομένων οὐ πεποιηκότα ῥῆμα οὐδὲν ἀφέντα κατ' οὐδενὸς δυσχερές.

[2] καίτοι μακρὸς ἀνήλωται χρόνος αὐτῷ βλέποντί τε εἰς ἐμὲ καὶ παρεστηκότι, τὸ δ' ἐμὸν ἦν τοσοῦτον, ὅσον συναχθεσθῆναι. ἐπεὶ δὲ οἱ θεοὶ καλῶς ποιοῦντες ἔδοσαν ἡμῖν τὸ σοὶ δοῦναι δύναμιν, χρώμεθά τε τοῖς παρ' ἐκείνων καὶ πέμπομεν πράξοντά τι τὸν τὸ μηδὲν ποιεῖν ἐνεγκόντα γενναίως.

[3] σὺ δὲ ὢν Ἀντίοχος τοῦτόν τε ἡδέως ὄψει καὶ τὰ ἡμέτερα γράμματα καὶ γράψεις πρὸς ἡμᾶς ὡς οὐ τηνάλλως ἐγράψαμεν. τὴν δ' ἐν τοῖς τοιούτοις ἀναγκαίαν δαπάνην οἶδέ τε καλῶς καὶ οὐ φεύγει.

[842]

Θεοδώρῳ.

[1]    Νενίκηκας γράψας οὐ γεγραφότι. τουτὶ δὲ ἦν μὲν ἂν καὶ μικρᾶς ἡμῖν ἐλθούσης ἐπιστολῆς· νῦν δ' αὕτη καὶ μακρὰ καὶ καλὴ καὶ τὸ ἐν βίβλοις σε βεβιωκέναι μηνύουσα.

[2] τῆς δ' ἡμετέρας σιωπῆς τὴν ἀπολογίαν ἄκουε. εἰ μὲν οὐδεὶς ὑπ' οὐδενὸς οὐδεπώποτε ἠπατήθη, λόγος οὐδείς ἐστί μοι μόνῳ τοῦτο παθόντι· εἰ δ' ἐξ ὅτουπερ εἰσὶν ἄνθρωποι, καὶ τὸ ἀπατᾶσθαι, καὶ τοῦτο πολλάκις μὲν ἦλθεν εἰς δήμους, πολλάκις δὲ εἰς βουλάς, εἰς πολλὰ δὲ δικαστήρια, ἧπται δὲ ἤδη καὶ θεῶν, ὡς οἱ ποιηταί φασιν, ἔνι τις καὶ ἡμῖν καταφυγή.

[3] ἐμοὶ γὰρ δὴ καὶ σοὶ φιλία μὲν ἦν, καὶ ἑώρας σὺ μὲν ἡδέως ἐμέ, σὲ δὲ ἐγώ, καὶ τοῖς ἀλλήλων ἀγαθοῖς ἡδόμεθα· σοῦ δὲ ἀκολουθήσαντος βασιλεῖ καὶ πολλῆς γῆς ἐμοῦ τε καὶ σοῦ γενομένης ἐν μέσῳ παρ' ὑμῶν τις ὡς ἡμᾶς ἐλθὼν πολλοῖς καὶ πολλὴν λοιδορίαν ἔχουσι λόγοις ἔλεγέ σε χρῆσθαι κατ' ἐμοῦ καθ' ἑκάστην ἡμέραν, ἀπιστοῦντος δὲ πάντας ὤμνυε θεοὺς ἦ μὴν ταῦθ' οὕτως ἔχειν. ὡς δὲ πολὺ τοῦτο ἦν, ἦν δὲ ἁνὴρ οὐ τῶν ἀδοξοτέρων, ᾠήθην εἶναι βέλτιον μὴ γράφειν μηδ' ἐνοχλεῖν.

[4] καὶ ὡς μὲν ἐψεύδετο δεδήλωται, τοῦ γὰρ ἐκεῖνα ποιοῦντος οὐκ ἦν τὸ ἐπιστεῖλαι· σὺ δ' εἰδὼς τὸν Σόλωνα καὶ νῦν ὃν ἀνθ' ἡμῶν αἰτιᾶσθαι δίκαιον, οὐκ ἀγνοεῖς.

[843]

Μάγνῳ.

[1]    Ἔξεστί σοι καὶ ἀπόντι θεραπεῦσαι μεθ' ἡμῶν τὸν Ὀλύμπιον Δία τὸν Ὀλυμπίοις παρ' ἡμῶν ἐν Δάφνῃ τιμώμενον. ἥκουσι μὲν γὰρ οἱ διαλεξόμενοι τοῖς παρ' ὑμῖν ἀθληταῖς καὶ πείσοντες, ὡς νόμος· δέονται δὲ τοῦ πρὸς ἅπαντα βοηθήσοντος αὐτοῖς ὅσα τε ἀρχόντων δεῖται καὶ ὅσα τῶν ἄλλων.

[2] σοὶ δ' οὐ πολλῶν ἂν δέοι πρὸς οὐδένα ῥημάτων σωφρονούσης τε τῆς Αἰγύπτου καὶ ποιούσης ἅ σοι δόξειεν ὁρώσης κἀκείνους ὑφ' οἷς Αἴγυπτος ἐν κέρδει ποιουμένους, εἰ σοί τι χαρίσαιντο. οὐδὲν οὖν ἀδικῶ τοὺς μὲν ἄλλους ὑπερβάς, πέμψας δὲ αὐτοὺς οἷ χρῆν.

[3] ἀγωνιζομένων οὖν τῶν παρ' ὑμῶν ἡκόντων καὶ θαυμαζομένων ἐπαινέσεται μὲν ὁ Ζεὺς τοὺς δαπανωμένους ἀντιδαπανώμενος, εὑρήσει δέ τι καὶ σὸν ἐν τοῖς δρωμένοις καὶ διδοὺς ἀγαθόν τι Λητοΐῳ τῷ δείξαντι τὸν υἱὸν ἀθλοθέτην δώσει καὶ τῷ σοφῷ Μάγνῳ τῷ τοῖς ἐν ταῖς παλαίστραις εὐδοκιμοῦσι παραινέσαντι δεῦρο πλεῖν.

[4] ἔχω δὲ κἀγὼ νέον τρέχειν τε καὶ λέγειν ἀγαθὸν καὶ στεφάνου τε ὁμοῦ καὶ τρίβωνος ἄξιον.

[844]

Εὐσεβίῳ.

[1]    Ἤιδειν ὅτι μισήσεις τὸν τὰς πολλὰς ἐρωτήσεις ἐκεῖνον ἐπ' ἐμὲ πεποιημένον καὶ μόνον οὐ πληγαῖς ἀναγκάσαντα ῥῆμα ἀφεῖναί τι κατ' ἐμοῦ Ῥωμύλον, ἀφ' ὅτου με ἔμελλε κακώσειν. πέπρακται δὲ αὐτῷ καὶ ἄλλα τοῖς νόμοις ἐναντία καθ' ἑτέραν ἀρχήν, ὧν τὰ μὲν ἑωρῶμεν, τὰ δὲ ἀκηκόαμεν.

[2] ἀλλ' ἐκεῖνος μὲν ἔστω τοιοῦτος· δεῖ δὲ σὲ τοῦ πράγματος τοιαύτην τελευτὴν εἰληφότος τὸν ὅπως μὴ τοιαύτην λάβοι μεμηχανημένον βουλόμενον αὑτῷ κἀντεῦθεν γενέσθαι τι σαυτοῦ νομίζειν εὐεργέτην, εἰ καὶ δειλὸν αὑτὸν οὐκ ὢν δειλὸς ἐποίει.

[3] οὐ γὰρ ἴσον οὐκ ἴσον, ἀμαχεί τε ἀνελέσθαι νίκην καὶ μετὰ πόνων. ἐχούσης γὰρ δὴ φιλοτιμίαν τῆς νίκης ἔχει τι λαμπρὸν καὶ ὁ πόνος, ἐπεὶ καὶ Ἀχιλλεῖ τὸ στῆναί τε τὸν Ἕκτορα καὶ μαχέσασθαι. εἰ δ' εὐθὺς ἰδὼν τὸν τοῦ Πηλέως ὁ Πριάμου γονάτων τε τῶν ἐκείνου ἥπτετο καὶ ἱκετεύων ἀπέθνησκεν, οὐκ ἂν ἦν ὅσον γε νῦν.

[4] καὶ σὲ τοίνυν ἐνδοξότερον ἔθηκεν ὁ τόπου μὲν εἰς τόπον ἐκβαλεῖν ἐθελήσας, ἐν δὲ τῇ πάλῃ καταπεσών. σὺ δὲ ἀπῃτοῦ τήνδε τὴν νίκην ὑπὸ τῶν περὶ Κίμωνά σοι κατωρθωμένων. ὁ γὰρ οὗ περὶ χρημάτων ὁ λόγος τοιοῦτος φανεὶς πῶς οὐκ ἂν ἠδίκει καὶ τὰ μείζω μὴ διασώζων ῥυόμενος σφαγῆς ἐπ' αἰτίᾳ τοιαύτῃ, ἣ μικρόν τι πρὸς αὑτὴν ἐποίει τὸν θάνατον; [845] [t]

Μαρδονίῳ.

[1]    Οὐ θαυμαστὸν εἰ φιλῶν τε σὲ καὶ φιλούμενος ὑπὸ σοῦ βοηθείας ἔτυχον. εἰ γὰρ δὴ τῶν ἐχθρῶν τὸ ἀλλήλοις ἐπιτίθεσθαι, τῆς φιλίας ὁ νόμος τὰς συμμαχίας ἔχει.

[2] καί σε τὴν χάριν ταύτην οὐκ ᾔτουν ἐν ἐπιστολαῖς εἰδὼς ὅτι μοι τοῦτο ἔσται παρὰ σοῦ. ὥσπερ οὖν ἵπποις, ἐν οἷς ἐπιθυμία δρόμου, τὸ κινῆσον οὐ προσάγομεν, οὕτως οὐδὲν ᾤμην δεῖν δεῖσθαι μεθ' ἡμῶν εἶναι τοῦ πάντως ἐσομένου.

[3] χαίρω μὲν οὖν οὐ δόξας ὑμῖν ἀδικεῖν, χαίρω δὲ πολὺ πλέον τῷ δικαίως δόξαι. τῷ γὰρ δὴ τοιούτῳ συμβαίνει καὶ τὸ χαίρειν καθαρῶς. ὁ δ' ἣν ὤφειλε δίκην οὐ δοὺς τὸ μὴ δοῦναι μὲν ἔσχε, τὸ δ' οὐκ εἶναι δίκης ἄξιος οὐκ ἔχει.

[4] τὰς δ' ἐμὰς εὐχὰς ‹τὰς› ὑπὲρ τοῦ βασιλέως οἴκοι πάντες μὲν ἴσασιν οἱ συνόντες ἡμῖν ἄνθρωποι, πάντες δὲ οἱ θεοί, καὶ ὡς ταύτῃ γε ἐπὶ τὸν τύραννον συνεστράτευον αὐτῷ. καὶ ταῦτα εὐχόμην ἐγὼ χρηστὸς ὢν βασιλεῖ πολλοῖς τε ἄλλοις τετιμημένος καὶ μεγίστῳ δὴ τῷ περὶ τὸν παῖδα.

[5] ὧν οὔτ' ἂν ἐπελαθόμην μεμνημένον τε πᾶσα ἀνάγκη περὶ πλείστου ποιεῖσθαι παρ' ὅτου ταῦτα καὶ βούλεσθαι μὲν αὐτῷ πεπηγέναι τὴν βασιλείαν, βούλεσθαι δὲ τοὺς υἱεῖς εἰς ἀκμὴν ἐλθόντας πάνυ γέροντος παραλαβεῖν τοὺς θρόνους, μᾶλλον δ' ὁ μὲν ἤδη κοινωνός, ὁ δὲ αὐτίκα ἔσται.

[6] ἐμοὶ δὲ ἄλλως μὲν οὐχ ἥδιον διὰ τὸ νοσεῖν τὸ ζῆν, βουλοίμην δ' ἂν μέχρι τῆς ἡμέρας ἐκείνης, ἥ μοι δείξει τὸν πατέρα μετὰ τῶν Διοσκόρων.

[846]

Εὐσεβίῳ.

[1]    Ἔτι πρέσβεις Ἔμεσα πέμπει καὶ στεφάνους βασιλεῦσιν εἰδυῖα μὲν τὴν ἑαυτῆς πενίαν, αἰσχυνομένη δὲ ὅμως τοῦ τῶν πόλεων ἐκπεσεῖν ἀριθμοῦ καίτοι τῶν πραγμάτων αὐτὴν ἐκβεβληκότων πάλαι.

[2] ὁ γὰρ ὀφθαλμὸς τῆς Φοινίκης καὶ τὸ τῶν θεῶν οἰκητήριον καὶ τὸ τῶν λόγων ἐργαστήριον καὶ ἡ πηγὴ τῶν ἀγαθῶν ‹καὶ› εὐθυμιῶν, καὶ οὐκ ἂν ἐξαριθμήσαι τις τὸ πλῆθος τῶν ἀγαθῶν, αὕτη τοίνυν ἡ πολλή τε καὶ καλὴ τὰ πολλὰ μὲν ἀπολώλεκεν, ὁρᾶται δὲ ἐν οἰκίαις ὀλίγαις ταὐτὸ ταῖς ἄλλαις πεισομέναις, εἰ μὴ βοηθήσαις τι.

[3] οἷον γὰρ δή τι τὸ 'κείνων; ὁ μὲν ἀγχόμενος ἀπέδοτο, ἡ τιμὴ δὲ οὐ τοῦ πεπρακότος, ὁ δὲ πριάμενος καθελὼν λαβὼν ὅσα ἤθελεν ἄγων ἄλλοσε ἐχρῆτο. πάνυ δή τι μικρὸν τὸ λειπόμενον, παλαιᾶς μὲν εὐδαιμονίας μεμνημένοι, τὰ νῦν δὲ δακρύοντες. καὶ ξένος δὲ ὅστις ἐκεῖσε ἔλθοι, κατὰ τάχος ἀπέρχεται πειρώμενος μὴ πάντα ὁρᾶν ὡς πανταχόθεν οὐσῶν εἰς ὀδυρμὸν ἀφορμῶν.

[4] τὴν οὖν οὐκέτ' οὖσαν, τὴν γὰρ ἀντὶ τοιαύτης τοιαύτην δεῖ νομίζειν οὐκ εἶναι, πάλιν ἡμῖν ὁ θεῖος Ἀρκάδιος ποιείτω πόλιν. πρέποι γὰρ ἂν αὐτῷ τοιαῦτα διδόναι τῇ γῇ καὶ ποιεῖν τοὺς βουλομένους αὐτὸν ἐπαινεῖν εὐπορωτέρους.

[5] ὧν δὲ σὺ κύριος ὡς οὐδενὸς οἱ πρέσβεις ἀτυχήσουσιν, εὖ οἶδα. τῷ τε γὰρ εὖ ποιεῖν χαίρεις καὶ τὸν ἐπεσταλκότα ἐμὲ παρεῖναί τε νομιεῖς καὶ κοινωνεῖν τοῖς πρέσβεσι τῆς σπουδῆς. [847] [t]

Πρόκλῳ.

[1]    Εἰ τοῖς ἐπαινοῦσι δεῖ νομίζειν ὀφείλειν τοὺς ἐπαινουμένους χάριτας, ἴσθι χάριτας ὀφείλων Διογνήτῳ τουτῳί· ὡς οὐκ ἔσθ' ὅτε σε οὐκ ἐπῄνεσεν· ἐν θεάτρῳ μὲν οὖν κατὰ τοὺς γενναίους σοφιστὰς καὶ οὓς αἱ Μοῦσαι κινοῦσιν, ἐν δὲ τῷ τῆς Ἀθηνᾶς ἱερῷ καὶ τοῖς αὐτόθι συγκαθημένοις, ὧν τοὺς πολλοὺς αἱ δίκαι ποθοῦσιν.

[2] ἔστι δὲ αὐτῷ τῶν τοιούτων λόγων χωρίον καὶ τὸ βουλευτήριον εἰσιόντι τε ὡς ἐμὲ καὶ παρακαθημένῳ, καὶ πρὸς οὓς δὲ τῶν γνωριμωτέρων ἔρχεται, μετὰ τοιούτων λόγων εἰσέρχεται τάς τε ἀρχὰς ἀπαριθμῶν καὶ ὅσα καθ' ἑκάστην ἀγαθὰ γένοιτο ταῖς πόλεσι.

[3] καί ποτε τὸ τοῦ Ὁμήρου λαβὼν τὸ εἰς τὸν Μενεσθέα τὸν Ἀθηναῖον εἰρημένον περὶ τῆς σῆς ᾖσε τέχνης, ᾗ σὺ χρώμενος μεγάλας ὁλκάδας διασώζεις.

[4] ἀποδοτέον δή σοι τὰ ὀφειλόμενα καὶ τὰ δίκαια πρὸς Διόγνητον ποιητέον. εἰ δὲ ἔργα ἀντὶ λόγων ἀποδώσεις, εἰκότως ἂν ἀγάλλοιο παρὰ τῶν θεῶν ἔχων τὸ ἐν οἷς ἀντευποιεῖς οὕτω νικᾶν.

[848]

Θεοδώρῳ.

[1]    Ἔδει σε καὶ παρ' ἡμῶν ἀκοῦσαι περὶ τῆς ἐπιεικείας τουτουὶ Θεοδώρου· πολλοὶ μὲν γάρ, ὡς εἰκός, προὔλαβον τὴν ἐπιστολήν, οὐ μὴν τούτῳ γε δικαίως ἂν ἐσίγων.

[2] λέγω τοίνυν ὡς μετὰ σωφροσύνης καὶ τοῦ μηδένα λυπεῖν τοῦτον ἅπαντα διεξῆλθε τὸν χρόνον· ἀνθ' ὧν αὐτῷ παρὰ μὲν ἡμῶν εὐφημία, παρὰ δὲ σοῦ τι καὶ πλέον εἰκότως ἂν γένοιτο.

[849]

Ἀντιόχῳ.

[1]    Ἃ μὲν ἐδεήθημεν ἡμεῖς, πάλαι παρὰ σοὶ κεῖται, σὸν δὲ παρ' ἡμῖν περὶ τούτων οὐδέν. ἀπόλυσον οὖν ἡμᾶς φροντίδος ἢ δείξας ἔργον ἢ καὶ τοῦτο διδάξας, ὡς ἀδυνάτων ἐρῶμεν.

[850]

Εὐσεβίῳ.

[1]    Εἰ μὲν ἄλλος τις τῶν ἀγνοούντων ἡμᾶς ἦν ἐν ᾧπερ αὐτὸς εἶ, διδάσκειν ἂν ἔδει με καὶ λέγειν γονέας τε ἑκάστου καὶ τροφὴν καὶ παιδείαν κοινούς τε πόνους ἐμοῦ τε καὶ αὐτῶν ὑπὲρ λόγων· νῦν δ' αὐτὸς ἄν μοι δοκεῖς διδάξαι τοὺς ἀγνοοῦντας.

[2] τούτου δὲ οὕτως ἔχοντος καὶ τῶν πρέσβεων ὑπὸ σοῦ φιλουμένων τραχὺ μὲν οὐδὲν ἔσται τῆς περὶ ταῦτα ὁδοῦ, διὰ δὲ λείας ἄξεις αὐτοὺς ἁπάσης συμπράττων μὲν ἐν οἷς αἰτοῦσιν εἰς τὸ τυχεῖν, συμπράττων δὲ εἰς τάχος, ὅπως ἔχοιμέν τε τοὺς ἄνδρας οὐ πολλῶν ἡμερῶν ἀνηλωμένων καὶ τῆς πρεσβείας εἰς δόξαν ἀπολελαυκότας.

[3] ἐμοὶ δὲ τῆς λύσεως, ἣν οἶσθα, ἀνῃρημένης ἐγένετο μέν τις λύπη, ταχέως δὲ ἐξεκρούσθη λογισμοῖς. ὁ γὰρ δὴ θεῖος Θεοδόσιος ἁμαρτόντας μὲν ἤδη τινὰς ἔσωσε, δίκην δὲ παρ' οὐδενὸς οὐδὲν ἀδικοῦντος ἔλαβεν.

[851]

Τατιανῷ.

[1]    Ἔδει τὴν βουλὴν ἡμῖν, ὡς ἔοικε, καὶ πεσεῖν καὶ ἀναστῆναι. τούτοιν δὲ τὸ μὲν πρότερον ἄλλων ὄντων ἐπὶ τῶν πραγμάτων γέγονεν· ἀνίσταται δὲ σοῦ τήν τε ἀρχὴν τὴν μεγάλην ἔχοντος καὶ πρὸς τὸ δέον τῷ δύνασθαι χρωμένου διώκοντος ἡδονὴν οὐ τὴν ἀπὸ τῶν τραπεζῶν, ἀλλὰ τὴν ἀπὸ τοῦ πόλεσιν ἐθέλειν ἐπικουρεῖν.

[2] ἐπικουρεῖς δὲ ταῖς μὲν εἰς τὸ μὴ ἐκτριβῆναι, ταῖς δὲ εἰς τὸ γενέσθαι μείζοσιν. ἡμεῖς δέ ἐσμεν ἐκείνων τῶν προτέρων, οὐ μὴν ἔτι γε ἐσόμεθα σοῦ τιμῶντος οὕτω τὴν τοῦ δικαίου μοῖραν.

[3] οἶμαι δέ σοι δόξειν ἡμᾶς οὐδὲν ἄδικον αἰτεῖν, ἀλλ' ἅπερ ἂν ἀτυχοῦσα πόλις· ἣν εἰ μὴ σὺ παύσαις τοῦτο καὶ οὖσαν καὶ καλουμένην, ἀθάνατον μενεῖ τὸ κακόν. εἶ γὰρ Ἡρακλῆς τις ἕτερος.

[4] οἴου δέ σε κἀκεῖνα παρακαλεῖν ἐπὶ τὴν βοήθειαν ἅ τε αὐτὸς ἅ τε ὁ παῖς αὐτῇ δέδωκεν, ὥσθ' ἡμῖν εἶναι λέγειν τοῦτο Τατιανοῦ, τοῦτο Πρόκλου καὶ διὰ πάνυ πολλῶν ταῦτα ἱέναι τὰ ῥήματα.

[5] ἀναμιμνήσκου δὲ κἀκεῖνο, ὅτι τήνδε τὴν πρεσβείαν σὴν οὐχ ἧττον ἢ τῆς πόλεως δεῖ νομίσαι. σὺ γὰρ δὴ τὴν κινοῦσαν καὶ παρακαλοῦσαν πρῶτος ἀφῆκας φωνήν· ὥστ' εἰ φαίην ἡμᾶς ἀπαιτεῖν ὑποσχέσεις, οὐκ ἀδικήσω.

[852]

Πρόκλῳ.

[1]    Ἤδη τῶν πρέσβεων ᾑρημένων ἤρετό τίς τινα ξένος πολίτην, ὁπόσοι τινὲς εἶεν. ὁ δὲ ἔφησε· τρεῖς. ἐγὼ δὲ τοὺς τρεῖς ἀκούσας, καὶ γὰρ ἔτυχον παρών, οὐ τρεῖς ἔφην πρεσβεύειν, ἀλλὰ τέτταρας.

[2] πῶς, ἤρετο, τέτταρες; ὅτι πολὺ πρὸ τῶν τριῶν ἔφην ᾑρέθη Πρόκλος ὑπ' αὐτῶν τῶν ἐν τῇ πόλει παρ' αὐτοῦ πεποιημένων ὁδῶν τε καὶ στοῶν καὶ λουτρῶν καὶ ἀγορῶν. φιλεῖν μὲν γὰρ ἀνάγκην ἔχει τόν γε αὑτοῦ πόνον, τὸ δὲ ἐρᾶν δεινὸν πεῖσαι μηδὲν ὀκνεῖν ὑπὲρ τῆς ἐρωμένης.

[3] καλὸν δὲ τὸ τὸν αὐτὸν βούλεσθαί τε ἡμᾶς εὖ ποιεῖν καὶ δύνασθαι. δύναται δὲ δυνάμεως δυοῖν εἴδεσιν, ἔχει γὰρ δὴ καὶ τὸ τοῦ πατρὸς σθένος· οἷν ἀμφοῖν ὑπὲρ ἡμῶν χρήσεται πρὸς τὴν ἀρχαίαν ῥώμην τὴν βουλὴν ἐπανάγων, ὡς μὴ μόνον ἐν τῇ στοᾷ τῇ παρὰ σοῦ φαίνεσθαι τοῦ δήμου τὴν εὐθυμίαν ἑσπέρας ἑκάστης ᾄσμασιν, ἀλλὰ καὶ τῆς βουλῆς δι' ὧν ἂν βουλῇ πρέπῃ.

[853]

Μαρδονίῳ.

[1]    Εἰ καὶ μηδὲν ἴσχυσε τῶν περὶ ἐμοῦ δοξάντων, ἀλλ' ἐφάνη τι τὸ ποιοῦν ἑτέραν κρίσιν, σοί γε καὶ τοῦ τοῖς δευτέροις ἀχθεσθῆναι χάρις, χάρις δέ σοι καὶ τῆς ὅλης γνώμης, ἣν ἔχεις περὶ ἡμᾶς.

[2] οἱ μέντοι πρέσβεις κελεύοντές μοι γράφειν τούτῳ με μάλιστα παρεκάλουν τῷ μάλιστά με λέγειν ὑπὸ σοῦ φιλεῖσθαι. καὶ τοῦτο ἀκούων ἡδόμην, οὐ διὰ τὴν δύναμιν ἣν ἔχεις, ἐν ᾗ πολλοὺς ἴσμεν γεγενημένους, ἀλλ' ὅτι καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ τῷ σαυτὸν πρόθυμον τοῖς ἐν χρείᾳ παρέχειν πολὺ τοὺς ἄλλους νενίκηκας· ὃ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἡδίω πεποίηκε τὴν ὁδὸν εἰδόσιν ὡς διὰ σοῦ πάντα αὑτοῖς, εἰ καὶ ῥᾳθυμοῖεν, ἔσται.

[3] οὔσης δὲ τοιαύτης σοι τῆς δόξης ἀνάγκη πολλὴ καὶ τὸ εὐχόμενον εἶναι μακρόν τέ σοι γενέσθαι τὸν βίον καὶ τοσοῦτον, ὅσος σοι παρέξει καὶ παῖδας Ἀρκαδίου τοῦ θείου ταῖς σαῖς χερσὶ περιενεγκεῖν.

[854]

Εὐσεβίῳ.

[1]    Ἡσύχιος ὁ πολλὰ στήσας ἐν δικαστηρίοις τρόπαια τῷ δικαίῳ βοηθῶν, ‑ βεβοήθηκε δὲ τῷ δικαίῳ καὶ ἄρχων καὶ ἀντ' ἄρχοντος καθήμενος ‑ οὗτος τοίνυν ὁ τοιοῦτος τὸν τρόπον ἥδιστα μὲν ἂν μεθ' ἡμῶν διέτριβεν ἀρκεῖν αὑτῷ τὸ μεθ' ἡμῶν εἶναι νομίζων, ἀνάγκῃ δὲ ὡς ὑμᾶς ἀγόμενος φησὶ μὲν εὐθύς τε ἡμῖν ἐπανήξειν καὶ ποιήσειν ἃ καὶ πρότερον· θαυμάσαιμι δ' ἄν, καὶ πρὸς αὐτὸν εἶπον, εἰ διαφεύξεται τὸν ἔρωτα τῆς πόλεως ἐκείνης, καθ' ὃν ἤδη πολλοὺς ἄνδρας ἀγαθοὺς κατέσχε τε καὶ ἐκτήσατο δοῦσα καὶ δόξαν καὶ πλοῦτον καὶ τὴν ἄλλην δύναμιν.

[2] ὧν γιγνομένων ἡμᾶς ἕξει καὶ χαρὰ καὶ ἀθυμία, τὸ μέν, ὅτι φίλος εὖ ἔπραξε, τὸ δέ, ὅτι φίλον οὐχ ὁρῶμεν.

[855]

Τατιανῷ.

[1]    Ἔχει τῶν περὶ τὴν ὁδὸν ἱδρώτων ἆθλον ἱκανὸν Ἡσύχιος τὴν σὴν ἰδεῖν κεφαλήν. καὶ τῷ μὲν τοῦτο ἀποχρήσει μετὰ τοῦ πάντας ἀνθρώπους εἰδέναι τὴν εὔνοιαν ᾗ περὶ αὐτὸν κέχρησαι, τὴν οὐ πολὺ λειπομένην τῆς παρὰ τῶν θεῶν. ὥσπερ γὰρ οὐδεὶς ἠγνόει τῶν Ἀχαιῶν, ἥτις ἦν ἡ Ἀθηνᾶ περὶ τὸν ἐκ τῆς Ἰθάκης, οὕτω νῦν οὐδείς, ὅστις Τατιανὸς περὶ τὸν Ἡσύχιον.

[2] ἀλλ' ὁ μὲν οὐδὲν ἂν ζητήσαι πλέον, σὺ δ' οὐκ ἀξιώσεις ἐν οἷς ἔδωκας στῆναι· προσέσται δὲ ἴσως τι καὶ ἕτερον τῆς σῆς φύσεως ἄξιον. ἀλλὰ ταῦτα μὲν θεὸς τελοίη· γράφειν δὲ οὐκ ὤκνησά σοι πάλιν ἐγκαλούμενος ἐφ' οἷς ἀφείθην, θράσει μὲν οὐδενί, τῷ πεπιστευκέναι δὲ μηδὲν ἠδικῆσθαι παρ' ἐμοῦ τὸν βασιλέως οἶκον.

[3] ἡμῖν δὲ ὅτι μὲν κόσμος τὰ παρὰ σοῦ γράμματα, καὶ οἶδα καὶ πρὸς ἅπαντας λέγω, τούτων δὲ ἡμῖν οὐκ ἐρχομένων, μέχρις ἂν ψῆφος ἐνεχθῇ περὶ ἡμῶν, οὐκ αἰτιασόμεθα τὴν σιωπήν.

[856]

Πρόκλῳ.

[1]    Ἥκει λόγος ὡς ἡμᾶς τῶν ἐκεῖσε πεπραγμένων καὶ ὡς ἐξήλασας ἅπαν ὅσον ἄδικον τῆς ἀγορᾶς ἀναγκάσας εἶναι δικαίους τοὺς ὅθεν οὐ δεῖ κερδαίνοντας.

[2] ταυτὶ δὲ οὔπω μὲν εἴρηται τοῖς ποιοῦσι τοὺς λόγους, ἀλλ' ὁ πρότερος ὕμνηται χρόνος, τεύξεται δὲ καὶ ταῦτα τῶν ἴσων αὐτίκα. καὶ γὰρ εἰ βελτίους εὕρηνταί σοι καὶ φωναὶ καὶ γλῶτται καὶ δυνάμεις, ἀλλὰ τοῖς γε μεθ' ἡμῶν οὖσι καλὸν ἔγκλημα διαφεύγειν ἀργίας.

[857]

Σατορνίνῳ.

[1]    Ῥήτωρ ὢν ἀγαθὸς οὑτοσὶ Διόγνητος καὶ πολλοῖς σεσωκὼς καὶ ψυχὰς καὶ τὰ ὄντα, ἔπειτα νόμῳ τῷ περὶ τοῦ χρόνου σιγᾶν ἠναγκασμένος συμφοράν τε ἡγεῖται τὸ μὴ τὰ αὑτοῦ ποιεῖν ἄχθος τε τῆς γῆς αὑτὸν καλῶν οὐ παύεται.

[2] καταφεύγει τοίνυν ἐπὶ τὴν σὴν φρόνησιν οὕτως εὖ βεβουλεύσεσθαι νομίζων, εἰ τοῖς σοὶ δόξουσιν ἀκολουθήσειεν· ὃ καὶ βασιλεῖς ποιήσαντες ἑαυτοὺς ἐπῄνεσαν, ὥσπερ οἱ Λαπίθαι τὰς τοῦ Νέστορος γνώμας δεχόμενοι.

[3] ἔλεγε δὲ πρὸς ἐμὲ πολλάκις ὁ Διόγνητος οὐκ ὀλίγα τὸν οἶκον αὑτοῖς ὑπὸ τῆς σῆς εὖ πεπονθέναι ψυχῆς καὶ νῦν οὐδὲν ἔσεσθαι καινόν, εἴ τινος ἀγαθοῦ τύχοιεν.

[4] τῶν τε οὖν ἄλλων ἐκοινώνουν οἷς τὰ τούτων ἐποίεις βελτίω καὶ νῦν ἄν τι γένηται παραπλήσιον ἢ καὶ μεῖζον, ἐγὼ τούτων οὐχ ἧττον ὠφέλημαι. τοῦ δὲ σοὶ τῶν ἐμῶν μέλειν πολλὰς ἂν ἔχοι τις ἀποδείξεις λέγειν παλαιάς τε καὶ νέας.

[858]

Εὐσεβίῳ.

[1]    Γενόμενος ἐν Σαμοσάτοις οὑτοσὶ Διόγνητος καὶ τραφεὶς καὶ λαβὼν ἡλικίαν λόγων δυναμένην ἐρᾶν ἐρασθεὶς ἧκέ τε ὡς ἡμᾶς καὶ συνεχέσι πόνοις κτησάμενος ἐφ' ἅπερ ἧκε τοῖς μὲν ἐπ' ἄλλ' ἄττα παρακαλοῦσιν αὐτὸν οὐκ ἠξίου προσέχειν, καλέσας δὲ τὸν Ἑρμῆν καὶ ἀφεὶς αὑτὸν εἰς τὰς δίκας ἐγένετο τοιοῦτος ὥστε μέγα τοῖς δικαζομένοις εἶναι τὸν ἄνδρα ἔχειν.

[2] καὶ τοὺς ὅτι πάντως δεῖ Φοινίκης ἢ σιωπᾶν ἀνάγκη διήλεγξεν οὐ τἀληθῆ λέγοντας. εἰδὼς δή με σὺ καλῶς καὶ τῶν ἐμῶν ἀγνοῶν οὐδὲν οἶσθά που καὶ ἡλίκον τι τοῦτ' ἐμοί. λέγοντος μὲν οὖν ἐγεγήθειν, μὴ λέγοντος δὲ ἄχθομαι καὶ ὅπως εἴπῃ πάλιν, εὔχομαι.

[3] καὶ τῆς ὁδοῦ ταύτης ὁ καρπὸς οὗτός ἐστι. πεπόρευται δὲ ἐμοὶ πειθόμενος καὶ τοῦτο ἐμὴ παραίνεσις· ἣν κοσμήσεις μὲν δοὺς αὐτὸν ἡμῖν, οὐ δοὺς δέ ‑ σεσιγήσθω δὲ τὸ βλάσφημον.

[859]

Οὔρσῳ.

[1]    Σὲ μὲν εὐδαιμονίζω τῆς δόξης, ἧς μεστὴ πᾶσα πόλις, ἐμαυτὸν δὲ τῶν τιμῶν, αἷς ἐκ τοῦ φιλεῖν με τετίμηκας. τὸ γὰρ ὑπ' ἀνδρὸς φρονήσει τε διαφέροντος καὶ λόγου τε καὶ σιγῆς καιρὸν εἰδότος καὶ μετὰ μὲν ταραχῆς οὐδέν, μετὰ δὲ γαλήνης πάντα ποιοῦντος τοιούτων τυγχάνειν, οἵων ἐγὼ παρὰ σοῦ, μεῖζον οἶμαι παντὸς χρυσίου, κἂν τὸ Γύγου τις λέγῃ.

[2] σὺ δ' ἄρα οὐκ ἔμελλες παρὼν μὲν τιμήσειν, ἀπὼν δὲ ἡμῶν ἀμελήσειν, ἀλλ' ὁ αὐτὸς καὶ ἀπὼν εἶναι βουλόμενος προσέθηκας τὴν τιμὴν τὴν ἀπὸ τῶν γραμμάτων, ἣν διπλῆν ἔξεστι καὶ νομίζειν καὶ καλεῖν· αὐτό τε γὰρ τὸ γράψαι τιμὴ καὶ τὸ οὕτω νοερά τε καὶ χρηστὰ καὶ τοῦθ' ἑτέρα τιμή. οἷς ἐγὼ φιλοτιμούμενος ἅπαντας ἐποίησα τὴν ἐπιστολὴν εἰδέναι καλῶν τε αὐτοὺς καὶ συνάγων καὶ αὐτὸς ἀναγινώσκων.

[3] τίμησον δέ με καὶ τοῖς εἰς τὸν ἑταῖρον τὸν ἐμὸν Διόγνητον ἀνευρίσκων τε τὰ συμφέροντα αὐτῷ καὶ τοὺς ἐν τῷ πράττειν πόνους ἡδέως πονῶν, ἃ καὶ αὐτὰ ταχέως ἅπαντες Ἕλληνες εἴσονται.

[860]

Διογένει.

[1]    Ἥκει σοι Διόγνητος μετ' ἐπιστολῆς ἐμῆς, οὗ σφόδρα πρὸς αὐτὸν πολλάκις ἐπιθυμεῖν ἔφησθα. ἐγὼ δὲ τοῦτο μὲν καὶ μηδέν σου τοιοῦτον εἰπόντος ἐποίησα ἄν, ὦ τὸ κάλλος τῆς ψυχῆς ἐν τῷ τοῦ προσώπου δεικνύων, πολὺ μέντοι ζητοῦντος ἥδιον, ὡς οὕτω σου μᾶλλον ἡσθησομένου.

[2] ἀλλ' ὥσπερ ἐγώ σοι κεχάρισμαι διὰ τῆς ἐπιστολῆς, οὕτω καὶ σύ μοι χάρισαι διὰ τῆς περὶ τὸν Διόγνητον προθυμίας· ᾧ μεγάλην ὀφείλω χάριν καὶ ἐγὼ καὶ Δημοσθένης ὀνείδους ἡμᾶς ἀπηλλαχότι καὶ πᾶσι ποιήσαντι δῆλον ὅτι καὶ μόνα ταῦτα τὰ ὅπλα δύναται νίκας φέρειν.

[3] ἀλλ' ἴσως γελάσῃ παρακλητικῶν ἀκούων ἀνὴρ κἂν ἄλλον ἐπὶ ταῦτα κινήσας. ἔχε δή μοι συγγνώμην, εἰ τῷ πάνυ τῶν Διογνήτου φροντίζειν τοῦθ' οὕτως ὂν φανερὸν οὐκ εἶδον. [861] [t]

Πανελληνίῳ.

[1]    Ἔχεις οὐ μικρὸν μέρος τῆς πόλεως ἡμῶν ἔχων Δομνίωνα τὸν καλόν, τὸν μετεσχηκότα μὲν ἐν νεότητι διατριβῶν, αἳ ποιοῦσι ῥήτορας, θαυμασθέντα δὲ ὑπ' ἀρχόντων ὕστερον ἐν τοῖς ὑπὲρ τῶν βασιλικῶν χρημάτων πόνοις, ἐπαινεθέντα δὲ ὑπὸ πάντων ἀνθρώπων οἷς περὶ τῆς θυγατρὸς ἐβουλεύσατο παντὸς πλούτου τὴν Ἀντιόχου προθεὶς ἀρετήν.

[2] πείσειν δὲ αὐτὸν ἡγοῦμαι καὶ τὴν Ἀσίαν, εἰς ἣν ἀρχῇ τιμηθεὶς ἀπεστάλη, πολλάκις εἰπεῖν μηδενὸς πώποτε ἐν τοιούτοις ἀπολελαυκέναι τοιούτου τῶν τε πραττομένων ἐπὶ ταῦτα ἀγόντων τὰ ῥήματα καὶ τοῦ σοῦ στόματος, ἐν ᾧ τὰ Ἀθηναίων ἐστί, τοὺς μὲν γνῶναι τὸν Δομνίωνα δυνηθέντας ἐπαινοῦντος, τοὺς δὲ μὴ διδάσκοντος.

[3] ὡς οὖν πολίτης ὢν οὐχ ἧττον ἡμέτερος ἢ οὗπερ ἔφυς καὶ συνεύχου τῷδε καὶ συναγωνίζου· προσέχοντα δὲ τὸν ἄνδρα εὑρήσεις σοί τε καὶ τοῖς παρὰ σοῦ. [862] [t]

Ἀργείῳ.

[1]    Εἰδώς σε Δομνίων ὁ γενναῖος ἔρχεται, διδάσκαλος δὲ αὐτῷ τούτων ἐγώ, γένους τε τοῦ σοῦ καὶ τροφῆς καὶ παιδείας καὶ τρόπου καὶ οἷος μὲν σὺ διδάσκειν, οἷος δὲ ἐν πολιτείᾳ. καὶ ταῦτα ἀκούων ὁ Δομνίων ἔχαιρεν ὡς ἄνδρα τοιοῦτον οὐκ ὀψόμενος μόνον, ἀλλὰ καὶ εὖ ποιήσων, ταῦτα δὴ τὰ τῶν ἀρχόντων.

[2] οὗτος μὲν οὖν ὑμῖν μετὰ τοιαύτης ἔρχεται τῆς γνώμης φύσει τε ὢν χρηστὸς καὶ ἅμα τιμῶν τὸν κηδεστὴν Ἀντίοχον, ἄνδρα ἄριστον τῶν ὑπὸ τὸν ἥλιον. βούλοιτο γὰρ ἂν ἐκεῖνος ἀγαθοῦ πατρὸς παιδὶ συνοικεῖν διδόντος ἀφορμὰς δόξῃ.

[3] δείκνυ δὴ σαυτὸν ἑστιῶν τὸν ἄρχοντα λόγοις τε καὶ ἐπιδείξεσι. σοί τε γὰρ πολὺ τὸ τάχος, εἰ δέοι ποιῆσαι λόγους, Δομνίωνί τε παντὸς μέλιτος ἡδίων ἀκρόασις καὶ τὸ ποιῆσον ἐνταῦθα κόρον οὐκ ἔστι.

[4] καὶ τοιοῦτος ὢν συμβαίνοντα ποιεῖ τοῖς ἐν τοῖς χρόνοις ἐκείνοις, ἐν οἷς ἐβάδιζε παρὰ τοὺς διδασκάλους ἀεὶ μέν τι λαμβάνων, ἀρκεῖν δὲ οὐδὲν ἡγούμενος. οἴσει δέ που καὶ ἡμῖν, ὡς εἰκός, τῶν σῶν ἐγγόνων ἢ πείσας ἢ ἀναγκάσας.

[863]

Πανελληνίῳ.

[1]    Σὲ μὲν εἰκὸς τῇ τοῦ Ποσειδῶνος εὐνοίᾳ χρησάμενον πάλαι τῆς οἰκείας ἐπιβεβηκέναι· τὴν δ' ἡμετέραν πόλιν ἴσθι πολλά σου κατηγορεῖν δι' αὐτὸ τὸ πεπλευκέναι. καίτοι καὶ πατρίδα λέγω καὶ μητέρα καὶ τέκνα πολλὴν ἀνάγκην· ὁ δ' ἔρως αὐτὴν οὐδὲν ἐᾷ τούτων μέγα νομίζειν.

[2] ὁ δ' ἀπολογούμενος ἐγὼ καὶ τῷ πλῷ βοηθῶν, ἐπειδὴ χρόνος ἐπῆλθεν εἰσάγων τέ με πολλάκις εἰς θέατρον καὶ ποιῶν ἐπιδείξεις, κατήγορός τε ἐγιγνόμην καὶ φωναῖς αἷς ἐμαχόμην ἐχρώμην Γεροντίου μὲν ὁρωμένου καὶ Μαρκελλίνου φαινομένου καὶ τοῦ τὴν Ἑλλάδα κοσμοῦντος Ἱλαρίου πηδῶντος, ὃς δὲ λόγῳ τε καὶ λέγοντι μυρίων ἀντάξιος ἀπόντος, ὃς τῷ τε κάλλει τῆς ψυχῆς τῷ τε τοῦ σώματος καλλίους ἂν ἐποίει τὰς ἐπιδείξεις τὰ μὲν ἐκφαίνων, τὰ δὲ συγκρύπτων, καὶ τὰ μὲν οὐκ ἐῶν ἀγνοεῖσθαι, τὰ δὲ ποιῶν λανθάνειν.

[3] πῶς οὖν διαφύγοις τοσούτους κατηγόρους; τί πρὸς ἐμέ, τί πρὸς τὴν πόλιν ἐρεῖς; τί φθέγξῃ; τῷ πείσεις; ἢ λόγῳ μὲν οὐκ ἂν ἰσχύσαις, ἔργῳ δὲ μόνῳ; τὸ δὲ ἔργον ἐστὶν ἀναχθῆναι μὲν ἐκεῖθεν, καταπλεῦσαι δὲ δεῦρο, καὶ μάλιστα μὲν ἡμᾶς τιμῆσαι τῷ θέρει, εἰ δὲ μή, ἀλλὰ πάντως γε τῷ χειμῶνι.

[864]

Εὐτυχιανῷ.

[1]    Οἶσθα ὅτι πάσχω τι πρὸς τοὺς ἀτυχοῦντας, κἂν ἴδω τινὰ τετρωμένον ὑπὸ τῆς Τύχης, ἐλεῶ τε καὶ εἴ τι δυναίμην εὖ ποιεῖν, οὐ κατοκνῶ. ταυτὶ δὲ ὁρῶν σὺ πολλάκις χρηστόν τε ἡγήσω με καὶ ἐπῄνεσας καὶ παρὰ τῶν θεῶν ᾔτησας ἀντὶ τούτων ἀγαθόν τί μοι γενέσθαι.

[2] καὶ νῦν τοίνυν ὁ αὐτός εἰμι καὶ γυναῖκα πένητα τεκοῦσαν ἐν τῷ δεσμωτηρίῳ τῶν γραμμάτων οὐ τοῦτο βουλομένων, εἶτα καὶ τῆς οἰκείας ἐκβαλλομένην βουλοίμην ἂν διὰ σοῦ μὴ τὸ δεύτερον παθεῖν. πάντως δὲ οὐ μεμνήσῃ στατήρων, τοῦτο δὴ τὸ τοῦ δεῖνος, ἀλλ' αὐτὸ κέρδος ἡγήσῃ τὸ τὰ τοιαῦτα δεδωκέναι.

[3] περὶ δὲ τῆς παρ' ἡμῶν πρεσβείας ἔχων εἰπεῖν οὐκ ὀλίγα σιωπῶ τιμῶν σε τῇ σιωπῇ καὶ ἵν' ὅλον σὸν τὸ γενησόμενον ᾖ σοῦ καὶ πεπονηκότος καὶ σαυτὸν παρακαλέσαντος.

[865]

Ῥουφίνῳ.

[1]    Τὴν ἐπιστολὴν δοὺς Ἀνυσίῳ τῷ βελτίστῳ τὴν πρὸς σέ, παρ' ὅτουπερ ἐπείσθην ὡς οὐκ ἂν ἀηδῶς ἐπιστολήν μου λάβοις, ἠχθόμην μὲν ἀκούων αὐτὸν οἴκοι τε καθῆσθαι καὶ διαμέλλειν· ὡς δὲ ἤγγειλέ τις τῆς Εὐρώπης τε τὸν ἄνδρα ἐπιβεβηκέναι καὶ μικρὸν ἀπέχειν σου καὶ μέλλειν συνέσεσθαι, λίαν ἡδόμην ἐλπίδα μοι τοῦ πράγματος σῶν γραμμάτων φέροντος.

[2] ἐπεὶ δὲ ὁ μὲν ἦν ἤδη παρὰ σοί, τὰ δὲ οὐκ ἐφαίνετο, τοσοῦτον γοῦν ἐβουλόμην γνῶναί ποθεν, εἴτε λαβὼν οὐκ ἀντεπιστέλλοις εἴτ' οὐδὲν λάβοις, ὡς οὐκ ἀρκέσον μοι τὸ λαβεῖν σε καὶ σεσιωπηκέναι ἐπὶ τῷ λαβεῖν.

[3] ἐν τοιούτοις δή μου κειμένου προσελθών τις κατ' ἀγοράν ‑ ἦν δὲ ἄρα τῶν σῶν καί τι τῶν πολλῆς σπουδῆς ἀξίων ἀφῖκτο διοικήσων ‑ ἀρέσαι τέ σοι τὴν ἐπιστολὴν ἔφασκε καὶ γενέσθαι τοῖς διγλώσσοις ἆθλον ἐκείνην σοῦ μὲν κελεύοντος ἑρμηνεύειν, τῶν δὲ ἐξελεγχομένων.

[4]

ἠρόμην οὖν τὸν ἄνθρωπον, ὅστις τε καὶ πόθεν, καὶ μαθὼν ἐκείνῳ τε καὶ ἐμαυτῷ συνήσθην, τῷ μέν, ὅτι σός, ἐμαυτῷ δὲ τῆς ἐπιστολῆς δεδομένης, ἀνθ' ἧς εἶχον ἂν πάλαι τὴν παρὰ σοῦ τοῦ τῶν πραγμάτων οὐκ ὄντος ὄχλου τοσούτου, νῦν δὲ πολὺς ὢν ἐκώλυσεν.

[5] ἀφεὶς οὖν σε ταῖς φροντίσιν ἐκείναις, αἷς τὰ βασιλέως ἀμείνω ποιεῖς, καὶ προσήκειν ἐμαυτῷ γράφειν ὑπολαβών, κἂν μηδὲν ἐκεῖθεν εἴη, γράφω τε καὶ δέομαί σου τοῖς παρ' ἡμῶν πρέσβεσι πάντα ἀποφῆναι λεῖα. τήν τε γὰρ πόλιν ἡμῖν οὕτω τιμήσεις καὶ τὴν τῶν ἀνδρῶν εὐγένειαν καὶ τοὺς ὑπὸ ταῖς Μούσαις πόνους οὓς ὑπὲρ λόγων ὑπέμειναν.

[866]

Ῥιχομήρει.

[1]    Τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ σοι τὸ πρῶτον συνεγενόμην, καὶ τῶν λόγων τῶν οὐ πολλῶν μέν, καλῶν δὲ μέμνημαι καὶ μεμνήσομαι καὶ ζῶν κἂν τελευτήσω. μέμνημαι δὲ καὶ τῶν ἡνίκα ἐλειτούργεις τιμῶν δι' ἀμφοῖν λαμπρότερος ὑπὸ σοῦ γεγενημένος.

[2] τί οὖν ἀντὶ τούτων σοὶ παρ' ἡμῶν; πρῶτον μὲν εὐχαὶ τὴν ἀπὸ τοῦ γήρως ἰσχὺν ἔχουσαι· δεύτερον δὲ ἡ ἐπὶ ταῖς σαῖς εὐπραξίαις ἡδονή. σὺ μὲν γὰρ ἐργαζόμενος ἔχαιρες καὶ κρύπτων τὰ πεδία τοῖς ἀπὸ τῶν ἐναντίων νεκροῖς, ἡμεῖς δὲ παρ' ἀγγέλων ἀκούοντες τὰς νίκας.

[3] ἔχαιρον δὲ οὐ μόνος, ἀλλὰ μεθ' ὅλης τῆς πόλεως· ᾗ τούτων εἰκότως ἂν ἀποδοίης χάριν, ἀποδοίης δ' ἂν διὰ τῶν παρ' αὐτῆς ἀπεσταλμένων πρέσβεων, ἀνδρῶν μιμουμένων πατέρων τε καὶ πάππων ἔθη τε καὶ πολιτείαν· οὕς μοι δοκεῖς ἀποπέμψειν ἡμῖν ἔχοντας λέγειν πρὸς τὴν πόλιν ὡς παρὰ τὴν σὴν εὔνοιάν τε καὶ βοήθειαν ἐξ οὐρίων ἔπλευσαν.

[867]

Προμότῳ.

[1]    Ἀλλ' εἰ καὶ ὁ παρελθὼν ἠδίκηται παρ' ἐμοῦ χρόνος οὐκ ἐπεσταλκότος σοι καὶ ταῦτα ὄντι ἐν τῷ τῶν φίλων ἀριθμῷ, γιγνέσθω τὰ προσήκοντα περί γε τὸν μετ' ἐκεῖνον, εἴτε μέλλοις ἀντεπιστέλλειν εἴτε μή. μέγιστον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο.

[2] καὶ γὰρ αὐτὸ τὸ γράφειν ἡδίω ποιεῖ τὸν γράφοντα, ἄλλως τε κἂν πρὸς τοιοῦτον ἐπιστέλλῃ, μισοῦντα μὲν τυραννίδα καὶ ὕβριν, φιλοῦντα δὲ βασιλείαν καὶ νόμους, ἐμβαίνοντα δὲ ἡδέως εἰς κινδύνους ἅπαντας, ὅπως ἥδε ἐκείνην ἐκκόψειε.

[3] καί μοι δός, ὦ γενναῖε, χάριν, τὴν αὐτὴν δὲ καὶ τῷ βασιλεῖ δώσεις. ποίησον δή με τῶν παρόντων τὸν ἀπόντα μὴ ἧττον εἰδέναι τὸν πόλεμον ἢ τῇ σαυτοῦ χειρὶ χρησάμενος ἤ τινος ἑτέρου τῶν τὰ τοιαῦτα ὑπηρετούντων. ἡ φωνὴ δὲ ἔστω σὴ τοῦ μηδὲν τῶν πεπραγμένων ἀγνοοῦντος μήτε μεῖζον μήτε ἔλαττον.

[4] ἔχεις δὲ τοὺς ἐμοὶ τοῦτο κομιοῦντας τρεῖς ἄνδρας, οὓς ἄλλα τε κοσμεῖ καὶ τὸ τὰ σὰ θαυμάζειν. ἐχέτωσαν οὖν μετὰ τῶν ἄλλων λέγειν ὡς καὶ τοῦτο ἡμῖν φέρουσι δῶρον στρατηγοῦ ῥήτορι πεπομφότος.

[868]

Ἐλεβίκῳ.

[1]    Ὅσης ἡμᾶς εὐφροσύνης ἀπεστέρησας ἡμᾶς μὲν ἀφείς, τὸ δὲ σὺν ἄλλοις εἶναι μεῖζον ἡγησάμενος. οἷον γὰρ δὴ ἦν ἑσπέρας μὲν πρὸς ἀλλήλους εἰπεῖν ὅτι δεῖ φανείσης ἡμέρας ὡς σὲ δραμεῖν, προσθεῖναι δὲ τὸ ἔργον καὶ φανείσης δραμεῖν ἰδεῖν τέ σε καὶ λαλοῦντος ἀκοῦσαι καὶ εἰπεῖν τι καὶ αὐτοὺς ἡδίους γενομένους ἀπελθεῖν.

[2] οὐ μὴν πάντα γε ἐγκαλοῦμεν τῇ Τύχῃ. καὶ γὰρ εἰ τὴν σὴν συνουσίαν ἀφῃρέθημεν, οἷς γε ἀκούομεν εὐφραινόμεθα. ἀκούομεν δὲ εὔνοιαν εἶναί σοι τὴν βασιλέως καὶ ἐπιστολὰς ἐκείνῳ τε γράψαι καὶ σοὶ λαβεῖν πρεπούσας λαμπροτέρας παρεχούσας ἐλπίδας.

[3] τῇ χαρᾷ δὲ ἡμεῖς ταύτῃ τὴν ὑπὲρ ἡμῶν σου λύπην ἀμειβόμεθα μεμνημένοι τῶν δακρύων ἐκείνων, ἃ μεθ' ἡμῶν ὑπὲρ ἡμῶν ἀφῆκας. τὴν οὖν δοῦσαν ἃ δέδωκε θεὸν ἱκετεύομεν ὃ μήπω δέδωκε δοῦναι καὶ τὴν ἡδίω παντὸς ὕπνου παρασχεῖν ἀγρυπνίαν.

[4] ἐκείνου μὲν οὖν τῷ τῶν θεῶν ὑπάτῳ μελήσει· σοὶ δὲ νῦν μελησάτω τῶν πρέσβεων παίδων ὄντων ἐμῶν· οἱ γὰρ περὶ αὐτούς μοι πόνοι ταύτην ποιοῦσι τὴν προσηγορίαν.

[5] καὶ μάλιστα μὲν ἐγγύθεν ἀμῦναι ὑπὸ τῷ θειοτάτῳ βασιλεῖ καθήμενος· εἰ δ' ἔτι τοῦτο μέλλει, γράμματά γέ ἐστιν ἔχοντα καὶ αὐτὰ τὸ δύνασθαι.

[869]

Ἀντιοχιανῷ.

[1]    Καὶ σὺ τὸ τοῦ ἐρῶντος ποιεῖς καὶ οἷς οὐκ ἀρέσκομεν τὸ τῶν οὕτως ἐχόντων. σὺ μὲν ὅσα ἔστι σοι τῶν ἐμῶν, δεικνύεις ὡς δὴ καὶ πείσων τοὺς οὐκ ἐπαινοῦντας ἐπαινεῖν· οἱ δὲ σφοδρότερον σοί τε καὶ ἐμοὶ πολεμοῦσιν ἐμὲ μὲν φαύλων εἶναι λέγοντες πατέρα λόγων, σὲ δ' οὐ καλῶν ἐραστήν.

[2] τὰ τοιαῦτα δὲ καὶ μίση καὶ μάχας καὶ λοιδορίας πολλάκις ἐποίησεν. ἔστι δὲ ἄμεινον ἐν εἰρήνῃ ζῆν ἢ πολεμεῖν. τύχοις δ' ἂν τοῦ βελτίονος, εἰ παύσαιό τε τοῦ φέρειν εἰς μέσον ἃ νῦν φέρεις καὶ καταθείς ποι τοὺς λόγους δοίης αὐτοῖς καθεύδειν.

[870]

Εὐσεβίῳ.

[1]    Τὸν Ὀλυμπίου παῖδα, τὸν ὁμώνυμόν σοι, τὸν σοφιστὴν τὸν ἀφειμένον τοῦ λειτουργεῖν ἐνοχλοῦσί τινες τῶν ἐν τῇ βουλῇ μεμνημένοι πρὸς αὐτὸν λειτουργιῶν· ψηφισμάτων δὲ τῶν πολλῶν ‹τῶν ὑπὲρ› ἑαυτῶν τιμῶν τε τῶν παρὰ τῆς βασιλείας, αἳ γεγόνασιν ᾐτηκότων, οὐδεὶς λόγος αὐτοῖς.

[2] ἀλλὰ κἂν τὰ ἑαυτῶν λύωσι, δεινὸν οὐδέν· κἂν ἕτεροι γίγνωνται, δεινὸν οὐδέν· κἂν Εὔριποι ταῖς μεταβολαῖς, δεινὸν οὐδέν. τὸ γὰρ ὡς καὶ αὐτὸς ὑβρίζομαι, τούτοις ἀφήσω· πάλαι γὰρ τοῦτο αὐτοῖς ἐν μελέτῃ.

[3] σπινθῆρα μὲν οὖν ὑπὲρ τῶν πρὸς τὸν σοφιστὴν ἐδέξατο τὸ παρ' ἡμῖν δικαστήριον· δοκοῦσι δέ μοι τὰ λοιπὰ τῆς πρεσβείας μέρος ποιήσεσθαι καὶ πειράσεσθαι ψήφῳ βασιλέως τὸν ἄνδρα ἑλεῖν.

[4] ἵν' οὖν μὴ τοῦτο γένηται, λόγους ἀκουσάτωσαν παρὰ σοῦ τῷ σῷ στόματι πρέποντας. δεῖ δὲ ἄλλο μὲν οὐδὲν ἀπειλεῖν, ὅτι δὲ οὐκ ἀρέσκοντά σοι ποιήσουσιν, εἴ τι τοιοῦτο ποιήσουσιν. ἴσως γὰρ τοῦτο οὐ κοῦφον ἡγήσονται.

[871]

Τατιανῷ.

[1]    Πάντα τὰ σὰ καλὰ καὶ μεγάλα, καὶ ὅσα λέγεται καὶ ὅσα γράφεται καὶ ὅσα πράττεται καὶ ὅσα πέπρακται καὶ ὅσα μέλλει, σωτηρίαν μὲν φέροντα πόλεσι, σωτηρίαν δὲ ἀγροῖς· προσθείην δ' ἂν τούτοις καὶ τοὺς ἐν ταῖς ναυσὶ φερομένους ἐμπόρους τούς τε ἐν τοῖς ἄλλοις εἴδεσι τῶν βίων ζῶντας.

[2] σωφροσύνη τε πανταχοῦ καὶ τὸ μὴ πλέον τῶν νόμων μηδένα μηδαμοῦ ζητεῖν ἔχειν, τοὺς μὲν πεισθέντας, τοὺς δὲ ἠναγκασμένους, οἳ τὴν πρώτην ἀνιαθέντες ὕστερον ἐπῄνεσαν τοὺς λελυπηκότας.

[3] εὖ ποιῶν δὲ ἀνθρώπους διὰ τῆς μεγίστης ἀρχῆς πάλιν εὖ ποιεῖς διὰ τῶν τοῖς ἔθνεσι πεμπομένων ἀρχόντων. βασιλέως μὲν γὰρ τὸ δοῦναι τὸ γραμματεῖον· σὺ δ' ὃν λαβεῖν ἄξιον, διδάσκεις· οἷον δὴ καὶ νῦν Αἰγύπτῳ τε καὶ Νείλῳ δεδώκατε ἄνδρα ᾗ χρὴ πόλεσι βοηθεῖν εὖ καὶ καλῶς ἐπιστάμενον φύσεώς τε τοῦτο δούσης καὶ πρὸς ἐκείνῃ γε λόγων καὶ νόμων.

[4] ἔδειξε δὲ αὑτὸν ὄντα τοιοῦτον ἐν τοῖς ἤδη τεθεραπευμένοις ὥστε σοι κἀντεῦθεν εὐφημίας γενέσθαι δυναμένων ἄρχειν ἀνθρώπων ἐπ' ἀρχὰς πεπορευμένων.

[872]

Τῷ αὐτῷ.

[1]    Ὁ μὲν οὖν Ὀδυσσεὺς τὴν πολλὴν ἐκείνην ἔφερε πλάνην καὶ τὰ ἐν αὐτῇ κακὰ πρὸς ἐκεῖνο βλέπων, ὅπως κομιεῖται τὴν αὑτοῦ· τῷ φιλοσόφῳ δὲ τούτῳ πολλοὶ μὲν ἀνάλωνται πόνοι, πολλοὶ δὲ δρόμοι, πολλοὶ δὲ λόγοι σώζειν τε τὴν αὑτοῦ πειρωμένῳ καὶ πατρίδι βοηθεῖν.

[2] καὶ οὐχ ὅσα μὲν ἐβούλετο βεβοήθηκεν, ἐν οὐκ ὀλίγοις δὲ αὐτῇ γεγένηται χρήσιμος οὐκ ἀγρῶν αὐτὸν οὐδὲ γῆς οὐδὲ βοσκημάτων οὐδὲ συνοικίας παρακαλούντων, οὐδὲ γάρ ἐστιν οὐδὲν Μακεδονίῳ τοιοῦτον, ὥσπερ οὐδὲ τῷ Σωκράτει, ἀλλ', οἶμαι, τὰ πρὸς τὴν ἐνεγκοῦσαν αἰδεῖται δίκαια, κἄν τι καμούσης ἐκείνης τῆς μικρᾶς ἰᾶσθαι δυνηθῇ, μᾶλλον ἥδεται τῶν Ὀλυμπίασι νενικηκότων.

[3] καίτοι ποῖόν τινα χρὴ τὸν τοιοῦτον νομίζειν, ὃς τοιοῦτον αὑτὸν περὶ τὴν αὑτοῦ παρέχεται καὶ ταῦτα ἔχων οὐκ ὀλίγοις οὐκ ὀλίγα τῶν πολιτῶν ἐγκαλεῖν ὡς οὐ καλῶς αὑτοῦ τὰς σπουδὰς ἀμειβομένων;

[4]

ἐπὶ μὲν οὖν τῶν ἄλλων ὑπάρχων πολὺ τοῦτο λέγων πρὸς αὑτὸν ἐπρέσβευεν· ἆρά τις ἔσται καρπός; ἆρα πείσομεν; ἆρά τι ποιήσομεν; ἆρά του τευξόμεθα; νῦν δὲ οὐ φοβούμενος ἔρχεται τοῖς οὔπω πεπραγμένοις ὡς δὴ γεγενημένοις εὐφραίνων αὑτόν. ἡ δὲ αἰτία τούτου Τατιανὸς καὶ τεχθεὶς καὶ τραφεὶς καὶ παιδευθεὶς ἐπὶ σωτηρίᾳ πόλεών τε καὶ ἐθνῶν.

[5] καὶ ταῦτα λέγω μὲν αὐτὸς ἐν ἐπιστολῇ· φωνὴν δὲ εἴ τις ἔδωκε γῇ τε καὶ θαλάττῃ θεῶν, ἀντὶ κηρύκων ἂν τοῖς παρὰ σοῦ δοθεῖσι πᾶσι μὲν ἀνθρώποις, πᾶσι δὲ τόποις ἐγένοντο. τοιαῦτα μὲν εὑρίσκεις, τοιαῦτα δὲ γράφεις, τοιαῦτα δὲ παραινεῖς.

[6] καὶ καταλαμβάνει δὴ τὰ γράμματα γράμματα καὶ ἱππεῖς ἱππέας τὰ μὲν παύοντες, τὰ δὲ ἀντεισάγοντες θεῶν, οἶμαι, τινὸς ἐπὶ ταῦτα κινοῦντος, ὥσπερ ἡ Ἥρα τὸν τοῦ Πηλέως παῦσαι βουλομένη τὴν τῶν Ἀχαιῶν φθοράν.

[7] τὸν οὖν ὑπὲρ τοιούτων ἀγρυπνοῦντά τε καὶ κακουμένους ἐξ ὧν δὴ καὶ ἐκακώθησαν, οὐκ ἐῶντα ἀπειπεῖν τίσιν ἀμειβόμεθα καὶ νέοι καὶ γέροντες; εὐχαῖς ἐν αἷς αἰτοῦμεν ἄλλα τε οἷα εἰκὸς τοὺς τῶν τοιούτων τυγχάνοντας καὶ τετυχηκότας καὶ προελθεῖν τόν τε βίον καὶ τὴν ἀρχὴν ἐπὶ μήκιστον.

[873]

Εὐσεβίῳ.

[1]    Ὁ φιλόσοφος οὗτος, οὗ οὐ λόγοι μόνον, ἀλλὰ καὶ ἔργα ‑ τὰ δὲ ἔργα, φιλεῖ μὲν τὴν ἑαυτοῦ πατρίδα οὐχ ἧττον ἢ τὴν μητέρα, κακῶς δὲ πράττουσαν ὁρῶν, εἶτ' ἀπὸ χρημάτων αὐτῇ βοηθεῖν οὐκ ἔχων, ζῇ γὰρ ἐν πενίᾳ, οὐκ ἄχθεται πρεσβείαις πολλαῖς καὶ τοῖς ἐν ἑκάστῃ λόγοις, ὧν τοὺς μὲν ἤκουσαν βασιλεῖς, τοὺς δὲ ὕπαρχοι ‑ πολλὰ αὐτῇ τῶν κακῶν λύσας ἔδωκεν ἀναπνεῦσαι. εἶτ' αὖθις ἧκεν ἕτερον κῦμα καὶ πάλιν ἄλλο καὶ τρίτον δὴ καὶ πάλιν ἐπὶ τοὺς αὐτοὺς καταφυγὴ καὶ παρὰ τῶν αὐτῶν ἐλπίδες.

[2] κόσμησον τοίνυν, ὦ γενναῖε, τῷ Μακεδονίῳ τὴν ὁδὸν ἔν τε τῷ βασιλείῳ καὶ οὗ καθήμενος ὁ μέγας Τατιανὸς ἰσχυρὰς ἀντ' ἀσθενῶν ποιεῖ τὰς πόλεις. [874] [t]

Πρόκλῳ.

[1]    Ἔδει μὲν καὶ αὐτὸν εἶναί με τῶν σὰς ἐμοὶ γραφείσας δεικνύντων ἐπιστολάς· ἐπεὶ δὲ τοὺς μὲν ἄλλους ὁρᾷς, ἐμὲ δὲ οὐ βούλει, οὗ γέ εἰμι κύριος, ἐμαυτὸν οὐκ ἀποστερῶ, ἀλλὰ καὶ ἐπέσταλκα καὶ ἐπιστέλλω καὶ ἐπιστελῶ χαίρων τε τοῖς ἀγγελλομένοις περὶ σοῦ τοῖς πολλοῖς καὶ καλοῖς καὶ μεγάλοις καὶ τοῖς θεοῖς εὐχόμενος σώζειν τοῖς ἀνθρώποις ἄνδρα οὕτω σώζειν πόλεις μεγάλας ἐπιστάμενον.

[2] ὃ δὴ καὶ τὴν Μακεδονίου τοῦ φιλοσόφου πόλιν ἐπὶ σέ τε καὶ τὴν σὴν ἄγει γνώμην. καίτοι παρακαλεῖ μὲν καὶ αὐτὸς αὑτὸν ὁ σὸς πατὴρ ἐπὶ τὰ τοιαῦτα, πολὺ δ' ἂν βελτίων τοῖς παρὰ σοῦ γένοιτο. σύμπραττε δὴ τῷ φιλοσόφῳ καὶ συναγόρευε καὶ προστίθει τοῖς εἰργασμένοις καὶ τὴν ἐπιφάνειαν.

[875]

Θεοδώρῳ.

[1]    Παῖς οὑτοσὶ τοῦ χρηστοῦ Μαριανοῦ κατὰ μὲν τὸν τρόπον ἴσος τῷ γεγεννηκότι, λόγοις δὲ καὶ παριών, ὥστε μέγας μὲν ἂν ἐγένετο δικαζομένοις ἐπικουρῶν, μέγας δ' ἂν ἱδρυθεὶς οὗπερ ἐγώ· πρὸ δὲ τῶν παρ' ἡμῖν διατριβῶν ἐγγραφεὶς εἰς συμμορίαν τινὰ τῶν ἐν τοῖς βασιλείοις ἀφῖκται νῦν κοινωνήσων αὐτῇ τῶν πόνων.

[2] βούλομαι δὴ καὶ αἰτῶ λόγους παρὰ σοῦ πρὸς ἐκείνην ὑπὲρ αὐτοῦ γενέσθαι δῆλον ποιοῦντας ὅτι ταῖς περὶ τοῦτο σπουδαῖς τῇ σῇ χαριοῦνται κεφαλῇ.

[876]

Ἀντιόχῳ.

[1]    Ἔτι μὲν ἐν συλλαβαῖς τὸν νέον ὄντα τοῦτον ὁ πατὴρ Μαριανὸς τῆς ἐν τοῖς βασιλείοις ἀγέλης ποιεῖ· παραδοὺς δέ μοι τοῦτο οὐκ εἰδότι τὸν υἱὸν οὕτως ἐπεμελεῖτο τοῦ δεινὸν γενέσθαι λέγειν, ὥστε μοι παρεῖχεν εἰκάζειν ὡς αἰτοίη παρὰ τῶν θεῶν παιδεύοντα παῖδας αὐτὸν ἐπιδεῖν.

[2] ἔπειτα προσελθών μοι τὸ κεκρυμμένον ἦγεν εἰς φῶς ἐρυθριῶν μέν, μὴ λέγειν δὲ οὐκ ἔχων ὅτι τῷ παιδὶ καιρὸς ὡς ὑμᾶς τε βαδίζειν καὶ πράττειν, ἐφ' ὅτῳ τὸ πρῴην ἐτάχθη.

[3] πρὸς μὲν οὖν ἄλλον ἐπὶ τούτοις χαλεπὸς ἂν ἦν, Μαριανὸς δέ με οὕτως ἑώρα πρᾷον, ὥστε καὶ προσέθηκεν ὅτι δεῖ με καὶ ἐπιστεῖλαι. δίδωμι δὴ καὶ τοῦτο καὶ σοῦ δέομαι τῶν τῇδε τἀκεῖ ποιῆσαι τῷ Μαριανοῦ γλυκύτερα. [877] [t]

Κελσίνῳ.

[1]    Τοῦ πλούτου Λητόϊος καὶ τοῦτο ἀπολέλαυκε· πλείω σοι συνεγένετο χρόνον ἀγρὸν ἔχων καὶ κήπους καὶ βαλανεῖον, ἐν οἷς σε ξενίζων οὐ τούτοις ἐτρύφα μᾶλλον ἢ τῷ μετὰ τῶν σῶν καλῶν ἐν τούτοις εἶναι.

[2] καὶ γὰρ δὴ καὶ φρονιμώτερον ἡμῖν αὐτὸν ἐποίεις καὶ ἄλλως νοῦν ἔχοντα. καὶ γὰρ ἄλλῳ ὅτῳ ἂν ὁμιλῇς, κἀκείνῳ παρὰ σοῦ τοῦτο διδάσκοντος ἅ τε δεῖ ποιεῖν καὶ λέγειν ἅ τε μή.

[3] ἐμοὶ δὲ κεῖνται μὲν γεγραμμένοι λόγοι καὶ βούλονται δειχθῆναι, δειχθέντες δ' ἄν, εἰ παρῆσθα, τῶν σῶν ὤτων ἐπιθυμίᾳ καθεύδουσι νῦν τὰ σὰ ζητοῦντες ὦτα· ὧν εἴ ποτε λάβοιντο, τῶν κιβωτίων ἐκπηδήσαντες εἰς τὸ μέσον ἥξουσιν ὁρῶντες, ὁπόσον τι τοῖς ἀδελφοῖς τοῖς ἑαυτῶν γεγένησαι τιμῶν τε αὐτοὺς μεγάλοις καὶ τοὺς πλησίον ἀναπείθων.

[4] καὶ ἔγωγέ φημι Βηρυτὸν ὑπὸ βελτίονος ἢ ἡμεῖς κυβερνᾶσθαι τῆς Τύχης· ἐκτήσατο γοῦν γαμβρόν, οἷον ἥδε οὔτε ἔσχεν οὔτε ἔχει καὶ ταῦτα μυρίους δεξαμένη. καὶ τὸ βούλευμα Ἰουλιανοῦ Τύχης ἔργον εἶναι λέγων οὐκ ἀδικεῖν οἴομαι.

[5] παρὰ τοίνυν ταύτης τῆς ὅσα βούλεται δυναμένης αἰτοῦμεν οἰκεῖν μέν σε ἐκείνην καὶ παῖδας ποιεῖν, σπέρμα ἀγαθόν, Βηρυτῷ γένος ἀθάνατον, ἄγειν δέ σε καὶ παρ' ἡμᾶς εὑρίσκουσαν προφάσεις καλάς, ὁποία καὶ ἡ νῦν, φίλος τε καὶ τὰ φίλου. [878] [t]

Φωτίῳ.

[1]    Πάλιν ὁρᾷς οὓς μάλιστα ἐθέλεις, τοὺς ἄκρους τῶν τῇδε πολιτευομένων, στεφανοῦντας ἄξιον βασιλέα στεφάνων καὶ νενικηκότα καὶ μεγάλην δύναμιν καὶ ταχέως.

[2] Εὐσέβιος δὲ ἐπὶ τὴν ὁδὸν καλούμενος ἔφασκε μὲν οὐ πάνυ τοῦτο δύνασθαι, ἔμελλε δὲ καὶ τῶν κωλυόντων κρατήσας αὐτῶν ἀφίξεσθαι κατ' ἄλλο μὲν οὐδέν, ὅπως δὲ τὸν χρηστὸν θεάσαιτο Φώτιον· ἐρᾷ γὰρ δὴ πρεσβυτέρου νεώτερος.

[3] καὶ ἴσως θαυμαστὸν οὐδέν· ἐρᾷ γὰρ ψυχῆς, οὐ σώματος. ἀλλὰ κἂν αὐτὸν ἔρηταί τις ἥκοντα παρ' ὑμῶν· σοὶ δὲ δὴ τί γεγένηται παρὰ τῶν πολλῶν τούτων σταθμῶν; Φώτιον εἶδον, ἐρεῖ, καὶ ὁ μεμψόμενος οὐκ ἔσται.

[879]

Σευηρίνῳ.

[1]    Ἠκούσαμεν οἷ προὔβης, καὶ συνήσθημεν καὶ τῷ τιμήσαντι βασιλεῖ καὶ τῷ τιμηθέντι σοὶ καὶ τῇ τοιαύτην φύσιν ἀρχῇ λαβούσῃ. κεκόσμημαι δὲ καὶ ἐγὼ τῶν χρόνων ἐκείνων, ἐν οἷς ἐφοίτας, τοιαῦτα πεφυτευκότων. νόμιζε δὴ καὶ τὴν τῶν θεῶν ῥοπὴν πεποιηκέναι τι τῶν τὴν εἰς ἐμέ σου δικαιοσύνην καὶ ὁρώντων καὶ ἐπαινούντων.

[2] σοὶ μὲν οὖν ἡ τοῦ γενναίου βασιλέως εὔνοια βέβαιος μένοι· Εὐσέβιος δὲ ἥκει μὲν καὶ Κυνηγίῳ χάριν φέρων, ἥκει δὲ καὶ τῆς σῆς θέας ἐπιθυμῶν, καὶ μᾶλλόν γε τοῦτο ζητῶν ἢ 'κεῖνο.

[3] σὺ δ' αὐτῷ καὶ συγγενόμενος καὶ διαλεχθεὶς καὶ εὐφράνας ἀπόπεμψον ἡμῖν τοῖς ὑπ' ἀνάγκης καθημένοις τὸν δυνηθέντα δραμεῖν λόγους παρὰ σοῦ κομίζοντα συμβαίνοντας τοῖς ὑπὸ σοῦ περὶ ἡμῶν πολλάκις εἰρημένοις.

[880]

Πέτρῳ.

[1]    Εἰδὼς φιλεῖν Εὐσέβιος οὗτος καὶ τοῦτο μεμελετηκώς, ὥσπερ ἄλλος ἄλλο τι, κεκοινώνηκε μὲν τῆς ὁδοῦ Κυνηγίῳ, φιλήσει δέ σου κεφαλὴν καὶ ὄμματα, ἅ ἐστιν αὐτῷ περὶ πολλοῦ. θεοῦ δὲ αὐτὸν πάλιν δεῦρο ἄγοντος ἥξει μᾶλλον χαίρων ἐκείνων τῶν ἐμπόρων, οἷς πολλαπλάσια τὰ ὄντα γεγένηται.

[2] κομίζει δέ σοι καὶ παραίνεσίν τινα. ἡ δέ ἐστι μὴ σαυτῷ ποιεῖν ἐχθροὺς ἐκ τῶν εἰς ἡμᾶς ἐπαίνων, ἦλθον γὰρ ἡμῖν οἱ ταῦθ' ἡμῖν λέγοντες. ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος, πολέμων δὲ αἴτιος οὐκ ἂν εἶναί σοι βουλοίμην.

[3] ἀλλ' ὅταν αἰσθάνῃ τινῶν ἀλγούντων τὴν καρδίαν, εἰ καλόν τι λέγοιτο περὶ ἐμοῦ παρὰ σοῦ, κλεῖε τὸ στόμα καὶ τοῖς τοιούτοις χαρίζου τὸ σιγᾶν.

[881]

Ἀνθηρίῳ.

[1]    Εἰπὼν ὑπό τινων ἀδικεῖσθαί τι Γαϊανός, φίλος δὲ οὗτος ἐμοί, καὶ τῇ παρὰ σοῦ βοηθείᾳ κρατήσειν ἡγούμενος τῶν ἀδικούντων καὶ ταύτην ἕξειν, εἰ γράμμα ἐμὸν λάβοις, ἐκέλευσέ μοι γράψαι πρὸς σέ, παρ' οὗ μοι τὰ μέγιστα.

[2] τῆς τοίνυν φιλίας ἡμῶν οὔσης περιφανοῦς οὐκ ἂν ἦν μοι λόγος φυγόντι τὴν ἐπιστολήν. γράφω δὴ καὶ ποιῶ τὸ τοῦ φίλου καὶ δέομαί σου πεῖσαι τοὺς τὰ τοιαῦτα ποιοῦντας ὅτι βέλτιον τὸ μὴ τοιαῦτα ποιεῖν.

[882]

Ἀφρικανῷ.

[1]    Νῦν ἐλπίζω παύσεσθαι καὶ πλάνης καὶ πραγμάτων καὶ δρόμων τὸν χρηστὸν τουτονὶ Πέτρον πολὺν ἤδη χρόνον ἀποστερούμενον τῶν αὑτοῦ. ἃ γὰρ ἦν αὐτῷ πρότερον βλάβη, ταῦτα ἀνῄρηται νῦν.

[2] καὶ γὰρ ὄψει τὸ δίκαιον ὀξέως καὶ τὸν ἀναισχυντοῦντα μισήσεις καὶ τῷ παθόντι κακῶς συναχθεσθήσῃ καὶ τὰ γνωσθέντα πρὸς τέλος ἄξεις καὶ τὸν ὡς ἀληθῶς δείξεις Πέτρῳ δικαστήν.

[3] ἐπεὶ δὲ ἀδικεῖται μὲν παρ' ἡμῖν, ἀδικεῖται δὲ ἐν Αἰγύπτῳ, δεόμεθά σου καὶ περὶ τῶν δευτέρων, ἵνα τὰ μὲν ἰάσῃ ψήφῳ, τὰ δὲ δι' ἐπιστολῆς· ἧς ἐλθούσης πως πρὸς τὸν ἄριστον Ἀλέξανδρον ἔσται τι τῷ Πέτρῳ κἀκεῖ καλόν, ἡμεῖς δέ σε ἐπ' ἀμφοῖν ἐπαινεσόμεθα.

[883]

Σωφρονίῳ.

[1]    Ἐγὼ δέ σε καὶ ζῆν ἡγοῦμαι καὶ βιώσεσθαι πολὺν χρόνον τῶν θεῶν βουλομένων μὲν εἶναι μεγάλην ἐκείνην τὴν πόλιν, εἰδότων δὲ ὁπόσον τῇ πόλει τὸ σόν.

[2] τούτου μὲν οὖν τοῖς πάντα δυναμένοις μελήσει· τῆς δὲ σῆς εἰκότως ἂν καὶ νῦν Ἰάσιος ἀπολαύσαι προνοίας, ἀνὴρ τῆς προτέρας ἁπανταχοῦ μεμνημένος καὶ ᾄδων καὶ λέγων, οἵων καὶ ὅσων τετύχηκεν.

[3]

ἐγὼ δὲ ἔγραψα μέν σοι πρότερον ὑπὲρ Ἰφικράτους καὶ τὸν ἄνδρα τοῖς γράμμασιν ὤνησα, ἔπεμψα δὲ ἔναγχος ἐπιστολὴν Ἰφικράτει σοὶ καὶ ταύτην ἥξουσαν. ἐπιστέλλω δὲ καὶ νῦν λαβὼν μὲν οὐδεμίαν παρὰ σοῦ, πιστεύων δὲ φιλεῖσθαι καὶ πολλῶν ἐπιστολῶν τοῦτο νομίζων ἀντάξιον.

[4] πεπείσμεθα δέ σε καὶ τῇ πρεσβείᾳ τῇ παρ' ἡμῶν καὶ μενούσῃ καὶ βαδιζούσῃ πολλῶν καὶ μεγάλων αἴτιον ἀγαθῶν ἔσεσθαι. [884] [t]

Ἐλεβίκῳ.

[1]    Πάντων μὲν ἐμοὶ μέλει τῶν παρ' ἐμοὶ πεφοιτηκότων νομίζοντι τῷ τε Ἑρμῇ καὶ ταῖς Μούσαις κεχαρισμένα ποιεῖν, μάλιστα δὲ τοῦ μάλιστα ἡμῶν μετεσχηκότος Εὐσεβίου, ὃν ἄκρον ἀπέφηνε ῥήτορα καὶ σπουδὴ καὶ φύσις καὶ τύχη.

[2] καί μοι πεποίηται μὲν πρὸς αὐτὸν λόγος ἄγειν αὐτὸν βουλόμενος ἐπὶ τὸ παιδεύειν νέους, μητρὶ δὲ καὶ θείῳ πειθόμενος ἧκε ταύτην ἣν ἧκε. καὶ μέγα μὲν ποιεῖται τὸ τοῦ μεγάλου κοινωνεῖν συνεδρίου, χρημάτων δὲ αὐτῷ πολλῶν οἰχομένων ἐν τοῖς κακοῖς ἐκείνοις, ἃ αὐτῷ παρὰ τῆς Προφητίου γέγονεν ἐπηρείας, ἀξιοῖ λειτουργεῖν οὐ πρὸς τὴν δόξαν τῆς οὐσίας, πρὸς δὲ τὴν ἀλήθειαν. οὕτω γὰρ ἂν τῇ τε πόλει χρήσιμος εἴη καὶ αὐτὸς οὐ καταπέσοι.

[885]

Πρόκλῳ.

[1]    Οὐδὲν ἂν δεοίμην σε διδάσκειν, τίς τέ ἐστι καὶ τίνων καὶ πόθεν ὁ φέρων σοι τὴν ἐπιστολήν. καὶ γὰρ ὅτε σε προπέμπων ἠρξάμην τῶν περὶ αὐτοῦ ῥημάτων, τῷ παρὰ σαυτοῦ λόγῳ τὸν ἐμὸν ἔστησας Γάϊόν τε λέγων καὶ τὴν Γαΐου μουσικὴν καὶ ὡς ἀδελφὸς εἴη τοῦ τοῦδε πατρὸς καὶ ὡς καὶ πατὴρ τοῦδε τῷ νόμῳ, καὶ προσετίθεις ἐπαγγελίας καλάς, ὡς ἥδιστά τε αὐτὸν ἀφικόμενον ὄψει καὶ βοηθήσεις τὰ εἰκότα οὔτ' ἀφιεὶς ὧν οἷός τε λειτουργεῖν οὔτ' ἀνατιθεὶς φορτίον ὃ μὴ δύναιτ' ἂν φέρειν.

[2] διὰ ταῦτα χαίρων μὲν Εὐσέβιος ἔρχεται, χαίροντες δὲ αὐτὸν ἡμεῖς πέμπομεν ὡς αὐτίκα τε ἐπιστελοῦντα ἡμῖν περὶ τῶν εἰς αὑτὸν παρὰ σοῦ καὶ μετὰ ταῦτα πρὸς συνόντας διηγησόμενον.

[886]

Εὐσεβίῳ.

[1]    Ἦν ἐπιμελές σοι τά τε ἄλλα τῶν ἡμετέρων εἰδέναι καὶ ὅπως ἡμῖν τὰ τῶν φοιτητῶν ἔχει καὶ ὅστις ὁ κορυφαῖος. ἦν οὖν ἀκούειν σοι τοῦτον εἶναι τὸν Εὐσέβιον ἔχοντά τε τῶν ἀρχαίων ὅσα οὐχ ἕτερος ἐν αὑτῷ καὶ ποιοῦντα λόγους ἐοικότας ἐκείνοις, τοὺς μὲν μνήμῃ σωζομένους, τοὺς δ' εἰς γραμμάτιον καὶ κηρὸν ἐρχομένους.

[2] καὶ ταῦτα ἀκούων συνέχαιρες μὲν Εὐσεβίῳ, συνέχαιρες δὲ τῷ χορῷ, συνέχαιρες δὲ ἐμοί. καὶ ἣν ἂν ἥσθης ἡδονὴν αὐτὸς ὢν ὁ διδάσκων, ταύτην ἥδου τοιαῦτα ἐμοῦ δεδωκότος.

[3] οἶσθα δὴ καὶ τἀπὶ τούτοις, τοὺς Προφητίου λαβυρίνθους καὶ ὅσοις δόρασι τὴν οἰκίαν αὐτοῖς ἔτρωσε μικρὰν εἰς λόγον χρημάτων αὐτὴν ἐκ πάνυ μεγάλης ποιῶν, ἀλλ' ἔτι δοκεῖ πλουτεῖν καὶ οὐ κεκενῶσθαι πάνυ τοῦτο παθοῦσα.

[4] σὲ τοίνυν τὸν ἅπαντα εἰδότα δεῖ συνήγορον Εὐσεβίῳ γενέσθαι καὶ μὴ περιιδεῖν αὐτῷ τὴν λειτουργίαν γιγνομένην, ὃ μηδὲ εἰπεῖν καλόν.

[887]

Παλλαδίῳ.

[1]    Ἐν σοὶ μάλιστα τὰς ὑπὲρ τοῦ παρόντος πράγματος ἔχων ἐλπίδας Εὐσέβιος ἔρχεται τὴν σὴν εἰς τἀμὰ σπουδὴν ἐν πάνυ πολλοῖς κατιδὼν καὶ ὡς διδούς μοι χάριτας χαίρεις μετὰ τοῦ λαμβάνοντος.

[2] τῇ δὲ νῦν ταύτῃ βοηθείᾳ βοηθήσεις εὖ τε γεγονότι καὶ τραφέντι καὶ δικαίῳ καὶ σεσωφρονηκότι καὶ δύναμιν τῶν λόγων κτησαμένῳ καὶ τοσαύτην γε ταύτην, ὥσθ', ὁπότ' ἀρρωστοίην, μὴ εἶναι τοῦτο τοῖς νέοις βλάβην διὰ τὰ παρὰ τοῦδε.

[3] ἴσχυσε μὲν οὖν ἄν, εἰ καὶ τὴν ἐμὴν ἦλθεν ὁδόν, ἴσχυσε δ' ἄν, εἰ τὴν τοῦ πατρός· λαμπροτέρων δὲ ἐπιθυμήσας ὑμέτερος γίνεται μετὰ χρημάτων οὐ πολλῶν ἐκ πολλῶν ὀλίγων γεγενημένων.

[4] ἦν δ' ἂν ἔτι πολλὰ μὴ τῇ Προφητίου φιλονεικίᾳ πεπολεμημένα. λέγω δὲ πρᾶγμα πολλοὺς ἔχον μάρτυρας, ὥστε σοι μηδ' εἶναι πολὺν πόνον ἐν τῇ συνηγορίᾳ.

[888]

Εὐψυχίῳ.

[1]    Οὐδεὶς μὲν ἂν αἰτιάσαιτό σε περὶ ἰατρὸν ἐσπουδακότα καὶ ταῦτα καὶ λόγων πατέρα γιγνόμενον, εἶτ' εἰς θέατρα τούτους εἰσάγοντά τε καὶ ἐπαινούμενον· ἀλλ' οὐδὲ γαμεῖν βουλόμενον τὸν ἰατρὸν αἰτιώμεθα οὐδ' ὅστις ἐκείνῳ πρὸς τοῦτο συλλαμβάνει.

[2] καλῶς δ' ἂν ἔχοι κἀκείνῳ καὶ τοῖς μετ' ἐκείνου γαμεῖν αὐτῶν ἀδικούντων οὐδένα· νῦν δ' ἔστιν ὁ ἀδικούμενος ὁ τῆς κόρης ἀποστερούμενος συνθηκῶν κινουμένων καὶ μνηστῆρι μνηστῆρος ἐπεισιόντος.

[3] ἄνδρα τῶν περὶ τὸν Ἀσκληπιὸν ἕνα καὶ μισεῖν τὰ τοιαῦτα δίκαιον καὶ κωλύειν ‹καὶ› τοσαῦτ' ἀπέχειν τοῦ ποιεῖν. εἰ δ' ἐκείνῳ βραχὺς τοῦ προσήκοντος λόγος, ἀλλὰ σοί γ' ἔστω πολύς. μᾶλλον δ', ἐπειδὴ πολὺς ἐν τοῖς ἄλλοις ἐστί σοι, κἀνταῦθα ἔστω πολύς, ὅπως τὰ βελτίω μόνα περὶ τῆς σῆς ἀρχῆς λέγηται.

[889]

Βρασίδᾳ.

[1]    Ἔτι γράμματά σοι περὶ τῶν αὐτῶν παρ' ἡμῶν, ἡμῖν δὲ οὔτε ἔργον οὔτε γράμματα παρὰ σοῦ. καίτοι εἰ μὲν ἄδικα ᾐτοῦμεν, ἐξελέγχειν ἐχρῆν· εἰ δὲ δίκαια, πράττειν. σὺ δὲ οὔτε ἐξήλεγξας οὔτε ἔπραξας καὶ ταῦτα ὢν ἐν δόξῃ τοῦ τὰ δίκαια τιμᾶν.

[2] ἐγὼ δὲ ὑπὲρ Ῥωμύλου πρὸς σὲ ἐπιστέλλων ὑπὲρ πολίτου σου καὶ συγγενοῦς ἔγραφον καὶ τύχῃ βεβλαμμένου καὶ οὐδὲν ἀπὸ πολλῶν ὧν εἶχεν ἔχοντος· ᾧ καὶ τῶν σαυτοῦ διδοὺς σαυτῷ τοῦτ' ἂν ἐποίεις· δεῖ γὰρ ἐν ταῖς συγγενείαις τοὺς εὖ πράττοντας τοῖς κακῶς βοηθεῖν. καὶ πολλοὺς ἀριθμεῖν ἔχοιμ' ἄν, οἳ τοιαῦτα ἐπεκούρησαν· ὧν ἐβουλόμην εἶναι καὶ τὸν καλὸν Βρασίδαν.

[3] ἀλλ' ὅμως οὐχ ὑπὲρ τοῦ τοιούτου τινὸς ταῦτα γίγνεται τὰ γράμματα. ἀλλ' ὅταν εἰς τὸν ὑπὲρ τῶν ὀφειλομένων αὑτῷ καταστῇ λόγον Ῥωμύλος, ἐπὶ πολὺν μὲν χρόνον καὶ λέγει τι καὶ οὐ λέγει, τὸ μὲν τῆς πενίας ἀναγκαζούσης, τὸ δὲ τῆς αἰδοῦς πειθούσης· μᾶλλον δέ, ὧν ἔστιν εἰπεῖν αὐτῷ παραλιπεῖν αἱρεῖται ἢ περὶ τοῦ μάλιστα ὑπ' αὐτοῦ φιλουμένου πᾶν ὅσον ἔστιν εἰπεῖν.

[4] Ῥωμύλῳ μὲν οὖν ταῦτα πρέπει, Βρασίδᾳ δὲ τὸ πάντα ἀκριβῶς πρὸς ἑαυτὸν διελθεῖν, τὰ πρῶτα, τὰ δεύτερα, τὰ τρίτα, τἀπὶ τούτοις, εἶτά τι ποιῆσαι καλόν.

[5] ᾧ δ' οἴομαι καὶ λύσιν ἁπάντων ἀκολουθήσειν, κατάλυσίς ἐστιν, ἣν οἶδα ἰδὼν ἐν Δάφνῃ. ταύτης εἰ γένοιτο κύριος, οὐδὲν αὐτὸν ἡγοῦμαι ζητήσειν πλέον, ἀλλὰ πάντα νομιεῖν κεκομίσθαι.

[6] νεῦσον δὴ καὶ πείσθητι καὶ ποίησον σαυτὸν ἐνδοξότερον. δοκεῖ μὲν γὰρ ὁ λαμβάνων ἔσεσθαι Ῥωμύλος, λήψεται δέ τι καὶ ὁ διδοὺς Βρασίδας· αὐτοῦ γὰρ ἔσται τὸ ἐπαινεῖσθαι.

[890]

Τοῖς πρέσβεσιν.

[1]    Τοὺς περὶ Ῥωμύλου λόγους οἶμαί γε ἐν ὑμῖν κεῖσθαι καὶ τοὖργον ὑμᾶς ἐπιθυμεῖν προσθεῖναι, βλάβη δὲ οὐδεμία καὶ πρὸς μεμνημένους ἐλθεῖν τοιαύτην ἐπιστολήν.

[2] δέχεσθε τοίνυν τὴν ἐπιστολὴν καὶ οἷς πράττετε τιμᾶτε καὶ Ῥωμύλον καὶ ὑμᾶς αὐτοὺς καὶ ἐμὲ καὶ τὴν πόλιν.

[891]

Φωτίῳ.

[1]    Οὔπω μὲν ἀνέπνευσε Ῥωμύλος, δεῖ δὲ αὐτὸν ἀναπνεῦσαι δεομένου μὲν ἐμοῦ, σοῦ δὲ τὰς ἐμὰς αἰδουμένου δεήσεις. ἐρχέσθω δὴ γράμματα ἐπιεικέστερα τῶν πρῴην· ὡς ἐν ἐκείνοις ἦσαν ἀφορμαὶ λύπης.

[892]

Γεσσίῳ.

[1]    Αἴγυπτον τὴν ἱερὰν καὶ κατὰ τοῦτο φιλῶ, ὅτι μοι καὶ πέμπει σὰς ἐπιστολὰς καὶ τοιαύτας. θαυμάζω δὲ αὐτὰς οὐκ ἀποστὰς τῶν φίλων ἐν γωνίᾳ τινὶ τοίχῳ προσθεὶς ἐμαυτόν, ἀλλ' ἐν πολλοῖς ἑταίροις τοῖς ὁρᾶν κάλλη τοιαῦτα δυναμένοις. καὶ ἅπερ εἰκὸς ἀκολουθεῖ, κρότος τε καὶ τὸ τίς ἂν ἦν ὁ Γέσσιος ἀνάγκην ἔχων τὸ μὴ πλουτεῖν εἰς τὸ διδάσκειν;

[2] σὲ μὲν οὖν ἐπαινοῦμεν, τῇ Τύχῃ δὲ ἐγκαλοῦμεν, ὅτι μὴ παῖδάς σοι τρέφομεν ἐν οἷσπερ σὲ πρότερον, καὶ ταῦτα τρέφοντες ἑτέρους ἐν οἷσπερ αὐτῶν τοὺς πατέρας.

[3] ποίει δὲ καὶ σαυτὸν αἰτίας ἔξω γάμῳ χρώμενος μᾶλλον ἢ περὶ γάμου βουλαῖς. ἔχει δὲ ἡ γῆ κόρας καὶ ἀρκεῖ βουληθῆναι. δέδοικα δὲ μὴ δεινοί τινες ἐν λόγοις, οἱ μὲν παρόντες λέγοντες, οἱ δὲ καὶ ἀπόντες γράφοντες, ἐπαινῶσι πρὸς σὲ τὸν ἄνευ γυναικός τε καὶ παίδων βίον.

[893]

Εὐσεβίῳ.

[1]    Προνοίας τῆς παρὰ σοῦ, τῆς μὲν τετύχηκε Μάξιμος, ὑπὲρ ἧς ἡμῖν ἐπέσταλκε, τῆς δὲ δίκαιός ἐστι τυχεῖν. αἰτεῖ γὰρ δὴ καὶ τοῦτο, κἂν λάβῃ, δηλώσει πάλιν ὡς ἔλαβεν.

[894]

Ἡσυχίῳ.

[1]    Μὴ ἡμῖν, τῷ καιρῷ δὲ ἐγκάλει πολλά τε ἐνεγκόντι πράγματα καὶ λύπην τὴν ἀπ' αὐτῶν καὶ δάκρυα τὰ ἀπ' ἐκείνης. εἶναι δὲ ἐν τοιούτοις καὶ ἐπιστέλλειν τοσούτοις φίλοις πολλάκις οὐ ῥᾴδιον.

[2] παῖδες δὲ οἱ σοὶ δυοῖν μηνοῖν τὸν μὲν ἀνηλώκασι περὶ ἄμφω, τούς τε παλαιοὺς καὶ ἐμέ, τὸν δεύτερον δὲ περὶ ἐκείνους μόνους τοῦ συμφέροντος ταύτην ἄγοντος.

[3] Ἑρμοῦ δὲ διδόντος καὶ τῶν ἄλλων θεῶν ἁψόμεθα συνουσιῶν ἐν τούτῳ δὴ τῷ μηνὶ τῆς τετράδος τὰ πρῶτα δεχομένης.

[895]

Λεοντίῳ.

[1]    Ἦλθον αὖθις ἡμῖν ἐπιστολαὶ παρ' ὑμῶν, καὶ ἀνεβοήσαμεν ἐγώ τε καὶ ὅσοι μετ' ἐμοῦ τῶν νέων ἐπιμελοῦνται. τὴν βοὴν δὲ ἐποίησε τὰ τῇ προτεραίᾳ παρ' ἐμοῦ περὶ ὑμῶν εἰρημένα πρὸς αὐτούς.

[2] ἦν δὲ ταῦτα ἀδικεῖν με καὶ σὲ καὶ τὸν ἐμὸν συγγενῆ τὸν παῖδα Βασσιανοῦ γραμμάτων ἀποστεροῦντά τινων τῶν ἡκόντων ἡμῖν μετὰ τοῦ καλοῦ λόγου τοῦ σοῦ ἤ, εἰ βούλει γε, ἐμοῦ. καὶ γὰρ τοῦτο, ὡς ἔστιν ἀκούειν, εἴρηται παρ' ὑμῖν ὑπὸ τοῦ θεάτρου, καὶ οὐκ εἴρηται κακῶς· οὕτω λίαν ἔοικεν οἷς ἐποιήσαμεν.

[3] ὁ δὲ δὴ λόγος οὗτος δύο μὲν ἡμέρας ἐν ταῖς ἐμαῖς ἔκειτο χερσὶν ὑπ' ὀφθαλμοῖς τοῖς ἐμοῖς ἀναγινωσκόμενός τε καὶ δοκιμαζόμενος καὶ θαυμαζόμενος, μισθὸς μέγας τῶν περὶ σέ μοι γενομένων. οὐδὲ γὰρ τὸν ὄντα ἐν ἀνθρώποις χρυσὸν πρότερον ἂν ἐποιησάμην τοῦ τὸν παῖδα τὸν ἐμὸν τοιούτων φανῆναι πατέρα.

[4] ἐπεὶ οὖν ἐδόκει μοι καιρὸς εἶναι, παρῆγον τὸν λόγον εἰς δεύτερον θέατρον τὸ τῇδε, καὶ ἦν οἷόνπερ τὸ πρότερον, φωνάς τε τὰς αὐτὰς ἀφιέντες καὶ ταὐτὰ κινούμενοι. καί τις ἐπῄνει τὰς γενομένας περὶ τοῦ λόγου παρ' ὑμῖν ὑποψίας, ὡς ἄρα ἐμὸν ὄντα ὑποβάλοιτο Λεόντιος καὶ ποιηθείη μὲν ἐνταυθοῖ, διδαχθείη δὲ ἐκεῖ· πολλὰ γὰρ εἶναι τὰ ἐξαπατῶντα.

[5] συνησθεὶς δὲ ἐγὼ καὶ σοὶ καὶ ἐμαυτῷ συνήσθην καὶ τοῖς νέοις ἀντιλαβομένοις τε τοῦ βιβλίου καὶ κτῆμα ὀνομάζουσι τὸν λόγον κτήσασθαί τε βουλομένοις καὶ ἔχειν καὶ ἔχουσι κτησαμένοις. [896] [t]

Ἀρισταινέτῳ.

[1]    Ἤρκεσε πολλοῖς ἀδικηθεῖσιν ἀκοῦσαι παρὰ τῶν ἠδικηκότων ὅτι ἠδικήκασιν. ἀρκείτω τοίνυν καὶ σοὶ λεγόμενον ταὐτὸ τοῦτο παρ' ἐμοῦ περὶ τῆς βραδυτῆτος τῆς περὶ τὰ γράμματα· μῆνες δὲ ἡ βραδυτὴς τέτταρες ἢ καὶ πλείους.

[2] καὶ ἦν μέντοι πλάττειν εὐπροσώπους αἰτίας· οὐ μὴν ἠξίωσά γε οὕτως ἀπολογεῖσθαι πρὸς ἄνδρα καὶ συγγενῆ καὶ γενναῖον καὶ ὁμιλητὴν καὶ ἐραστήν. ἀλλ' εἰρήσθω τό γε ἀληθές, ὡς ἡμάρτηται τοῦθ' ἡμῖν.

[3] τοῦ μέντοι παρὰ τῶν θεῶν αἰτεῖν ἐπανόρθωσίν τινά σοι τοῦ σώματος οὐκ ἔστιν ὅτε ἐπαυσάμην· ᾔτει δέ σοι καὶ Πολύβιος ταῦτα παρὰ τῶν αὐτῶν χρηστῷ τε ὄντι καὶ χαίροντι βιβλίοις καὶ λόγους ἀσπαζομένῳ καὶ ζῶντι μετ' ἀνδρὸς λόγους ἐργαζομένου. πεῖθε δὴ τὸν δημιουργὸν ἕτερα ποιεῖν ἀγάλματα καὶ ἀεὶ προστιθέναι τοῖς ἤδη δεδειγμένοις, ὅπως ὁ μὲν ῥέῃ, λαμπροὶ δὲ ἡμεῖς διὰ Λεόντιον ὦμεν μετὰ τοῦ Λεοντίου.

[897]

Σατορνίνῳ.

[1]    Ἴσως τἄλλα ψεύδομαι καὶ οὐκ ἐπεσταλκὼς ἐπεσταλκέναι φημί, τοὺς δὲ οὐ λαβόντας λαβόντας οὐκ ἀποδοῦναι· ἐν ᾗ μέντοι γε σοὶ τῆς σωτηρίας χάριν εἶχον ἐπιστολῇ πρὸς τὸν οὐ ταῦτα βουλόμενον μεμαχημένῳ, τίς ταύτην ἠγνόησε τῶν ἐν τῇ Μεγάλῃ πόλει; πολλῶν δὲ περὶ αὐτῆς τῶν μὲν λεγόντων, τῶν δὲ ἀκουόντων πάλιν πῶς ἦν ἀγνοῆσαι πρὸς ὃν ἐγέγραπτο μόνον;

[2] ὁ μὲν οὖν διδάξας ἡμᾶς ὡς καὶ πολεμήσαις καὶ νικήσαις Μάξιμος ἦν· ἡμεῖς δὲ ἃ χρῆν ἐπὶ τούτοις ἐπιστείλαντες ἐπέμψαμεν, καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἔχειν σε τὴν ἐπιστολὴν ἐμάνθανον τοῦ παρ' ἡμῶν λαβόντος σοὶ δεδωκέναι λέγοντος. σῶν τοίνυν γραμμάτων ὑπὲρ τούτων ἐλπιζομένων, εἶτα οὐ φαινομένων ἀθυμίᾳ μὲν εἰχόμην, τοῦ δὲ εἰδέναι σοι χάριν οὐκ ἀφιστάμην.

[3] ἔνι δέ μοί σου καὶ σιγῆς ἑτέρας μνησθῆναι τῆς μετὰ τὸν λόγον· οὗ μισθὸν ἐσχηκὼς ἄργυρον τὸν μείζονα οὐκ ἔσχον, γράμματα. ἃ οὐ πάντως ἔπαινον ἔδει μοι φέρειν μὴ μέλλοντά γε εἶναι τὸν ἔπαινον δίκαιον, αὐτὸ μέντοι τοῦτό γε, τὸν λόγον ἥκειν σοι· ἦν δ' ἄρα κἀκεῖνον οὐκ ἐπαινοῦντι τὴν γνώμην ἐπαινεῖν τὴν ὅσον εἶχε ποιήσασαν.

[4] σὺ δὲ οὐδὲ ταῦθ' ἡμῖν. παρέσυρε γὰρ ἡμᾶς ποταμός τις οὐκ Ὀρόντῃ καὶ Κύδνῳ τῶν σοὶ συνόντων παραβαλλόντων αὐτόν, ἀλλ' Ἴστρῳ καὶ Νείλῳ καὶ τοῖς μετὰ τούτους μεγάλοις. ταῦθ' ἡμᾶς ἀπεστέρησε μὲν τῶν παρὰ σοῦ περὶ τοῦ λόγου γραμμάτων, ἔπαυσε δὲ τοῦ γράφειν αὐτοὺς τοῖς σοῖς οἰομένους δεῖν ἀκολουθεῖν.

[5] ἴσως δὲ καὶ Λητόϊος πειράσεταί τι περὶ τῆς αὑτοῦ σιγῆς εἰπεῖν καὶ ἴσως οὐκ ἀπορήσει. λαμπρὸν δὲ ἡμῖν πεποιηκὼς τὸν χρηστὸν Ἀννιανὸν καὶ ταύτῃ κεχαρισμένος ἴσθι κεχαρισμένος ἡμῖν καὶ διὰ τῆς κατηγορούσης ἡμῶν ἐπιστολῆς οὐκ ἄνευ ἔρωτος γεγραμμένης.

[898]

Ἐλεβίκῳ.

[1]    Μέγα μὲν ἡμῖν τὸ τὸν ἄριστον Ἀννιανὸν αὖθις ἔχειν ἐστεφανωμένον ὑπὸ τῆς Θρᾴκης διὰ τὰ περὶ τὴν Θρᾴκην· πολλῷ δὲ μεῖζον τὸ καὶ μετὰ σῶν ἥκειν αὐτὸν γραμμάτων.

[2] καὶ οὐκ ἄρα παρόντας ἡμᾶς ἔμελλες τιμήσειν μόνον, ἀλλ' ἤδη καὶ ἀπόντας. ἔπαινοί τε γὰρ ἡμῖν ἐν πᾶσι παρὰ σοὶ συλλόγοις καὶ τῶν ἄλλων τοὺς ἐπαινοῦντας ἡμᾶς φιλεῖς ὅ τε ψέγων, εἰσὶ γὰρ δὴ καὶ οὗτοι, λυπήσας ἀπέρχεται.

[3] πάλιν τοίνυν τῷ χαίρειν τοῖς παρ' ἡμῶν γράμμασι τιμῶν καὶ τοῖς παρὰ σοῦ τιμᾷς. ἀλλά σου δέομαι, δεῖται δὲ μετ' ἐμοῦ καὶ ἡ πόλις, ἀναμνῆσαι σεαυτὸν ὧν ὅτε ἐξῄεις παρ' ἡμῶν ἐπηγγέλλου. ἐπηγγέλλου δὲ τῆς Μεγάλης ἀπολαύσας πόλεως δώσειν πάλιν σεαυτὸν τῇ λειπομένῃ μὲν ἐκείνης, οὐκ ὀλίγων μέντοι μείζονι, προσθείην δ' ἂν καὶ καλλίονι.

[4] σὺ γὰρ ἡμῖν δέδωκας καὶ περὶ κάλλους τι λέγειν δοὺς μὲν οἰκίαν τοιαύτην, προσθεὶς δὲ αὐτῇ λουτρόν, ὃ κεῖται μὲν ἐν μέσῃ τῇ πόλει, ἄγει δὲ τοὺς ἀφ' ἑκάστης πύλης ἐφ' ἑαυτό, νεότητά τε καὶ γῆρας.

[899]

Τατιανῷ.

[1]    Μακάριος μὲν ὁ πέμπων τὸν νέον ὁ πατήρ, μακάριος δὲ ὁ δεχόμενος ὁ πάππος, μακάριος δὲ αὐτὸς ὁ τοιαύτην ὁδὸν ἐρχόμενος καὶ τὸν αὐτὸν ἔχων τῆς μητρός τε πατέρα καὶ παιδευτήν.

[2]

ὢν γὰρ ὑπὸ σοὶ καὶ σοὶ συζῶν καὶ λόγων τε ἀκούων καὶ ἔργα θεώμενος τὰ μὲν ἐν ἡμέραις δρώμενα, τὰ δὲ ἐν νυξὶ πραττόμενα, θυμόν τε δίκαιον καὶ φιλανθρωπίαν εὔλογον γαστέρα τε καὶ ὕπνον κρατούμενον ἄλλα τε οἷς εὐφραίνεις τοὺς τὸν οὐρανὸν οἰκοῦντας ὑπὸ τοῖς ἐκείνων ὄμμασι χρώμενος ταῖς ἀρεταῖς ‑ ταῦτ' οὖν ἡμῖν παιδεύσει τε τὸν νέον Τατιανὸν καὶ δώσει μὴ λείπεσθαι τοῦ ὁμωνύμου τῶν θεῶν αὐτὸν ἀγόντων εἰς τὴν ἴσην πολιάν.

[3] εἰ δ' οὕτω τραφείη, πάνυ μοι δοκεῖ βελτίων ἔσεσθαι τῶν ἐπ' ὄνομα μὲν πόλεως φερομένων, φερόντων δὲ ἐκεῖθεν, τῶν μὲν οὐδέν, τῶν δὲ κομιδῆ μικρά.

[900]

Ἡρακλείτῳ.

[1]    Παλλαδίῳ τῷ χρηστῷ κέρδος μὲν ὁ τρόπος, μέγα δὲ καὶ τὸ παρὰ τῆς σῆς σοφίας κεῖσθαι τοιαύτην ἐπιστολὴν τῆς ἀληθείας ὅτι μάλιστα ἐχομένην. ἑώρων δὲ ἅπερ ἦν ἐν τοῖς γράμμασι, τό τε γῆρας τήν τε ἀπειρίαν τούτων ὧν οὐ καλὸν ἔμπειρον εἶναι.

[2] βεβοήθηκα δὲ οὐδὲν αὐτῷ δι' ἔργων καίτοι σφόδρα ἐθέλων διὰ τὸ μὴ παρεῖναι τὸ δύνασθαι· τὰ μέντοι δι' εὐχῶν οὐκ ἐλλέλειπται. πάντων γὰρ δὴ τῶν θεῶν ἐδεήθην Παλλαδίῳ συλλαβεῖν, οἱ δ' ἴσως τὰ αὑτῶν ἐν Φοινίκῃ παρέξουσιν ἐκεῖσε Λουκιανοῦ πεπορευμένου πρὶν τέλος Παλλαδίῳ τὸ πρᾶγμα λαβεῖν.

[901]

Ἐντρεχίῳ.

[1]    Ἐγὼ δέ σε ἐβουλόμην ἀμφότερα ὁμοῦ δύνασθαι, οἴκοι τε εἶναι καὶ παρ' ἡμῖν, καὶ μεθ' ἡμῶν μὲν ἐπιμελεῖσθαι λόγων, Νίκαιαν δὲ κοσμεῖν καὶ συνέχειν Ἀρισταινέτῳ τὴν οἰκίαν.

[2] Νικαίας δέ μοι καὶ μεμνῆσθαι καὶ μέλειν καὶ τιμᾶν τῶν δικαίων ἂν εἴη, ἥδε γάρ ἐστιν ἡ τῷ κόλπῳ με δεξαμένη καθάπερ τὸν Διόνυσον ἡ Θέτις τῶν Βακχῶν αὐτῷ τυπτομένων.

[3] φιλῶν δὲ Νίκαιαν καὶ τὸν Ἀρισταινέτου τάφον πῶς οὐκ ἂν καὶ τὸν ἀντ' ἐκείνου τοῖς ἐκείνου γενόμενον φιλοίην; ἔνι δὲ καὶ φιλοῦντα μὴ ἐπιστέλλειν, ὥσπερ αὖ καὶ μὴ φιλεῖν ἐπιστέλλοντα, ἐπεὶ καὶ αὐτὸς ἡμᾶς καὶ ὃν οὐκ ἐπέστελλες ἐφίλεις χρόνον.

[4] ἔπειθε δέ σε φιλεῖν τὸ ζητοῦντα μὲν λόγους ἥκειν Ἀθήναζε, φανῆναι δὲ οὓς ἐζήτεις ἔχοντα. τὰ δ' ἐφεξῆς ἅπαντα τῶν λόγων τούτων, ἀρχαί τε ἐπ' ἀρχαῖς, αἱ δεύτεραι παριοῦσαι τῷ μέτρῳ τὰς προτέρας, ἔρως τε βασιλέως Πέρσας ἐληλακότος καὶ μετ' ἐκεῖνον ὑπάρχου φιλανθρώπῳ βασιλεῖ τιμίου, ὃς μετὰ σοῦ τὸ πλέον τῆς οἰκουμένης ἐπελθὼν ἅπαντά σοι πιστεύων παραδοὺς τὴν Παλαιστίνην ἄγειν λαμπρότητος ἀφορμὰς παρέδωκεν.

[5] ἀλλ' εἰς ταῦτα μὲν ἐπιθυμίᾳ τῶν σῶν ἐπαίνων ἤχθην· λαβὼν δέ σου τὴν ἐπιστολὴν καὶ τὸ μῆκος κατιδὼν ᾤμην αὐτὴν ἐρεῖν τί μοι καὶ περὶ τῶν υἱέων, ἐν ὅτῳ τέ εἰσι καὶ τίνες αἱ ἐλπίδες. εἰκὸς δὲ εἶναι χρηστὰς σοῦ τοὺς σεαυτοῦ παιδεύοντος.

[6] εὑρὼν δὲ αὐτοὺς οὐδαμοῦ μάλα ἠχθέσθην οὐχ ὡς οὐκ ὄντων ἐν τοῖς πρέπουσι πόνοις, πῶς γὰρ ἂν οἵ γε ἐκ σοῦ; ἀλλ' ὅτι μοι ἔδοξας οἴεσθαί με μηδένα αὐτῶν ἔχειν λόγον καὶ ταῦτα τοῦ κινοῦντος ὄντος οὕτω μεγάλου.

[902]

Εὐσεβίῳ.

[1]    Οὐκ ἔλαθες ἡμᾶς τὰ προσήκοντα διαλεχθεὶς τοῖς παρ' ἡμῶν πρέσβεσιν ὑπὲρ τοῦ μὴ πολεμεῖν Εὐσεβίῳ τῷ σοφιστῇ· ἀλλ' οὐδ' ἐκεῖνο ἡμᾶς ἔλαθεν, ὡς ἀμελήσαιεν ἐκεῖνοι τῶν λόγων.

[2]

σὲ μὲν οὖν ὧν ἐβουλήθης ἐπαινοῦμεν, εὐχόμεθα δὲ κἀκείνους τὰ δεύτερα γοῦν ἐπαίνων ἄξια δεῖξαι. γένοιτο δ' ἂν ἴσως τι βέλτιον, εἰ δευτέρους δέξαιντο παρὰ σοῦ λόγους ἔχοντάς τι καὶ μέμψεως, ἄλλος δ' ἂν εἶπε καὶ ἀπειλῆς. λέγοιτο δ' ἂν ἐν καιρῷ κἀκεῖνο τὸ ἔπος· ὅς κε θεοῖς ἐπιπείθηται.

[903]

Θεοδώρῳ.

[1]    Καὶ γράφε καὶ πολλάκις, καλῶς γὰρ αὐτὸ ποιεῖς ὥσπερ περὶ τοῦτο μᾶλλον πονήσας ἢ ἃ δοκεῖς. τὰ δ' ὑπὲρ Εὐσεβίου γράμματα θέοντα παρεκάλει· πάλαι γὰρ ἡμεῖς τὸν ἄνδρα καὶ θαυμάζομεν καὶ τοὺς ἄλλους πείθομεν.

[2] σὺ δ' ἡμῖν τὸν σοφιστὴν εὖ ποιῆσαι βουληθεὶς καὶ οὐ δυνηθεὶς διὰ τὴν τῶν πρέσβεων φιλονεικίαν αὖθις βουλήθητι. τάχα γὰρ ἄν τι καὶ δυνηθείης τοσούτων ὄντων ἐν τῷ πράγματι δικαίων, ἃ εἰ καὶ τούτοις μικρὰ φαίνεται, ἀλλὰ μεγάλα γε εἶναι δόξει τῷ μεγάλῳ βασιλεῖ. [904] [t]

Εὐσεβίῳ.

[1]    Ἀκούων σου τὴν προθυμίαν ἣν ἀντέταξας οὖσαν δικαίαν τῇ τῶν παρ' ἡμῶν πρέσβεων ἀδικίᾳ λύειν πειρωμένῃ τὰ τῆς βουλῆς δόγματα χαίρων τὰ τῶν χαιρόντων ἐποίουν· νῦν δ' ἀκούσας τἀκείνων νενικηκέναι καὶ σοὶ μάτην ἅπαντα πεπονῆσθαι λυπούμενος τὰ τῶν λυπουμένων ποιῶ· ῥίψας τὰ βιβλία δακρύω τὸν ὑπ' ἐμοὶ ποιμαίνοντα τοὺς νέους οὐκ ἔχων.

[2] ἀλλ' ὁ μὲν χειμὼν ἐν ἀρχῇ, δεινὸς δὲ οὗτος οὕτως ὡς μηδὲ τοῖς ἐν ταῖς κλίναις εἶναι διάγειν ἄνευ κακῶν. Εὐσέβιος δὲ ὁ σοφιστὴς μισθωσάμενος ὄνους ἔρχεται θαρρεῖν οὐκ ἔχων ὡς οὐκ ἀπολεῖται. τῇ μητρὶ δὲ αὐτοῦ παραμυθίαν μὲν ἄλλην οὐχ ὁρῶ, τὴν ἀπὸ σοῦ δὲ ἐλπίδα.

[3] πάλιν τοίνυν ἅπτου τῆς βοηθείας αὐτὸν ἔχων δεικνύντα σοι, πηλίκοις δικαίοις τετειχισμένος ὡς οὐδ' ὁτιοῦν ἔχων ἰσχυρὸν ἐλαύνεται.

[905]

Θεοδώρῳ.

[1]    Ἔδει μὲν ἡμᾶς ἐν ἡδονῇ νῦν εἶναι τῶν ἀδίκως Εὐσεβίου τοῦ σοφιστοῦ λαμβανομένων κεκρατημένων, ὃ κοινὸν ἂν ἦν κέρδος ἐκείνων τε καὶ ἡμῶν, ἡμῶν μὲν οὐκ ἀδικουμένων, ἐκείνων δὲ οὐκ ἀδικούντων, ὃ δὴ καὶ αὐτὸ τοῖς εὖ φρονοῦσι κέρδος· ἐπεὶ δὲ τῇ λίαν φιλονεικίᾳ τοσοῦτον ὅσον βεβούληνται καὶ δεδύνηνται καὶ διατετμήμεθα πρότερον, ὥσπερ βόες ὑπὸ ζυγῷ τὰ περὶ τὴν γῆν, αὐτοὶ τὰ περὶ τοὺς λόγους πονοῦντες, δίκαιος ἂν εἴης Ἀθηνᾶ τῷ Ὀδυσσεῖ γενέσθαι κἀν τῷ μετ' Εὐσεβίου τοῦ σοφιστοῦ στῆναι παντὶ τῷ τῶν σοφιστῶν ἔθνει λῦσαι τὸν φόβον.

[2] καὶ γὰρ οὐδὲ δικαίων ἁνὴρ ἀπορεῖ πολλὰ μὲν ἔχων ἀναγνῶναι τῆς βουλῆς γράμματα, πολλὰ δὲ τοῦ φιλανθρωποτάτου βασιλέως.

[3] οἱ δ' οὔτε τὰ αὑτῶν αἰδούμενοι οὔτε τἀκείνου φοβούμενοι μεταφέρειν ἐφ' ἃ βούλονται πειρῶνται τὸν τῶν ἔργων μὲν ἐκείνων ἀφειμένον, ταῖς δὲ τῶν Μουσῶν ᾠδαῖς δεδεμένον· ὃ οὔποτε Θεόδωρος ὁ καλὸς ἀνέξεται πρὸς τὸ τιμᾶν τοὺς λόγους ἀνάγκην ἔχων τὸ διὰ λόγους ἐνταῦθα οὗπέρ ἐστιν ἥκειν.

[906]

Πρόκλῳ.

[1]    Ὁ πολλοὺς μὲν λόγους καὶ ποιήσας καὶ διδάξας, ἐφ' ἅπασι δὲ αὐτοῖς ἐνεγκάμενος κρότον, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς εἰς σὲ συγκειμένοις ἐκβάλλεται μὲν τοῦ αὑτοῦ βίου καὶ τῆς ἀτελείας, ἣν ἔχει παρὰ τοῦ βίου, βουλεύειν δὲ ἀντὶ τοῦ παιδεύειν ἀναγκάζεται παρά τε τὰ τῇ βουλῇ δόξαντα καὶ τὰ τῷ θειοτάτῳ βασιλεῖ, ὧν ἀμφοτέρων ἐστὶ γράμματα, κἂν ὁ πατήρ σου κελεύῃ δεῖξαι, δείξει.

[2] φυλάττων τοίνυν σαυτῷ μὲν κἀκείνῳ τὴν δόξαν, ἣν ὡς ἐρῶντες λόγων ἔχετε, φυλάττων δὲ καὶ ἐμοὶ τὸν συνεργόν, οὗ τῇ βοηθείᾳ κρύπτεταί μου τὸ γῆρας, ἀγανάκτησον καὶ μὴ περιίδῃς πρᾶγμα οὕτως ἀσεβὲς ἀρχὴν ἐν ταῖς ὑμετέραις ἀρχαῖς λαμβάνον.

[907]

Ἀβουργίῳ.

[1]    Οὐκ ἔλαθές με τηρῶν ἀκριβῶς τὴν πάλαι γενομένην φιλίαν οὐδ' ὅτι χαίρεις ὁρῶν χαίροντα τοῖς ἡμετέροις πόνοις τὸν μέγαν Τατιανόν· ταυτὶ γὰρ οἱ μὲν ἥκοντες ἡμᾶς ἐδίδαξαν, οἱ δὲ ἐν ἐπιστολαῖς.

[2] οὔκουν ἡγησάμην ἐνοχλήσειν, εἰ χάριν αἰτοίην ὑπὲρ ἧς πρὸς μὲν αὐτὸν οὐκ εἶχέ μοι μνησθῆναι καλῶς, ἐπὶ σὲ δὲ ὑπὸ τοῦ πρέποντος ἐπεμπόμην. ἔστι δὲ ἃ δεῖ γενέσθαι παρὰ σοῦ τοῖς θεοῖς τοῖς λογίοις.

[3] Εὐσέβιος, οὑμὸς ὁμιλητής, δεομένης αὐτοῦ τῆς βουλῆς ἐν τοῖς ψηφίσμασι μιμήσασθαι τὸν πρόγονον καὶ ὁμώνυμον καὶ ποιεῖν ῥήτορας πείθεται καὶ καταστὰς εἰς τοὺς τοιούτους πόνους καὶ πολλοῦ γε ὢν ἄξιος τιμᾶται πάλιν ψηφίσμασιν αἰτοῦσιν αὐτῷ τιμὰς παρὰ τοῦ βασιλέως. καὶ ἦν ὁ μὲν οἷς ἔλαβε λαμπρός, ἡ δὲ οἷς ἐπήγγειλεν, ὁ δὲ οἷς ἔδωκεν.

[4] ἑλόμενοι δὲ αὖ τὸν σοφιστὴν πρεσβευτὴν οὐχ ὡς βουλευτήν, ἀλλ' ὡς οὐκ ἀπολοῦντα τοῦτο ἐν ᾧπερ ἦν, καὶ τοῖς παρ' αὐτοῦ λόγοις τῆς πρεσβείας ὠφελημένης καὶ ταῦτ' ἀπαγγέλλοντες αὐτοὶ μετὰ ταῦτ' Εὔριποι γενόμενοι τὴν ἐναντίαν ἦλθον καὶ δεῖν ἔφασαν τὸν σοφιστὴν ποιεῖν ὧν ἀφεῖται παρὰ τῶν νόμων.

[5] δεινὸν οὖν, εἴτε μηδεὶς ἀτελὴς ἔσται σοφιστής, ἀλλ' οἱ λόγοι τοιαῦτα πείσονται, εἴτε μόνος οὐκ ἔσται, ἀλλ' οἶος Ἀργείων, ὥς πού φησιν Ὅμηρος, ἀγέραστος ἔσται, καὶ ταῦτα ὢν οὐδενὸς ὕστερος, ἵνα μηδὲν εἴπω πλέον.

[6] καὶ μὴν καὶ περὶ τῶν τιμῶν τῶν ἀνῃρημένων ἔστιν αὐτῷ δεικνύειν ὡς τούτῳ μόνῳ μενοῦσι, καὶ τὰ γράμματα ἐγγύς. δὸς οὖν σαυτὸν σύμμαχον μέλλων δώσειν τῇ τοῦ δικαίου μερίδι.

[908]

Μαρδονίῳ.

[1]    Οὐ μόνον ἐπὶ τὴν χρηστότητά σου καταφεύγομεν, δι' ἣν πολλοῖς οὐδὲν εἰδὼς αὐτῶν ἄλλ' ἢ ὅτι ἄνθρωποι, βεβοήθηκας, ἀλλ' ὅτι καὶ φίλους ἡμᾶς πάντοτε ἐνόμισας καὶ οὕτω καλεῖς.

[2] ἡμεῖς τοίνυν, οὓς οὕτω καλεῖς, κινδυνεύομεν· Εὐσέβιος μὲν ὁ σοφιστὴς ὑπὲρ τοῦ σχήματος, ἐν ᾧ ζῇ, τοιαῦτα γὰρ οἱ παρ' ἡμῶν πρέσβεις ἐνεανιεύσαντο, ἐγὼ δὲ ὑπὲρ τοσαύτης ῥοπῆς, ἣν εἶχον ἐκ τοῦ τὴν γλῶτταν ἔχειν τὴν Εὐσεβίου τὴν ἀπὸ τῆς Ἀττικῆς, ἧς εἰς τὴν τῶν νέων ἐπιμέλειαν ἀπέλαυον.

[3] ἀλλ', ὦ πολλοῖς μὲν ἤδη βεβοηθηκώς, πολλοῖς δὲ βοηθήσων, οὐδέποτε δὲ παυσόμενος, καὶ νῦν δεῖξον τοῖς ἀνθρώποις σεαυτόν.

[909]

Τατιανῷ.

[1]    Εἴ με ἐθέλεις καὶ φθέγγεσθαι καὶ χορὸν ἔχειν καὶ λόγους ποιεῖν καὶ μὴ φίλους μὲν ἡμῖν συνάχθεσθαι, ἐχθροὺς δὲ ἐπιχαίρειν, στῆναι δέ μοι τὰς συνουσίας καὶ μὴ χωρεῖν ᾗ πρόσθεν, τήρησον ἡμῖν ἐν τῷ παιδεύειν νέους Εὐσέβιον.

[2] ὃς ἐμοῦ πολλάκις σιγῇ καθημένου ῥέων αὐτὸς καὶ λέγων τοὺς φοιτῶντας παρ' ἡμᾶς βελτίους ἀπέπεμψεν, ἀλλὰ καὶ τοῦ νοσήματος ἐπιόντος οὐκ ἐνόσουν τοῖς διδασκάλου χρῄζουσιν, ἦν γὰρ οὗτος διδάσκαλος. βλάβη δέ, ὅση τοῖς τοιούτοις γίγνοιτ' ἂν ἀπὸ γήρως, οὐκ ἐγίγνετο. ὅλως γὰρ νεανίσκος ἀνεῖχε πρεσβύτην.

[3] μὴ οὖν με ταύτης τῆς ἐπικουρίας ἐκβάλῃς ἢ ταχέως ἄφωνον ἀκούσῃ με κείμενον. ταυτὶ δὲ οὐ κατὰ τὴν Θέτιν αἰτῶ τὴν προεισενεγκοῦσαν τῷ Διὶ τὸ μὴ δεθῆναι. σοὶ μὲν γὰρ οὐδὲν παρ' ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον, σὺ δὲ εἰς ἡμᾶς πολλὰ διὰ παντὸς ἐπιδείκνυσαι τοῦ χρόνου. καί σοι τοῦ καὶ νῦν ἡμᾶς εὖ ποιεῖν ἀνάγκη τὸ πολλάκις πρότερον εὖ πεποιηκέναι.

[910]

Ἀρτεμίῳ.

[1]    Ὅσα εὖ πεποίηκας τὸν χρηστὸν Θεότεκνον καὶ εἰς ἐμὲ νόμιζε γεγενῆσθαι, καὶ ὅσα ποιεῖς καὶ εἰς ἐμὲ γίνεσθαι, καὶ ὅσα ποιήσεις, καὶ τούτων ἔσεσθαί με κοινωνόν. ταυτὶ δὲ ἐπιστέλλω βουλόμενός σε καταστῆσαι προθυμότερον εἰς αὐτὸ τοῦτο, καὶ ὅπως εἰδῇς ὅτι οὐχ ἕνα, δύο δὲ ἄνδρας ἀπὸ τῶν αὐτῶν εὐεργετεῖς.

[2] ἴσθι μέντοι τοὺς δύο τούτους ἄνδρας καὶ λυπῶν τοῖς περὶ τοῦ σοῦ παιδὸς βεβουλευμένοις ὑμῖν· ὃν ἀφ' Ὁμήρου καὶ Δημοσθένους καὶ Πλάτωνος ἐφ' ἵππους καὶ ἅρματα καὶ ἡνιόχους μετήνεγκας· ὧν οὐδενὶ πρὸς τοὺς ἄρχοντας ἐν τοῖς ὑπὲρ αὑτοῦ λόγοις ἔσται βελτίων οὐδὲ δυνατώτερος.

[3]

σὺ δ' ὡς μὲν ῥήτορα θεραπεύεις τὸν Θεότεκνον, ὅπως δὲ ὁ σὸς ἕτερος ἔσται Θεότεκνος, οὐ σκοπεῖς, ἀλλ' ἀγανακτῶν εἰ ὁ νέος ἔσται νέος, τοῖς μεγίστοις τὸν οἶκον ζημιῶν οὐχ ὁρᾷς καὶ ταῦτα οὐκ οὔσης ἀνάγκης σοι χρήματα ἀναλίσκειν· ὡς ἡμῖν γε κέρδος ἀποχρῶν γενέσθαι τὸν Ἐπιφάνιον μεγάλην ὠφέλειαν καὶ πόλει καὶ πολίταις.

[911]

Κελσίνῳ.

[1]    Ἀλλ' ἡ μὲν ἀρίστου μὲν πατρὸς θυγάτηρ, ἀρίστου δὲ ἀνδρὸς γυνὴ μηδέποτε παύσαιτο καὶ διὰ τῶν ὑφαινομένων μείζω σοι ποιοῦσα τὸν οἶκον· ἐγὼ δὲ τὸν χιτῶνα τὸν λινοῦν ἰδὼν ἐθαύμασα μέν, ἀπέπεμψα δέ, οὐχ ὅπερ ἂν ἄλλος, εἰπὼν ὅτι, ὦ γενναῖε Κελσῖνε, τίνα χρόνον παρ' ἐμὲ πεφοιτηκὼς ἢ ποῖον γραμμάτιον λόγων ἐμπεπλησμένον εἰσενεγκὼν ἢ ποίων ἐπανορθώσεων ἐν τούτῳ τετυχηκὼς ἔπειτα μισθόν τε ὀφείλειν οἴει καὶ πέμπεις; [2] ἐγὼ γὰρ δὴ πλείω σοί φημι γεγενῆσθαι παρ' ἡμῶν ἢ τοῖς πολλὰ παρ' ἡμῖν κατατετριφόσιν ἔτη δεδιόσι μὲν ὀφθαλμὸν διδασκάλου, δεδιόσι δὲ ἱμάντας παιδαγωγῶν.

[3] ἤδη γὰρ ἔν τε τῷ βοηθεῖν ἄρχουσιν ὢν καὶ αὐτὸς ἄρχων ἀρχὰς τῶν ἡμῖν πεποιημένων λόγων γενόμενος ἐραστὴς τούτοις οὐκ ἔλαττον ἢ τοῖς πράγμασι διδοὺς καὶ συνὼν ὡς ἥδιστα τοῖς παιδικοῖς ποιῆσαί τε λόγους ἐγένου δεινὸς καὶ δεικνύντος ἑτέρου τό τε ἄμεινον ἰδεῖν καὶ τὸ χεῖρον, ὥστ' εἶναι κέρδος τοῖς φαυλοτέροις ἀπεῖναί σε τῶν ἐπιδείξεων.

[4] διὰ μὲν δὴ ταῦτα μισθὸν ὤφειλες ἡμῖν, τῷ δ' ἀποδοῦναι τοῦτον οὐκ ὀφείλεις· ἀποδοὺς δὲ καὶ οὐκ ὀφείλων πῶς ἂν ἔτι δοίης ὡς ὀφείλων;

[5] τίς οὖν ὁ μισθός; κρότος, ἔπαινοι, τὸ μετὰ τοῦ πηδᾶν μεμνῆσθαι μὲν ἐμοῦ, μεμνῆσθαι δὲ τῶν ἐμῶν τούς τε ταὐτά σοι ποιοῦντας ἄνδρας ἡγεῖσθαι μόνους.

[6] μαθητὴν μὲν οὖν εἶναί σε ἐμόν φημι τρέφοντά γε τὴν ψυχὴν τοῖς ἡμετέροις πόνοις, συνηγωνισμένον δὲ ἡμῖν εἰς δόξαν μηδὲν ἔτι ζητεῖν, ὃ δώσεις. ὅτι γὰρ μείζων οὗτος ὁ μισθὸς ἐκείνου, δηλοῦσιν Ἀθηναῖοι πολλῶν χρημάτων τὸ θαυμάζεσθαι πριάμενοι. πείθομαι γὰρ δὴ τῷ Δημοσθένει λέγοντι περὶ τῶν Ἀθηναίων.

[912]

Σεβαστιανῷ.

[1]    Φίλον οὐκ αἰσχύνομαι χάριν αἰτῶν δικαίαν. σὺ δ' ἡμῖν φίλος, ὡς πολλὰ μηνύει στόματα τῶν ὡς ἡμᾶς ἐκεῖθεν ἀφικνουμένων.

[2]

ὢν τοίνυν κύριος τοῦ εὖ ἢ κακῶς ποιῆσαι Παρνάσιον εὖ βουλήθητι μᾶλλον καὶ γένος καὶ πόλιν τὴν ἐκείνου τιμῶν καὶ αὐτὸν Παρνάσιον ἐπιθυμοῦντα λόγων νέον καὶ τὸν ὑπὲρ ὁμιλητοῦ τε καὶ ὀρφανοῦ δεόμενον ἐμέ. [913] [t]

Ἐπιφανίῳ.

[1]    Μέμνημαι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ διὰ τῆς ἡμετέρας ἐπὶ τὴν ἀρχὴν ἐρχόμενος εἰσῆλθές τε ὡς ἐμὲ καὶ τὰ μὲν εἶπες, τὰ δὲ ἤκουσας, δεικνὺς ἐν ἀμφοτέροις ὡς ἑώρας ὃν ἐπεθύμεις ἰδεῖν· ὥστε με λαβὼν ἀπῆλθες.

[2] ἐγὼ δὲ σὲ πάντα τοῦτον ἠμειψάμην τὸν χρόνον ἄλλῳ μὲν οὐδενί, τῷ δὲ τοῖς περὶ σοῦ λεγομένοις ἥδεσθαι. τὰ δέ ἐστι μέλειν μέν σοι τῶν νόμων καὶ τούτοις ἀκολουθεῖν, μέλειν δὲ τῶν πόλεων καὶ τῶν τὴν γῆν ἐργαζομένων καὶ τάχους ἔργων καὶ κάλλους λόγων.

[3] ἔξεστιν οὖν μοι καὶ μισθὸν ἀπαιτεῖν σε τῆς τοιαύτης ἡδονῆς. ὁ δ' ἐστὶν ἄνδρα χρηστὸν καὶ φίλον ἐμοὶ τουτονὶ Σιδώνιον ἡδέως τε ὁρᾶν παρόντα καὶ ζητεῖν ἀπόντα καὶ συμβουλαῖς ἀμείνω ποιεῖν. εἰ δὲ καὶ ἁμαρτάνων οὐδὲν εὐπορώτερος ἐπανέλθοι, καὶ τούτου σοι χάριν εἴσομαι.

[914]

Τῷ πατριάρχῃ.

[1]    Τῶν εἰρημένων τούτων ἐν τοῖς γράμμασι τὰ μὲν ᾔδειν πάλαι, τὰ δὲ νῦν μεμάθηκα. καὶ πλείων ἡ λύπη μοι τῇ προσθήκῃ τῶν γραμμάτων γέγονε. τίς δ' οὐκ ἂν ἀχθεσθείη τοιούτου γένους χρόνον οὕτω πολὺν κάμνοντος;

[2] ὑπὲρ δὲ τῶν ἀδικούντων ὑμᾶς διελέχθη μὲν ἡμῖν οὐδεὶς ἐν ἐπιστολαῖς· εἰ δὲ καὶ πολλοὶ τοῦτ' ἐπεποιήκεσαν, οὐδὲν ἂν ἔπραττον οὐδ' ἂν ἐμαυτὸν ὑμᾶς ἀδικῶν ἠδίκουν.

[3] ὃν δ' οἴει τῆς ἡμετέρας ἄρξειν καὶ εἶναί που πλησίον ἡμῖν, λόγος ὑμᾶς ὥσπερ ἡμᾶς οὐκ ἀληθὴς ἐξηπάτηκεν. ἀλλ' ἡμεῖς μὲν ἀπατώμενοι πεπαύμεθα, δεῖ δὲ καὶ ὑμᾶς νῦν, εἰ καὶ μὴ πρότερον.

[915]

Εὐσταθίῳ.

[1]    Ἔργον ἦν σοι πρότερον ἐρᾶν, καὶ τοὔνομά σοι παρὰ τοῦ τοῦτο ποιεῖν. νῦν δ' ἡμῖν ἀντ' ἐρωτικοῦ γέγονας συκοφάντης ἐπὶ πάντας ἀφιεὶς τὴν γλῶτταν, ἀνθρώπους τε καὶ ἥρωας καὶ δαίμονας καὶ θεούς. ἀλλ', ἐὰν ὀρθῶς σκοπῇς, σαυτὸν ἐσθίεις μᾶλλον ἢ παρ' ἄλλων ἀνιᾷ.

[2] τοῖς οὖν δικαστηρίοις ἐρρῶσθαι φράσας ἐπὶ τὴν ἀρχαίαν τε καὶ καλὴν ἐπάνελθε δουλείαν προσκυνῶν τήν τε λαμπάδα τά τε βέλη τοῦ μεγάλην ἐν μικρῷ τῷ σώματι κεκτημένου τὴν δύναμιν θεοῦ.

[916]

Φιλαγρίῳ.

[1]    Νῦν καλῶς εἰργάσθαι συγχωρῶ τὸν περὶ τοῦ νόμου λόγον, ἐπειδὴ σὺ ταῦτα περὶ αὐτοῦ καὶ λέγεις καὶ γράφεις. οὐ μέντοι μετὰ τὴν λύσιν τοῦ κωλύοντος νόμου λέγειν ἐγράφη μελέτης εἵνεκα, ἀλλ' αὐτὸ τοῦτ' ἀγωνιζόμενος ἀεὶ λέγειν ἐξεῖναι τοῖς δυναμένοις λέγειν.

[2] αὕτη μὲν οὖν ἡ γνώμη τὸν λόγον ἐποίησεν· οἴκοι δὲ ἐκεῖνος κατείχετο τῶν εἰδότων τἀν τῷ βασιλείῳ πειθόντων ὡς τοῦτ' ἀσφαλέστερον. εἶναι γὰρ δέος μὴ κινήσωσί τινες τὸν τεθεικότα τὸν νόμον κατὰ τοῦ γεγραφότος τὸν λόγον.

[3] γενομένης δὲ ἀντ' ἐμοῦ τῆς Τύχης καὶ τῆς αὐτῆς φωνῆς καὶ θείσης καὶ ἀνελούσης τὸν νόμον οὕτως ἧκεν εἰς θέατρον ὁ λόγος καὶ ἠδυνήθη τὰ τῶν ἐγκωμίων ἡ παραίνεσις.

[4] σὺ μέντοι καλῶς ποιεῖς οὐ μᾶλλον τοῖς ἐγγὺς οὕτω κήποις σαυτὸν διδοὺς ἢ λόγοις. ταυτὶ δὲ εἶπέ τε πρὸς ἐμὲ καὶ ἐμήνυσεν ἡ νῦν ἐπιστολή.

[917]

Τῷ πατριάρχῃ.

[1]    Ὑπὲρ Ἀμμωνίλλης δεύτερα ταῦτα ἔρχεται γράμματα τῶν προτέρων οὐδὲν δυνηθέντων διὰ τὸ δύνασθαι τοὺς κακῶς ποιοῦντας τὴν ἄνθρωπον.

[2] τῇ τε οὖν προτέρᾳ συναχθόμενος ἐπιστολῇ καὶ τήνδε τιμῶν ποίησον ἡμᾶς μὴ δεηθῆναι τρίτης.

[918]

Εὐσεβίῳ.

[1]    Ὅτι μὲν ἐσυκοφαντεῖτο παρὰ τῆς δικαιοσύνης τῶν ἑαυτοῦ πολιτῶν ὁ σοφιστής, δέδεικται σαφῶς ἐν τῷ δικαστηρίῳ μάρτυσί τε πολλοῖς καὶ γράμμασιν ἰσχυροῖς· τοῦ δὲ γνῶναι ταῦτα τὸν ὕπαρχον βεβαίως σοι μελησάτω πάλιν, ὅπως μὴ τῷ χειμῶνι διαφθαρείη.

[2] δοῖεν δὲ οἱ θεοὶ καὶ τἀπὶ τούτοις τεθῆναι καλῶς καὶ σὲ τοῖς ἤδη πεπραγμένοις ἕτερόν τι προσθεῖναι καλόν.

[919]

Θεοδώρῳ.

[1]    Σέσωσται μὲν ὁ σοφιστὴς Εὐσέβιος διὰ σὲ τὸν τοῦ μὲν χειμῶνος αὐτὸν ἐξαρπάσαντα, τοῖς δὲ οἰκείοις ἀποδόντα· δι' ὧν δὲ εὐδοκίμησεν ἐν τῷ δικαστηρίῳ δεικνὺς αὑτὸν καθαρὸν αἰτίας, κεκόμισταί τε ὡς ὑμᾶς καὶ τῶν τε ὤτων τοῦ τε στόματος δεῖται τῆς μεγάλης ἀρχῆς· ὃ διὰ μὲν σοῦ καὶ τέλος ἕξει καὶ ταχέως, τῆς δὲ σῆς ἀπούσης βοηθείας ἢ ἔξω που κείσεται ἢ βραδέως εἴσεισι.

[2] δεῖξον δὴ πάλιν ἡμῖν τὸν θαυμάσιον Θεόδωρον, ᾧ πολλὴν μὲν ἡδονὴν φέρει τὸ δυσκολίας ἅπασι μὲν λύειν ἀνθρώποις, μάλιστα δὲ τοῖς τὸν αὑτῶν παραδοῦσι βίον Ἑρμῇ καὶ Μούσαις. [920]

Φωτίῳ.

[1]    Μεγάλων τὸν σοφιστὴν Εὐσέβιον παρὰ τῆς σῆς τετυχηκότα φιλίας καὶ προνοίας ἑτέρων ἀξιοῦμεν τυχεῖν, ἴσων ἢ καὶ μειζόνων.

[2] ἡμεῖς δὲ ὃ καὶ πρότερον ἀντεισοίσομέν σοι, τὸ πρὸς ἅπαντας λέγειν, οἷος εἰς ἡμᾶς καὶ εἶ καὶ γεγένησαι.

[921]

Ἀβλαβίῳ.

[1]    Αὐτὸς ἡγοῦμαι καὶ ἠριστηκέναι παρ' ὑμῖν καὶ λελοῦσθαι καὶ δεδειπνηκέναι τούτων ἀπολαύσαντος Εὐσεβίου τοῦ τῇ τῶν θεῶν εὐνοίᾳ πάλιν ὄντος τε οἴκοι καὶ διαπεφευγότος ἃ οὐκ ἄν τις ἤλπισε.

[2] τὸν στενωπὸν δὲ ἐκεῖνον τὸν ἔχοντά σοι τὴν οἰκίαν, ἐν ᾗ σὺ σκοπεῖς περὶ τῶν λόγων, οὓς εἰς τὸν λεὼν οἴσεις, λαμπρότερον ἔγωγε πάσης ἀγορᾶς εἶναί φημι καὶ αὐτῆς γε τῆς ἐν τῇ Ῥώμῃ τὰ ἄλλα ἀποκρυπτούσης· καὶ γὰρ τὸν Ὄλυμπον τὸ ὄρος τῶν κεκοσμημένων στοῶν διὰ τὸ τοὺς θεοὺς ἐν αὐτῷ διατρίβειν.

[3] πολὺν δὲ ἤδη χρόνον εἰκότως οὔτε σὺ πρὸς ἡμᾶς ἐπέσταλκας οὔτε σοὶ παρ' ἡμῶν ἧκέ τις ἐπιστολή. σοί τε γὰρ οὐκ εἶχε λόγον τοὺς μὲν νέους ἑτέρωσε πέμπειν, δεῦρο δὲ ἐπιστολάς, ἡμῖν τ' ἂν ἴσως τις ἐπετίμησεν ἐνοχλοῦσί τε καὶ οὐκ εἰδόσιν οὗ χρὴ σιγᾶν.

[4] ταὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους ἡμῖν πέπρακται Γαλάτας· καὶ γὰρ ἐκείνοις πρὸς ἡμᾶς ἅπερ ὑμῖν. καὶ ἐοίκαμεν οὐχ ἡμεῖς τῶν προτέρων ἐπιλελῆσθαι παίδων, ἀλλ' οἱ παῖδες τῶν πατέρων ἐκείνων. καὶ ἴσως οὐκ ἀλόγως· ἡμῖν μὲν γὰρ πολὺ πρὸς τὴν ὑμετέραν τὸ μέσον, οἱ δεύτεροι δέ εἰσι γείτονες.

[922]

Πρόκλῳ.

[1]    Ἡμεῖς δὲ οὐ πεπόνθαμεν τὸ τῆς παροιμίας, ἥ φησιν ἔρωτα ὕβρει λύεσθαι, ἀλλ' ἐλαυνόμενοι καὶ παιόμενοι καὶ τί κακὸν οὐκ ἀκούσαντες ὅμως ἐσμὲν ἐρασταὶ καὶ τῶν αὐτῶν ἐπιθυμοῦμεν κἂν δέχηταί τις, ἐρχόμεθα μεθ' ἡδονῆς οὐδὲν εἰρῆσθαι τῶν εἰρημένων νομίζοντες.

[2] τοῦ δὲ ἄνδρα ἀγαθὸν εἶναι τὸν Θαλάσσιον καὶ τῆς βουλῆς ἐκείνης εἰκότως ἂν μετασχεῖν πολλοὶ μὲν οἱ μάρτυρες, ὁ δ' ἀντάξιος πάνυ πολλῶν Πρόκλος. οὗ τοῖς ἔργοις οὐδὲ εἷς λόγος ἴσος. ὃς ἡνίκ' ἦρχεν ἡμῶν, τοῖς τὸν ἄνδρα συκοφαντοῦσιν εἶπεν ὅτι δεῖ πεπαῦσθαι τοῦτο ποιοῦντας ὡς αὑτοῦ γε οὐκ ἀπατησομένου.

[3] τοῦ δὴ τότε ταῦτα εἰπόντος εἴη ἂν καὶ πρὸς τοὺς νῦν διαβάλλοντας τοῖς αὐτοῖς χρήσασθαι ῥήμασι καὶ μεταδοῦναι πεῖσαι τοῦ συνεδρίου τῷ μήτε μικρὸν μήτε μεῖζον ἐν μηδενὶ μηδὲν εἰς ταύτην ἡμαρτηκότι τὴν ἡμέραν.

[923]

Ὀπτάτῳ.

[1]    Ὅταν ἀριθμήσω τὰς βοηθείας, αἷς αἰτοῦντος ἐμοῦ πολλοὺς πολλῶν ἐρρύσω κακῶν, εἶτ' εἰς τὰς λοιδορίας ἀποβλέψω τὰς καθ' ἡμῶν, καὶ γὰρ αὐτὸς ἦν ἐν αἷς ὁ Θαλάσσιος, ὃν πεποίημαι φίλον, οὐ τῆς αὐτῆς ἄμφω ψυχῆς εὑρίσκω. καὶ κάθημαι δὴ πολλάκις κατὰ χθονὸς ὄμματα πήξας, εἰ ὃν ἔδει μάχεσθαι τοῖς τι καθ' ἡμῶν λέγουσιν, οὗτος αὐτός τε ἔλεγε καὶ ἄλλους ἐβούλετο. καὶ γὰρ εἴ τι καὶ ἐγκαλεῖν εἶχες, ἀλλ' οὐ τοσαύτην ἔδει τὴν τιμωρίαν λαβεῖν.

[2] γενέσθω τοίνυν, ὦ γενναῖε, τὰ δεύτερα βελτίω καὶ τούτοις ἐκεῖνα ἐξαλειφέσθω. καὶ γενοῦ Στησίχορος ἡμῖν παλινῳδίαν ᾄδων. ἢν γὰρ σὺ τοῦτο ποιήσῃς, οὐδεὶς ὅστις οὐκ ἀκολουθήσει. καὶ γὰρ τὰ ἄλλα καλῶς ποιοῦντες πείθονταί σοι. δείξας οὖν ἡμῖν τὸν ὀργιζόμενον δεῖξον καὶ τὸν διηλλαγμένον.

[924]

Σωφρονίῳ.

[1]    Εὖ παθεῖν ἀξιῶ παρὰ σοῦ κατ' ἄλλο μὲν οὐδέν, ὅτι δὲ φιλῶν σε διατελῶ. σοὶ μὲν γὰρ ἀμφότερα ἔξεστι, καὶ φιλεῖν καὶ εὖ ποιεῖν, ἡμῶν δὲ μόνον τὸ πρότερον· ὃ ποιοῦντες εἰκότως ἂν τῆς σῆς ἀπολαύοιμεν δυνάμεως. ἔστι δὲ ὃ βουλοίμην ἄν μοι γενέσθαι.

[2] Θαλάσσιος ἐκ δικαίου τε πατρὸς γεγονὼς καὶ τοῦ 'κείνου τρόπου κληρονομήσας καὶ διὰ τοῦτο τίμιος ὢν ἐν τῇ ἡμετέρᾳ πόλει τοῖς τε ἑαυτοῦ πόνοις τἀμὰ βελτίω ποιῶν φυλακὴ γιγνόμενος τοῖς ὑπ' ἐμοῦ συντιθεμένοις λόγοις τῶν τε ἐν τοῖς ἀρρωστήμασι κακῶν ἀφαιρῶν οὐκ ὀλίγα ‑ οὗτος τοίνυν ὁ τοιοῦτος τῆς μεγάλης βουλῆς ἐπεθύμησε γενέσθαι, οὐχ ὅπως ἑτέροις εἴη βαρύς, ἀλλ' ὅπως μηδεὶς αὐτῷ, μηδ' εἴη τοῖς βουλομένοις καταθεῖν ἐξουσία τείχους ὄντος αὐτῷ τῶν ὑμετέρων ἀγαθῶν.

[3] πρῴην δή τινος ἐν τῇ βουλῇ περὶ τούτων μνησθέντος ἐφάνησαν οἳ τὸν ἐραστὴν ἐλύπουν λέγοντες, ὧν ἁνὴρ πορρωτάτω. εἰ γάρ τι τούτων ἦν ἀληθές, οὐκ ἂν ἦν οὕτω θρασὺς ὥστ' ἔχειν μὲν αὐτὸν ἐν ᾗπερ ἔχω τάξει, πέμπειν δὲ ὑπὲρ αὐτοῦ τοιαύτας ἐπιστολάς.

[4] χάρισαι δή μοι, ὦ γενναῖε, καὶ πρόσθες πολλοῖς τοῖς εἰς ἐμὲ καὶ τοῦτο· ἐροῦ τοὺς τότε κωλύοντας, εἰ οἵπερ ἦσαν εἰσίν. ἀκούομεν γάρ τινα μεταβολήν.

[5] μεταβεβλημένους μὲν οὖν ἐπαίνει, τῆς ὀργῆς δὲ ἔτ' ὄντας παῦε τῷ σαυτοῦ στόματι τῷ ταῖς καλαῖς ἐπῳδαῖς πολλὰ δὴ τὰ τοιαῦτα στορέσαντι. [925] [t]

Ἐλεβίκῳ.

[1]    Δεινὸν μὲν ἡμῖν καὶ τὸ τοιαῦτα ἐν μέσῃ τηλικαύτῃ βουλῇ περὶ ἡμῶν εἰρῆσθαι· καὶ γὰρ εἰ τοὐμὸν ὄνομα ὑπερεπήδων οἱ τὸν ἐμὸν λέγοντες κακῶς φίλον, ἀλλὰ κατ' ἀμφοῖν ὄντοιν γε φίλοιν ἀφίετο τὰ βέλη.

[2] λύπη μὲν οὖν κἀντεῦθεν· λυπηρότερον δὲ ἐκεῖνο τὸ σοῦ παρόντος τε καὶ συγκαθημένου καὶ δυναμένου τοσοῦτον ὅσον ἄξιον μηδένα ὑπὲρ ἡμῶν γενέσθαι λόγον. οὐ γὰρ ἐπείσθην τοῖς ἀπαγγέλλουσιν ὅτι καὶ καθ' ἡμῶν παρὰ σοῦ· σύ τε γὰρ χρηστὸς καὶ φίλος ἡμῖν τε οὐδεμίαν τοιαύτην παρὼν ἐνεωράκεις κακίαν.

[3] οὐ συνεπέθου μὲν οὖν, οὐκ ἐβόησας δέ, τῇ σιγῇ δὲ ἠδίκεις. εἰ γάρ, ὡς ἐπίστασαι καλῶς, ἐμέ τε καὶ Θαλάσσιον ἐβόησας, ἀπείχοντ' ἂν ἡμῶν οἱ νῦν βάλλοντες· νῦν δὲ οὐδὲν ἦν τὸ κωλύον.

[4] ἐπεσταλκότων τοίνυν τινῶν ὡς οἱ τέως πολεμοῦντες κατέθεντο τὰ ὅπλα καὶ οὐκ ἐπαινοῦσι μὲν τὰ πεπραγμένα, βούλοιντο δ' ἂν ὧν εἶργον μεταδοῦναι καὶ τὸν δεξόμενον φανῆναι, τὰ αὐτά τε πάλιν αἰτοῦμεν κἂν τύχωμεν, οὐδὲν ἀηδὲς πεπονθέναι φήσομεν. [926] [t]

Εὐσεβίῳ.

[1]    Οἶσθά που Θαλάσσιον, ἐν ᾧ μοι τὰ μέγιστα· τί γὰρ ἴσον παρ' ἐμοὶ τῇ περὶ τοὺς λόγους διατριβῇ; τούτῳ βίος μέν, εἴ τις ὀρθῶς ἐξετάζοι τὰ πράγματα, ἄμεμπτος, φθόνος δὲ παρ' ἐνίων δι' αὐτὸ τοῦτο καὶ τὸ μὴ δύνασθαι ταὐτὰ νοσεῖν ἑαυτοῖς.

[2] τὸ δὴ πιστεύεσθαι παρὰ τοῖς ἄρχουσιν ἐκ τοῦ κολακεύειν οἱ τοιοῦτοι λαβόντες ἄλλους τε σεσυκοφαντήκασιν ἐν δείπνοις καὶ δὴ τοῦτον ὄντα ἀγαθόν, οἱ δ' ἑλκυσθέντες ἠπείλησαν.

[3] γίγνεται δή τις ἐνταῦθα σύμβουλος Θαλασσίῳ γενέσθαι τοῦ σεμνοῦ συνεδρίου· τὸν γὰρ ἀπειλήσοντα ῥᾳδίως οὐκ ἔσεσθαι. καλῶς εἰπεῖν ταῦτα εἰπὼν ἔδοξέ μοι, καὶ ἐπιτρέπω.

[4] τοῦ πράγματος δὲ εἰσηγμένου τῶν τις ἐν τῇ βουλῇ δυνατῶν ἠδικημένος μὲν οὐδὲν ὑφ' ἡμῶν, οἰόμενος δὲ δι' ἀπάτης, πολλοὶ δὲ οἱ τοῦτο ποιοῦντες, ἠναντιοῦτο λέγων οἷα εἰκὸς τὸν οἰόμενον αὑτῷ δίκην ὀφείλεσθαι παρ' ἡμῶν. καὶ ἐκράτει δὴ βοῶν.

[5] τούτοις δ' ἡμῶν ἀχθομένων καὶ μηκέτ' ἐνοχλεῖν ἐγνωκότων ἦλθον ἐκεῖθεν ἐπιστολαὶ παύουσαί τε τὴν λύπην καὶ φάσκουσαι μεθ' ἡμῶν ἔσεσθαι ταῦτα ζητούντων τοὺς τότε ἐν ἐχθρῶν μοίρᾳ.

[6] φίλοις μὲν οὖν τοῖς ἐπεσταλκόσιν οὖσιν οὐκ ἦν ἀπιστεῖν· πανταχοῦ δὲ τὸ σὸν μεγάλη πρὸς τὸ κατορθοῦσθαί τι ῥοπή. [927] [t]

Θεοδώρῳ.

[1]    Καὶ τοῦτο [δὲ] οὐκ ἄνευ σοῦ προσήκοι ἂν ἡμῖν γενέσθαι. Θαλάσσιος, ᾧ βίος σεσῶσθαι τοὺς ἡμετέρους λόγους, δῶρόν μοι δέδοται παρὰ τῶν θεῶν τῶν λογίων· οὕτω μὲν κρατῶν ἅνθρωπος ἡδονῶν, οὕτω δὲ ἐρῶν ὧν ἄξιον, οὕτω δὲ πονῶν ἡδέως τοὺς ἐμοὶ λυσιτελοῦντας πόνους.

[2] ἐν βουλῇ δὲ τῇ περὶ αὐτοῦ γνώμην τις εἶπεν, ὅτι τῆς μεγάλης αὐτῷ βουλῆς μεταληπτέον, εἰ μέλλοι μὴ πράγματα ἕξειν παρὰ τῶν ἡδέως τοῖς ἐπιεικεστέροις παρεχόντων πράγματα. ἔδοξε δὴ πᾶσιν ἡμῖν, οἷς ἐν φροντίδι Θαλάσσιος, δεῖν οὕτω ποιεῖν.

[3] ἀντικρουσάντων δέ τινων, τοῦ μὲν ἐκ παλαιᾶς αἰτίας οὐδ' αὐτῆς ἐχούσης τι δίκαιον, τῶν δὲ ἐκείνου χάριτι, τιμῶντες ἠτιμαζόμεθα. ἀλλὰ νῦν αὑτοῖς ἐπιτιμᾶν ἀκούομεν τοὺς λελυπηκότας πρότερον καὶ μιμεῖσθαι βούλεσθαι τὸν τοῦ Πηλέως.

[4] ἡγούμενος οὖν αὐτοὺς ἔσεσθαι προθυμοτέρους, εἰ μάθοιεν ὅτι καὶ σὲ ποιήσουσιν ἡδίω, βουλοίμην ἂν παρὰ σοῦ γενέσθαι πρὸς αὐτοὺς παρακλητικοὺς λόγους.

[928]

Ἀνατολίῳ.

[1]    Σέ, ὦ θαυμάσιε, πέπεισμαι πάνυ μὲν ἠγανακτηκέναι πρὸς τοὺς οὐ δεξαμένους τῇ βουλῇ τὴν σωφροσύνην Θαλασσίου μέλλουσάν γε αὐτῇ δώσειν τι, πάνυ δὲ βούλεσθαι τὰ αὐτὰ τὸν αὐτὸν ζητοῦντα φανῆναι. ζητεῖ δὲ καὶ παντὸς ἡγεῖται πλούτου κάλλιόν τε καὶ μεῖζον τὸ τὴν ἐσθῆτα τὴν εἰς τὸ συνέδριον εἰσάγουσαν λαβόντα κοινωνῆσαι τῆς ἐν αὐτῷ τελετῆς.

[2]

σὸν οὖν ἂν εἴη Θαλάσσιον μὲν τὸν ἄριστον ἐγγράψαι, πρὸς δὲ ἡμᾶς ὡς ἐγγέγραπται γράψαι.

[929]

Προκοπίῳ.

[1]    Ὁ λόγον εἰπών τε παρ' ὑμῖν καὶ δόξας εὖ λίαν εἰρηκέναι, τῶν δ' ἡμῖν ὡμιληκότων ἐστί τις, ἀπήγγειλεν ἡμῖν εἰρῆσθαι καὶ παρὰ σοῦ περὶ ἡμῶν ἔπαινον μακρόν. εὐθύς τε οὖν ἥσθην οἷς ἤκουσα καὶ ἔθ' ἥδομαι τοιοῦτον ἔχων ἐπαινέτην. ὃς ἔσχε καὶ βασιλέας ἐπαινέτας, τούς τε πρὸ τοῦ Πέρσας τιμωρησαμένου κρατοῦντας καὶ τοὺς μετ' ἐκεῖνον.

[2] ἔξεστιν οὖν ἤδη μοι καὶ χάριν αἰτεῖν τοῦ καὶ τεύξεσθαί με τῆς χάριτος τῶν ἐπαίνων παρεχόντων ἐλπίδας. ἡ δὲ χάρις· ἔγγραψον ἡμῖν εἰς τὴν μεγάλην βουλὴν ἄνδρα οὐ μέγαν καὶ καλὸν καὶ ταχύν, ἀλλὰ σώφρονά τε καὶ δίκαιον καὶ φίλοις χρήσιμον καὶ εἰδότα αἰδεῖσθαι. ταῦτά τε γὰρ καὶ ἔτι πλείω τούτων ἀγαθὰ ‹ἔχει› Θαλάσσιος, δι' ὃν ἅπαντα ἐμαυτὸν ἐπὶ τοὺς λόγους ἀφῆκα Θαλασσίου τὰς ἄλλας φροντίδας εἰς αὑτὸν ἀναθέντος.

[3] τοῦτον δὴ τὸν τοιοῦτον κόσμησον ἡμῖν τῇ μετουσίᾳ τῆς βουλῆς, ἧς πρότερον μὲν οὐκ ἔτυχε διὰ τήν τινων φιλονεικίαν, νῦν δ' ἂν τύχοι σοῦ τε εἰσάγοντος καὶ ἅμα πρᾳοτέρων, ὡς ἔστιν ἀκούειν, ἐκείνων γεγενημένων.

[930]

Βιταλίῳ.

[1]    Πρὸς τῶν βιβλίων ὧν τε ἔχεις ὧν τε ἕξεις, οὐ γὰρ ἂν παύσαιό ποτε τοῖς οὖσι προστιθείς, στῆθι μεθ' ἡμῶν καὶ τὴν βουλὴν ἡμῖν ἄνοιξον. τὸ δ' ἡμῖν ἐστι Θαλασσίῳ τῷ καλῷ, τῷ φιλοσόφῳ παρ' ἡμῖν διὰ τὴν τῶν τρόπων ἀρετὴν καλουμένῳ.

[2]

ἀλλ' ὅμως οὗτος ὁ τοῦτο διὰ τοῦτο καλούμενος ἔσχε παρ' ὑμῖν τοὺς ἕτερα περὶ αὐτοῦ λέγοντας καὶ πεῖσαι δυνηθέντας· ᾧ δὴ καὶ τοῦ μετασχεῖν τῆς βουλῆς ἀπεστερήθη μέλλων αὐτὴν οὐ καταισχυνεῖν· πλέον γὰρ οὐδὲν ἐρῶ καίτοι πάνυ γε ἔχων.

[3] τότε μὲν οὖν ἡμᾶς αὐτοὺς παρεμυθησάμεθα τῷ τινας ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄνδρας ἀρίστους οὐκ εἰρῆσθαι μόνον κακῶς, ἀλλὰ καὶ ἀπολωλέναι· μενούσης δὲ ἐν τῷ φίλῳ τῆς ἐπιθυμίας, ἣν ἔσχεν εἰσελθεῖν εἰς τὸν νεὼν ἐκεῖνον, τίνα δεῖ πρὸ σοῦ τὸν συμπράττοντα γενέσθαι τοῦ πολλὰ μὲν ὑπὲρ ἡμῶν εἰρηκότος πολλαχοῦ, πολλὰ δὲ πεποιηκότος τὸν πατέρα δὴ μιμουμένου τὸν καλὸν οὐχ ἧττον τὴν ψυχὴν ἢ τὸ τοῦ σώματος εἶδος; ὃς πρὸς τῷ βασιλείῳ τοιαῦτα ὑπὲρ ἡμῶν ἐβόησεν, ὅθ' ἡμῖν μάλιστα συμμάχων ἔδει, ὥστ' ἠνάγκασε συγκαλύψασθαι τοὺς οὐδὲν ὀκνοῦντας πρότερον.

[4] σοὶ δὲ νῦν, ὥς φασί τινες, οὐ τοσοῦτον τὸ ἔργον τῶν πρότερον βεβλασφημηκότων οὐκέτι τῶν αὐτῶν ὄντων.

[931]

Ἀφρικανῷ.

[1]    Φίλον ἡμῖν τὸν καλὸν ἐποίησε Βοηθὸν ἥ τε ἄλλη τῶν τρόπων ἀρετὴ καὶ μάλιστά γε δὴ τὸ περὶ πλείστου ποιεῖσθαι τοὺς ἐν λόγοις διατρίβοντας. ἡμῖν γοῦν μᾶλλον ἥδετο συνὼν ἢ τοῖς ὥρᾳ λαμπροῖς οἱ περὶ ταῦτα ἐσπουδακότες.

[2] καὶ νῦν ἀνάγκαις μέν, ἃς οὐκ ἦν διαφυγεῖν, ὡς ὑμᾶς ἐπανήγετο, δῆλος δὲ ἦν κέρδος μὲν ἡγούμενος, εἰ τῆς σῆς ἀκούοι φωνῆς, ζημίαν δὲ τὸ μὴ τῆς ἡμετέρας. ἐμὲ δὲ ἀμφοτέροις εὔφραινε. τὰ σὰ γὰρ ἴσα τοῖς ἐμοῖς παρ' ἐμοί.

[3] ταῖς πολλαῖς δὲ καθημέραν τιμαῖς μεγάλην ταύτην προσέθηκε μετ' ἐμῶν γραμμάτων βουληθείς σοι φανῆναι, καὶ ταῦτα πολλῶν παρόντων αἰτῶν λέγων ἄμεινον αὑτῷ πάντα ἕξειν, εἰ τὸ στόμα προσάγων τῷ στόματι, τοῦτο δὴ τὸ εἰωθός, καὶ τὴν χεῖρα τῇ χειρὶ προσάγοι διδοῦσαν ἐπιστολήν.

[4] ὧν γενομένων ἐλπίζω καὶ παρ' αὐτοῦ ταχέως ἡμῖν ἥξειν ἐπιστολὴν αὐτά τε ταῦτα μηνύουσαν καὶ τἀπὶ τούτοις βοῶσαν πρὸς ἅπαντας ὡς οὐ πλείω παρὰ τῶν παίδων τοῖς πατράσιν ἢ ἡμῖν παρὰ σοῦ. [932] [t]

Ἰοβιανῷ.

[1]    Τῆς δυνάμεως, ἣν δικαίως ἔχεις, ἀπολαῦσαί τι βουλόμεθα. κοινὸν δὲ ἄρα τοῦτο κέρδος σοῦ τε τοῦ δώσοντος τὴν χάριν καὶ ἡμῶν τῶν ληψομένων· ἡμῖν μὲν γὰρ τὰ πράγματα ἔσται βελτίω, σοὶ δὲ ἐν μείζονι τῇ δόξῃ.

[2] μέλειν δὲ σοὶ δόξης πέπεισμαι μᾶλλον ἢ χρημάτων ἑτέροις· ὃ δή σε καὶ Ἰαμβλίχῳ φίλον τῷ θεοῖς φίλῳ πεποίηκεν ἐπαίνους τέ σοι τοὺς παρ' ἐκείνου προὐξένησεν. ὧν τεύξῃ πλειόνων, εἰ τοῦτο ἐργάσαιο.

[3] τὴν μὲν γὰρ οὖσάν μοι φιλίαν πρὸς Θαλάσσιον ἐπίστασαι λαβοῦσαν ἀρχήν, ὡς ἐγώ φημι, καλήν, εἰ καλὸν λόγοι τε καὶ βιβλία. καὶ οἷα δὴ γέγονε διδόντος αὑτὸν τῷ συνεδρίῳ Θαλασσίου, παρὼν οὐκ ἠγνόησας. οἶμαι δέ σοι καὶ λύπην ταῦτα ἐνηνοχέναι· τοῦ γὰρ δὴ φιλοῦντος τοῦτό γε.

[4] παῦσον δὴ καὶ σαυτῷ τὴν λύπην καὶ ἡμῖν ἀγαθῷ κακὸν λύσας, λόγοις τοῖς τε πρὸς τὸν ὕπαρχον τοῖς τε πρὸς τοὺς τότε εἰπόντας· ὧν ἥδιον ἔμοιγε πονηρὸν αἰτιᾶσθαι δαίμονα.

[933]

Εὐστοχίῳ.

[1]    Ἐγὼ μὲν ὡς εἰδότι δέξασθαι σφαῖραν οὕτως ἐπέστειλα, καὶ ἦν ἅπαν τοῦτο παιδιὰ προκαλουμένη σε πρὸς ὅμοια γράμματα· σὺ δὲ μικροῦ, τοῖς γὰρ ἀπηγγελκόσιν οὐκ ἀπιστῶ, τὸν Αἴαντα ἡμῖν ἐμιμήσω τὸν ἐκ τῆς Σαλαμῖνος τὸν ἄλλα μὲν βουληθέντα, ἄλλα δὲ ἀναγκασθέντα. καίτοι τὰ δεύτερα τῆς ἐπιστολῆς ἱκανῶς ἐδείκνυ τὰ πρότερα, καὶ ἔδει γέλωτι τιμῆσαι τὰ πρότερα καὶ τοῦτό γε ποιῆσαι μετὰ τοῦ καλοῦ Πρισκίωνος.

[2] ἐπεὶ δὲ σὺ μὲν ἠχθέσθης, ὁ δὲ σοὶ συνηχθέσθη καὶ τὰ μὴ δεινὰ δεινὰ παρ' ὑμῖν ἐνομίσθη, τὴν μὲν ἐπιστολὴν οὐκ ἀδικήσομεν οὐδ' ἐξαλείψομεν, ὄνομα δὲ ἀντ' ὀνόματος κείσεται. πάντως δὲ τοῦτο ῥᾴδιον, ἐξελθεῖν μὲν Εὐστόχιον, εἰσελθεῖν δὲ Εὐστάθιον.

[3] σὺ δ' ἡμῖν ἀντὶ τούτου τὸν οὐ καλῶς ἐκπεσόντα τῆς αὑτοῦ τάξεως Ἀντίοχον ἀπάλλαξον τῶν κακῶν ἐν οἷς ἐστιν. ἀκούω δέ σε εἶναι κύριον τῆσδε τῆς ἀπαλλαγῆς.

[934]

Πρισκίωνι.

[1]    Σὲ δὲ ἠξίουν παύειν φίλον ἠπατημένον, ἀλλ' οὐ συνεξαπατᾶσθαι καὶ ταῦτα τῶν περὶ τοῦ ἔρωτος εἰρημένων δηλούντων ὅτι παίζοντος ταῦτα ἦν πρὸς ἄνδρα φίλον ἐπιστάμενον γελᾶν.

[2] νῦν δ' ἐκεῖνός τε ἔκλαε καὶ σὺ ταὐτὸν ἐποίεις μετὰ τοιοῦτον λόγον, ὃς ἐξέπληξε μὲν τὴν Παλαιστίνην, ἐξέπληξε δὲ τὴν ἡμετέραν πόλιν δι' εὐφώνου παιδὸς ἐν τῷ θεάτρῳ φανείς. καὶ ἦν ὁ κρότος πολὺς μετὰ τὸν παρ' ἐμοῦ τὸν οἴκοι· τοῖς γὰρ δὴ σοῖς δήπου πειθόμενος γράμμασι πρότερον μὲν ἐκεῖνο, τοῦτο δὲ ἐποίουν δεύτερον. καὶ μετὰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἧκεν εἰς ὦτα πολλῶν ὁ λόγος.

[3] ᾧ πολλοὺς ἀδελφοὺς καὶ ποιεῖν καὶ πέμπειν ὡς ἀμφοτέρων τούτων ἐσομένων καὶ περὶ ἐκείνους.

[935]

Ἰούλλῳ.

[1]    Ὧδ' ἔστω, ἑκάεργε, καὶ ἄλλο δὲ ὅ τι ἂν εἶναι σοὶ δόξῃ καλόν, τοῦτο δεῖ καὶ παρ' ἡμῖν τῆς αὐτῆς δόξης τυγχάνειν. οὔτε γὰρ ἀγνοίᾳ σύ γε τοῦ βελτίονος ἁμάρτοις ἂν οὔτ' εἰδὼς τὸ βέλτιον ἔλθοις ἂν ἐπὶ τὸ φαυλότερον.

[2] εἰκὸς δή τί φημί σε πεποιηκέναι δείσαντα τὸ πρᾶγμα τοιούτων ὄντων τῶν φοβούντων.

[936]

Πρισκιανῷ.

[1]    Συγχαίρω σοι τῶν ὑπὲρ ἡμῶν καὶ πόνων καὶ κινδύνων, ἀφ' ὧν εἰκὸς εἶναί σοι τὴν τῶν θεῶν εὔνοιαν, οἳ βούλονται πάντα ὑπομένειν παῖδας ὑπὲρ πατέρων.

[2] φημὶ δέ σοι μᾶλλον ὑπάρξειν τὰ παρ' αὐτῶν, ἢν καὶ παρὰ σοῦ τὰ δεύτερα προστεθῇ. τὸ δ' ἐστὶν αὖθις ἡ βουλὴ καὶ τὸ ἐν αὐτῇ γενέσθαι τὸν νῦν ὑπ' αὐτῆς ἐπαινούμενον, ὡς ἔδει γε καὶ πάλαι.

[3] πάλιν οὖν ἅπτου τοῦ πράγματος ἀγαθῇ τύχῃ καὶ τῆς εὐδαιμονίας ἀπόλαυε. νῦν γὰρ οὐκέτι χειμὼν οὐδὲ κίνδυνος.

[937]

Κοσμᾷ καὶ Εὐγενίῳ.

[1]    Δευτέρων φασὶν ἀμεινόνων. χρήσασθε δὲ καὶ αὐτοὶ τοῖς δευτέροις μετὰ βελτίονος ἐλπίδος καὶ μὴ τὰ φόβον οὐκ ἔχοντα δείσητε τῶν ἐχόντων καταπεφρονηκότες.

[2] πάντως δὲ καὶ ἐμοὶ καὶ Θαλασσίῳ χάριτας ὀφείλετε τῶν λόγων, οὓς λαβόντες ἔχετε διδάσκοντος μὲν ἐμοῦ, παρακαλοῦντος δὲ ἐκείνου καὶ πείθοντος τῶν ἐπιπόνων ἐπιθυμεῖν. διὰ λείας δέ, ὡς ἀκούομεν, πορεύεσθε τῆς ὁδοῦ.

[938]

Πρόκλῳ.

[1]    Σὺ μὲν ἡμῖν ἐγκαλεῖς τὸ παύσασθαι γράφοντας, ἡμεῖς δὲ σοὶ τὸ μηδὲ ἐπεσταλκέναι πρὸς ἡμᾶς, ἀφ' οὗ ταύτης ἥψω τῆς ἀρχῆς τῆς μεγάλης, ὥστε με μᾶλλον εἰδέναι Φοινίκῃ χάριν ἢ Θρᾴκῃ.

[2] θαυμαστὸν δὲ καὶ τοῖς ἑταίροις ἐφαίνετο τὸ μηδεμίαν ἡμῖν ἐλθεῖν ἐκεῖθεν ἐπιστολήν, καὶ προσιόντες ἠρώτων, ὅτῳ τοῦτο γέγονεν. ἐγὼ δὲ ἠρυθρίων μέν, ἐπειρώμην δὲ ὅμως λέγειν τι, λέγειν δὲ οὐδὲν ἐδόκουν, ἀλλ' ἀεὶ τὸ λεγόμενον ἀσθενὲς εἶναι ἐφαίνετο.

[3] μόλις δὲ ἐνεθυμήθην καὶ εὗρόν τι καὶ εἶπον ὅτι, ὦ φίλοι, τούτου τοῦ πράγματος αἴτιον οἱ λόγοι πολλοί τε καὶ παρὰ πολλῶν τῷ καλῷ Πρόκλῳ καὶ ποιούμενοι καὶ δεικνύμενοι καὶ ῥώμην ἔχοντες ὅσην εἰκὸς παῖδας ἀκμαζόντων τῶν πατέρων, ἡμεῖς δὲ ἐν γήρᾳ τε πολλῷ καὶ τῷ μόλις κινεῖσθαι.

[4] ταῦτα λέγων οὐ κακῶς ἐδόκουν λέγειν. εἶθ' ἡκόντων τουτωνὶ τῶν νῦν γραμμάτων ἕτερον ἀνέφυ ζήτημα τὸ τί ταύτην ἐποίησε τὴν ἐπιστολήν; οὐ γὰρ δὴ θεῶν τις τὸ γῆρας ἀποξύσας ἔθηκέ με νέον ἡβώοντα. πάλιν τοίνυν ἐνταῦθα πάντα κινῶν ἀεί τι νομίζων εὑρήσειν εὗρον οὐδέν. εἶθ' ὑπ' αὐτῆς τῆς ἀπορίας εἶδον ὅτι χρὴ παρὰ σοῦ μεταπέμπεσθαι τὴν λύσιν.

[939]

Πρισκιανῷ.

[1]    Ἡμεῖς ὅτε σε ἠκούσαμεν ἀρχὴν λαβεῖν, τοὺς μὲν θεοὺς ἐπῃνέσαμεν, συνησθέντες δὲ καὶ σοὶ καὶ ἡμῖν αὐτοῖς ἐν ἐλπίδι ἐγενόμεθα τῶν παρὰ σοῦ γραμμάτων· οὐκ ἐλθόντων δὲ ἡμῖν ἐπὶ τὸ τὴν αἰτίαν ζητεῖν ἤλθομεν.

[2] πολλῶν δὲ τῶν λεγομένων ὄντων εἴρηταί τι καὶ τοιοῦτο παρ' ἀνδρὸς ὀξὺ βλέπειν δοκοῦντος, ὅτι Πρισκιανὸς ἐκεῖνος ἔδεισε μὴ τοῖς παρ' ἑαυτοῦ γράμμασιν ἡμέτερα κινήσῃ βοηθείας αἰτοῦντα τοῖς τούτου δεομένοις, εἶτ' ἔχῃ πόνους αὐτός.

[3] ἐγὼ δὲ ἐκβάλλειν μὲν οὐκ ἔσχον αὐτοῦ τοῦτο, αἰτῶ δ' ὅμως χάριν εἰδὼς ὅτι, κἂν τῶν γραμμάτων καταβοήσῃς, ἀλλ' οὐ φεύξῃ τὸ ἔργον. ἔστι δὲ τὸ ἔργον πεῖσαι τὸν γενναῖον Πρόκλον ἐν τῇ βουλῇ τῆς ἀρχούσης πόλεως εἰπεῖν ὡς εἰσακτέον εἰς τὴν βουλὴν τὸν χρηστὸν Θαλάσσιον νῦν, εἰ καὶ μὴ πρότερον. τὸ μὲν γὰρ δίκαιον ἦν καὶ πάλαι, δίκαιος γὰρ ἁνήρ, καὶ νῦν δέ, εἰ γένοιτο, τετιμῆσθαι φήσομεν.

[940]

Πρόκλῳ.

[1]    Ἐμοὶ δοκοῦσιν οἱ θεοὶ τοῦ πατρὸς Ἐρεθίου τὴν ἀρετὴν ἀμειβόμενοι δοῦναι τούτῳ τὴν ὑμετέραν πρόνοιαν. ἦν γὰρ δὴ θαυμαστὸς ὁ πατὴρ αὐτῷ σπουδῇ μὲν καὶ περὶ λόγους χρησάμενος, πλείονι δὲ περὶ τὸ τῶν τρόπων κάλλος.

[2] δείκνυσι δὲ καὶ ὁ παῖς ὡς παῖς ὄντως ἐκείνου πρᾷος καὶ αὐτὸς εἶναι βουλόμενος. ὃς οὐδένα πώποτε λυπήσας λελυπηκότας ἤνεγκε, σεσωσμένος δὲ ὑφ' ὑμῶν τὰ δίκαια ποιῶν μέμνηται τῶν σεσωκότων, ὡς εἰκός, εἰς μὲν ὑμᾶς ἃ προσήκει δρῶν, ἐμὲ δὲ ἐκ τῶν αὐτῶν εὐφραίνων· ὡς ἐμοὶ τοῦτο ἀκουσμάτων ἥδιστον, ὅταν ἢ σέ τις ἢ τὸν σὲ πεφυτευκότα ᾄδῃ.

[3] πολλοὶ δὲ οἱ ταῦτα ᾄδοντες καὶ ἅμα εὐχόμενοι ζῆν τε ὑμᾶς καὶ ἄρχειν, εὖνοί τινες οὗτοι καὶ ἠπείροις καὶ νήσοις εἰδότες ὅτι ταῖς ὑμετέραις βουλαῖς τἀκείνων ἐν ἀμείνοσι.

[4] καὶ τἀμὰ δὲ ἴδια πεποίηκας ἀμείνω τοῖς πρῴην ἐπεσταλμένοις, ὥστ' ἦν τινας κατηφεῖς ὁρᾶν, οὓς ἑωρῶμεν φαιδρούς, ἡνίκα οὐκ ἐπέστελλες.

[941]

Τατιανῷ.

[1]    Ἐρεθίῳ πρότερον αἰτοῦντι παρ' ἐμοῦ πρὸς σὲ γράμματα δώσειν ὑποσχόμενος καὶ χάριν εἰπὼν ἕξειν αὐτῷ τοῦ φέρειν χρόνου προϊόντος οὐκέτ' ἔφην δώσειν καὶ ἐδεόμην αὐτοῦ μή με ἀναγκάζειν.

[2] καὶ πρὸς μὲν ἐκεῖνον εἶπόν τε τὸ κωλύον καὶ ὁπόθεν ἡ μεταβολή, πρὸς σὲ δ' οὐδ' ἐν γράμμασι δυναίμην ἄν· οὕτω τοῖς πεπραγμένοις αἰσχύνομαι κακὸν μὲν ἐμαυτῷ συνειδὼς οὐδέν, φίλου δὲ οὐκ ἰδόντος ὃ πρῶτον ἐχρῆν ἰδεῖν.

[3] καὶ ἐγὼ μὲν ἐνταυθοῖ στήσομαι, τὸν δ' ὅ τι τοῦτο ἔστι φράσοντα ἐγγὺς ἔχων ἄκουε.

[942]

Θεοδώρῳ.

[1]    Σύ τε εὖ πεποίηκας Ἀθανάσιον οὐκ ὀλίγα διδοὺς ἐμοὶ τὴν χάριν ἐκεῖνός τε δίκαιος ὢν εἶπε πρὸς ἡμᾶς ἐν γράμμασιν ὧν τετύχηκεν. ἡμεῖς δὲ συνήσθημεν ἀμφοῖν, τῷ μὲν ὧν ἔλαβε, σοὶ δὲ ὧν ἔδωκας. καὶ γὰρ αὐτὸς ὁ τοιοῦτόν τι ποιῶν ἐν οἷς ποιεῖ κερδαίνει.

[2] πρὸς οὖν τόν γε τοιοῦτον οὐδὲν ἂν δέοι παρακλήσεως εἶναι τὸν αὐτόν. αὑτὸν γὰρ δήπου πείθει τὰ αὑτοῦ μιμεῖσθαι.

[3] Μαριανοῦ δὲ εἰπόντος ἀθυμήσειν, εἰ μὴ καὶ τοῦτ' ἐνέσται τοῖς γράμμασιν, ἔστω καὶ τοῦτο. καί μοι γίγνου περὶ τὸν νέον τοιοῦτος ὡς μὴ τῶν προτέρων λείπεσθαι τὰ δεύτερα.

[943]

Παλλαδίῳ.

[1]    Πολλοῖς μὲν ἐπεστάλκαμεν ὑπὲρ τοῦ δεῖν μεταδοῦναι τῆς εὐδαίμονος βουλῆς τῷ θαυμασίῳ Θαλασσίῳ πάλαι μὲν ἐγγεγράφθαι δικαίῳ, διὰ δὲ τήν τινων ὀργὴν οὐκ εὔλογον εἰς τόδε ἀναβληθέντι.

[2] τῶν ἐπιστολῶν δὲ τὴν ἰσχὺν τῶν πολλῶν ἐν σοὶ νομίζομεν ἔσεσθαι· ἐὰν γὰρ εἴπῃς παρελθὼν ὡς δοτέον τι τοῖς γράμμασι τοῖς ἥκουσι παρ' ἀνθρώπου γέροντος, ὃς ἡνίκα ἦν νέος, ἐνταῦθα ἤρξατο τῶν ἄθλων, εὖ τε λέγειν ἑκάστῳ δόξεις καὶ φήσει δεῖν ἕπεσθαι. σοῦ δὲ τοῦτο οὐ ποιοῦντος σκιὰ τὰ τῶν ἐπιστολῶν.

[3] ἐνθυμηθεὶς οὖν, ἐν ὅσῃ μελέτῃ καθέστηκας τῶν περὶ ἐμὲ σπουδῶν, αὐτός τε ἃ προσήκει λέγε καὶ τοῖς ἄλλοις ἃ χρὴ λέγειν αὐτοὺς δείκνυε.

[944]

Λεοντίῳ.

[1]    Λαβών σου τὴν ἐπιστολὴν ἤλπιζον μὲν ἀκούσεσθαι παρ' αὐτῆς, ὡς καὶ λόγον ἡμῖν φέροι τοῦ πέμψαντος τὴν ἐπιστολήν· ἐπεὶ δὲ πολλὰ μὲν ὑπὲρ ἐπιθυμίας ἔλεγεν ἡμετέρων γραμμάτων, ὃ δ' ἐβουλόμην εὑρεῖν, εὕρισκον οὐδαμοῦ, πάνυ σου τὴν ἐπιθυμίαν ἐμεμψάμην περὶ τοῦτο μὲν οὖσαν, περὶ ἐκεῖνο δὲ οὐκ οὖσαν. ἣν ἐχρῆν εἶναι περὶ ἐκεῖνο μᾶλλον ἢ τοῦτο· μᾶλλον γὰρ λόγους ποιῶν ἔσῃ λαμπρὸς ἢ ταῖς παρ' ἡμῶν ἐπιστολαῖς.

[2] ὕφαινε τοίνυν λόγους ἀδελφοὺς ἐκείνῳ τῷ μεγάλοις ἐστεφανωμένῳ κρότοις. ὑποθέσεως δὲ οὐκ ἀπορήσεις τῶν γενναίων ἡμῖν βασιλέων ἀεί τι καλὸν ἐργαζομένων.

[945]

Σευηρίνῳ.

[1]    Ἐν τοῖς περὶ σοῦ λόγοις διατρίβοντας εὗρεν ἡμᾶς ἡ ἐπιστολή. οἱ δὲ ἦσαν περί τε τῶν ἐτῶν, ἃ γενόμενος ἥψω δικῶν, περί τε τοῦ καθ' ἕκαστον δικαστήριον κράτους καὶ ὡς οὐκ εὖ βεβουλεῦσθαι δοκῶν ἀφιεὶς τὰ πρότερα μέγας εὐθὺς ἐν τοῖς δευτέροις ὢν εὔβουλος ἐδείκνυσο.

[2] τοιούτοις ἐπεισῆλθε τὰ γράμματά σου λόγοις. ὧν ἐν τοῖς παροῦσιν ἀναγινωσκομένων ἐπαίνῳ πολλῷ σύ τε ἐτιμῶ καὶ βασιλεὺς ὁ μέγας, σὺ μὲν ἄξιον σαυτὸν τοῦ θαυμάζεσθαι παρέχων, ὁ δ' εἰδὼς θαυμάζειν ἀρετήν.

[3] ἧς μοι δοκεῖς καθ' ἑκάστην ἡμέραν ποιεῖσθαι τὴν ἐπίδειξιν, ἀφ' ἧς ἀνιᾷς μὲν ἐχθρούς, εὐφραίνεις δὲ τοὺς ἐπιτηδείους. ἃ ποίας μὲν οὐ γῆς, ποίου δὲ οὐ χρυσοῦ καλλίω, δόξης ἐρῶντα ζῆν, καταφρονοῦντα τῶν πολλὰ μὲν κεκτημένων, λαγὼ δὲ βίον ζώντων εἰδότων, ὅθεν αὑτοῖς τὰ πολλὰ ταῦτα;

[4] σοὶ δὲ χρήματα μὲν ὀλίγα, πολλαὶ δὲ εὐφημίαι πανταχοῦ καὶ τὸ μᾶλλον ἑτέρων πιστεύεσθαι παρὰ τοῦ τῷ τρόπῳ κοσμοῦντος τὴν βασιλείαν. ὃν οἱ ποιήσαντες θεοὶ τοῦ τυράννου κρείττονα καὶ δεῦρ' ἀγάγοιεν.

[5] ἡδὺ μὲν γὰρ ἡμῖν θέαμα καὶ αἱ εἰκόνες· οὐδὲν δὲ οἷον τὸ αὐτόν τε ἔχειν καὶ φωνῆς ἐκείνης ἀκούειν καὶ κάλλους μὲν ψυχῆς ἐγγύθεν ἀπολαύειν, κάλλος δὲ ὁρᾶν σώματος διὰ τῆς πόλεως ἀστράπτον.

[946]

Ἡσυχίῳ.

[1]    Μέγα μὲν ἐμοὶ τό τι ποιεῖν τῶν Θεόφιλον δυναμένων εὐφραίνειν, μέγα δὲ ἐκείνῳ τὸ καὶ νῦν σὲ καταλῦσαι παρ' αὐτῷ. καὶ περὶ τούτου θεοῖς τε διελέχθη καὶ ἐμοί, πρὸς μὲν τοὺς εὐξάμενος, πρὸς ἐμὲ δὲ εἰπὼν ὡς δέοι με βοηθεῖν διὰ τῶν γραμμάτων καὶ μὴ περιιδεῖν αὑτὸν ὃ οὐκ ἂν ἐνέγκαι παθόντα.

[2] ἀνοίγομεν δή σοι τὴν οἰκίαν τοῦ χρηστοῦ Θεοφίλου καὶ καλοῦμεν εἰς αὐτήν. οἶμαι δὲ καὶ αὐτὴν τὴν οἰκίαν, εἴπερ ἦν αὐτῇ φωνή, καὶ αὐτὴν ἂν μεθ' ἡμῶν σε καλέσαι.

[3] δὸς δὴ τοσούτοις τὴν χάριν μὴ νομίζων ἰσχυρὸν τὸ μὴ τὸν Θεόφιλον παρὰ σοὶ καταλῦσαι. τὸ γὰρ ἴσον τοῦτο οὐκ ἴσον οὐκ οὔσης αἰτίας σοὶ τῆς οὔσης τούτῳ τότε.

[4] μὴ οὖν ὡς ἕξων ἀπολογίαν, εἰ φύγοις τὴν οἰκίαν, φεῦγε, ἀλλ' ὡς οὐχ ἕξων, εἰ φύγοις, δίκαιον λόγον ἔλαυνε πρὸς τὰ τοῦ Μενελάου δώματα μέλλων καὶ χάριν ὀφειλομένην ἀποδώσειν.

[5] Θεοφίλῳ γὰρ ὥσπερ ἐμοὶ τῶν σῶν ἐμέλησε παίδων δι' ἐπαίνων ἐπὶ μείζους παρακαλοῦντι πόνους. καὶ δεῖ δή σε τὸν μισθὸν ἀποδοῦναι. τῷ δ' ἂν εἴη μέγιστος ἐν ἐκείνου σε θῦσαι τῷ Διῒ τῷ ξενίῳ.

[947]

Πρίσκῳ.

[1]    Ὅσῳ μέτρῳ τὴν πόλιν ἡμῶν ἥκων εἰς αὐτὴν ὁ χρηστὸς Ἱλάριος ἀπέφηνεν ἀμείνω, τοσούτῳ χείρω δραμὼν εἰς τὴν Ἑλλάδα βελτίω μὲν τῆς ἡμετέρας οὖσαν, μᾶλλον δέ, τοῖς ἅπασι νικῶσαν.

[2] τοῖς δ' οὖν ἀφαιρεθεῖσιν ἃ μάλιστα ἔχειν ἤθελον οὐδὲν ἀφαιρεῖ τοῦτο τῆς λύπης καὶ μάλιστα τοῖς ἄγαν γεγηρακόσιν ἡμῖν· ἐπεὶ τῷ γε ἐν νεότητι ἢ γήρᾳ μέν, οὐ μὴν ἐν τοσούτῳ, τά γε ἀπὸ τῶν ἐλπίδων ὑπάρχει πλοῦν τε αὐτὸν ὅμοιον τῷ προτέρῳ ποιήσεσθαι καὶ αὖθις ἐνταῦθα ἔσεσθαι καὶ τοῖς δεξιωτέροις συνέσεσθαι δεχόμενόν τε τοὺς ὡς αὐτὸν ἰόντας καὶ τὴν ἴσην ἀποδιδόντα καὶ τὰ μὲν λέγοντα, τὰ δὲ ἀκούοντα, καὶ τὰ μὲν ἐπαινοῦντα, τὰ δὲ ἐπαινούμενον.

[3] ἀλλ' ἐκεῖνα μὲν ἐκείνων· τὸ δ' ἡμέτερον, ἓξ μὲν καὶ ἑβδομήκοντα ἔτη γέγονα, τὸ λειπόμενον δὲ οὐ πολύ. καὶ ὁ μὲν ἥξει κομίζων καλὴν διήγησιν, καλὴ γὰρ δήπουθεν ἡ περὶ τῆς Ἑλλάδος, ἑτέρους δὲ εὐφραίνων ἐμὲ ζητήσει.

[4] τούτων μὲν οὖν ἡμῖν ὕστερον ἀπολαύσειεν ἡ πόλις· Ἱλάριον δὲ μακάριον ἐπέρχεταί μοι καλεῖν ὀψόμενον τὰ κάλλιστα τῶν ὑπὸ τὸν ἥλιον, τάς τε ἐν τῇ Πελοποννήσῳ πόλεις τὰς πολλὰς καὶ μεγάλας Φωκέας τε καὶ Βοιωτοὺς καὶ τὴν ἐνεγκοῦσαν αὐτὸν καὶ τὸν ἀστέρα δὴ τῆς Ἑλλάδος, τὴν Ἀθηναίων πόλιν, καὶ ἕτερον ἀστέρα, Πρίσκον τὸν καλῶς μὲν εἰδότα τὸν Πλάτωνα, καλῶς δὲ τὸν ἐκείνου μαθητήν, ἀποπέμποντα δὲ τοὺς ὁμιλοῦντας αὑτῷ φρονιμωτέρους, ὃ καὶ αὐτὸς οἶδα πολλάκις κερδάνας.

[5] ταὐτὸ δ' ἂν εἶπε περὶ αὐτοῦ κἀκεῖνος, ᾧ φιλοσοφίας ὁ θεὸς τὴν ψυχὴν ἐμπλήσας ἔδωκε Ῥωμαίων μὲν ἄρχειν, βαρβάρους δὲ ἐλαύνειν, ἐπεὶ καὶ τὴν τελευτὴν αὐτὴν ἐν τῷ Πέρσας ἐλαύνειν ἐδέξατο μέγα ποιούμενος, εἰ Πρίσκῳ δοκοίη τὰ προσήκοντα ποιεῖν.

[6] ποίει τοίνυν καὶ τὸν Ἱλάριον βελτίω καὶ δίδου πρὸς ἡμᾶς αὐτὸν τοῦτ' ἐπιστέλλειν· δίκαιός τε γὰρ ἁνὴρ καὶ οὐκ ἀποκρύψεται.

[948]

Ἀντιόχῳ.

[1]    Εἵλκυσται μὲν ὁ τοῦδε πατὴρ πρὸ τοῦδε παρὰ τῶν ἡδέως τοῦτο ποιούντων καὶ ἔστιν, ὡς εἰκός, ἐν δάκρυσιν· ἕλκεται δὲ καὶ ὁ παῖς, ὅπως μὴ μόνος ὁ πατὴρ κλάῃ. σὸν οὖν ἂν εἴη καὶ τῆς σῆς φύσεως τῆς ταχείας εἰς τὸ βοηθεῖν παραμυθήσασθαι μὲν ἐκεῖνον, παραμυθήσασθαι δὲ τοῦτον μὴ λόγῳ μόνον, ἀλλ' ἤδη καὶ ἔργῳ.

[2] διδάσκειν δὲ οὐδέν σε δεῖ, τί δεῖ ποιεῖν καὶ πῶς ἂν τὸ μὲν ὅλως ἀνέλοις κακόν, τοῦ δ' ἂν ἀφέλοις. συνέσει τε γὰρ διαφέρων καὶ παιδείας γέμων καὶ διὰ πολλῶν ἀφιγμένος αὐτὸς ἂν παρὰ σαυτοῦ μανθάνοις, ἃ ποιῶν λαμπρῶς ἂν εἴης βεβοηθηκώς.

[3] βοήθει δὴ καὶ τέρπε μὲν ταύτῃ τοὺς θεούς, χαρίζου δ' ἐμοί· χαρίζου δὲ Γεσσίῳ τῷ πάνυ μὲν φιλοῦντι τοὺς ἐν τῇ ταραχῇ, παρ' ἐμοῦ δὲ εἰσομένῳ πᾶν ὅ τι ἂν ἐν τῇ βοηθείᾳ γένηται. [949] [t]

Ἰουλιανῷ.

[1]    Καλλίω τὴν πόλιν ἡμῶν ὁ καλὸς Κελσῖνος ποιήσας, ἐπειδὴ ἧκε, χείρω πάλιν ἐποίησε καὶ ἀπελθὼν καὶ ταχέως. ἐποίει δὲ αὐτὴν καλλίω λόγοις οἷς ἐν τοῖς ὡς αὑτὸν ἰοῦσιν ἐχρῆτο περί τε δικαιοσύνης διαλεγόμενος, οἷα Κελσῖνον εἰκὸς περὶ δικαιοσύνης, καὶ σωφροσύνην ἐγκωμιάζων καὶ τοῖς δειλοῖς ἐπιτιμῶν τὸ μὴ ἀνδρείους εἶναι.

[2] ἐπί γε μὴν σοφίαν ἔργῳ παρεκάλει προσθεὶς αὑτοῦ τό τε στόμα τούς τε ὀφθαλμοὺς τοῖς ἡμετέροις λόγοις καὶ δι' ὅτι πλείστων ἐν ἡμέραις ὀλίγαις ἐρχόμενος τῇ περὶ τὴν ἀνάγνωσιν πτήσει, ὥστε τὴν μὲν ἀπεδίδου διφθέραν, τὴν δὲ ἐλάμβανε, καὶ πολλάκις μὲν τοῦτο, πολλάκις δὲ ἐκεῖνο.

[3] καὶ ἴσως μὲν ὁ πόνος οὐ περί τι γενναῖον, ἐκίνει δὲ ὅμως τὴν νεότητα τῷ καὶ περὶ τοιαῦτα πονεῖν καὶ ταῦτα μετά τε ἀρχὴν καὶ ζώνας καὶ κήρυκας καὶ τοσούτων ἐθνῶν ἐπιμελείας. ἐπεγείρας δὲ πρὸς ἀρετὴν ἰδιώτας καὶ ὅσα χρῆν ἄρχοντας ἀκοῦσαι διῆλθεν εἰδὼς μὲν οὐ λίαν ὀνήσων, προσήκειν δὲ αὑτῷ καὶ οὕτως εἰπεῖν ἡγούμενος.

[4] τιμὴν δέ, ᾗ τετίμηται παρὰ τῆς ἡμετέρας, εἰ σιωπήσαιμι, κακὸς ἂν εἰς αὐτὴν εἴην. κατεβόησαν ὅσοι ταύτην ἔχουσι πάντων θεῶν, ὅτι μὴ μετ' ἀρχῆς ἡμῖν δεῦρο τὸν Κελσῖνον ἤγαγον μηδ' ἔδοσαν ἀφ' ὧν ἂν ἦμεν εὐδαίμονες.

[5] ὥρα δή σοι μεγαλαυχεῖσθαι τοιοῦτον ἁρπάσαντι κηδεστήν.

[950]

Στρατηγίῳ.

[1]    Εἰκὸς μέν τι πέπονθας καὶ τῷ μεγέθει Ῥώμης γοητευθεὶς καὶ νῦν ἡδόμενος τοῖς τῆς Ἑλλάδος καλοῖς· ἃ γὰρ οὐκ ἰδεῖν ζημία πολλή, ταῦθ' ὁρᾶν κέρδος μέγα.

[2] ἀλλ' αὐτοὶ καὶ παρ' αὐτῶν τῶν Ἑλλήνων ἀκηκόαμεν τὴν ἐνεγκοῦσαν τίμιόν τι νομίζειν καὶ μηδὲ θάνατον φεύγειν τὸν ὑπὲρ τῆς πατρίδος. σὲ δὲ ὅπλα μὲν οὐδὲν ἂν δέοι λαβεῖν καὶ συμπεσόντα μάχεσθαι καὶ πάσχειν ὅ τι ἂν ὁ πόλεμος ἐθέλῃ, βουληθῆναι δὲ τοσοῦτον, ἰδεῖν τήν τε σαυτοῦ καὶ τοὺς σεαυτοῦ πολὺν δή τινα χρόνον ἐστερημένους τῶν παρὰ σοῦ.

[3] καὶ μήτοι νομίσῃς ὅτι προσθήσω καὶ ἐμαυτόν· πάλαι γὰρ αἰσθάνομαι καταπεφρονημένος. εἰ γὰρ μὴ τοῦτο τοιοῦτον ἦν, κἂν ἐπέστειλας. νῦν δὲ ἡ σιγή με διδάσκει τὸ μηδὲ μικρὸν εἶναι λόγον παρὰ σοὶ περὶ ἡμῶν, καὶ δή μοι δοκεῖς οὐδ' ἐρήσεσθαι τὸν θαυμαστὸν Ἱλάριον, τί δρῶμεν ἢ πάσχομεν.

[4] ὁ δὲ καὶ πρὸς οὐ βουλόμενον ἀκούειν ἐρεῖ περὶ ἀμφοῖν ἡδέως μέν, ἡνίκα παρῆν, συνών, ἡδέως δὲ καὶ ἀπὼν ἐν μνήμῃ τῇ περὶ ἡμῶν διατρίβων.

[951][t]

Θαλασσίῳ.

[1]    Λέγε Καλλιοπίῳ μὴ κακῶς τὸ ἔαρ λέγειν ὡς ἄγον τῇ Ῥώμῃ τῶν ἡμετέρων νέων διὰ θαλάττης τινάς. οὐ γὰρ ἐγὼ τοῦθ' ὅ φησι ποιῶ τὸ κακὸν οὐδ' ὑβρίζω μὲν τὴν Ἑλλάδα φωνήν, κοσμῶ δὲ τὴν Ἰταλῶν, οὐδ' ἂν εἴποι πατὴρ οὐδεὶς τοιοῦτον αὑτῷ τί με συμβεβουλευκέναι.

[2] ἀλλ' ἔστι ταῦτα ἀνοίας ἐλπιζούσης ἃ μάλιστα βούλεται. νοῦς δὲ εἴ σφισιν ἐνῆν, ἐδέχοντ' ἂν τὴν ἀπὸ τῶν πραγμάτων παραίνεσιν. ἡ δ' ἐστὶν ἐξετάζειν τοὺς ἀποδοθέντας πολλαῖς πόλεσιν παρ' ἐκείνης τοὺς οὐ πολλῷ τῶν βοσκημάτων διαφέροντας.

[952]

Πρόκλῳ.

[1]    Δομνῖνος ὁ Λαρισσαῖος ἀνὴρ ἀγαθὸς γενόμενος ἔν τε δίκαις καὶ ἀρχῇ πρὸ λειτουργίας τῆς παρ' ὑμῖν ἀπῆλθε τὸν παῖδα τοῦτον ἡμῖν παραδούς, ὅπως δύναιτο λέγειν.

[2] ἔδει μὲν οὖν ζῶντα ἐκεῖνον ἢ λειτουργεῖν ἢ πείθειν ὑμᾶς ὡς οὐκ ἂν δύναιτο χρημάτων οὐκ ὄντων αὑτῷ· τετελευτηκότος δὲ Δομνίνου, τοῦ παιδὸς δὲ εἰς ἃ μὴ ἐκεῖνος ἑλκομένου, σαφὲς γὰρ δὴ τοῦτό γε, δεόμεθα πάντες οἱ Δομνίνου φίλοι δέξασθαι τὴν μεγάλην βουλὴν παρὰ τῆς σῆς διανοίας τῆς καὶ αὐτῆς μεγάλης λόγους τινὰς τῷ νέῳ βοηθοῦντας. πρέποι γὰρ ἂν τά γε τοιαῦτα σοὶ μὲν πείθειν, ἐκείνῃ δὲ πείθεσθαι.

[953]

Εὐσεβίῳ.

[1]    Ἡμεῖς ἐν τῷ δακρύειν ἔτι τὸν φίλον ἡμῶν Ὀλύμπιον. ἔδει δέ με κἀν τούτοις ὄντα μὴ περιιδεῖν ἀπολλύμενον νέον καὶ φίλου παῖδα καὶ ὁμιλητὴν ἐμόν.

[2] τοῦτον μὲν οὖν νῦν πρῶτον ὄψει· Δομνῖνον δὲ τὸν πατέρα αὐτοῦ πολλάκις, ἐμοὶ δοκεῖν, ‹εἶδες› καὶ οὐκ εἶδές γε μόνον, ἀλλὰ καὶ ἐπῄνεσας ὄντα ἄριστον, ὃ σὺ πανταχοῦ ποιεῖς.

[3] τῷ τοίνυν ἐκείνου παιδὶ καλὸν σὲ γενέσθαι βοηθὸν εἰπόντα τι τοιοῦτον πρὸς τὸν γενναῖον Πρόκλον, ὃ κωλύσει τῷδε διαφθαρῆναι τὸν οἶκον.

[954]

Ἀρχελάῳ.

[1]    Ἐν τοῖς περὶ σοῦ λόγοις διατριβόντων ἡμῶν, οἱ δὲ ἦσαν ἔπαινοι τῶν σῶν τρόπων, ἐπεισέρχεται γράμματα σὰ πεμφθέντα μὲν πρὸς Ἡράκλειον τὸν ἰατρόν, μνήμῃ δέ τινι καὶ ἐμὲ τιμῶντα.

[2]

τοῦ τοίνυν Ἡρακλείου τὴν ἐπιστολὴν ἀναγνόντος ἔχαιρον μὲν αὐτός, συνέχαιρον δὲ ἡμῖν οἱ φίλοι τοιοῦτον κεκτημένοι σύμμαχον, ὃς μισῶν τε μέγιστα ἂν λυπήσαι καὶ φιλῶν μάλιστα ἂν ὀνήσαι· ἐπεὶ καὶ νῦν μοι δοκεῖς πολλοὺς εἰς τὸ λέγειν τι καλὸν περὶ ἡμῶν ἄγειν οὐ πάνυ τοῦτο πρόσθεν ποιοῦντας.

[3] ἐκεῖ μὲν οὖν ὄντα σε τοῦτο ποιεῖν βούλομαι· βούλομαι δέ σε καὶ τῶν παρ' ἡμῖν ἐπιθυμῆσαι πάλιν, ὅπως ἡμᾶς εὐφραίνων οἷς ποιεῖς εὐφραίνοις καὶ ὁρώμενος. εἰ δὲ δὴ καὶ τὸ μετ' ἀρχῆς προσγένοιτο δόντος τοῦ Διός, μεῖζον ἡμῖν τοῦτ' ἀγαθὸν ἢ Ῥοδίοις ὁ καταβὰς ἐν ὑετοῖς ἐξ οὐρανοῦ χρυσός.

[955]

Πανηγυρίῳ.

[1]    Εὐδαίμων εἶναί μοι δοκεῖ Βοηθὸς οὑτοσὶ μεγάλην εἶναι ποιῶν τὴν τῶν Ἑλλήνων φωνὴν καὶ ταῦτα ἐν καιρῷ τῷ τὴν ἑτέραν ἀνθεῖν πεποιηκότι.

[2] τίνι δὴ τρόπῳ μεγάλην ἐκείνην καθίστησι; πολλοὺς ὑπερβὰς τῶν δύναμιν ἐχόντων γράμματα σοὶ παρ' ἡμῶν ἐνεγκεῖν ἔφησεν ἐπιθυμεῖν· τὴν γὰρ οὖσαν αὑτῷ πρὸς σὲ φιλίαν οὕτως ἔσεσθαι μείζω. ὅστις δὲ ἐρᾷ τοῦ φιλεῖσθαι παρ' ἀνδρὸς σοφιστοῦ, λόγων οὗτος ἐρᾷ· ὅστις δὲ ἐρᾷ λόγων, σεμνύνει δήπου τοῦτο, περὶ ὃ τοῦτο πέπονθε, καὶ δὴ καὶ ἥδιστ' ἂν αὐτοῦ πάντας ἀνθρώπους ἐποίησεν ἐραστάς.

[3] τὸν οὖν αὔξοντα τοὺς λόγους ἡμῖν πῶς οὐκ εὐεργέτην τε νομιστέον καὶ πᾶν ὅ τι ἂν κελεύῃ ποιητέον; ἐγὼ μὲν οὖν, γράψαι γὰρ ἐκέλευεν, ἔγραψα ποιήσας ἄν τι καὶ τῶν κίνδυνον ἐχόντων, εἴ τι τοιοῦτον ἐκέλευε· δεῖ δὲ καὶ σὲ τὴν αὐτὴν ἔχειν γνώμην καὶ πᾶν ἡδὺ νομίζειν ὅτῳ τὸν ἐραστὴν εὐφρανεῖς.

[4] ταυτὶ δὲ σὺ μὲν ὁ πράξας οὐ γράψεις ὤν, οἷος εἶ, τὸν τρόπον· ὁ δὲ τιμηθεὶς οὐ σιγήσεται τιμῶν τὸ δίκαιον πανταχοῦ.

[956]

Πρισκίωνι.

[1]    Ἀκούσας ἐπιδεδωκέναι σοι τὰ περὶ τὸν θρόνον ἥσθην τοῖς τε ἤδη δεδομένοις τοῖς τε προσδοκωμένοις· εἰκὸς γὰρ ἔσεσθαί τι καὶ τῶν παρόντων λαμπρότερον χρόνου τε καὶ πόνου ταῦτα ἐχόντων ποιεῖν.

[2] ἀγγείλαντος δέ τινος οὐκ ἐν εἰρήνῃ διάγειν σέ τε καὶ ὃν ἐπῄνεις παρ' ἡμῖν Πανηγύριον τὸν σοφιστὴν ἠχθέσθην ἐνθυμούμενος ὡς ἀνάγκη πολεμοῦντας καὶ τόξων ἅπτεσθαι καὶ βελῶν, οἷα δὴ βέλη τὰ σοφιστῶν.

[3] ἐκόμιζε δὲ οὐ ταῦτα ἡμῖν ὁ λόγος ἐκεῖνος, ἐν ᾧ σε καλῶς ἔλεγον βεβουλεῦσθαι τῷ παιδεύειν νέους δεδωκότα σεαυτόν. εἴτ' οὖν ἀδικεῖς αὐτός, οὐ πάνυ μου μέμνησαι, εἴτε ἀμύνῃ, καὶ οὕτως ἐπιλέλησαι μου.

[4] παύσατε δὴ τὴν νῦν ταραχήν, καὶ γενέσθω τὸ μὴ πολεμεῖν τοῦ πολεμεῖν ἥδιον. Νικίας δὲ ὑμῖν ὁ γενναῖος ἔσται Βοηθός. [957] [t]

Σαπώρῃ.

[1]    Αἱ τοῦ θειοτάτου βασιλέως πρὸς σὲ καταλλαγαὶ σοὶ μὲν ἀποδεδώκασι τὴν οὐσίαν, ἅπαντας δὲ ἀνθρώπους εὔφραναν οὐχ ἧττον ἢ τὸν ἀπειληφότα τὴν οὐσίαν. ἀμοιβαὶ δὲ αὗταί σοι τῆς χρηστότητος, ᾗ χρώμενος ἐν τηλικαύτῃ δυνάμει πατὴρ ἐκλήθης πολλάκις δείξας ὡς ἔστι καὶ στρατιωτῶν ἡγούμενον μὴ χαλεπὸν εἶναι.

[2] ταυτὶ δὲ τὰ παρὰ τοῦ βασιλέως πέπρακται μὲν νῦν, ἑωρᾶτο δέ μοι πάλαι, καὶ πρὸς τοὺς ἑταίρους προὔλεγον ὡς ἃ γέγονε γενήσεται. μάντιν δὲ ἐποίει με τοῦ βασιλέως ὁ τρόπος ὁ βραδὺς μὲν εἰς δίκην, ταχὺς δὲ εἰς χάριν καὶ μέμψεις φιλανθρωπίᾳ λύων καὶ λύπας ἰώμενος.

[3] ὃ δὲ ἐγκαλεῖς, τὸ μηδὲ λόγον ὑπὲρ τῶν τοιούτων ἐλθεῖν αὐτῷ παρ' ἡμῶν ἤ, εἰ μὴ λόγον, ἐπιστολήν, μεῖζον ἦν ἢ κατὰ τὰ δοθέντα μοι παρ' αὐτοῦ, καὶ τὸ δόξαι θρασὺς εἶναι δεδιὼς ἐκωλυόμην ἢ τοῦτο ποιεῖν ἢ 'κεῖνο. τουτὶ δὲ κἀπὶ τῶν ἐμαυτοῦ πραγμάτων ἐφυλαξάμην· πρὸς ἃ καὶ αὐτὰ κατηγοροῦντά μου ταὐτὸν ἂν ἀπεκρινάμην.

[4] καὶ μὴν τό γε σοὶ πέμψαι παραμυθίαν ἐν γράμμασιν εἶχεν ἂν τὸν ἐπιτιμῶντα· καὶ πλέον δ' ἂν οἱ κακοήθεις ἐποίουν. ὑφ' ὧν ἐγὼ πολλὰ πολλαχοῦ παθὼν οἶδα ὅσον ἐστὶ κακὸν ἄνθρωπος κακοήθης καὶ ὡς ἀπὸ συλλαβῆς ὅ γε τοιοῦτος ῥᾳδίως ἀνάψειεν ἂν πυράν.

[5] ἀμφοτέρων οὖν κηδόμενος, καὶ σοῦ καὶ ἐμοῦ, κάλλιον ἡγησάμην τὴν σιγὴν ὑπούσης τινὸς καὶ τοιαύτης ἐλπίδος σεαυτῷ διαλέξεσθαι καὶ τῆς λύπης ἀφαιρήσειν τοῖς παρὰ τῆς σῆς φρονήσεως φαρμάκοις, δι' ἣν τὰς ἐν τοῖς ὅπλοις νίκας ἀναιρούμενος προσετίθεις ἕτερον ἀγαθὸν οὐκ ἔλαττον, τὴν πρὸς τὸ σεσωσμένον πρᾳότητα.

[6] οἶμαι μὲν οὖν σοι ταῦτα ἀρκέσειν· εἰ δ' ἡδέως ἂν καὶ μακροτέρων ἀκούσαις, πρὸς ἥκοντά σε τοῦτο ἔσται.

[958]

Εὐσεβίῳ.

[1]    Καλῶς Ὀλύμπιον μὲν ἐθρήνησας, ἐμὲ δὲ ἐπῄνεσας· παντὸς γὰρ λόγου μακροῦ μεῖζον εἰς ἐγκώμιον τὸ δεῖσαι μὴ παράφρων τῇ λύπῃ γενοίμην.

[2] ἔδει μέντοι σε τὸν τοῦτον μὲν ἔχοντα τὸν φόβον, φόβον δὲ ἐμὸν μέγαν ἔργῳ μεγάλῳ λελυκότα μὴ καὶ λύπης αἴτιον εἶναί τινος· ἣν ἤνεγκέ μοι τὸ μὴ δυνηθῆναι βοηθῆσαι γυναικὶ δυστυχεῖ.

[3] καίτοι λέλυται μὲν ἡ δίκη τῇ βασιλέως χειρί, παρ' ἡμῖν δ' ἂν εἰκότως ὄντα τὰ γράμματα οὐκ ἔστιν. ὁ δὲ κεκωλυκὼς ὁ φίλος ἡμῖν Εὐσέβιος λαβών τε καὶ κατέχων καὶ περὶ ἑτέρων μὲν ἐπιστέλλων, τοῦτο δὲ παραλείπων.

[4] δίκη ταῦτα, ὡς ἔοικε, καὶ λόγων καὶ ἔργων τῶν ὑπὲρ Θεοφίλου μοι κατὰ σοῦ γεγενημένων. ἀκήκοα γάρ τι καὶ τοιοῦτον, ἐμήνυε δὲ αὐτὸς ὁ συκοφάντης. ἐγὼ δὲ οὐκ εἴ τις ἔπλασέ τι τοιοῦτο, θαυμάζω, ἀλλ' ὅτι μὴ λίθους ἐπὶ τὸν εἰπόντα ἥρπασας.

[959]

Τατιανῷ.

[1]    Ὑπὲρ ὧν νυνὶ γράφω, πάλαι μὲν ἴσως ἐχρῆν, ὄκνος δέ τις διεκώλυε· τοῦ πράγματος δὲ κατεπείγοντος οὐκέτ' ἔξεστιν, εἰ καὶ λίαν ἐθέλοιμι, μὴ λέγειν. καὶ γὰρ ἂν καὶ χαλεπήναις ὕστερον ἀκούσας, ὅτι μὴ πρότερον ἤκουσας.

[2] τί οὖν αἰτῶ καὶ τί βούλομαι λαβεῖν παρ' ἀνδρὸς ἡδομένου τῷ καλὰς διδόναι χάριτας; παῖς ἐκ γυναικὸς ἀγαθῆς ἐγένετό μοι καὶ τοιαύτης ὡς τὸν ἐκείνης τρόπον μικρὸν ποιῆσαί με νομίσαι πλούτους μεγάλους πατέρων θυγατέρας ἐχόντων.

[3] γενόμενον δὲ τὸν παῖδα ῥήτορα γενέσθαι βουλόμενος, ἐπειδὴ τὸ δύνασθαι λέγειν εἶχεν, εἰς τοὺς συνδίκους ἐνέγραψα, καὶ χρυσὸν μὲν οὐ συνέλεξε πολύν, ἡ γλῶττα δὲ αὐτῷ πολλοὺς ἐπαίνους ἠνέγκατο καὶ τῶν πρὸς αὐτὸν μεμαχημένων αὐτὸ τοῦτο ποιούντων.

[4]

γνοὺς δ' ἅπαν τὸ πρᾶγμα τοῦτο ὁ παρὰ τοῦ Διὸς αὐτοῦ τὴν βασιλείαν λαβὼν βοηθεῖ βοήθειαν ἡμῖν πρέπουσαν τῇ αὑτοῦ φύσει. καὶ κρείττων τῶν κωλυόντων γενόμενος ἔδωκεν εἰς αὐτὸν διαβῆναι τὰ ὄντα μοι τὰ μικρά, καὶ διέβη.

[5] ἀντὶ μὲν οὖν ταύτης τῆς τιμῆς ἀεὶ τῆς βελτίονος τύχης ἀπολαύοι βασιλεύς· τῶν φίλων δὲ ἡμῖν τῶν μὲν αὐτὸν ἐπὶ τὴν βουλὴν ἀγόντων, τῶν δὲ ἐν ᾧπερ ἦν τηρούντων, καὶ δοκούντων ἄμεινον φρονεῖν τῶν δευτέρων εἴχετο μὲν τοῦ λέγειν, δείσας δὲ τά τε πλοῖα καὶ τὸν σῖτον καὶ τὴν θάλατταν τάς τε ἐν τῷ βουλεύειν πληγάς, ὃ μηδ' ὑπὲρ λόγων ἐπεπόνθει πώποτε, μίαν εὑρίσκει καταφυγὴν ζώνην τε καὶ τὸ ἄρξαι.

[6] καὶ δακρύων ἅμα δεῖταί μου θαρρῆσαι πέμψαι πρὸς σὲ τὴν τοῦτο ποιήσουσαν ἐπιστολήν· πάντως δὲ αὑτὸν ἀγαπήσειν ἅπαν τὸ διδόμενον, ἅπαν γὰρ ἕξειν τὴν αὐτὴν ἀσφάλειαν, ὥσπερ αὖ καὶ χρόνον ἅπαντα, κἂν μὴν οὗτος ᾖ. ταυτὶ γὰρ ἔστιν ὁρᾶν ἐν πολλοῖς παραδείγμασι.

[7] λῦσον δὴ τὸν φόβον, ὦ γενναῖε, καὶ τῷ νέῳ καὶ τῷ γέροντι. καὶ γὰρ εἰ τεθνεῶτος ἤδη μου ταῦτα συμβήσεται τὰ δεινά, λόγος ἀνδρῶν σοφῶν εἶναι καὶ ὑπὸ γῆς τό τε χαίρειν καὶ τὸ λυπεῖσθαι.

[960]

Ἀβουργίῳ.

[1]    Καὶ διὰ ταύτης τῆς ἐπιστολῆς ἃ διὰ τῆς προτέρας αἰτοῦμεν. ᾐτοῦμεν δὲ δι' ἐκείνης εὔνοιάν τε τὴν παρὰ σοῦ καὶ βοήθειαν καὶ τὸ δοῦναί τέ σε τὰ γράμματα παρεῖναί τε τοῖς ἀναγιγνωσκομένοις καὶ ποιεῖν ἰσχυρὰ τοῖς παρὰ σοῦ ῥήμασι. μέγα δ' ἂν ἐν τοῖς τοιούτοις ἐνέγκαι τι καὶ νεῦμα.

[2] ἐνθυμοῦ δὲ ὅτι σοι φεύγειν οὐκ ἔνι τήνδε τὴν βοήθειαν διὰ τὴν ἀπὸ τῆς προτέρας ἀνάγκην. ὁ γὰρ ἐμῷ παιδὶ βεβοηθηκὼς Εὐσεβίῳ πῶς οὐκ ἂν καὶ Ἀρραβίῳ παιδί γε ὄντι καὶ αὐτῷ καὶ μᾶλλόν γε ἢ 'κείνῳ; τὸ μὲν γὰρ τῶν λόγων καὶ παρὰ τῷδε, τὸ δὲ καὶ δι' αἵματος οὐ παρ' ἐκείνῳ.

[961]

Παύλῳ.

[1]    Πρὸς εἰδότας ἔγραψας ἃ γέγραφας. ἡμῖν τε γὰρ ἦν ἐπιμελὲς εἰδέναι τὰ σὰ τῶν τε ἀπαγγελούντων οὐδὲν ἠπορήσαμεν πολλῶν ὄντων τῶν τὰ τηλικαῦτα εἰδότων. μεγάλα γὰρ δὴ τὰ σὰ καὶ οὐκ ἂν ἠγνοεῖτο.

[2] συγχαίρω δέ σοι κρείττονι τοῦ καιροῦ γεγενημένῳ· παρὰ μὲν γὰρ ἡμῶν πολὺ τὸ πετόμενον, σοὶ δ' οἱ γευσάμενοί σου μένοντες καὶ μένοιεν καὶ μήποτε πεισθεῖεν εἶναι τὰ χείρω βελτίονα.

[3] τῷ κάλλει δέ με τῆς ἐπιστολῆς εὐφράνας καὶ τῷ ποιῆσαί μοι τὸν υἱὸν ὁμώνυμον ἐλύπησας τῇ συκοφαντίᾳ μνημονεύσας ὀργῆς οὐκ οὔσης. οὔτε γὰρ δὴ σὺ περὶ ἡμᾶς ἐγένου κακὸς ἡμεῖς τε οὐκ ἂν πρὸς ἀγαθὸν ὠργιζόμεθα. τὸ δὲ μήτ' ἐμὲ πρὸς σὲ πολλοῦ χρόνου γράψαι μήτ' αὖ σὲ πρὸς ἐμὲ τῶν ἀσχολίαις κεκωλυμένων ἐστίν.

[962]

Σωπόλιδι.

[1]    Εὐδαίμονα χρὴ καὶ νομίζειν καὶ καλεῖν τὸν τοιαύτης μὲν ἑορτῆς μετεσχηκότα καὶ τεθεαμένον θεὸν τὸν αὑτοῦ νεὼν τὸν ἐν ἄστει κομιζόμενον μετὰ τὴν ἔξω τείχους διατριβὴν τὴν κατὰ νόμον. πῶς γὰρ οὐκ εὐδαίμων ἦν ὁρῶν αὐτόν τε τὸν θεὸν καὶ οἷς ἐτιμᾶτο;

[2] εὐδαίμων δὲ πάλιν διὰ πολλῶν τόπων ἐν ὀλίγαις ἡμέραις δραμὼν καὶ λέγειν ἔχων· εἶδον Ἄρειον πάγον, εἶδον Ἀκρόπολιν, εἶδον τὰς μετὰ πολλὴν ὀργὴν διηλλαγμένας θεὰς ἤδη τῶν αἰτιῶν ἀφειμένου τοῦ τῷ πατρὶ βεβοηθηκότος. εἶδον καὶ τὴν δι' ἀγῶνος κτησαμένην τὴν πόλιν, τὴν Ἐρεχθέως τροφόν.

[3] ἐκεῖνον μὲν οὖν ὧν τεθέαται μακαρίζω, σὲ δὲ οὐ μόνον τοῦ καὶ τούτων καὶ πολλῶν ἑτέρων ἀπολαύειν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ καὶ τοῦ κάλλους τῆς ἐπιστολῆς, ἥν μοι δοκεῖς οὐκ ἄνευ τοῦ Διονύσου γράψαι· πρὸς τοσοῦτον ἥκει χαρίτων.

[4] ἠρόμην δὲ τὸν δόντα μοι τὴν ἐπιστολὴν περὶ τῶν τοῦ παιδὸς πληγῶν, καὶ μεγάλα ἀκούσας οὐκ ἠπίστησα, οὐδὲ γὰρ τοῖς ποιηταῖς θαυμάζουσι Νεοπτόλεμον. τὸν γὰρ ἐκ τοιούτων ἔδει δήπου καὶ τοιοῦτον εἶναι καὶ ταράττειν δύνασθαι φάλαγγας, ὥσπερ αὖ καὶ ὁ πατήρ, οἶμαι δὲ καὶ ὁ πάππος.

[5] φιλείτω τοίνυν με καὶ ὁ καλὸς Ἀψίνης. δίκαια γὰρ ἂν ποιοίη γέροντα φιλῶν καὶ συνευχόμενον αὐτῷ.

[963]

Σιβουρίῳ.

[1]    Οὕτως ἥσθην σου τοῖς γράμμασιν, ὥστε δοὺς αὐτὰ τῶν νεανίσκων τισὶν ἐκέλευσα διὰ πάσης φέροντας τῆς πόλεως δεικνύειν οἷς ἄξιον, ὅπως τε σὺ ἐπαινοῖο τιμῶν τὸ χρῆμα τῶν λόγων ἐγώ τε ζηλωτὸς εἴην ὑπὸ τοιούτων τιμώμενος. καὶ συνερρύησαν δὴ πολλοὶ παρ' ἐμὲ τῆς ἀναγνώσεως τοῦτο πεποιηκυίας.

[2]

ἦν ἂν οὖν ζηλωτότερος, εἰ παντὸς τοῦτο ἦν τοῦ παρελθόντος χρόνου· νῦν δ' ἃ χρῆν ἐπὶ πολλοῖς ἥκειν γράμματα, πρῶτα ἀφῖκται, βουλοίμην δ' ἂν αὐτὰ μὴ καὶ μόνα.

[3] τούτου δὲ σὺ κύριος, ὃς εἰκότως ἂν αὐτὸ ποιοίης τῆς τε φιλίας μοι τῆς σεαυτοῦ μεταδοὺς καὶ τὸν ἀδελφὸν εἰδὼς ταὐτὸ πεποιηκότα, τὸν βουληθέντα μέν μοι καλλίω ποιῆσαι τὴν τάξιν, πρᾴως δὲ ἐνηνοχότα καὶ τὸ διώσασθαί με.

[4] φρονῶν τοίνυν ἐπί τε τῇ 'κείνου περὶ ἐμὲ γνώμῃ μέγα καὶ δὴ καὶ τῇ σῇ τὸν μὲν ἐν λειμῶσιν εὔχομαι τοῖς ἐκεῖ διατρίβειν, σὲ δ' ἡμῖν εἰς μῆκός τε βίου προελθεῖν καὶ δεῦρο ἐλθεῖν. ποιήσεις γὰρ ἡμᾶς ταῖς συνουσίαις βελτίονας, οὓς ἡδίους ποιήσει φανεὶς ὁ δείξων τοῖς ὑπ' αὐτὸν ἐσομένοις ἐν αὑτῷ τὸν πατέρα.

[964]

Ἱεροφάντῃ.

[1]    Πολλὰ ἀγαθὰ γένοιτο καὶ τῷ γεγραφότι καὶ τῷ κεκομικότι τὰ γράμματα. πάνυ γὰρ ἐλπίζω τὸν μετὰ ταῦτα χρόνον ἀμείνω τοῦ πρὸ αὐτοῦ ἔσεσθαι τῆς σῆς φωνῆς τε καὶ χειρὸς τὸν χειμῶνα λυούσης.

[2] χειμῶνα δὲ λέγω νῦν τὴν ἐκ πολλῶν συνειλεγμένην λύπην. τά τε γὰρ κατὰ τῶν ἀγαλμάτων τετολμημένα πληγὴ μεγάλη τό τε καταπεπατῆσθαι μὲν τῶν ἡμετέρων λόγων τὴν βασιλείαν, μεθεστάναι δὲ ἑτέρωσε τὸ κράτος πληγὴ καὶ αὐτὸ δευτέρα τις νοσήματά τε ἄλλο ἐν ἄλλῳ μέρει τοῦ σώματος οἰκοῦντά μοι χαλεπὰς μὲν ἐργάζεται τὰς νύκτας, ἀηδεστέρας δὲ τὰς ἡμέρας πολλοί τε τῶν εὖ παθόντων ὑφ' ἡμῶν οὐ βούλονται τῶν εὖ παθόντων εἶναι.

[3] καὶ τοῦτο δ' ἂν δάκοι καρδίαν· φίλοι τε ἡμῖν ἀδελφῶν τεθνᾶσι κρείττονες τῶν τ' ἀρχόντων οὐκ ὀλίγοις τεθνηκέναι δοκοῦμεν, ὃ βοηθείας ἀποστερεῖ τοὺς δεομένους βοηθείας. ἀλλ' οὐδὲ ἡμῖν αὐτοῖς ὑπάρχει βοηθεῖν τὰς μείζους βοηθείας, ἃς οἶσθα.

[4] ταῦτ' οὖν καὶ πρὸς τούτοις ἕτερα λήξειν ἡγοῦμαι τῆς σῆς ἐλθούσης ἡμῖν ἐπιστολῆς. καὶ κατὰ τοῦτο οὖν εἰκότως ἂν πολλάκις ἡμῖν γράφοις, ὅπως ἧτται πολλαὶ γίγνοιντο τῶν χειρόνων. εἰ δὲ προσθείης τοῖς γράμμασι καὶ τὸ διαλέγεσθαί τι τοῖς θεοῖς ὑπὲρ ἡμῶν, λαμπροτέραν ἔσῃ πεποιημένος τὴν ἐπικουρίαν.

[965]

Κλήμεντι.

[1]    Γλῶττα ἀγαθὴ περὶ γλώττης ἀγαθῆς, Ἀσκληπιὸς περὶ Κλήμεντος ἀπήγγειλεν ἡμῖν ἐφ' οἷς ἥσθημεν. ἀπήγγειλε δὲ ζῆν τέ σε ἐν τοῖς ἔμπροσθεν πόνοις τοῖς καλοῖς, καλοὶ γὰρ δήπουθεν οἱ περὶ φιλοσοφίαν, καὶ ποιεῖν οὐκ ὀλίγους εἰς τὰ σὰ βλέποντας δικαιοτέρους.

[2] ποιεῖς δὲ καὶ ἡμῖν τὰ περὶ τοὺς λόγους βελτίω τῷ παρὰ σαυτοῦ λόγῳ τῷ δίκαιόν τε ἀραμένῳ πόλεμον καὶ νενικηκότι· ὃν οὐκ ἀναγνόντες τὸ πρῶτον, εἶτα κατεθέμεθα δήσαντες, ἀλλ' ἀεί τε ἡμῖν λέλυται καὶ ἀνέῳκται καὶ διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν ἔρχεται.

[3] ἐγὼ δὲ ἐβουλόμην μὲν μηδὲν ἔχειν ἐγκαλεῖν, σὺ δ' ἀναγκάζεις τοῦτο ποιεῖν στὰς ἐπὶ τῶν πρώτων ὧν ἔπεμψας, πέμψας ἂν εἰκότως πολλοὺς τοὺς ‹ἐφ'› ἑκάστου λόγους· πολλοὺς γὰρ δήπου καὶ ἐργάζῃ καί σοι συνεχὴς οὗτος ὁ τόκος κρατούντων ἀεὶ τῶν δευτέρων.

[4]

πῶς οὖν ἡμῖν ὁ Ἀριστείδης Ἀσκληπιὸς οὐχὶ καὶ τούτων ἐκόμιζε μέλλων γε δώρων τὰ μέγιστα κομιεῖν; ἔστι μὲν γὰρ καὶ αὐτὸς δῶρον ἡδυεπής τις ὢν οὐχ ἧττον ἢ ὁ Νέστωρ, μᾶλλον δ' ἂν ἀμφοτέροις εὔφρανε.

[5] βουλοίμην δ' ἂν αὐτὸν διὰ τῶν ἀγρῶν ἐλθόντα ταῖς φροντίσι τὰ ἀρχῇ προσήκοντα φροντίσαι καὶ περὶ τῶν Σύρων. καί σου γράμματα περὶ αὐτοῦ τούτου πεμπέσθω πρὸς τὸν ἄριστον Εὐτυχιανὸν λέγοντά τι καὶ περὶ τῶν ἐμῶν πρὸς σὲ περὶ τῆς ἀρχῆς γραμμάτων.

[966][t]

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ.

[1]    Φιλίππῳ τούτῳ δεῖ τῆς παρὰ τοῦ ἀδελφοῦ τοῦ ὑμετέρου βοηθείας. πιστεύει γὰρ οὕτως ἂν ἰσχυρότερα αὑτῷ γενέσθαι τὰ δίκαια, καὶ πιστεύει γε καλῶς.

[2] κτησάσθω τοίνυν τὴν βοήθειαν δι' ὑμετέρας ἐπιστολῆς, ὑπὲρ ἧς ἐμοί τε καὶ ὑμῖν εἴσεται χάριν, τοῦ πεῖσαι μὲν ἐμοί, τοῦ πεισθῆναι δὲ ὑμῖν.

[967]

Πρόκλῳ.

[1]    Φιλίππου συγγενὴς οὗτός ἐστι Φίλιππος, Φιλίππου τοῦ πολλαῖς τε καὶ καλαῖς πράξεσιν ἄνευ ὀργῆς ἐπιτεθεικότος τέλη. πολλοῖς δὲ οὗτος ὡμιληκὼς σοφισταῖς καὶ παρ' ἑκάστου λαβὼν ὃ παρ' ἑκάστου λαβεῖν ἔδει, φυγὼν τοὺς ἐν τῷ συνδικεῖν πόνους ἧκεν ἐπί τινα ζώνην.

[2] τὴν πενίαν δὲ οὐδ' οὕτω λύσας ἔρχεται παρ' ὑμᾶς σωθήσεσθαι τῇ σῇ δικαιοσύνῃ πεπεισμένος. ἀκούων δὲ ἥδεσθαί σε ταῖς ἡμετέραις ἐπιστολαῖς ταῖς οὐ καλαῖς μέν, σοὶ δὲ δοκούσαις ᾔτησέ τε καὶ αἰτήσας ἔλαβε, καὶ διὰ τὴν σὴν φιλίαν καὶ δύναμιν εὐεργέτης ἀνθρώπων ἐγώ.

[968]

Δομετίῳ.

[1]    Ὑπὲρ Τυρίων ἐπιστολαὶ πρὸς ἐμὲ μὲν ἦλθον ἀπὸ Φοινίκης δύο, πρὸς ἄλλον δέ τινα τέτταρες. τῶν οὖν ἑταίρων τινὲς ὕβριν ἐκάλουν τὸ πρᾶγμα λέγοντες· οὐκ ἴσον δύο καὶ τέτταρες.

[2] εἶπον δὴ πρὸς αὐτοὺς ὅτι μὴ χρὴ θαυμάζειν εἰ μὴ καὶ πρὸς ἐμὲ τέτταρες, ἀλλὰ μᾶλλον, ὅτι καὶ δύο. πρὸς γὰρ δὴ τὸν οὕτως ἀσθενῆ μάταιον πέμπειν ὑπὲρ τοιούτων ἐπιστολάς· παρ' ᾧ δὲ τὸ δύνασθαι, τοῦτον ἔδει μὴ τέτταρας μόνον, ἀλλὰ καὶ πολλάκις εἰληφέναι τοσαύτας.

[969]

Ἡρακλειανῷ.

[1]    Οὗτός ἐστι Δίφιλος ὁ Δαναοῦ τὸ τοῦ πατρὸς ποιῶν, διδάσκων ὥσπερ ἐκεῖνος, καὶ ἦν μέν μοι καὶ βελτίω τοῦ πατρὸς αὐτὸν εἰπεῖν, ἀρκεῖ δὲ μὴ χείρω. τοὺς παλαιοὺς δὲ ποιητὰς εἰς τὰς τῶν νέων ψυχὰς εἰσάγων καὶ αὐτός ἐστι ποιητὴς ἀγαθός, ὡς παρέχειν πρὸς αὐτὸν τοῖς ἀκούουσι λέγειν ἃ πρὸς τὸν Δημόδοκον ἔφη τις παρ' Ὁμήρῳ.

[2] Δίφιλος δὲ τῶν μὲν εἰς τὴν οἰκίαν σου πολλάκις ἐστὶν ἐλθόντων, τῶν δὲ οὐδ' ἅπαξ ἰδεῖν σε δυνηθέντων. χώριζε τοίνυν τά τε τῆς γνώμης τά τε τῆς τύχης καὶ οὐ φήσεις ἐρρᾳθυμηκέναι τὸν ἄνδρα οὐδὲ τῶν αὑτῷ συμφερόντων γεγενῆσθαι προδότην. ἐχέτω τοίνυν καὶ οὐκ ἰδών σε πρότερον, ἅπερ ἄν, εἰ καὶ πολλάκις ἦν ὡμιληκώς.

[3] τιμήσεις δὲ Δίφιλον οὐκ ἀμισθὶ μέλλων γε αὐτὸν ἕξειν ᾄδοντα τὴν σὴν ἀρχήν. ἧς δὴ τὸ κάλλος ὁρᾷ. ταῖς δὲ τοιαύταις ἀρχαῖς δεῖ δήπου καὶ στομάτων καλῶν, ὑφ' ὧν ἀθάνατος ἡ μνήμη γίγνεται τοῖς πράγμασιν.

[4] ἴσθι δὲ ἐν τοῖς περὶ τοῦτον καὶ Παλαιστίνην εὐφρανῶν, ἐν ᾗ ποιεῖται τὰς συνουσίας, κἀκείνους οἷς ἐφέστηκας, ἐν οἷς ἔφυ· οὓς εἴ τις ἔροιτο, τίνι μεγίστῳ φιλοτιμοῦνται, Δαναὸν ἐροῦσι καὶ Δίφιλον.

[970]

Πρόκλῳ.

[1]    Ἕπεσθαι τοῖς πατράσιν ἀξιῶν Ἀργύριος ὁ πολιτευόμενος ἐπὶ ταῖς καλαῖς λειτουργίαις διά τε θηρίων καὶ τῶν πρὸς ταῦτα μαχομένων ἀνθρώπων εὐφραίνει τὴν πόλιν ἡμῖν.

[2] καλὸν δὲ αὐτῷ τοῦτο γενέσθαι παρ' ὑμῶν, ὃ καὶ τῷ πατρὶ τῷ τοῦδε παρὰ τοῦ τότε ἐν ᾧπερ νῦν ὁ σὸς κάθηται καθημένου. τουτὶ δὲ ἦν πόροι καὶ χρήματα, μέρος τῆς δαπάνης οὐ μικρὸν συνδιαφέρον τὸν περὶ ταῦτα πόνον, ἐπικουρία τις τοῖς ἔνδοθεν ῥέουσιν ἀπὸ τοῦ προστεθέντος, ἡδονὴ δὲ οὐ μείζων τοῖς λαμβάνουσιν ἢ τοῖς διδοῦσιν. οὕτως ἐν τῷ τὰ τοιαῦτα βοηθεῖν κερδαίνειν ἐνόμιζον.

[3] ἀπαιτοῦμεν δὴ διὰ σοῦ τὸν εὐδαίμονα Τατιανόν, ‑ πῶς γὰρ οὐκ εὐδαίμων τοιοῦτος μὲν αὐτὸς ὤν, διὰ τοιούτου δὲ παιδὸς τοιαῦτα δεικνύς; ‑ ἀπαιτοῦμεν οὖν ἴσα, μᾶλλον δὲ καὶ μείζω παρὰ πολὺ κρείττονος, ἐπεὶ καὶ οὐκ ὄντων παραδειγμάτων αὐτὸς ἂν τοῦτον ἡμῖν εἰκότως ἐτίθει τὸν νόμον.

[971]

Φωτίῳ.

[1]    Πάλιν σοι χαρίζομαι· μέλλω γὰρ αἰτεῖν τι πάλιν, καὶ σὺ δήπου δώσεις. ἀκριβῶς οἶδα τοῦτο ἐγώ. φέρει δέ σοι ταῦτα ἡδονὴν ἀμφότερα, διόπερ ἐν εὐχῇ σοι πολλοὺς εἶναι τοὺς δι' ἐμοῦ σου δεομένους, ὅπως ἂν εἴην πολλὰ εὖ πεπονθὼς ὑπὸ σοῦ.

[2] ἴθι τοίνυν, μιμοῦ τὰ σαυτοῦ καὶ ῥήμασιν οὐ πολλοῖς Ἀργυρίῳ τὴν ἐν χερσὶ λειτουργίαν τὴν πάνυ βαρεῖαν ποίει μὴ πάνυ βαρεῖαν. ὀφείλεις δὲ αὐτῷ χάριτας ἴσως μὲν καὶ ὑπὲρ σοῦ, πάντως μὴν ὑπὲρ ἐμοῦ τοῦ παρ' αὐτοῦ πάντα δὴ τὸν χρόνον καὶ λόγοις καὶ ἔργοις τετιμημένου.

[972]

Ῥιχομήρει.

[1]    Ἐξετάζων ἐγὼ τὰ παρὰ τῶν θεῶν εἰς ἐμὲ χρηστὰ τοῦτο μέγιστον εὑρίσκω, τὴν σὴν φιλίαν, καὶ τιμῶ τὴν ἡμέραν ἐκείνην, ἣ τοῦτ' ἐδέξατο, ὅτε πρῶτον ἰδόντες ἀλλήλους συνήσθημέν τε ἀλλήλοις καὶ ἐποιοῦμεν οἷα ἂν οἱ πολύν τε χρόνον ὡμιληκότες καὶ διὰ μακρᾶς συνηθείας ἥκοντες. καὶ ἐπειδὴ ἦν ἀνάγκη μένειν μὲν ἐμοί, πορεύεσθαι δὲ σοί, μετὰ δακρύων ταῦτα ἐπράττετο.

[2] σοὶ μὲν οὖν ἡ φήμη μικρὰ περὶ ἡμῶν ἐκόμιζεν, ὡς λέγομέν τε καὶ γράφομεν νέων τε ἐν μέσῳ καθήμεθα μανθάνειν τι τῶν ἡμετέρων ἢ πειθομένων ἢ ἀναγκαζομένων· τὰ σὰ δὲ λαμπρά τε καὶ σεμνὰ καὶ μεγάλα, στρατηγίαι τε καὶ μάχαι καὶ νῖκαι καὶ τὸ μὴ εἶναι τύραννον μηδὲ δοῦλον τὸν ἐλεύθερον θεόντων ἐφ' ἅπαν τῶν καλῶν βασιλέως τε καὶ σοῦ καὶ τὰ μὲν σοφίᾳ, τὰ δὲ χερσὶν αἱρούντων.

[3] ταυτὶ μὲν οὖν λόγων τῶν μὲν τετύχηκε, τῶν δὲ τυγχάνει, τῶν δὲ τεύξεται. καὶ μισθὸς τοῖς κατωρθωκόσιν οὗτος ὥσπερ τοῖς μετ' Ἀγαμέμνονος ἃ τοῖς ἔργοις προσέθηκεν Ὅμηρος.

[4] αἰτοῦμεν δὲ παρὰ τῶν θεῶν τε καὶ ὑμῶν ἐλθεῖν τε ὑμᾶς ὡς ἡμᾶς καὶ τὴν ἐπιθυμίαν ἡμῖν ἐμπλῆσαι καὶ καλλίω ποιῆσαι τὴν Δάφνην τῷ τοῦ βασιλέως κάλλει.

[5] καὶ γὰρ εἰ μὴ Ῥώμη γε ἡμεῖς, μήθ' ἡ μήτηρ μήθ' ἡ παῖς, ἀλλ' οὐκ ἀναξία γε τῆς τοιαύτης δωρεᾶς χαίρουσα πόλις ἐν ταῖς τοῦ κρατοῦντος εὐπραξίαις καὶ τῷ μήπω τεθεᾶσθαι τὸν θεοειδῆ λυπουμένη.

[973]

Τῷ πατριάρχῃ.

[1]    Μέγαν μὲν ἡμῖν Φιλιππιανὸν καὶ ἡ ζώνη ποιεῖ, μέγαν δὲ καὶ ὁ τρόπος ἀρετῆς ἐπιθυμῶν, μέγαν δὲ καὶ ὁ δώσων ἀγαθὰ ταῖς ὑμετέραις πόλεσι Φιλιππιανὸν φιλῶν.

[2] γίγνεται δὲ καὶ τούτῳ μέγας, τῷ τῆς σῆς ἐρασθῆναι φιλίας καὶ ταύτην αὑτῷ βουληθῆναι γενέσθαι δι' ἐμῆς ἐπιστολῆς. ἀπολαυσάτω τοίνυν τῶν παιδικῶν καὶ γεγράφθω φίλος καὶ οἷς ἐρεῖ περὶ τῶν ἐσομένων πρὸ τῶν ἔργων εὐφραινέτω.

[3] δύναμαι δέ σε καὶ αὐτὸς εὐφραίνειν τοῖς εἰρημένοις περὶ σοῦ πρὸς ἐμὲ παρὰ τοῦ τὸν πατέρα καλῶς δεικνύντος Σιβουρίου. τοὺς γὰρ ἐπαίνους οἷς ἐχρώμην κατὰ σοῦ πλείοσιν ἔστησε τοῖς παρ' ἑαυτοῦ.

[974]

Τῷ αὐτῷ.

[1]    Οὐχ ἵνα κτήσηταί σου τὴν φιλίαν ὁ χρηστὸς Εὐθύμιος, ἔδωκα τὴν ἐπιστολήν, ἔχει γάρ, ἀλλ' ἵνα γένηται μείζων ἐκείνη διὰ τὴν πρὸς ἐμὲ χάριν. οἶδα γὰρ ὡς ἐθελήσεις τούτῳ κοσμῆσαι τὴν ἐπιστολήν, ὥσπερ αὖ πολλὰς πρὸς τῇδε δι' ἴσων.

[2] ὁ μὲν οὖν ἀνὴρ οἷός τε βοηθεῖν τοῖς χρῄζουσι συνδίκου καὶ λόγοις ἰσχύων καὶ νόμοις, κενὸν δὲ περιφέρων βαλάντιον βούλοιτ' ἂν αὐτὸ μὴ κενὸν περιφέρειν. τούτου δὲ μετὰ τὴν Τύχην σύ τε καὶ ὁ ἄρχων κύριοι, καὶ μᾶλλόν γε σὺ ἢ ὅτου γε τὸ ἄρχειν ἐστίν.

[975]

Σιβουρίῳ.

[1]    Εἷς σὺ τῶν ὑπὸ τοῦ Διὸς ἀγαπωμένων. οὐκοῦν καὶ μιμεῖσθαι δίκαιος ἂν εἴης τὸν Δία. τῷ Διὶ δὲ νόμος ὅσα νεύσειεν ἐπιτελεῖν. οὐκοῦν καὶ σοὶ τῷ νόμῳ τούτῳ χρηστέον.

[2] καὶ ἐπειδήπερ ἔνευσας ἐν τοῖς λόγοις, οὓς περί τε τῆς ἀρετῆς Εὐθυμίου καὶ πενίας ἐποιούμεθα, πρόσθες τὸ ἔργον καὶ λύε τὴν πενίαν ἑπόμενος τῷ τὰ πάντα πεποιηκότι θεῷ.

[976]

Πρισκίωνι.

[1]    Οὔπω τὸν οἶνον ἐπῃνέσαμεν, οὔπω γὰρ αὐτοῦ πεπώκαμεν· οἶμαι δ' ὡς ἐπαινεσόμεθα πιόντες· οὐ γὰρ ἂν σύ γε μὴ τοιοῦτον ἔπεμψας. ὃν πείθομαι μὲν σῶν ἀμπέλων ἔγγονον εἶναι, μεμνημένος δὲ ὧν ἡνίκα σε πέμπειν ἐκέλευον ἔφην οὐχ ἕτερος ἔσομαι.

[2] ὃν δὲ ἔφησθα κακὸν περὶ σὲ γεγονέναι καὶ ταῦτα πολλοὺς πολέμους ὑπὲρ αὐτοῦ πεπολεμηκότα, ἴσθι πονηρᾷ μὲν τύχῃ περὶ τὴν ὁδὸν χρησάμενον καὶ πολλὰ τοῦ σώματος τετρωμένον περί τε τῆς συμβάσης ὑμῖν ἔχθρας εἰπόντα οὐδέν, ἀλλ' οὐδὲ ἀκούσαντα τῶν τε περὶ τὸ σχῆμα λόγων εἰς μῆκος προϊόντων καὶ σοῦ στήσαντος ἡμῖν ὅρους οὓς οἶσθα.

[3] νομίζω δὲ ἐν συνουσίαις ἄλλαις ἐθελῆσαι ἂν αὐτόν τι καὶ περὶ τούτων εἰπεῖν. ἀλλ' ὁ μὲν ἴσως κατηγορήσει θεῶν, ὑπὲρ σοῦ δὲ ὁ χρόνος καὶ ἀπόντος φθέγξεται ὁ μηδὲν ἐν μηδενί σου φαῦλον μήτε μεῖζον μήτε ἔλαττον ἐνιδών.

[977]

Εὐσεβίῳ.

[1]    Ὧι μάλιστα πιστεύεις καὶ δι' ὅτου σοι τὰ πολλὰ τῶν σῶν πέπρακται, περί τε τῆς σῆς ὀργῆς ἀπήγγειλε καὶ τῶν πεποιηκότων αὐτὴν ῥημάτων, αὐτὸς μὲν ὢν ὁ συκοφαντῶν, ἄλλον δέ τινα δοκεῖν βουλόμενος τοὔνομα τοῦ παρωξυγκότος οὐ λέγων.

[2] ἐγὼ οὖν κτῆμά τε μέγα τὴν σὴν ἡγούμενος φιλίαν καὶ δείσας περὶ τῷ κτήματι δικαίως ἂν ἐπαινοίμην παρὰ σοῦ. καὶ κατηγορούμην δ' ἂν εἰκότως, εἰ μὴ ἐδεδοίκειν. εἶχε δέ, οἶμαι, λόγον ὁ φόβος τῆς ἀπάτης ἀεί τε οὔσης καὶ πολλαχοῦ μέγα δεδυνημένης.

[3] ὡμιληκὼς δὲ Ὁμήρῳ σὺ καὶ ὅθεν Εὐρυσθεὺς μὲν ἐπέταττεν, Ἡρακλῆς δὲ ἐπετάττετο, παρ' αὐτοῦ μαθὼν μὴ μέμφου τὸ γενόμενόν μοι δέος μηδ' ὑβρίσθαι νόμιζε πρὸς τὰ τοῦ Διὸς βλέπων.

[4] τοῦ σεσῶσθαι δὲ τὴν γυναῖκα τοσαύτην ἔχω σοι χάριν, ὅσην ἄν, εἰ αὐτὸς ἐν ἴσοις κακοῖς ἴσων ἀγαθῶν ἐτετυχήκειν. [978] [t]

Ἐλευσινίῳ.

[1]    Πατρὸς ἀγαθοῦ γεγονὼς οὑτοσὶ Γερόντιος τὸ τοῦ πατρὸς ποιῶν ἧκέ τε παρ' ἐμὲ καὶ πόνοις οἷσπερ ἐκεῖνος ἐχρήσατο, λέγει δὲ οὔπω μὲν ὥσπερ ἐκεῖνος, ἥξει δὲ ἴσως εἰς τὴν αὐτὴν δύναμιν ἐν ἴσῳ χρόνῳ.

[2] τοῦ δ' αὖθις αὐτὸν ἐν ταῖς αὐταῖς γενέσθαι διατριβαῖς σὺ κύριος καὶ παρὰ σοῦ μόνου τοῦτ' ἂν αὐτῷ γένοιτο. σὺ γὰρ δὴ μόνος ἂν αὐτῷ τὰ τῶν πραγμάτων ἰάσαιο τραύματα, περὶ ὧν δι' ἐπιστολῶν ἀκούσας, ἦλθον γὰρ ὀδυρμὸν ἔχουσαι, ῥίψας μετὰ δακρύων τὰ βιβλία δρόμῳ δέδωκεν ἑαυτὸν εἰπὼν ἡμῖν διὰ ταχέων ἐπανήξειν.

[3] ἐγὼ δὲ τοῦτ' ἀληθὲς ἡγησάμην οὐκ εἰς τὴν τοῦ νέου δύναμιν ἰδών, ποία γὰρ ἢ πόθεν; ἀλλ' εἰς τὴν σὴν φύσιν τε καὶ γνώμην, ὑφ' ὧν ἡγῇ κερδαίνειν, εἴ τι βοηθήσαις εἰς κτῆσιν λόγων ἀνθρώπῳ πεπαιδευμένῳ.

[979]

Εὐτροπίῳ.

[1]    Ἔδει σε καὶ τοῦτο μαθεῖν, ὅτι με τῶν πάνυ φιλούντων ἐστὶν ὁ καλὸς κἀγαθὸς Λεόντιος καὶ οὐχ ἧττόν γε ἢ σύ. καὶ τοῦτο ποιεῖν οἴεται δεῖν, ἴσως μέν τι καὶ ἐν ἐμοὶ κατιδὼν ἐπιεικείας, μᾶλλον μέντοι διὰ τὸ πεπεῖσθαι σὲ ταύτῃ ποιήσειν ἡδίω.

[2] δέδεκται γὰρ ἅπαν τὸ οἰκούμενον τῆς γνώμης τὸν λόγον, ἣν ἔχων περὶ ἡμᾶς τυγχάνεις, καὶ οἷα μὲν ἐν συμποσίοις λέγεις, οἷα δὲ ἐν δικαστηρίοις τοῖς τε ἄλλοις καὶ ἐν ᾧ βασιλεὺς κινεῖ τὰς ὑπὲρ τῶν λόγων καὶ βουλὰς καὶ φροντίδας.

[3]

ἑπόμενος δή σοι Λεόντιος τιμαῖς με τιμῶν διατελεῖ τοιαύταις οἵαις ἂν τὸν πατέρα καὶ τοσοῦτον ἰσχύει φαινόμενος ὥστε καὶ λύπας ἐγκαθημένας ἀπελαύνειν, ὁπόταν τοῦτο ποιῇ.

[4] ποιεῖ δέ μοι τὰς πρὸς αὐτὸν συνουσίας ἡδείας ἄλλα τε καὶ τὸ μηδὲν ἄλλο μήτ' ἀκούειν ἐθέλειν μήτε λέγειν ἢ τοὺς περὶ τῶν σῶν ἐπαίνους τρόπων, ἐν οἷς δικαιοσύνη καὶ φρόνησις καὶ τὸ ὅ τι δόξειε χρῆναι ποιεῖν, πάντως εἰς τέλος ἄγειν.

[5] τούτων δὴ τῶν ἀγαθῶν καὶ τὸν ἄριστον Λεόντιον ἀπολαύσειν ἡγοῦμαι βοηθοῦντα μὲν ἀγαθῇ γυναικί, βοηθοῦντα δὲ παισὶν ἀνδρὸς πλεῖστα δὴ πολεμίους λελυπηκότος. οὗ ἴσως μὲν καὶ οἵδε ποτὲ γενήσονται, νῦν δέ γέ εἰσιν ἐν χερσί τε Μουσῶν καὶ λόγοις τοῦ πατρὸς αὐτοὺς βουληθέντος αὑτοῦ ποιῆσαι τούτῳ βελτίους.

[6] ἐπανερχέσθω τοίνυν ἡμῖν ὁ φίλος ἐπαινῶν τὴν ὁδόν.

[980]

Σευηρίνῳ.

[1]    Οὐ σὲ τῆς τύχης ἀπολελαυκέναι φημὶ μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ἐν τοῖς σοῖς καὶ πρώτοις καὶ δευτέροις καὶ τρίτοις καὶ τοῖς ἐπ' ἐκείνοις καὶ δὴ καὶ τῷδε τῷ νῦν.

[2] καὶ εἰ φαίην μάλιστα δὴ σὲ τὰς τροπὰς εἰργάσθαι λαμπρὰς τῶν τὰς ἡμετέρας συκοφαντούντων συνουσίας, ὀρθῶς ἂν εἴην εἰρηκώς· οὕτω πολύς τε ἐρρύης ἐν δικαστηρίοις κἀν τοῖς ἑξῆς σχήμασι τὸν πεπαιδευμένον ἔδειξας καὶ δεικνύεις.

[3] ἀμειβόμενος τοίνυν με ταῖς πολλαῖς καὶ καθημέραν μάχαις αἷς πρὸς τοὺς οὐ τὰ αὐτά σοι περὶ ἡμῶν φρονοῦντας μάχῃ, κἀν τῷ τοῖς φίλοις ἡμῶν συμπράττειν ἀμείβου τὰ παρ' ἡμῶν, ἃ ἑώρα μὲν ὁ Ἑρμῆς, ἑώρων δὲ αἱ Μοῦσαι.

[4] τουτὶ δὲ εἰ νομίζοις δίκαιον, δίκαιον δέ σε τοῦτο νομίζειν, περὶ τὸν θαυμάσιον Λεόντιον ἁπάσῃ προσηκόντως ἂν χρήσαιο προθυμίᾳ μήτε λόγου μηδενὸς μήτ' ἔργου φειδόμενος, οὐδὲ γὰρ αὐτὸς ὑπὲρ ἡμῶν.

[5] ὃς ἀφῖκται μὲν ὡς ὑμᾶς ὑπὲρ δικαίων, ἕξει δὲ ἰσχυρότερα ταῦτα τῇ παρὰ σοῦ συμμαχίᾳ μέγα τι δυναμένῃ φέρειν καὶ βίῳ καὶ γλώττῃ. ὁ γὰρ ἀκούων τὸν μὲν αἰδούμενος, τῇ δὲ ἀγόμενος ταχὺς εἰς τὴν χάριν γίγνεται. καὶ τί ἄν τις λέγοι τοὺς ἄλλους; ἀλλ' ὅτῳ παρὰ τοῦ θεοῦ τὸ σκῆπτρον καὶ ὃς ἐκείνου μιμητὴν αὑτὸν πεποίηκεν, οὗτος ταῦτα μαρτυρεῖ προσέχων τε τοῖς λεγομένοις καὶ οὐδὲν ἐκβάλλων οὐδ' ὑποπτεύων.

[981]

Ἀνυσίῳ.

[1]    Τὰ πρὸς τὰ πρῶτά σου γράμματα παρ' ἡμῶν ἀπεσταλμένα σοι γράμματα καὶ ἥκειν ἡγοῦμαί σοι καὶ ἀνεγνῶσθαι καὶ μέμψει χώραν οὐ δοῦναι· ἄλλος δ' ἂν αὐτὰ καὶ ἐπαίνων ἔφησε τετυχηκέναι.

[2] πρὸς δὲ τὰ δεύτερά σου νῦν ἀποκρινόμεθα λέγοντες πάλιν ἃ πρότερον, ὅτι τῆς βεβοημένης τοῦ γενναίου Ῥουφίνου δικαιοσύνης καὶ αὐτοὶ πιστεύοντες ἀπολαύσειν εἰς ἄλλον μὲν οὐδένα βλέπομεν, εἰς σαυτὸν δὲ καταφεύγομεν.

[3]

ὃ καὶ παρ' Ὀλυμπίῳ νενικηκὸς ἐπιστάμεθα. ἐν γὰρ αὐτοῖς τοῖς περὶ τούτων λόγοις, ὁπότε τις αὐτὸν ἔροιτο, τί διανενόηται ποιεῖν, ἔλεγεν ἂν ὅτι πείθεσθαι σοὶ τῷ πλείστην δὴ πρόνοιαν τοῦ δικαίου πεποιημένῳ, καὶ προσετίθει πλῆθος παραδειγμάτων ἀφ' ὧν ἔχειν ἔφασκε θαρρεῖν.

[4] ταῦτα δὴ καὶ ἡμῖν παρέχει θαρρεῖν. καὶ μὴ ἀναβαλώμεθα μηδ' ὁ μέλλων αὐτὸ λύσειν μελλέτω. θαυμαστὸν δὲ οὐδὲν ἄνθρωπον ἐπείγεσθαι χρόνον οὕτω δὴ μακρὸν βεβιωκότα.

[982]

Σιβουρίῳ.

[1]    Ἔδει μὲν δικαίους περὶ δίκαιον δεσπότην τὸν σοφὸν Ἰάμβλιχον γενέσθαι τοὺς οἰκέτας· ἐπεὶ δὲ πονηρὸς εἷς δύ' ἑτέρους αὑτῷ ποιήσας ὁμοίους, ὧν ἅτερος εἴληπται, κεχώρηκεν εἰς τόπον θαρρεῖν τοῖς κακοῖς παρέχοντα, σὸν ἔργον, ὦ ἄριστε, γενέσθω τῇ περὶ τοῦτο ὀργῇ χάριν καταθέσθαι τῷ τῶν Ἑλλήνων γένει. τοιοῦτος γὰρ ἁνὴρ ὡς κοινὰ τἀκείνου πάντων Ἑλλήνων εἶναι.

[2] καὶ νῦν σοῦ δεικνύντος ἐν τοῖς τετολμημένοις σαυτὸν ἅπας ὅτῳ μέτεστι παιδείας ἡσθήσεται· οἷς οὖν ἐχρήσατ' ἂν ὁ πατήρ σου τὴν ἀρχὴν αὐτὸς ἔχων, τοιούτοις αὐτὸς φαίνου χρώμενος.

[983]

Τῷ αὐτῷ.

[1]    Οἶσθα τοὺς γενομένους ἡμῖν ὑπὲρ Ἰουλιανοῦ λόγους καὶ οἷα μὲν ἡμεῖς ᾐτήσαμεν, οἷα δὲ αὐτὸς ὑπέσχου. ταῦτ' οὖν εἰ μὲν καὶ ἐπιτετέλεσται, γράψον ὡς ἔχει πέρας· εἰ δ' οὔπω, γράψον ὅτι γε ἕξει πέρας, ὅπως ἡμᾶς εὐφραίνοις ἢ τοῖς εἰργασμένοις ἢ τοῖς ἐλπιζομένοις.

[984]

Πρισκίωνι.

[1]    Τοῖς ἐπὶ τοῖς λόγοις γιγνομένοις σοι κρότοις δὸς ἑτέροις ἐπαίνοις ἀφορμὴν τὸ διὰ πάντων συλλαβεῖν τοῖς ἥκουσιν ἐπὶ τοὺς κακῶς εἰς τὴν ὑμετέραν δραμόντας.

[2] καρπὸς δέ σοι καὶ ἕτερος πολὺ τοῦ προτέρου μείζων, οἱ θεοὶ τῇ σπουδῇ τῇδε τερπόμενοι πάντες καὶ πᾶσαι. πᾶσι γὰρ δὴ καὶ πάσαις πέπεισμαι μέλειν τῆς Ἰαμβλίχου ψυχῆς καὶ βούλεσθαι τοὺς περὶ αὐτὸν ἀδίκους ἐν τῷ διδόναι δίκην σφᾶς αὐτοὺς αἰτιᾶσθαι. [985] [t]

Φιλαγρίῳ.

[1]    Καὶ ἐπανῆλθεν ἡμῖν εὖ ποιῶν Ἀσκληπιός, ᾧ πεποίηκεν ἡμᾶς ἡδίους, καὶ τῷ μετὰ τῶν σῶν γραμμάτων πάλιν εὔφρανεν ἡμᾶς, καὶ τρίτῳ γε τοῖς λόγοις τοῖς περὶ τῶν ἀδελφῶν Ὀλυμπίου.

[2]

γέγονε δὲ καὶ αὐτὸς ἡδίων τοῖς Ὀλυμπίου λόγοις, οὓς ἠγνόει μὲν οὐδὲ πρόσθεν, νῦν δ' εὑρὼν καλλίους αὑτοῦ κάλλος τοῦτο νομίσας ἥσθη· πρὸς τοσοῦτον ἥκει τοῦ φιλεῖν εἰδέναι.

[3] ὁ μὲν οὖν νέος ἔδοξεν αὐτῷ τῶν ἡμετέρων ἔχειν· δεῖ δὲ καὶ ταύτῃ θαυμάζειν αὐτόν, ὅτι τούτων ἔχει πολλῶν ὄντων τῶν κωλυόντων ἔχειν.

[986]

Κλήμεντι.

[1]    Καὶ θαυμαζόμενος καὶ φιλούμενος ἦλθε, δι' ὅσων ἦλθεν ἐθνῶν, ὁ ῥήτωρ Ἀσκληπιὸς οὐδὲν δεόμενος θεάτρων εἰς τὸ δεῖξαι, τίς ἐστιν ἐν ῥώμῃ λόγων, ἀλλ' ἐν τοῖς ἀεὶ παροῦσιν ἀπὸ παντὸς τοῦ ῥέοντος δῆλον καθιστάς, ὧν εἴη παῖς.

[2] δοκεῖ μέντοι γενέσθαι τηλικοῦτος παρὰ σοῦ μᾶλλον ἢ ὧν ἂν εἴποι τις οὐδὲν τῆς ἀληθείας εἰδώς. σοὶ μὲν γὰρ ἁνὴρ ἤδη μᾶλλον μανθάνειν δυνάμενος συνδιέτριψε χρόνον πολύν, ἔργον δὲ σὸν ἀεί τι φθέγγεσθαι καλόν, ὃ καλλίω τὸν ἀκούσαντα ποιεῖ.

[3] καὶ νῦν ἐπειγόμενος καὶ μέλλειν οὐκ ἀξιῶν ἐρωτώμενος, ᾧ κατεπείγοιτο, τὰ ἄλλα εἴα πάντα, πατρίδα τε καὶ ἀγροὺς καὶ πόλιν καὶ οἶκον πατρῷον, σὲ δὲ ἔλεγε καὶ τὴν σὴν ψυχὴν καὶ τὴν σὴν φωνὴν καὶ ἃ τοῖς συνοῦσι δίδως, τὰ μὲν ἄνευ γραμμάτων, τὰ δὲ καὶ ἐν γράμμασι.

[4] τούτῳ μὲν οὖν, συνέσται γάρ, ἀμφοῖν ἔσται μετέχειν, ἡμῖν δὲ τοῖς ἀποῦσι γιγνέσθω τὸ δεύτερον ποιεῖν καὶ ἡμᾶς δυνάμενον βελτίους.

[987]

Τατιανῷ.

[1]    Ἔργα καταλιπὼν ἡμῖν ἀφορμὰς ἐπαίνων τῶν εἰς αὑτὸν ἔρχεται πάλιν ὡς ὑμᾶς Ἰνφάντιος ὁ καλὸς εἰπών τε ἃ χρὴ καὶ σιωπήσας ἃ δεῖ πράξας τε καὶ μὴ φρονήσεως ἐφ' ἑκάτερον ἀγούσης, οἷα δὴ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ γενναίου Μοδέστου, ὃς ἄλλῳ μὲν ἐμέμψατο ἂν ἴσως, ἄλλῳ δὲ οὐκ ἂν ἔδωκεν ἑαυτόν· ὥστε πολὺ τοῦτ' ἦν ἀκούειν παρ' ἡμῖν ὡς λίαν ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα.

[2] ὁ δὲ εὔχεται μὲν τἀκείνου καὶ μιμεῖσθαι καὶ δοκεῖν, εὔχεται δὲ ‹καὶ› τὰ σά, δι' ἃ σὺ καὶ πρὶν εἰς τοῦτο ἥκειν δῆλος ἦσθα τοῖς νοῦν ἔχουσιν ἥξων τῶν πραγμάτων αὐτῶν εἰς ἐπικουρίαν τὴν αὑτῶν τὴν σὴν ἀρετὴν καλούντων.

[3] ἀλλὰ καὶ ὁπότε παρὰ τὸν Ἰνφάντιον ἔλθοιμεν, ἠρχόμεθα δὲ οὐκ ὀλίγοι θαυμάζοντές τε τὸν τρόπον καὶ χάριτας δικαίας αἰτήσοντες, ἡδέως μὲν εἰς τὰς εὐφημίας εἰσῄει τὰς περὶ σοῦ, ἡδέως δὲ ἐνδιατρίβων ἀηδῶς ἐξῄει τῷ τε πάνυ σε φιλεῖν ἐκτᾶτο φίλους· οὕτως ἡμῖν ἐγοήτευσας τοῖς ἀγαθοῖς οἷς δίδως ἅπασαν τὴν οἰκουμένην, καὶ ὅστις οὐ τοῦτο πέπονθεν, ἀσεβεῖ τε καὶ ἐλαύνεται.

[4] ἡμεῖς δὲ τῶν οὐκ ἀσεβούντων ἐσμέν, ἀλλ' ἐχόντων τῷ φιλανθρωποτάτῳ βασιλεῖ χάριν, ὅτι δι' αὑτοῦ τὰ τῶν ἀρχομένων συνέχων συνέχει καὶ διὰ σοῦ καὶ κοσμεῖσθε σύ τε οἷς ἐκεῖνος ἐψήφισται κἀκεῖνος αὐτός.

[5] ἡμεῖς δὲ αἰτοῦμεν παρὰ τῶν θεῶν πάνυ σοι τὸ γῆρας γενέσθαι μακρὸν μένοντος τοῦ δύνασθαι. τὸ δὲ καὶ μένειν σε ἐπὶ τῆς ἀρχῆς οὐκ αἰτοῦμεν, ἔχομεν γὰρ οὕτως ἐγνωκυίας τῆς ἱερᾶς κεφαλῆς τῆς πάντα ἡνιοχούσης. οὐ γὰρ ἔλαθεν ἡμᾶς εἰς οὐδένα ἕτερον βλέπων.

[6] χαίρω τοίνυν καὶ διὰ τοῦτο καὶ διότι μου χαίρεις τοῖς γράμμασι· μείζω μὲν γὰρ ἂν ἐκέρδαινον, εἰ γράμματα ἐλάμβανον. φέρει δέ μοι καὶ τοῦτο φιλοτιμίαν οὐ μικρὰν τὸ εἶναι πανταχοῦ τῆς οἰκουμένης λόγον εἶναί μου παρὰ σοὶ λόγον.

[988]

Πρισκίωνι.

[1]    Σοὶ μὲν ἐκ τοῦ μὴ δοῦναι τοὺς στατῆρας φίλος οὐ δοὺς ὁ λαβὼν ἐπὶ τῷ δοῦναι, ἐμοὶ δὲ ἐχθρὸς οὐ δεδωκὼς τῷ βουλομένῳ δεδόσθαι. ἀδικεῖς δὲ καὶ αὐτὸς τοῖς πεπραγμένοις ἡδόμενος λέγεις τε οὐκ ‹ὢν› εἶναί μοι φίλος πολεμῶν οἷς βούλομαι.

[2] ὁ μὲν οὖν ἔμπορος ἢ σοὶ δώσει τοὺς στατῆρας ἢ δίκην ἐμοί, ἐγὼ δὲ αὐτὸς μὲν οὐκ ἂν λάβοιμι περὶ σοῦ δόξαν οὐ καλήν, ἄλλος δ' ἂν ἴσως φαίη φεύγοντά σε ταύτην τὴν λειτουργίαν καὶ τὰς ὑπὲρ τῶν κεραμίων φροντίδας ἐπιστολὴν ἐπεσταλκέναι λύσιν ἔχουσαν τῆς τοιαύτης φροντίδος. εἰ γὰρ σὺ μὲν οὐ λήψῃ τιμήν, ἐγὼ δὲ οὐκ ἄνευ τιμῆς τὸν οἶνον, πῶς οὐ τοῦτο γίγνεται; καίτοι τὸν οἶνον ἐπαινῶ πάνυ σφόδρα. ἀλλ' οὐκ ἔσθ' ὅπως μοι περιέσται τοῦ νόμου. ᾧ δεῖ καὶ σὲ φανῆναι πειθόμενον.

[3] ἀλλὰ κἀκείνοις ἡμᾶς ἠδίκεις ἰσχύσαι λέγων κατὰ σοῦ πρὸς τὸν ἄρχοντα διαβολὰς παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. ἡμεῖς δὲ εἴ τι τοιοῦτον ᾐσθόμεθα, πάντως ἂν ἦν ἡμῖν στόμα· ἀλλ' οὐκ ᾐσθόμεθα.

[4] τῶν πρὸς ἐκεῖνον δέ μοι συνουσιῶν, αἱ δ' ἦσαν πέντε, τὸ πλέον ἦν ὁ σοφιστὴς Πρισκίων, ὥστ' ἐκεῖνον χαίρειν, εἰ τὸν τοιοῦτον ἕξει πάρεδρον· εἰ δ' ἕτερα εἰπὼν ἕτερα πεποίηκεν, οὐ τό γε ἡμέτερον αἴτιον.

[989]

Σιβουρίῳ.

[1]    Ὅτε σε τὸ πρῶτον εἶδον, ὡς ἥδιστά τε εἶδον καὶ στήσας τοὺς ὀφθαλμοὺς δύ' ἡγούμην ὁρᾶν, σέ τε καὶ τὸν πατέρα τὸν σόν. γενομένων δὲ ἡμῖν πολλῶν ὑπὲρ τούτου λόγων καὶ χωρούντων ἐπὶ τὴν Παλαιστίνην καὶ οἵας ἄρξεις χώρας καὶ οἵων πόλεων καὶ ὡς θήσεις αὐτὰς ἀμείνους ‑ καὶ ἦν ταῦτα καθ' ἑκάστην ἡμέραν ἰόντων οὗ κατέλυες ἡμῶν ‑ , ἐν οὖν τοῖς τοιούτοις λόγοις πολὺ τὸ Πρισκίωνος ἦν ὄνομα τοῦ μέν, οἷος ἐν τῷ συνδικεῖν γένοιτο, διηγουμένου, τοῦ δ', οἷος ἐν τῷ παιδεύειν ἐστί. μνήμη δέ τις καὶ περὶ τῶν τρόπων ἦν ὡς δικαίου τε ὄντος καὶ σώφρονος καὶ πρέποντος ἀγέλῃ νέων.

[2] ἐγὼ δὲ ἑπόμενον αὐτὸν ἔφασκον οἷς ἐργάσῃ μεγάλοις τε καὶ λαμπροῖς ἐσομένοις οὐκ ἀγανακτήσειν τῷ μὴ δύνασθαι λόγον ἴσον ἐρεῖν, οὐδὲ γὰρ ἄλλον ἂν οὐδένα· σὺ δὲ ταῦτα ἀκούων ἐτέρπου τε καὶ φιλήσειν ἔφασκες τὸν ἄνδρα καὶ ποιήσειν ἐντιμότερον.

[3] ἐλπίζοντος οὖν ἀκούσεσθαί μου περὶ τοῦ τῶν ἐπιδείξεων πλήθους ἧκον ἄγγελοι τῶν ἐναντίων, τὸν μὲν σιγᾶν, σὲ δὲ αὐτὸν οὐκ ἐθέλειν εἰδέναι. βουλοίμην ἂν οὖν μαθεῖν, εἰ ταῦτα εἰς ἀδικοῦντα, ὅπως ἀχθοίμην καθήμενος· εἰ δ' ὁ μέν ἐστιν οἷος ἦν, σεσυκοφάντηται δέ, τὸν μὲν ἀξιῶ σε μισῆσαι τὸν συκοφάντην, τῷ δ' ἀποδοῦναι χώραν ἣν ἄξιον.

[990]

Τατιανῷ.

[1]    Τὰ περὶ τῆς εἰς σὲ τιμῆς γράμματα ταυτησὶ τῆς δικαίας ἥξονθ' ἡμῖν, ἥξει γάρ, ἔφθη τῆς τιμῆς ὁ λόγος, ὃς δι' ὁπόσης εἰσέρχοιτο πόλεως, ἑορτὴν ποιῶν καθ' ἑκάστην ἔρχεται. τὰς γὰρ οὔσας τε διὰ σὲ καὶ σωζομένας καὶ ηὐξημένας ἔδει δήπου καὶ πηδᾶν καὶ ᾄδειν καὶ χορεύειν καὶ οἷς ἂν ἦν ἀμείβεσθαι τὰς πολλάς τε καὶ μεγάλας καὶ λαμπρὰς εὐεργεσίας, ἀνθ' ὧν οἱ τὰς πόλεις ἔχοντες θεοὶ ταυτὶ τὰ νῦν διὰ τοῦ θειοτάτου βασιλέως ἔδοσαν.

[2] ἡμεῖς δὲ οἱ περὶ τὰς Μούσας καὶ μᾶλλον ἑορτάζομεν μετά τε τῶν ἄλλων εὖ παθόντες ἀνθρώπων καὶ πλέον ἐκείνων τι λαβόντες εὐρυτέρας τῆς παιδεύσεως ὑπὸ σοῦ γεγενημένης ποιήσεως συναφθείσης τῇ παρ' Ὁμήρου δι' αὐτῶν τῶν Ὁμήρου.

[3] οὗτος δὲ ὁ πόνος ἠγαπᾶτο μὲν καὶ πρότερον καὶ ἦν ἐν χερσὶ διδασκάλων τε καὶ μαθητῶν τυγχάνων ὧνπερ Ἰλιὰς καὶ ἣν ἐπ' ἐκείνῃ πεποίηκεν Ὅμηρος ἀκριβωθεὶς δὲ τῇ τρίτῃ χειρὶ καὶ τοῦ κάλλους γενομένου μείζονος μειζόνως ἤστραψεν ὁ πόνος, καὶ ἐφ' ὅτιπερ ἂν τῆς ἀγέλης ἔλθῃς, εὑρήσεις Τατιανόν. ᾧ καὶ αὐτὸς γεγένημαι βελτίων χρησάμενος μὲν καὶ τοῖς πρώτοις, μᾶλλόν γε μὴν ἐνδιατρίβων τοῖς δευτέροις κινῶν τοῖς σοῖς ἐμαυτὸν εἰς τὰ ἐμαυτοῦ.

[4] ἐκεῖνα δὲ ἃ δεῖν ᾠήθης αὖθις εἶναι παρὰ σοί, θαυμαστὸν ὡς οὐκ ἔστι παρὰ σοὶ δεδομένα κομίζειν ᾧ καλῶς εἶχε δοῦναι· δέδοται γὰρ τῷ πάντα ἀρίστῳ Πρόκλῳ. καὶ τοῦτο ἴσασι Πάγραι, οὗ φέρων εἰς χεῖρας Ὀλύμπιος ἔθηκεν αὐτῷ τὴν διφθέραν.

[5] ἃ καὶ πρὸς τὸν χρηστὸν διῆλθον Παλλάδιον, ὃς ἔχων ἃ βούλοιτο πράττειν, ἃ τοῖς νόμοις ἀρέσκει μόνα πράττων διετέλεσεν.

[991]

Πρόκλῳ.

[1]    Χαίρων οἷς ἤκουσα τὴν ἐπιστολὴν ἔγραφον τὰ μὲν ὁρῶν, τὰ δὲ προσδοκῶν. ἐρωτώμενος δὲ ὑπὸ τῶν φίλων, εἴ μοι γράφοις καὶ εἴης ὁ πρότερος, ψεύδεσθαι μὲν οὐ καλῶς ἔχειν ἡγούμην καὶ λέγειν λαμβάνειν ἐπιστολάς, τὴν δ' ἀλήθειαν τιμῶν ἐρυθριῶ τὰ παρ' ἐκείνης λέγων.

[2] εἶθ' οἱ μὲν ἀξιοῦσιν εἰδέναι τὴν αἰτίαν, ἐμοὶ δὲ οὐκ ἔνι τῷ γε ἀγνοοῦντι διδάσκειν. λῦσον τοίνυν ἡμῖν ταύτην τὴν ἀπορίαν εἰπὼν πρός τινα τῶν ἀπαγγεῖλαι δυναμένων, ὅ τι τοῦτο ἔστιν. ἢ γὰρ οὐδὲν ἀδικοῦντες δείξομεν οὐκ ὀφείλοντες δίκην ἢ τοῦτο οὐκ ἔχοντες ἡμᾶς αὐτοὺς ἀντ' ἄλλων αἰτιασόμεθα.

[3] καὶ ταύτην τὴν ἐπιστολὴν οὐκ ἐμὴν μᾶλλον ἢ Παλλαδίου νομιστέον τοῦ καταναγκάσαντος, ἐπεὶ ἔμοιγε τὸ μιμεῖσθαι σὲ κάλλιον ἐφαίνετο.

[992]

Τατιανῷ.

[1]    Ἐπειδὴ μέγα μὲν ἀγαθὸν ἰατρὸς ἀγαθὸς πόλει, μέλει δέ σοι τῆς τῶν πόλεων εὐδαιμονίας καὶ συγχαίρεις ταῖς τοῦτο ἐχούσαις, ὥρα σοι συγχαίρειν ἡμῖν τοῖς σοῖς Ἀντιοχεῦσιν, οἷς ἐστιν ἰατρὸς Διονύσιος δεινὸς τρέψασθαι νοσήματα καὶ καταναγκάσαι φεύγειν ἀπὸ τῶν σωμάτων. νικήσας δὲ πολλῶν ἀρρωστημάτων ἀκμὴν πλείω πρὸς ἀκμὴν ἐκώλυσε προελθεῖν, τὰ δ' οὐκ εἴασεν αὖθις ἐπιθέσθαι, τὰ δὲ καὶ διετήρησε σώματα καθαρὰ νοσημάτων τροφῇ τοῦτο δυνηθεὶς καὶ γυμνασίοις. καὶ οἱ μὲν αὑτοὺς Διονυσίῳ παραδόντες τοιούτων ἀπολελαύκασιν, οἱ δ' ἀπάτῃ πρὸς ἄλλους ἀπενεχθέντες παθόντες ἔγνωσαν ἃ πρὶν ἢ παθεῖν ἔδει.

[2] καὶ μήν, οὗ γε μάλιστα ἰατρῷ δεῖ, σωφροσύνῃ τε διαφέρει καὶ τῷ κρατεῖν ἡδονῶν, ὡς μηδὲν ἂν γυναιξὶ πλέον γενέσθαι παρὰ πατέρων.

[3] καὶ τοιοῦτος μὲν ὢν τὴν τέχνην, τοιοῦτος δὲ τὸν τρόπον τῶν πενεστέρων ἐστίν, οὐ διὰ τὸ μὴ εἶναι τοὺς διδόντας, εἰσὶ γὰρ οἱ σεσωσμένοι, ἀλλὰ νῦν μὲν μικρῷ τινι τὴν χεῖρα ὑπέσχεν αἰδούμενος, νῦν δὲ τὸ πᾶν διεώσατο. καὶ ταῦτα ποιήσας οὐ μετέγνω οὐδὲ ἐνεκάλεσε τῷ δόγματι δόξαν ἀγαθὴν πενίας ὠνούμενος.

[4] ταῦτα δίκαιον ἦν ἐμὲ μὲν ὑπὲρ αὐτοῦ γράψαι, σὲ δὲ ἀναγνῶναι· τάχα γὰρ ἄν τι τούτοις καὶ ἀκολουθήσειεν.

[993]

Ἡρακλείῳ.

[1]    Παρὰ μὲν ἄλλοις πολλοῖς μείζους εἰσὶ τῶν ἔργων αἱ ὑποσχέσεις, σοῦ δὲ μικραὶ μὲν ἐκεῖναι, μεγάλα δὲ ταῦτα. τοιοῦτος ἡμῖν ἐπεδείχθης ἐν τοῖς περὶ τὸν γενναῖον Μάξιμον γράμμασι τοὺς ἐν ταῖς πόλεσι πρώτους εἰς ἐπιμέλειαν τῆς Μαξίμου μητρὸς παρακαλέσας. οἱ δὲ ἐπείθοντό τε καὶ ταὐτὰ φρονοῦντες ἐν τῷ τὴν βελτίστην εὖ ποιεῖν ἤριζον αὐτὸς ἕκαστος εἶναι βουλόμενος ὁ νικῶν.

[2] ὅτι δὲ ἀξία τούτων οὖσα τυγχάνειν ἡ γυνὴ τετύχηκεν, οἷς οὐκ ἐσιώπησεν ἔδειξεν. εὐθὺς γὰρ δὴ τοῦτο δι' ἐπιστολῆς τὸν υἱὸν ἐδίδαξεν, ὁ δὲ πρὸς ἡμᾶς εἶπεν, ἡμεῖς δὲ σοὶ καὶ διὰ ταῦτ' ἀγαθὰ παρὰ τῶν θεῶν ᾐτήσαμεν.

[3] ᾐτήσαμεν δὲ καὶ τοῖς ἔθνεσι παρὰ τῶν αὐτῶν πάντα σε τοῦτον ἐν ἀρχαῖς βιῶναι τὸν χρόνον· τουτὶ δὲ ἦν εὐδαιμονίαν αἰτῆσαι τοῖς ἔθνεσιν. [994] [t]

Κύρῳ.

[1]    Οὐκ αἰσχύνομαι τῶν βουλευόντων ἁπάντων κηδόμενος καὶ πάντας ἐμαυτοῦ πολίτας ἡγούμενος καὶ χαίρων τε ἐν ταῖς ἐκείνων τιμαῖς καὶ στένων ὑβριζομένων. εὑρίσκω δὲ τοῦτο καὶ τοῖς τιμῶσιν ἀγαθόν· εὑρίσκω γὰρ τοὺς τοιούτους ἄρχοντας εὐδοκιμοῦντας.

[2] εἶναι δὲ σὲ τούτων μᾶλλον ἢ 'κείνων βουλόμενος τὸν ἀδελφὸν τὸν Ἀπολλωνίδου πληγὰς ἀκούων λαβεῖν ἐπλήγην τὴν ψυχὴν εὐνοίᾳ τε τῇ ἐκείνου καὶ σῇ. πῶς γὰρ οὐ δεινὸν Κῦρον τὸν ἐν παιδείᾳ γεγενημένον δοκεῖν βλάβην γεγονέναι ταῖς βουλαῖς παραινοῦντα ταῖς πληγαῖς ἄλλοσέ ποι βλέπειν καὶ ζητεῖν καταφυγὴν τὸ βουλεύειν φυγόντας;

[3] εἰ μὲν οὖν ἦν λῦσαι τὰ πεπραγμένα, τοῦθ' ἡμᾶς ἔδει ποιεῖν· ἐπεὶ δὲ τοῦτο οὐκ ἔστιν, ἡμερώτερος ὁ λοιπὸς γιγνέσθω χρόνος καὶ παρέχωμεν ἀφορμὰς τῇ φήμῃ βελτίονας.

[995]

Ἡσυχίῳ.

[1]    Ἤιδειμεν ὅτι σοι δεήσει πόνων θεραπεύοντι πεπονηκυίας πόλεις, ἀλλ' οὐδὲ ἐκεῖνό γε ἠγνοοῦμεν, ὡς ἡσθήσῃ τοῖς πόνοις μέλλουσι τοιοῦτον οἴσειν καρπόν.

[2] καὶ γὰρ ὁ πρὸ τῆς ζώνης σοι χρόνος, καὶ τοῦ θρόνου καὶ τοῦ ξίφους, ἀμφότερα εἶχε, καὶ πόνους καὶ δόξαν, καί σε πολλάκις εἴδομεν, ὥσπερ ἵππον ἐξ ἱπποδρόμου μετὰ πολὺν ἱδρῶτα ἀπιόντα οἴκαδε τοῖς μὲν οἰκίαν, τοῖς δὲ γῆν, τοῖς δὲ χρυσόν, πολλοῖς δὲ καὶ αὐτὰς τὰς ψυχὰς σεσωκότα. ὧν οὖν ἐν μελέτῃ γέγονας, οὐκ ἔμελλες ταῦτα δυσχερανεῖν. οὐδὲ γὰρ Ἡρακλῆς, ὃς ἥδιον ἔζη τῶν τρυφώντων κατ' αὐτὸ τὸ μὴ τρυφᾶν.

[3] εὐφρανεῖ δὲ δήπου καὶ σὲ τὸ τοιούτων μὲν ἀπολαύειν Θηβαίους, τοιούτους δὲ ὡς ἡμᾶς ἰέναι περὶ σοῦ λόγους βεβαιοῦντας ἡμῖν τὰς προσδοκίας. ἐμοὶ δὲ μέγα μὲν ἂν ἦν εἰς τιμήν, εἰ καὶ μετὰ σιωπῆς ἐμέμνησό μου, πολλῷ δὲ μεῖζον τὸ νῦν, ὅτι καὶ ἐπιστέλλεις.

[4] καὶ οἱ μὲν νεώτεροι συγχαίρουσί μοι τῶν γραμμάτων, ἐγὼ δὲ ἐκείνοις ὁ γέρων τῆς ἐσομένης ἀρχῆς. ἐν γὰρ ἐλπίσιν εἰμὶ καὶ ταύτας τὰς πόλεις ὑπὸ τῇ σῇ ψυχῇ τὸν βασιλέα καταστήσειν.

[996]

Παρθενοπαίῳ.

[1]    Εἰς πατρὸς χεῖρας ἦλθεν ὁ λόγος ὃν ἔπεμψας, ἧκε δέ πως καὶ ὁ τοῦ σοῦ πατρὸς εἰς τὰς αὐτὰς χεῖρας, καὶ ἐκαλοῦμεν ἐπὶ τήνδε τὴν θοίνην οὓς ἐχρῆν· οὐκ ἐκαλοῦμεν δὲ οὓς ἀπεῖναι βέλτιον.

[2] ἀναγνωσθέντων τοίνυν τῶν λόγων ἔγνωσαν οἱ δικασταὶ τῶν τοῦ Ἀχιλλέως ἡττῆσθαι τὰ τοῦ Πηλέως. εὐδαίμων γε ὁ Πηλεὺς οὑτοσὶ τῆς ἥττης καὶ μᾶλλόν γε ἢ εἰ νενικήκει.

[3] καὶ ταυτὶ μὲν περὶ τῶν δώρων ἃ πεπόμφατε Τατιανῷ· Μαξέντιος δὲ μετὰ τοῦ δύνασθαι λέγειν καὶ τύχην ἔχειν φαίνεται τὴν ὑμετέραν οἰκίαν, ἣ ῥᾳδίως ἂν αὐτῷ πολλοὺς ποιήσαι συμμάχους πολλοὺς ἔχουσα φίλους.

[997]

Τοῖς φίλοις.

[1]    Καλῶς ποιεῖτε μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ λόγοις ἐκλάμπειν τὴν καλὴν βουλόμενοι Τύρον τῶν μὲν αὐτοὺς ἐν αὐτῇ διδόντων, τῶν δὲ κτωμένων. τούτου δ' ἂν τυγχάνοιτε πρὸς ἅπαντας εὐνοίᾳ χρώμενοι τοὺς ἐπὶ τῷ διδάσκειν, ἀλλὰ μὴ τοῖς μὲν συναγωνιζόμενοι, τοὺς δὲ ἀπωθοῦντες. αἰσχρὸν γὰρ ὑμῖν, εἴ τις παρ' ὑμῖν βιασθεὶς ἄλλοσε ἐλθὼν εὖ πράξειε.

[2] Μαξέντιον δὲ ἐρασθέντα τῆς ὑμετέρας δίκαιον μὴ καταμέμψασθαι τοῦ ἔρωτος. εἰ μὲν γὰρ οὐκ ἦν ὅ φησιν, ἐκεῖνος ἦν ἂν ἐν αἰτίᾳ· νῦν δέ, οἶδα γὰρ τὸν ῥήτορα ‑ τὸ δ' ἐπὶ τούτῳ σιωπᾶσθαι βέλτιον.

[3]

ταυτί μοι πρὸς ἅπαντας εἴρηται τοὺς ἐπιτηδείους, οὓς ἐπὶ τῶν ἔργων ἐλπίζω φίλους ὡς ἀληθῶς εὑρήσειν.

[998]

Σκυλακίῳ.

[1]    Καὶ ὁ κελεύων καλῶς ἐκέλευσε καὶ ὁ πεισθεὶς καλῶς ἐπείσθη. Σκυλάκιος δὲ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν δεδοικὼς σκοπείτω μὴ κακῶς λέγῃ τὰς ἡμετέρας διατριβάς, εἰ τῶν εὐδοκιμούντων ἐν αὐταῖς ποτε ὢν διὰ τῶν μεγίστων ἐλθὼν νῦν ἐπιστέλλων τρέμει μὴ κακὸς ἐνταῦθα εἶναι δόξῃ.

[2] καὶ γὰρ ἂν καὶ μάταιον δεικνύοις τοῖς γράμμασι τοῦτό τε αὐτὸ καλῶς ποιῶν καὶ ὅστις εἴης ἐν τοῖς δικαίοις δεικνύων τοῖς γράμμασι. δοκεῖς δέ μοι καὶ σὺ καὶ πάντες δὲ οἱ τῆς νῦν ἀρχῆς ἀπολαύοντες διὰ μὲν τὸ εἶναι βέλτιστοι τοῖς θεοῖς ἀρέσκειν, διὰ δὲ τὸ τοῖς θεοῖς ἀρέσκειν τῆσδε τῆς ἀρχῆς ἀπολαύειν.

[3] δεῖ δὴ τὰς πόλεις πάντα ὀξέως ὑπηρετεῖν καὶ συμπράττειν εἰς δόξαν τῷ γενναίῳ Σευηριανῷ μακρὸν ποιούσας τῆς ἀρχῆς τὸν χρόνον τῷ μεγέθει τῆς δόξης.

[999]

Σευηριανῷ.

[1]    Ἃ δὲ νῦν γέγονε παρὰ σοῦ, τοῖς ἑταίροις ἔλεγον ὅτι γενήσεται· τὸν γὰρ δὴ δικαιότατον Σευηριανὸν καὶ πάντα ἄκρον οὔτ' ἀμνημονήσειν τῶν εἰρημένων παρ' ἡμῶν οὔτε μεμνημένον ἀμελήσειν.

[2] ἀεὶ δέ με σὺ πεποιηκὼς τοῖς παρὰ σαυτοῦ μέγαν ἔν τε οἷς ἐπῄνεις πατέρας δεῦρο πέμποντας τοὺς ἑαυτῶν ἔν τε οἷς οὐ πέμποντας ἐμέμφου τοῖς τε ἐν ταῖς ἐπιδείξεσι δρωμένοις ὅσα τε τούτοις ἀπελθὼν προσετίθεις ἴσθι μείζοσί με τοῖς νῦν ηὐξηκὼς τοῖς περὶ τοὺς παρ' ἐμὲ πεφοιτηκότας πεπραγμένοις.

[3] ἃ αὐτοί τε μεμηνύκασιν ἐν ἐπιστολαῖς καὶ πρὸ ἐκείνων δὲ οὐκ ὀλίγοι. παρ' ὧν δὴ καὶ τἄλλα μανθάνειν ἡμῖν ὑπῆρχε, τὰ πρῶτα, τὰ δεύτερα, τἀπὶ τούτοις, δι' ὧν τὰς πόλεις κειμένας ἀνέστησας ὁρῶν τε ὀξέως ἃ προσήκει γενέσθαι καὶ τὸ εὑρημένον εὐθὺς ἐπ' ἔργον ἄγων.

[4] εἷς δέ σε τῶν ταῦτα ἀγγελλόντων καὶ ἀηδόνα προσεῖπεν· οὕτως ὑπὸ τῆς σῆς φωνῆς τῆς ἀκριβῶς Ἑλλάδος θέλγεσθαι καὶ βουλὰς καὶ δήμους καὶ πᾶν τὸ ἀρχόμενον. ἐγὼ δὲ καὶ διδάσκαλον τῶν συνηγόρων καλῶ πλέον τι διδόντα νῦν ἢ ὅσον ἡμεῖς πάλαι.

[5] τὸν οὖν δόξης μὲν ἐπιθυμοῦντα, χρήματα δὲ οὐ θαυμάζοντα, τὸ δίκαιον δὲ οὔθ' ἑκόντα οὔτ' ἄκοντα διαφθείροντα πῶς οὐ μακαρίους τε ποιήσειν τοὺς ὑπηκόους ἀνάγκη καὶ τῶν φίλων τοὺς ἀπόντας ἡδίους ἀπὸ τοῦ τῆς φήμης στόματος; [1000] [t]

Σευηρίνῳ.

[1]    Πρισκίωνι χάριν οἶδα καὶ τῶν προτέρων καὶ τῶν δευτέρων. ἦν δὲ τὰ πρότερα μὲν ἀγῶνες ἐν δικαστηρίοις, τὰ δεύτερα δὲ ἐν θεάτροις ἀγῶνες, καὶ τὰ μὲν συνηγόρου, τὰ δὲ σοφιστοῦ. μέγας δὲ ὢν ἐν ἀμφοτέροις ἀπὸ τῶν αὐτῶν καὶ τἀμὰ μείζω καὶ ἐποίει καὶ ποιεῖ. κοινωνὸν τοίνυν ἔχω τῶν περὶ τοὺς νέους πόνων κατὰ τὸν περὶ ταῦτα νόμον ὄντα διδασκαλιῶν κοινῶν ὄνομα τῷ κοινωνῷ.

[2] τούτῳ φίλος χρηστὸς ἀνὴρ καὶ πλέον οὐδὲν ὧν ἔξεστιν ἀξιῶν ἔχειν αἰτεῖ δὴ τὸν σοφιστὴν οὗτος ὁ χρηστὸς ἐπιστολὰς δύο, τὴν μὲν Πρισκίωνος πρὸς ἐμέ, τὴν δὲ ἐμὴν πρὸς σέ. καὶ τὴν μὲν ἔχω, τὴν δὲ δίδωμι δεομένην σου τοῦ φίλου τὸν ἀδελφὸν ὄντα σὸν στρατιώτην ποιῆσαι μακάριον. ῥᾴδιον δέ· καὶ γὰρ ἀπὸ βλέμματος τοῦτο γένοιτο ἄν.

[3] οὗτος μὲν οὖν ἔσται μακάριος· ἡμεῖς δὲ ἀκούοντες αὐτίκα σε ἥξειν πολλοὺς ἤδη μῆνας, λαβεῖν δὲ οὐ δυνηθέντες ὀδυνώμεθα. οἶμαι δὲ καὶ σὲ καὶ τοῖς περὶ τὸν παῖδα τὸν ἡμέτερον ὀδυνᾶσθαι καὶ τοῖς γε περὶ ἐμέ. καὶ γὰρ ἐπ' ἐμέ τι τῶν λοιδοριῶν ἐλθεῖν ἀκούω. ἅ, εἰ μὲν ἦσθα κύριος, ἐκώλυες ἄν· οὐκ ὢν δέ, ὃ λοιπὸν ἦν ἐποίεις, ἠθύμεις.

[4] δέομαι δή σου, πατὴρ ὑπὲρ υἱέος, ἀποπέμψαι τὸν Ἀρράβιον ἡμῖν τὸν οὐδ' ἂν ἐλθόντα ἐκεῖσε, εἴπερ ἐπείθετό μοι. πείθειν δὲ καὶ τοὺς τῇ γλώττῃ κατ' ἐμοῦ χρωμένους χρῆσθαι καὶ μᾶλλον ἢ νῦν. ἴσως γε ἐν προϊόντι τῷ χρόνῳ καταγνώσονται τῶν νυνὶ πραττομένων.

[1001]

Ἀνατολίῳ.

[1]    Ἦλθόν τινες παρ' ὑμῶν ὡς ἡμᾶς. ὧν ἦν ἡμῖν ἀκούειν, ὅπως μὲν ἐπλήγης τὴν ψυχὴν ὑβριζομένων ἡμῶν, οἷα δὲ ἐφθέγξω, οἷα δὲ ἐβόησας, οἷα δὲ ἐποίησας.

[2] τὸ μὲν οὖν τὴν οἰκίαν ὑμῶν μηδένα πόνον φεύγειν, ᾧ γένοιτ' ἂν τὰ ἡμέτερα βελτίω, θαυμαστὸν οὐδέν· καλὸν δέ σε παύσασθαί τε καὶ παῦσαι τὴν σπουδὴν ταύτην καὶ σιωπῆσαι καὶ ἐᾶσαι νικᾶν τοὺς τῆς νίκης ταύτης ἐπιθυμοῦντας. οὓς εὐξαίμην ἂν ἐγὼ πολλὰ τοιαῦτα καὶ νικᾶν καὶ φιλοτιμεῖσθαι ταῖς νίκαις.

[3] σὺ δ' ἡμῖν τὸν ἡμέτερον ἀπόπεμψον πείσας μηδὲν τῶν τοιούτων νομίζειν ἀφόρητον. καὶ μήτε ἀρχῆς ἐπιθυμείτω μήτε ἄλλου τινὸς ὧν οὐ θέμις, ἀλλ' ἀγρῶν καὶ δένδρων καὶ μελιττῶν τὸ αὑτῶν ἐργαζομένων. εἰ μὲν γὰρ προσεῖχεν οἷς ἔλεγον, οὐδ' ἂν ὕβριστο· παριδὼν δὲ ἐκεῖνα παρὰ σοῦ πεισθήτω μὴ πλείω χρόνον ἀποστερεῖν ἑαυτὸν τῶν ἑαυτοῦ.

[1002]

Ἡρακλείῳ.

[1]    Οὐ τοσοῦτον οἶδα ἔχων, σὺ δέ μοι καὶ τοσοῦτον δίδως πρᾶγμα ποιῶν ἐρῶντος, ὃ ποιεῖν ἤρξω πάλαι. τοιοῦτος δὲ ὁ δαίμων οὗτος ὁ τὸ τόξον ἔχων καὶ τὸ πῦρ, καὶ τὸν οὐ καλὸν πολλάκις καλὸν ἀναγκάζει νομίζειν καὶ θαυμάζειν τε καὶ ἕπεσθαι καὶ ἐπαινεῖν καὶ τοῖς οὐκ ἐπαινοῦσιν ἐγκαλεῖν οὐκ ἐπαινοῦσι.

[2] τοιοῦτον δή τί μοι δοκεῖς πεπονθέναι καὶ αὐτός· εἶναι λόγους ἐν ἡμῖν οἵους οὐ παρ' ἄλλῳ νομίζεις. εἶτα τοὺς ἄλλους οὐ πείθων ἀγανακτεῖς εἰκότως οὐ πειθομένων. ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ φιλούμενος, δέομαι δέ σου τῆς ἐν τοῖς ἐπαίνοις ὑπερβολῆς ἀφελεῖν, ὅπως μὴ τοὺς αἰτιωμένους ἔχοιμεν μηδὲ τοὺς καταγελῶντας.

[3] τοῦτο μὲν οὖν μοι χαριῇ· χαριῇ δὲ καὶ αὐτὸν Νεμέσιον ποιήσας πρὸς ἡμᾶς δίκαιον. ἥκει δὲ ταυτί σοι γράμματα ποιοῦντά σοι τὸν λόγον εὐσχήμονα.

[4] τὰ δ' ἐν τῇ Μεγάλῃ πόλει περὶ τὸν οὐκ ἀξιώσαντα δέξασθαι τὴν ἡμετέραν παραίνεσιν, ὕβρισται μὲν ὁ ἐμός, ὕβρισμαι δὲ ἐγὼ τῶν καταβοώντων ἐχόντων οὓς ἔτερπον.

[5] ἀλλ' ἐμοὶ μὲν οὐ πάνυ δεινὰ ταῦτα πολλὰ τοιαῦτα ἐνηνοχότι· τὸν δ' ἀκούω τῇ διὰ ταῦτα λύπῃ νοσεῖν καί τινα καὶ φόβον ἔχειν ταύτην τὴν νόσον.

[6] πέμπε δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἡ δὲ συμβουλευέτω γνωρίσαι ποτὲ τὴν πατρίδα καὶ μὴ τὴν τιμῶσαν ἀτιμάζειν.

[7]

ἀλλὰ σύ γε αὐτὴν ποιήσεις καὶ ἄνδρας ἔχειν [καὶ] πλείους τοὺς μὲν πείθων μὴ φεύγειν, τοὺς δὲ κατιέναι. εἰ δὲ δὴ καὶ τὸ τῶν ἀέρων εἰς ἄρχοντα ἤρχετο, καὶ τούτους ἂν ἐποίεις ἡμερωτέρους.

[1003]

Τῷ αὐτῷ.

[1]    Σὺ μὲν οὖν μέγα νομίζεις τὰ παρ' ἡμῶν γράμματα καὶ γραμμάτων οἶσθα χάριν, ἡμεῖς δὲ σοὶ πραγμάτων ἔχομεν χάριν, ἃ πάλαι λαβόντα τὴν ἀρχὴν διὰ συνεχείας εἰς τήνδε προῆλθε τὴν ἡμέραν. ὧν τὰ μὲν εἰς δύναμιν ἦγε τὸν ἐξ ἐμοῦ, τὰ δὲ ἐβοήθει μοι λέγοντι καλὰ καὶ τὰ μὴ καλὰ φαίνεσθαι ποιοῦντα ῥήτορος ἐνδόξου πηδήμασι.

[2] καὶ νῦν ἡμῖν διὰ τῶν εἰς τὸν ἄριστον Μάξιμον, μᾶλλον δὲ διὰ τῶν εἰς ἅπαντας πραττομένων, περὶ οὓς ἐπονήσαμεν, ἅπασαν ἡμῖν τὴν Ἀρμενίαν δίδως.

[3] τοῦ δ' Ἰφικράτους υἱέος ἐρῶν σώφρων ἐρᾷς σώφρονος καὶ δικαίου δίκαιος καὶ πονεῖν εἰδότος πονεῖν ἐπιστάμενος, ὅ τε ἔρως ὑμῖν κοινός, δι' ὃν σὺ μὲν ἐκεῖνον καλεῖς, ὁ δ' ἧκεν ἂν καὶ μὴ καλοῦντος. καὶ συνέσται ταχέως ἴσον ἀγαθὸν ἡγούμενος σέ τε ὁρᾶν καὶ τὴν μητέρα.

[4] ἔχω δὲ καὶ αὐτὸς ἀγαθόν τι τῇδε παῖδα τὸν σὸν ἔχων ἐν τοῖς ἐμοῖς γόνασι τῆς μητρὸς ἡμῖν τοῦτο χαριζομένης.

[1004]

Συμμάχῳ.

[1]    Χρηστῆς νυκτὸς ἀπολαύσας διὰ τοιούτων ὀνειράτων γενομένης ἡμέρας συγγενόμενος τοῖς φίλοις ἔλεγόν τε τἀν τῇ νυκτὶ πρὸς αὐτοὺς καὶ ἅμα προὔλεγον ἔσεσθαί τι καλὸν εἰς ἔργον τὸ φανθὲν ἄγον.

[2] τῆς τοίνυν ἡμέρας προελθούσης εἰς ὥραν τρίτην ὄντων τε ἡμῶν ἐν μέσοις τοῖς πόνοις Κοδράτος ὁ βέλτιστος, ὁ μακάριος ‑ πῶς γὰρ οὐ μακάριος ὁ σοὶ συνδιατρίψας; ‑ εἰσελθὼν ὡς ἐμὲ τίθησιν εἰς χεῖρά μοι τὴν ἐπιστολὴν τοῦτ' αὐτὸ λέγων, ὅτι σή.

[3] καὶ παραχρῆμα πᾶν τὸ λυποῦν ἔφευγε, ‑ πολλὰ δὲ ταῦτα ἦν πολὺν ἤδη χρόνον ἐγκείμενά τε καὶ ὀδυνῶντα ‑ καί μέ τις εἶχεν ἡδονὴ μείζων τῆς ἐν τοῖς φιλοχρημάτοις γιγνομένης, ὅταν ἔλθῃ ποθὲν αὐτοῖς χρήματα.

[4] καὶ ταυτὶ μὲν πρὸ τῆς ἀναγνώσεως· ἤδη δὲ ἑρμηνέως τυχούσης δεινὸν ἡγησάμην, εἰ μὴ τὴν πόλιν ἐμπλήσαιμι τοῦ δώρου τῆς Τύχης, καὶ παραδοὺς τρισὶ τῶν φίλων τὴν ἐπιστολὴν ἐκέλευον πᾶσαν ἐπιόντας τὴν πόλιν τοῖς ἡδέως ἔχουσι πρὸς ἡμᾶς δεικνύειν καὶ τοῖς οὐχ οὕτω, τοῖς μέν, ὅπως χαίροιεν, τοῖς δ', ἵνα ἀποπνίγοιντο.

[5] οἵδε μὲν οὖν ἐσίγων τὴν τῶν ἀνιωμένων σιγήν, οἱ δ' ἦσαν ἐν ἑορτῇ σοῦ ταύτην αὐτοῖς ποιοῦντος τὴν ἑορτὴν εὐδαιμόνιζόν τε καὶ ἐμὲ καὶ σέ, τοῦ τετιμῆσθαι μὲν ἐμέ, σὲ δὲ τοῦ τετιμηκέναι· κεχαρίσθαι γὰρ ἐν τούτῳ σε τοῖς λογίοις θεοῖς ἐγείραντα τοὺς νέους ἐπὶ τοὺς λόγους, ἐν ᾧ καὶ τὴν ἄρχουσαν εὖ πεποίηκας πόλιν τοὺς ἀρχομένους ἐφ' ἃ δεῖ παρακαλῶν.

[6] ἐν μὲν οὖν τοῖς γράμμασιν, ὅπερ αὐτὸς ἔφης, ἔφθης· ἐγὼ δὲ νενίκηκα τῷ φιλῆσαι πρότερος. ἀπὸ γὰρ ἐκείνου δὴ φιλῶ τοῦ χρόνου, ὃς πατέρα τὸν σὸν δεῦρο ἡμῖν ἤγαγε τῶν θεῶν οἷς ἡμῶν μέλει τοῦτο ἡμῖν διδόντων, ὅπως ἡμῖν ᾖ καὶ θεᾶσθαι τὸν ἄριστον Σύμμαχον.

[7] ὃς τέταρτος μὲν ἧκε, μόνος δὲ εἰς αὑτὸν ἐπέστρεφε τὴν πόλιν ἀγαθῶν ἀμείνων δεικνύμενος ἔν τε τοῖς ἄλλοις καὶ ἐν ἐξετάσει λόγων, ᾧ με καὶ τρέχειν ὡς αὑτὸν καθ' ἡμέραν ἔπεισε. καὶ ἦμεν ἐν τῷ τι περὶ τῶν παλαιῶν ἀεὶ λέγειν, ὧν ὁ τόκος παιδεία τοῖς ἄλλοις.

[8] ὁρῶν δέ με οὐ πάνυ τῶν ἀποβλήτων ἁνὴρ πολλὰ περὶ τῆς σῆς φύσεως διεξιὼν ᾔτει παρὰ τῶν θεῶν γενέσθαι τι τοιοῦτον, ὅ σε ποιήσει τῶν ἐμῶν πόνων μεταλαβεῖν. καὶ προσετίθην ἐγὼ τὴν αὐτὴν εὐχήν, καὶ τούτοις οὕτω διετέθην ὥσθ' ἣν ἔσχον ἂν περὶ σοῦ γνώμην πεπραγμένων, ταύτην ἔσχον στάντων ἐν εὐχῇ τῶν πραγμάτων. τοιγαροῦν ἥσθην τε πλέοντος ἐξ οὐρίων κἀν τῇ ταραχῇ τῆς θαλάττης ἔδεισα καὶ πάλιν λείας γενομένης ἐχάρην.

[9] προκαλούμενος οὖν με φίλον εἶναι τὸν ὄντα προκαλῇ καὶ κελεύων ἀντεπιστέλλειν, ὃ καὶ μὴ κελεύοντος ἂν ἐπράττετο. ἴσην δὲ ἀπαιτῶν ἐπιστολὴν οὐ δυνατὰ ζητεῖς. καὶ γὰρ ἂν ἴση μὲν ᾖ τῷ μέτρῳ, μὴ χείρων δὲ τὸ εἶδος, αὐτῷ γε τῷ γράφοντι γίγνεται φαυλοτέρα. δεῖ γάρ με πρότερον καὶ αὐτὸν γενέσθαι Σύμμαχον, εἰ μέλλει τῶν σῶν τἀμὰ μὴ λελείψεσθαι.

[1005]

Φήλικι.

[1]    Δέχου τὸν υἱὸν λόγων κτησάμενον δύναμιν τῇ φύσει προστεθέντων πόνων, τῶν μὲν ἐκείνου, τῶν δὲ ἐμοῦ. ἐπόνουν δὲ περὶ αὐτὸν ἡδέως διὰ τὸ καὶ μισθὸν ὀφείλειν αὐτῷ τοῦ σωφρονεῖν νομίζειν. σεσωφρόνηκε γάρ, καὶ ταῦτα ἐπὶ εἴδει τοιούτῳ. τουτὶ γὰρ κέρδος διδασκάλῳ καὶ δύναιτ' ἂν μείζω ποιεῖν τὸν χορόν.

[2] ἀφῖκται μὲν οὖν σοι τοιοῦτος, διὰ σοῦ δὲ κτάσθω τὰ ἄλλα ἃ λείπεται μὲν λόγων, δοκεῖ δὲ τοῖς πολλοῖς μᾶλλον ἐπ' εὐδαιμονίαν ἄγειν.

[1006]

Ἀνατολίῳ.

[1]    Οὐκ ἔσχε μὲν σῶσαι τοὺς Ὀλυνθίους τοῖς πολλοῖς λόγοις ὁ Δημοσθένης, εὐδοκίμει δὲ ὅμως ὡς σεσωκὼς διὰ τὸ σῶσαι προελέσθαι, κἀν τοῖς ἐπαίνοις τοῖς εἰς αὐτὸν τοῖς παρὰ τῶν σοφιστῶν ἴδοι τις ἂν καὶ τὴν Ὄλυνθον. τούτῳ δὴ καὶ τὸ σὸν ὅμοιον σκοπούντων τῶν ἀνθρώπων τὴν σπουδήν, οὐ τὸ τέλος, καὶ ἅπερ ἠβουλήθης, ἀλλ' οὐχ ἅπερ ἠδυνήθης.

[2] ταυτὶ μέντοι μοι καὶ δυνήσεσθαι δοκεῖς ὑπὲρ Εὐσεβίου χρώμενος παρρησίᾳ. χρήσῃ δὲ καὶ πάντα ποιήσεις εἰς τὸ μηδὲν αὐτὸν ὃ μὴ δίκαιον ὑπομεῖναι χρηστόν τε ὄντα καὶ σώφρονα καὶ παιδείας ἐπιμεμελημένον παῖδά τε Ὀδαινάθου καὶ ἀπόγονον Ὀδαινάθου, οὗ καὶ τοὔνομα Πέρσαις ἔσεισε τὰς καρδίας. οὕτω πανταχοῦ νικῶν τάς τε πόλεις ἐρρύετο καὶ γῆν τὴν οὖσαν ἑκάστῃ καὶ τοὺς ἐναντίους οὐκ ἐν ταῖς χερσίν, ἀλλ' ἐν ταῖς εὐχαῖς ἔχειν ἐποίει τὰς τῆς σωτηρίας ἐλπίδας.

[3] ἀλλὰ καὶ οὗτος Ὀδαίναθος, ὁ Εὐσεβίου πατήρ, τῶν λόχον τε ἀγαγόντων ἐπ' αὐτούς ἐστι καὶ τρεψαμένων καὶ διωξάντων καὶ βάλλ' οὕτως, ἑταῖρε, πολλάκις ἤκουσεν ἐν αὐτῇ τῇ παρατάξει παρ' ἀνδρός, ὃν Ὅμηρος ἂν ἐξ αὐτοῦ φῦναι τοῦ Διὸς ἔφη· μὴ γὰρ ἂν οὕτω μεγάλα ἐργάσασθαι μὴ θειοτέρων ὄντα γονέων.

[4] ὡς οὖν καὶ τούτῳ τῷ βασιλεῖ καταθησόμενος χάριν βοήθησον ὑπὲρ τῶν δικαίων αὐτὸς εἰδὼς μόνος τῶν ἐκεῖ τὰ ἐπεσταλμένα. σοὶ μὲν γὰρ ἔδει παρ' ἐμοῦ ταῦτα ἐλθεῖν· ἀγνοεῖν δὲ τοὺς ἄλλους ἃ βούλομαι μεγάλη ῥοπὴ πρὸς τὸ καὶ γενέσθαι τι· ὡς ἔστι δέος μὴ μαθόντες οἱ τὰ πάντα ἐμοὶ χαριζόμενοι μέλειν μοι τοῦ χαίρειν Εὐσέβιον ποιήσωσιν ἀφ' ὧν ἀνιάσεται.

[1007]

Ῥιχομήρει.

[1]    Τῶν τιμῶν τῶν πολλῶν καὶ μεγάλων ἐκείνων μεμνημένος, αἷς με δεῦρ' ἥκων ἐκόσμησας, ὀφείλειν τε ἐμαυτὸν ἀμοιβὴν ἡγούμενος ἔργῳ μὲν ταύτην οὐκ ἂν ἀποδοῦναι δυναίμην, διὰ δὲ λόγου καὶ ῥημάτων τινῶν τάχα ἄν, οἷόν τι καὶ τὸ ταύτης τῆς ἐπιστολῆς.

[2] ἐγὼ γὰρ ἀξιῶ τὴν σὴν ψυχὴν τὴν δι' ἀρετῆς ἅπαντα τὸν χρόνον πεπορευμένην καὶ θαυμαζομένην μὲν ὑπ' ἀνθρώπων, ἀρέσκουσαν δὲ θεοῖς ‹τοῖς› χρηστοῖς μὲν ἀτυχοῦσι χεῖρά τε ὀρέγειν καὶ ὀρθοῦν καὶ βοηθεῖν, τοῖς κακοῖς δὲ μὴ πολεμεῖν μὲν πεπτωκόσι, μὴ μέντοι μηδὲ ἀμύνειν.

[3] τούτων δὲ καὶ Χαρισίαν οὖσαν οἶδα ταυτηνί. περὶ ἧς εἶχον μὲν ἄν τι καὶ ἄλλο λέγειν, ἀρκεῖ δέ μοι τοσοῦτον εἰπεῖν, ὡς ὁ κατάλογος ἐκεῖνος ὁ πολὺς ὁ τῶν χρημάτων ψευδής τε ἅπας καὶ οὔτε αὐτῆς ποτε γενόμενος οὔτ' ἄλλου δι' ἁρπαγῆς καὶ ταῦτα Ἰαμβλίχου, ᾧ τοῦ δικαίου τοσοῦτος ὅσοσπερ καὶ σοὶ λόγος.

[4] ἀναμιμνήσκου δὲ καὶ τῶν ἡμερῶν ἐκείνων, ἐν αἷς ἡμῖν συνὼν ὅτι μὴ κἀκεῖνον ἔγνως χαλεπῶς τε ἔφερες καὶ τίς ἄν μοι δείξαι θεῶν τὸν ἄνδρα; πολλάκις ἠκούσαμεν λέγοντος. ἐφ' ᾧ σέ τε κἀκεῖνον ἐζηλοῦμεν, σὲ μὲν ζητοῦντα, ζητούμενον δὲ ἐκεῖνον. ὃν οὐδὲ πᾶς ὃν ἡ γῆ φέρει χρυσὸς ἐξέβαλλεν ἂν τῶν τρόπων, ᾧ καὶ πᾶς ἐχθρὸς ὁ τοιαῦτα ἐργαζόμενος.

[5]

πῶς οὖν οὗτος ἔμελλεν ἐφ' οὕτω κέρδος ἥξειν αἰσχρόν; πῶς δὲ διὰ μαστίγων αὑτοῦ τἀκείνης ποιήσειν; ἀπέδοτο μὲν γὰρ πονηρὰν εὑρὼν καὶ δείσας μὴ πολλὰς ποιήσῃ τοιαύτας, ἀφείλετο δὲ οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον. καὶ ὅτι ταῦθ' οὕτως ἔσχεν, ἕτοιμος ἐγὼ πάντας θεοὺς ὀμνύναι.

[6] παυσάσθω τοίνυν ἡ μηδὲν ὀκνήσασα γυνὴ τοῦ μηδὲν ὀκνεῖν καὶ μάλιστα μὲν ὅλως ληξάτω ταύτης τῆς ἀπάτης· εἰ δὲ οὐκ ἂν δύναιτο, πρὸς ἑτέρους τοῦτο ποιείτω. [1008] [t]

Ἀργείῳ.

[1]    Ἴσθι μετὰ μεγάλα μικρὰ δεδωκὼς τὰ νῦν. ἐκεῖνα δὲ ἃ προσεῖπον μεγάλα, οὐ τούτων μείζω μόνον, κρόκου καὶ στύρακος, ἀλλὰ καὶ τῶν ὄντων ποτὲ βασιλεῖ τῷ μεγάλῳ τῷ Μήδων.

[2] τίνα δὴ ταῦτα τὰ καὶ ἐκείνου παριόντα τὸν πλοῦτον; δόξα διὰ τῶν σῶν καὶ λόγων καὶ ἔργων σοί τε γενομένη καὶ ἐμοὶ τοσαύτης μὲν οὔσης ἐν τῇ περὶ τὴν πόλιν δαπάνῃ φιλοτιμίας, τοσαύτης δὲ ἐν τῇ τῶν λόγων ἐπιδείξει πυκνότητός τε καὶ ὥρας.

[3] ἃ μόνος μὲν τῶν νῦν, μετ' οὐ πολλῶν δὲ τῶν πάλαι συνέζευξας ἔχων μὲν τὴν διὰ λόγων, εἴπερ ἤθελες, ἀτέλειαν, χρήσασθαι δὲ οὐκ ἐθελήσας. ἀνθ' ὧν οἶμαί σε τῆς τῶν θεῶν ἀπολαύειν εὐνοίας, οἳ σοί τε δόντες λόγους εἶναι βούλονται λόγους καὶ οἷς γε μέλει καὶ σωτηρίας τῶν πόλεων καὶ φαιδρότητος.

[4]

οὕτω πολὺν ἤδη χρόνον ἡμεῖς σε καρπούμεθα καὶ τῶν ὡς ἥδιστα τὰ ἡμέτερα ψεγόντων ὑπὸ σοῦ κεκωλυμένων.

[1009]

Παρθενοπαίῳ.

[1]    Καὶ ἦλθον ἡμῖν οἱ λόγοι σου καὶ ἐν οἷς ἦν ἄξιον ἀνεγνώσθησαν καὶ ἔτυχον καὶ ἐπαίνου καὶ κρότου καὶ πηδημάτων. τῶν δὲ τοῦτο ποιούντων οἱ μὲν σὲ μακάριον ἐκάλουν τὸν δημιουργόν, οἱ δὲ τὸν τοῦ λογογράφου πατέρα ἐμέ, πολλοὶ δὲ ἀμφοτέρους. οἷς καὶ αὐτοῖς ἔπαινος ἦν παρὰ τῶν παρόντων τοιαῦτα ψηφιζομένοις.

[2] ἔχε δὴ τὴν δεξιὰν ἐν γράμμασι καὶ παῖδας ποίει πολλοὺς μέλλων ποιήσειν καλούς. οἱ νόμοι δέ, εἴπερ εἰσὶ δίκαιοι, ‑ δίκαιοι δ' ἂν εἶεν εἶναι δίκαιοι καὶ τοῖς ἄλλοις βουλόμενοι ‑ ἕξουσιν ἡμῖν συγγνώμην τοῦ τῶν λόγων ἐρῶσι κάλλους καὶ τὸ μὲν αὑτοῖς, τὸ δὲ ἐκείνοις νεμοῦσιν, ἀλλ' οὐ τὸ πᾶν ἑαυτοῖς.

[1010]

Μαξεντίῳ.

[1]    Πρὸς εἰδότα πάντα τὰ εἰρημένα εἴρηταί σοι. οὔτε γὰρ ἀμελήσειν τῶν σῶν ἐμέλλομεν, ὡς μὴ τοὺς παρ' ὑμῶν ἀφικνουμένους, ἐν οἷς εἴης, ἐρωτᾶν, τούς τε διηγουμένους εἴχομεν καὶ λέγοντας, τίνες μὲν οἱ σοὶ σύμμαχοι, τίνες δὲ οἱ πολέμιοι, δόρατά τε οἷα μὲν τὰ παρὰ σοῦ, οἷα δὲ τὰ παρ' ἐκείνων, καὶ ὡς μᾶλλον τρώσαις ἢ τοῦτο πάθοις.

[2] ἦν δὲ ἐν τῇ διηγήσει καὶ πλῆθος ἐπιδείξεων, ἐν αἷς πολὺ τὸ κάλλος καὶ τὸ μετὰ τῶν λόγων εὐδοκιμεῖν τὸν τρόπον ζητοῦντα μὲν νίκην, οὐ μὴν ἄνευ τοῦ καλῶς.

[3] ἤκουον καὶ τὰ Παρθενοπαίου τοῦ ῥήτορος καὶ ὡς Πειρίθους εἰς Θησέα ἐγένετο καὶ συνήσθην γε ἀμφοτέροις, τῷ τε Πειρίθῳ τῷ τε Θησεῖ, τῷ μὲν ὧν ἔλαβε, τῷ δὲ ὧν ἔδωκε.

[4] συγχαίρω δὲ καὶ τῇ τοῦ σεσωκότος με πολλάκις θεοῦ πόλει πολλοὺς ἀγῶνας δεχομένῃ σοφιστῶν. εἶχε μὲν γὰρ τἀγαθὸν τοῦτο καὶ πρότερον ἡ πόλις, οὐ μὴν τοσοῦτόν γε οὐδ' οὕτως εἰς ἀκμὴν ἧκον.

[5] σεμνυνέσθω τοίνυν ἡ καλὴ Τύρος ὡς ἔχουσα μὲν ἰατρικὴν κρείττονα νοσημάτων τὴν προσδοκίαν τὴν ἰσχυράν, ὑπὲρ ἧς ἐν νυξὶν ἐμαυτῷ συγγενέσθαι φημὶ πολλάκις τὸν μέγαν Ἀσκληπιόν, σεμνυνέσθω δὲ καὶ ποιμνίοις νέων καὶ ποιμέσι νέων.

[6] ἀλλὰ καὶ τὸ τελευταῖον ἀκήκοα πάλαισμα, τὸν πρεσβύτην, καὶ ταῖς συνθήκαις ὑμῶν ἡσθεὶς λελυμένων ἠχθέσθην. τοῦτο μὲν οὖν τὸ γῆρας, καὶ βουλοίμην ἄν σε τιμῶντα διατελεῖν καὶ φέρειν, εἴποτε καὶ χαλεπαίνοι, ποιοῦντα τοῦθ' ὅπερ ἂν πρὸς τὸν πατέρα.

[7] τὸν δὲ πολλάκις κατ' ἐμοῦ χρώμενον βλασφημίαις ἔα τρυφᾶν, εἰ τοῦτο αὐτῷ τρυφή. τάχα γὰρ ἄν τί με καὶ ὀνήσαι ποιῶν βελτίονα τῷ φόβῳ τῶν ῥημάτων.

[1011]

Ἀργείῳ.

[1]    Θαυμάζων μὲν ῥητορικὴν καὶ κτήσασθαι ταύτην ἐθέλων ὁ Λητόιος καλῶς ποιεῖ, τὸν δ' ἐγγὺς ὑπερβὰς κρουνόν, Ἀργεῖον τὸν σοφόν, ἔπειτα ἑτέρωσε πλέων ἔδοξέ μοι παραπλήσιόν τι ποιεῖν ὥσπερ ἂν εἴ τις διψῶν τὸν οἴκοι κρουνὸν ἀφεὶς ἐπὶ τὸν πρὸ τῆς πόλεως τρέχοι ταὐτοῦ μέλλων ὕδατος πίεσθαι. καὶ γὰρ οὗτος ἃ ἂν λάβοι παρ' ἡμῶν, ταῦτα ἂν καὶ παρὰ σοῦ.

[2] ἠξίουν δὲ αὐτόν, εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπ' αὐτῆς γε τῆς ἐπιστολῆς, ἣν τῆς σῆς εἶχε φωνῆς, ἰδεῖν ὅτι δεῖ καὶ μένειν καὶ μεταλαμβάνειν κάλλους τοιούτου λόγων.

[3] τουτὶ μὲν οὖν διαφυγὸν τὸν Λητόιον αὐτὸν αὑτοῦ πολλάκις ποιήσει κατηγορεῖν· ἐγὼ δὲ ἡσθεὶς καὶ τῷ νέῳ καὶ τοῖς γράμμασιν εὔχομαι μὲν αὐτὸν μὴ λῆξαι λόγων ἐρῶντα, δέδοικα δὲ τά τε ὦτα τοῦ πατρὸς αὐτοῦ καὶ τὰ Βηρυτὸν ὑμνεῖν μεμαθηκότα στόματα.

[1012]

Φακτινιανῷ.

[1]    Τοῦτ' ἔστιν ἀνδρὸς ἄρχειν ἐπισταμένου, οὐ κεραμὶς καὶ λίθος καὶ τοῖχος καὶ γραφὴ καὶ στοά τις ἄχρηστος, ἀλλὰ τὸ συμπράττειν τοῖς ἀρχομένοις εἰς παιδείαν καὶ τὸ εὖ φρονεῖν καὶ λέγειν δύνασθαι. ᾧ δὴ καὶ τὸ τοῦ πατρὸς ὄνομα δικαίως ἂν δοίη τις, ἀλλ' οὐκ ἐκείνοις.

[2] σὺ δὲ δοὺς ταύτην τὴν ἐπιστολὴν καὶ τετιμηκὼς τιμῇ τοσαύτῃ τὸν ὑπὸ σοὶ τοὺς μὲν ἠμεληκότας λόγων ἀφύπνισας, τοὺς δ' οὐκ ἀφεστηκότας μᾶλλον ἔχεσθαι πεποίηκας.

[3] καί μοι δοκεῖς ἑτέρας δεῦρο πέμψειν ἐπιστολὰς ταὐτὰ βουλομένας. ἃ γὰρ ἐπαινεῖς ἡμᾶς τῇ τε τῶν ὡς ἡμᾶς πεφοιτηκότων δυνάμει καὶ πρᾶγμα ὀνομάζων εὔδαιμον ἡμέτερα γράμματα, ταῦτα βοῶντός ἐστιν εἰς ἅπαντας ἀνθρώπους, ὅτι, ὦ πατέρες, πέμπετε τοὺς ὑμετέρους αὐτῶν παρὰ γέροντα πονεῖν καὶ νῦν εἰδότα, καὶ μήτε μῆκος ὁδοῦ μήτε κύματα εἰργέτω.

[4] σὺ μὲν οὖν ἐν οἷς καὶ λέγεις καὶ πράττεις αὔξεις μὲν τὰ τῆς σοφίας, αὔξεις δὲ τὰ Παμφυλίας· ἐγὼ δὲ δεξάμενος τὸν Λητόιον, ὡς ἐβούλου καὶ ἐκέλευες, ἐγκαλῶ τοῖς θεοῖς ἀφελομένοις με παῖδας, οὓς εἶχον ἂν οὐκ ἀδικηθείσης Κύπρου.

[1013]

Κυρίνῳ.

[1]    Ἡ σὴ παιδεία καὶ τὸ ταύτῃ νικᾶν ἔχειν ἔπεμψε μὲν τὸν πρότερον ἡμῖν, ἔπεμψε δὲ τὸν δεύτερον συμβαλλομένου τι καὶ τοῦ προτέρου πρὸς τὸ καὶ τὸν δεύτερον ἐλθεῖν. τοιαῦτα γὰρ ἡ φήμη καὶ ποιεῖ καὶ ἐργάζεται· φέρει πανταχῆ τὸν περὶ τῶν πραγμάτων λόγον καὶ ῥᾳθυμίαν τινὸς ἐμήνυσε καὶ πόνους ἐκήρυξε, τὸ δεύτερον δὲ τοῦτο φυλὴν ἑτέραν ἐκίνησεν.

[2] οὕτω μὲν οὖν ἡγοῦμαι τὸν Λητόιον ἐλθεῖν· ὃς ἕξει μὲν ἃ καὶ τῶν ἄλλων ἕκαστος ‑ ὃ δὴ σὺ τῇ τοῦ ἡλίου κατεκόσμησας εἰκόνι ‑ κτησάμενος δὲ φυλάξειεν, ἀλλὰ μὴ τό τινων ἀπολέσειε παθών, οἳ πρὸς ἕτερα βλέποντες εἶτ' ἔχουσιν ὧν εἶχον οὐδέν.

[1014]

Παλλαδίῳ.

[1]    Πολλὰ μέν μοι τὰ δῶρα τὰ παρὰ Λητοΐου, πάντα δὲ ἐλάττω τοῦ παρόντος· ἦλθεν ἄγων ἡμῖν ἀπὸ Τυάνων, πόλεως εὐδαίμονος, παῖδε δύο λόγων ἐρῶντε, κοσμοῦντε ταύτῃ τὸν καλὸν Παλλάδιον πατέρα συνέσει τε νικῶντα καὶ σωφροσύνῃ καὶ τῷ δίκην τε δικάσαι δύνασθαι καὶ σῶσαι πόλιν.

[2] καὶ μακρὸν ἐν ἐπιστολῇ πάντ' εἰπεῖν, ὁπόσα Λητόιος πρὸς ἡμᾶς περὶ αὐτοῦ. παρακαλοῦμαι τοίνυν ἐπὶ σπουδὴν πρώτῃ μὲν αὐτῇ τῇ τῶν νέων φύσει, δευτέρᾳ δὲ τῇ δόξῃ τῇ τοῦ πατρός, τρίτῳ δὲ τῷ Λητόιον τοῦτο ἐθέλειν.

[3] ἔνι δέ τι καὶ τέταρτον τὸ τοῖς τούτων με συμπεφοιτηκέναι προγόνοις, οἷς πολὺς ἐγίγνετο παρὰ πάντων ἔπαινος τοῦ τῶν τρόπων κάλλους πρὸς τὸ τῶν λόγων ἁμιλλωμένου. πάνυ δὴ πιστεύω κἀν τούτοις ἀμφότερα ἔσεσθαι τῶν προοιμίων ἡμῖν πιστεύειν παρεχόντων.

[1015]

Ἀβλαβίῳ.

[1]    Εὐφροσύνης ἡμᾶς ἐνέπλησεν ὁ θαυμάσιος Λητόιος ἐν τοῖς περὶ σοῦ λόγοις τράπεζάν τε λέγων ἐκείνην τὴν ἅπαντας καλοῦσαν καὶ οἷα μὲν εἴποις ἑστιῶν, οἷα δὲ ἀκούσαις, καὶ ὡς ἐνίδρυταί σοι τὸ ἥμερον ἐκεῖνο μηδὲν ἀδικηθὲν ὑπὸ τοῦ παρόντος σχήματος δῆλόν σου πεποιηκότος ὡς ἔστι μετὰ χαρίτων σωφρονεῖν.

[2] ἀπήγγειλε δὲ ἡμῖν καὶ κλοπάς σου καλάς, αἷς κλέπτεις ὁδοὺς καλάς. καὶ μὴ παύσαιό γε τὰ τοιαῦτα κλέπτων, ἀφ' ὧν φίλῳ τε χαριῇ καὶ σαυτὸν ἀμείνω ποιήσεις.

[3]

τοὺς νέους δὲ οὓς ἔφησθα πέμψειν πέμψον, εἰ μή τι τοῖς παρ' ἡμῶν ἐγκαλεῖς· τοῦ μὲν γὰρ δεῖν ἀληθεύειν τὴν ἀνάγκην οἶσθα. [1016] [t]

Ἀβουργίῳ.

[1]    Πάνυ μοι βεβαιοῦν δοκεῖς τὸν Ἰσοκράτους λόγον, ὃν περὶ τῆς τῶν λόγων Ἰσοκράτης εἶπε φύσεως. ὅτι ἄρα οἷοί τέ εἰσιν ἆραι μικρὰ καὶ μεγάλα καθελεῖν. σοὶ δὲ νῦν εἴργασται μὲν τὸ πρότερον, τὸ δ' εἶναι καὶ θάτερον βουλομένῳ δηλοῦται τῷ πεπραγμένῳ.

[2] σοὶ μὲν οὖν συγχαίρω τῆς ῥώμης, αὐτὸς δὲ ἐν τῇ τῆς ἐπιστολῆς ἀναγνώσει λίαν ἠρυθρίων ζητῶν μὲν τὰ τῶν γραμμάτων ἐν ἐμαυτῷ, ταῦτα δὲ εὑρεῖν οὐκ ἔχων.

[3] ἔδοξας οὖν μοι κατὰ τὸ σφόδρα φιλεῖν ἀμελῆσαι τῆς ἀληθείας καὶ ἐνεθυμούμην, τίς ἂν εἴης λόγον ἐργαζόμενος ἐγκώμιον ἀνδρὸς ἀρίστου τοιοῦτος ἐν ἐπιστολῇ δεικνύμενος Αἰακόν τε ἄγων εἰς ἀκμὴν καὶ νεότητα δευτέραν καὶ τρίχα τὴν ταύτης, ἣν παρ' Ὁμήρου λαβὼν ἡμῖν δίδως.

[4] ἐρωτικὸν δέ τι καὶ ἡ τῶν ἐτῶν ὥσπερ χρημάτων ἐπίδοσις καὶ οἱ ποιοῦντες ἀπὸ τῶν αὐτῶν ἐμοὶ μὲν μακρότερον, αὑτοῖς δὲ βραχύτερον τὸν βίον.

[5] ἐν τούτοις δὲ πρῶτος ἦν ὁ πολύ τε καὶ καλὸν ῥεῦμα προχέων Ἀβούργιος ὁ γενναῖος, ὃν φυλάττοιεν αἱ Μοῦσαι τῇ ῥητορικῆς ἐπιθυμούσῃ νεότητι καὶ κομίσαιέν γε εἰς τὴν ἐμὴν πολιὰν ποιοῦντα ἃ νῦν ποιεῖ.

[6] ποιεῖ δὲ ἀγάλματα, κόσμον Ἑλλήνων τῷ γένει. ὧν κορυφαῖος οὑτοσὶ Μαξέντιος, πολλὰ μέν τινα τῶν σῶν λαβών, λαβὼν δέ τινα μικρὰ καὶ παρὰ τοῦ δευτέρου καὶ πάλιν γε παρὰ σοῦ πολλά. τοιαῦτα γὰρ ὑμῖν ἀκούω τά τε ἄριστα καὶ τὰ δεῖπνα γενέσθαι· ἦν δ' ὁ διδάσκων ἡμᾶς αὐτὸς ἑστιαθεὶς ἀμφότερα.

[7] σὺ μὲν οὖν τὴν ἡμετέραν ἀσθένειαν ἐπὶ λόγων ποίησιν παρακαλεῖς λέγων περὶ αὐτῶν ἃ λέγεις· ἐγὼ δὲ τὴν σὴν ἀκμὴν οὐ παρακαλῶ παρακεκλημένην ὑφ' ἑαυτῆς. οἶμαι δέ σε καὶ περάσαντα χρόνον ὅσον ἐγὼ τοῦ κινοῦντος οὐ δεήσεσθαι σοῦ πρὸς σαυτὸν ποιοῦντος ὃ νῦν πρὸς ἐμέ.

[1017]

Λητοΐῳ.

[1]    Ἐπῄνεσά σου καὶ τὴν ἐπιστολὴν καὶ τὴν ὁδὸν καλὴν ἑκατέραν εὑρών. ἐν μὲν γὰρ τῇ μέλιτός τι ἐνῆν, ἡ δὲ πολλῆς ἦν ἀνδρείας, ᾗ χρώμενος ἐκ παιδὸς εἰς πολιὰν διετέλεσας.

[2] ἥσθην οὖν ἐννοῶν, οἷος ἡμῖν ἥξεις μετά τε τοὺς ἀγῶνας καὶ τὰ ἀπὸ τῶν ἀγώνων· ἥσθην δὲ καὶ τῶν τὸν ἄργυρον ἐλαυνόντων μετὰ φαιδρότητος δόντων μοι τὴν ἐπιστολήν. ὃ γὰρ ἂν ἐπὶ πεπραγμένοις ἐποίουν, τοῦτ' ἐποίησαν ἐλπίσαντες. ἡ δ' ὑπόσχεσις ἄρα τὴν ἐλπίδα ἔτικτεν ἁπάσης ἐπαγγελίας τὸ ἔργον προσλαβούσης· τοιοῦτον γὰρ δὴ τὸ σόν.

[3] τά τ' οὖν ἄλλα θέμενος εὖ καὶ τοῦτο τάχιστα σαυτὸν ἀπόδος καὶ γυναικὶ καὶ τέκνοις καὶ ἐμοὶ καὶ Ὀλυμπίοις. φοιτητὴς δὲ οὑμός, ὃν οἶσθα, θήγει μετὰ τῆς γλώττης τοὺς πόδας, στέφανοι δὲ αὐτῷ παρ' ἐμοῦ μὲν ὁ τρίβων, παρὰ σοῦ δὲ ἡ δάφνη.

[1018]

Προσδοκίῳ.

[1]    Πάλαι σε μακαρίζων καὶ ἀπ' ἐκείνων τῶν χρόνων, ἐν οἷς τὸ πρῶτον τοὺς πολλοὺς ἐδεξάμην ἐπαινέτας, οἳ τόν τε τρόπον σου καὶ τὴν τέχνην τεθαυμακότες αὑτοῖς τοῦ θαυμάζειν συνέχαιρον, νῦν σε πάντων ἀνθρώπων εὐδαιμονέστατον ἄγω τοιοῦτον καὶ τοσοῦτον παρὰ τοῖν ἀδελφοῖν εἰρημένον, οἳ νόμῳ παλαιῷ πάτριόν τε ἀρχὴν καὶ πλατεῖαν ἔχουσι.

[2] παρ' οὓς ἐγὼ βαδίζω καθ' ἑκάστην ἡμέραν οὐ πάνυ μὲν εἰδὼς τὸ παρ' ἄλλους ἰέναι, μέγιστον δὲ κερδῶν νομίζων τὸ παρὰ τούτους, οὕς, ἐρῶ γὰρ ὃ πολλάκις ἔφην, ἡγοῦμαι τέρπεσθαι καὶ τὸν θεὸν ὁρῶντα νικῶντας τοὺς προγόνους ἄλλοις τε οὐκ ὀλίγοις καὶ τῷ φωνήν τε Ἑλλάδα καὶ λόγου κεκτῆσθαι δύναμιν.

[3] εἰδότες δὲ λέγειν καὶ τῶν λεγόντων ἴσασι τόν τε βελτίω καὶ τὸν χείρω καὶ τὸν γνήσιον καὶ τὸν νόθον. διὸ κἀν τοῖς ὀχήμασιν αὐτῶν οὐκ ὀλίγη χώρα βιβλίοις καί μοι λωτός εἰσι φθεγγόμενοι κατέχοντές τε καὶ οὐκ ἐῶντες ἀπιέναι.

[4] τῶν δέ γε συνουσιῶν τουτωνὶ τῶν μακρῶν σὸν γίγνεται τὸ πλέον ἀεί τι περὶ σοῦ λεγόντων ἢ μεῖζον ἢ ἔλαττον καὶ ῥεόντων ἐν τοῖς ἐγκωμίοις, ὧν τὰ μὲν περὶ τοῦ τρόπου διδάσκει, τὰ δ' ὅσα δεδύνησαι τῇ τέχνῃ πλουτοῦσί τε ἀμύνων καὶ πενίαν οὐκ ἀτιμάζων. οἱ δὲ ἐρῶντες ἐπὶ τοὺς αὐτοὺς ἔρχονται πολλάκις λόγους οὐ διδάσκοντες ἀγνοοῦντας, ἀλλ' ἐν εἰδόσιν ἡδόμενοι.

[5] καί μοι δοκεῖ σοφιστὴς εἰς Τύρου καταστὰς ἐγκώμιον τοῦτ' ἂν εἰπεῖν μέγιστον, τὰς σὰς ἐν αὐτῇ τιμάς τε καὶ δύναμιν. ἐν οἷς ἀμφοτέροις ὁ προστάτης τῆς τέχνης τιμᾶται θεός, μεθ' οὗ τὰς πολλὰς νίκας ἀνῄρησαι.

[6] ἤκουσα δέ τι καὶ τοιοῦτόν ποτε παρὰ τοῖν ἀδελφοῖν, ὡς μεγάλη μὲν ἡ ἡμετέρα πόλις, ἦν δ' ἂν καὶ πολὺ μείζων, εἰ ὑπὲρ τῶν ἐνταυθοῖ καμνόντων Προσδοκίῳ χεῖρές τε ἐκινοῦντο καὶ πόδες.

[7] ᾧ πολὺν ἂν ἐγὼ παρέσχον πόνον πλήθει νοσημάτων. ἴσως δὲ τοῦτο οὐκ ἀγνοεῖς Μαξεντίου τοῦ σοφιστοῦ ταῦτα ἀπηγγελκότος· καὶ γὰρ εἶπον, ἤν πως τι καὶ τοσοῦτον ἀφεστὼς δυνηθῇς τῶν ἐν ἡμῖν ἐπανορθῶσαι.

[8] μισθὸς δέ σοι τῶν εἰς Μαξέντιον τό τε μαθεῖν, οἵοις σε κοσμοῦσιν οἳ καὶ τὴν γῆν, καὶ ὡς καὶ ἡμῖν εὐφροσύνη τοιούτων σοι παρὰ τοιούτων γιγνομένων.

[1019]

Ἡρακλείῳ.

[1]    Μαθητῇ διδάσκαλον ἰδεῖν ἐπιθυμοῦντι διὰ χρόνου χάρισαι ταύτην δικαίαν χάριν. τὰ μὲν γὰρ ἄλλα πάντα αὐτῷ δίδωσιν ἐλθεῖν, πολιτευομένῳ δὲ δεῖ δήπου νευούσης τῆς τοῦ ἄρχοντος κεφαλῆς· οὗ μὴ τυχόντι κινεῖσθαι θρασύ τε καὶ παρὰ τὸν νόμον καὶ οὐκ ἀζήμιον.

[2] ἵν' οὖν καὶ ἔλθῃ κατὰ νόμον καὶ ἄνευ βλάβης, μίμησαι τὸν Δία τὸν διδόντα τῇ Θέτιδι τὴν χάριν. καίτοι τὴν μὲν χάριν ἐκείνην ἤδη τις καὶ ἐμέμψατο τὰ τῶν ἠδικηκότων κρείττω ποιοῦσαν, αὕτη δὲ πανταχόθεν καλή. καὶ αὐτὸς δὲ ἡμῖν εἶ τῶν γε τὸ δίκαιον τουτὶ τετιμηκότων περὶ τοὺς διδασκάλους, ὅθεν αὖ σοι κράτος τε ἐν δικαστηρίοις κἀκ τῶν νῦν ὄνομα Ῥαδάμανθυς.

[3] τὸν οὖν αὖ τοιοῦτον εἰς διδασκάλους ἐπαινεῖν τε ἀνάγκη καὶ ἕτερον τοιοῦτον γνώμῃ τοιαύτῃ συμπράττειν. εἰ μὲν οὖν οὐκ ἦν σοι ῥᾴδιον, ἀλγεῖν ἐλείπετ' ἄν, τοῦ δύνασθαι δὲ παρόντος χρῆσθαι δεῖ τῷ δύνασθαι.

[4] ἀνάμνησον δὲ σαυτόν, οἷος ἦσθα πρὸς τοὺς ἐφ' ἡμᾶς τισι συμπολεμοῦντας ἡγουμένους τε οὐδὲν εἶναι τοὺς περὶ αὑτοὺς πόνους ὡς ἔφευγές τε καὶ δυσσεβεῖς ἐκάλεις καὶ θεοὺς ἐπ' αὐτοὺς παρεκάλεις. τῷ τοίνυν κατ' ἐκείνων μίσει τὸ τούτους εὐφραίνειν ἀκολουθεῖ.

[5] λῦσον τοίνυν τὸν Νεμέσιον ἡμῖν. οὗτος γάρ ἐστιν ὁ ταύτης ἐπιθυμῶν τῆς ὁδοῦ μηνὸς δεομένης μόνου, καὶ πάλιν ἔν τε τῷ τὴν αὑτοῦ πόλιν ὠφελεῖν ἔσται καὶ τῷ τοῖς σοὶ δοκοῦσιν ὑπηρετεῖν.

[1020]

Ζηνοδότῳ.

[1]    Ἀλλ' εἰ καὶ βραδέως, ἔχω γε τὸν πάλαι ποθούμενον, τὸν Ἀντιόχου μὲν υἱόν, ὁμώνυμον δὲ ἐμοί, τιμῇ τῇ πρὸς ἐμὲ τοῦ πατρὸς τοῦτο πεποιηκότος πιστεύοντος μηδένα οἱ μέμψεσθαι τῶν ἐν τῷ γένει.

[2] τοῦτον δὴ τὸν ὁμώνυμον, ὃν πάλαι χρῆν ὑπὸ τοῖς ἐμοῖς ὀφθαλμοῖς τὰ τῶν λόγων συλλέγειν, καὶ νῦν ἡδέως εἶδον καὶ ἀνέκραγον μὲν εὐθὺς ἰδών, ἑώρων γὰρ ἐν τῷ προσώπῳ τὸ τοῦ πατρός, ἀνέκραγον δὲ ὕστερον μικρὰ ἄττα λέγοντος ἀκούσας, πάλιν γὰρ ἐν τῇ γλώττῃ τὴν τοῦ πατρὸς ἑώρων·

[3] ὃν ἔδει μὲν αὐτὸν ζῶντα παρ' ἡμᾶς τὸν υἱὸν ἀγαγεῖν ὥσπερ τινὰ ἀθλητὴν ὡς τὸν αὐτὸν παιδοτρίβην τὸν υἱόν· μέγα δὲ αὐτῷ τὸ καὶ τοῖς σοῖς γράμμασιν ἀντ' ἐκείνου χρήσασθαι τοῦ γέροντος μὲν καὶ ἀρρωστοῦντος, ταυτὶ γὰρ λέγεις, ἀκμάζοντα δέ σε δεικνύει καὶ ἐρρωμένον τὰ γράμματα.

[4] θεῶν δ' ἂν εἴη τῶν εἰς τοῦτό σε τοῦ χρόνου προαγαγόντων δοῦναί σοι καὶ τὸ κομίσασθαι τὸν νέον. ὡς ἡδύ γε καὶ θεοῖς θέαμα λέγων μὲν οὑτοσὶ καὶ δεικνύων τοὺς πόνους τοῦ πάππου, ὁ δὲ Ἄσταφος τῆς ἐπιμελείας τῆς αὑτοῦ τῷ καρπῷ γαννύμενος.

[1021]

Τατιανῷ.

[1]    Ἔχω τὴν τιμὴν λαβὼν ἔν τε τῇ φιάλῃ καὶ τῷ διθύρῳ γραμματείῳ, τὸ μὲν ἐλέφαντος, ἡ δέ ἐστιν ἀργύρου. καὶ τοῖς μὲν ἄλλοις, οἳ τὴν σὴν οὐκ ἐπίστανται φύσιν, θαυμαστὸν τοῦτο ἐδόκει καὶ οὐκ ἐλπιζόμενον ἥκειν, ἐμοὶ δὲ ἐλπίδα τε ἐπλήρωσε καὶ μαντείαν· εἶπον γὰρ ἥξειν τὰ ἥκοντα πρὶν ἥκειν.

[2] ὧν ἐλθόντων τε καὶ φανέντων καὶ δοθέντων δρόμος τῶν ἐπιτηδείων παρ' ἡμᾶς χαιρόντων τε καὶ συγχαιρόντων. ἐγὼ δὲ τῆς μὲν τιμῆς ἐζηλούμην, τῷ δὲ ὡς τιμήσομαι προειπεῖν ἐθαυμαζόμην.

[3] τιμὴ δέ μοι καὶ τὸ διὰ τοιούτου κεκομίσθαι τὴν τιμήν, ᾧ κόσμος μὲν ὁ πατήρ, κόσμος δὲ αὐτὸς αὑτῷ τῇ τε ἀρετῇ καὶ τῷ τρόπῳ καὶ τῷ κάλλει τῶν λόγων· ὧν εἰς κάλλος ἀπήλαυσε καὶ τὰ σὰ τυχόντα φωνῆς πρεπούσης.

[4] πεποίηται δέ τί σοι καὶ παρὰ τοὐμοῦ γήρως, οἷον εἰκὸς παρὰ γήρως γενέσθαι, ῥώμην μὲν οὐ παραδεικνύον, ἔρωτα δέ. τίς δ' οὐκ ἂν ἐρασθείη τοιαῦτα μὲν εὑρίσκοντος ὑπάρχου, τοῖς δὲ εὑρισκομένοις προστιθέντος τὰ τέλη; δι' ὧν πάλιν γίγνομαι μάντις καί φημι σὲ μὲν αὖθις ἴσα πέμψειν ἐπ' ἴσοις, ἐμαυτὸν δὲ καὶ λήψεσθαι καὶ γράψειν.

[1022]

Πρόκλῳ.

[1]    Τὴν τοῦ γενναίου πατρός σου λαβὼν ἐπιστολὴν παρὰ τοῦ ῥήτορος Πρισκιανοῦ σὴν ἀπαιτῶν ἐπιστολὴν μὲν οὐκ ἐλάμβανον, τὸ δὲ γράψαι κεκωλυκὸς ἤκουον. τὸ δὲ ἦν πραγμάτων ὄχλος ἕλκοντος ἑκάστου πρὸς ἑαυτὸ καὶ πρώτου πράττεσθαι βουλομένου.

[2] ταῦτ' οὖν ἀντὶ τῆς ἐπιστολῆς ἐγένετό μοι, μᾶλλον δέ, μείζω παρέσχεν ἡδονὴν μείζονός σοι τῆς ἐπιδείξεως ἐν πλείοσι πράγμασι γιγνομένης. ὅτου γὰρ ἅψαιτο Πρόκλος, τοῦτο καὶ κατώρθωται. εἴτ' οὖν οὐ γράφεις ἡμῖν, οὐκ ἀθυμοῦμεν ἔχοντες τὴν αἰτίαν, εἴτε καὶ οὕτω γράφεις, θαυμασόμεθα τὸ κἀκεῖνο ποιοῦν ὁμοῦ καὶ τοῦτο.

[3] πρὸς δὴ τὴν τοῦ πατρὸς φιλοπονίαν ἁμιλλώμενος δοκεῖς μοι καὶ τὸ 'κείνου γέρας οἴσεσθαι τοῦ αὐτοῦ μὲν ἐπαινοῦντος, τοῦ αὐτοῦ δὲ διδόντος. ἴσως δὲ καὶ αὐτὸς ταῦτα καὶ ὄψομαι καὶ καρπώσομαι· ζητήσω δὲ οὐκ ἄλλην ἀρχὴν τῆς ἐπὶ τούτοις ἐπιστολῆς, ἀλλ' ὅπερ πρὸς τὸν πατέρα σου, τοῦτ' ἀρκέσει μοι καὶ πρὸς σέ.

[1023]

Ἀνατολίῳ.

[1]    Πρὸς εἰδότας μέν, ὅμως δὲ ἀπήγγειλεν ὁ καλὸς Πρισκιανός, οἷος μὲν ἔξω γένοιο τοῦ βουλευτηρίου περὶ τὸν ἡμέτερον, οἷος δὲ ἐν αὐτῷ, καὶ οἷος μὲν μελλούσης ῥηθήσεσθαι τῆς δίκης, οἷος δὲ λεγομένης, οἷος δὲ ἐκβάσης, ὡς ἐξέβη.

[2] πάντων οὖν σοι τούτων ἔχομέν τε χάριν καὶ ἐπαινοῦμεν, ἅ μοι δοκεῖ καὶ παρ' αὐτῶν ἐπαινεῖσθαι τῶν θεῶν, ὥσπερ αὖ καὶ τὰ τῶν ἀδελφῶν σου περὶ τὸν αὐτόν. ἃ εἰ μὴ τότε ἔκαμόν τε ἐκεῖνοι καὶ εἰσήνεγκαν φροντίδας καὶ ἰατροὺς καὶ ἀγρυπνίαν καὶ δαπάνην, ᾤχετ' ἂν οὗτος ἢ ἄνευ ποδὸς ἔζη.

[3] τούτων δὴ τῶν τε λόγων καὶ ἔργων ἴσθι κεισομένην ἐν ἐμοὶ μνήμην ἀθάνατον. χάρις δὲ καὶ Πρισκιανῷ τῆς τε λύπης ἣν ὑπὲρ ἡμῶν ἐλυπήθη καὶ τῆς ἡδονῆς μεθ' ἧς τὰ ὑμέτερα διηγεῖτο. οὐ γὰρ δὴ διηγεῖτο μόνον, ἀλλὰ καὶ μετὰ τοῦ χαίρειν ἡμῶν μὲν εὖ παθόντων ὑφ' ὑμῶν, ὑμῶν δὲ εὐδοκιμούντων.

[4] ἀλλὰ κἀκεῖνο μέντοι πρόσθες· πεῖθε τὴν μεγάλην βουλὴν ὡς οὔτ' ἐμὸν ἐκεῖνο τόλμημα οὔτε τοῦ πεπορευμένου, τῶν δ' ἀναπτερωσάντων οὐ μίσει μὲν τοιαῦτα διαλεχθέντων, ἰδεῖν δὲ καλῶς τὸ πρᾶγμα οὐ δυνηθέντων. μήτ' οὖν ἐμέ τις ὡς ἀγνοήσαντα τὰ ἡμέτερα μεμφέσθω κἀκείνῳ τις ἐχέτω συγγνώμην.

[1024]

Ῥιχομήρει.

[1]    Πολλὰ πολλάκις ἡμᾶς εἰς ἑορτῶν ἄγει μνήμην. ἐν οὖν τῇ μνήμῃ τῶν ἑορτῶν καὶ τῶν ἡμερῶν ἐκείνων μνημονεύομεν, παρ' ὧν ἡμῖν ἐδόθη τὸ σοὶ συνδιατρίψαι, καὶ τιμῶμεν τὰς ἡμέρας ἐκείνας τῷ τῶν ἑορτῶν ὀνόματι τὰ δίκαια ποιοῦντες.

[2] σὺ γὰρ δὴ καὶ ἥκων ἡμῖν καὶ συνὼν ἡμέρας μέλιτος ἡδίους ἡμῖν ἐποίεις τὰς ὁμιλίας, ὥσθ' οἱ μὲν ἀπῄεσαν μεστοὶ χαρᾶς, οἱ δ' εἰσῄεσαν ἐπ' ἴσοις, καὶ πᾶν μὲν λυπηρὸν ἐπεφεύγει, παρεῖχες δὲ εὐφροσύνης ἀφορμάς. ὁ δὲ πλέον τῶν ἄλλων ἔχων ἦν ἐγὼ ζητούμενός τε ἀεὶ καὶ καλούμενος καὶ πρὸς τῷ τοίχῳ λόγων ἀκούων ὧν οὐκ ἄλλοι.

[3] τὸ οὖν ἐκ τούτων καὶ ἐμοὶ καὶ τῇ πόλει φίλτρον ἐγγενόμενον πέπηγέ τε καὶ μένει καὶ οὐδενὶ κινηθήσεται. καὶ εὖ τε πράττοντι συγχαίρομεν καὶ τά τε δυσκολώτερα τοῦ προσήκοντος τετύχηκεν εὐχαί τε ἡμῖν πρὸς τοὺς θεοὺς πανταχοῦ σε τύχης ἀπολαύειν τῆς βελτίονος δεῦρό τε αὖθις ἐλθεῖν σὺν τῷ θείῳ βασιλεῖ καὶ πάλιν ἐπιβῆναι τῆς φίλης τῷ Ἀπόλλωνι Δάφνης, ἣν ἐτίμησας δρόμῳ τε τῷ εἰς αὐτὴν καὶ τῷ διὰ πάσης τοὺς ὀφθαλμοὺς ἐνεγκεῖν, καὶ ταῦτα ἐν μιᾶς ἡμέρας μέρει· τῶν γάρ, οἶμαι, πραγμάτων ἐφ' ἑαυτὰ καλούντων οὐκ ἐνῆν πλέον τι τῇ Δάφνῃ χαρίσασθαι.

[4]

τουτὶ μὲν οὖν δοῦναι τῶν θεῶν, ὧν ἱερὰ πολλὰ μὲν ἡμῖν ἐν τῇ πόλει, πολλὰ δὲ περὶ αὐτήν· τἀμὰ δέ, καὶ ὧν ἐστερήμεθα καὶ ἐν οἷς κείμεθα, γράμμασι μὲν οὐκ ἔδοξέ μοι διὰ μῆκος παραδοῦναι, τῇ φωνῇ δὲ ἀφεῖναι τοῦ χρηστοῦ Παλλαδίου. ᾧ μισθὸν εἴ σε φαίην ὀφείλειν, οὐκ ἂν αἰτιάσαιο· μέτριον γὰρ οὕτω δή τι καὶ ἐπιεικῆ παρέσχεν αὑτὸν πρὸς πάντας ἀνθρώπους, καὶ οὐδεὶς ὑπ' οὐδενὸς ἠδίκηται διὰ τὸ Παλλάδιον δύνασθαι, ὥστε σοι πᾶσαι μὲν ἀπὸ παντὸς εὐφημίαι στόματος, ἔγκλημα δὲ οὐδὲ ἓν οὐδαμόθεν.

[1025]

Ἀνατολίῳ.

[1]    Καλῶς εἶδεν ὁ καλὸς Πρισκιανός, δι' ὅτου μοι γένοιτ' ἂν ὧν ἐβουλόμην τυχεῖν. καὶ διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς σὸν ἐποίουν τὸν ὑπὲρ τοῦ γεωργοῦ πόνον. ὃν ἔλυσεν ἐλθόντα τὰ τοῦ χρηστοῦ βασιλέως γράμματα οὐκ ὄντα μὲν ἀναμάρτητον, ἀμείνω δὲ τῷ δεσμῷ γεγενημένον.

[2] σὺ δ' ἔν τε μείζοσι καὶ ἐλάττοσιν εὖ ποιεῖν ἡμᾶς ᾑρημένος ἕξεις μὲν τὰ μείζω παρὰ τῶν θεῶν, εἰσὶ δέ σοι καὶ παρὰ ἀνθρώπων ἔπαινοι τῶν τοὺς ἀγαθοὺς ἐπαίνοις τὰ αὑτῶν μιμεῖσθαι πειθόντων καὶ ποιεῖν αὐτὰ πλείω.

[3] θαυμαστὸν δὲ οὐδὲν εἶναί τινας καὶ τοὺς τὰ πρὸς ἡμᾶς σου μεμφομένους. οὓς καλὸν ἀκούειν τὸν Ἱπποκλείδην. [1026] [t]

Καπιτωλίνῳ.

[1]    Ἴσως ᾠήθης χαλεπῶς ‹με› τὰς αἰτίας ἐνεγκεῖν, ἃς ᾐτιάσω με διὰ τῆς ἐπιστολῆς. αἱ δ' ἦσαν πολὺν χρόνον οὐκ ἐπεσταλκέναι με οὐδὲ τῇ τιμῇ σε ταύτῃ τετιμηκέναι, καὶ ταῦτα παρόντα πολλοῖς ὑπ' ἐμοῦ τετιμημένον.

[2] ἐγὼ δὲ τούτοις ἐγκεκωμιάσθαι νομίσας ἥσθην, ὡς εἰκὸς τὸν ἐγκεκωμιασμένον, ὥστε καὶ τοῖς φίλοις ἐδείκνυον πάσῃ σπουδῇ τὴν ἐπιστολὴν εἰδέναι αὐτοὺς τὸν σὸν ἔρωτα βουλόμενος, κἀκεῖνοι συνέχαιρον ταῦτα ὁρῶντες. οὕτως ἐλύπησας μὲν ἥκιστα, εὔφρανας δὲ μάλιστα. καὶ βουλοίμην ἄν, εἰ μὴ ἐπιστέλλοιμι, τοιαύτας λαμβάνειν ἐπιστολάς.

[3] σὺ δὲ ἐμοὶ ἀεὶ μὲν καὶ πανταχοῦ τίμιος τῇδέ τε ὢν κἀν τῇ Μεγάλῃ πόλει καὶ πεζεύων καὶ πλέων καὶ σιωπῶν καὶ λέγων, ἀνὴρ μετὰ δικαιοσύνης εἰς τήνδε πεπορευμένος τὴν ἡμέραν καὶ δόξαν ἡμῖν οὐ μικρὰν τῇ σαυτοῦ δόξῃ περιθείς.

[4] ἀεὶ μὲν οὖν σου καὶ μεμνήμεθα καὶ σὺν ἐπαίνοις, τὸ γράφειν δὲ ἡμῖν ὑπὸ τῆς Τύχης ἐκωλύθη τῆς βουληθείσης με κλάειν ἀντὶ τοῦ γράφειν. ἢ οὐδὲ πενθεῖσθαι δίκαιος ἦν ἐκεῖνος, ὃς ἦν ἐμός, εἴπερ ἦν ἐξ ἐμοῦ καὶ ἡ μήτηρ οὐκ ἐκώλυσε;

[5] τούτου τοίνυν κομισθέντος μὲν εἰς Ταρσούς, ὡς ἐκομίσθη, κομισθέντος δὲ ὡς ἡμᾶς μετὰ τοῦ πάθους καὶ μετ' οὐ πολλὰς ἡμέρας ἐπὶ τὴν σορὸν θαυμαστὸν οὐδὲν λῆξαί ‹με› γραμμάτων.

[6] ἀλλ' ἐπειδὴ πάνυ φῂς ἀδικεῖσθαι μὴ λαμβάνων, ὑπηκούσαμέν τε καὶ κρεῖττον ἔστω τὸ σοὶ δοκοῦν τῶν νῦν ἐμὲ περιεστηκότων.

[1027]

Τῷ αὐτῷ.

[1]    Κῦρος ὁ χρηστός, ὁ πολλῶν κρατήσας τῇ τέχνῃ νοσημάτων, εἰσῆλθε παρ' ἐμὲ τρέχων τε καὶ περιχαρής. ἐρομένου δέ μου, τίσιν οὕτω διατεθείη, φόβου τε ἐλεύθερος ἔφασκε γεγενῆσθαι καὶ ἀναπεπνευκέναι κῦμα διαφυγὼν μέγα.

[2] διδάξαντος δέ, ὅ τι ἦν τὸ κακόν, πάλιν ἠρόμην· τίς δὲ ὁ τοῦτο στορέσας; ὁ δὲ εἶπε κροτῶν ἅμα τὴν σὴν κεφαλήν, ἣ μυρίους ἤδη σέσωκε κάλλιον παντὸς λιμένος.

[3] ταῦτα ἀκούσας ἀμφοτέροις συνήσθην, τῷ τε οὐ κατακλυσθέντι τῷ τε ἐξαρπάσαντι· καὶ γὰρ τοὺς βοηθοῦντας τῶν κερδαινόντων εἶναι νομίζων οὐδέποτε παύσομαι.

[1028]

Πρόκλῳ.

[1]    Εἰδὼς μὲν τὸ μέγεθος τῆς λύπης, ᾧ κατείλημμαι, εἰδὼς δέ, ὅσον ἐστί μοι τὰ παρὰ σοῦ γράμματα, πρᾶγμα ποιῶν βοηθοῦντος οὔ με λανθάνεις πέμπων τὸ διὰ τῶν ἐπιστολῶν φάρμακον.

[2] ἐφ' ἃς δρόμος πολὺς τῶν ἡμετέρων πολιτῶν σὲ μὲν θαυμαζόντων, ἐμὲ δὲ μακαριζόντων, καὶ ταῦτα ἐν οὕτω χαλεπῇ τύχῃ.

[3] εἰ δὴ σοὶ λόγος τοῦ ταῦτα ἀμφότερα γίγνεσθαι πολλάκις, ἐπίστελλε πολλάκις.

[1029]

Ἀνυσίῳ.

[1]    Αὐτὸς μὲν διὰ χρόνου σοι γράφω, σὺ δ' ἡμῖν οὐδέποτε· ὃ καὶ ἐμοὶ τὸ διὰ χρόνου πεποίηκεν. ᾧ γὰρ βαρὺ τὸ ἐπιστέλλειν, τούτῳ δήπου καὶ τὸ λαμβάνειν ἐπιστολάς.

[2] ἀλλὰ νῦν, οὐδὲ γὰρ εἰ πάνυ βουλοίμην, ἔξεστι σιωπᾶν, γράφω καί σου δέομαι λύσιν τινὰ τοῖς παροῦσιν εὑρεῖν, ἣ τοῦ μὲν ἀρίστου Ῥουφίνου προσθήσει τῇ δόξῃ, τὰ δ' ἡμέτερα μὴ κατασείσει, καὶ ταῦτα ἰσχὺν ἔχοντα τὴν ἀπὸ τῶν δικαίων.

[3] νῦν δ' ἀρκεῖ μοι τοσοῦτον εἰπεῖν, ὅτι τὰς ἐλπίδας οὐκ ἐν τῷ πλήθει τῶν γραμμάτων ‹ἔχω›, ἀλλ' ἐν τῇ φύσει τοῦ γενναίου Ῥουφίνου τοῦ μέγα κέρδος ἡγουμένου πράττειν ἀεί τι τοιοῦτον, ὃ πᾶν στόμα κινήσει πρὸς εὐφημίαν. ὅ μοι δοκεῖ καὶ νῦν ἔσεσθαι καὶ δοθήσεσθαι τοῖς ἀνθρώποις ἀφορμὰς ὧν ἐπιθυμοῦσι λόγων.

[4] ἀλλ' ὅπως μὴ θαυμάσῃς τὸ μὴ καὶ πρὸς αὐτὸν ἐκεῖνον ἐλθεῖν περὶ τῶν παρ' ἡμῖν ἐπιστολήν. τὸ γὰρ μηδ' ὀλίγας συλλαβὰς ἐλθεῖν ἡμῖν ἀντ' ἐκείνης, ἣν σοῦ πείθοντος ἐπέμψαμεν, συμβουλή τις ἦν μηδὲν τοιοῦτον ποιεῖν. [1030] [t]

Ἀκύλᾳ.

[1]    Τούς τε πόνους, οὓς ἔτι ζῶντος ἐπόνεις Ὀλυμπίου χαριζόμενος Ὀλυμπίῳ, πολλάκις ἐπῄνεσα καὶ νῦν περὶ ἡμᾶς εὑρίσκων σε τοιοῦτον καὶ θαυμάζω καὶ χάριν οἶδα.

[2] καὶ βουλοίμην ἂν μὴ καταλῦσαι τὴν προθυμίαν, πρὶν ἂν τέλος ἐπιθῇς τοῖς ἐν χερσὶ τούτοις ἄξιον τοῦ μακροῦ χρόνου.

[1031]

Πολυχρονίῳ.

[1]    Ἀνέγνω μοι τὴν ἐπιστολήν σου τὴν πολλήν τε καὶ νοῦν ἔχουσαν ὁ φίλος ἡμῶν Θαλάσσιος· καὶ οὐκ ἐβουλευσάμεθα περὶ τοῦ τί χρὴ ποιεῖν, ἀλλ' εὐθὺς ἐνίκα σοὶ τὸ πρᾶγμα ἐπιτρέπειν ὡς εὔνῳ τε ἡμῖν καὶ γνῶναι δεινῷ τὸ δέον.

[2] γίγνου τοίνυν ἄξιος τῶν προσδοκιῶν.

[1032]

Καπιτωλίνῳ.

[1]    Ἐγένετό τις ἀνὴρ Ἡρακλεώτης, θεσπέσιος ὄντως ἀνήρ, ὁ Θεσπέσιος, καὶ λόγων εἵνεκα καὶ νόμων καὶ τοῦ δύνασθαι πόλεις ἐν ἀρχαῖς εὖ πραττούσας δεικνύειν ὥσπερ οὖν καὶ τὴν ὑμετέραν. τοῦτον εἶδον αὐτὸς ἐν Ἡρακλείᾳ πρεσβύτην παρὰ τῶν θεῶν ‹τιμώμενον› ἐν γήρᾳ γενέσει παίδων. οὓς καταλιπὼν ἀπῆλθεν.

[2] ἀλλ' ὁ μὲν υἱὸς καὶ αὐτὸς ᾤχετο, ζῇ δὲ θυγάτηρ καὶ ἔστι παρ' ἡμῖν λογισμοῖς τισι πειθομένη καὶ ἐπανήξει γε ὡς ὑμᾶς, ἡνίκ' ἂν τοῦτο βέλτιον ᾖ. γείτονα δὲ παρ' ὑμῖν ἔχουσα δυνάμενόν τε λυπεῖν καὶ λυποῦντα βούλοιτ' ἂν διὰ σοῦ γενέσθαι πρᾳότερον.

[3] ἡγουμένη δέ σε τοῦτον ὑπομενεῖν τὸν πόνον, εἰ δι' ἐμοῦ τὴν χάριν αἰτήσειεν, ἐμνήσθη τε πρός με γραμμάτων καὶ εἶχεν εὐθὺς πειθόμενον, τὴν μὲν αἰδούμενον, σοὶ δὲ τεθαρρηκότα.

[4] γίγνου τοίνυν καὶ νῦν οἷος πολλάκις καὶ βοήθει τῇ Θεσπεσίου παιδί, ὃν εἰκὸς τῷ σῷ πατρὶ γεγενῆσθαι φίλον καὶ πολλὰ μὲν αὐτῷ συλλαβεῖν, ἐν πολλοῖς δὲ συνεργὸν λαβεῖν.

[1033]

Παλλαδίῳ.

[1]    Προσῆλθέ μοί τις ἄνθρωπος κατηφὴς ὀρφανῶν θρηνῶν κακά· ἃ περιιστάναι τοῖς ταλαιπώροις ἄνδρα παρ' ὑμῖν ἀτιμάζοντα τὸ δίκαιον. καὶ προσετίθει τὸν μὲν παύσεσθαι δρῶντα κακῶς, τοῖς δὲ ἔσεσθαι σωτηρίαν, εἰ σὺ χεῖρα ὀρέξαις· τοῦτο δ' ἄν σε ποιῆσαι, γράμμασιν ἡμετέροις εἰ παρακληθείης.

[2] ἐγὼ δὲ ἐθαύμασα μὲν εἰ τοσοῦτον παρὰ σοὶ δυνήσομαι· τοῦ δὲ ὀμνύντος ὡς πάνυ δυνήσομαι, καὶ διεξιόντος, ὅθεν ὀμνύοι, θαρρῶν ἐπείσθην τε καὶ συνήσθην ἐμαυτῷ τε κἀκείνοις, ἐμαυτῷ μὲν ὧν δώσω, ὧν δὲ ἕξουσιν ἐκείνοις.

[3] χώρει τοίνυν ἐπὶ τὴν βοήθειαν καὶ πάρασχε σαυτὸν ὀρφανοῖς καταφυγήν, ὅπως ἔπαινοι μὲν σοὶ γίγνοιντο παρὰ τῶν ἀνθρώπων, παρὰ δὲ τῶν θεῶν ἃ παρὰ τῶν θεῶν εἰκός.

[1034]

Ζηνοδότῳ.

[1]    Ἕτερος οὗτος οἶνος ἥκει πολύς· ἦν δὲ καὶ ὁ πρότερος πολύς. σὺ δὲ καλεῖς ὀλίγον ἑκάτερον· οὕτω πᾶν τὸ ὑπὲρ λόγων ἐρχόμενον, κἂν ᾖ μέγα, μικρὸν εἶναί σοι δοκεῖ.

[2] σὲ μὲν οὖν καὶ σώζοιεν οἱ θεοὶ καὶ ποιοῖεν πολλάκις ἐπιστέλλειν οὕτως αὐτὸ ποιοῦντα καλῶς· Λιβανίῳ δὲ παρῄνεσα συνεῖναι μὲν ταῖς τῶν ἀρχαίων ἐπιστολαῖς, συνεῖναι δὲ καὶ ταύταις, καὶ τρέφεσθαι μὲν ἐκείναις, τρέφεσθαι δὲ ‹καὶ› ταύταις. ἃ γεγόνασιν ἐξ ἐκείνου.

[3] ἐμὲ δὲ κινεῖ μὲν οὐ τοῦτο, ἀλλὰ τὸ τετιμῆσθαι τούτῳ, ποιεῖ δὲ προθυμότερον περὶ αὐτὸν ὅ τε ὢν ὅ τε οὐκ ὤν, ἐπεὶ καὶ τὸν ἄριστον Ἀντίοχον πολλάκις ἡγοῦμαι καὶ παρακαθῆσθαί μοι καὶ λέγειν περὶ τοῦ παιδὸς ἃ πατὴρ ἂν ὑπὲρ υἱέος εἴποι.

[1035]

Βόνῳ.

[1]    Εἰ δὲ σὺ φόβῳ σιγᾷς καὶ οὐκ ἐπιστέλλεις, τίνα δεῖ θαρρούντως τοῦτο ποιεῖν; ἐν σοὶ γὰρ δὴ πάντες μὲν ποιηταί, πάντες δὲ ῥήτορες καὶ λόγων εἴδη πάντα.

[2] καὶ οὐκ ἔστιν εἰπεῖν ὡς μαθεῖν μὲν ἦσθα ἀγαθός, διδάσκαλος δὲ οὐ τοιοῦτος, ἀλλὰ πάντα ῥᾳδίως καὶ ταχέως ἔλαβές τε καὶ μετέδωκας. καὶ πολλοὶ νῦν κοσμοῦσι τὴν γῆν ἀπὸ τῆς σῆς εἰς τοῦθ' ἥκοντες συνουσίας.

[3] μὴ τοίνυν ὄκνει γράφειν μηδὲ τὰ σαυτοῦ φεῦγε. σὸν δὲ τό τε λέγειν τό τε τοὺς λέγοντας περὶ πολλοῦ ποιεῖσθαι, ὥσπερ αὖ τὸν δαιμόνιον σοφιστήν, ὃν ἐγγὺς ἔχων ἀγάλλῃ. ὁ δὲ σὲ ἐγκωμιάζων ἔχει μὲν ἀφορμὴν τὴν παιδείαν, ἔχει δὲ τὴν ἀρχήν, ἣ μείζω τὴν Ἀραβίαν ἐποίησεν οἶκον αὐξήσασα ἕκαστον.

[4] γίγνου δὴ κἀν τοῖς μετὰ ταῦτα τοιοῦτος καὶ τὸν μὲν σοφὸν Ἀβούργιον εὔφραινε τῇ φωνῇ, τοῖς γράμμασι δὲ ἐμέ.

[1036]

Ποστουμιανῷ.

[1]    Οἱ πάντα ὁρῶντες θεοὶ καὶ τοῖς πεπληγμένοις τῶν ἀνθρώπων εἰωθότες βοηθεῖν ἰδόντες με καταβεβλημένον καὶ κείμενον ὑπὸ τῆς νῦν συμφορᾶς τό τε πλῆθος τῶν εἰς παραμυθίαν εἰρημένων λόγων οὐδὲν δυνηθὲν φάρμακόν τι τοῦτο ἰσχυρὸν τὴν σὴν ἐξεῦρον ἐπιστολήν.

[2] ἧς ἦν μέν τι κέρδος καὶ προτεινομένης ἔτι Ἱλαρίου τοῦ καλοῦ τοῦτο ποιοῦντος, πλέον δ' ἑρμηνευομένης, πόνος δὲ ἄρα τὸ πρᾶγμα γεγένηται τοῖς ἄγουσιν εἰς τὴν ἡμετέραν φωνὴν τὴν ὑμετέραν, καὶ ὁ νικήσας ‹τῷ› τὸ προσιὸν ἑλεῖν ἐστεφανοῦτο.

[3] ἐγὼ δὲ ῥᾴων ἐδεικνύμην τῇ τιμῇ καί μέ τις τῶν συνήθων εἶδε μειδιάσαντα, καὶ τὸ νέφος οὐκέτ' ἦν ἴσον οὔτ' ἐπὶ τῆς ψυχῆς οὔτ' ἐπὶ τοῦ προσώπου. καὶ θαυμαστὸν οὐδὲν τιμὴν τοσαύτην ἥκουσαν δι' ἐπιστολῆς τοῦ πρώτου Ῥωμαίων ‑ ὁ δὲ τοῦτ' εἰπὼν εἶπε πάντων ἀνθρώπων ‑ ἰσχύσαι λύπης ἀφελεῖν τι καὶ καταμίξαι τι γαλήνης.

[4] δοκεῖς δέ μοι δίκαιος εἶναι πειρώμενος κατὰ τὸν Αἰγινήτην Αἰακὸν ἓν οὐ δίκαιον ποιεῖν φεύγων ἐν οἷς ἐπιστέλλεις τὴν Ἑλλήνων γλῶτταν. ἣν σὺ προσέθηκας τῇ παρὰ τοῦ γένους πολλῇ μὲν ἐπιθυμίᾳ, πολλοῖς δὲ ἱδρῶσι, τοῖς μὲν ἐν ἡλίῳ, τοῖς δὲ πρὸς λύχνον, δι' ὧν ἐνέπλησας τὴν ψυχὴν Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων ποιητῶν Δημοσθένους τε καὶ Λυσίου καὶ τῶν ἄλλων ῥητόρων.

[5] εἴποι δ' ἂν Ἡρόδοτός τε καὶ Θουκυδίδης καὶ πᾶς ἐκείνων ὁ χορὸς εἶναι χώραν καὶ αὑτοῖς ἐν τῇ σῇ διανοίᾳ καὶ τούτου μάρτυρας εἶναι τοὺς πεποιημένους σοι λόγους τοὺς πολλούς τε καὶ καλούς.

[6] καὶ ταῦτα οὐ νῦν μὲν ἔγνωσται, πρότερον δὲ ἠγνοεῖτο, ἀλλὰ καὶ πρὸ τῶν ἐπιδείξεων ἐπιστεύετο καὶ ἐν αὐταῖς καὶ μετ' ἐκείνας λόγος οὐκ ὀλίγος περὶ τῶν σῶν ἐγγόνων, λόγων. τουτὶ δὲ κοινὸν ἁπάσης οἰκίας, ᾗ θεοὶ πρόγονοι, τὸ δ' ἄγαν τῆς ὑμετέρας γενεᾶς.

[7]

κτησάμενος δὴ καὶ ταῦτα ἐπ' ἐκείνοις ὡς δύνασθαι πείθειν, εἰ λέγοις σαυτὸν Ἀθηναῖον, χρῶ πρὸς ἡμᾶς παροῦσιν ἀγαθοῖς καὶ τὰς ἐσομένας ἐπιστολάς ‑ δῆλον γὰρ ὡς ἀρξάμενος οὐ παύσῃ ‑ μὴ πέμψῃς πάλιν εἰς ἑρμηνέων στόματα.

[8] τοῦδε μὲν οὖν σὺ κύριος, παρὰ δὲ τῶν θεῶν αἰτῶ δοῦναί μοι τὴν σὴν ἰδεῖν κεφαλὴν ἐν ἀρχομένου τάξει, καθάπερ πάλαι τὸν σὸν θεῖον ἔγνων, ᾧ παῖδα τρέφεις ὁμώνυμον ἐν τῇ πόλει τῆς θεοῦ τῆς δι' ἀγῶνος αὐτὴν λαβούσης.

[9] τοῦτό τε οὖν ἐστί μοι πρὸς ὑμᾶς δικαίωμα καί τι καὶ ἕτερον, ὃ δεῖ σε μαθεῖν· ἐν ᾧ γὰρ ἔτει γῆν καὶ θάλατταν ἐπεῖχε τῷ τοῦ ὑπάτου καὶ ὀνόματι καὶ σχήματι πάππος ὁ ὑμέτερος, τότε τῆς μητρὸς ἐκδραμὼν ἐφάνην ἡλίῳ.

[1037]

Γαΐῳ.

[1]    Ἤιδειν ὅτι μου τοῖς γράμμασιν ἡσθήσῃ καλοῖς μὲν οὐκ οὖσι, καλοῖς δὲ νομιζομένοις· τοιαῦτα γὰρ τὸ φιλεῖν ποιεῖ. Πρισκίων δὲ ὁ δεινὸς εἰπεῖν κἀν τῷ προτέρῳ σχήματι κἀν τῷ νῦν δακρύσας μὲν ἀπὼν ἠβουλήθη καὶ παρών.

[2] θρηνήσας δὲ καὶ τὸν παῖδα μὲν τὸν ἐμόν, αὑτοῦ δὲ συμφοιτητήν, παῦσαί με τοῦτον ὀδύρεσθαι θελήσας δείσας μὴ τὸ λίαν ἐνέγκῃ τι καὶ αὑτῷ κακὸν λόγον ἀντέστησε τῇ λύπῃ πάνυ μὲν ἰσχυρὸν καὶ πολλῶν ἐπαίνων παρ' ἡμῶν τετυχηκότα, τὴν λύπην δὲ οὐδ' ἂν θεὸς παύσειε.

[3] χάριν δὲ εἰδὼς αὐτῷ τῶν γεγραμμένων καὶ τῶν περὶ σοῦ λόγων οἶδα οὔπω πρότερον τὴν Παλαιστίνην ὑπὸ τοιῷδε γεγενῆσθαι. καὶ οὐ μακρὸν μὲν τὸ κέρδος, κέρδος δὲ ὅμως, εἰ καὶ μὴ μακρόν. περὶ οὗ Πρισκίων ἐπανελθὼν ἃ προσήκει διαλέξεται.

[4] κατ' αὐτὸ γὰρ τοῦτο καὶ βραχεῖ τετίμηκεν ἡμᾶς χρόνῳ καὶ ἡμεῖς οὐκ ἐκωλύσαμεν καίτοι χαίροντες μὲν τῇ φωνῇ τἀνδρός, χαίροντες δὲ καὶ τοῖς ἄλλοις. [1038] [t]

Ἰούλλῳ.

[1]    Σὺ μὲν ἴσως ἐπιλέλησαι τῶν τιμῶν αἷς με, ἡνίκα ἦρχες ἡμῶν, ἐτίμας. ὧν, οἶμαι, μία· ἐν τῷ βουλευτηρίῳ μετὰ τῆς βουλῆς ποτε βουλευούσης καθήμενος ἐκέλευες αὐτὴν τιμᾶν τέ με ἔξω συνόντα τοῖς νέοις καὶ ποιεῖσθαι κοινωνὸν τῶν βουλευμάτων καὶ ἀεί ποτε τοῦτο ποιεῖν. σοὶ μὲν ταῦτα οὐκ ἐν μνήμῃ, ἐμοὶ δὲ ἐν πάνυ πολλῇ.

[2] κείσεται δὲ μετ' ἐκείνων καὶ τὰ μετὰ τὴν ἀρχὴν ἃ προσέθηκας ἐκείνοις οἴκοι διάγων. ταῦτα δέ ἐστι· πύργος καὶ τεῖχος γεγένησαι τῷ σοφῷ Πρισκίωνι διὰ πάντων μὲν λόγων, πάντων δὲ ἔργων καὶ πόνων καὶ δρόμων καὶ τῶν ἐν ταῖς ἐπιδείξεσι πηδημάτων οὐδὲν λειπομένων ὧν ἡμῖν εἰσέφερες.

[3] ταυτὶ δὲ οὐ δι' ὀνειράτων ἐμανθάνομεν, ἀλλ' αὐτὸς ὁ τούτοις ηὐξημένος διηγούμενος ἐδίδαξεν. ἦν δὲ ἡ διήγησις μακρά, μικρὰν γὰρ περὶ πολλῶν οὐκ ἐνῆν, καί με τὰ τοιαῦτα οὐχ ἧττον ἐκούφιζεν ἢ ὁ λόγος ὁ τῆς ἐν ἐμοὶ λύπης κρατῆσαι βουλόμενος. δόξα γὰρ παιδὸς ἀφῄρει πένθους· τῆς δὲ τὰ μὲν παρὰ τῆς τέχνης, τὰ δὲ παρὰ τῆς συμμαχίας· μέγας δὲ σύμμαχος Ἰοῦλλος, ἀνὴρ ἐν μελέτῃ τοῦ νικᾶν.

[4] ἡσθεὶς οὖν οἷς ἤκουσα δίκαιος ἂν εἴην ἡδίω καὶ σὲ δι' ἀκοῆς ποιῆσαι. ἴσθι τοίνυν τὸν σόν τε καὶ ἐμὸν ἑταῖρον ἀστράψαντα μὲν παρ' ἡμῖν τοῖς λόγοις οὓς ἔδειξε τὸν ὑπὸ τῶν Ὀλυμπίων συνειλεγμένον ὄχλον ἐπιστρέψαντα πρὸς ἑαυτόν, ποιήσαντα δὲ μακαρίους τῶν νέων τοὺς ἐν θρόνοις ταῖς περὶ αὑτὸν ψήφοις.

[5] ἄκουε δὲ κἀκεῖνο τὸ καλὸν οὗ χάρις αὐτῷ παρ' ὑμῶν ὀφείλεται. ἥκων γὰρ εἰς πόλιν ἣν οἶσθα τὴν πολλὴν καὶ μεγάλην καὶ ᾗ τὸ θαυμάζεσθαι πολλαχόθεν, οὐκ ἔσχε τῶν παρ' ὑμῖν οὐδὲν νομίσαι κάλλιον. ᾧ μάλιστα καὶ τὴν ἀρχὴν ἣ προσέλαβεν ἡμᾶς ἐπεσπάσατο πρὸς εὔνοιαν, καὶ γέγονεν αὐτῷ γέρα τοιαῦτα τῇδε, οἷά μοι δοκεῖ καὶ παρ' ὑμῖν ἔσεσθαι.

[1039]

Πολεμίῳ.

[1]    Ὁ πολλὰ μετὰ σοῦ γελάσας ἐγώ, καὶ γὰρ τοῦτο ἐπὶ ταῖς σπουδαῖς ἐποιοῦμεν, νῦν ἐν πένθει κάθημαι, καὶ τὸ ἔργον ἐστί μοι δακρύειν, ὥστε καὶ τοῖν ὀφθαλμοῖν τὸν ἕτερον δοκεῖν ὀφθαλμὸν εἶναι μᾶλλον ἢ εἶναι.

[2] εἰμὶ δὲ οὐδὲ τὴν γλῶτταν οἷος ἦν οὐδ' αὖ τὴν διάνοιαν. ἀλλ' οὐδὲ ἡδονήν μοι τὸ λέγειν ἔχει καίτοι τῆς χειρὸς οὐκ ἀργούσης. καὶ λέγουσι μὲν οἱ φίλοι μὴ χείρω ταῦτ' εἶναι τῶν πρὸ τῆς συμφορᾶς, πεισθῆναι δὲ οὐκ ἂν δυναίμην.

[3] καὶ ταῦτά μοι παρὰ τῶν οὐδὲν ἠδικημένων καὶ ὄντων μὲν εὐδαιμόνων, ἐμὲ δὲ κακοδαίμονα πεποιηκότων. λέγω δὲ ταῦτα οὐ περὶ πάντων, οὐδὲ γὰρ ἁπάντων τὸ ἔργον, ἀλλ' ὀλίγων τινῶν οὐκ οἶδ' ἀνθ' ὅτου φιλονεικησάντων.

[4]

ἀλλ' ἐκεῖνοι μὲν καὶ οὕτως εὖ πράττοιεν, ἐμὲ δὲ οὔθ' ὁ ἐμὸς ἴσχυσεν ἰάσασθαι λόγος οὔθ' ὁ τοῦ γενναίου Πρισκίωνος, ἐν ᾧ πλέον ἐστὶν ἰσχύος, ὁμολογῶ γάρ, ἀλλ' ἐπαινέτας μὲν ἑκάτερος ἔσχεν, ὁ νενοσηκὼς δὲ ἔτι νοσεῖ.

[5] ἐγὼ δὲ Πρισκίωνι χάριν οἶδα τοσαύτην ὅσηνπερ ἄν, εἴ με ἀνωρθώκει. κρίνω γὰρ αὐτὸν οἷς τε ἀνέστη καὶ οἷς ἐπορεύθη καὶ οἷς ἐπόνησε καὶ οἷς ἠθέλησεν.

[6] οἶδα δὲ καὶ σοὶ χάριν οὐ μόνον τῶν ἄλλων τῶν πολλῶν, ἀλλὰ καὶ τοῦ λύπης ἀξιῶσαι τὴν ἐμὴν πληγὴν καὶ τοῦ τὴν λύπην προελθεῖν εἰς δάκρυον. ἀνθ' ὧν εὐμενοῦς τε ἀπολαύοις τῆς Τύχης καὶ μὴ δεηθείης τῶν παραμυθησομένων.

[1040]

Ἡσυχίῳ.

[1]    Τὴν οὖσαν φιλίαν τῇ τε σῇ κεφαλῇ καὶ Θεοφίλῳ τῷ γενναίῳ δίκαιόν ἐστι μηδεμιᾷ προφάσει λυθῆναι. μὴ γὰρ ἴδοιμί ποτε τὴν ἡμέραν ἐκείνην εἰδὼς μέν, οἷα πολλάκις εἴρηταί σοι πρὸς ἐμὲ περὶ τοῦ γενναίου Θεοφίλου, εἰδὼς δέ, ὅστις ἐκεῖνος περὶ τὸν σὸν οἶκον γεγένηται.

[2] εἴτ' οὖν μικρόν τι τὸ ποιοῦν τὴν φιλονεικίαν, καταφρονηθήτω, εἴτε μέγα, μικρόν τι νομισθήτω καὶ τούτῳ τιμάσθω παλαιὰ φιλία.

[1041]

Τῷ αὐτῷ.

[1]    Ἀκούω παῖδα γεωργοῦ κομίζειν ἐπί τι τῶν ἀναγκαίων δᾷδα ἡμμένην, τούτου δὲ ἁρπάσαντα τοῦ πυρὸς ἄνεμον ἐνεγκεῖν τε εἰς οἴκημα γεωργοῦ τῶν σῶν καὶ κατακαῦσαι, καὶ τὸν μὲν ζητεῖν τὸ οἴκημα, τὸν δὲ οὐκ ἔχειν δοῦναι.

[2] εἰ μὲν οὖν δύνασαι γράψασθαι τὸν ἄνεμον, γράφου, καὶ εἰ κατηγορεῖν τῆς Τύχης, κατηγόρει· εἰ δὲ τοῦτο οὐκ ἔνι, μήτε ἀδίκημα τὸ ἀτύχημα κάλει μήτε ἀπαίτει δίκην τὸν συναχθόμενον τῷ τὴν βλάβην ὑπομείναντι.

[1042]

Γεσσίῳ.

[1]    Χρύσης ὁ καλός, δι' ὅσων ἦλθε πόλεων, ἁπάσας ἐξέπληξε τρόπου τε ἀρετῇ καὶ τῷ λόγους ποιεῖν τε δύνασθαι καὶ κρίνειν.

[2] σὺ δὲ οἶσθα μὲν αὐτὸν ἀγαθός τε ἀγαθὸν καὶ Αἰγύπτιος Αἰγύπτιον, μᾶλλον δ' ἂν τὸν ἄνδρα γνοίης, εἰ πύθοιο, ποῖός τις περὶ ἡμᾶς γέγονεν. εἰ μὲν γὰρ ἔμελλεν αὐτὸς ἐρεῖν ἅπαντα, ἑπόμενον ἦν αὐτῷ τὸ λέγειν ἀφεῖναι· ἐπεὶ δὲ τὸ μὲν οἶδε, τὸ δὲ οὐκ ἐπίσταται, ἃ εὖ ποιῶν σιωπᾷ, τῶν εὖ παθόντων ἡμῶν ἂν εἴη τὸ μὴ σιγᾶν.

[3] οὗτός ἐστιν ὁ βαπτιζόμενον εὑρὼν τὸν ἄθλιον Κίμωνα καὶ προδεδομένον οὐ περιιδών, ἀλλὰ καὶ στὰς καὶ προσελθὼν καὶ δεξιὰν ἐμβαλὼν καὶ μαθεῖν ἀξιώσας, οἷα τἀκείνου, καὶ μαθὼν καὶ ἀλγήσας καὶ τἄλλα προσθείς, λόγους τε, ὧν ὁ πάντων ἀκούων ἤκουσε θεός, ἔργα τε, ὧν ὁ αὐτὸς θεὸς θεατὴς γεγένηται.

[4] τούτων ἓν ἦν τῶν ἔργων καὶ αἱ Πρόκλου πρὸς τὸν Κίμωνα διαλλαγαί. καὶ ἔνδον ἦν διὰ Χρύσην καὶ ἤκουέ τι διὰ Χρύσην καὶ ἔλεγε καὶ ἤλπιζέ τι διὰ Χρύσην. ἀλλ' ἔδει τὸν τοῦδε πόνον καὶ σπουδὴν διαφθαρῆναι τῇ Τύχῃ. Χρύσης γὰρ ἀνθρώπου μὲν οὐδενός, ἐκείνης δὲ ἡττήθη, δι' ἣν καὶ τὸ τῶν Ἑλλήνων γένος τοῦ παιδὸς Ἀμύντου τοῦ τραφέντος ἐν Πέλλῃ.

[5] γενομένων τοίνυν τῶν ἐκείνῃ δοκούντων ὠδύρατο μὲν ἐπὶ τῷ παιδὶ καθάπερ ἐγώ, ἐθρήνησε δὲ τὴν τελευτὴν οὐχ ἧττον ἢ ἐγώ, λύων τε εἴ τις τοῦτον ἐφάνη τὸν θάνατον, μισθὸν ἂν ὅλην ἐποιήσατο τὴν οὐσίαν, ἴσως δ' ἄν τι καὶ τοῦ σώματος.

[6] τοιούτοις εἰς ἡμᾶς ὁ Χρύσης ἐχρήσατο, τοιαῦτα ἐνδέδεικται. ταῦτα ἴσασι πολλοί, εἰδέναι μέντοι κἀκεῖνο χρεών, ὅτι ἣν ἐλάττω λύπην ἐποίει παρών, ταύτην μείζω ποιήσει μὴ συνών.

[1043]

Ἀρισταινέτῳ.

[1]    Ἧκεν ἡμῖν γράμματα καλὰ παρὰ καλοῦ διὰ καλοῦ, παρὰ σοῦ καλῶς ἔχοντα διὰ Βακουρίου τοῦ λάμποντος μὲν τῷ σώματι, ψυχὴν δὲ ὁμοίαν ἐκείνῳ παρεχομένου.

[2] σὺ δ' ἡμῶν ἐρῶν οὐκ ἀρκεῖν σοι τοῦτο νομίζων προσέθηκας σαυτῷ τὸν χρηστὸν Βακούριον καὶ ἔρωτός γε ἐμπλήσας ἴσου δεῦρο ἔπεμψας, ὥστ' οὐ μόνον ὡς ἡμᾶς ἀνέβη διὰ τῆς στενῆς θύρας, ἀλλὰ καὶ εὐθὺς καὶ ἑσπέρας καὶ δρόμῳ φιλήσας τέ μου τὸ πρόσωπον καθ' ἕκαστον τῶν μερῶν καθιζάνει τε πλησίον καὶ χάριν αἰτεῖ δοῦναι αὑτῷ βλέπειν εἰς ἐμὲ πολὺν χρόνον. μικρὸν δὲ ἔφασκε καὶ τὴν νύκτα ὅλην ἔσεσθαι.

[3] οὐκ ἐλάνθανεν οὖν με, τίς ἡμῖν τοιοῦτον τὸν ἄνδρα πεποίηκε καὶ πόθεν τὸ βέλος. χαριζόμενος δέ μοι τοῖς περὶ ἐμὲ πραττομένοις εὔφραινε καὶ τοῖς περὶ σοῦ λεγομένοις. ἐν οἷς ἦν ἥ τε δικαιοσύνη καὶ τὸ δόξης ἐπιθυμεῖν σε καὶ τὸ χρημάτων ὑπερορᾶν καὶ τὸ πολλοῖς ἐπαίνοις στεφανοῦσθαι, τοῖς μὲν ὑπὸ τῆς μεγάλης βουλῆς, τοῖς δ' ὑπὸ τοῦ σωφρονοῦντος δήμου, τοῖς δ' ὑπὸ τοῦ θείου στόματος.

[4] οὐκοῦν καὶ χαίρειν με καὶ εὔχεσθαι δεῖ· τὸ μὲν γὰρ πρέπει τοῖς ἐρωμένοις, τὸ δὲ τῷ μέλλοντι χρόνῳ.

[1044]

Λεοντίῳ.

[1]    Δοὺς τὴν ἐπιστολὴν τὴν Ἀρισταινέτου Βακούριος, ἐπειδὴ ἀνέγνωστό τε καὶ μεθ' ἡδονῆς, αὕτη δὲ ἔφη σοι ‹παρὰ› Λεοντίου. ποίου ἔφην Λεοντίου; ὁ δ' ἀπεκρίνατο τοῦ λογογράφου. καὶ ἐγὼ συνείς, ὃν λέγοι, μάλα τε ἥσθην καὶ ἦν μοι τοῦτο μεῖζον ἢ Τροίαν ἑλεῖν ὑποκεχωρηκότος τοῦ παρὰ τῆς ζώνης ὀνόματος ἤ, εἰ βούλει γε, σιωπῆς τῷ παρὰ τῶν λόγων.

[2] ἦσθα μὲν οὖν ‹ἂν› θαυμαστός, εἰ καὶ ποιῶν λόγους μόνον οἴκοι κρύψας εἶχες, οὐ γὰρ ἂν τάς τε Μούσας καὶ τοὺς ἐκείναις φίλους τῶν ἀνδρῶν ἐλάνθανες· πολὺ δὲ τὸ νῦν μεῖζον εἰς θέατρά σοι φερομένων τῶν παίδων καὶ πηδᾶν πειθόντων καὶ ποιούντων δόξαν σοὶ καὶ ἐμοί.

[3] ζητῶν δὲ ἡμέτερος γενέσθαι ζητεῖς ὃ καὶ ἡμεῖς ζητοῦμεν, ἡμέτερόν σε γενέσθαι. πῶς γὰρ ἂν μείζων ἡμῖν ἡ πόλις ἐγένετο; κορῶν δὲ διαλεγόμενοι γονεῦσιν οὔπω καὶ νῦν εὐτυχεῖς εὑρήκαμεν, οὐ γὰρ ἐθέλουσι κερδαίνειν· οὐ μὴν παυσόμεθά γε πειρώμενοι τοῦτο τῇ πατρίδι προξενῆσαι τἀγαθόν. [1045] [t]

Χρύσῃ.

[1]    Ὅπου μὲν ὢν τυγχάνεις τὰ νῦν, οὐκ οἶδα· οἶδά γε μὴν ὡς εὐδαίμων οὗτος ὁ χῶρος, ἐν ὅτῳ Χρύσης καὶ κάθηται καὶ περιπατεῖ καὶ λαλεῖ καὶ σιωπᾷ· καὶ γὰρ δὴ καὶ σιωπῶν Χρύσης ὀνήσαι ἂν ἀπὸ τῶν ὀφθαλμῶν τῶν αὑτοῦ τοὺς αὐτὸν ὁρῶντας.

[2] καὶ τὰ μὲν παρὰ σοῦ τοιαῦτα τοῖς συνοῦσιν, ἐγὼ δ' ἀηδὴς τοῖς συνοῦσι τῷ πλήθει τῶν ὀδυρμῶν, ὧν ἐστι τὸ πλέον τοῦ χρόνου· τῶν γὰρ αὖ λόγων ἐστὶ μέν τι καὶ αὐτῶν, οὐ μὴν τοσοῦτον καὶ οὐδ' αὐτό γε τοῦτο τὸ οὐ τοσοῦτον καθαρὸν ὀδυρμῶν.

[3] νῦν γε μὴν καὶ πλείους ἀφορμαὶ τοῖς δάκρυσι τῶν ἐκείνῳ συμπεφοιτηκότων μετ' ἀρχὰς δεῦρο ἐρχομένων τοῖς τε ἡμετέροις θρήνοις τοὺς αὑτῶν προστιθέντων. εἰσὶ δὲ οἳ καὶ φθάνοντες τοῦτο ποιοῦσι μνήμῃ τε ἐκείνου καὶ ἐμῇ θέᾳ. συνεπίκειται δὲ καὶ τὸ τῆς κεφαλῆς κακὸν φόβῳ καινῷ τὴν διάνοιαν ἐλαῦνον καὶ οὐδὲ ἀκούειν ἐῶν.

[4] ἢν οὖν ἀκούσῃς ὡς οἴχομαι πόλεμον οὕτω μέγαν οὐκ ἐνεγκὼν τῇ ἐρημίᾳ τῶν συμμάχων, μήτε θαυμάσῃς καὶ τοῦτο κέρδος ἐμὸν νομίζειν, ᾧ τὸ μὴ ζῆν ἐν εὐχαῖς, ὥσπερ ἑτέροις τὸ ζῆν.

[1046]

Λεοντίῳ.

[1]    Χάριν ἔχω τῷ Σιδωνίῳ τῷδε τῷ λειτουργοῦντι Σιδωνίοις πρώτου μὲν τοῦ τὰ δίκαια πρὸς τὴν αὑτοῦ ποιεῖν οὔσης ζώνης· δευτέρου δὲ τοῦ καὶ ἰδεῖν με ἐθελῆσαι καὶ ἰδεῖν ‑ εἶδε δὲ ἐν τῷ βουλευτηρίῳ πονοῦντα τὰ εἰωθότα ‑ τρίτου δὲ τῆς διηγήσεως τῆς περὶ τῆς σῆς ἀρχῆς, ἐν ᾗ κατέχειν αὑτὸν ὑφ' ἡδονῆς οὐκ εἶχεν, ἡδονῆς δὲ καὶ ἡμᾶς ἐνεπίμπλα τίς μὲν πρὸς πόλεις εἴης, ἀκούοντας, τίς δὲ εἰς ἀγρούς, τίς δὲ εἰς λόγους, τίς δὲ εἰς δίκας, τίς δὲ εἰς ἀξίους ἐλέου, τίς δὲ εἰς τοὺς ὀργῆς. καὶ τὸ δὴ κεφάλαιον, πάντα χρυσὸν ἔφασκεν ὑπερορᾶσθαι καὶ κρατεῖσθαι τῆς χειρὸς κρατουμένης.

[2] τὸν δὴ τοιαῦτα ἀγγέλλοντα φίλον τε ἐποιησάμην καὶ παρὰ σοῦ βουλοίμην ἂν ἀγαθοῦ τινος τυχεῖν, ὅπως ἁνὴρ αὑτὸν ἐπαινῇ καὶ συγγενόμενός μοι καὶ ζητήσας γράμματα.

[1047]

Αὐσονίῳ.

[1]    Ὁ δούς σοι τὸ ἄρχειν θεὸς καὶ τόνδε κοσμήσοντά σοι τὴν ἀρχὴν ἔπεμψε. δίκαιος δ' ἂν εἴης ἰδεῖν τε ὡς ἥδιστα τὸν ἄνδρα καὶ θέατρον καθίσαι τῷ ποιητῇ καὶ τὰ μὲν λαβεῖν, τὰ δὲ δοῦναι.

[1048]

Φιρμίνῳ.

[1]    Οὐδ' εἰ πᾶσάν μοι τὴν οὐσίαν ἐδεδώκεις τὴν σαυτοῦ καὶ πρὸς αὐτῇ τάς τε τῶν συγγενῶν ἁπάσας καὶ ‹τὰς› τῶν φίλων, οὐκ ἂν ἦσθα μείζω τῶν νῦν δεδομένων δεδωκώς.

[2] τί γάρ μοι τοῦ παρόντος ἢ μεῖζον ἢ ἴσον; Φιρμῖνος ῥίψας τὸν στρατιώτην ἐνέδυ τὸν σοφιστήν. καὶ θρόνος ὁ τούτῳ πρέπων καὶ βάθρα καὶ βίβλοι καὶ νέοι παιδευόμενοι καὶ λόγοι ποιούμενοί τε καὶ δεικνύμενοι δονοῦντες θέατρον μουσικόν· τοιοῦτον γὰρ οἱ Καππαδόκαι.

[3] καὶ βραδέως μὲν ταῦτα, οἶσθα γάρ, ἐφ' ἅ σε παρεκάλουν, κέρδος δὲ ὅμως καὶ νῦν, ὦ φίλε Ἀλκιβιάδη, ταῦτά σοί τε καὶ ἐμοί. ὥστε καὶ τοῦ πρώτου ταῦτ' ἀγγείλαντος ὡς ἡμᾶς ἐφίλησα μὲν τὴν κεφαλήν, ἐφίλησα δὲ τὼ ὀφθαλμὼ καθίσας τε ἐγγὺς ἐμαυτοῦ πολλὰ μὲν ἠρόμην περὶ σοῦ, πολλὰ δὲ ἤκουσα, πάντα καλά, εὐεργέτην τε ἡγησάμην ἐμαυτοῦ μετὰ σὲ τὸν δόντα τὰ τοιαῦτα μηνύειν.

[4] πάλιν τοίνυν ἥσθην λαβών σου τὴν ἐπιστολὴν καὶ πάλιν ἥσθην λαβών σου ταύτην τὴν δευτέραν, ‑ δύο γάρ ἐστον, κἂν πάνυ πολλὰς αὐτὰς ἐν τοῖς γράμμασι λέγῃς.

[5] ἥσθην δὲ καὶ τοῖς εἰρημένοις περὶ σοῦ παρὰ τοῦ καλοῦ Κυνηγίου τοῦ τὸν ὁμώνυμόν τε καὶ πάππον κεκοσμηκότος, ὃν ἐγὼ συμφοιτητῶν μάλιστ' ἠγάπηκα, καὶ τὸν ἀδελφὸν μὲν γάρ, ἀλλὰ μετ' ἀμύμονα.

[6] πῶς ἂν οὖν οὕτω διατεθεὶς ὑπὸ τῆς μεταβολῆς τοῦ τηλικαῦτα κεχαρισμένου κατεφρόνουν; κείσθω γὰρ τὸ ῥῆμα τὸ σὸν ὡς μηδὲ ἐπιστέλλειν. σὲ δ' ἐχρῆν ἄλλην τινά που ζητεῖν αἰτίαν, μᾶλλον δέ, οὐδὲ ζητεῖν τὴν οὕτω δήλην ἔδει. τίς γὰρ οὐκ ἔγνω τὴν Κίμωνος τελευτήν; ὃν καὶ αὐτὸς ᾔδεις καὶ οὗ λέγοντος ἀκήκοας καὶ ὃν πολλάκις ἐπῄνεσας.

[7] τοῦτον τοίνυν κείμενον πενθῶν ἐκαθήμην ἀνάγκαις ταῖς παρὰ τῶν φίλων σιτίων ἁπτόμενος λεγόντων μὴ δεῖν ἐπισπᾶσθαι θάνατον μηδὲ προαπόλλυσθαι, καὶ ἐπιστολὰς τὰς μὲν δεῦρ' ἰούσας οὐκ ἄνευ δακρύων ἐδεχόμην, πέμπειν δὲ οὐ μάλα οἷός τε ἦν.

[8] ᾤμην δὲ Φιρμῖνον τὸν δίκαιον μαθητήν, εἰ καὶ μὴ μακρά, μικρά γε ἐν τοῖς αὑτοῦ πολίταις ἐρεῖν περὶ μικρῶν τῶν τοῦ Κίμωνος καὶ ποιήσειν ὃ τῶν ἡμῖν ὡμιληκότων τινὲς ἔπραξαν.

[9] ὅρα οὖν εἰ μηδέν σοι τῶν πρὸς ἡμᾶς ὠλιγώρηται, κἂν εὕρῃς, τόθ' ἕτερον ἄδικον καλεῖν.

[1049]

Ἀδελφίῳ.

[1]    Τετίμηκάς με καὶ τῷ μὴ δευτέροις λόγοις ὑβρίσαι τοὺς προτέρους καὶ τῷ κριθῆναι ἄξιος ἄρχειν εἶναι τὴν ἀρχὴν λαβών, ἀλλ' οὐχ ὥσπερ ἕτεροι, καὶ τῷ γράψαι πρὸς ἡμᾶς περὶ τούτων καὶ τῷ πάλιν.

[2] τῷ φόβῳ δέ με λυπεῖς, ὃν ἔχεις ὡς οὐ δεινὸς ὢν ἐπιστέλλειν. εἶ γὰρ καὶ καταψεύδῃ σαυτοῦ καὶ ποιεῖς ἴσον, ὥσπερ ἂν εἰ καὶ τοῦ σώζειν πόλεις ἔλεγες ἀπείρως ἔχειν. εἶ γὰρ δὴ τῆς σωτηρίας τεχνίτης καὶ τοῦ γε αὐτὰς ἀμείνους ἢ παρέλαβες ποιεῖν.

[3] ταυτὶ γὰρ ἦν τε ἐν ἐλπίσι καὶ νῦν ἀγγέλλεταί μοι φίλτρον σοι πεποιηκέναι τὴν ἀρχὴν τῇ τε τῶν νόμων φυλακῇ καὶ τῷ μὴ πλέον ἔχειν ἐν ταῖς δίκαις τῆς πενίας τὸν πλοῦτον καὶ τῷ τὰ πράγματα χωρεῖν πειθοῖ μᾶλλον ἢ πληγαῖς.

[4] καὶ τούτοις ποιεῖς μὲν σαυτὸν μακάριον, ποιεῖς δὲ γένος τὸ σόν, ποιεῖς δ' ἐμὲ τὸν Φοίνικα τὸν πάνυ δὴ βουλόμενον εὖ πράττειν Γαλάτας τοὺς ἀεί τε τὰ ἡμέτερα αὐξήσαντας καὶ νῦν ἐπ' οἰχομένῳ δακρύσαντας Κίμωνι.

[1050]

Χρύσῃ.

[1]    Ἠβουλόμην μὲν ἔχειν ὑπὲρ ἀμεινόνων γράφειν, σιγῆσαι δὲ οὐκ ἔστιν οὐδὲ θάτερα διὰ τὸ πάντα ἐθέλειν σε τὰ ἡμέτερα εἰδέναι. ἴσθι τοίνυν πένθει πένθος προστεθὲν καὶ λύπῃ λύπην καὶ δάκρυα δάκρυσιν.

[2] ἔτι γὰρ ἡμῶν ζητούντων τε Κίμωνα καὶ ποιούντων ἃ τοὺς ζητοῦντας εἰκὸς δαίμων τις ἐξαίφνης ὥσπερ πνεῦμα ἐμπεσὼν τὴν Ἀρχελάου μὲν θυγατέρα, Σευήρου δὲ γυναῖκα ἀπήνεγκεν οὕτως ὀξέως ὡς φθῆναι τὴν τελευτὴν τοὺς κεκλημένους ἰατρούς.

[3] ἡμεῖς δὲ οὐ γείτονες μόνον τῶν εἰρημένων ἀνδρῶν, ἀλλὰ καὶ φίλοι πλείω παθόντες ὑπ' αὐτῶν ἀγαθὰ καὶ πάλαι καὶ νῦν ἢ ποιήσαντες αὐτοὺς ὠφελεῖν μὲν οὖν οὐ πάνυ δυνάμεθα, συμπενθεῖν δὲ ἐπιστάμεθα.

[4] καὶ δὴ καὶ νῦν ἄνδρα χρηστὸν ὁρῶντες ἐρριμμένον ἐνθυμούμενον ὡς δεῖται μὲν αὑτῷ τὰ τέκνα μητρός, ἡ δὲ οἴχεται, τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνος ἐχόμεθα τά τε παρόντα ἐλεοῦντες τοῦ τε Κίμωνος ἐπεισιόντος καὶ τῆς οὐχ ὁρωμένης ἐκφορᾶς ὁρωμένης.

[5] ἔδει δή σε τῇδέ τε εἶναι καὶ δύο φίλους ὀρθοῦν, Σευῆρόν τε καὶ ἐμέ. τὸν δὲ πατέρα τῆς ἀπελθούσης ἐν τηλικαύτῃ πόλει πείθομαι πολλοὺς ἔσεσθαι τοὺς ἀναστήσοντας, εἰ καὶ τὸ μέγεθος τῆς πληγῆς δεινὸν κατασχεῖν ἐπὶ τοῦ πτώματος θυγατρὸς ἀπελθούσης, οἵαν οὐκ ἄλλος ἔθρεψε πατήρ.

[6] ἀλλ', ὦ φίλτατε Χρύση καὶ πολλὰ δὴ πονήσας ὑπὲρ ἡμῶν, ἃ μὲν ἀκοῦσαι χρὴ παρ' ἡμῶν τὸν ἐζημιωμένον, ἀκήκοε κἂν ἔλθῃ ποτὲ ὁ πατήρ, ἀκούσεται· σὺ δ' ἐπιστολαῖς ἀμφοτέρους ποίει ῥᾴονας. ἔστι δέ σοι δύναμις λόγων τοῖς μὲν ἁμιλλωμένη τῶν σοφιστῶν, τοὺς δὲ καὶ νικῶσα.

[7] παῦσον δὲ καὶ ἐμοὶ τὴν μαινομένην ἀγρυπνίαν· μὴ γὰρ δὴ οἴου τι τὸν χρόνον δεδυνῆσθαι, ἀλλ' ὁ μὲν ἐνιαυτός τε καὶ μήν, ἐγὼ δὲ ἐν ἐκείνοις οἷσπερ ἄρτι παραδοὺς τὸν Κίμωνα τῇ σορῷ.

[1051]

Ἀρισταινέτῳ.

[1]    Ἡγούμενος βούλεσθαί σε μηδὲν τῶν ἡμετέρων ἀγνοεῖν, εἰ καὶ μηδὲν ἔχοιμι γράψαι καλόν, ἅ γε ἔνεστι γράφειν οὐ σιωπήσομαι.

[2] ἐπλήγην τῇ τελευτῇ τοῦ παιδός, ἣν ἐποίησεν ἥ τινων παρ' ὑμῖν φιλονεικία. τὰ δ' ἀπὸ τῆς πληγῆς ἐκείνης δάκρυα τὰ πολλά, τούτοις γὰρ αὐτὸν ἐξῆν τιμᾶν, εἰ καὶ μὴ τοῖς μείζοσι, τοῦ τῶν ὀφθαλμῶν ἔργου παρείλετο τὸ πλέον, καὶ νῦν ἔχομεν ὀφθαλμοὺς ἐλεουμένους.

[3] ἄλλος μὲν οὖν ἂν ἐμνήσθη καὶ διαθήκης πενίαν ἐνεγκούσης καὶ κύματος ἑτέρου μείζω ταύτην πεποιηκότος· ἐμοὶ δὲ ταυτὶ μὲν ἐν οὐ πολλῷ λόγῳ καὶ χρημάτων ἀπολλυμένων οὐκ ἔστιν ὅτε μοι ταραχὴ τὴν ψυχὴν κατέλαβεν· ἀλλ' ὅ με κατέδυσεν ὥσπερ τι πλοῖον, οἶσθά που Καλλιόπιον καὶ τὸν ἐκείνου τρόπον καὶ τοὺς ἐκείνου λόγους καὶ ὅσην περιέφερεν ἐν ἑαυτῷ παιδείαν.

[4] οὗτος τοίνυν θρηνῶν ἔτι μετ' ἐμοῦ τὸν ἐμὸν οἴχεται καὶ τέθαπται παῖς ὢν δήπου καὶ αὐτὸς ἐμός, σπέρματι μὲν οὔ, πόνοις δὲ ἐμοῖς τεθραμμένος.

[5]

τεθνεῶτος δὲ πέπτωκε μὲν τὰ τῇδε διδασκαλεῖα, ἐμοὶ δὲ πένθος τοῦθ' ἕτερον οὐκ ἔλαττον. παραμυθία δέ, καὶ γὰρ ταῦτ' ἔδει σε μαθεῖν, παρὰ μόνης τῆς Θεοφίλου ψυχῆς τούτῳ πλέον τοῦ χρόνου νέμοντος ἢ τοῖς ἄλλοις ἅπασιν.

[6] ἔστι δὲ ἐπιστήμων τῶν τοιούτων φαρμάκων καὶ ῥέουσιν ἀπ' αὐτοῦ νῦν μὲν κρουνοὶ φιλοσοφίας, νῦν δὲ ῥητορικῆς· ἐν αὐτῷ γὰρ ἄμφω, καὶ γάρ ἐστι πολὺς μὲν ἐν ἐκείνῳ, πολὺς δὲ ἐν τούτῳ. καὶ δὴ καὶ τοῦ γάμου χάριν μὲν αὐτὸς οἶδεν ἡμῖν, πλείω δὲ ἡμεῖς αὐτῷ πείθοντι πολλοὺς ἐπιμελεῖσθαί τε σφῶν αὐτῶν καὶ βιβλία μᾶλλον ἢ χρυσίον διώκειν.

[7] οὗτος παρ' ἐμὲ βαδίζει καθ' ἡμέραν, οὗτος μάχεται τῷ πάθει, οὗτός μοι τηρεῖ τὸν νοῦν χαλεποῖς ἐλαυνόμενον πνεύμασιν, οὗτός μοι βοηθεῖ ταύτην τὴν βοήθειαν νῦν μὲν πείθων ἔχεσθαι τῶν λόγων, νῦν δὲ ἀναγκάζων καὶ οὐκ ἐῶν τὴν τάξιν λιπεῖν.

[8] ἀνθ' ὧν ἕξει μὲν καὶ τὴν τῶν λογίων θεῶν εὔνοιαν, ἐχέτω δὲ καὶ τὴν σήν, μᾶλλον δέ, πάλαι μὲν τοῦτο ἔχει καὶ φιλεῖται φιλῶν, δεῖ δέ τι προστεθῆναι παρὰ σοῦ διὰ τἀκείνου πρὸς ἐμέ. τὰ μὲν γὰρ παρ' ἐμοῦ καὶ τοὐμοῦ γήρως καὶ τῶν ἐμῶν πολιῶν εὐχαί, σοὶ δὲ ἡ Τύχη καλῶς ποιοῦσα καὶ πλέον τι δέδωκεν.

[9] εἰ μὲν οὖν τῇδε ὢν ἐτύγχανες, καὶ αὐτὸς ἄν με παρεμυθοῦ λέγων τι καθ' ἡμέραν· νῦν δὲ κτῆμα γεγονὼς τῆς μεγίστης πόλεως ἐπαίνει δι' ἐπιστολῶν τὸν παραμυθούμενον, ἀμείνω γὰρ αὐτὸν εἰς ταῦτα ποιήσεις· καὶ τἄλλα δὲ ἢν ἐπαινῇς, ἀληθῆ τε ἐρεῖς καὶ τὰ δίκαια ποιήσεις ἄνδρα ἀμειβόμενος ἐν τοῖς σοῖς ἐπαίνοις ὡς ἥδιστα διατρίβοντα.

[1052]

Ζήνωνι.

[1]    Ἐγὼ νομίζω καὶ τὴν Φήμην παῖδα τοῦ Διὸς εἶναι. καὶ καλῶς ἐποίησεν ὁ Ζεὺς καὶ τοῦτο ἡμῖν, ὅπως τἀλλήλων εἰδῶμεν, κἂν πάνυ διεστηκότες ὦμεν, ὥσπερ οὖν καὶ ἡμεῖς ἴσμεν τὰ σὰ πολλῶν ὄντων ἐν μέσῳ καὶ ὀρῶν καὶ θαλάττης.

[2] αὕτη τοίνυν ἡ θεὸς ἐδίδαξεν ἡμᾶς ὡς θαυμασθείης μὲν ἐν τοῖς Ἕλλησιν ἐπὶ φρονήσει καὶ παιδείᾳ καὶ εἴης φοβερὸς σοφισταῖς ἐν σοφιστῶν ἐπιδείξεσιν, ἐμοὶ δὲ δόξης βελτίονος αἴτιος τῶν ἐπαινούντων ἐρωτώντων, τίς σε πηγὴ τοσοῦτον ποιήσειε, καὶ τῶν εἰδότων λεγόντων ὃν οἶσθα.

[3] πράττουσα δὴ τὸ αὑτῆς ἡ Φήμη καλλίω τὰ δεύτερα δεῦρο κομίζει, δοκεῖν ἀγαθὸν εἶναί σε παρὰ τῷ γέμοντι μὲν σοφίας ὑπάρχῳ, ζῶντι δὲ ἐν δικαιοσύνῃ, τῇ δὲ περὶ τὸ ἄρχειν ἐπιστήμῃ σώζοντι καὶ οἴκους καὶ πόλεις καὶ γένη καὶ νήσους καὶ ἠπείρους. ὧν αἰτούντων ἀκούουσιν οἱ θεοὶ Ῥουφῖνον τὸν ἄριστον ἐλθεῖν εἰς γῆρας μετὰ τοῦ παρόντος σχήματός τε καὶ θρόνου καὶ τῆς τοῦ θειοτάτου βασιλέως εὐνοίας.

[4] εἰμὶ δέ τοι καὶ αὐτὸς τῶν ταῦτα εὐχομένων καὶ μᾶλλον ἤ τις ἄλλος, θαυμαστὸν δὲ οὐδὲν εἶναι τοιοῦτον τοιούτοις τετιμημένον· αἰσθάνομαι γάρ.

[1053]

Πρισκίωνι.

[1]    Οὐ ταῦτα ἤλπιζον ἔσεσθαι τὰ νῦν γεγενημένα, πολὺ δὲ βελτίω τούτων καὶ πολλήν μοι φέροντα τὴν εὐθυμίαν, ὅτι Πρισκίων ἐκεῖνος ὁ πολλὰς μὲν ἀνῃρημένος ἐν δικαστηρίοις νίκας, πολλὰς δὲ ἐν θεάτροις τοῖς δεχομένοις λόγους, ἐμπλήσας δὲ τῶν αὑτοῦ πόνων τὴν γῆν καὶ βασιλέα καταστήσας ἡδίω τοῖς γεγραμμένοις περὶ αὑτοῦ. τοῦτον τοίνυν τὸν Πρισκίωνα ᾤμην εἰς Ἱλάριον τὸν γενναῖον ἀδελφοῦ βελτίω γενήσεσθαι καὶ λόγοις λεγομένοις καὶ ἔργοις πραττομένοις καὶ συγγράμμασι ποιουμένοις καὶ δόξῃ τῇ μὲν αὐξομένῃ, τῇ δὲ φυτευομένῃ, μάχαις τε καὶ πολέμοις τοῖς πρὸς τοὺς οὐ ταὐτὰ βουλομένους.

[2]

ἐνεποίουν δέ μοι ταυτασὶ τὰς ἐλπίδας παραινέσεις τε ἃς πρὸς ὑμᾶς ἐπεποιήμην ὑποσχέσεις τε ὑμέτεραι καὶ τὸ παιδείας ἄμφω μετεσχηκέναι ἀπὸ τῶν αὐτῶν καὶ διατριβῶν καὶ ἀνθέων καὶ τὸ κόσμον ἔσεσθαι σοὶ μὲν ἐκεῖνον θαυμαζόμενον, σὲ δὲ ἐκείνῳ. τὰ δ' ὑμέτερα εἰπεῖν παραλείπω, οἷά γε ἦν. ταῦτα μὲν προσεδόκων, ἀκούω δὲ ἕτερα, μῖσος καὶ ὑποψίας καὶ ῥήματα σεσιγῆσθαι δίκαια, ἃ λέγειν μὲν ἔστι μοι, ῥηθήσεται δὲ οὐδέποτε.

[3] βουλομένου δέ μου πότερον αἰτιᾶσθαι μᾶλλον ἄξιον μαθεῖν ἔλεγεν ὁ ἀπαγγέλλων τὸν σοφιστήν· τοῦ γὰρ ἄρχοντος χάριτας μὲν καλὰς δόντος, τὰς δ' οὐ τοιαύτας οὐ δυνηθέντος τῷ μὴ καὶ ταύτας λαβεῖν χαλεπήναντα τὸν σοφιστὴν ῥήματα ἀφεῖναι γλώτταις ἁπαλαῖς ἐναντία. καὶ οἶδα μὲν τούτοις τὸν ἐμαυτοῦ παῖδα λυπῶν, πατρὸς δὲ οἶμαι καὶ τοῦτο, παῖδα λυπεῖν εἰς ἐπανόρθωσιν.

[4] τὰ πεπραγμένα μὲν οὖν οὐκ ἔνι μὴ πεπρᾶχθαι, ἔξεστι δέ σοι γενέσθαι βελτίονι καὶ δοῦναι τοῖς παρ' ὑμῶν δεῦρο ἀφικνουμένοις λέγειν ὡς ἔστιν ὁ δεινὸς παιδεύειν Πρισκίων εἰς τὸν δεινὸν ἄρχειν Ἱλάριον τοιοῦτος οἷόσπερ εἰς ἀμφοτέρους ἐγώ.

[1054]

Δημονίκῳ.

[1]    Ἄνδρες ἐν ὅπλοις πολλὰ πεπονηκότες ἐκέλευσάν με τήνδε πέμψαι σοι τὴν ἐπιστολὴν βουλόμενοι γενέσθαι τάχος τῷ δεομένῳ τάχους.

[2] μαθέτωσαν οὖν ὡς ὀρθῶς ἧκον εἰς ἐμὲ ζητοῦντές τι παρὰ σοῦ.

[1055]

Τῷ αὐτῷ.

[1]    Τῆς Τύχης νόμιζε καὶ τοῦτο δοκεῖν τὸ τὸν φρονεῖν καὶ πράττειν δυνάμενον τὸν ἑταῖρον Διονύσιον ἥκειν ὑπὸ σοὶ ταῦτα ἐπιδειξόμενον.

[2] ὃν ὅτι καὶ ὡς φίλον καὶ ὡς σὸν καὶ ὡς ἐμὸν ὄψει, παντί που δῆλον, καὶ οὐδὲν ἂν δεοίμην περὶ τούτου γράφειν.

[1056]

Γεμέλλῳ.

[1]    Καὶ ὡς ἴσμεν σοι χάριν τῶν εἰς ἡμᾶς πεπονημένων, εἰ καὶ πρὸς τελευτὴν πάντα ἐκεῖνα ἐτελεύτησε, καὶ ὡς δυσχεραίνομεν τὸ ζῆν καὶ ὡς ποθοῦμεν ἀπελθεῖν, ἀκούσῃ παρὰ τοῦ καλοῦ Διονυσίου καὶ λέγοντος καὶ διηγουμένου.

[2] περὶ ὃν οὐδὲν ἂν δεοίμην σε παρακαλεῖν γενέσθαι πρόθυμον μέλλοντά γε τοῦτο ποιήσειν αὐτόν σε πρὸς αὐτόν.

[1057]

Μοδεράτῳ.

[1]    Εὐδαίμων ὁ γενναῖος ὁ τὰ τῶν ἀρχαίων ποιητῶν εἰδώς τε καὶ μιμούμενος ἔφη πρός με παρὰ σῶν μεμαθηκέναι γραμμάτων ὡς πάνυ ἂν ἡσθείης ἡμετέροις γράμμασιν.

[2] ἐγὼ δὲ τῷ μὲν οὐκ ἀπιστήσας, σοὶ δὲ ἔχων τῆς ἐπιθυμίας χάριν καὶ τῇ γε δῶρόν μοι τοιοῦτον προξενησάσῃ Τύχῃ πέπομφα τήνδε τὴν ἐπιστολὴν οὐ πολλῶν μὲν ἐσομένην ἀρχήν ‑ πῶς γὰρ ἂν ἐν οὐ πολλῷ τῷ μετὰ ταῦτα χρόνῳ; ‑ δεῖξαι δὲ δυναμένην ὡς, εἰ νέος ἦν, πλῆθος ἂν ἐπιστολῶν ἦλθέ σοι καλῶς μὲν οὕτως ἡγουμένῳ στρατιωτῶν, καλῶς δὲ οὕτω κηδομένῳ πόλεων ὡς ἔχεσθαί τε τοῦ λόχου αὐτὰς καὶ δεδιέναι μή τις αὐτὸν ἑτέρα πόλις λάβῃ.

[3] ἐμοὶ μὲν οὖν φιλοτιμία τὸ τοιοῦτον κτήσασθαι φίλον, σοὶ δὲ εἰ τὸ ἐμέ, σκόπει, τάχα γὰρ ἂν ἔλθοι ποθὲν αἰτία· πρὸς ἣν μάχου πολλὰ δὴ νενικηκὼς ἐν μάχαις.

[4] τοῦ δὲ πάντ' ἔχοντός μοι Θαλασσίου τῆς οἰκίας φροντίσας ἴσθι φροντίσας ‹τῆς› ἐμῆς καὶ τὴν φροντίδα τεῖνον ἐφ' ἅπαντα τὰ ὄντα αὐτῷ καλέσας τε τοὺς αὐτοῦ καὶ ποιήσας φανερὸν ὡς, εἴ τι ῥᾳθυμηθείη, κἂν μικρόν, οὐ περιόψει. [1058] [t]

Βρασίδᾳ.

[1]    Οὐδὲν θαυμαστὸν ἄτιμον ὄντα σιωπᾶν· ἡμεῖς δὲ παρ' ὑμῖν ἀπ' ἐκείνης ἄτιμοι τῆς ἡμέρας, ἐν ᾗ μειζόνων ἴσως ἢ χρῆν ἐρασθέντες ἠλαυνόμεθα.

[2] ἤλαυνε δὲ ἡμᾶς δαίμων κακός, δι' ὃν οὐ κακὸς ἄνθρωπος, οὐ γὰρ ἦν κακός, κακῶς μὲν ἐξῆλθεν ἐνθένδε, κακῶς δὲ ἐπέζευσε, κακῶς δὲ διέπλευσε, κακῶς δὲ τοῖς μὲν αὑτὸν ἔδωκε, τοῖς δὲ οὐκ ἔδωκε. τοῦ αὐτοῦ δαίμονος καὶ τὸ ζεῦγος καὶ τὸ ἀναβῆναι καὶ τὸ πτῶμα καὶ τὸ περὶ τὸν πόδα καὶ ὁ μὴ προσδοκηθεὶς μέν, ἐπελθὼν δὲ θάνατος.

[3]

σπουδὴν δὲ τὴν ὑμετέραν οὐκ ἀγνοῶν οὐδὲ ἔργα καὶ λόγους καὶ μάχας οἶδα μὲν ὑμῖν ὧν ἐβουλήθητε χάριν, τὸ δὲ μὴ δεδυνῆσθαι οὐκ αἰτιῶμαι, ἀλλ' ἐν εὐεργέταις μὲν ὁ χρηστὸς Ἀνατόλιος, ἐν εὐεργέταις δὲ ὁ καλὸς Βρασίδας, τῶν δ' ἠναντιωμένων τούτοις οὐδένα μεμφόμεθα· φιλούντων γὰρ ἂν αὑτοὺς ἴσως ἔργον ἐποίουν.

[4] καὶ ταῦτα δ' ἐγὼ προλέγων τὸν ταλαίπωρον οὐκ ἔπειθον ἐξηπατημένον ὡς οὐδὲν αἰτήσει τοιοῦτον, ὃ μὴ ῥᾳδίως αὐτῷ παρ' ὑμῶν ἔσται δι' ἐμέ.

[5] ἔχετ' οὖν τῷ μὲν οἰχομένῳ συγγνώμην ὧν ἤλπισεν, ἐμοὶ δὲ τοῦ σιγῆσαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις βραδύτερος ὅ τε νοῦς μοι γέγονε καὶ ἡ γλῶττα καὶ ἡ χεὶρ ὑπὸ τῆς κατεσθιούσης με λύπης. [1059] [t]

Μοδεράτῳ.

[1]    Πρότερον μὲν ἡμᾶς τῷ φιλεῖν ἐτίμας, νῦν δὲ αὐτῷ τε τούτῳ καὶ τῷ ἐπιστέλλειν. καὶ σὺ μὲν τὸ δεύτερον τολμᾶν καλεῖς, ἐγὼ δέ σε μὴ γράφοντα ἀδικεῖν ἂν ἡγούμην. βλέπω γὰρ οὐκ εἰς τὰ ὀνόματα τῆς ἐπιστολῆς, ἀλλ' εἰς τὴν ψυχὴν τοῦ γράψαντος· ἣν ἐρῶσαν εὑρίσκων χρυσᾶ νομίζω τὰ ἀπὸ τῆς τοιαύτης.

[2] εἶτα μέντοι καὶ ἄνδρα ζῶντα ἐν ὅπλοις οὐ γλῶτταν Ἀττικὴν ἀπαιτοῦμεν, ἀλλὰ δεξιὰν Λακωνικήν, μᾶλλον δέ, οὐκ ἀπαιτοῦμεν, ἀλλ' ἔχομέν τε πάλαι καὶ χαίρομεν ἔχοντες, ἣ πολλοὺς μὲν φεύγειν ἠνάγκασε, πολλοὺς δὲ ἔδησε, πολλοὺς δὲ κατήνεγκεν.

[3] ἕως μὲν οὖν ταῦτα ποιεῖς, τὰ σαυτοῦ ποιῶν ἔσῃ, ποιήσει δὲ καὶ βασιλεὺς τὰ αὑτοῦ κοσμῶν ἀνδρείαν γέρασιν· οἶδέ τε γὰρ τὰ πραττόμενα καὶ εἰδὼς οἶδε ποιεῖν τοῖς παρ' ἑαυτοῦ βελτίω στρατιώτην.

[4] ἐγὼ δέ σε εὔχομαι μάλιστα μὲν σφάττειν οὐ τιτρωσκόμενον· εἰ δ' ἀνάγκη καὶ διὰ τούτου νικᾶν, ὑπομένειν· καλὸν γὰρ τὸ τραῦμα τῇ νίκῃ γίγνεται.

[5] τοσοῦτον δὲ ἡγησάμην σου τὴν ἐπιστολὴν φέρειν, ὥστε δέδεικται καὶ φίλοις ἡμῶν καὶ οὐ φίλοις, τοῖς μέν, ὅπως ἡσθεῖεν, τοῖς δέ, ὅπως ἀποπνιγεῖεν. χαριζόμενος δέ μοι τῷ περὶ πολλοῦ με πεποιῆσθαι μείζονα δίδως χάριν τοιοῦτος ὢν περὶ τὸν θαυμάσιον Θαλάσσιον. [1060] [t]

Βακουρίῳ.

[1]    Τὰ γράμματά σου τοὺς περὶ σοῦ κατέλαβε λόγους, οὓς μετὰ τῶν φίλων εἰώθαμεν ποιεῖσθαι μεγάλην ἔχοντες ἡδονὴν ἐν τοῖς ἐπαίνοις οὓς ἡ σὴ φύσις ποιεῖ.

[2] ᾄδει δὲ ὁ μὲν τὴν δικαιοσύνην καὶ τὸ πεπεῖσθαι τἀν τῇ γῇ πραττόμενα πάντα τοὺς θεοὺς καὶ ὁρᾶν καὶ εἰδέναι, ὁ δὲ τὴν σωφροσύνην καὶ τὸ τῶν ἐπιθυμιῶν ἄρχειν μᾶλλον ἢ τῶν στρατιωτῶν, ἄλλος δὲ τὴν σοφίαν παρ' ἧς σοι τὸ κρατεῖν ἐν τοῖς ὅπλοις.

[3] ἤδη δέ τις εἶπεν ὡς οὐδεὶς φόβος οὐδενὸς κινδύνου τῆς ψυχῆς ἥψατό σου. μέγιστον δέ μοι τῶν σῶν ἐφαίνετο τὸ λόγων τέ σε καὶ τῶν τούτους ἐργαζομένων ἐρᾶν, ἀνθ' ὧν εἶναί σε φίλον θεοῖς οἷς μέλει λόγων· μέλει δὲ τοῖς αὐτοὺς δεδωκόσιν.

[4] ἐν τοιούτοις τοίνυν ἄνθεσιν ἡμῶν διατριβόντων, σὺ δ' ἦσθα δήπουθεν ὁ λειμών, ἐνέθηκέ μου ταῖς χερσὶν ὁ φέρων σου τὴν ἐπιστολὴν πίστιν ἔχουσαν τοῦ σοῦ περὶ λόγους ἔρωτος.

[5] τὸν γὰρ ἐν φροντίσι πολεμικῶν ζῶντα καὶ τοιούτων ἐν μέσῳ πραγμάτων ζῶντα ἄνθρωπον ἐν λόγοις ἐν ἑαυτῷ περιφέρειν καὶ τιμᾶν μὴ τῷ μεμνῆσθαι μόνον, ἀλλ' ἤδη καὶ γράμμασι πῶς οὐ κοσμοῦντος ῥητορικὴν ἐν τοῖς πρὸς τοὺς λέγοντας γιγνομένοις;

[6]

ἐμὲ δὲ πολλάκις ὁρμήσαντα πρὸς ἐπιστολὴν ἦν τι τὸ κωλύον, οὐ ταὐτὸν μὲν ἀεί, ἀεὶ δὲ ἦν, τῶν θεῶν σοι καὶ τοῦτο διδόντων, ὡς ἂν μᾶλλον εὐδοκιμοίης. οὐ γὰρ ἴσον ἐπιστεῖλαι πρότερον ἢ ἀντεπιστεῖλαι.

[1061]

Ζήνωνι.

[1]    Πρώτῳ μὲν ἥσθην τῷ δεῖξαί μοι τὸν κομίζοντα Ζήνωνος ἐπιστολήν, δευτέρῳ δὲ τῷ μήκει τῶν γραμμάτων, τρίτῳ δὲ τῷ κάλλει τῆς ἐπιστολῆς μηνυούσης ὡς εἴης ἐν βίβλοις· οὐ γὰρ ἦν ἀνδρὸς τὰ Ἄρεος μόνα θεραπεύοντος ὑφῆναι τοιαύτην ἐπιστολήν, ἀλλά μοι φαίνῃ τὸ μὲν ἐκείνοις, τὸ δὲ τούτοις νέμειν καὶ πλέον γε τούτοις ἢ 'κείνοις.

[2] πάντα δὲ τἄλλα ἐπαινέσας ἓν ᾐτιώμην μόνον τὸ προοίμιον, τὸν ὅρκον, τουτὶ γάρ σοι προοίμιον ἦν. ἔλεγε δὲ τὸ προοίμιον δίκαιόν σε περί τε ἐμὲ καὶ τἀμὰ γεγενῆσθαι φέροντά τε ἐν χερσὶν ἀεί τι καὶ τοὺς παρόντας ἀκροατὰς ποιοῦντα πείθοντά τε μὴ φαῦλα αὐτὰ νομίζειν.

[3] καὶ σὺ μὲν ἐδίδασκες ὡς ἀγνοοῦντα, ἐγὼ δὲ οὐδὲν τούτων ἠγνόουν, ἀλλὰ τὰ μὲν ἐκ τῶν εἰκότων ἑωράκειν γιγνώσκων Ζήνωνα καὶ τὸν Ζήνωνος τρόπον καὶ ὅστις ἀεὶ περὶ αὐτὸν γενοίμην καὶ οἷα τὰ ὀφειλόμενά μοι καὶ ὡς οὐκ οἶδεν ἀποστερεῖν ἐκεῖνος.

[4] ᾔδειν μὲν οὖν ἅπαντα καὶ μηδενὸς ἀπαγγέλλοντος παρὰ τῶν λογισμῶν ἅπαντα μεμαθηκώς· νῦν δὲ ἦσαν οἳ καὶ ἀπήγγελλον τά τε παρὰ τοῖς αὐτόχθοσι, τῷ δήμῳ τῷ Ἐρεχθέως, τά τε ἐν τῇ μεγίστῃ τῶν ὑπὸ τὸν ἥλιον πόλεων τά τε ἐν τῇ μετ' ἐκείνην μεγίστῃ.

[5] ἦσαν δὲ ἐν τοῖς ἀγγελλομένοις καὶ μάχαι καὶ πληγαὶ διὰ ῥημάτων καὶ τροπαὶ [καὶ τρόπαια], ἐν δὲ ταύταις Ζήνων ἦν, ὅσπερ αὖ καὶ ἐνίκα. καὶ ταύτην ὁρῶντές σου τὴν δικαιοσύνην οἱ θεοὶ μισθόν σοι δεδώκασι τὸν φίλον αὑτοῖς ἄνδρα καὶ σοὶ πεποιηκότες, ἄνδρα τοσοῦτον θρόνον μείζω πεποιηκότα προνοίᾳ τε τῇ τῶν ἀρχομένων καὶ ῥητορείᾳ καὶ ἀνδρείᾳ καὶ φιλανθρωπίᾳ, ὧν αὐτῷ χάριτας ὀφείλειν οἶμαι τοὺς θεοὺς καὶ ἀποδώσειν.

[6] ἔλαθε δὲ αὐτοὺς οὐδ' ὅσα τῷ γενναίῳ πέπρακται τιμὴν ἡμῖν ἔχοντα, καὶ τάχα πού τι καὶ ἀντὶ τούτων ἔσται τῶν λογίων θεῶν αὐτῶν ἡγουμένων ἐν τούτοις τετιμῆσθαι. μιμούμενος δὲ τὰ αὑτοῦ πάλιν ‹ὁ› αὐτὸς ἔσται πρὸς ἡμᾶς τοὺς ἐγνωκότας ὅ τι ἂν φήσητε, τοῦτ' ἐπαινεῖν.

[7] καὶ ἡ μὲν ἐπιστολὴ τοσοῦτον λέγει, τὰ πλείω δὲ Φιρμῖνος ἐρεῖ Ζήνωνι ἑταῖρος ὢν ἐμοὶ καὶ φίλτρῳ καὶ λόγοις. ὃν λαμπρὸν ἡμῖν ποιήσας ἀποπέμψεις τοῖς τε ἐμοῖς χαριζόμενος πόνοις καὶ τῇ πατρίδι τῇ σαυτοῦ βοηθῶν.

[8] πεποίηκε δὲ καὶ τὸν ἕτερον πρεσβευτὴν ἐπιτήδειον εἰς πρεσβείαν ἐκεῖνο τὸ χωρίον, ὃ καὶ ὑμᾶς, καὶ σὲ τὸν ληψόμενον καὶ τὸν δώσοντα τὴν ἐπιστολήν. [1062] [t]

Ἀδδαίῳ.

[1]    Καὶ πρότερον μὲν ᾔδειν φιλούμενος ὑπὸ τῆς ‹σῆς› ἱερᾶς κεφαλῆς, πολλῷ δὲ τοῦτό με μᾶλλον τὸ νῦν ἔπεισε γραμμάτων πρὸ σοῦ παρὰ σοῦ δεῦρο ἡκόντων μηνυόντων ἔργον ἡμῖν εἰληφέναι τὰς εὐχὰς ἥξειν τε ἡμῖν αὐτίκα τὸν τοῖς μὲν πολεμίοις χαλεπόν, πρὸς δὲ τοὺς οἰκείους ἥμερον.

[2] ἵν' οὖν μὴ στρατηγὸς λόγους ποιῶν ἄνθρωπος ἀργότερος ἐν γράμμασι γένηται, πέπομφα ταύτην τὴν μικρὰν ἐπιστολὴν ἀπαιτοῦσαν τὸ περὶ τὴν ὁδὸν τάχος. ἔχειν γὰρ τὸ μέλι τὴν σὴν ψυχὴν βουλόμεθα μᾶλλον ἢ ὡς ἕξομεν ἀκούειν.

[1063]

Μαρκελλίνῳ.

[1]    Καὶ σὲ ζηλῶ τοῦ Ῥώμην ἔχειν κἀκείνην τοῦ σέ· σὺ μὲν γὰρ ἔχεις ᾧ τῶν ἐν γῇ παραπλήσιον οὐδέν, ἡ δὲ τὸν τῶν ἑαυτῆς πολιτῶν, οἷς πρόγονοι δαίμονες, οὐχ ὕστερον.

[2] ἦν μὲν οὖν δή σοι μέγα καὶ τὸ μετὰ σιγῆς ἐν τῇ τοιαύτῃ διάγειν καὶ τὸ λόγους ὑπ' ἄλλων λεγομένους δέχεσθαι ‑ πολλοὺς δὲ ἡ Ῥώμη τρέφει ῥήτορας πατράσιν ἀκολουθοῦντας ‑ νῦν δ', ὡς ἔστιν ἀκούειν τῶν ἐκεῖθεν ἀφικνουμένων, αὐτὸς ἡμῖν ἐν ἐπιδείξεσι ταῖς μὲν γέγονας, ταῖς δὲ ἔσῃ τῆς συγγραφῆς εἰς πολλὰ τετμημένης καὶ τοῦ φανέντος ἐπαινεθέντος μέρος ἕτερον εἰσκαλοῦντος.

[3] ἀκούω δὲ τὴν Ῥώμην αὐτὴν στεφανοῦν σοι τὸν πόνον καὶ κεῖσθαι ψῆφον αὐτῇ τῶν μέν σε κεκρατηκέναι, τῶν δὲ οὐχ ἡττῆσθαι. ταυτὶ δὲ οὐ τὸν συγγραφέα κοσμεῖ μόνον, ἀλλὰ καὶ ἡμᾶς, ὧν ἐστιν ὁ συγγραφεύς.

[4] μὴ δὴ παύσῃ τοιαῦτα συντιθεὶς καὶ κομίζων οἴκοθεν εἰς συλλόγους μηδὲ κάμῃς θαυμαζόμενος, ἀλλ' αὐτός τε γίγνου λαμπρότερος καὶ ἡμῖν τοῦτο δίδου. τοιοῦτον γὰρ πολίτης εὐδοκιμῶν· κοσμεῖ τοῖς αὑτοῦ τὴν πόλιν τὴν ἑαυτοῦ.

[5] σὺ μὲν οὖν ἐν ὁμοίοις εἴης· ἡμῖν δ' ἐν πένθει κειμένοις εἰ μή τις θεῶν ἀμύνειεν, οὐκ ἔσθ' ὅπως οἴσομεν. ὃς γὰρ δὴ μόνος ἦν ἡμῖν οὐ κακὸς ἐκ μητρὸς ἀγαθῆς, εἰ καὶ μὴ ἐλευθέρας, οἴχεται καὶ τέθαπται λύπῃ τελευτήσας, ἡ δ' ἔργον ἦν ὕβρεως. οἵτινες δὲ οἱ προπηλακίσαντες, παρ' ἑτέρων μάνθανε, ἡμεῖς δὲ αὐτοὺς καὶ παθόντες αἰδούμεθα.

[6] ζέοντος δὲ ἔτι τοῦ κακοῦ Καλλιόπιος ἐκ μέσων ἡρπάσθη βιβλίων καὶ πόνων, καὶ γίγνεται ἕλκος ἐφ' ἕλκει καὶ χείρω τὰ τῶν νέων. καὶ τοῦτ' ἂν ἀκούσαις καὶ τῶν τἀκείνου νειμαμένων. ἐμοὶ δὲ καὶ τὰ πρὸ αὐτοῦ καὶ αὐτὸς καὶ τὰ μετ' αὐτὸν οἰμωγῶν τε ἀφορμαὶ καὶ δακρύων, ὧν ἐπὶ τὰ γραφόμενα ῥεῖ τὰ πλείω. [1064] [t]

Ἀρισταινέτῳ.

[1]    Καλῶς σοι τεθρήνηται τἀμὰ κακά, ἥ τε τοῦ παιδὸς τελευτὴ τοῦ διὰ τὴν μητέρα δεινὰ παθόντος ἥ τε Καλλιοπίου τοῦ τοῖς τῶν παλαιῶν λόγοις λυσιτελοῦντος ἥ τε τῶν ὀφθαλμῶν ἀσθένεια καὶ τὸ ἀπολωλὸς αὐτοῖς τὸ πολὺ καὶ τὸ οὔπω τὸ μικρόν, ὥστε πάλιν ἔρρει δάκρυα κατὰ τῶν γεγραμμένων.

[2] καὶ θαυμαστὸν οὐδὲν τοιούτων ἠξιῶσθαι παρὰ σοὶ τὰς ἐμὰς συμφορὰς συγγενείας τε βουλομένης καὶ τοῦ τῆς φιλίας νόμου καὶ τοῦ περὶ τοὺς λόγους, ὧν τὰς ἀρχὰς ὅθεν οἶσθα λαβὼν ἐπὶ τοσοῦτον προὔβης ὡς οὕτως εἶναι καλὸς ἐν ἐπιστολαῖς.

[3]

ὅθεν δέ μοι τὸ κλαῦσαι γέγονεν, ἐκεῖθεν καὶ ἡ παραμυθία. τὸ γὰρ Ἀρισταίνετον τοιαῦτα περὶ τοιούτων εἰπεῖν δεδυνῆσθαι καὶ εἶναι ῥήτορα πολλοῦ τινος ἄξιον ἀνίστη μέ πως ἀπὸ τοῦ πτώματος καὶ ἦν τῇ ψυχῇ φάρμακον.

[4] σὺ μὲν οὖν τὸν Θεόφιλον ἡγῇ μακάριον ‹ἐμοὶ› ὁμιλοῦντα. ἔστι δὲ τοῦτο ἐμόν, ὅτι βιβλίων τε καὶ παιδείας ἀνδρὶ γέμοντι σύνειμι καθ' ἑκάστην ἡμέραν τὰ μὲν αὐτὸς ὡς αὐτὸν ἰών, τὰ δ' ἐκείνου βαδίζοντος ὡς ἐμέ.

[5] ἐν δὴ τοῖς λόγοις τοῖς ἐν ταῖς συνουσίαις ἐπαινοῦμέν τε τοὺς τοσοῦτόν σε πεποιηκότας θεοὺς καὶ ἅμα παρ' αὐτῶν αἰτοῦμεν εἶναι τοὺς αὐτοὺς περὶ σὲ τά τε ἄλλα ἀνδρῶν ἄριστον ὄντα καὶ χαίρειν ἐν ταῖς τῶν συνήθων εὐπραξίαις εἰδότα καὶ οὐ χαίρειν γε μόνον, ἀλλὰ καὶ συμπράττειν, ὅπως ἐν λαμπροτέροις εἶεν. οὗ πεῖραν καὶ ὁ γενναῖος Θεόφιλος τὴν μὲν ἔλαβε, τὴν δὲ λήψεται.

[1065]

Ἀφθονίῳ.

[1]    Χαίρω καὶ φέροντός σου τὰ παρὰ τοῦ θεοῦ γενναίως καὶ ἐμὲ πείθειν ἐπιχειροῦντος, εἰ καὶ μὴ δυναίμην, σοὶ γὰρ δὴ τὸ τοῦ φίλου πράττεται. χαίρω δὲ καὶ τοῖς πόνοις σου χαίροντος τοῖς ἐν τῷ παιδεύειν οὖσιν, ὅτι πολλά τε γράφεις καὶ πάντα καλὰ καλῶς δεικνύοντα τὴν σποράν.

[2] χαίρω δὲ καὶ τῷ φιλεῖσθαι σὲ μὲν ὑπ' Εὐτροπίου, τὸν χρηστὸν δὲ Εὐτρόπιον ὑπὸ σοῦ· ᾧ συγχαίροι τις ἂν εἰκότως οὐ μόνον τῆς δυνάμεως ἣν κέκτηται τῶν λόγων, ἀλλὰ καὶ τοῦ περὶ τὰς Ἀθήνας ἔρωτος καὶ τοῦ περὶ τοὺς δόντας αὐτῷ τὴν τέχνην, ᾗ δεινὸς μέν ἐστιν εἰπεῖν, δεινὸς δὲ ἑτέρου λέγοντος ἰδεῖν τά τε ὑγιαίνοντα τά τε μή. καὶ τὰ μὲν ἴδοις ἂν αὐτὸν ἐπαινοῦντα, τοῖς δ' ὑπὸ φιλανθρωπίας οὐκ ἐπιτιθέμενον.

[3] μίαν μόνην αἰτίαν οὐκ ἂν διαφύγοι, ὅτι κάλλιστα ἂν ᾄσας καὶ χορὸν ᾄδειν διδάξας οὐκ ἐβουλήθη, καὶ ταῦτα ζῶν ἐν ᾧπερ ἡμεῖς σχήματι. τούτῳ γὰρ δὴ τιμᾷ τὴν τῆς Ἀθηνᾶς λῆξιν, εἰ καὶ μὴ τοῖς περὶ τὸν πώγωνα βεβουλευμένοις αὐτῷ. [1066] [t]

Φιρμίνῳ.

[1]    Ἠρχόμην μὲν τοῖς τῶν οἰκετῶν ποσὶν εἰς τὸ βουλευτήριον, προσελθὼν δέ τις ἐρχομένῳ καὶ δοὺς ἐπιστολὴν εἶπεν· ἥδε σοι παρὰ Φιρμίνου, καὶ ἥσθην. ἔκειτο δὲ ἄρα γράμματα ἐν γράμμασι, καὶ οὕτως ἑτέραν εἶχον ἀφορμὴν εἰς ἡδονὴν δύο τῆς μιᾶς γενομένων. ἔμελλε δέ, οἶμαι, νικήσειν τὰς δύο τὸ τρίτον, ἡ διφθέρα· ἧς εὐθὺς μὲν ἠβουλόμην ἀπολαύειν, ὁ χορὸς δὲ οὐκ ἐπέτρεπεν.

[2] ἦν οὖν ἐν χερσὶν ἡμῶν τὰ εἰωθότα σκοπουμένοις ἅμα, τίς ἂν ὑποκριτὴς πρέπων γένοιτο τοῖς δράμασι, καὶ ὁ μὲν εὕρητο καὶ ἐφαίνετο νέος ἀπὸ τῶν ἐμῶν ἀρδευόμενος πόνων πάντων, ὡς ἤκουσαν, τὸν αὐτὸν ἑλομένων· ὁ δὲ τὰ γράμματα κομίσας ἐφειστήκει βαρὺς ἀξιῶν πρὸ τῆς ἀναγνώσεως γενέσθαι σοὶ τὴν ἐπιστολήν. διαφεύγειν δὲ οὐκ ἔχων ἐπείσθην, μᾶλλον δέ, ἠναγκάσθην κινῆσαι τὴν τάξιν καὶ πρότερα ποιῆσαι τὰ δεύτερα.

[3] καὶ νῦν μέν σοι ταῦτα, ἥξει δέ, ἢν ὁ θεὸς ἐθέλῃ, καὶ τὰ μετὰ τὴν θοίνην, τὰ μὲν σοὶ διαλεξόμενα, τὰ δὲ τῇ φιλολόγῳ πόλει, ἣν μηδεὶς καιρὸς τοῦτο ἀφέλοιτο τὸ καλόν.

[1067]

Ἱλαρίῳ.

[1]    Οἱ παρὰ σὲ καταφεύγοντες οὗτοι μίαν ἔχουσιν ἀφορμὴν εἰς βελτίους ἐλπίδας τὸ σὲ μὲν ἀδικίᾳ πολεμεῖν, αὐτοὶ δὲ εἶναι τῶν ἠδικημένων.

[2] τίνες μὲν οὖν οἱ κακῶς ποιοῦντες καὶ τί ποιοῦντες, ὁ ῥήτωρ ἐρεῖ, καὶ δέξεται τὸν περὶ τούτου λόγον αὐτὸ τὸ δικαστήριον· ὅτι δὲ ἀναστήσεις αὐτοὺς ἀπὸ τοῦ πτώματος καὶ πάλιν παρέξεις οἴκου τε καὶ πόλεως ἐπιμελεῖσθαι, καὶ τοῦτο ἤκουσάν τε παρ' ἐμοῦ καὶ πρὸ ἐμοῦ παρὰ πολλῶν ἑτέρων.

[3] εὐχαῖς οὖν ἀμείψονται σέ τε καὶ τὴν ἀρίστην γυναῖκα καὶ τὴν τἀκείνης μιμησομένην θυγατέρα καὶ τοῖν υἱέοιν τόν τε πρεσβύτερον καὶ τὸν νῦν γεγεννημένον. οὗ τοὔνομα ἀκηκοότες συνήσθημεν καὶ αὐτῷ καὶ τῷ θείῳ· τιμὴν γὰρ ἀμφοτέροις ἔχει.

[1068]

Πορφυρίῳ.

[1]    Οἶδά σε πολλοῖς ἀσθενέσι βεβοηθηκότα καὶ φιλοτιμούμενόν γε ταῖς τοιαύταις βοηθείαις. πρόσθες δὴ ταῖς πολλαῖς ἐκείναις καὶ ταυτηνὶ τὴν βοήθειαν καὶ διὰ τὸν σαυτοῦ τρόπον καὶ διὰ τὴν εἰς ἡμᾶς φιλίαν.

[2] καὶ γὰρ εἰ μέλλομεν τελευτᾶν, ἀλλὰ καὶ μηκέτι ζῶντες δυνάμεθα τοὺς ζῶντας ὠφελεῖν ἐχούσης τῆς ψυχῆς καὶ χωρὶς τοῦ σώματος δύναμίν τινα.

[3] πάντως δὲ οὐ φήσεις με περιεργάζεσθαι τὴν γυναῖκα εἰδώς, ἐξ ἧς παῖδές εἰσι τῷ ταλαιπώρῳ τούτῳ.

[1069]

Ἀσυγκριτίῳ.

[1]    Ἐβουλόμην ἐπαινεῖν σε νῦν βοηθείας γεγονυίας εἰς τὸν οὐκ εὐτυχῆ τοῦτον ἄνθρωπον· νῦν δὲ πολλὰ μὲν πολλάκις ἐδεήθην, ἔπραξα δὲ οὐδὲν οὐδεπώποτε.

[2] διόπερ ἔτι παρακαλῶ δέον τὰ τέλη τῶν δεήσεων ἐπαινεῖν. εἰ μὲν γάρ τί σε ἠδικήκαμεν, λέγε καὶ μεμψόμεθα ἡμῖν αὐτοῖς· εἰ δ' οὐδὲν ἀδικοῦντες καταπεφρονήμεθα, ‑ ἀλλ' οὐδὲν ἐρῶ τοιοῦτον, ὃ μέμψιν οἴσει τῷ πρώτῳ Σύρων καὶ ἔργων ἰσχύι καὶ τρόπων ἀρετῇ.

[1070]

Μαρίνῳ.

[1]    Ἐλπίδας ἡμῖν βεβαιοῖς τοιοῦτος καὶ γεγονὼς καὶ ὢν περὶ τὸν χρηστὸν Δολεντιανόν. ἀγαθοῦ μὲν γὰρ ἀνδρὸς τὸ τὰ ὀφειλόμενα ἀποδιδόναι, σὺ δ' ἀγαθός τε καὶ ὀφείλεις. οὗτος γὰρ ἁνὴρ περὶ σὲ πλείω μὲν ἐπόνησε τοῦ πατρός, οὐκ ἐλάττω δὲ ἐμοῦ.

[2] ἡσθεὶς οὖν περὶ τῆς δυνάμεως μαθὼν ἣν ἔχεις ἐν τῇ σαυτοῦ ἥσθην οὐχ ἧττον διὰ τὰς ἀμοιβὰς ἃς ἀντεισφέρεις τῷ τροφεῖ.

[3] ποίει τοίνυν ἡμῖν κουφότερα τὰ νοσήματα φήμαις καλαῖς καὶ λόγοις καλοῖς τοῖς περὶ σοῦ διδοὺς ἀφορμάς.

[1071]

Ἀρισταινέτῳ.

[1]    Τὸν Πελαγίου παῖδα τουτονὶ καὶ ἐμόν, ὁ μὲν γὰρ ἐφύτευσεν, ἐγὼ δὲ ἔπεισα λόγων ἐρᾶν, τὸν εἰπεῖν τε δυνάμενον καὶ κρίνειν ἐπιστάμενον, τὸν μόνον οὐ φυγόντα τὴν βουλὴν τῶν ἄλλων τοῦτο πεποιηκότων, ἀλλ' ἔτι τιθέμενον ὑπὲρ τῆς πατρίδος τὰ ὅπλα φίλον τε εἶναι βούλομαι σὸν καὶ εὖ πάσχειν, εἴτε ἀρκοῖ λόγος εἴτε καὶ ἔργου δέοι.

[2] δόξεις μὲν οὖν ἄνδρα εὖ ποιεῖν ἕνα, εὖ δὲ ποιήσεις πόλιν ὅλην Κύρον τὴν νῦν μὲν μικράν, πρότερον δὲ μεγάλην, ἴσως δὲ πάλιν ἐσομένην μεγάλην σοῦ βοηθοῦντος.

[1072]

Λεοντίῳ.

[1]    Τοῖς ποιοῦσι λόγους τῶν ἀκουσομένων δεῖ, οὐκοῦν καὶ σοί, ποιεῖς γὰρ λόγους, Μακεδονίου τοῦδε τοῦ πρὸς τῷ λέγειν εἰδέναι καὶ τὰ παρ' ἄλλων δοκιμάζειν ἔχοντος.

[2] ἀπόπεμπε δὴ τὸν πολιτευόμενον ἡμῖν μεστὸν ἐγγόνων τε σῶν καὶ πρὸς ἐκείνοις εὐεργεσιῶν.

[1073]

Ἀνατολίῳ.

[1]    Πελαγίῳ χάριτας ὀφείλεις ἄρξαντι Σύρων Σύρος ὤν· γνώμῃ γὰρ ἐχρήσατο πατρὸς ἐκεῖνος, ἡνίκα ἦρχε Σύρων. εἰ δὲ Σύρος γε σύ, καὶ τοῦτο οὐκ ἂν ἀρνήσαιο, μετὰ τῶν ἄλλων εὖ παθὼν καὶ χάριτας μετὰ τῶν ἄλλων ὀφείλεις.

[2] γίγνου τοίνυν δίκαιος περὶ τὴν ἀμοιβὴν καὶ οἷς ἂν ἐχρῶ πρὸς ζῶντα ἐκεῖνον, τούτοις φαίνου χρώμενος πρὸς τὸν ἐκείνου ζῶντα.

[1074]

Βρασίδᾳ.

[1]    Κύρῳ τῇ πόλει τὰ μὲν ἄλλα πέπτωκέ τε καὶ κεῖται, πύργος δὲ οὑτοσὶ λείπεται μόνος χρηστοῦ πατρὸς παῖς τὰ μὲν οὐ χείρων, τὰ δὲ καὶ βελτίων. ἔχων γάρ, εἴπερ ἐβούλετο, μὴ βουλεύειν, βουλεύει τε καὶ δαπανᾷ καὶ τέρπεται δαπανώμενος.

[2] ἀπὸ ταύτης, ὦ γενναῖε, τῆς γνώμης καὶ νῦν πρεσβευτὴς πορεύεται πιστεύων μὲν οἷς ἐρεῖ πρὸς βασιλέα, δίκαια γὰρ ἐρεῖ, πιστεύων δὲ τοῖς παρὰ σοῦ γενησομένοις· πάλαι γὰρ δὴ σὺ τοὺς σαυτοῦ πολίτας ἀνέχεις.

[3] σκόπει τοίνυν, ὅπως μηδεμιᾶς ἑτέρας ἀσπίδος δεήσεται καταφεύγειν ἔχων ἐπὶ τὴν σήν, δι' ἣν πάντα τοῖς ὡς ὑμᾶς ἐνθένδε ἰοῦσι χωρεῖ κατὰ νοῦν.

[1075]

Θεοφίλῳ.

[1]    Ἐγὼ μὲν ἐγέλασα, σὺ δὲ ὀργῆς ἔσῃ μεστὸς ἀκούσας τὸ πεπραγμένον. ἦν ἐν σπουδῇ καὶ εὐχῇ καὶ σοὶ καὶ τοῖς τὰ σὰ μιμουμένοις εἰς ἐμὲ φανῆναί τέ με ἐν τῷ διδασκαλείῳ καὶ τὴν οἴκοι κλίνην ἀφέντα χρήσασθαι τῇ ἐν τῷ διδασκαλείῳ· ἐγὼ δὲ ἕτερα μὲν ᾔτουν παρὰ τῶν θεῶν τῶν περικλυζόντων τοῦτο πειθόντων κακῶν, ἔπραττον δὲ ὅπερ ἦν βουλομένοις ὑμῖν.

[2] καὶ αἱ μὲν ἐλπίδες ὑμῶν δρόμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον τῶν λαμπρῶν διδασκάλων ἔσεσθαι πηδώντων, κροτούντων, χαιρόντων, εὐθυμουμένων, τοῖς θεοῖς εἰδότων χάριν, ἕτερος δ' ἂν ἐμνήσθη καὶ λύχνων· ἐγὼ δὲ ᾔδειν μὲν αὐτοὺς καὶ ὧν ἐπιθυμοῦσι καὶ ἃ φρονοῦντες ἔρχοιντο παρ' ἐμέ, καὶ διὰ τοῦτο ἔμελλον, ὅπως μηδεὶς αὐτῶν λυπήσεται.

[3] προὔλεγον μέντοι τὴν ἐσομένην λύπην καὶ ὡς πένθος τοῦτο ἐκείνοις. ἀλλ' ὅμως σοῦ καὶ βοῶντος καὶ κελεύοντος ἠναγκαζόμην καὶ ἐφερόμην. τῶν δὲ οὐδεὶς οὐδαμοῦ, μᾶλλον δέ, ἐξ οὕτω πολλῶν δύο, παρ' ὧν οἶμαι λήψεσθαι δίκας τοὺς οὐχ ἥκοντας.

[4] ἐμοὶ μὲν οὖν, ὅπερ ἔφην, ταυτὶ γέλως μαντείας τε τυχόντι καὶ ὡς οὐκ ὄντα με ζητήσουσιν εἰδότι· σοῦ δὲ δέομαι μὴ κινῆσαι νῦν τὴν ὀργήν, ἣ πολλάκις ἐπὶ τοὺς ἀδικοῦντας ὥσπερ τι τῶν ἄνωθεν ἠνέχθη βελῶν. ὄψει γὰρ δὴ καὶ ἡσυχάζων ἐπ' ἀλλήλους ἰόντας τοὺς νῦν τούτους ἀλλήλους ἐπ' ἐμὲ παρακαλοῦντας.

[1076]

Πρίσκῳ.

[1]    Ἀνέπνευσα λαβών σου τὴν ἐπιστολήν, καίτοι πολλοὶ μὲν οἱ παραμυθούμενοι, δεδύνηται δὲ οὐδεὶς οὐδέν. καὶ οὐκ ἀγνοῶ μὲν οὐδ' ὅσα αὐτὸς πέπονθας, ἀλλ' οὐκ ἴσον ἀνὴρ ἐν φιλοσοφίᾳ πρῶτος καὶ ἄνθρωπος ἐν ἄλλοις διατρίβων.

[2] ἢν οὖν αὖθις τοῦ καιροῦ παρέχοντος πέμψῃς ἑτέραν ἐπιστολήν, τάχ' ἂν κἀκείνη τὴν παροῦσαν λύπην ἐλάττω ποιήσειεν.

[1077]

Εὐθαλίῳ.

[1]    Τὰ πρὸς τὴν πατρίδα διὰ τῆς εἰς αὐτὴν ὁδοῦ πεποιηκὼς ὁ νέος ἐποιήσατο καὶ τὰ πρὸς τὰς Μούσας διὰ τῆς εἰς ἡμᾶς πάλιν.

[1078]

Εὐσεβίῳ.

[1]    Ὀδαίναθον τὸν λόγον, Λογγίνου δὲ ὁ λόγος, ἐγὼ μὲν ἀπαιτῶ, σὲ δὲ δεῖ δοῦναι καὶ γενέσθαι δίκαιον περὶ τὴν ὑπόσχεσιν. [1079]

Φιλαγρίῳ.

[1]    Οἶσθα καὶ Θεόδωρον καὶ ἐμὲ καὶ τίς περὶ ἐκεῖνον ἐγὼ καὶ τίς ἐκεῖνος εἰς ἐμὲ καὶ τίνων γινομένων ἡσθήσομαι καὶ τίνων οὐ πραττομένων ἀνιάσομαι.

[2] κίνησον δὴ σαυτὸν καὶ δεῖξον ἡμῖν πάλιν τὸν Φιλάγριον. πρέπει δὲ σοὶ πάντα τὸν χρόνον σώζειν τινάς, ἄλλως τε καὶ τοιούτους.

[1080]

Παιωνίῳ.

[1]    Τῇ κατενεγκούσῃ με λύπῃ μακροὺς μὲν οὐ προσήνεγκεν ὁ Φαλέριος λόγους, ὀλίγοις δὲ ῥήμασι τοῖς αὑτοῦ μακροὺς καὶ πολλοὺς ἑτέρων λόγους ἐνίκησεν ἐκβαλεῖν μὲν ὅλως τὴν λύπην οὐ δυνηθείς, τὰ ῥήματα δὲ ἦν σὲ μεμνῆσθαί τε ἡμῶν καί τινων ἡμετέρων πρὸς σὲ γραμμάτων καὶ οὕτω δὴ πολλάκις τοῦτο ποιεῖν ὥστε καὶ τῶν ἀκουόντων τινὰς δύνασθαι τοῦτο ποιεῖν τῷ πολλάκις ἀκηκοέναι τοῦτο λαβόντας.

[2] τοῦτό τε οὖν ἐγίγνετό μοι φάρμακον καὶ τὸ ἥδεσθαι τῷ Φαλερίου λιμένι· λιμὴν γὰρ ὄντως αὐτῷ σύ τε καὶ τὰ σά, λιμήν, ὅθεν ἀναγόμενος κτήσεται μὲν δόξαν ἣν ποιεῖ τὸ λέγειν, ἔσται δὲ τῶν εὐπορωτέρων μᾶλλον ἢ πενεστέρων αὐτῇ τῇ προσόδῳ τὰ τῶν λόγων ἀμείνω ποιῶν.

[3] ὁρῶν δὴ τὸ ἐσόμενον χαίρω μὲν καὶ τοῖς ὑπάρχουσιν ἤδη, πλέον γε μὴν τοῖς οὔπω μὲν ἥκουσι, πάντως δὲ ἐσομένοις σοῦ πλεῖν αὐτὸν ἐξ οὐρίων ποιοῦντος φροντίζοντος ὅπως οἷς ἔπραξεν εὖ βεβουλεῦσθαι δόξει.

[4] πολλοὶ μὲν οὖν οἱ προσιόντες τε καὶ ἐρωτῶντες, ὅ τι τὸ πεῖσαν τὴν μὲν φυγεῖν, τὴν δὲ ἑλέσθαι· ὁ δὲ πολλὰ μὲν λέγει, σιγᾷ δὲ τὸ μάλιστα πεπεικὸς τοῦ μὴ κολακεύειν δοκεῖν. ἐμὲ δὲ οὐ λανθάνει, ἀλλὰ πρὸς αὐτόν τε εἴρηται καὶ πρὸς σὲ νυνὶ γεγράψεται.

[5]

φιλολόγος ὁ Φαλέριός ἐστιν, ὢν δὲ τοιοῦτος καὶ τοῦ μανθάνειν ἐστὶν ἐραστής. ἑτέρωθι μὲν οὖν ἐδίδασκε μόνον, ἐν Ταβίᾳ δὲ ἀμφότερα, καὶ ποιήσει βελτίους καὶ ἔσται· ποιήσει μὲν νέους ἄρδων, ἔσται δὲ τοῖς σοῖς ῥεύμασιν. εἶναι τοίνυν οὐ μᾶλλον διδάσκαλος ἢ μαθητὴς ἐθέλων ἔδωκεν αὑτὸν πόλει τῇ τοῦτο χαριουμένῃ.

[6] δέχου δὴ καὶ παρ' ἡμῶν τὸν γενησόμενον καὶ διδάσκαλον καὶ μαθητὴν καὶ δώσοντα μὲν νέοις ἃ οἶδε, παρὰ δὲ τῆς σῆς ψυχῆς ἃ μήπω ληψόμενον. καὶ ποίει τὸν μαθητὴν ἡμῖν πολὺ τῶν ἄλλων διδασκάλων καλλίω.

[7] ταύτης δὲ τῆς ὠφελείας ἔσται δή πού τι καὶ ἐμὸν τοῦ σοὶ δεδωκότος ἃ διδόναι δύνασαι.

[1081]

Λεοντίῳ.

[1]    Ἐμοὶ φιλοτιμία καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ γένει τῷ ἡμετέρῳ, προστίθημι δὲ καὶ πόλιν καὶ ἔθνος ἡμέτερον καὶ γῆν καὶ θάλατταν, πᾶσι τοίνυν τοῖς εἰρημένοις φημὶ φιλοτιμίαν Ἀρισταίνετον φέρειν τοιοῦτον ὄντα καὶ δοκοῦντα πολλὴν μὲν τῶν τρόπων, πολλὴν δὲ τοῦ λέγειν ἐπιμέλειαν πεποιημένον, εἰδότα δὲ καὶ σιγᾶν καὶ εὐδοκιμοῦντα νῦν μὲν ἐν τούτῳ, νῦν δὲ ἐν ἐκείνῳ· καὶ γὰρ δὴ καὶ σιωπῶν θαυμάζεται τῷ μετὰ καιροῦ καὶ τοῦτο ποιεῖν. καὶ οὐκ ἂν οὔτε λέγων ὀφθείη σιωπᾶν δέον οὔτε σιωπῶν λέγειν δέον.

[2] καὶ τούτων τῶν ἀγαθῶν γέγονα μὲν ἴσως καὶ αὐτὸς αἴτιος καὶ ταῦτα ἀπὸ μικρᾶς συνουσίας, γέγονας δὲ καὶ αὐτὸς ἐν μακρᾷ καὶ συνεχεῖ κινῶν Ἀρισταίνετον ἐπὶ μείζονα λόγων ἔρωτα δεικνὺς φλυαρίαν ἅπαντα πλοῦτον πρὸς τὸ τούτων κράτος.

[3] εἴη ἂν οὖν δίκαιος, εἰ καὶ φύσει καὶ πόνοις καὶ Τύχῃ καὶ τοῖς ἄλλοις θεοῖς τούτου δὴ τοῦ κτήματος εἰδὼς χάριν εἰδείη καὶ τοῖς σοῖς παρακλητικοῖς, ὧν μέγα μέρος λόγοι τε οὓς ἔγραφες ἥ τε τούτοις ἀκολουθοῦσα δόξα.

[4] ἐπίστευον μὲν οὖν καὶ πιστεύων ἔχαιρον καὶ ταῖς ἀγγελίαις, ἐν αἷς δὴ ῥήτωρ ὁ Ἀρισταίνετος ἄριστος, ἥκοντος δὲ καὶ ἐμφαινομένου καὶ λάμποντος θεὸν ὄντως εὕρισκον τὴν Φήμην.

[5] τοσοῦτος ἡμῖν ἐκεῖνος ἐν ἑτέρων τε κρίσει καὶ τοῖς αὑτοῦ ῥεύμασιν, οἷς καὶ ἡμᾶς ἐστεφάνωσε λόγον ‹εἰς› ἔπαινον ἡμῶν εἰπών, ὥστ' ἐγὼ μὲν ἠρυθρίων, ὁ δὲ ἐχάρη, τὸ θέατρον δὲ ἐσείετο. δέδεικται μὲν οὖν μόνος οὗτος ὁ λόγος, πεποίηνται δὲ πολλοὶ καὶ τοῦ θεοῦ διδόντος εἰς τὸ μέσον ἥξουσιν.

[6] ἐν τούτοις ἐσμέν, ταῦτα ἔχομεν, ὦ καλὲ Λεόντιε, τούτοις τρυφῶμεν, τούτων ἀπολαύομεν. ὧν ἔδει μὲν καὶ τὸν νέον ἐκεῖνον Βασσιανόν, νῦν δὲ εὐτυχεῖν οὐκ οἶδε, πλὴν εἰ τοῦτο λέγοις, ὡς ἔνι τοῖς ἀπελθοῦσι πάλαι παρὰ τῶν ἀπιόντων τὰ τοιαῦτα μανθάνειν.

[1082]

Ἡσυχίῳ.

[1]    Βούλομαι δὴ βουληθῆναι καὶ σὲ καὶ δόντα ἡμῖν κερδᾶναι καὶ αὐτὸν κερδᾶναι ἀπὸ τῶν αὐτῶν. διδοὺς γὰρ ἀγαθὸν ἀγαθὸν κτήσῃ.

[2] ταυτὶ μὲν παρ' ἡμῶν ἐν ἐπιστολῇ πιεζομένων νοσήμασιν, ὁ δὲ λόγῳ κοσμῶν τὸν γάμον βαδιεῖται καὶ διὰ πάντων πολλὰ μὲν λέγειν ἔχων περὶ τῆς νύμφης, πολλὰ δὲ περὶ τοῦ νυμφίου.

[1083]

Ἰουλιανῷ.

[1]    Μέγας ἦν ὁ Μιλτιάδης μετὰ τὴν ἐν Μαραθῶνι νίκην καὶ μέγας ὁ Θεμιστοκλῆς μετὰ τὴν ἐν Σαλαμῖνι καὶ μέγας Ἀριστείδης μετὰ τὴν ἐν Πλαταιαῖς καὶ μέγας Ἰουλιανὸς μετὰ τὴν νῦν, ἣν ᾄδει γῆ καὶ θάλαττα καὶ πόλις ἅπασα μείζων τε καὶ ἐλάττων.

[2] ἐνίκα δὲ οὐ περιδραμὼν οὐδὲ πολλὰς κόψας θύρας οὐδὲ χειρῶν ἁψάμενος οὐδὲ ἱκετεύσας οὐδὲ δακρύσας οὐδὲ αἰτήσας ἐν δωρεᾷ τὴν σωτηρίαν, ἀλλ' ὁ μὲν ἐσίγα, τὰ πράγματα δὲ ἐβόα καὶ τὰ βεβιωμένα σοί τε καὶ αὐτῷ τὴν ἀπολογίαν εἶχεν ἀνδρὸς ἀγαθοῦ καὶ τῶν ἀρχόντων ἄρχοντος τὴν ἀλήθειαν αἰδουμένου.

[3] καὶ οἱ μὲν ἔλεγον· σωζέσθω παῖς ἄριστος, οἱ δέ· μὴ λυπείσθω πατήρ, δικαιοσύνης ἑταῖρος πλοῦτον ἄδικον ἐν πολλαῖς ἀρχαῖς φυγών. ἐκράτει τοίνυν ὁ μὲν παρών, σὺ δὲ ἀπών. δῆλον τοίνυν ὅτι μέλει τοῖς θεοῖς τῶν ἐν ἀρετῇ ζώντων. καὶ γηροτροφοῦ παρὰ τῆς ἐκείνων εὐνοίας καὶ σύγχαιρε μὲν σαυτῷ τοιαῦτα τετιμημένῳ, χαῖρε δὲ ὑπὲρ παιδὸς τοιαῦτα μετὰ καλοῦ σχήματος δεδυνημένου.

[1084]

‹Τῷ› πατριάρχῃ.

[1]    Ἔμελλες μέν, οἶμαι, καὶ μηδὲν ἐπιστείλαντός μου μεριμνήσειν ὑπὲρ τῶν Θεοφίλου πραγμάτων, ἀνδρὸς καὶ σοφωτάτου καὶ δικαιοτάτου καὶ ὃς ἐν μέσῳ βιβλίων καὶ ἐγρήγορε καὶ καθεύδει. τοιοῦτοι γὰρ ὑμεῖς οἱ τοῦ γένους ἐκείνου· πᾶσι μὲν εἰώθατε βοηθεῖν, τοῖς δ' ἀρίστοις ‹μάλιστα, μεριμνῶντες› περὶ μὲν τοὺς ‹ὡς› ἀνθρώπους μόνον, περὶ δὲ τοὺς ὡς καὶ ἐν ἀρετῇ ζῶντας.

[2] δείσας οὖν ἐγὼ μή με νομίσῃς ἢ οὐκ εἶναι φίλον αὐτῷ ἢ ἀργὸν εἶναι περὶ τοὺς φίλους ἔπεμψα τήνδε τὴν ἐπιστολήν, οὐχ ἵνα πείσω τὸν πεπεισμένον, ἀλλ' ἵνα αὐτὸς εὐδοκιμήσω παρὰ σοὶ τῷ τοιούτῳ συμπράττων.

[3] ἐκείνῳ μὲν οὖν ὀρθῶς εἴη τὰ πράγματα, ἐμοὶ δὲ ἔσται κέρδος τὰ σὰ γράμματα· μᾶλλον δέ, δύο κερδανῶ κέρδη, τά τε ἐσόμενά μοι γράμματα καὶ τὸ νενικῆσθαι τοὺς ἐπηρεάζοντας τῷ μιμουμένῳ τὸν Λυσιμάχου.

[1085]

Πρισκίωνι.

[1]    Τὸν ἀγωνιούμενον ὑπὲρ αὑτοῦ παρ' ὑμῖν ἀπέσταλκεν ὁ φιλολόγος Θεόφιλος. δεῖ τοίνυν καὶ ἐμὲ καὶ σὲ φανῆναι βοηθοῦντας ἀνδρὶ τῶν τε Ἑλλήνων ἀρίστῳ καὶ πολλάκις ἡμᾶς ἐπαινέσαντι. καὶ γὰρ τοῖς λογίοις οὕτως ἂν χαριζοίμεθα θεοῖς, οἷς εἰκὸς ἐκείνου εἶναι λόγον.

[2] ὃ μὲν οὖν ἦν ἐμὸν ποιῆσαι, πέπρακται, τὸ δὲ ἦν ἐπιστολή· τὰ λοιπὰ δὲ σαυτὸν ἀπαιτεῖ, τό τε ἡδέως ἰδεῖν τοὺς ἥκοντας καὶ τὸ διαλεχθῆναι τοῖς συνδίκοις καὶ τὸ τὰ μὲν εἰπεῖν, τὰ δὲ ἀκοῦσαι καὶ τὸ μετ' αὐτῶν, ὅπως ἔχει τὸ πρᾶγμα, καταμαθεῖν.

[3] ἐγὼ δὲ καὶ κρατήσειν φημὶ τὸν ἑταῖρον δίκαιόν τε ὄντα καὶ δίκαια λέγειν ἔχοντα καὶ τοιούτου τοῦ τὴν ψῆφον οἴσοντος ὄντος. σοὶ δὲ ἔθος εὐδοκιμεῖν οὐκ ἐν ταῖς ἐπιδείξεσι τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐν οἷς εὖ παθεῖν δεῖ τῶν φίλων τινάς.

[1086]

Θεοδώρῳ.

[1]    Ἠκούσαμεν πάντα καὶ ἐπῃνέσαμεν πάντα, τά τε τῆς σῆς διανοίας καὶ ὅσα τῆς γνώμης ἦν τοῦ μεταπεισθέντος.

[2] ἰδὼν οὖν ὅτι πάλιν ἥκεις εἰς τὸ δύνασθαι καὶ βοηθεῖν δέομαί σου βοηθῆσαι τῷ δεινὰ παθόντι τούτῳ πρὸς τοὺς ηὐξηκότας αὐτῷ τὴν οὖσαν πενίαν τῇ σφῶν αὐτῶν κακίᾳ.

[1087]

Ἀρισταινέτῳ.

[1]    Εὐγενὴς εὐγενῆ δέχου καὶ ποίει φίλον σώφρων σεσωφρονηκότα, ῥητορεύειν εἰδὼς ῥητορεύειν εἰδότα, φιλούμενος ὑπὸ πάντων ἀγαπώμενον ὑπὸ πολλῶν.

[2] ἐργάζεται δὲ τὴν φιλίαν ὑμῖν οὐ τὰ ῥηθέντα μόνον, ἀλλὰ καὶ τὸ τῆς αὐτῆς πηγῆς πιεῖν καὶ τὸ ἐοικέναι μὲν σὲ τῷ πατρὶ κατὰ τοὺς λόγους, ἐοικέναι δὲ τοῦτον αὐτῷ, ᾧ βούλομαί σε δεῖξαι τοὺς σαυτοῦ καὶ λόγους καὶ πόνους· πολλοὶ δέ σοι καὶ πεποίηνται καὶ ποιοῦνται. εὕροις δ' ἂν καὶ παρὰ τῷδε τὴν αὐτὴν δύναμιν, κἂν πείθῃς αὐτὸν συνθεῖναι λόγους, συνθήσει.

[3] τί μὲν οὖν αὑτῷ βούλεται γενέσθαι, παρ' αὐτοῦ νῦν ἀκούσῃ· ὅπως δὲ καὶ τυχὼν σοῦ πάλιν ὡς ἡμᾶς ἔλθοι, τοῦτο σκόπει καὶ πρᾶττε καὶ σύμπραττε, καὶ τὸ ταχέως προσέστω.

[1088]

Ἀσυγκριτίῳ καὶ Ἑλλαδίῳ.

[1]    Δέξασθε τὴν ἐμὴν συγγενῆ δεομένην ὅρμου καὶ περὶ πολλοῦ ποιεῖσθε καὶ σώζετε. καὶ τοῦτο ἔστω ζῶντός τε ἔτι ἐμοῦ καὶ ἀπελθόντος· εἰμὶ δὲ ἐγγὺς τοῦ πράγματος.

[1089]

Παντειχίῳ.

[1]    Τὴν Εὐσεβίου γῆν τοῦ ζῶντος ὑπὸ ταῖς Μούσαις οὐκ Εὐσεβίου μᾶλλον ἢ ἐμὴν ἡγούμενος οὕτω βούλευσαι περὶ αὐτῆς.

[2] οἶμαι δέ σε τὴν αὐτὴν καὶ τοῖς λογίοις θεοῖς δώσειν χάριν. δεῖ δέ σε νομίζειν καὶ τῷ χορῷ τῶν ποιητῶν διδόναι τὴν χάριν· παρ' ὧν εἶχες ἂν ἐπιστολάς, εἴπερ οἷόν τ' ἦν ἰέναι γράμματα παρὰ τῶν οὗπέρ εἰσιν ὄντων.

[1090]

Ἡσυχίῳ.

[1]    Καὶ τὸν φοιτῶντα παρ' ἐμὲ παῖδα σὸν φιλῶ ‑ πῶς δὲ οὐ μέλλω φοιτῶντα; ‑ καὶ τοὺς ἐπ' ἄλλα πεπορευμένους, διότι ποτὲ τῶν φοιτώντων ἦσαν.

[2] καὶ τούτου σοι πίστις ἔστω τὸ χάριν αἰτεῖν με παρὰ τοῦ 'κείνων πατρός. ἔστι δὲ ἡ χάρις ἡδίω ποιῆσαι τὸν χρηστὸν Εὐσέβιον τοῖς περὶ τὴν γῆν πραττομένοις, ἧς ἐκεῖνος δεσπότης.

[3] ὁ μὲν οὖν καρπὸς ἐκείνης ........ ἐκεῖνον εὐφρανεῖ τὸν γεωργοῦντα μᾶλλον ἢ ἐμὲ τὸν ἐπεσταλκότα.

[1091]

Ἀνδροκλείῳ.

[1]    Πολλήν μοι δοκεῖς πεποιῆσθαι σπουδὴν δεῖξαί με βουλόμενος ἄδικον. ἐγὼ δὲ ἀγαθὸς μὲν οὐκ ἂν εἶναι φαίην, σιωπῇ δὲ οὐκ ἂν ἠδίκουν καὶ πρώτῃ καὶ δευτέρᾳ ‹τὰς› δύ' ἐπιστολάς, ἀλλ' ἐποίουν ἂν τὸ εἰωθός, ἀντεπέστελλον ἄν. θαυμάζω δὲ ὅπως τὰς δύ' ἐπιστολὰς οὐκ ἐποίησας εἴκοσιν ὥστε με δεῖξαι μᾶλλον κακόν. οὐ γὰρ ἂν ἦν ἔλεγχος τῇδε τῇ συκοφαντίᾳ.

[2] τούτου μὲν οὖν σοι χάρις ἐν ἐξουσίᾳ πολλῇ τοῦ ψεύδεσθαι τοῦτο οὐ πεποιηκότι· ἐμὲ δὲ οὐδὲν δεῖ ζητεῖν αἰτίαν πράγματος οὐ γεγενημένου. καὶ γὰρ εἰ μηδὲν ἕτερον ἀντεπιστέλλειν ἔπειθε, τό γε τὰς Μούσας εἰδέναι σου τὴν ψυχὴν οἰκούσας ἔπειθεν ἄν. πάντως γὰρ ἂν εἶδον ὡς ἐλύπησα ἂν τὰς τῆς Μνημοσύνης ἄνδρα περιφέροντα αὐτὰς οὐκ ἀμειβόμενος ἴσοις.

[1092]

Ἀρισταινέτῳ.

[1]    Ὁ πατὴρ ὁ τούτου τῶν πονούντων ἐστὶ περὶ τὸ σῶμα τοὐμόν· μέμνημαι δὲ καὶ ἑτέρων πόνων, οὓς ὁ πάππος αὐτοῦ περὶ παῖδας ὄντας ἡμᾶς ἐπόνει.

[2] χαριζόμενος οὖν καὶ τῷ ζῶντι καὶ τῷ τεθνεῶτι καὶ βουλόμενός τινα ἀμοιβὴν ἀντεισενεγκεῖν δέομαί σου δοῦναι τάξιν αὐτῷ τοιαύτην, ἥτις αὐτὸν εὖ πράττειν ποιήσει. τοῦτο δὲ γένοιτ' ἄν, εἰ γένοιτο φανερὸν ἅπασιν ὅτι τῆς παρὰ σοῦ προνοίας ἀπολαύει.

[1093]

Οὐρανιανῷ.

[1]    Ἐγὼ τοὺς μὲν ἐροῦντάς τι δυσχερὲς περὶ τῶν σῶν υἱέων ἡγησάμην ἔσεσθαι πολλοὺς ὁρῶν παρὰ πολλῶν κακῶν κατ' ἀγαθῶν ἀνδρῶν γινομένας ἀδίκους λοιδορίας· οὐ μὴν σέ γε ἐνόμιζον ἡδέως τε τούτων ἀκούσεσθαι τῶν λόγων καὶ ταχὺ πιστεύσειν καὶ ποιήσειν τὰ τῶν ἠπατημένων ἄνδρα τοσαῦτα μὲν ἔτη γεγονότα, πολλοῖς δὲ πράγμασιν ἐν πολλῷ χρόνῳ πεπαιδευμένον, εἰδότα δὲ τούς τε ἀληθῶς ὄντας σοι φίλους καὶ τοὺς λέγοντας μέν, ῥηγνυμένους δὲ τοῖς σοῖς καλοῖς.

[2] ἐπεὶ δὲ οὕτως ἡρπάσθης καὶ ἐλήφθης καὶ παρωξύνθης καὶ ἐχαρίσω διὰ τῶν πεπραγμένων τοῖς βουληθεῖσιν αὐτὰ ταῦτα πραχθῆναι, λυποῦμαι μὲν ὑπὲρ ἀμφοτέρων, καὶ σοῦ καὶ τῶν σῶν υἱέων, τῶν μὲν τοιαύτην δόντων δίκην, σοῦ δὲ τοιαύτην λαβόντος· τοσοῦτον δ' ἂν εἴποιμι νῦν, ὅτι, εἰ ἦσαν κακοί, τοὺς νῦν κακῶς λέγοντας εἶχον ἂν ἐπαινοῦντας.

[3] οὐδὲ γὰρ νῦν ὡς πονηροὶ μισοῦνται, ἀλλ' ὄντες χρηστοὶ συκοφαντοῦνται· φαῦλοι δὲ ὄντες οὐκ ἂν τοῦτο ἔπασχον. ἦσαν γὰρ ἂν οἵουσπερ αὐτοὺς ἤθελον εἶναι τῶν ‹πώποτε γενομένων οἱ› κάκιστοι.

[4] νῦν μὲν οὖν σαυτὸν εὔφραινε τῷ θυμῷ χαριζόμενος, τοῦ χρόνου δὲ ποιοῦντος τἀληθῆ τῶν ψευδῶν δυνατώτερα πολλὰ μὲν σαυτὸν αἰτιάσῃ τὸν πεπεισμένον, πολλὰ δὲ καταράσῃ τοῖς πεπεικόσι, ζητήσεις δὲ τὸν ἀπολωλότα χρόνον, τὸν δὲ εὑρήσεις οὐδαμοῦ.

[1094]

Εὐσεβίῳ καὶ Θεοδότῳ.

[1]    Δείξατε καὶ ἐμὲ παρ' ὑμῖν δυνάμενον τῷ Μάρα ἀδελφῷ βοηθεῖν τοῦ μὲν φεισάμενοι, τὰ γράμματα δὲ τιμήσαντες.

[2] ποιούντων δὲ ὑμῶν τοῦτο προθυμότερος ὁ Μάρας ἔσται περὶ τοὺς λόγους, τὸ δὲ καὶ τοιούτους εἶναί τινας τῶν ὑμετέρων πολιτῶν κόσμος τῇ πόλει.

[1095]

Ἀπολλωνίδῃ.

[1]    Ἀνὴρ ἡμῖν τε ὡμιληκὼς καὶ δεινὸς εἰπεῖν τε καὶ πρᾶξαι Λεόντιος καὶ τὰ παρὰ τῆς Τύχης τὰ μὲν ἔχων, τὰ δὲ ἕξων ‑ μαντεύομαι γάρ ‑ κηδεστὴς σὸς ἐπιθυμεῖ γενέσθαι βουλόμενος εὐδαιμονέστερος. λαμβάνων δὲ μεγάλα μεγάλα καὶ δώσει τοσοῦτος μὲν ὢν ἐν τῷ βασιλείῳ, τοσοῦτος δὲ ἐν θεάτροις ἃ ποιοῦσιν οἱ λόγοι.

[2] σύμβουλος οὖν ἐγὼ γίγνομαι καὶ παραινῶ δῶρον τοῦτο νομίσαι θεῶν. σὺ δ' ἡμῖν ἐπίστειλον ὡς ὁ σύμβουλος τῷ πεῖσαι τετίμηται.

[1096]

Γεμέλλῳ.

[1]    Ἄνδρες ὧν μοι πολὺς λόγος ἐκέλευόν μοι τοῦ δικαίου τυχεῖν τῇ διὰ σοῦ βοηθείᾳ, βοηθήσειν δὲ πάντως ἔλεγον, εἰ λάβοις ἐμὴν ἐπιστολήν. οὐκ ἦν οὖν αὐτοῖς μὴ δοῦναι τὴν χάριν καὶ φίλοις οὖσι καὶ λέγουσιν ἀληθῆ.

[2] λαβὼν τοίνυν ἀναγίνωσκε καὶ χεῖρα ὄρεγε καὶ ποίει τὸ δίκαιον ἰσχυρότερον τῶν βιαζομένων καὶ νῦν, ὃ πολλάκις ἤδη σοι πέπρακται.

[1097]

Τοῖς πατριάρχαις.

[1]    Οἶδα πολλὰ πραχθέντα Θεομνήστῳ τούτῳ βουληθέντος ἐμοῦ. ταύτας δὲ αὐτῷ τὰς χάριτας μέχρι τοῦ νῦν οὐκ ἀποδοὺς εὗρον ὅπως ἀποδοίην ἂν διὰ τῆσδε τῆς ἐπιστολῆς, ἣν ἐκεῖνος μὲν ᾔτησεν, ἐγὼ δὲ ἔδωκα νομίσας οὐ παντάπασιν ἐμαυτὸν ἀμελεῖσθαι παρ' ὑμῖν.

[2] καίτοι τινὲς ἦσαν οἱ τοῦτο καὶ λέγοντες καὶ πειρώμενοι δεικνύειν. ἀλλ' ἐμὲ τοῦτο πεισθῆναι τῶν ἀμηχάνων μεμνημένον τῶν ἔργων τῶν ὑμετέρων τῶν πολλῶν τε καὶ μεγάλων.

[3] δότε δὴ χάριν καὶ μὴ κινεῖτε γῆρας κεῖσθαι μᾶλλον ἢ πορεύεσθαι βουλόμενον τὸ Θεομνήστου. δεῖ δὲ ὑμᾶς οὐ δεδιέναι μὴ πολλὰς αἰτήσω χάριτας οὐ πολλὰς ἴσως ἡμέρας ἔτι βιωσόμενος.

[4] εὔχομαι μὲν οὖν αὐτὸν τοῦ μείζονος τυχεῖν, τὸ δ' ἐστὶ μένειν· εἰ δὲ ἔστι τὸ διακωλύον, τό γε δεύτερον αἰτῶ, τάχιστα αὐτὸν αὖθις ἰδεῖν τὴν αὑτοῦ.

[1098]

Τῷ αὐτῷ.

[1]    Ὁ παῖς σοι ἧκε δυνάμενος μανθάνειν, μετέσχε δὲ ἄρα μου, καὶ πρὶν ἰδεῖν, διὰ τῆς Ἀργείου περὶ λόγους ἰσχύος. ἐπὶ κάλλιον μὲν οὖν οὐδὲν ἀφῖκται, κέρδος δὲ ἴσως αὐτῷ τὸ πολλὰς ἰδεῖν πόλεις, εἴπερ καὶ Ὀδυσσεῖ.

[2] σὲ δὲ ἀξιῶ συγγνώμην ἔχειν αὐτῷ τοῦ δρασμοῦ καὶ μήτε χαλεπαίνειν μήτε ἀπορεῖν ποιεῖν· ὃ λύπην δύναται φέρειν, ἣν καὶ τοῖς σφόδρα λόγων ἐπιθυμοῦσιν ὁρῶμεν ἐμποδὼν γιγνομένην.

[1099]

Πρίσκῳ.

[1]    Πρὸς τῶν πόνων, οὓς ἐπόνησας παρ' ἡμῖν ὑπὲρ λόγων, καὶ τῶν καρπῶν, οὓς ἔσχες ἀπ' ἐκείνων τῶν πόνων, ποίησόν τι χρηστὸν περὶ τήνδε τὴν κόρην, παρ' ἧς λήψῃ τὴν ἐπιστολήν· ἔστι δὲ παῖς πατρὸς καὶ αὐτοῦ παρ' ἡμῖν ἱδρώσαντος κτησαμένου τε δόξαν ἐπὶ τῇ τέχνῃ καὶ ἡμῖν περιθέντος.

[2] τὸ μὲν οὖν δίκαιον ὡς καὶ σιγώντων ἡμῶν ἐτίμας ἄν, οἶδα· νομίζων δέ σε μετὰ πλείονος τοῦτο ποιήσειν ἡδονῆς καὶ γράμματα ὁρῶντα ἥκοντα, πέπομφα ταῦτα τὰ γράμματα οὐ πολλά· περὶ ἃ πιστεύω σε Πρίσκον ἐκεῖνον ἔσεσθαι.

[1100]

Ῥωμυλιανῷ.

[1]    Τὰ γράμματά σου τὰ πρὸς ἡμᾶς ἐν τοῖς περὶ σοῦ λόγοις ὄντας ἡμᾶς κατελάμβανε πολλοῖς τε ῥέουσι καὶ ἀπὸ πολλῶν στομάτων, πολλοὶ γὰρ ἦσαν οἱ παρόντες καὶ παρακαθήμενοι, ... τοῦ δ' ὅτι παιδείαν κτώμενος οὐ πέπαυσαι· καὶ γὰρ τοῦτο ἔγνωμεν.

[2]

καὶ μὴν οἱ μὲν τὴν ἐν ταῖς ἀρχαῖς ἀρετὴν ἐθαύμαζον, οἱ δὲ τὸ μήτε ἐπ' αὐτὰς δραμεῖν δεξάμενόν τε ἡκούσας ἀκολουθῆσαι τοῖς νόμοις, ὁ δέ τις τὸν οὐκ ἄρχοντα χρόνον ἐπῄνει, τὸν οὐκ εἰς τὸ λυπεῖν τινας τῷ τῶν ἀρχῶν ἀποχρώμενον.

[3] ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς καὶ πολλάκις, ἦν γὰρ ἀξία τοῦ καὶ πολλάκις, ἅπαντες ἐμακάριζον σέ τε καὶ ἐμέ, σὲ μὲν τοῦ τιμᾶν τοὺς περὶ λόγους πόνους, ἐμὲ δὲ ὡς ὑπὸ τοιαύτης τιμώμενον κεφαλῆς.

[4] ἀντὶ δὴ τούτων ἀπολαύοις μὲν τῆς εὐνοίας τῶν θεῶν, ἀπολαύοις δὲ τῆς τῶν θείων βασιλέων, πατρός τε καὶ τῶν παίδων. ὧν δεόμεθα τὸν φίλτατον ἡμῖν ἀποδοῦναι Ῥωμυλιανὸν καὶ ποιῆσαι πάλιν ἡμῖν τὴν πόλιν τῇ 'κείνου παρουσίᾳ βελτίω.

[1101]

Μεγεθίῳ.

[1]    Ἐν τῷ παιδὶ τοῦ σοῦ παιδὸς σέ τε κἀκεῖνον ὁρῶ φέροντι νῦν μὲν γραμμάτιον, νῦν δὲ τῇ μνήμῃ τὸ συντεθέν. ἀλλὰ καὶ κινῶν χεῖρας καὶ ὄμματα καὶ εἰσιὼν καὶ καθήμενος καὶ ἀνιστάμενος καὶ ἀπερχόμενος, καὶ καθ' ἕκαστον τούτων δεικνύει μὲν τὸν φύσαντα, δεικνύει δὲ τὸν πάππον.

[2] τὸ δὲ χαίρειν αὐτὸν τοῖς περὶ ‹λόγους πόνοις δείκνυσιν ὡς› τοῦ πατρὸς μέν ἐστι βελτίων, τοῦ πάππου δὲ οὐ χείρων.

[1102]

Δομετιανῷ.

[1]    Παρ' οὗ λήψῃ τὴν ἐπιστολήν, παῖς ἐστιν ἐμὸς καὶ παῖς τῶν ἔτι φοιτώντων, ἥκει δὲ καὶ ἀδελφὴ μετ' αὐτοῦ καὶ ταύτην ἐμὴν νόμιζε θυγατέρα. πρόσεστι δὲ καὶ ὁ γήμας ἕτερος παῖς ἐμός.

[2] σκόπει τοίνυν, ὅπως κἀκεῖνος κἀκείνη καὶ Ἰουλιανὸς ὁ τῇ γυναικὶ συνοικῶν εἴσονται χάριν καὶ σοὶ καὶ ἐμοί, τῶν μὲν γραμμάτων ἐμοί, σοὶ δὲ τῶν ἔργων. [1103] [t]

Αἰακῷ.

[1]    Ἔδει μέν σε μὴ φιλεῖν μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐπεσταλκέναι καὶ ταῦτα δυνάμενον εὖ τοῦτο ποιεῖν· Θαλασσίου δὲ τοῦ πάντα ὄντος ἐμοὶ κελεύοντος ἐπιστεῖλαί σοι καὶ λέγοντος ὅτι μέγα τὸ πρᾶγμα ἡγήσῃ, χαριζόμενος ἀμφοτέροις ἐπείσθην.

[2] καὶ ταυτὶ μὲν ἥκει παρ' ἐμοῦ πρὸς σὲ νῦν, δεῖ δὲ καὶ σὴν παρ' ἡμῖν ἐπιστολὴν ὁρᾶσθαι. ἀφορμὰς δὲ ἔχεις εἰς ἐπιστολὰς τὰ βασιλέως καὶ βουλεύματα καὶ ἔργα καὶ κατορθώματα.

[1104]

Οὐαράνῃ.

[1]    Φιλοῦντί σε γέγραφας εἰ καὶ μὴ ἐπιστείλαντι. ἔνι δέ που καὶ φιλεῖν καὶ μὴ ἐπιστέλλειν, ἐπεί τοι καὶ αὐτὸς ὃν οὐκ ἐπέστελλες χρόνον ἐφίλεις, ὡς αὐτὸς ὁμολογεῖς .........

[2] δεῖ μέντοι καὶ αὐτόν σε τὴν αὐτὴν ἔχειν ἐμοὶ καὶ σκοπεῖν ὅπως μηκέτι συγγνώμης δεήσῃ τῷ τοῦτο πολλάκις ποιεῖν. ποιῶν δὲ τοῦτο πολλάκις παραμυθήσῃ ἄνθρωπον γέροντα ἐν λύπαις μεγάλαις κείμενον.

[3] σὺ δὲ εὐδαίμων εἶ τις τοιοῦτος μὲν ὢν τὴν φύσιν, τοιούτου δὲ ὢν πατρός, τοιούτῳ δὲ βασιλεῖ συνὼν καὶ φωνῆς τε ἀκούων ἐκείνης καὶ πρόσωπον ὁρῶν τὸ θεοειδὲς καὶ πονῶν πόνους ἐκείνῳ φέροντας ἡδονήν, ὑπὲρ οὗ καὶ τὴν ψυχὴν αὐτὴν ἐπιδοῦναι κέρδος τῷ τοῦτο ποιοῦντι.

[1105]

Τῷ πατριάρχῃ.

[1]    Ὅσον χρόνον πράττει κακῶς Ἱλάριος, τοσοῦτον ἀμφότεροι λυπούμεθα, καὶ ἐκεῖνος καὶ ἐγώ. ἔδει μὲν οὖν μηδὲν τούτων συμβεβηκέναι μηδὲ ἐν ταῖς πόλεσι πολὺν εἶναι λόγον τῶν γεγενημένων· ἐπεὶ δὲ ἔδει τούτοις αὐτὸν περιπεσεῖν πονηρᾷ τύχῃ, ἣ νοῦν ἔχοντα ἄνθρωπον ἁμαρτάνειν ἠνάγκασεν ‑ οὐ γὰρ ἂν μηδὲν ἔχων ἐγκαλεῖν τοιοῦτος ἐπεφήνεις περὶ αὐτὸν ἀνὴρ φεύγων μὲν τό τινας κακῶς ποιεῖν, εἰωθὼς δὲ εὖ ποιεῖν ‑ γενοῦ τοίνυν Ἀχιλλεὺς Τηλέφῳ καὶ τὰ ἀπὸ τῆς ὀργῆς ἴασαι πρᾳότητι καὶ δὸς ἅπασι λέγειν ὡς οἰκίαν τὴν πρώτην τῶν παρ' ἡμῖν πολλῇ ζημίᾳ κατενεχθεῖσαν ὤρθωσας.

[1106]

‹Ῥουφίνῳ›.

[1]    Ἔτι τοίνυν τὴν ἐν ἅπασιν ἡδονὴν ἀνθοῦσαν τότε νῦν ὁρῶμεν ἐν ἀκμάζουσιν, ἐν γέρουσιν, παισί, γυναιξίν, ἐλευθέροις, δούλοις, καὶ γὰρ δοῦλος ἐμιμεῖτο δεσπότην. φαίνεται δ' ἡμῖν καὶ τὰ ῥόδα τά τε ἔνθεν καὶ ἔνθεν τά τε ἄνωθεν πετόμενα καὶ τούτων τἀν τοῖς γόνασιν ἱζάνοντα καὶ τοῖς ὑπὸ τῇ χλαμύδι μετ' εὐσχημοσύνης κινουμένοις δακτύλοις ἐπὶ τὰ κάτω φερόμενα.

[2] λόγος δὲ εἷς μόνος ἐν τῇ τοσαύτῃ πόλει Ῥουφῖνος καὶ τὰ τούτου καὶ τί μὲν ἔπραξε, τί δ' εἶπεν ἢ πρὸς βουλὰς ἱκετευούσας ἢ πρὸς τοὺς περὶ ταύτας ἐν ὁμιλίαις ἢ πρὸς τοὺς ἐπὶ τῷ παιδεύειν καθημένους.

[3] εὔχονται δὲ γυναῖκες οὐ παροφθεῖσαι οὐδ' ἀμεληθεῖσαι οὐδὲ ἀπελαθεῖσαι, λόγων δὲ τυχοῦσαι πρᾴων τε καὶ ἡμέρων, εὔχοντ' οὖν αἱ γυναῖκες σώζεσθαι μέν σοι τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν, σώζεσθαι δὲ βασιλεῖ τοὺς σοὺς ὑπὲρ αὐτοῦ πόνους ἐλθεῖν τε αὖθις ὡς ἡμᾶς τὸν τῶν πόλεων ἰατρὸν ἀναβῆναί τε πάλιν εἰς Δάφνην δευτέρων ἀκριβεστέρων, ‑ ὡς νῦν γε ἱέραξ ἡμῖν ἦσθα τάχος τε πτεροῦ τοῦ 'κείνου μιμούμενος καὶ τῷ πᾶσαν ἐθέλειν εἰδέναι ἐν βραχεῖ τὸ μὴ πᾶσαν ἰδεῖν κεκωλυμένος ‑ ταῦτ' οὖν τὰ διαφυγόντα τῶν σῶν ὀφθαλμῶν τυχεῖν καὶ μὴ τῶν ὀφθέντων ἔλαττον ἔχειν· εἰ δὲ καὶ μετὰ τῶν ἀρίστων βασιλέων, ὧν πολὺς ἔρως τῇ πόλει ‑ καὶ θαυμαστὸν οὐδὲν τῶν σεσωκότων ἐρᾶν τὴν σεσωσμένην, ‑ τίς ἡμῖν ἴσος εἰς εὐτυχίας λόγον;

[4] εἰ δ' οὖν τι καὶ μεῖζον τὰς θείας ἐκείνας κεφαλὰς ἔτι πείθοι μένειν, αὐτὸς ἡμῖν ἥκειν μεθ' ὁμοίου τοῦ δρόμου καὶ δεικνύναι με μάντιν ἀγαθόν. οἶσθα γὰρ ὃ προεῖπον, ὅτι τὸν οὕτω ταχέως ἀπελθόντα καὶ ταχέως ἡμῖν ἐπανήξειν οἴομαι.

[5] ὅτι δὲ ἐλθὼν τῶν αὐτῶν μεταδώσεις, οὐδὲν δεῖ πυθέσθαι τῶν μάντεων δεικνυμένων τῶν ἐσομένων τοῖς ἤδη γεγενημένοις. καὶ γὰρ ἕλξεις τῇ σαυτοῦ χειρὶ τὸν θρόνον ἐγγύς τέ μου καθίσαι ἐθελήσεις ἡσθήσῃ τε ἐγγύθεν ὁρῶν τὰς πολιὰς θήξεις τέ μοι τὸν νοῦν τοῖς σαυτοῦ νοήμασιν ἐγώ τέ σε θηράσω πάλιν κεκτημένον μὲν τὴν ἡμετέραν φωνήν, φάσκοντα δὲ οὐκ ἔχειν.

[6] ὃ δὲ ᾔτησα μὲν ἐν τῇ πόλει πολλάκις, ᾔτησα δὲ κἀν τῷ ποταμῷ τῷ πολλῷ μὲν τοῦ χειμῶνος, ὀλίγῳ δὲ νῦν, τοῦτο καὶ νῦν δέομαι δοθῆναί μοι, τίνων τε ἐγένου γονέων καὶ τἀν τοῖς διδασκαλείοις ἔργα δι' ὅσων πεπόρευσαι. καὶ γὰρ εἰ πολλὰ τὰ βεβοημένα καὶ διδάσκειν οὐκ ὀλίγα δύναιτ' ἂν ὁ φίλος Θεόφιλος, ἀλλ' οὐδεὶς οἷος σὺ περὶ τῶν σῶν γένοιτ' ἂν ἡμῖν διδάσκαλος.

[7] ἐμὲ δὲ θεάτρων μὲν ἀπέστησε τὸ γῆρας, τὸ δὲ τῆς χειρὸς ἔργον οὐ προσαφείλετο. μὴ νομίσῃς δὲ ἀδικήσειν λέγων τι περὶ σαυτοῦ καλόν· πολλοὺς γὰρ δὴ θαυμασομένους ἄνδρας τούτῳ ποιήσεις.

[1107]

Ἰασίῳ.

[1]    Πολλοὺς ἀδικουμένους ἔσωσεν ἡ σὴ δικαιοσύνη. βούλομαι δὴ προστεθῆναι τοῖς πολλοῖς ἐκείνοις καὶ τοῦτον Ἀσκληπιὸν καὶ πέμψαι γε τὸν Ἀσκληπιὸν πρὸς ἡμᾶς ἐπιστολὴν μηνύουσαν ὡς οὐ μάτην ᾔτησε τὴν ἐμὴν ἐπιστολήν. [1108]

Γεμέλλῳ.

[1]    Δόμνος ὁ χρηστὸς ἐκ παλαιῶν χρόνων μοι φίλος ἔγημε πολῖτιν ἡμετέραν λαμπροῦ γένους καὶ συμβαίνει δὴ τὴν τηθίδα τῆς γυναικὸς παρ' ἡμῖν διάγειν ὄντων πραγμάτων τῶν τοῦτο πειθόντων.

[2] εἰδὼς οὖν, ὅσος εἰμὶ παρὰ σοί, Δόμνος καὶ ὡς οὐκ ἂν φύγοις δοῦναι χάριν αἰτοῦντος ἐμοῦ, παρὰ τῶν ἐμῶν χειρῶν ἐλθεῖν εἰς τὰς σὰς ἠβουλήθη γράμματα, καὶ ὑπεσχόμην καὶ οὐκ ἠμέλησα. δεῖ γὰρ δὴ σοῦ δυναμένου καὶ δυναμένου γε δικαίως Βερονίκῃ τε τὸν σὸν οἶκον γενέσθαι καταφυγὴν καὶ Δόμνῳ τῷ καλῷ τε κἀγαθῷ διὰ τῆσδε τῆς ἐπιστολῆς ἡδονήν.

[1109]

Ὀπτάτῳ.

[1]    Καὶ σὺ παῖς ἐμὸς πολλαχόθεν καὶ Πρισκιανὸς κατὰ τοὺς λόγους. ἀνάγκη δὴ τὸν πατέρα ἐμὲ φιλίας μὲν οὔσης ὑμῖν χαίρειν, τούτου δὲ οὐκ ὄντος ἀνιᾶσθαι. σὺ δέ με χαίρειν ἂν μᾶλλον ἢ λυπεῖσθαι βούλοιο. καὶ γὰρ τῷ πατρί σου πολλὰ τοιαῦτα καὶ τῇ μητρὶ πέπρακται.

[2] τύχης μὲν οὖν ἦν βελτίονος δι' ὁμονοίας ὑμᾶς πάντα ἐληλυθέναι τὸν χρόνον· ἐπεὶ δὲ ὁ τοῖς ἐναντίοις χαίρων δαίμων ἴσχυσε ποιῆσαι τοὐναντίον, τὰ χείρω μὲν λελύσθω, τὰ βελτίω δὲ κρατείτω.

[3] σὺ δέ, εἰ μηδὲν ἄλλο, τὸ γῆρας τοὐμὸν τιμῶν ποίησον τοιαύτην Πρισκιανῷ τὴν ἐπιδημίαν, ὡς αὐτὸν καὶ πρὸς τοὺς παῖδας τοὺς ἑαυτοῦ τοῦτο διηγεῖσθαι τὸ καλόν.

[4] μὴ θαυμάσῃς δὲ εἰ πολλοὺς ὑπερβὰς ἐπ' ἐμὴν ἧκεν ἐπιστολήν· οὐ γὰρ ἠγνόει, τίς ποτε ἐγὼ παρὰ σοὶ καὶ ὡς ἔχω τοσοῦτον ὅσον οὐδεὶς ἕτερος.

[1110]

Ἀρισταινέτῳ.

[1]    Ἐξέστω παίζειν ὑπάρχῳ πάντων ὑπάρχων διὰ πάντων κεκρατηκότι καὶ τοῖς αὑτοῦ λόγοις τιθέντι μέν με πρὸ τῶν τῆς Δάφνης πηγῶν, τιθέντι δὲ πρὸ τῶν δένδρων τῶν καλῶν καὶ μεγάλων, τιθέντι δὲ πρὸ τοῦ κάλλους τῶν καταγωγίων.

[2] ἀλλ' ὁ μὲν ᾀδέτω τέ με καὶ ἐγκωμιαζέτω καὶ χαριζέσθω στέφανον τὸν ἀπὸ τῶν ῥημάτων, ἐγὼ δὲ χαίρω μὲν τούτοις τιμώμενος, οὐ μὴν ἀγνοῶ γε ἐμαυτὸν οὐδὲ φυσῶμαι καὶ μετεωρίζομαι, ἀλλὰ φιλόλογος μὲν καὶ φιλόπονος οἶδά τις ὤν, οὔπω γε μὴν τοσοῦτον ὅσον εἶναί φησιν ὁ τῆς Δίκης ἑταῖρος Ῥουφῖνος ὁ τραφεὶς ἐν τοῖς ἐκείνης καὶ τεμένεσι καὶ χερσίν, ὅθεν αὐτῷ καὶ τὸ δύνασθαι σώζειν οἶκόν τε ἕκαστον καὶ πόλεις καὶ ἔθνος καὶ γῆν καὶ θάλατταν.

[3] καί μοι δοκεῖ τούτοις με κοσμεῖν τοῖς ἐπαίνοις ἐκεῖνος οὐκ ἄνευ θεῶν τῶν εἰδότων μὲν τὰς τρικυμίας, αἷς πολὺν ἤδη χρόνον ἐλαύνομαι, βουλομένων δ' εἶναί τι καὶ τὸ πεῖσον τὰ τοιαῦτα φέρειν.

[4] εἶδον οὖν ὡς μόνον ἂν ἐνέγκαι τοῦτο παραμυθίαν, εἰ τοιαῦτα ψηφίζοιτο περὶ ἡμῶν ἀνὴρ θεῶν μὲν ἥττων, ἀνθρώπων δὲ ἀμείνων. καὶ χαίρω μὲν αὐτὸν ἀκούων συνεῖναι τῷ βασιλεύειν εἰδότι, εὔχομαι δὲ αὖθίς τε ἰδεῖν καὶ συνουσιῶν ἀπολαῦσαι τῶν ἴσων.

[5] καίτοι χαλεπόν γε κρατῆσαι τοσούτων νοσημάτων, ὧν καὶ πολλοστὸν μέρος ῥᾳδίως ἄν με ἀπήνεγκεν, ὃ δὴ καὶ τὴν πυκνότητα τῶν γραμμάτων ἔπαυσε. σοὶ μὲν γὰρ ἥδιστ' ἂν καὶ καθημέραν ἐπέστελλον, ἰατροὶ δὲ ἐβόων ὡς, εἰ μὴ σιωπῇ διάγοιμι, καὶ πλείω καὶ μείζω ποιήσω τὰ κακά.

[1111]

Βρασίδᾳ.

[1]    Μεγάλα μεγάλοις ὁ μέγας Ῥουφῖνος προσέθηκε, τοῖς ὅτε τὸ πρῶτον εἶδέ με πραχθεῖσιν οὐ προσδοκηθεῖσι τἀπὶ τῆς καταγωγῆς, ὧν τὰ μὲν ἦν πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα τῆς αὐτῆς τιμῆς τε καὶ ἰδέας.

[2] καὶ δὴ καὶ τὰ νῦν ἐκείνων οὐ λείπεται, μᾶλλον δέ, καὶ νικᾷ καὶ παρέρχεται. οὐ γὰρ ἴσον, οὐκ ἴσον ὁρώμενον φίλον ἐπαινεῖν ἢ διὰ τοσούτου τοῦ μέσου καὶ συνόντα κοσμεῖν ἢ πολὺ διεστηκότα.

[3] ἦν μὲν γὰρ ἐλπὶς τοῖς πολλοῖς ‹πολλὴ ὡς› γενόμενος ἂν παρὰ τῷ γενναίῳ βασιλεῖ καὶ μεθ' ὑμῶν οὐ σφόδρα τῆς ἐμῆς ἕξεται μνήμης· ὁ δὲ τοὺς περὶ ἐμοῦ λόγους διὰ πάσης μὲν ἐφύτευσε τῆς ὁδοῦ καὶ πόλεων καὶ σταθμῶν μειζόνων τε καὶ ἐλαττόνων, ταὐτὸν δὲ ποιεῖ καὶ παρ' ὑμῖν, ὡς αὐτός τε δηλοῖς καὶ πολλοὶ πρὸ σοῦ καὶ μετὰ σοῦ, πάντα ἐλάττω τιθεὶς ὧν εὗρεν, ὥς φησιν, ἐν ἐμοί.

[4] ἐμοὶ δὲ πολλαὶ μὲν ἀπὸ πολλῶν τῶν νοσημάτων αἱ προσβολαὶ μετὰ τὴν ἡμέραν, ἐν ᾗ τὸν ἄνδρα προπέμψας ἀνέστρεφον, καὶ ἑκάστη πειρωμένη κατενεγκεῖν· σύμμαχον δὲ πρὸς ταῦτα ἓν μόνον καὶ φάρμακον ἡ παρ' ἐκείνου τιμή· καὶ τὸ ἀνέχον τοῦτο ἔστιν. ᾧ βούλομαι μὲν ἀμοιβήν τινα ἀντεισενεγκεῖν, κεκώλυμαι δὲ τῷ μὴ τῶν πραγμάτων ὅσα ὑμεῖς ἐπίστασθε εἰδέναι.

[5] βοηθήσατ' οὖν οἱ εἰδότες τῷ οὐκ εἰδότι καὶ γράψαντες ἐπιστείλατε καὶ φεύγοντα τὴν τούτων διδασκαλίαν τὸν ἄνδρα ἐπαναγκάζοντες. δεινὸν γάρ, εἰ πάντων ὄντων καλῶν τε καὶ θαυμαστῶν καὶ τῆς αὐτῆς ψυχῆς τε καὶ φύσεως τὰ μὲν εἰρήσεται, τὰ δὲ οὐκ εἰρήσεται, καὶ τὰ μὲν φαίνοιτο, τὰ δὲ λανθάνοι.

[1112]

Εὐτροπίῳ.

[1]    Ἀμφότεροι παῖδες ἐμοί, ὅ τε ἄρχων καὶ ὁ ...... καί εἰσιν εὐδαίμονες, ὁ μὲν ......., ὁ δ' εἰς τοῦτο τοιούτῳ χρώμενος.

[2]

ὑμῖν μὲν οὖν οὖσιν ἀγαθοῖς ὑπάρξει καὶ τὸ τῆς Τύχης, μέλει γὰρ αὐτῇ πολλαχοῦ καὶ τῶν δικαίων· ἐμοὶ δὲ τὸ πλῆθος τῶν κακῶν καὶ μάλιστα δὴ τὸ κεφάλαιον αὐτῶν ἐν εὐχῇ τὸν θάνατον καὶ πεποίηκε καὶ ποιεῖ, καὶ οὕτω συνεχὲς τοῦτο ἔστιν, ὥστε μοι δοκοῦσιν οἱ θεοὶ καὶ ἠνωχλῆσθαι.

[1113]

Καισαρίῳ.

[1]    Παρὰ Κέλσῳ τῷ τῆς Συρίας ἄρχοντι καθήμενος διελεγόμην ἑσπέρας. εἰσδραμὼν δέ τις τῶν παίδων Δῖος ἔφη κάτω καὶ γράμματα ἀπαιτεῖ. Κέλσου δὴ κελεύοντος ἀναβαίνει Δῖος καὶ γνοὺς ἐγώ, τίς τε ὁ ἄνθρωπος καὶ ὡς ἥκοι παρὰ σοῦ καὶ ὅτι πάλιν ὡς σὲ τρέχοι, πάνυ ἔφασκον ὑπ' ἀμφοῖν ἠδικῆσθαι ταῦτα ἀγνοήσας. γράψαι γὰρ ἄν, εἰ ἠπιστάμην.

[2] ἀλλ' οὐκ ἀφῄρησαι φησὶ τὸν εἰς γράμματα χρόνον ὁ Δῖος. ἐγὼ γάρ τοι πρὸ μέσων μὲν τῶν νυκτῶν ἐγνώκειν ἐπὶ τὸν ἵππον ἀναβαίνειν, σὴν δὲ χάριν ἀναμενῶ τὴν ἡμέραν.

[3] οὕτω δὴ γράφω δειπνήσας καὶ συγγινώσκω μὴ γράφοντί σοι, μᾶλλον δέ, ὅτι μέν τισιν ἐδυνήθης γράψαι, θαυμάζω, τὸ δ' ὅτι μὴ καὶ ἡμῖν, οὐχ ἡγοῦμαι θαῦμα. πολλὰ γὰρ δή σε περιρρεῖ πραγμάτων εἴδη φυομένων ἐκ πολλῆς μὲν ἠπείρου, πολλῶν δὲ νήσων, ὥστε σέ ποτε καὶ πιεζόμενον εἶδον οἷς ἐλάμβανες γράμμασιν· οὕτω τοῦ δύνασθαι τοῖς φίλοις ἐπιστέλλειν πλεῖστον ἀπέχεις.

[4] ἀλλ' ἴσως ἄλλος μέν τις κἂν αἰτιάσαιτο τῶν οὐδὲν ὧν προσῆκεν ἐξεταζόντων· ἡμεῖς δὲ οὔτ' ἀγνοοῦμεν τὰ αἴτια κἂν φιλώμεθα, ἀρκεῖν ἡγούμεθα. τοῦτ' οὖν ἔστω, γράμματα δὲ ἡμεῖς πέμψομεν οἷς ἐν τῷ γράφειν τὰ πράγματα.

[1114]

Τῷ αὐτῷ.

[1]    Ὥσπερ σε τοῦ γράφειν ἀφίεμεν διὰ τὸ πλῆθος τῶν πραγμάτων, οὕτω σου τὴν πρὸς ἡμᾶς εὔνοιαν ἐπὶ τῶν πραγμάτων ἀξιοῦμεν ὁρᾶν. τὸ οὖν μήπω τοὺς φίλους ἡμῖν δεδωκέναι γνῶναι μηδὲν ὧν εἰκὸς ἦν τοὺς ἀγαθοῦ τετυχηκότας τινός, πῶς, οἴει, θράττει μου τὴν ψυχήν; καὶ γάρ, εἰ μὴ πολὺς ὁ χρόνος, ‑ τὰ γὰρ ἔργα ἴσως δέοιτ' ἂν χρόνου μακροῦ ‑ τήν γ' ἐκ λόγου φιλανθρωπίαν κἂν ἡ πρώτη γε ἐπέδειξεν ἡμέρα.

[2] νῦν οὖν, εἰ καὶ μὴ πρόσθεν, γενέσθω τι τοιοῦτον, ὃ πείσει Γαλάτας ὅτι με οὐκ ἀγνοεῖς. γνοῖεν δ' ἂν καλῶς, εἰ ὃν μάλιστα βουλοίμην ἂν ἐν τάξει τινὶ φανῆναι καὶ σχήματι, τοῦτον ἴδοιεν ἐν ἄθλοις.

[3] οἶσθα, ὃν λέγω, εἰ δὴ μέμνησαι τῶν τε ἐνταῦθα λόγων τῶν τε πεμφθέντων γραμμάτων. εἰ δ' οὐκ ἂν ἀηδῶς αὖθις ἀκούσαις, Μαξίμῳ παῖς Ὑπερέχιός ἐστι, νοῦν ἔχων ἄνθρωπος καὶ γλῶτταν τῆς διανοίας οὐ χείρω, καὶ ζῶντος τοῦ πατρὸς οὗτος ἔδοξεν εἶναι χρηστός.

[4] ἐκεῖνος μὲν οὖν ἡδέως ἂν ἐν τῷ τοὺς ἀγροὺς θεραπεύειν διάγοι, ζημία δὲ ἐμοὶ τὸ λαθεῖν τὴν τοῦ νεανίσκου φύσιν. εἰ μὲν οὖν ἐστερήμην δυνάμεως, εὐξάμην ἂν ἔχειν· κεκτημένος δὲ τὴν σὴν οἶμαι αὐτὴν εἰς πόνους πρέποντας τῷ τηλικούτῳ καταστήσειν.

[5] ἐνθυμοῦ δὲ ὅτι τῶν περὶ τὸν παῖδα τὸν ἐμὸν ἐχόντων μοι σφαλερῶς τοῦ ζητεῖν ἀσφάλειαν ἐκείνου προτίθημι τὴν τοῦδε δόξαν. δεῖ γάρ με φαίνεσθαι τῶν φίλων μᾶλλον ἢ τῶν ἐμαυτοῦ κηδόμενον.

[1115]

Δατιανῷ.

[1]    Ὅταν παρ' ὑμῶν ἀφίκηταί τις, πρῶτον ἡμῖν ἐρώτημα, πῶς ἔχει τὰ σά, κἂν ἀκούσωμέν τι χρηστόν, χαίρομεν. χαίρομεν δὲ σέ τε ὁμοῦ καὶ ἡμᾶς αὐτοὺς φιλοῦντες· ὡς σοῦ γε ζῶντός τε καὶ τὰ εἰκότα τιμωμένου θάλλει τε τὰ τῶν εἰς σὲ καταπεφευγότων καὶ ἐπ' ἐλπίδος ἐστὶ βελτίονος.

[2] φαίην δ' ἂν ὅτι καὶ πᾶσιν ἀνθρώποις τοῦτό γέ ἐστι σωτήριον. σὺ γὰρ δὴ μόνος τοὺς μὲν ὡς φίλους εὖ ποιεῖς, τοὺς δὲ ὡς ἀνθρώπους αἰδούμενος τὴν φύσιν. καὶ οὐκ ἂν εἴποις πόλιν, ἣ τοὺς ὑπὸ σοῦ κεκοσμημένους ἢ σεσωσμένους γε οὐκ ἔχει, ἀλλ' ἔνθα ἀνθρώπων γένος, πάντως εὐεργεσίαι τοῦ πάντα ἀρίστου Δατιανοῦ.

[3] εἰκὸς μὲν ὅτι καὶ σοί τις περὶ ἡμῶν γίνεται λόγος ἄλλως τε καὶ ἐν Ἀγκύρᾳ· ἡμῖν δὲ οὐδ' ἄλλος ἐστὶν ἐν φίλτρῳ ἢ ὅστις τῶν σῶν μνημονεύει καλῶν. καὶ τοῦτ' ἐμέ τε καὶ τὸν μέλιτος γλυκίω τὴν αὐδὴν εἰς μέσας νύκτας πολλάκις προήγαγε τῷ μὲν ἐπαινεῖν ὁμογνωμονοῦντε, τῷ δ' ἑκάτερον μείζω λέγειν ἐθέλειν ἐρίζοντε.

[4] τὸ δὲ ἥδιστον ταύτης τῆς ἔριδος, ὅτι καὶ τὸν νικώμενον ἡσθέντα ἀποπέμπει ἃ ἐβούλετο ἐν οἷς ἥττηται ἀκηκοότα· οὕτως οὐ παντάπασιν ἀφέσταμέν σου τῇ συνεχεῖ μνήμῃ σοφιζόμενοι συνουσίαν.

[5] τὰ μὲν οὖν εἰς ἐμὲ πάλαι σοι καὶ πεπόνηται καὶ πέπρακται καὶ τἄλλα ἔχω καὶ τὴν ἐμαυτοῦ κεκόμισμαι· νῦν δέ μοι τὸν Ὑπερέχιον εἰς μέσον ἄγειν καὶ ποιεῖν ἕνα τῶν ἀπὸ τοῦ πόλεις ὠφελεῖν εὐδοκιμούντων. ἔστι δὲ ὁ μὲν οὐκ ἀργός, σὺ δ' ἐν τῷ τὰ τοιαῦτα δύνασθαι πληροῦν ἀπὸ νεύματος.

[6] δὸς δὴ σαυτὸν καὶ λάμπρυνον οἰκίαν ἣν διέσωσας. εἰ δ' οὐδὲν δεῖ Μαξίμῳ συνηγόρων, ἀλλ' ἔμοιγε οὐκ ἦν καλὸν σιγῇ παρελθεῖν ἑταῖρον ἐπιμελείας ἄξιον.

[1116]

Ὑπερεχίῳ.

[1]    Οἶμαί σε καὶ εἰληφέναι καὶ δεδωκέναι τὰς ἐπιστολὰς πρὸς οὓς ἦσαν ἐπεσταλμέναι καὶ εἶναι νῦν ἢ ἐν τῷ τετυχηκέναι τινὸς ἢ ἐν ἐλπίσιν ἔργου.

[2] εἰ δ' οὖν ἔτι καθεύδουσιν οἱ φίλοι, πρόσαγε κέντρον αὐτοῖς ταυτὶ τὰ γράμματα, καὶ ἴσως ἀνεγερθήσονται.

[1117]

Τευτομήρῃ.

[1]    Οὐκ ἔμελλον ἐμαυτὸν ἀποστερήσειν κέρδους μείζονος ἢ κατὰ πολὺ χρυσίον. τί δὴ τοῦτο τὸ κέρδος;

[2] ἡνίκα προὔπεμπον τὸν σὺν θεῷ λαβόντα τὴν βασιλείαν, μικρὸν σαυτοῦ τὸν ἵππον ἀπάγων ἄλλα τ' ἐμοὶ διελέχθης ἔχοντα τιμὴν καὶ ἐκέλευες ἐπιστέλλειν τοῦ φιλεῖν πίστιν παρέχων τὸ καὶ λαβεῖν ἂν ἡδέως ἐπιστολήν.

[3] ἐγὼ δὲ εὐθύς τε ἥσθην καὶ τὸ ἔργον προστίθημι καὶ πάλιν ἐλπίζων ἥδομαι. δῆλον γὰρ ὅτι τῷ κελεῦσαι γράφειν κεχαρισμένος χαριῇ καὶ τῷ μείζονι, τοῖς παρὰ σοῦ γράμμασι.

[1118]

Πρισκιανῷ.

[1]    Εἰκὸς μέν τι πέπονθας ἀθυμῶν ἀγνώμονι ψήφῳ περιπεσών· οὐ μὴν ὧν ὁ δεῖνα ἠδίκηκε παρ' ἡμῶν προσῆκε δίκην λαμβάνειν, οἳ συνοργιζόμεθά σοι. πικρὸν δὲ ἡ δίκη καὶ μεγάλη γράμματα φίλου μὴ λαμβάνειν, εἰ δὴ καὶ τὸ λαμβάνειν εὐφροσύνη θαυμαστή.

[2] σὺ δὲ καὶ τοὺς σαυτοῦ τούτων ἀπεστέρηκας· οὐδὲ γὰρ ἐκείνοις ἐπέσταλκας, ὡς παρ' ἐκείνων ἀκούειν ἦν. ἀλλ' ἡμεῖς τε ἐπιστέλλομεν καὶ λύομέν σοι τὴν σιωπήν· τούτου γὰρ οὐκ ἔτ' ἂν εἴης κύριος τοῦ τὰ ὀφειλόμενα μὴ ἀποδοῦναι· γράμματα δ' ἂν ὀφείλοις ἀντὶ γραμμάτων.

[3] ἡμεῖς δέ σε μετὰ τῶν γραμμάτων καὶ τὸ φιλεῖν τε καὶ εὖ ποιεῖν Ὀλύμπιον τουτονὶ προσαπαιτοῦμεν Ἀλεξάνδρου τε ὄντα ἀνεψιὸν καὶ δι' ἐκεῖνον ὑφ' ἡμῶν τιμώμενον. ὁ δὲ Ἀλέξανδρος Εὐβούλου μὲν ἀδελφιδοῦς, πλεῖστον δὲ ἀφέστηκε τῶν τοῦ θείου τρόπων. καὶ γὰρ θεοὺς φοβεῖται καὶ φίλους αἰσχύνεται καὶ φιλίαν τηρεῖ καὶ δίκαιος εἶναι βούλεται.

[4] δὸς δὴ χάριν ἐμοί τε καὶ Ἀλεξάνδρῳ τὸν Ὀλύμπιον ἡδέως ἰδών, ὃς ἄνευ τοῦ τι ποιεῖν αἰσχρὸν δύναιτ' ἂν εὐπορώτερος ἐπανελθεῖν.

[1119]

Νικοκλεῖ.

[1]    Καὶ τὰ λοιπὰ τοῦ πολέμου ὡς ἐπολεμήθη καὶ ὡς ὁ μὲν ἐπὶ πᾶν μανίας ἀφίκετο, κρείττω δὲ ἦν τὰ ἡμέτερα διὰ τοὺς ὑπὸ σοῦ κληθέντας θεούς, καὶ ὅτι κρύψας αὑτὸν οἴκοι μένει περιῃρημένος τὸ θράσος ὁ τὰ τῶν γιγάντων μιμούμενος, πάντα ἀναγγελεῖ σοι δι' ἀκριβείας ὁ γενναῖος Ἑρκουλιανός.

[2] καλῶ δὲ αὐτὸν γενναῖον, ὅτι πόσον τέ ἐστιν ὁ διδάσκαλος, οἶδε καὶ τὰς τιμὰς αἳ τούτοις ὀφείλονται καὶ οὐκ ὀφείλειν αἱρεῖται μᾶλλον ἢ ἐκτίνειν· ἀνθ' ὧν αὐτὸν ἐλπίζω σὺν εὐδαιμονίᾳ περάσειν τὸν βίον τά τε ἄλλα καὶ παῖδας ὁρῶντα ἀγαθοὺς ἐν ταῖς σαῖς χερσί.

[3] ταῦτα μὲν οὖν τελοίη θεός· σὺ δέ μοι μὴ πάσης τῆς ἡμετέρας κατηγορεῖν μηδὲ τὴν ἑνὸς μοχθηρίαν πόλεως ὅλης ἔγκλημα ποιεῖσθαι, ἀλλ' εἰδέναι διαιρεῖν ἀπὸ τῶν δυσσεβῶν τοὺς οὐ τοιούτους· ὡς οἱ πολλοί γε καὶ κατεβόησαν καὶ ἐστέναξαν καὶ κατηράσαντο τῷ τὴν σὴν ἀγνοήσαντι φιλοσοφίαν.

[4]

πεντεκαίδεκα δὲ μυριάδας ἀνθρώπων πάντας εἶναι χρηστοὺς οὐκ οἶδα εἰ τῶν δυνατῶν· οὐδὲ γὰρ ἐν τῇ σῇ Σπάρτῃ, καίτοι τῇ Σπάρτῃ Λυκοῦργος διδάσκαλος, πάντες ἄμεμπτοι καὶ κατὰ τοὺς νόμους ζῶντες, ἀλλ' ἤδη τις καὶ δειλὸς ἔδοξεν, οὗ τοὐναντίον ἐκ παιδὸς ἐδιδάσκετο.

[1120]

Ἐλπιδίῳ.

[1]    Χαίρω ὅτι τῆς τοῦ βασιλέως εὐνοίας ἀπολαύεις. τεκμαίρομαι δὲ τοῦτο τῷ μένειν σε ἐπὶ τῆς ἀρχῆς· εἰ γὰρ μὴ 'κεῖνο ἦν, οὐδὲ τοῦτο ἂν ἦν.

[2] ὁ δὲ πρὸς Σέλευκον πόλεμος εἰ μὲν καταλέλυται, ‑ εἰ δὲ μή, ἀλλὰ λυθήτω γε, πρὸς Διός. εἴτε γὰρ πρότερος ἐλύπεις, εἰκός τοι σὲ καὶ ἄρξαι τῆς εἰρήνης, εἴτε παρ' ἐκείνῳ τὸ ἔγκλημα, μεῖζον σοὶ ταύτῃ τὸ θαῦμα· οὐ γὰρ οὕτω τὸ ἀμύνασθαι ὡς τὸ παρὸν ἀμύνασθαι μὴ βουληθῆναι θαυμάζεται· τὸ μὲν γὰρ καὶ τῶν βαρβάρων καὶ τῶν θηρίων, τὸ δὲ Ἑλληνικὸν καὶ Ἀθηναίων καὶ θεοῖς ἐοικότων.

[3] ἀναμιμνήσκου δὲ ἐκείνου τοῦ παρέχοντός σοι δακρύων ἀφορμὴν ἑαυτὸν ἀποθανόντα καὶ τάχα γε εὑρήσεις αὐτὸν ἀφέντα πολλοῖς αἰτίας οὐ μικρὰς οὐδ' οἷαι ὑμᾶς συνέκρουσαν. ἀλλ' οἶσθα δὴ τοὺς ὀκτὼ καὶ τὰ ἐκείνων ξίφη· ὃ μεθ' ἡμῶν ἐπαινῶν τότε πῶς ἂν δύναιο μὴ μιμεῖσθαι νῦν;

[4] εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο καὶ δέδοκται τηρεῖν τὴν ὀργήν, σὺ δ' ἀλλὰ τὴν γυναῖκα τῶν ἔμπροσθεν ἀξίου καὶ τὸ αἰδεῖσθαι φύλαττε, ἣ οὔτε Ἀσσυρίους εἶδεν οὔτε Εὐφράτην οὔτε ἐκοινώνησε τῆς ἐκεῖ παιδιᾶς· οὕτω γάρ μοι καλεῖν ἥδιον. [1121] [t]

Ἀκακίῳ.

[1]    Πολλοῖς Τιτιανοῦ διδόντος ἐπιστολὰς οὔτε ἤλπισα λήψεσθαι οὔτε μὴ λαβὼν ἐθαύμασα· δῆλον γὰρ ἦν ὡς τοῦ μὴ ἀντεπιστεῖλαι πρότερον ταύτην ὑφέξω τὴν δίκην.

[2] καίτοι οὐκ αὐτὸς ἠδίκουν μὴ γράφων, ἀλλ' ὁ μὴ φράσας ὡς ἔξεισι Τιτιανός· ὃν ἰδὼν ἐπὶ τοῦ ζεύγους ἀνέκραγον ὡς ἂν βλαβεὶς καὶ προεῖπον ὅτι σε τὸ πρᾶγμα χαλεπόν μοι ποιήσει, παραμυθούμενος δέ με πᾶσαν ὑπέσχετο τὴν ἀλήθειαν ἐρεῖν, οὐδὲν δὲ δυσχερὲς ἐάσειν ἐγγενέσθαι.

[3] ἀλλ' ἔοικεν ἢ ὅλως με προδεδωκέναι ἢ μαλακῶς ἀπολελογῆσθαι· οὐ γὰρ ἄν ποτε σὺ ἔγκλημα ἐποιήσω τὸ ἀκούσιον οὐδ' ἂν πονηρὰν ἡγήσω γνώμην καθαρεύουσαν αἰτίας.

[4] νῦν οὖν αὐτὴν εὑρὼν δικαίαν, οὐ γὰρ ἀπιστήσεις γέ μοι, παῦσαι κολάζων, ἄλλως θ' ὅτε καὶ συνήγορον ἔχω τὸν χρηστὸν Ὀλύμπιον, πρὸς ὃν ὀμώμοκα περὶ ὧν ἐπέσταλκά σοι.

[1122]

Ἱερίῳ.

[1]    Πάντα εὗρον ἀγαθὸν τὸν ὑμέτερον Δημήτριον· καὶ γὰρ ἡσυχάζειν ἕτοιμος ἦν καὶ βίαιον προσῆγεν οὐδὲν μικρά τε ἀντὶ πολλῶν ἠξίου κομισάμενος ἀπηλλάχθαι. φαίην δ' ἂν οὐδὲ Ῥουφῖνον αἴτιον γεγονέναι τῆς γραφῆς· τὸν γὰρ φύσει χρηστὸν οὐκ ἔχει λόγον σπέρμα διδόναι κακοῖς.

[2] καλὸν οὖν ἐν τοῖς τοιούτοις ἀκολουθεῖν Ὁμήρῳ καὶ ταῦτα οἴεσθαι τίκτεσθαι παρὰ Διὸς καὶ Μοιρῶν καὶ Ἐρινύος· ὧν δυνηθείη ἄν ‹τις› στῆσαι ἐνταῦθά που τὴν ἔριν. καὶ γὰρ εἰ μὴ ἀμύνεται Δημήτριος, ἀλλὰ φίλων γε ἡμῖν ταραττομένων ἥξει τι καὶ ἐφ' ἡμᾶς τῆς λύπης.

[3] ἴθι οὖν, ὦ γενναῖε, κώλυσον καὶ κάτασχε καὶ σβέσον πείσας τὸν κατήγορον ὡς, εἰ καὶ ῥᾷστον ἑλεῖν, ἀλλ' ἔστι καὶ Καδμεία νίκη.

[1123]

Τῷ αὐτῷ.

[1]    Οὐκέτ' ἀφῆκε τὸ βέλος ὁ γενναῖος Δημήτριος, ἀλλὰ κατεκόσμησε μὲν ἐπὶ νευρῇ πικρὸν ὀϊστόν, ἡμᾶς δὲ τοὺς Κορινθίους αἰδεσθεὶς κατηλλάγη καὶ οἷς ἐγκαλεῖν εἶχε, τούτοις ἐστὶ νῦν φίλος τοῦ λαβεῖν δίκην τὸ παρ' ἀνδρῶν γερόντων ἐπαινεθῆναι νομίσας ἥδιον.

[2] οἱ μὲν οὖν ἐν ταῖς αἰτίαις ἡμῖν ἔχουσι χάριν, Δημητρίῳ δὲ ἡμεῖς. ἔχοιτε δ' ἂν καὶ ὑμεῖς εἰκότως εὐδοκιμήσαντες ἐν τῷ τοῦδε τρόπῳ δημοσίᾳ. ὅταν γὰρ ὁ τῶν κοινῶν προεστὼς χρηστὸς φαίνηται, καὶ τὴν ὅλην συμβαίνει πόλιν ταύτης ἀπολαύειν τῆς δόξης.

[3] ἐχέτω τοίνυν παρ' ὑμῖν, ὃ δὴ καὶ παρ' ἡμῖν. ἔστω δὲ τοῦτο θαῦμα καὶ κρότος, καὶ ἄριστος ἀναγεγράφθω Ταρσέων χρηστότητός τε εἵνεκα καὶ τοῦ σπονδὰς ἄμεινον ἡγεῖσθαι τῆς μέχρι παντὸς ὀργῆς.

[1124]

Μαρίῳ.

[1]    Καὶ πολλά σου καὶ καλὰ τὰ γράμματα, τὸ μὲν ἄξιον τῶν ἐκ παιδὸς ἐν τῇ σῇ διανοίᾳ τεθέντων λόγων, τὸ δὲ δεικνύον ἀκμάζον παρὰ σοὶ τὸ περὶ ἐμὲ φίλτρον. ἡμεῖς δέ, εἰ μὴ καὶ τοσαῦτα γράφομεν, ἀλλ' ἐν τῷ φιλεῖν γε τὸ ἴσον δρῶμεν.

[2] ὅτε δὲ ταῦτα ἐγράφομεν, ἐκέκλητο ἡμῖν ἡ πόλις ἐπ' ἀκρόασιν λόγου τινός, ὅς, εἰ χρηστῆς ἀπολαύσει τῆς τύχης, δέξεται καὶ σὲ κριτήν.

[3] τὸν μὲν γὰρ ἄριστον Ῥουφῖνον φεύγοντα τοὺς τοιούτους συλλόγους οὐκ ἐδόκει νῦν ἐνοχλεῖν· ἐνοχλούμενος δὲ αὐτὸς ὑπὸ τῶν φιληκόων τὴν τοῦ χειμῶνος εἰσπραττόμενος φορὰν οὔτε τούτους οἷός τ' ἦν παύειν οὔθ' ὑπερπηδᾶν Ῥουφῖνον. οὕτω δὴ καλῶ καὶ ὑπήκουσε. τοῦ δὲ πλοῦ μελήσει τοῖν Διοσκόροιν.

[1125]

Θεοδώρῳ.

[1]    Ἐλπίζω σε τὴν Ῥαδαμάνθυος δόξαν ἐν τῷ δικάζειν ἕξειν ὥσπερ τὴν τοῦ νικῶντος ἐν τῷ συναγορεύειν· ἐκεῖ μὲν γὰρ τὸ τέχνῃ κρατῆσαι τοῦ δικαίου λαμπρόν, ἐνταῦθα δὲ τὸ μηδὲν ἐᾶσαι κρεῖττον τοῦ δικαίου γενέσθαι. κἀκεῖ μὲν ὅσῳ μείζων ὁ μισθός, τοσούτῳ καὶ τὸ κλέος, ἐντεῦθεν δὲ τὸ πενέστερον ἀπελθεῖν ἀρετή.

[2] ἴθι οὖν ἡμῖν ἀμφοτέρους κτήσασθαι τοὺς στεφάνους, ὅπως ...... ‹καὶ› τοὺς ἐλπίζοντάς τι χεῖρον ἀποπνίξωμεν τῷ φανέντι καλῷ.

[1126]

......

[1]    Λητόϊον προσειπὼν μὲν εὖ ἐποίησας, ἀναμνήσας δέ τινος δυσχεροῦς ἠνίασας. εἰ δ' ἐπὶ τῆς προσρήσεως ἔστης, σὺ μὲν ἂν ἦσθα βελτίων, ὁ δὲ αὐτὸς ἂν ἑαυτὸν ἔδακνεν.

[1127]

Οὐλπιανῷ.

[1]    Τοιαῦτα καὶ τὰ τοῦ Ἡρακλέους, ὃν ἀγαθὸς ἂν ἄρχων ἐν τῇ διανοίᾳ περιενέγκαι. οὐ γὰρ τὰ ῥᾷστα πράττων, ἀλλ' οἷα οὐκ ἂν ἄλλος, εὐθὺς μὲν ἐθαυμάζετο, μετὰ ταῦτα δὲ καὶ θεὸς ἦν.

[2] σὺ δ' εἰ μὲν ἡνίοχος ἡμῖν ἦσθα καί σοι παρεδίδομεν ἵππους ἐπὶ παιδείᾳ κακῶς ἠγμένους, οὐκ ἂν ἔφυγες τὸ ἅρμα κατηγορῶν τοῦ κακοὺς ἀποφήναντος, ἀλλ' ᾔδεις ἂν ὅτι δι' αὐτὸ τοῦτο ὑπὸ σοὶ τὸ ζεῦγος ἐποιοῦμεν, ὅπως εὐήνιον ἐκ τεταραγμένου γένοιτο· πόλεις δὲ μαθούσας ὑβρίζειν εἰ δεήσει σώφρονας ἀποδεῖξαι, δεινὸν ποιῇ καὶ οὐδὲ ἐξ ὧν κατηγορεῖς τοῦ διαφθείραντος ἐνθυμῇ τῶν ἐπαίνων, οὓς ἕξεις ἐπανορθώσας.

[3] τοῖς μὲν οὖν ἀρχομένοις πρόσαγε τὰ πικρὰ μέν, σώζοντα δὲ φάρμακα· τῶν δὲ ἀρχόντων τοῦ μὲν τὸ θράσος, τοῦ δὲ τὴν βαρύτητα εἰ μὲν ἔνεστιν ἄνευ ταραχῆς καὶ κακῶν παῦσαι, ὧδ' ἔστω· εἰ δ' εἰς πόλεμον ἐμπίπτειν βλαβερὸν τοῖς ἄστεσι, μίμησαί μοι τοὺς Ἀθηναίους, ὧν οὐ μᾶλλον ἐπαινοῦμεν τὸ Σαλαμῖνι τρόπαιον ἢ ὅτι εἶξαν τοῖς τὰς ὀλίγας ναῦς παρεχομένοις ἔχοντες ὁπόσας οἶσθα.

[4] οἶμαι δὲ αὐτοὺς νῦν μὲν ἀσπαίρειν ὑπὸ τοῦ ζητεῖν ἃ τέως εἶχον· εἰ δ' ἀρετὴν ἡγεμόνος ἴδοιεν, ἔσεσθαι ταπεινούς, μᾶλλον δέ, τὰ αὑτῶν ἀγαπήσειν.

[5] χειμὼν δὲ καὶ λῃσταὶ προσδοκηθέντες καὶ ὁδὸς ἀλγεινοτέρα κυμάτων παρελήλυθε καὶ νῦν οὐδὲν ἂν λυποῖ· σὺ δ' ὥσπερ οἱ δεινοὶ τῶν σοφιστῶν πάντα ὁμοῦ συνάγεις, ὅπως σε μᾶλλον θαυμάζοιμεν ὥσπερ ἀδαμάντινον.

[6] ἀλλὰ τοῦτο μὲν ἔσται καὶ σὲ ἡγησόμεθα ἀδαμάντινον καὶ χρυσοῦν καί σου μηδὲν ἅψαιτο τῶν ἀπὸ σεισμοῦ γινομένων· ἀλλ' ἐκεῖνον στήσειε τὸ ἔαρ χειμῶνα πραγμάτων. χρησμολόγοι μὲν γὰρ παντοῖα ᾄδουσι, πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί. [1128] [t]

Δημητρίῳ.

[1]    Οἶδα οὐ πρὸς πολλὰς ἀποκρινάμενος ἐπιστολάς. αἴτιον δὲ ἡ λύπη, ἣν ἐπ' ἐκείνῳ τῷ πεπτωκότι λυπούμενος οὐκ αἰσχύνομαι, ἐπεὶ καὶ τὰς ἐπιδείξεις τῶν λόγων πολὺν δὴ παύσας χρόνον νῦν μόλις ἀνενεωσάμην.

[2] δοκεῖς δέ μοι καὶ αὐτὸς ἐπαινεῖν μου τὴν ἀθυμίαν. οὐδαμοῦ γὰρ ἐνεκάλεσας τὴν πολλαχοῦ σιωπὴν ὡς ἂν ἔχουσαν τὸ εὔλογον.

[3] ἡ βραδυτὴς δέ σοι τῶν ξενίων μακρὰν ἡμῖν πεποίηκε τὴν ἑορτήν. ἄρτι γὰρ εἰσιόντας εἰς τὸ πονεῖν ἥκοντα πάλιν ἡμᾶς εἰς τὸ ποιεῖν ἃ τῶν ἑορταζόντων ἐστὶ κατέστησε καὶ συνηγωνίσατο τοῖς πολλοῖς, οἳ πάντα φασὶ τὸν μῆνα δεῖν ποιεῖν ἑορτήν· ὥστ' οὐκ αἰτιάσομαι τὸν χειμῶνα μᾶλλον κλείσαντα τότε τὴν ὁδὸν ἢ φίλον ἡγήσομαι τὴν εὐφροσύνην ἐκτείναντα.

[1129]

Πρισκιανῷ.

[1]    Ἔτι σιγᾷς; ἔτι φυλάττεις τὴν ὀργήν; ἔτι παρ' ἡμῶν τῶν μετὰ σοῦ μεμφομένων οὓς ἄξιον ἀπαιτεῖς δίκην; καὶ μὴν οὐ τοιαῦτα ποιεῖς ἐν τῷ δικαστηρίῳ, ἀλλ' ὁ κλέπτων καὶ τἄλλα ἀδικῶν κολάζεται.

[2] καὶ νῦν ἢ δεῖξον ἡμᾶς κοινωνοὺς τῶν ἐγκλημάτων καὶ σίγα ἢ τοῦτο οὐκ ἔχων ποιεῖν ἐπίστελλε. [1130] [t]

Ἰουλιανῷ.

[1]    Ταῦτα ἐγὼ μαντευόμενος ἐκίνουν σε πρὸς τὴν σεαυτοῦ. σὺ δ' ἄρ' ἦσθα δεινὸς μὲν ῥήτωρ, δειλὸς δ' ἀνήρ. ἀλλὰ νῦν σε ἡ πεῖρα περὶ τοῦ μάντεως πέπεικεν ὡς οὐκ ἄνευ θεοῦ προὔλεγεν, ἃ δὴ τετέλεσται.

[2] σὲ μὲν οὖν ἐπαινῶ, καὶ ὅτι τεθήρευκας καὶ ὅτι οὐκ ἀπέκτονας, τῷ μὲν γὰρ διέφυγες θάνατον, τῷ δ' ἐκτήσω δόξαν· ἡ πόλις δέ σου χρηστοί μοι δοκοῦσιν ἄνδρες εἶναι τιμῶντές σε ὁπόσα θεόν.

[3] καίτοι πολλαὶ πόλεις, αἱ μὲν οὐκ αἰσθάνονται τῆς τῶν πολιτῶν ἀρετῆς, αἱ δὲ φθονοῦσιν αἰσθανόμεναι· ἡ δὲ καὶ ἔγνω τὰ ἐν σοὶ καλὰ καὶ ἥσθη καὶ ἐχόρευσε καὶ διὰ τῶν ἐν θεάτρῳ δρωμένων ἐκόσμησε. σὺ δὲ καὶ τὸ τοῦ φιλοδώρου πεποίηκας καὶ τοῦ κρείττονος τῶν ἡδονῶν πέμψας μὲν ἐκεῖσε χρήματα, μείνας δὲ εἴσω θυρῶν.

[4] ὅσην δὲ ὑμῖν ἡδονὴν τὰ πραχθέντα ἤνεγκε, τοσαύτην ἐμοὶ τὰ γραφέντα. πρὸς γὰρ αὖ τοῖς ἔργοις τό τε μῆκος τῆς ἐπιστολῆς ἥ τε διὰ πάσης χάρις ἐδείκνυεν ὡς ἀγαθοῦ παιδὸς εἴην πατήρ. καί μοι μεῖζον τὰ γράμματά σου δῶρον ἢ εἰ τὸ πλέον τῶν ἀγρῶν ἐξαργυρίσας ἐπεπόμφεις.

[5] ποίει δὴ πολλὰ τὰ γενναῖα καὶ ποιῶν ἐπίστελλε· μισθὸς γάρ μοι μέγιστος, ἢν ᾖς τε ἄριστος καὶ δοκῇς. [1131] [t]

Δομνίωνι.

[1]    Ἕτερον τουτονὶ δέχου μαθητὴν ἀπὸ τοῦ περὶ ἡμᾶς χοροῦ χρηστόν, εὐγενῆ, λόγων τεχνίτην, πατρὸς πάλαι μὲν πλουσίου, νῦν δὲ οὐ πολλὰ κεκτημένου, ἀεὶ δὲ ἐπαινουμένου παῖδα τουτονὶ τρέφοντος μόνον.

[2] διὸ δὴ καὶ μάλιστα ἄν σοι μέλοι τοῦ ὡς τάχιστα τὸν νέον ἐμπλῆσαι νόμων, ἵνα μὴ γέροντα πατέρα λυπῇ τοῦ χρόνου τὸ μῆκος οὐκ ἔχοντα βλέψαι πρὸς ἕτερον βοηθόν.

[1132]

Εὐαγόρᾳ.

[1]    Ἐμαυτὸν εὗρον ἐν τοῖς γράμμασιν· οὕτως ἀκριβῶς ἐπορεύου τὴν αὐτήν. τουτὶ δὲ δεῖγμα μὲν εὐφυίας, οὔπω δὲ κρίσις ὀρθή. τῶν γὰρ σοφῶν, οἷς ἀρέσκειν φῄς, δέδοικα μή τινες ἀναφανέντες σοφώτεροι καὶ σὲ τὸν μιμούμενον καὶ πρὸς ὃν βλέπεις κακοὺς ἀμφοτέρους δείξωσι.

[2] νίκας μέντοι σαυτοῦ μηνύων εὐφραίνεις. καί σε μή ποτε ἐπιλίποι τουτὶ τὸ ἥδιστον τὸ κρατεῖν. [1133] [t]

Παλλαδίῳ.

[1]    Καὶ τὸ ἐπιστέλλειν ἡμῖν τοῦ μεμνῆσθαι ἡμῶν ἀπόδειξις καὶ τὸ μεμνῆσθαι τοῦ φιλεῖν καὶ τὸ σὺν κάλλει γράφειν τοῦ μὴ τῶν λόγων ὀλιγωρεῖν.

[2] οὐ μὴν τὴν περὶ τοὺς λόγους σπουδὴν βλάβην ἂν φαίην εἶναι τοῖς πράγμασιν, ἀλλ' ἀρκεῖν σοι τὴν γνώμην κἀκείνους συγκροτεῖν καὶ ταῦτα θεραπεύειν. ὧν ἐχόντων καλῶς οὐκ ἔτ' ἂν εἴη δεινὸν τὸ ἐν Ἰσαύροις εἶναι.

[3] εὖ δέ μοι ποθεῖν ἔοικας τοὺς ἐν τῷ παρ' ἡμῖν βαλανείῳ λαμπτῆρας, ἔνθα ἦν πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ ἀκοῦσαι. ὅτι δὲ κρεῖττον ἐπαινεῖσθαι μᾶλλον ὑπὸ τῶν ἐκεῖσε συνιόντων ἢ αὐτὸν ἐκεῖ καθήμενον τὰ ἑτέρων ᾄδειν, τοῦτο οὐ θέλεις λογίσασθαι.

[4]

ἔγραφε δὲ καὶ ὁ σὸς ἀδελφὸς δυσχεραίνων τὴν Ἀραβίαν, ἐγὼ δὲ πρὸς αὐτὸν ὡς οὐ φευκτέον τοὺς πόνους, ἀφ' ὧν ἂν ἔπαινοι γένοιντο. καὶ ταῦτα οὐκ αὐτός γε καθεύδων ἑτέροις ἀξιῶ παραινεῖν, ἀλλ' οἶσθα δὴ τὸν ἐμὸν βίον.

[1134]

Θεοδώρῳ.

[1]    Οἱ φῶρες προσεγκαλοῦσιν ἡ παροιμία φησί. καὶ νῦν ὑμεῖς ἡμᾶς ἐρήμους καταλιπόντες καὶ δραμόντες ἐπὶ τὰ δῶρα τῆς θαλάττης προσκατηγορεῖν ἀξιοῦτε δικαίως ἂν ἀγαπῶντες, εἰ μηδεὶς ὑμᾶς ἐγράφετο.

[2] ἐγὼ δὲ ἐξιόντας μὲν οὐκ εἶδον δοῦλος ὢν τῆς ἀνάγκης, ἣν οἶσθα, γράψαι δὲ βουληθεὶς τοῦ κομιοῦντος ἠπόρουν. ζῶ δὲ ἐν τῷ κοινῷ φόβῳ τοῦ χρόνου τῆς μαντείας καὶ δὴ πλησίον ὄντος.

[3] ὃν εἰ μὲν διαφύγοιμεν, ἔσται γέλωτος ἀφορμὴ τὸ πεπαυμένον δέος· εἰ δ' ὁ Ποσειδῶν ὀργῇ τι ποιήσαι, σὺ ἡμῶν μεμνῆσθαι καὶ τιμᾶν δάκρυσι προστιθείς τι καὶ μέμψεως ὡς ὑπὸ τοῦ σφόδρα φιλοχωρεῖν ἀπολώλαμεν.

[1135]

Μαρίῳ.

[1]    Καὶ εἶπον εἰσελθὼν καὶ κατὰ πρύμναν τὸ πνεῦμα καὶ ὁ ἀθλοθέτης ἀγαθὸς ἦν κρίνειν ἅτε ἐξ ὁμοίων ἀφιγμένος τῶν ἔργων. σὺ δ' εἰ μὴ μείζονα ἔπραττες, εἶπον ἂν ὡς ἐλύπεις ἀπών. νῦν δὲ καὶ αὐτὸς ἐν τοῖς μεγίστοις ἄθλοις στεφανούμενος εὐφραίνεις.

[2] ἥξει δέ σοι καὶ τὸ βιβλίον νῦν μὲν καλούμενον εὐτυχές, εἰ δὲ τὴν σὴν προσλάβοι ψῆφον, καὶ καλόν.

[1136]

Πρισκιανῷ.

[1]    Πολλῶν, φησίν, ἀγαθῶν ἀπολέλαυκε διὰ σὲ Γερόντιος ὁ χρηστός. ταῦτα δὲ τίθει καὶ εἰς ἐμὲ γεγονέναι καὶ πειρῶ τὸν μετὰ ταῦτα χρόνον μὴ χείρω δεῖξαι τοῦ προτέρου. [1137]

Εὐστολίῳ.

[1]    Οὐδὲν ἄρα μάτην ἔρριψα ῥῆμα παρακαλῶν σε βοηθεῖν Γεροντίῳ τῷ καλῷ. μεῖζον μὲν οὖν ὧν ἐβουλόμην δέδωκας, ὡς αὐτὸς γράφων ὡμολόγει· σὺ δέ μοι μὴ τῷ τὸν ἄνδρα αὐξῆσαι τὴν προθυμίαν ὁρίσῃς, ἀλλ' ἔστω σπουδὴ καὶ περὶ τὴν τῶν πεπραγμένων φυλακήν.

[1138]

Μαρκελλίνῳ.

[1]    Ἀγαθὸν θεραπεύεις σοφιστήν, τὸν πολίτην σου Γερόντιον, καί σε ἐκεῖνός τε ἐπαινεῖ πρὸς ἐμὲ καὶ πρὸς ἅπαντας ἐγώ.

[2] εἰ δή σοι τοῦ ἐπαινεῖσθαι λόγος, τήρει τὴν πρὸς ἐκεῖνον εὔνοιαν καὶ τῶν θαυμασομένων οὐκ ἀπορήσεις.

[1139]

Γεροντίῳ.

[1]    Οὔτις ἐμεῦ ζῶντος τὰ κεκριμένα λύσει. τὸ μὲν γὰρ τολμᾶν καὶ τῶν θρασυτέρων, ἀλλ' ὁρᾷς τοὺς Ἀλωέως πρὸ τῆς εἰς τὸν οὐρανὸν ὁδοῦ τοξευομένους.

[2] χρῶ δὴ τῷ τόξῳ καὶ αὐτός. ὄψει δὲ οὐδὲ ἡμᾶς ἀργοῦντας. εἰ δ' ἄλλως ἐρᾷς τῆς ἡμετέρας, φθόνος οὐδείς, ἀλλ' ἐλθὼν ἀπόλαυε τῶν παιδικῶν.

[1140]

Σωπάτρῳ.

[1]    Τὸν ἄνθρωπον τοῦτον εὖ πάσχειν Ἀμφιλόχιος ἠξίωσεν ὑπ' ἐμοῦ. ἐγὼ δὲ ὑπεσχόμην τε καὶ οὐκ ἂν δυναίμην ἐξαπατᾶν, ἄλλως θ' ὅτε καὶ τὸν Ἀμφιλόχιον οἶδα τὰ τῶν φυλαττόντων ἂν δρῶντα καλῶς, ὁπότε Ἰουλιανὸς καθεύδοι.

[2] βοήθεια δὲ ἡ μὲν παρ' ἐμοῦ γράμματα, μείζω δὲ σά. προστίθει δὴ τὰ ἔργα καὶ ποίει τι τῶν γραμμάτων ὄφελος.

[1141]

Μάγνῳ.

[1]    Καὶ ταύτῃ τὸ διδάσκαλον εἶναι πικρόν, ὅτι πολλῶν ἀνάγκη νέων εἶναι πατέρα, τὸν δὲ πολλῶν πατέρα χαλεπὸν μὴ καὶ πενθῆσαι.

[2] Καλλιόπιος μὲν οὖν οἷς οὐκ ἂν ἐβουλόμην τετίμηται· σοὶ δὲ ἐπιτρέψειαν αἱ Μοῖραι πρὸς γῆρας ἐλθεῖν μιμουμένῳ τήν τε ἐπιείκειαν ἐκείνου καὶ τοὺς ἀγῶνας.

[1142]

Μαρίῳ.

[1]    Διονύσιος οὑτοσὶ πολίτης ἐμός τε καὶ σός. φίλος δέ ἐστι μὲν ἐμός, γενέσθω δὲ καὶ σός. μέγα μὲν οὖν αὐτῷ καὶ τὸ βλέμματος ἡμέρου τυχεῖν· εἰ δὲ καὶ τούτῳ προσγένοιτό τι τῶν παραμυθουμένων πόνους μακρούς, σκιρτῶντα αὐτὸν ὀψόμεθα.

[2] σκόπει οὖν ὅπως τὸν πολίτην φαιδρὸν μᾶλλον ἢ σκυθρωπὸν ἀποπέμψεις.

[1143]

Θεοδώρῳ.

[1]    Ἡμεῖς δέ γε ὑμᾶς ἀντιπαρακαλοῦμεν ἐπανελθεῖν τε δεῦρο καὶ πόρρω γενέσθαι θαλάσσης. βέλτιον γὰρ ὑμᾶς μεθ' ἡμῶν σωφρονεῖν ἢ ἡμᾶς μεθ' ὑμῶν τρυφᾶν.

[1144]

Φουρτουνατιανῷ.

[1]    Αἰ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε, καὶ οἱ μὲν ληροῦντες ἐξελεγχθεῖεν, ἡμεῖς δὲ κενοὺς δείσαντες φόβους, εἴη δὲ καὶ τῶν ἄλλων ἡμᾶς ἀπαλλαγῆναι φόβων ἀπορραγέντος τοῦ ζάλου.

[2] καὶ μὴν κἀκεῖνο τοὺς θεοὺς αἰτοῦμεν δοῦναί σε μετὰ τοῦ ἦρος ἡμῖν, ὅπως ἦρος ὡς ἀληθῶς ἀπολαύσαιμεν· ὡς ἄνευ γε σοῦ καὶ τὰ φαιδρότερα σκυθρωπά τε καὶ χειμών.

[3] εἰ δέ γε φανείης ἡμῖν μετὰ τῶν Διονυσίων, διπλοῖς ἡμῖν ὑπάρξει λειμῶσιν εὐφραίνεσθαι, τοῖς μὲν παρὰ τῆς γῆς, τοῖς δ' αὖ ἐν τῇ σῇ δεικνυμένοις ψυχῇ.

[1145]

Δομνίωνι.

[1]    Ἀνὴρ Ἑρμοῦ φίλος, ὁ σοφιστὴς Στρατήγιος, ἐν τῇ σῇ ἀρχῇ πάσχει κακῶς οὐ σοῦ γε κελεύοντος οὐδὲ εἰδότος.

[2] αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν ἀπόλλυσιν, ὅτι σὺ τούτων οἶσθα οὐδέν· εἰ γὰρ ᾔδεις, ἐκώλυσας ἂν τούς τε νόμους βεβαιῶν καὶ τῆς ὑμετέρας ἄξια δρῶν οἰκίας, ἐξ ἧς ἅπαντα εἴδη λόγων, ἐπεὶ καὶ σὲ λόγοι πρὸς τοῦτο σχήματος προήγαγον.

[3] νῦν οὖν ἀκούσας καὶ μαθὼν βοήθησον ἀνδρὶ χρηστῷ καὶ δικαστηρίων ἀπείρῳ πολλὰς δεξαμένῳ προσβολὰς ὑπὸ Φρυνώνδου τινός, ὃς ἀφέλκει τῶν νέων τὸν διδάσκαλον ζημιῶν μὲν αὐτὸν ἐν τοῖς ἐκεῖ χοροῖς, ζημιῶν δὲ ἐν τῷ παρ' ἡμῖν χορῷ.

[4] ἀλλὰ σὺ ῥῦσαι, φησί τις παρ' Ὁμήρῳ, ποίησον δ' αἴθρην, καὶ μέλιτταν ἐλευθέρωσον ἀδικουμένην ὑπ' ἀναισχύντου κροκοδείλου.

[1146][t]

Θεοδότῳ.

[1]    Πολλάκις ἔφασκες ἀδικεῖσθαι μηδὲν αἰτούμενος παρ' ἐμοῦ· πεφυκὼς γὰρ διδόναι χάριτας ἐχθροὺς ἡγῇ τοὺς οὐ θέλοντας λαμβάνειν.

[2] ἀλλ', ἰδού, νῦν αἰτῶ σε καὶ δέομαι· δός μοι οὐχ ἵππον οὐδὲ ἀργύριον οὐδὲ χρυσίον, ἃ πολλὰ δέδοται πολλοῖς πολλάκις κέρδους ἡττωμένοις, οὐ τὸ παρὰ σοῦ κερδαίνοντας ἀνθρώπους ἀποπέμπειν, ἀλλ' ἄνθρωπον συκοφάντην καὶ θρασὺν Ἀριστογείτονος μιαρώτερον ἐπιτιθέμενον Στρατηγίῳ τῷ σοφιστῇ παῦσον ἢ πείθων ἢ ἀναγκάζων. ἰσχύεις δὲ ἀμφότερα· καὶ γὰρ λέγειν σὺ δεινὸς καὶ πράττειν ἱκανός, καὶ πεισθῆναί σοι βέλτιον καὶ τὸ μὴ πεισθῆναι βλάβη.

[3] παρακαλοῦμεν δὲ καὶ τὸν γενναῖον υἱὸν ἐπίκουρον ἡμῖν γενέσθαι· δεῖ γὰρ αὐτὸν ἤδη διδάσκεσθαι τοῖς Μουσῶν ἑταίροις συμμαχεῖν. [1147] [t]

Καισαρίῳ.

[1]    Παροφθήτω καὶ ταυτὶ μετὰ τῶν ἄλλων τὰ γράμματα· τὸ γὰρ ὑβρίζειν τῶν τοῦτο ποιούντων, οὐχὶ τῶν ὑβριζομένων ἔγκλημα. ἐγὼ δὲ ἄλλως μὲν οὐκ ἂν ἠνώχλουν πεισθεὶς οὓς οὐκ ἔπεισα, μηκέτ' αὖθις πείθειν ἐπιχειρεῖν· Κέλσου δὲ κελεύοντος γράφειν καὶ φάσκοντος ὡς δεινὰ ἂν πάθοι μὴ γράφοντος, οὐχ οἷός τε ἦν διαφεύγειν.

[2] σὺ δ' ἔργῳ μὲν ἔδειξας τὰς ἀποκρίσεις ὡς οὐ δεῖ λήψεσθαι προσδοκᾶν· δεινὸν δὲ ἴσως οὐδὲν λυθῆναι νόμον χαριζόμενον ὄχλῳ. καλὸν δὲ καὶ προσθεῖναι τῷ ἔργῳ λόγον καὶ παῦσαι Κέλσον κεναῖς ἀναρτώμενον προσδοκίαις.

[3] ἔσῃ δὲ καὶ ἐμοὶ κεχαρισμένος τῷ μὴ ψυχρὰς ἀναγκάζεσθαι πέμπειν ἐπιστολάς.

[1148]

Ἰοβίνῳ.

[1]    Ἡδύς ἐστι Κέλσος ὁ θηρία νῦν ἀναζητῶν οἰόμενος ἔτι τὰς ἐμὰς ἐπιστολὰς εἶναί τι. αἱ δέ, ὡς ἐγὼ φαίην ἄν, εἰδώλων τε ἀσθενέστεραι καὶ τοῖς δεχομένοις ὄχλος.

[2] ὅμως δέ, ἐπειδὴ τοῦτ' ἐκεῖνος αὑτὸν οὐκ ἠδυνήθη πεῖσαι, δεῖ με ὑπηρετεῖν ἠπατημένῳ φίλῳ, ὃς νόμου μὲν ἐχόμενος παλαιοῦ καινὸν ᾔτησεν οὐδέν, ἔλαβε δὲ οὔτε μικρὸν οὔτε μεῖζον εἰς τήνδε τὴν ἡμέραν οὐδέν.

[3] ὁ μὲν οὖν βασιλεὺς τά τε ἄλλα ἀγαθὸς καὶ φιλόδωρος καὶ τῶν εἰωθότων οὐδενὸς ἀποστερεῖ, τῶν φίλων δὲ ἡ προθυμία τἀκείνου μάταια ποιεῖ.

[4] ἀλλὰ σὺ τὴν ἐκείνων ἀφεὶς τῇ σαυτοῦ χρῆσαι, καὶ πάντα ἕξει καλῶς. ὀφείλεις δὲ Κέλσῳ τε βοηθεῖν πολλῶν ἕνεκα καὶ πάσῃ τῇ πόλει συμμαχεῖν, ἴσως μὲν καὶ ταύτῃ πολλῶν ἕνεκα, μεγίστου δέ, ὅτι σοι τὸν ὑμέναιον ᾖσε καὶ τοὺς εὐδαίμονας ὑπεδέξατο γάμους.

[1149]

Μαξίμῳ.

[1]    Ῥωμύλον τουτονὶ πρότερον μὲν ὡς ἄνδρα χρηστὸν ἐφίλουν μόνον, νῦν δὲ καὶ ὡς Γαλάτην καὶ ἐξ Ἀγκύρας. νῦν γὰρ ταῦτα ἐπυθόμην, ἡνίκα τὴν ἐπιστολὴν ᾐτούμην, πρότερον δὲ οὐκ ᾔδειν.

[2] ἐπεὶ οὖν δῆλός ἐστι τὴν ἐμήν τε καὶ σὴν οὐκ ἀγνοῶν φιλίαν ἐκ τῶν ἐλπίδων, ἃς ἐν τοῖς γράμμασιν ἔχει, μαθέτω τὰ ὄντα ἡγούμενος καὶ καλῶς ἐλπίζων, ἐπειδὰν δῷ τὴν ἐπιστολήν.

[1150]

Δατιανῷ.

[1]    Ἡμεῖς τὰ ἡμέτερα πάντα τῆς σῆς ἐξηρτήσαμεν καὶ γνώμης καὶ προνοίας ὧν τε εὖ πεπόνθαμεν μεμνημένοι καὶ πρὸς τὸ μέλλον ἡγούμενοι μίαν ἡμῖν ταύτην ἀσφάλειαν ἔσεσθαι. εἰκότως ἂν οὖν καὶ περὶ τῶν μικρῶν ἀνακοινούμενοί σοι περὶ τῶν μεγίστων μαινοίμεθα ἄν, εἰ μὴ τοῦτο ποιοῖμεν.

[2] οἶσθα Ἀρίστωνα τὸν ἐκ Κύρου, τὸν ἐπιεικῆ καὶ πρᾷον καὶ φρόνιμον καὶ πάντα ἐπαινούμενον, μέμψει δὲ χώραν οὐ δεδωκότα. οὗτος παίδων πατὴρ ἐπιθυμῶν γενέσθαι προσελθὼν αἰτεῖ τὴν θυγατέρα τοῦ θαυμασίου Θαλασσίου τὴν ἡμῖν συγγενῆ τοὺς τρόπους τῆς γυναικὸς ἀγασθείς, οὐ τῶν χρημάτων ἐπιθυμῶν, ἐπεὶ πλοῦτός γε αὐτῷ μέγας, ἅπας ἐκ τοῦ δικαίου· τὰ μὲν γὰρ πατρῷα, τὰ δὲ ἐκ γεωργίας.

[3] ἡμεῖς μὲν οὖν οὐκ εἴχομεν, ὅ τι ἂν ἐγκαλοῦντες ἀπελαύνοιμεν τὸν ἄνδρα· τῶν πραγμάτων δὲ ἁπάντων παραινούντων δέχεσθαι τουτὶ μόνον ἀναβολὴν ἐποίει τὸ μήπω τὴν σὴν ἱερὰν ἐπινεῦσαι κεφαλήν.

[4] διόπερ ἥκει ταυτὶ τὰ γράμματα πευσόμενα, τί ποιοῦντες ἀρέσκοιμεν ἄν.

[1151]

Παλλαδίῳ.

[1]    Καὶ γράφων εὐφραίνεις καὶ ἄρχων ὡς ἄρχεις· τὰ μὲν γὰρ ‹ἔργα› ἐκεῖ, πανταχοῦ δὲ ὁ περὶ αὐτῶν λόγος. ἔστω δὲ ἐν ταῖς ἐπιστολαῖς καὶ ὧν Μάτερνος ἐργάζεται μνήμη. οἶμαι δὲ καὶ ταῦτα εἶναι καλὰ πραττόμενά γε ὑπὸ σοὶ διδασκάλῳ.

[2] καὶ μὴν καὶ τὸν Ὀλύμπιον ἡμῖν ὅλαις ἐπιστολαῖς τίμα καὶ μὴ παραγράμμασιν, ὃ νῦν ποιεῖς· ἡδὺ μὲν γὰρ αὐτῷ καὶ τὸ μικρόν, ἐπιθυμεῖ δὲ τοῦ πλείονος.

[1152]

Τῷ αὐτῷ.

[1]    Ῥουφίνου παῖς οὑτοσὶ τοῦ πᾶσιν ἡμῖν διὰ πᾶσαν ἀρετὴν αἰδεσίμου. φιλοῦμεν δὲ τοῦτον, οὐχ ὅτι παῖς ἐκείνου μόνον, ἀλλ' ὅτι καὶ χρηστὸς ὥσπερ ἐκεῖνος.

[2] δεῖξον τοίνυν αὐτῷ τὴν πατρίδα ἡδίω ταῖς παρὰ σαυτοῦ τιμαῖς καὶ τυγχανέτω προνοίας καὶ ὡς βέλτιστος καὶ ὡς τοιούτου πατρὸς καὶ ὡς ἡμῖν ἐπιτήδειος.

[1153]

Τῷ αὐτῷ.

[1]    Ἀρνῇ τὸ μὴ σὺν ὥρᾳ ἐπιστέλλειν, ὅπως ἐξείη σοι καὶ ἄνευ κάλλους ἐπιστέλλειν. ἀλλ' εὖ ἴσθι πάνυ γε ὢν καλὸς ἐν τοῖς γράμμασι καὶ οὐκ ἀφεθησόμενος ταύτης τῆς φορᾶς.

[2] ἀναμιμνήσκου δὲ ὧν ἠπείλεις ἐξιών, ὅτι τῷ μικρῷ τῆς ἀρχῆς εἰς ἄσκησιν καταχρήσῃ λόγων. καὶ νῦν ἢ μεγάλην ὁμολόγει τὴν ἀρχὴν ἢ κάλλος ἐπιδείκνυσο λόγων. ὧν πρῶτος ἀρχέτω Μάτερνος, ἵνα καὶ σώζῃς τὴν παροιμίαν ἀφ' Ἑστίας ἀρχόμενος.

[1154]

Ἰουλιανῷ.

[1]    Καλὰ παρὰ καλοῦ γράμματα βραδέως ἥκει. τύχην δ' ἥντινα λέγεις μεταπεσεῖν μοι, δι' ἣν οὐκέτ' ἔχω τοὺς θεραπεύοντας, μόλις ἠδυνήθην μαθεῖν ὅτιπερ τὴν τελευτὴν τοῦ βασιλέως λέγεις.

[2] ἐγὼ δὲ ἐφίλουν μὲν ἐκεῖνον οὐχ ἧττον ἢ τὴν ἐμαυτοῦ μητέρα καὶ ἐφιλούμην γε μᾶλλον ἢ οἱ πάνυ δοκοῦντες· οὐ μὴν ταῖς γε ὡς αὐτὸν εἰσόδοις εἰς τὸ τοὺς μὲν μείζους ἢ προσῆκε ποιεῖν, τοὺς δὲ ταπεινοῦν κατεχρησάμην.

[3] ἀλλ' οὐδ' ἐμπορίαν τὸ πρᾶγμα ἐποιησάμην. οὐδ' ἔστιν εἰπεῖν ὡς δραχμῇ πλουσιώτερος ἐκ τῶν βασιλείων ἐγενόμην, ὅς γε οὐδ' ὅσα ἦν ἐκεῖ τῶν παππῴων μοι οὔτ' αὐτὸς ἠξίουν ἀπολαβεῖν οὔτε ἀναγκάζοντος ἐδεξάμην. Ἀριστοφάνει δὲ καὶ τὸ δοθὲν ἐκεῖνο τὸ μικρὸν ἔργον ἦν λόγου τινός, οὐκ ἐμὴ δέησις.

[4] ἀτυχὴς μὲν οὖν εἶναι φίλου τοιούτου στερηθεὶς ὁμολογῶ, κόλακας δὲ οὐκ ἀπολώλεκα, ὅς γε οὐδὲ ἐκτησάμην. φίλοι δὲ οἱ πρὸ τοῦ καὶ νῦν, καὶ ἡδίους γε νῦν ἐπαινοῦντές μου τὸν τρόπον, ὃν οὐκ ἐπῆρε καιρὸς ὑβρίσαι.

[5] σὺ δὲ καὶ νῦν ἐπιστέλλων χαρίζῃ καὶ τότε. εἰ ‹δὲ› τοῖς αὐτοῖς ἐβούλου τιμᾶν, τιμᾶν ἔδοξας ἂν ἄνδρα ἑταῖρον, ἀλλ' οὐ κολακεύειν τύχην.

[1155]

Οὐλπιανῷ.

[1]    Καλῶς ἠπιστάμην ὅτι ταχέως οἱ μὲν ἀποστήσονται τοῦ τι πλέον ζητεῖν, σὺ δ' ἐπὶ τοῦ προσήκοντος ἔσῃ σχήματος.

[2] νενικηκὼς δὴ ταύτην τὴν νίκην πρόσθες ἑτέραν, μᾶλλον δέ, ἤδη προσέθηκας κοινὸς εἶναι δοκῶν Ἀραβίας οἰκιστής, ὃ οὐκ ἂν ἐκαλοῦ μὴ τῆς φθορᾶς ἐξελόμενος τὰς πόλεις, ἣν κακὸς δαίμων ἐπήνεγκεν.

[3] ἔχου δὴ τῆς ἰάσεως καὶ κτῶ πόνοις ἐπαίνους καὶ τοῦ καπνοῦ τῆς Ἰθάκης μηδὲν ἀτιμότερον ἡγοῦ τὸν γῆς ἐκείνης, ἐν ᾗ τοιαῦτα ἐργάζῃ, ἀλλ' ἐνθυμοῦ, ποῦ ποτ' ἂν ἦν ἐκεῖνος ὁ πάντα ποιῶν, ὅπως ἴδοι τὸν τῆς Ἰθάκης καπνόν, εἰ τῷ σφόδρα ἔχεσθαι τοῦ καπνοῦ μηδὲ τὴν ἀρχὴν ἐστράτευσε μηδὲ τὰς ναῦς ἦγε τὰς μιλτοπαρῄους.

[4] οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ ἔπος ᾔδειμεν ἂν τὸ περὶ τοῦ καπνοῦ οὐδ' ἂν ἦν τὸ παράπαν τὸ ἔπος, εἰ οἴκοι καθῆστο Ὀδυσσεὺς εἰς τὸν κύνα βλέπων καὶ εἰς τὸν ἀγρόν.

[5] σὺ δ' εἰ μὲν οὐκ ἐπιθυμεῖς ἐπαίνων, οὐ καλῶς ποιεῖς· εἰ δ' ἐπιθυμῶν οἴει τοῦτο καθεύδων ἕξειν, οὐκ ὀρθῶς ὑπολαμβάνεις. πόνος τὸ θεραπεύειν πόλεις, οἶδα, ἀλλ' ἡδὺ τὸ διηγεῖσθαι μετὰ ταῦτα τὴν θεραπείαν. οἶσθα ταύτην τὴν ἡδονήν, καὶ γὰρ ἥσθης ταύτην ἐκ τῆς Καππαδοκῶν ἥκων, ὅθ' ἡμῖν διηγοῦ, τίς μὲν σὺ πρὸς ἐκείνους, τίνα δὲ τἀκείνων εἰς σέ.

[6] τούτων οἶμαι καὶ σὲ διηγήσεσθαι καὶ ἡμᾶς ἀκούσεσθαι καλλίω καὶ ταύτης σοι τῆς ἀρχῆς μετὰ νοῦ πρὸς τὸ πέρας ἐλθούσης.

[1156]

Ἐλπιδίῳ.

[1]    Ἔγνων τὴν ἀρίστην Ἀρισταινέτην καὶ γνοὺς ἠγάσθην τῆς γυναικός, ἰδὼν ‹δὲ› τὴν θυγατέρα καὶ μακαρίους ἡγησάμην ὑμᾶς τε καὶ τὸν γήμαντα. τρίτου δὴ δέομαί τε καὶ ἐπιθυμῶ τὸν τούτοιν υἱὸν ἰδεῖν.

[2] ἴσως δὲ καὶ σὺ τῶν ἴσων ἐπιθυμήσεις, ἢν ἕτερος ‹Ἐλπίδιος› παρ' ἡμῖν γένηταί τε καὶ τρέφηται. κἂν μεταπέμπῃ τοῦτον, ἀκούσῃ τὸν πρεσβύτερον ἀπαιτούντων.

[1157]

Φουρτουνατιανῷ.

[1]    Ἐγὼ τοῦ Ποσειδῶνος ἐδεήθην, ὅπως ὑμῖν ἐπαγάγοι κύματα οὔρεσιν ἶσα καὶ διὰ τοῦ παρὰ τῆς θαλάττης φόβου μνησθῆναι τῆς μεσογείας ἀναγκάσαι.

[2] εἰ μὲν γὰρ ἦσαν ὑμῖν ἄνδρες οἷοι παύειν ἐπῳδαῖς μαινομένην θάλατταν, δι' οἵων αὑτῷ Ξέρξην φασὶ διαλλάξαι τὴν θάλατταν, ἔδεισα ἂν μὴ κρείττους γένησθε τοῦ χειμῶνος· νῦν δ' ὑμῖν ἐπικείσεται, μέχρις ἂν ἀπαντήσῃ καὶ λύσῃ χειμῶνι τὸν παρ' ἡμῖν χειμῶνα.

[3] λέγω δὲ οὐ τὴν ὥραν, ἀλλὰ τὴν λύπην, ἣν οὐχ ὁρῶντες ὑμᾶς ἐν ταῖς ψυχαῖς φέρομεν οὐδὲ τὴν ἀπὸ τῶν λογοποιούντων ἔτι παραμυθίαν ἔχοντες. ἥ τε γὰρ ναῦς ὀρθὴ πλεῖ τοῖς ἀλιτηρίοις ἡδονή τε ἡμῖν οὐδαμόθεν οὐδ' ἀπὸ ψεύδους.

[1158]

Πρισκιανῷ.

[1]    Ἀπήλλαξάς με δέους, ὃ εἶχον ὥς σέ τι λελυπηκὼς ἄκων, οὐ γὰρ δὴ ἑκών γε· μήποτε οὕτως ἀτυχήσαιμι. καί μοι λαμπρὸν ὁ Πολύβιος προεισήνεγκε μισθὸν γράμματα σά, ἃ Σωκράτη τινὰ μηνύει παρὰ σοὶ διατρίβοντα. καὶ τῷ ὄντι βλέπων εἰς Σωκράτην ἐπέστελλες· οὕτως ἦν ἐκεῖθεν τὰ ῥήματα.

[2] τοῦτο δέ ἐστι κατηγορία τοῦ σεσιγηκότος τὸν παρελθόντα χρόνον. εἰ γὰρ ὡς οὐκ οὔσης σοι δυνάμεως ἐσίγας, φαίνῃ δὲ μείζω τῆς πρόσθεν ἔχων, ἠδίκεις οὐκ ἐπιστέλλων. ἔδει οὖν ἑκόντα φανῆναι φαῦλον ὑπὲρ τῆς ἀπολογίας. νῦν δ', οὐ γὰρ ἦν οἷόν τε λόγον ἄμορφον γενέσθαι παρὰ σοῦ, καλὴ μὲν ἡ ἐπιστολή, τὸ δὲ ἔγκλημα βεβαιοῦσα.

[1159]

Οὐλπιανῷ.

[1]    Ἁρμόνιος οὑτοσὶ χρηστὸς ὢν τὰ τῶν πεπονηρευμένων πάσχει. χρηστὸν δὲ αὐτὸν ἔγνωμεν, ἡνίκα παρ' ἡμῖν δύναμιν ἔχων, ἀφ' ἧς ὑπῆρχεν, εἴπερ ἐβούλετο, ἁρπάζειν, οὔτε φόβον οὐδένα περιέστησεν ἄδικον οὔτ' ἐκέρδανεν ἐξ ὧν ἄλλους ἐκάθισε κλάοντας.

[2] ἐφίσταται δὴ καὶ Ἀραβίοις ἀπὸ τοῦ αὐτοῦ σχήματος, οἶμαι δὲ καὶ σὺν τῷ αὐτῷ τρόπῳ. κακοῦ δὲ ἑτέρου πεφηνότος τῶν ἴσα δυνηθέντων μέν, οὐ βουληθέντων δὲ περιέλαβε καὶ τοῦτον οὐκ οἶδ' ὅπως ἡ αἰτία. καὶ νῦν ἀπέσταλταί σοι δειχθησόμενος Ἀραβίοις καὶ δεξόμενος τὸν βουλόμενον ἐγκαλεῖν.

[3] εἰ μὲν οὖν πάντες ἦσαν βέλτιστοι, δεινὸν οὐδὲν ἂν ἦν, ἀλλ' ἐλπίδες εὐφημιῶν, τοιαῦτα γὰρ αὐτῷ τὰ πεπραγμένα· τρεφομένου δὲ πανταχοῦ τοῦ τῶν συκοφαντῶν γένους μία γένοιτ' ἂν Ἁρμονίῳ καταφυγὴ τὸ σὲ τοὺς μὲν ἐκεῖνο ποιοῦντας μισῆσαι, τηρῆσαι δὲ καθαρὸν τραυμάτων ἄνθρωπον ἐπιεικῆ καὶ πολλοὺς εἰς ἀρετὴν παρακαλέσαι κηρύξαντα τῇ ψήφῳ τὸ μήποτ' ἂν γενέσθαι συκοφαντίαν κρείττονα βίου τοῖς νόμοις ἀκολουθοῦντος.

[1160]

Σωπάτρῳ καὶ Εὐστολίῳ.

[1]    Ὁ ὑμέτερος μὲν πολίτης, φίλος δὲ ἐμοῦ τε καὶ ὑμῶν τέθνηκεν, ὁ χρηστὸς Οὐρβίκιος, πολλοῖς ὀφείλων χρήματα διὰ τὸ πολλῶν ὀφειλόντων αὐτῷ φείδεσθαι· εἰ δὲ πικρῶς εἰσέπραττεν ἑτέρους, οὐκ ἔσθ' ὅστις ἂν ἐκεῖνον εἰσέπραττεν.

[2] ἐπεὶ δὲ ὁ μὲν οἴχεται, προσβολαὶ δὲ αὐτίκα ἔσονται κατασεῖσαι τὴν οἰκίαν ἱκαναί, πρὸς θεῶν, ὦ ἑταῖροι, μὴ περιίδωμεν, ἀλλ' ἀμύνωμεν καὶ συνδιασώσωμεν, εἰ καὶ μὴ πάντα οἷόν τε, ἀλλ' ὅσα γε ἔξεστι.

[3] τὸ μὲν οὖν ἐμόν ἐστιν ὑμᾶς τε ἐπεγεῖραι καὶ τοῖς ἄρχουσι διαλεχθῆναι, παρ' ὑμῶν δὲ πολύτροπος ἡ βοήθεια· καὶ γὰρ ἐλέγξαι ψευδομένους καὶ τοῖς ὀφείλουσιν ἀνάγκας περιθεῖναι καὶ τὰ μὲν διαλῦσαι, τὰ δὲ ἀναβαλέσθαι. πολλὰ δ' ἂν δύναιντο δύο τοιοῦτοι πύργοι πρὸς σωτηρίαν ‹τῶν› πραγμάτων.

[4] δεῖ δὲ ὑμᾶς οὐ μόνον συμπνεῖν ζῶσι τοῖς φίλοις, ἀλλὰ καὶ τοῖς ἐκείνων συμπονεῖν υἱέσιν· ὡς οὐδὲν ἂν τοσαύτην ἐνέγκαι δόξαν ὅσην τὸ νέοις ὀρφανοῖς ἀφανίσαι τὴν τύχην. ὥσπερ γὰρ οἱ τοὺς τοιούτους ἀδικοῦντες μᾶλλον ἢ οἱ τοὺς ἄλλους μισοῦνται, οὕτως οἱ πρόνοιαν ἐνταῦθα ἐπιδεικνύμενοι πλείω φέρονται τὸν ἔπαινον τῶν ἐπ' ἄλλοις εὐδοκιμούντων.

[5]

καὶ οὐ τοσοῦτό γε πράξομεν μόνον, ὅσον φίλου διατηρῆσαι παῖδας, ἀλλὰ καὶ φύσεις δεξιῶς ἐχούσας εἰς λόγους οὐ περιοψόμεθα διολλυμένας. ἄμφω γὰρ ἐγρηγόρασι κἂν ἐπιτρέπῃ τις, ὀνήσουσι τὰ κοινά ποτε τῆς αὑτῶν πόλεως τῇ τέχνῃ.

[1161]

Μαρκελλίνῳ.

[1]    Ἐπῄνεσα τὸ μὴ τὸν μυροπώλην Εὐγένιον ἠνωχλῆσθαι καὶ τῶν ἴσων αὐτὸν βούλομαι διὰ τέλους τυγχάνειν. σὺ δὲ τὸ μὲν δέδωκας, τὸ δὲ δώσεις· ὑπὸ γὰρ τῆς ἄγαν ἡμῶν φιλίας καὶ μάντις γεγένημαι.

[1162]

Σωπάτρῳ.

[1]    Τοῖς παρ' ἐμοῦ πρὸς τὸν ἄριστον Μαρκελλῖνον γράμμασι πρόσθες τι παρὰ σαυτοῦ καὶ ποίησον ἡμῖν ἰσχυρὰν τὴν ἐπιστολήν. εἰ γὰρ ὅτι τὴν χάριν ἀμφοτέροις δώσει μάθοι, προθυμότερόν τε δώσει καὶ βεβαίαν τηρήσει. [1163]

Μαρκελλίνῳ.

[1]    Ἤδη μέν που καὶ δεδάκρυκας, ὡς εἰκός, Οὐρβίκιον καὶ πῶς ἂν μὴ προσδιαφθαρεῖεν οἵ τε παῖδες αὐτοῦ καὶ ἡ γυνή, πολλάκις ἐφρόντισας· κωλύει δὲ οὐδὲν καὶ παρ' ἡμῶν τινα γενέσθαι παράκλησιν, ὑφ' ἧς ἴσως μὲν ἔσῃ βελτίων, πάντως δὲ οὐ χείρων.

[2] πᾶσιν ἀνθρώποις δοκεῖ χρηστὸς Οὐρβίκιος γεγονέναι, καὶ τὰ μεγάλα δὴ ταῦτα χρέα οὐ κυβεύων οὐδὲ μεθύων οὐδὲ λαγνεύων ὀφείλει, ἀλλὰ καιροῦ τινι χαλεπότητι καὶ τῇ τινων ἀναισχυντίᾳ, αὑτοῦ δὲ ἀπραγμοσύνῃ.

[3] τοῦτο δὲ εἰδότες οὐδὲ ἐκεῖνο ἀγνοοῦσιν, ὅτι σοι διὰ τῆς μητρὸς συγγενεῖς εἰσιν οὗτοι. βούλοιντ' ἂν οὖν τοὺς μὲν βοηθείας τυχεῖν, σὲ δὲ εἶναι τὸν πρὸ τῶν ἄλλων βοηθοῦντα.

[4] σκόπει τοίνυν, ὡς κατ' ἄμφω σοι πονητέον, εἴθ' ἕξουσιν ἄλλοθεν ἐπικουρίαν εἴτε μή. τό τε γὰρ μόνον ἐν τοῖς τοιούτοις ἀργεῖν οὐ καλὸν εἴ τ' ἔρημοι παντελῶς καταλειφθήσονται, πρᾶγμα ἔσται πάνδεινον.

[5] δίδου δὴ σαυτὸν εἰς τοὺς ἐσομένους ἀγῶνας καὶ ἀρίστευε καλὰς ἀριστείας ἐπαίνου τευξομένας καὶ παρ' ἀνθρώπων καὶ θεῶν. ἔστι δὲ τῆς ἐπικουρίας μέγιστον ἀποκριθῆναι τὴν τῆς γυναικὸς οὐσίαν τῆς τοῦ συνῳκηκότος, ὅπως, εἴ τι δυσχερὲς ἐκείνῃ, ἐπὶ τήνδε καταφεύγειν ὑπάρχοι.

[6] ποίει τοίνυν ἔξω θορύβων τὰ τῆς μητρὸς καὶ ὁ κίνδυνος ἐν τοῖς πατρῴοις ἱστάσθω.

[1164]

Δᾳδουχίῳ.

[1]    Τὸ πικρὸν ἡδὺ γέγονε Δᾳδουχίῳ, καὶ ὁ φεύγων τοὺς πόνους πόνων ἐρᾷ, ἴσως μὲν καὶ θεοῦ κεκινηκότος, ὁ δ' οὖν ἐν τῷ φανερῷ Φλωρέντιος ἦν ὁ γενναῖος, ὃς πάντα ἀκριβῶς ἐξετάσας ἐπὶ μὲν τοῖς ἐρρᾳθυμημένοις ὠργίσθη, γενέσθαι δὲ βελτίω πρὸς τὰ πράγματα παρῄνεσε φήσας ἀφήσειν τὰς αἰτίας, εἰ γένοιτο ἀγαθὸς ἀντὶ κακοῦ. ὁ δὲ ὑπέσχετό τε καὶ οὐκ ἐψεύσατο, ἀλλ' ἔστι νῦν τῶν ὅταν ἀργῶμεν ἀνάγκῃ δυσχεραινόντων.

[2]

εὔχου δὴ τὸν υἱὸν διατηρῆσαι τὴν προθυμίαν καὶ γίνου πρὸς αὐτὸν ἥμερος· δίκαιον γὰρ εἰς μεταβεβλημένον μεταβάλλεσθαί σε.

[1165]

Ἀρείονι.

[1]    Ἵνα μὴ ἀγνοῇς ἐπιτυχών, ἴσθι σοι τὸν υἱὸν περί τε τοὺς λόγους ἐρρῶσθαι καὶ τοὺς τρόπους εἶναι τοιοῦτον, οἵους δέκα μοι δοῖεν οἱ θεοί, οὐχ ἵνα πόλιν πολεμίαν ἕλωμεν, ἀλλ' ὅπως ἡμῖν ὁ χορὸς κοσμῆται χρηστῶν νεανίσκων ἐν αὐτῷ τρεφομένων.

[2]

Ἀγάθιος γὰρ ἀηδίας μὲν οὐδεμιᾶς οὔθ' ἡγεμόσιν οὔτε συμφοιτηταῖς αἴτιος εἰς τήνδε γέγονε τὴν ἡμέραν, εὐφροσύνης δὲ πολλοῖς πολλάκις, ὥσθ' οἱ μὲν αὐτὸν ὡς υἱόν, οἱ δὲ ὡς ἀδελφὸν ὁρῶσιν ἔργῳ κτώμενον δόξαν ἀγαθήν, οὐ μαχόμενον, εἰ μή τις αὐτὸν ἐπαινοῖ. καίτοι καὶ ἰσχύος μετέχει καὶ δύναιτ' ἄν, εἰ βούλοιτο, ταύτῃ φοβεῖν, ἀλλ' ὅμως πλέον τῶν ἀσθενεστέρων τὸ μεθ' ἡσυχίας ζῆν ἀγαπᾷ.

[3] διὰ δὴ ταῦτα χαίρω μὲν εἰσιόντος, τέρπομαι δὲ λέγοντος. ἔνιοι δὲ λέγειν μέν εἰσιν οὐ κακοί, δύστροποι δὲ οὕτω καὶ μέγα φρονοῦντες ἐπὶ τῷ λυπεῖν, ὥσθ' ὅταν φανῶσι, καταρῶμαι τῇ τέχνῃ.

[1166]

Φλώρῳ.

[1]    Καλόν μοι δῶρον ἐξ Αἰγαίου μέσου πέπομφας τῆς σῆς οἰκίας ἐπιμελεῖσθαι κελεύων· ὡς ἔμοιγε κέρδος οὐ μικρόν, ὅ τι ἂν τὰ σὰ δι' ἐμοῦ κερδάνῃ.

[2] κέλευε δὴ καὶ τοῖς σοῖς εἰς ἡμᾶς βλέπειν καὶ ὅτου δέοιντο φράζειν. εἰ δὲ σοῦ ταῦτα ἐπιστέλλοντος ἐπ' ἄλλους ἐκεῖνοι δραμοῦνται, τῆς παρὰ σοῦ τιμῆς ὑπ' ἐκείνων ἀναιρουμένης ἀκούσῃ.

[1167]

Κέλσῳ.

[1]    Ἐγὼ τὸν Γοργονίου παῖδα Ἀλέξανδρον οὐκ οἶδα, ἀλλ' οὐδὲ Γοργόνιον ᾔδειν τὸν Ἀλεξάνδρου πατέρα. βοηθῶ δ' ὅμως αὐτῷ φίλῳ χαριζόμενος Εὐστοχίῳ τῷ χρηστῷ· καὶ γὰρ ὀφείλω χάριν Εὐστοχίῳ κρότου πολλοῦ τε καὶ σφοδροῦ καὶ ὅτι οὐκ ἦν τῶν ὑπὸ τοῦ πρῴην λόγου τιτρωσκομένων.

[2] φησὶ ‹δὲ› δεῖν τὸν Ἀλέξανδρον μέλλειν μὲν θήσειν τὸν ἀγῶνα τῷ Διί, δεῖν δὲ αὐτῷ γενέσθαι χρήματα παρὰ τῶν κεκοινωνηκότων τοῦ Γοργονίου κλήρου· τοῦ δὲ ἢ πλείω ἢ ἐλάττω ταῦτα γενέσθαι τὴν σὴν ψῆφον εἶναι κυρίαν.

[3] πεῖθε τοίνυν οἷς ἀνάγκη δοῦναι δεῖξαί τινα φιλοτιμίαν σαυτοῦ καλῶν κέρδος τὴν ἐνταῦθα ἐπικουρίαν, οἵοις δὴ φαρμάκοις καὶ τοὺς παρ' ἡμῖν ἀνέπεισας τὴν τῶν λαμβανόντων ἡδονὴν ἐν τῷ διδόναι τοῖς ἀσθενεστέροις ἥδεσθαι.

[1168]

Παλλαδίῳ.

[1]    Οὐκ εὔκριτόν μοι δίαιταν ἐπέτρεψας· οὔτε γὰρ ἐπαινεῖν ἔχω τὰ πεπραγμένα ψῆφόν τε οὐκ ἂν δυναίμην θέσθαι κατὰ τοῦ νεανίσκου μεμνημένος ‹τῶν› πολλῶν τε ἐτῶν καὶ μακρῶν διατριβῶν.

[2] Διονύσιον δὲ κακοδαίμονα ἡγησάμην ἀπ' ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ παρὰ σοῦ καλούμενος τὰ δένδρα καὶ τοὺς ἐπ' αὐτοῖς ὄρνιθας τοῦ παρὰ σοὶ δύνασθαι προτέρους ἔθετο. εἰ δ' ἦν ὑπακούσας καὶ δεξάμενος προσιοῦσαν τὴν Τύχην, λέγων ἂν ηὐδοκίμει καὶ ηὐπόρει, σχολὴν δὲ οὐκ ἂν εἶχεν εἰς ἁρπαγήν.

[3] τὸν οὖν οὕτως ἄθλιον μέμφομαι μέν, οὐκ ἂν δὲ ἡδέως ἴδοιμι ζημιούμενον, οὐδ' εἰ σφόδρα οἱ νόμοι βούλοιντο. διὰ τοῦτο πρὸς μὲν τὸν δικαστὴν οὐδὲν γράφω περὶ φιλανθρωπίας, τοῖς θεοῖς δὲ εὔχομαι τὸν ἑταῖρον ἡμῖν ἐκσῶσαι.

[1169]

Ἐντρεχίῳ.

[1]    Ἃ περὶ Διονυσίου πρὸς τὸν γενναῖον Παλλάδιον ἔγραψας, πέμψας ἐκεῖνος πρὸς ἐμὲ ἤρετο, τί δεῖ ποιεῖν, ἐνδεικνύμενος ὡς οὐδ' εἰ σφόδρα βούλοιτό μοι χαρίζεσθαι, δύναιτ' ἂν διὰ τοὺς νόμους.

[2] ἐγὼ δὲ ὑμῶν δέομαι μηδὲν ἐμοῦ πυνθανομένους γνῶναι ὅ τι ἂν ἐθέλητε. ὑμῖν μὲν γὰρ ἴσως ἀνάγκη τιμωρεῖσθαι, τὸν δὲ ἀφειμένον ταύτης ἐμὲ ἴσως οὐ καλὸν ἀτυχοῦντι συνεπιθέσθαι φίλῳ. πάλαι δὲ ἀτυχεῖν ἤρξατο Διονύσιος, ἀφ' οὗ τοῦ πατρὸς στερηθεὶς ἐν πτωχείᾳ διῆγε τῆς μητρὸς αὐτῷ καὶ τοῦ ταύτην ἐπιγήμαντος τρυφώντων.

[3] οἶδε ταῦτα Ἰουλιανὸς καὶ σὲ διδάσκειν δίκαιος ἦν· καὶ γὰρ ὑπεδέξατο τὸν νέον καὶ μετέδωκε τῶν ὄντων καὶ δοξάζειν ἔδωκε τοῖς πολλοῖς ὡς εἴησαν ἀδελφοί. οὕτως εὐπόρει μὲν ἅτερος, ἀπέλαυον δὲ ἀμφότεροι.

[4] ἕως μὲν οὖν ἐνταῦθα διέτριβε, κοσμίως τε καὶ σωφρόνως ἔζη, καὶ μᾶλλον ἄν τις τοῖς ἀνδριᾶσιν αἰτίαν ἐπήνεγκεν ἐρωτικὴν ἢ τούτῳ· ὁ δὲ ἀνὴρ γενόμενος ἥμαρτεν ἃ ἐν παισὶν ἔφευγεν.

[5] ὁ μὲν οὖν κατήγορός φησιν· ἀδικεῖ Διονύσιος, ὁ δὲ ἐμὸς λόγος· ἀδικεῖ Διονύσιον ἡ Τύχη. ὅταν γὰρ μὴ προσήκῃ τὸ ἔργον τῷ τοῦ δεδρακότος ἤθει, κακοδαίμονας ἀντὶ πονηρῶν τοὺς ἡμαρτηκότας κλητέον.

[1170]

Μαρίῳ.

[1]    Ἀπρίγγιος κατὰ τὴν παροιμίαν αὖθις Πυθώδε πάλιν εἰς νέων διατριβάς. ἡγεῖται γὰρ καὶ νόμων δεῖν τῷ γε μέλλοντι συναγορεύσειν καλῶς. καίτοι πρὸ τοῦ τὸν ‹νόμων› ἔμπειρον ὁ ῥήτωρ προσλαμβάνων δι' ἀλλήλων ἴσχυον· ἀλλὰ νῦν ὁ μὴ 'κείνων μετέχων Αἰγιεὺς ἀτεχνῶς οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ.

[2] καὶ ἐπαινῶ τοίνυν τὸν Ἀπρίγγιον καὶ μακαρίζω· ἐπαινῶ μὲν οἷ χρὴ δραμόντα, μακαρίζω δὲ νῦν ἐπιβαίνοντα Φοινίκης, ἣν καλὴν οὖσαν καλλίω πεποίηκας. ἃ γὰρ εἶχεν ἄν, εἰ ὁ πατὴρ αὐτῷ τὸ ἔθνος ἦγε, τούτων ἀπολαύσεται νῦν σοῦ Φοινίκην ὀρθοῦντος, μᾶλλον δέ, καὶ μειζόνων· τοῦ μὲν γὰρ πατρὸς ἐπειρᾶτο ἂν ἔστιν ὅπου καὶ τραχυτέρου, τὰ δὲ σὰ πάντα ἥμερα καὶ γαλήνης γέμοντα.

[3] δῆλον οὖν ὡς διδασκάλοις τε τὸν νεανίσκον ἐγχειριεῖς καθαρόν τε τηρήσεις ὧν εἴωθεν ἡ νεότης ἀγροικίζεσθαι δώσεις τε εἰσόδους παρὰ σὲ καὶ τἄλλα φιλανθρωπεύσῃ. [1171] [t]

Δομνίνῳ.

[1]    Ἰδού, καὶ ἄνδρας ἀναπέπεικας τὰ νέων ποιεῖν. ὁ γοῦν ἑταῖρος Ἀπρίγγιος μετὰ συχνοὺς περὶ τὸ βῆμα δρόμους ἥκει νόμους κτησόμενος, ἐπειδὴ παρὰ σοῦ κτήσασθαι τοὺς νόμους ἔστιν· ἄλλως δὲ οὐκ ἄν μοι δοκεῖ τῆς ἐμπορίας ἅψασθαι.

[2] πρὸς μὲν οὖν τοὺς σκώπτειν αὐτὸν ἐπιχειροῦντας ἕξει Σωκράτην σύμμαχον τὸν ἐν γήρᾳ βαδίζοντα παρὰ τὸν διδάσκαλον τῆς μουσικῆς· σὺ δέ μοι συντεμεῖν, ὡς οἷόν τε, τὴν παίδευσιν, ὅπως οἷς λαμβάνει πλείω χρήσηται χρόνον.

[3] ἠξίουν δ' ἄν τι καὶ περὶ μισθοῦ λέγειν, ὡς ἁνὴρ ἀγαθὸς μέν, πένης δέ, εἰ καὶ δοῦναι οὐχ οἷός τε, χάριτός γε οἶδε μνημονεῦσαι, εἰ μὴ πάλαι τοῦτον ᾔδειν παρὰ σοὶ κείμενον ὑπὲρ τῶν νέων τὸν νόμον.

[1172]

Σωπάτρῳ.

[1]    Ἴσθι νίκην ἀνῃρημένος λαμπρὰν καὶ ἐστεφανωμένος οὐ φύλλοις δάφνης, ἀλλ' οἵοις ἐστεφάνωσας αὐτὸς τοὺς ὅτε ἐτίθεις τὰ Ὀλύμπια νικῶντας, ἀλλ' εὐφημίᾳ κοινῇ πάντων δεξαμένων τὸν λόγον.

[2] λέγουσι γὰρ οἱ παῖδες Οὐρβικίου τῶν ἐνθένδε παρ' ὑμᾶς ἡκόντων γραμμάτων τὰ πρὸς σὲ μάλιστα αὑτοὺς ὠφεληκέναι καὶ νῦν ἐλπίδας εἶναι μὴ παντελῶς οἰχήσεσθαι τὸν οἶκον διὰ τὸ δῆλον γενέσθαι τοῖς ἀνθρώποις ὅτι οὐκ ἐπιτρέψεις, ἤν τις ἐπάγῃ χεῖρας. ταῦτα δὲ ἐποίεις σὺ τῷ γράφοντι χαριζόμενος.

[3] δεήσει μὲν οὖν σε καὶ καθημέραν βοηθεῖν, δεῖ γὰρ συνεχοῦς δὴ ἐν τοῖς τοιούτοις ἄκεσι θεραπείας, μέγιστον δὲ φάρμακον φανῆναί τινα δεχόμενον καὶ τοὔνομα καὶ τάξιν ἐπιτρόπου.

[4] τοῦτο δὲ γένοιτ' ἄν, εἰ βουληθείης ἐπὶ σαυτὸν ἀγαγεῖν τοῦ φορτίου τὸ πλέον. ἡ γυνὴ δέ σε μὴ ταραττέτω τὰ αὑτῆς θέλουσα διεστάναι. τοῦτο γάρ ἐστιν οὐ πένητας τοὺς υἱεῖς ποιούσης, ἀλλὰ μὴ πεινήσωσι φοβουμένης.

[5] τήν τε οὖν φυγὴν τῶν τὴν ἐπιμέλειαν δεδοικότων στῆσον καὶ τὸ ταχέως τοῖς πραττομένοις προσέστω. πᾶσι μὲν γὰρ λόγων ἴσως φροντιστέον, μάλιστα δὲ τοῖς ἐν ὀρφανίᾳ καὶ ἀπορίᾳ τῷ τὰς ἄλλας ἐπικουρίας ἀπεῖναι.

[6] μήτ' οὖν ἄκοντα κάτεχε τὸν νέον μήτε θέλοντι διατρίβειν ἐπίτρεπε· μεγάλη γὰρ καὶ τοῦ βραχέος ἡ βλάβη.

[1173]

Δατιανῷ.

[1]    Ὀλίγους ἐξέφυγέ σου τὰ γράμματα, οἱ πολλοὶ δὲ καὶ ἔγνωσαν αὐτὰ καὶ ἀνέγνωσαν πολλάκις, οἱ μὲν ἐπ' αὐτά, ὡς ᾔσθοντο, δραμόντες, τοὺς δὲ καὶ αὐτὸς ἐκάλουν οὐδένα ἀγνοεῖν βουλόμενος, οἷ παρὰ σοῦ τέταγμαι. ποιεῖν δὲ τοῦτο εἰώθαμεν ἐπιεικῶς ἐπὶ τῶν καλλίστων ἡμῖν κτημάτων κερδαίνειν νομίζοντες, ἢν πολλοὺς ἔχωμεν τοὺς συνειδότας.

[2] δι' ὅσων τοίνυν ἦλθεν ἡ ἐπιστολή, σὲ μὲν ἕκαστος ἐπῄνεσεν, ἐμὲ δὲ εὐδαιμόνισε· σὲ μέν, ὅτι τοσοῦτον ποιῇ λόγον τῶν περὶ λόγους διατριβόντων, ἐμὲ δέ, ὅτι τοσούτῳ συμμάχῳ κέχρημαι δεινῷ λῦσαί τε συμφορὰς καὶ τὰ τῆς βελτίονος δοῦναι μοίρας.

[3] ἵν' οὖν μὴ παύσωνται τοῦτο ποιοῦντες ἡ πόλις, ᾗ δικαίως μὲν ἐγκαλεῖς, βοηθήσεις δὲ πάλιν, ἤν τι λυπῇ ‑ τοιοῦτος γὰρ ὁ σὸς τρόπος, ‑ πέμπε μοι πολλὰς ἐπιστολὰς παραμυθίαν τῶν τῆς κεφαλῆς κακῶν.

[1174]

Ἀκακίῳ.

[1]    Ἐπιλελῆσθαί μοι δοκεῖς Ὁμήρου καὶ Εὐριπίδου καὶ διὰ τοῦτο ἀγανακτεῖν ἵππων ἐπιστατῶν· εἰ δὲ ἐμέμνησο τούτων τε καὶ ὧν Ἀπόλλων διηκόνησεν ἀνθρώποις, οὐκ ἂν ὑβρίσθαι ἔφης. νῦν οὖν ἴθι πρὸς τὸν κατάλογον τῶν Ἀχαιῶν καὶ τἄλλα, καὶ τὴν παραμυθίαν εὑρήσεις.

[2] καίτοι σύ γε οὐδ' ἵππων καθαρῶς ἄρχεις, ἀλλ' ἐκείνων οἳ τῶν ἵππων ἄρχουσιν. ὥστ' εἰ σφόδρα τῷ μὲν αἰσχύνῃ, τὸ δ' ἡγῇ σαυτῷ προσήκειν, ἔχεις ὃ ποιεῖν μεμάθηκας· ἀνθρώπους ἔλαβες εἰς ἐπανόρθωσιν τρόπων.

[3]

κακίας γὰρ ὡς πλείστης τοῖς ἱπποφορβοῖς ἐγγενομένης

καὶ πώλων τῶν μὲν κακῶν δι' ὀλιγωρίαν γενομένων, τῶν δὲ κλεπτομένων, τῶν δὲ ἄλλως ἀπολλυμένων ἐπέμφθης τὸ πρᾶγμα μεταθήσων. ἐδόκεις γὰρ μόνος οὐχ ἅψεσθαι κέρδους οὐδ' ὅσον αἰτίας ἔξω. μεῖζον δή μοι δοκεῖ μεγίστης ἀρχῆς τὸ τὴν παροῦσάν σοι γενέσθαι διὰ καλὴν οὕτως αἰτίαν.

[4] ὅτι δὲ ἥξεις ἐπ' ἐκεῖνα, ὧν πλησίον ἐλθὼν ἐξεκρούσθης φθόνῳ, σαφῶς οἶδα φθόνου μὲν καὶ τότε πολεμήσοντος, κρατεῖν δὲ ὁμοίως οὐχ ἕξοντος.

[5] ἀλλὰ ταῦτα μὲν τελέσει θεός, Μάρκος δὲ παρὼν μὲν ταῦτα ἔσχεν, ἃ πυθόμενος ἥσθης· πετόμενον δὲ αὐτὸν μετὰ τοῦ θείου καὶ ταῦτα οὐ προειπόντος ὃ δράσει κωλύειν οὐκ εἶχον. διαδότω δὴ τὰς εὐθύνας ὁ θεῖος τῶν δευτέρων, τῶν δέ γε πρὸ τῆς ὁδοῦ παρ' ἐμοῦ ζήτει τὸν λόγον.

[1175]

Λητοΐῳ.

[1]    Ποταμὸς καὶ λίμνη καὶ κῦρος καὶ τράπεζα Συβαριτικὴ καὶ θήρα παντοδαπὴ πολλάκις ἴσως σὲ πρὸς τοὺς συνόντας ἔπεισεν ᾄδειν ὡς ταυτὶ μὲν Σαμίων ἄνθη, ἀφ' ὧν δὲ ἥκοιμεν, Λήμνια κακά.

[2] ἐγὼ δὲ τῶν ἀνθέων μὲν ἐκείνων ἄπειρος, τὰ Λήμνια δὲ ταῦτα φέρω πλὴν ἑνὸς τοῦ σὲ μὴ παρεῖναι. τοῦτο γὰρ ὄντως Λήμνιον πῦρ, καὶ βελτίων ἂν ἦσθα μὴ σφόδρα φιλῶν ἢ τοῦτο μὲν αὐξήσας, ἀφεὶς δὲ ὃν φιλεῖς καὶ προσέτι τὴν ἀγαθὴν γυναῖκα ἕλκων, δεικνὺς τοῖς συνεῖναι δυναμένοις ὅτι σε μόλις ὁ χειμὼν ἐπανάξει.

[3] πρότερον μὲν οὖν σε δάκνειν εἶχον ὡς δειλὸν καὶ λελοιπότα τὴν τάξιν, νῦν δέ σοι πολλῶν τῶν τροπαίων ἑστώτων οὐκ ἔχω, τί λέγων κινήσαιμ' ἄν.

[4] ἀλλὰ περὶ μὲν τούτων εὔχεσθαι λείπεται· σὺ δὲ ἴσθι λύπην οὐ μικρὰν διαφυγών, ἣ κατέσχεν ἡμᾶς τῆς Καλλιόπης οὐκέθ' ὁμοίως τιμωμένης. ἦν γὰρ ὁ κωλύων τῆς ἑορτῆς κρατεῖν τὸν νόμον.

[1176]

Κέλσῳ.

[1]    Εἰκότα μοι δεῖσθαι δοκοῦσιν ἡ δευτέρα συμμορία τὸν Ἀρίστωνα μὲν ἐφ' ὧν ἐστι μένειν, ἔστι δὲ ἐπί τινος εἰσπράξεως οὐ μικρᾶς, τὸν δ' ἐπιστατήσοντα τῶν τεμνόντων τοὺς λίθους ἀπὸ τῆς συμμορίας ἧς ὁ Κόνων ἡγεῖται γενέσθαι. ταύτης γὰρ εἶναι τὸν νόμον τοῦ τὰ τοιαῦτα ὑπηρετεῖν τό γε νῦν.

[2] διαλέξονται μὲν οὖν σοι κἀκεῖνοι διὰ ψηφίσματος ἐν χάριτος αἰτοῦντες μέρει περὶ ὧν ἔστιν ἰσχυρίζεσθαι τῷ νόμῳ. γέγραφα δὲ καὶ αὐτὸς οὐκ ἔχων τὸ ἐπιστεῖλαι φυγεῖν οὔθ' ὡς ἐπίπονον οὔθ' ὡς οὐκ οὔσης μοι παρὰ σοὶ παρρησίας.

[3] ὅτι δέ ἐστι βελτίω τὰ δεύτερα τῶν προτέρων, ἃ διὰ τοὺς ἐν τῷ διδάσκειν ἀδικοῦντας πέπρακται, καλῶς ἐπίσταμαι.

[1177]

Μενάνδρῳ.

[1]    Ἐγὼ τὰ μὲν ὑπ' ἀσχολιῶν, τὰ δὲ ὑπ' ἀθυμίας, τὰ δὲ τῷ τοὺς παρ' ὑμᾶς ἰόντας οὐ ποιεῖν δῆλον ὡς ἐξίοιεν ἀφῃρέθην τὸ ἐπιστεῖλαί σοι, πῶς, οἴει, βουλόμενός τε καὶ ἐπιθυμῶν; [2] ἑνὸς μὲν ἕνεκα τοῦ προσειπεῖν τὸν καλὸν καὶ ἀγαθὸν Μένανδρον, ἑτέρου δὲ τοῦ παρακαλέσαι σε φιλεῖν τε καὶ εὖ ποιεῖν Καστρίκιον τὸν σοφιστήν, σοφιστὴν μὲν ὄντα δεξιὸν καὶ ἄνδρα χρηστόν, δεδεμένον δὲ νόσῳ τοὺς πόδας, ὅθεν πολλὰ καὶ πολλῶν ἐλαττοῦται.

[3] ἀλλ', εἰ καὶ βραδέως, ἀμφότερα νῦν ποιῶ, σέ τε προσαγορεύω καὶ Καστρίκιον ἐν τοῖς ἄγαν σου φίλοις ἀξιῶ γεγράφθαι.

[4] πάντως δὲ οὐ νῦν πρῶτον τοὺς Μουσῶν ἑταίρους ὠφελῶν ὀφθήσῃ· πάλαι γάρ σοι τοῦτο μελετᾶται τὸ ἔργον, ἐπεὶ καὶ ὅλως πάντα οἷς ἔπαινος ἀκολουθεῖ μᾶλλον ἢ κέρδη ποιῶν διατετέλεκας πρότερον μὲν βελτίω τὴν γνώμην τοῦ σχήματος παρεχόμενος, νῦν δὲ ἀξίαν τῆς ἀρχῆς. μεθ' ἣν ὄψομαί σε ἐν λαμπροτέρᾳ καὶ πάλιν ἐν τρίτῃ καὶ πολλαῖς ἑτέραις τῶν θεῶν τὰ δίκαια ποιούντων καὶ σὲ μὲν τιμώντων, τὰς δὲ πόλεις σωζόντων.

[1178]

Καστρικίῳ.

[1]    Οὐκ ἄρα ὁ Χάρης μόνον ὑπισχνεῖτο μείζονα ὧν πράξειν ἔμελλεν, ἀλλὰ καὶ ὁ γενναῖος Καστρίκιος ἐν τῷ φῆσαι μὲν ποιήσειν λαμπρὸν ἔργον, ποιῆσαι δὲ οὐδαμῶς. καίτοι εἰ μὲν οὐκ ἦν σοι Φαβωρίνου βιβλία, τί χρῆν ἐπαγγέλλεσθαι; ὄντων δὲ τί ψεύδεσθαι ἔδει καὶ φίλον ἐξαπατᾶν;

[2] καὶ μὴν καὶ ἕτερον ἀδίκημα οὐ μικρὸν τῷ μὴ πέμψαι βιβλία προσθεῖναι τὸ μὴ ἐπιστεῖλαι. τουτὶ γὰρ ἦν οὐδὲ ἀπολογεῖσθαι ἀνεχομένου τῷ τὰ δεινότατα πεπονθότι.

[3] νῦν οὖν μοι δοκεῖς τριῶν ἕν γέ τι ποιήσειν, ἢ ἔργῳ τὰ ἐγκλήματα λύσειν ἢ λόγῳ πείσειν ὡς οὐκ ἀδικεῖς ἢ τῇ σιγῇ μείζοσιν αἰτίαις ἐνέξεσθαι.

[1179]

Κλεάρχῳ.

[1]    Ταῦτα καὶ τοιαῦτα ἐβουλόμην τε καὶ εὐχόμην Κλέαρχον ἡμῖν τὸν καλὸν ἐξευρεῖν τε καὶ νομοθετῆσαι. καὶ τὸ μὲν ἄμισθον πατρῷόν σοι, καὶ γὰρ ἐκεῖνος μετὰ μυρίας ἀρχὰς πενίαν ὑμῖν καλὴν ἀντὶ πλούτου κακῶς ἠθροισμένου καταλέλοιπεν. ἃ δ' εἰς σωτηρίαν μὲν τῶν ἀσθενεστέρων, κωλύοντα δὲ τοὺς δυνατοὺς ἀδικεῖν εἰσῆλθε, Ῥαδαμάνθυος ἀκριβῶς ἤ, τό γε ἀληθέστερον, τούτου τοῦ πατρός.

[2] ἀλλ' ἵνα μὴ τὸν μέλλοντα λόγον ἀποστερήσῃ τῶν ἐκεῖ μᾶλλον καιρὸν ἑξόντων ἡ ἐπιστολή, τὰ μὲν εἰς ἐγκώμια φέροντα ἀναβαλοῦμαι, πάντως δὲ καὶ προσθήσεις τοῖς ἔργοις καὶ ἡμᾶς ὥσπερ τὰ πρῶτα καὶ τὰ δεύτερα διδάξεις.

[3] νῦν δέ σου δέομαι τῶν ἀθλητῶν ἡμῖν ἐμπλῆσαι τὰ Ὀλύμπια. δέονται δὲ οὐ παρακλήσεως εἰς τὴν ὁδόν, ὑπὸ γὰρ τῆς δόξης τοῦ ἀγῶνος κέκληνται, ἀλλ' ἁμαξῶν καὶ ὑποζυγίων, ἃ δόντα σε βελτίω ποιήσει πρὸς ἀρχὴν ὁ Ζεὺς τιμώμενός τε καὶ τιμῶν. ὀφείλεις δὲ αὐτῷ χάριν καὶ πᾶσί γε τοῖς παρ' ἡμῖν θεοῖς, ὧν ἐθελόντων διέφυγές τε κινδύνους καὶ τὴν ἀρχὴν ἐδέξω.

[4] τοῖς μὲν οὖν ἀθληταῖς ἀποχρήσουσι καὶ ὄνοι, τοῖς δ' ἐπὶ τὰς πόλεις δραμουμένοις ἵππων δεῖ, εἴπερ ὡς ἀληθῶς δραμοῦνται. πέμπε τοίνυν ἀμφοτέρους, ὡς ἑκατέροις προσήκει, καί σου μεμνησόμεθα ἐν Δάφνῃ τοὺς νικῶντας στεφανοῦντες.

[1180]

Ἐλπιδίῳ.

[1]    Ἕτερα μὲν ἠλπίσαμεν περὶ τῶν Ὀλυμπίων, ὅτι δὴ λαμπρότατα τῶν πώποτε ἔσται τῶν τε σῶν ὀφθαλμῶν τυγχάνοντα κἀκείνων τῶν μεγάλων τε καὶ καλῶν καὶ φοβερῶν, οὓς ζημίαν ἡλίῳ φήσαιμ' ἂν οὐκ ὄντας ἔτι· πληροῦμεν δὲ ὅμως τὰ πρὸς τὸν θεὸν οὕτως ὅπως ἂν ἐξῇ.

[2] σοὶ δὲ ἄρα εἵμαρτο πάντως τι τὴν πανήγυριν ὠφελῆσαι. φέρων γάρ σε κατέστησεν εἰς τοῦτο ὁ δαίμων ὥστε ἐν σοὶ κεῖσθαι τὸ πλέον τῆς ἑορτῆς. ἡ γὰρ δὴ Ἰωνία τά τε ἄλλα καλὴ καὶ ἀθλητῶν γενναίων εὔφορος, οὓς ὁ μὲν τὸν ἀγῶνα τιθεὶς μεταπέμπεται τῇ παρὰ τοῦ στεφάνου δόξῃ καὶ χρήματα προστιθείς· μέγιστον δ', εἰ γνοῖεν ὅτι καὶ σοί τις σπουδὴ τούτους ἑτέρων προκεκρίσθαι. δῆλον γὰρ ὅτι καὶ γονεῦσι τοῖς αὑτῶν καὶ τοῖς ἄλλοις οἰκείοις οἰήσονται συμφέρειν τὸ ποιεῖν ἀφ' ὧν ἡδίων ἔσῃ.

[3] δέχου δὴ τὸν παρ' ἡμῶν, ὥσπερ εἴωθας, ἡμέρως καὶ μὴ μόνον ὅτου ἂν δέηται πράττειν, ἀλλὰ καὶ ὅ τι ἂν ἀγνοῇ, καὶ τοῦτο φράζειν τε καὶ πράττειν. [1181] [t]

Ἀτακτίῳ.

[1] Καὶ τῷ Διὶ χαριζόμενος καὶ Κανδίδῳ τῷ τὸν Δία τιμῶντι τῇ δαπάνῃ καὶ ἐμοὶ τῷ περὶ τὴν ἑορτὴν ἐσπουδακότι κίνησον ὅτι τάχιστα τοὺς ἀθλητὰς ἐνδειξάμενος ὡς σαυτοῦ βλάβην ἡγήσῃ καὶ οὐκ ἐπιτρέψεις, εἴ τι πρὸς ἡμᾶς ἐθέλοιεν ἢ ἀγνωμονεῖν ἢ βλακεύειν.

[1182]

Θεοδώρῳ.

[1]    Ἀπόδος τῇ πόλει χάριτας, ἥ σε τοσοῦτον ἔθηκεν, ὦ χρηστὲ Θεόδωρε. καὶ γὰρ εἰ πατρίς σοι τῆς Ἀραβίας τὸ κάλλιστον, ἀλλ' ὑπὸ τῆς ἡμετέρας ηὐξήθης καὶ ῥήτωρ ἄριστος καὶ ἀγῶνες καὶ νῖκαι καὶ πλοῦτος καὶ ἀρχὴ πρώτη τε ὁμοῦ καὶ μεγάλη, ἣν ὅτι σὺν δικαιοσύνῃ κατευθύνεις, πολλὰ ἀγαθά σοι γένοιτο. ἥκει γὰρ λόγος τῆς ἀρετῆς καὶ ὡς οἱ μὲν πείθονταί τε καὶ χαίρουσιν ἐπιταττόμενοι, οἱ δὲ ἀλγοῦσι μέν, σιγῶσι δὲ ἀντειπεῖν οὐκ ἔχοντες.

[2] τούτων δὲ χάριν ὀφείλειν οἴου Καλλιόπῃ τε καὶ Ἀπόλλωνι καὶ Διί, τοῖς ἡμετέροις θεοῖς. ἀλλὰ τῇ μὲν Μούσῃ τε καὶ τῷ Μουσηγέτῃ μετὰ ταῦτα τῶν μισθῶν ἐπιμελήσῃ· πρὸς δέ γε τὸν πατέρα τούτοιν ἤδη σοι τὰ δίκαια ποιεῖν ὑπάρχει. Ὀλύμπια μὲν γὰρ πλησίον, τὸ δὲ τῆς ἑορτῆς κεφάλαιον ἀθληταί. πολλοὺς δὲ τούτους ἡ ὑπὸ σοὶ γῆ τρέφει τε καὶ παιδεύει.

[3] τῆς μὲν οὖν διὰ χρημάτων παρακλήσεως ἡμῖν μελήσει, μαθέτωσαν δὲ καὶ τὸν εἰς τὴν πανήγυριν ἔρωτα καὶ φροντίδας καὶ ὡς οὐδαμῆ ταύτῃ λείπῃ τοῦ τὸν ἀγῶνα τιθέντος. μέγα γὰρ ἡμῖν ἐκεῖ ταῦτα ἐγνῶσθαι.

[4] ἐνθυμοῦ δὲ ὅτι τῶν ἐπιστελλόντων ἂν ἦσθα, οἷα ἐγὼ νῦν, εἰ παρ' ἡμῖν ἐτύγχανες ὤν. ἃ οὖν ἂν ἠξίους τὸν ἄρχοντα ποιεῖν, ταῦτα αὐτὸς ποίει νῦν, ἐπειδή γε εὖ ποιῶν ἄρχεις.

[1183]

Ἱερίῳ.

[1]    Λυδὸν εἰς πεδίον προκαλοῦμαι τὸν θεοῖς φίλον Ἱέριον εἰς θεῶν τιμὴν παρακαλῶν, ὃ ποιῶν διατελεῖ νύκτα καὶ ἡμέραν.

[2] τὸν μὲν οὖν μέγαν Σάραπιν καὶ τὸν γεωργὸν Νεῖλον καὶ τοὺς ἄλλους δαίμονας οἳ κατέχουσι τὴν Αἴγυπτον παρὼν καὶ θύων καὶ χειρὶ καὶ φωνῇ θεραπεύσεις· τὸν Δία δὲ τὸν ἡμέτερον σωτῆρα τὸν ἐν Δάφνῃ καθήμενον ἔξεστί σοι διὰ τῶν ἀθλητῶν ‹τιμᾶν›, εἰ τοὺς μὲν σπεύδοντας ἐπαινέσαις, τοῖς δὲ ῥᾳθυμοῦσιν ἐπιτιμήσαις, πᾶσι δὲ ποιήσαις φανερὸν ὅτι σοι μέλει τοῦ παρ' ἡμῖν ἀγῶνος οὐχ ἧττον ἢ τῶν αὐτόθι ποιουμένων.

[3] μισθὸς δέ σοι τῆς σπουδῆς, ὃν μόνον οἶσθα λαμβάνειν καὶ δι' ὃν μεμένηκας ἐν πενίᾳ· ἐπαινεσόμεθά σε κἀν τοῖς προάγωσιν ἐν ἄστει κἀν τοῖς μείζοσιν ἐν Δάφνῃ, καὶ πρὸς τοὺς ξένους, ὅταν θαυμάζωσι τοὺς νικῶντας, ἐροῦμεν· τούτων μέντοι τὰ Ὀλύμπια τετύχηκεν, Ἱερίου δὲ τοῦ δικαίου πέμψαντος. [1184] [t]

Δατιανῷ.

[1]    Μόλις ἐκινήθησαν οἱ πρεσβευταὶ παρ' ἡμῶν ὑπὸ φόβου θαυμαστοῦ, τὸν φόβον δὲ ἐνεποίει τὸ σὲ πρὸς τὴν πόλιν ἐσχηκέναι χαλεπῶς.

[2] οἱ μὲν οὖν ἐν ταῖς αἰτίαις ὀμνύουσιν ἦ μὴν ἠναγκασμένοι ποιῆσαι ἃ πεποιήκασι καὶ ταῖς μὲν χερσὶν αὑτῶν, τῇ γνώμῃ δὲ ἑτέρου πεπορθῆσθαι τοὺς ἀγρούς· ἐγὼ δὲ πεισθεὶς τούτους ἠδικηκέναι καὶ κοινὴν εἶναι τῆς βουλῆς τὴν ἁμαρτίαν, οἵ γε οὐκ ἐκώλυον, ἀναμνησθῆναί σε βούλομαι τῶν σεαυτοῦ λόγων, ἐν οἷς ἡμῖν διηγοῦ πολλάκις ὡς οἷς ἐγκαλεῖν εἶχες, τούτους ὄντας ἐν χρείᾳ συμμάχων ὤρθωσας.

[3] τὸν γὰρ ὡς καλῶν ἐκείνων μεμνημένον οὐ πάνυ καλὸν τὸν αὑτοῦ παραβαίνειν νόμον. ἀδικεῖ μὲν γὰρ οὐδὲν ὁ ἀμυνόμενος, ἔστι δὲ βελτίων ὁ παρὸν τιμωρίαν λαβεῖν οὐκ ἐθελήσας. τοῦ μὲν γὰρ πολλὰ τὰ παραδείγματα καὶ πανταχοῦ, καὶ καθ' ἡμέραν τοὺς ἀμυνομένους ὁρῶμεν, τὸ δὲ δοῦναι συγγνώμην θεοῦ τε καὶ θεῷ παραπλησίου. εἰ δὲ προσέσται τῷ μὴ λαβεῖν τὴν δίκην καὶ τὸ βοηθῆσαι τοῖς ὀφείλουσι τὴν δίκην, Ἡράκλεις, ὡς στεφάνων ἄξιον.

[4] ἔτι δὲ τὸ μὲν ἀσθενῶς διακείμενον παρὰ τοῦ μέγα δυναμένου δυνηθῆναι δίκην λαβεῖν τάχ' ἄν τις θαυμάσειεν ὡς οὐκ ὂν τῶν ῥᾳδίων· ὅταν δέ τις ἰσχὺν ἡλίκην σὺ κεκτημένος ‑ καὶ μένοις γε ἐπὶ τῆς ἰσχύος ‑ ἐλαύνῃ τοὺς ἀσθενεῖς, μάλα οὐχ ἡδὺ τὸ θέαμα. οὐδὲ γὰρ ὁ Ἡρακλῆς εἰ νοσοῦντας καὶ κειμένους ἀνθρώπους ἕλκων ἐρρίπτει, θαυμαστὸν ἂν ἦν.

[5] καὶ μήν, εἰ μὲν οἰόμενοι πείσεσθαί τι κακὸν ἥκουσι, κρείττων φάνηθι τῆς τῶν ἁμαρτανόντων ἐλπίδος· εἰ δὲ θαρροῦσιν ὡς σοῦ γε οὐκ ἂν λυπήσαντος. μὴ χείρων γένῃ τῆς ἐλπίδος.

[6] οἶδα γὰρ ἐγὼ πολλοὺς ἐκ μὲν τοῦ μετ' ὀργῆς τι πρᾶξαι βραχὺν ἡσθέντας χρόνον, ὕστερον δὲ ἀνιωμένους ἐφ' οἷς ἥσθησαν, ἑτέρους δὲ πάντα τὸν χρόνον ἡδομένους διὰ τὸ μὴ τὴν ἡδονὴν ἐκείνην ἡσθῆναι τὴν ἀπὸ τοῦ χαρίσασθαι τῷ θυμῷ συμβαίνουσαν.

[7] εἰ μὲν οὖν μὴ πολλὰ περὶ τὴν πόλιν ἡμῶν ἐπεπονήκεις, ἥττων ἂν ἦν ἡ μέμψις, εἰ τὰ νῦν ἔβλαπτες· ἐπεὶ δὲ σώζων καὶ κοινῇ πάντας καὶ καθ' ἕκαστον ἐν μέρει καὶ ῥυόμενος καὶ χεῖρα ὀρέγων καὶ κοσμῶν οἰκοδομίαις τὴν πόλιν διατελεῖς, μὴ διαφθείρῃς πολλὰς καὶ λαμπρὰς εὐεργεσίας ἐν τῷ τελευταίῳ, μηδ', ἂν ἐγὼ τὰ βελτίω διηγῶμαι, λόγος ἕτερος ἐπεισίτω τὸ δυσχερὲς περιφέρων, ἀλλ' ἔστω πᾶσα περὶ σοῦ διήγησις καθαρὰ τοῦ χείρονος.

[8] ‹εἰ› ἥξεις ὡς ἡμᾶς θεοῦ διδόντος, ἐμπλήσομέν σοι τὴν οἰκίαν οἱ τὸ προσειπεῖν σε κέρδος ἡγούμενοι. πότερον οὖν κάλλιον λέγειν σε τὰς αἰτίας, ὑπὲρ ὧν ἔτρωσας διὰ τῶν πρέσβεων τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τῷ τοὺς τραυμάτων ἀξίους εὖ πεπονθότας ἀποπέμψαι;

[9] ἔστι δὲ οὐ περὶ τοῦ παρόντος σοι μόνον ὁ λόγος χρόνου· τῶν μὲν γὰρ ἄλλων ἡμῶν ὁ τελευτήσας εὐθὺς ἐν λήθῃ, τὸ δὲ σὸν λαμπρόν τε καὶ κρεῖττον ἢ σβεσθῆναι, ὅ τε γὰρ ὕπατος αἵ τε ἐκ βασιλέων τιμαὶ καὶ τὸ βασιλέων τοῦ μὲν μαθητήν, τοῦ δὲ γενέσθαι διδάσκαλον, ἔτι δὲ οἰκιῶν κάλλη καὶ λουτρῶν πλῆθός τε καὶ μέγεθος καὶ χάρις, πάντα ταῦτα τοὔνομα καθέξει, κἂν τὸ σῶμα ἀπέλθῃ.

[10] δὸς δὴ τοῖς ἐσομένοις λέγειν ὡς οὗτος μέντοι τὴν Ἀντιόχου πόλιν οὐ πάντα ἄμεμπτον εἰς αὑτὸν λαβὼν ἔχων ἀνατρέψαι τε καὶ καταδῦσαι διεφύλαξεν οὐχ ἧττον ἐν τῷ καιρῷ τῶν ἐγκλημάτων ἢ ὅτε βελτίστην ἡγεῖτο.

[11] ταῦθ' ὅτε ἐπέστελλον, ἦσαν οἳ ληρεῖν με ἐνόμιζον καὶ λύκου, φασί, πτερὰ ζητεῖν· οὐ γὰρ ἂν πεῖσαι. ἐγὼ δὲ ἐκείνους οἷς ἐδόξαζον ληρεῖν ἡγούμην· πεῖσαι γὰρ ἂν καὶ ταῦτ' ἐμαντευόμην, οὐ τῇ τέχνῃ Κάλχαντος, ἀλλ' εἰς τὴν σὴν ἀποβλέπων γνώμην τε καὶ φύσιν. σὺ δ', οἶμαι, κύριος ἢ δεῖξαί με μάντιν φαῦλον ἢ Τειρεσίου βελτίω.

[1185]

Σαλουτίῳ.

[1]    Ἔδει μέν σοι τὸν οἶκον ἅπαντα εἶναι σῶν καὶ μήτε μικρὸν μήτε μεῖζον ἀπὸ τοῦ Φθόνου βέλος ἐφ' ὑμᾶς ἐλθεῖν, ἀλλ' ᾗ σὺ κέχρησαι περὶ τοὺς ἀρχομένους φιλανθρωπίᾳ, ταύτῃ πρὸς σὲ τοὺς θεούς.

[2] ἴσθι μέντοι θαῦμά σοι γενόμενον ἀπὸ τῆς συμφορᾶς. ἁπάντων γὰρ ἡμῶν οὕτως ἀφόρητον τὸ πρᾶγμα ἡγουμένων ὥστε μηδὲ τὴν ἐκ λόγου τολμᾶν προσάγειν παραμυθίαν σὺ γενναίως ἤνεγκας τὴν τῆς Τύχης προσβολὴν νομίσας πολὺ ταύτην μείζω εἶναι τὴν ἀριστείαν ἢ ὅσας αἱ πρὸς ἀνθρώπους δέχονται μάχαι. τὰ γὰρ παρὰ τῶν ποιητῶν περὶ τῆς ἀνθρωπείας εἰρημένα φύσεως εἰδὼς μετὰ τῶν ἐκεῖθεν ἐπῳδῶν παρετάξω καί σε οὐκ ἔκλινε τοσοῦτον κακόν.

[3] ἀλλ' ὁ μὲν ἐπηρεάσας ἡμῖν δαίμων ‑ καὶ γὰρ ἐμὲ νόμιζε τῶν πενθησάντων εἶναι ‑ τρέποιτο ἐφ' ἑτέρους, ἐπειδὴ τοῦ κακῶς ποιεῖν ὥσπερ τινὸς γέρως ἐπιθυμεῖ· τὴν δὲ πρεσβείαν ἡμῖν τυχοῦσαν ἁπάντων ἀπόπεμψον· ὡς οὐκ ἔστιν ὅτε οὐκ εὖ ἐποίησας ἁπλῶς ὅ τι ἐπαγγείλαιμεν δίκαιον τοῦτο καλῶν καὶ βασιλέα πείθων ὡς καλὰ μὲν αἰτοῦμεν, καλὸν δὲ τὰ τοιαῦτα χαρίζεσθαι.

[1186]

Θεμιστίῳ.

[1]    Βοήθησον τοῖς πρέσβεσι τὰ εἰκότα διά τε τὴν πόλιν ἥ σε πολλάκις ἐθαύμασε καὶ τὸν στέφανον ὃν φέρουσιν. εἰ δ' ἐστί τι καὶ τοὐμὸν ἔτι παρὰ σοί ‑ πείθομαι δὲ ὡς ἔστι ‑ τρίτον τοῦτο ἡμῖν ὠφελείτω τὴν πρεσβείαν.

[2] ἔστι μὲν γὰρ οὐ μικρὸν οὐδ' ὅσα τῆς τοῦ κρατίστου δεῖ Σαλουτίου γνώμης, ‹μεῖζον δὲ› πρὸς ταῦτα σὲ συλλαβεῖν εἰκάζω, ὅτι ἀεί σοι καὶ τὸ βασίλειον εὖ ποιοῦν ἀνέῳκται. τεκμαίρομαι δὲ τῇ τε σῇ καὶ τῇ τοῦ βασιλέως ἀρετῇ· ὁ μὲν γὰρ ἀνδρῶν ἁπάντων, σὺ δὲ φιλοσόφων ἄριστος.

[3] δὸς δὴ σαυτὸν τοῖς ἡμετέροις πολίταις καὶ τοῦ πολλαῖς θύραις ἐνοχλεῖν ἀπάλλαξον. κἂν τὸν φίλτατον ἡμῖν Δατιανὸν αἴσθῃ δυσκόλως ἔχοντα καὶ μεμνημένον τινῶν ἀγροικότερον πεπραγμένων ἢ πάντα παῦε τὸν θυμὸν ἢ ὅσον ἔξεστιν ἀφαίρει.

[1187]

Ἀλκίμῳ.

[1]    Μὴ θαυμάσῃς εἰ τὰ πολλὰ σιγῶν ἄνθρωπος οὐκ ἐπέστειλά σοι. σιγῶ δὲ ὑπ' ἀθυμίας, ἣν τὸ μὲν πρῶτον ἐνέθηκέ μοι τὸ τῆς ὑμετέρας πτῶμα· φίλη γὰρ ἐπὶ φίλοις ἀνδράσιν ἔκειτο πόλις.

[2] ἐπηύξησε δὲ τὴν λύπην θεῖός τε ἀπελθὼν καὶ μήτηρ. καὶ μέμνησαι δὴ τῶν ὀδυρμῶν, οὓς περὶ αὐτῶν ἐποιούμην. ὁ δὲ δὴ κολοφὼν δόρυ καὶ αἷμα καὶ θάνατος. τὸ δὲ ὅθεν ἴσασιν οἱ πάντα εἰδότες. οἶσθα δὲ καὶ αὐτὸς ὡς διεκείμεθα δεδιότες μὴ τὰ γενόμενα γένηται.

[3] ὃν οὖν ἔπληττε φόβος οὐ σαφής, τίν' οἴει ψυχὴν ἔχειν ἔργου φανέντος; ἆρ' ἂν πιστεύσαις ὡς ἀπειρήκασιν ὑπὸ τῶν ἐμῶν θρήνων οἱ συνοικοῦντες ἐμοὶ θεῶν τε καὶ γῆς καὶ ἀέρος καὶ οὐρανοῦ καὶ πάντων ἐγκαλουμένων ληγούσης τε ἡμέρας καὶ νυκτὸς ἀρχομένης, καὶ πάλιν ληγούσης μὲν νυκτός, ἀρχομένης δὲ ἡμέρας; οὐ γάρ ἐστιν ἐλπὶς δυναμένη τοῦ τραύματος ἀφελεῖν, ἀλλὰ τὸ μὲν ἀπολωλὸς μέγιστον, ὁ δὲ ὄλεθρος ὅλος. τὸ δὲ ἢ σὲ δεῦρο ἄξον ἢ ἐμὲ παρ' ὑμᾶς οὐκ ἔστιν. ἀλλ' ἀτεχνῶς ἔτι ζῶντες τεθνήκαμεν.

[4] ὅπερ οὖν ἔφην, μὴ σιγῶντός μου θαύμαζε, σιγῆς γὰρ ὁ καιρός. ἀλλ' εἴ τι καὶ μικρὸν ἐπιστέλλειν δυναίμην.

[1188]

Θεοδώρῳ.

[1]    Παρῆλθεν ὁ Κλέαρχος τὸν πατέρα τῇ περὶ τὴν Ἀσίαν ἐπιμελείᾳ. χρηστὸς μὲν κἀκεῖνος καὶ δίκαιος καὶ τὸ τῶν ἀρχομένων ὑπ' αὐτοῦ κρίνων συμφέρον, ἀλλ' ἥ γε τοῦ παιδὸς ὀξυτέρα διάνοια καὶ δι' ὧν ἂν εὐδαιμονήσαιεν πόλεις, δεινὴ μᾶλλον συνιδεῖν.

[2] σὺ δ' ὡς μὲν διδάξων συνηκολούθησας, γέγονας δέ, ὡς ἐμοὶ φαίνεται, μαθητής. καί σε μακαρίζω κοινωνοῦντα τῆς δόξης τῶν εὑρημένων, εἰ καὶ τῆς Κλεάρχου γνώμης ὁ πόνος.

[3] ἡμεῖς δὲ οὗ παρέδωκας ἡμῖν νέου φροντίζοντες οὐδὲ τοῦ μήπω φανέντος ἡμῖν ἀμελοῦμεν υἱέος μηνύσαντος μὲν ἡμῖν τοῦ καλοῦ Ἰουλιανοῦ τὴν ὠμότητα τοῦ παιδαγωγοῦ, κωλύσαντος δὲ τὸν πλὴν τοῦ τύπτειν εἰδότα οὐδὲν μὴ τοιαῦτα ποιεῖν. ἐκωλύθη δὲ πληγῶν ἀπειλῇ τὸ σκύτος ἤδη βλέπων ἐπ' αὐτὸν κεκομισμένον.

[4] καί μοι ἔδοξεν ἐκ πλοίου τε ἀφῖχθαι καὶ θαλάττης καὶ κακὸς ὢν ἁλιεὺς δόξαι ὑμῖν ἀγαθὸς ἂν γενέσθαι παιδαγωγός. ὅθεν δὴ καὶ πολὺς ὁ κατάρατος ἐν τῷ τύπτειν, ὃ ἔδρα τῇ κώπῃ τὴν θάλατταν. ὅτι δὲ οὐ ταὐτὸν θαλάττης νῶτα καὶ παιδὸς ἐλευθέρου, τοῦτο οὐκ οἶδε, μᾶλλον δέ, οἶδεν ὑπὲρ τῶν αὑτοῦ δείσας.

[1189]

Κλεάρχῳ.

[1]    Εἰ μὲν εἰς τὸ πέλαγος ἀφήσειν ἔμελλεν Ἀλέξανδρος, αὐτὸς ἂν ἐκάλει τοὺς Διοσκόρους καὶ ἡμεῖς ὑπὲρ αὐτοῦ, τοῖς γὰρ δὴ Τυνδαρίδαις γέρας ἐδόθη παρὰ Διὸς ῥύεσθαι τοὺς πλέοντας ἐκ κακῶν· ἐπεὶ δὲ οὐ δι' Αἰγαίου καὶ Ἰονίου κομίζεται νῦν, ἀλλὰ διὰ λειτουργίας πολλῷ χαλεπωτέρας τοῦ Σικελικοῦ πορθμοῦ, παρὰ σοῦ τὴν σωτηρίαν αἰτοῦμεν τοῦ μόνου κυρίου κωλύσαι τὰ κύματα ὑπερέχειν.

[2] δοκεῖ δέ μοι τίνειν δίκας Ἀλέξανδρος Ἀλεξάνδρῳ, οὗτος ἐκείνῳ τῷ Φιλίππου τῷ τῇ πόλει βαλομένῳ κρηπῖδα. φυγὼν γὰρ ἡμᾶς καὶ ἀτιμάσας φιλοῦντας οὐδὲν γλύκιον Παμφυλίας ἡγήσατο καὶ γήμας αὐτόθι παῖδάς τε εἶδε καὶ οἰκίαν ᾠκοδόμησεν, ἧς ἐρᾷ πλέον ἢ παιδικῶν ἕτερος. αὐτή τε γὰρ καλὴ καὶ μεγάλη καὶ ὁ δειπνῶν ἀποβλέποι τ' ἂν εἰς τὴν θάλατταν καὶ ναῦς ἐξ οὐρίων τρεχούσας καὶ ναυτῶν ἂν ἀκούσαι ᾀδόντων ἃ εἰώθασι· τοιαῦτα αὐτὸν ἀφέλκει τῆς πατρίδος φάρμακα.

[3] ποιῶν δὲ αὑτὸν ἄληπτον κοινωνεῖ μὲν αὐτὸς τοῦ μεγάλου συνεδρίου, τὸν υἱὸν δὲ φέρων εἰς λειτουργίαν ἐνέβαλεν ἀγαθῷ τὸ κακὸν ἰώμενος, οὕτω γὰρ βέλτιον εἰπεῖν ἢ κακῷ τὸ κακόν.

[4] καὶ ὅτι μὲν φεύξεται, οἶδεν· οἷ δὲ ἥξει, τοῦτο οὐκ ἐνεθυμήθη. ἀλλὰ νῦν τετάρακται καὶ τὸ βάθος ὁρᾷ καὶ ὡς πολλῶν δεῖ καὶ ὡς μικρὰ τὰ ὄντα, καὶ δέδοικεν ὑπὲρ τῆς φίλης οἰκίας.

[5] ποίησον δὴ τὰ δυσχερῆ λεῖα καὶ δεῖξον οὐ κακῶς βεβουλευμένον. μέγα δὲ τοῖς χορηγοῦσιν ἄρχοντος εὔνοια, μεῖζον δὲ τὸ παρὰ τηλικούτου. ὅταν δὲ πρὸς τῷ δύνασθαι καὶ σοφὸς εἰς τὸ βοηθεῖν ὁ τὴν ἰσχὺν ἔχων ᾖ, μεγάλην οὐ μεγάλαις δαπάναις ὁ χορηγὸς ἐκτήσατο δόξαν.

[6] φρούρει τοίνυν τὸν ἡμέτερον πολίτην, καλοῦμεν γὰρ αὐτόν, εἰ καὶ μὴ βούλεται, τοῦτο.

[1190]

Λητοΐῳ.

[1]    Εἰ δὲ μηδ' οἱ γάμοι μηδ' Ἀρίστων ὁ χρηστὸς γαμῶν ἐπανήγαγέ σε, τί σε κινήσει τῶν ἁπάντων, οὐκ οἶδα. καὶ οἴει μὲν διαπεφευγέναι τὸ πικρὸν ἐκεῖνο ῥῆμα τὸ τῆς προδοσίας, εἶναι γὰρ εἰρήνην καὶ ἐξεῖναι ῥᾳθυμεῖν· ἔστι δὲ τὸ μὲν ὄνομα εἰρήνης, τὸ μῖσος δὲ οὐκ ἀνῄρηται, ἀλλ' ὅσα ἂν λαθὼν δύνηται τρῶσαι, τιτρώσκει, καὶ φάσκων φιλεῖν ἔργῳ πολεμεῖ.

[2] ὁ δὲ ταπεινὸς μὲν ἐν ταῖς ταραχαῖς, θρασὺς δὲ ἐν ταῖς εὐπραξίαις ἀφεὶς τὴν κλίνην ἐν ἀγορᾷ στρέφεται Λυκῖνον καταδεδουλωμένος τρίγλαις τρισίν, ὃς τὰ πρῶτα πάντας ἑστιῶν τοὺς περὶ τοὺς αὐλοὺς ἀφεὶς ἑστιᾷ μόνον.

[3] καὶ δοκεῖ τοῦτ' εἶναι τοῦ μόνου καλουμένου τέχνη, ὃς πάλιν ἐπ' ἐκείνους ἥκει τοὺς λόγους, ὅτι τοῖς ἀνθρώποις εἶναι δοκοῖ θεός. φησὶ δὲ ἀφ' οὗ γέγονε καὶ τὸν ἥλιον ὁρᾷ, νενικηκέναι, τῆς δὲ ἥττης ἐπιλέλησται τῆς χθὲς καὶ πρῴην. φησὶ δὲ καὶ κρατήσειν, ἕως ἂν ἥλιος ᾖ.

[4] ὁ δὲ Κέρκωψ ἐκεῖνος ὁ τὸν Ἀρτέμιον σκυλεύσας αὖθις φύρει τὴν πόλιν γράμματα δεικνὺς Ἀσβολίου τε καὶ τοῦ τὴν μεγάλην καταισχύναντος ἀρχήν. Κέλσος δέ, ὦ Ζεῦ, βοᾷ δοῦναι μὲν οὐκ ἐθέλων, μὴ δοῦναι δὲ οὐ δυνάμενος.

[5] εἰ δέ τις ἦν πρῶτον τὰ σὰ ψέγων ὡς μετέχοντα θυμοῦ μείζονος ἢ προσῆκε, νῦν ὑπὸ τοῦ καιροῦ τὸν σὸν ἠνάγκασται ζητεῖν θυμὸν σαφῶς εἰπὼν ὅτι πάντα ἂν ἦν ἀσθενῆ δήτοι σοῦ παρόντος.

[6] ἐπὶ τούτοις ἐγὼ μέν σε οὐ καλῶ προδότην· ὅρα δὲ μὴ παρὰ τῶν πραγμάτων ἔλθῃ σοι τοὔνομα. [1191] [t]

Σευήρῳ.

[1]    Οἶμαι πάλαι τὰ δένδρα τετμῆσθαι καὶ κεῖσθαί γε πρὸς τῷ λιμένι τὰ ξύλα καὶ δεῖσθαι θαλάττης παρεχούσης νηὶ θαρρεῖν. ἔαρ δὴ τουτὶ καὶ χελιδόνες καὶ ἄνεμοι πέμποντες καὶ πελάγη μιμούμενα τῆς ἠπείρου τὴν ἀσφάλειαν.

[2] πλείτω δὴ τὰ ξύλα καὶ ὁ τὴν τιμὴν ληψόμενος. οὕτω γὰρ δείξεις ὅτι τιμῶντος ἦν τὸ τότε διωθεῖσθαι τὸ χρυσίον, ἀλλ' οὐ φεύγοντος τὸ συναγωνίσασθαι φίλῳ.

[1192]

Εὐγενίῳ.

[1]    Ἔμελλε μὲν καὶ μὴ δόντος μου τὴν ἐπιστολὴν λήψεσθαι πεῖραν τῆς σῆς φιλοξενίας Αὐξέντιος οὑτοσί. μιμούμενος γὰρ δὴ σύ γε τὸν θεὸν ὑπτίαις, φασί, ταῖς χερσὶ τοὺς παρ' αὐτὸν ἀφικνουμένους δέχῃ καὶ ὁ μὲν ἀπαλλάττει νόσων, σὺ δὲ ὅπως καὶ τὰ ἄλλα διάξουσιν ἡδέως, ποιεῖς.

[2] ἐπίτεινον δὴ τὰ εἰωθότα καὶ ἡμετέραν χάριν. εὐφρανεῖ δέ σε καὶ οὗτος οἷς περὶ ἡμῶν ἐρεῖ. μεμελέτηκε γὰρ ἐπαινεῖν τοὺς φίλους καὶ ἔστιν ἀνδρεῖος μὲν ἐν ἔργοις, πολὺς δὲ ἐν εὐφημίαις.

[3] ἔσται δὲ ἃ μὲν ἐρεῖ λαμπρά, σοὶ δὲ οὐκ ἄπιστα διὰ τὸ κατὰ νοῦν εἶναί σοι τὰ ῥηθησόμενα. ποιήσει δέ που ταὐτὸν καὶ παρ' ἡμῖν περὶ σοῦ, καὶ πᾶν ἔσται πιστὸν ὅ τι ἂν παρὰ σοῦ πεπρᾶχθαι λέγηται. τοιαῦτα γὰρ δὴ τὰ σά.

[1193]

Θεμιστίῳ.

[1]    Τῶν πεπολεμηκότων μὲν ἡμῖν ἐστιν Ἀλέξανδρος πάλαι, νῦν δέ γε τῶν συμμάχων. οὐ μέντοι πλείω ἐλύπησεν, ἡνίκα ἦν δυσμενής, ἢ φίλος γενόμενος εὔφρανεν. ἦν δὲ καὶ ὅσα ἐλύπει τὸ δίκαιον τιμῶντος· διδασκάλῳ γὰρ βοηθῶν ἐν ὅπλοις ἦν.

[2] ἐπεὶ δὲ ἐκείνῳ καιρὸς ἦν οἴκοι εἶναι, καὶ τούτῳ καιρὸς ἐγένετο μεθ' ἡμῶν εἶναι· ἐν ᾧ πολλοὶ μὲν αὐτοῦ λόγοι, πολλοὶ δὲ ὑπὲρ ἡμῶν πόνοι, πάντες ἥδιστοι, διότι ὑπὲρ ἡμῶν. ἐπιθυμῶ δὴ καὶ αὐτὸς ἀμείψασθαι τὸν ἄνδρα καὶ μὴ μόνον εὖ πάσχειν, ἀλλὰ καὶ ἀντευποιεῖν.

[3] εἰ μὲν οὖν ἦν μοι δύναμις, τῆς δυνάμεως ἀπέλαυεν ἄν· ἐπεὶ δὲ οὐκ ἔστι, τῆς προθυμίας ἀπολαυέτω καὶ γραμμάτων καὶ παρακλήσεων, ἃς ποιοῦμαι πρὸς ὑμᾶς τοὺς δυναμένους.

[4] βέλτιον μὲν οὖν, εἰ ἔπεισας αὐτὸν φιλοσοφεῖν ῥίψαντα τὴν ζώνην, καὶ γάρ ἐστιν αὐτῷ φύσις πρέπουσα ἐκείνοις τοῖς ἔργοις· εἰ δ' οὐκ ἂν μεταστήσαις, σὺ δ' ἀλλ' εὐδαίμονα ποίει τὸν Ἀλέξανδρον στρατιώτην καὶ τὸ καθ' ἡμῶν σκῶμμα λύειν ὡς τῆς ἀγαθῆς Τύχης φευγούσης τοὺς μετέχοντας λόγων.

[5] λόγους δὲ τοὺς μὲν τούτῳ δείκνυ πηδῶντι περὶ λόγους, τὸν δὲ ἐμοὶ πέμπε τὸν ἐν Ἀγκύρᾳ πρῴην τὰ μικρὰ μεγάλα ποιήσαντα. μικρὰ γὰρ αὐτοῦ δεῦρο τῇ τινων μνήμῃ κεκομισμένα περὶ τὸν πάντα ἡμᾶς ἀνδριάντα ἐκμαίνει.

[1194]

Ἰοβίνῳ.

[1]    Ἐπαινῶ τὴν Τύχην παραμένουσάν σοι· χρηστῷ γὰρ ἀνδρὶ καὶ γενναίῳ δίδωσι τὰ παρ' αὑτῆς. εἰ οὖν ὀρθῶς ἐν τῇ τῶν πονηρῶν ἰσχύι κατηγορεῖται, δικαίως ἂν ἐν ταῖς τῶν σπουδαίων εὐτυχίαις ἐγκωμιάζοιτο.

[2] ταύτης μὲν οὖν ἀεὶ τυγχάνοις φίλης· τὸν Ἀλέξανδρον δὲ ἡμῖν ἀγαθὸν ὄντα καὶ λαμπρὸν ἀπόφηνον νοῦν τε ἔχοντα καὶ λέγειν δυνάμενον καὶ τοὺς ὑπὲρ τῶν φίλων κινδύνους ἡδίους ἀσφαλείας ἡγούμενον.

[3] ἀπαγγελεῖ δέ σοι περὶ ἡμῶν ὡς ἐπὶ μὲν τοῖς οἰχομένοις ἀλγοῦμεν, τοῦ ποιεῖν δὲ λόγους οὐκ ἀμελοῦμεν, οὐ φιλοτιμίᾳ μᾶλλον ἢ τῷ τὴν ψυχὴν ἐπιχειρεῖν ἀπὸ τῶν λυπούντων ἀφέλκειν. καὶ μικρὰ μὲν ἡ βοήθεια καὶ οὐκ ἀρκεῖ νικῆσαι, μεῖζον δ' ἂν ἦν τὸ κακόν, εἰ μὴ τοῦτο ἐδρῶμεν.

[4] παραμυθοῦ τοίνυν καὶ αὐτὸς ἄνδρα φίλον. παραμυθήσαιο δ' ἄν, εἰ φαίνοιο τὰ πρὸς ἐμὲ φυλάττων. φαίνοιο δ' ἂν φυλάττων, εἰ μέγας Ἀλέξανδρος γένοιτο τὰ μὲν αὐτοῦ σοῦ πράττοντος, τὰ δὲ τῶν ἄλλων σοῦ κινοῦντος καὶ συναγωνιζομένου. [1195]

Εὐμολπίῳ.

[1]    Ἣν ὑπέσχου μοι προθυμίαν ἐπὶ τοὺς ἐχθρούς, ταύτην ὑπὲρ ἀνδρὸς ἀπόδος φίλου, ἐπειδὴ τὸν πόλεμον κατεθέμεθα νικῶντες. ἔδει γάρ, οἶμαι, ἀνθρώπους ὄντας εἰδέναι καὶ διαλλάττεσθαι.

[2]

καίτοι Ἀλέξανδρος οὑτοσὶ τοῦτον οὐκ ἐπαινεῖ τὸν νόμον, ἀλλ' ἐκεῖνον μᾶλλον τὸν ἕως ἂν ἐξῇ ζῆν παραινοῦντα πολεμεῖν. ἐγὼ δὲ τούτῳ μὲν οὐκ ἐπιτιμῶ, ῥᾳδίως δέ πως εἰς τὸ σπένδεσθαι καταφέρομαι. καὶ εἰ μὲν ὀρθῶς ἢ μή, σὺ κρινεῖς.

[3] ἐοικότα δέ σοι τὸν Ἀλέξανδρον τὴν ἀνδρίαν καὶ πάλαι φίλον ὄντα καὶ μὴ δοκοῦντα δεῖξον ἐν τοῖς εὐπόροις δοὺς ἀφορμὰς καλάς· ὡς ἔκ γε πονηρῶν πάλαι μὲν εὐπορεῖν ἦν, ὁ τρόπος δὲ οὐκ ἐπέτρεπε δίκαιος ὤν.

[1196]

Νικοκλεῖ.

[1]    Παρὰ Ἀλεξάνδρου μάθοις ἄν, ἐν οἷς ἡμεῖς, ὁ δὲ τὰ σὰ πρὸς ἡμᾶς ἐρῶν οὐκ ἦν. σὺ οὖν τῶν σαυτοῦ γίνου διδάσκαλος. πάντως δέ, εἰ καὶ τὰ τῶν ἀνθρώπων ἔχει σοι δυσκόλως, ἀλλ', ὃ πολὺ τοῦδε κάλλιον, εὐμενεῖς οἱ θεοί, μεθ' ὧν καὶ τῶν ἐνταῦθα ἐνοχλούντων ἐκράτεις.

[2] ἐμὲ δὲ μήτε κόθορνον μήτε Εὔριπον μήτε ἀνέμου παιδίον ἡγήσῃ ταῖς γενομέναις διαλλαγαῖς. εἰ μὲν γὰρ ἢ τὰ σὰ ἔψεγον ἢ οὓς πρὶν ἐμεμφόμην ἐπῄνουν, εἰχόμην ἂν ὡς ἀληθῶς ταῖς παροιμίαις· εἰ δὲ ἐκεῖνα μὲν τηρῶ, πρὸς δὲ τὸ εἰρήνην ἄγειν ἑτοίμως ἔχω καὶ τοὺς βλάψαντας ὠφελῶν χαίρω, σύγγνωθι, πρὸς Διός, τῷ πάθει, μᾶλλον δέ, φύλαξον ἣν πάλαι συγγνώμην ἔδωκας.

[3] πάλαι γάρτοι τοῦτο εἰδώς, ὅτι ὑφ' ὧν ἔπασχον κακῶς, τούτοις βοηθεῖν ἠξίουν, βλαβερὰν μὲν ἐκάλεις τὴν τοιαύτην φιλανθρωπίαν αὐτῷ τῷ ταύτῃ χρωμένῳ, κωλύειν δὲ οὐκ ἔχων οὐδὲν ἧττον ἐφίλεις. ᾔδεις γὰρ καὶ αὐτὸς πολλοῖς εἰς λόγους ἐλθὼν μετὰ μακροὺς πολέμους, οὓς ἐπαινεῖν μὲν οὐκ ἂν δύναιο, μὴ καλεῖν δὲ ἐχθροὺς ἐπείσθης. πολλὰ δὲ καὶ ὁ καιρὸς τὰ μὲν ἔπεισε, τὰ δὲ ἠνάγκασεν.

[4] ἐπεγένετο δέ τις εὐθὺς μαρτυρία παρὰ τῶν πραγμάτων, ὡς ἄρα εὖ βεβουλεύμεθα. τὸ σαφὲς δὲ γράφειν μὲν σφαλερόν, Ἀλέξανδρον δὲ ἔχων οὐκ ἀγνοήσεις. ᾧ συνεύξῃ μέν, εἰ μή σοι πάρεστι δύναμις, συμπράξεις δὲ τοῦ δύνασθαι παρόντος. εἴη δέ, ὦ θεοί, τὸ δεύτερον.

[1197]

Δατιανῷ.

[1]    Τοῦ χαίρειν ἡμετέροις γράμμασι σημεῖον τὸ ἀντεπιστέλλειν ἐκφέρεις. τῶν οὖν ἐκεῖθεν ἐπιθυμῶν οὐ παύσομαι γράφων. ἡ γὰρ ἐμπορία καλὴ χρυσᾶ ἀντὶ χαλκῶν ἔχειν.

[2] ἔναγχος μὲν οὖν ὑπὲρ ὅλης τῆς ἡμετέρας ἐδεόμην ἀδικεῖν μὲν αὐτὴν ὁμολογῶν, σὲ δὲ ἀξιῶν καὶ οὕτως ἐκ φιλανθρωπίας κτήσασθαι δόξαν, καὶ οὕτως ἐγώ σε καλῶς ἐπίσταμαι ὥστε καὶ ὑπεσχόμην αὐτοῖς τὰ βελτίω, καὶ νῦν οἶμαί τι ὧν ἐμαντευσάμην πεπρᾶχθαι· ἡ παροῦσα δέ μοι σπουδὴ Ἀλεξάνδρῳ τούτῳ γενέσθαι γινώσκεσθαι παρὰ σοῦ.

[3] τοῦτο δέ ἐστιν Ἀλεξάνδρῳ τύχης ἀμείνονος γενέσθαι ταύτην ἀρχήν. ὅσοι γὰρ ὑπὸ τῇ σῇ γεγένηνται πτέρυγι, τούτοις ἐξ οὐρίων ὁ βίος ἔδραμεν.

[4] ἔστι δὲ οὐκ ἀνάξιος τῆς παρὰ σοῦ προνοίας ἁνήρ. καὶ γὰρ ἐν Μουσῶν ἐτράφη κήποις καὶ ἐπὶ τοῦ βήματος ἔδειξε τὴν τέχνην καὶ βαρὺς ἐχθροῖς καὶ χρήσιμος φίλοις καὶ χάριν λαβὼν οἶδεν ᾆσαι τὸ δοθέν. ἔτι δὲ ἡ γνώμη μὲν ἐγρήγορε, τὸ σῶμα δὲ οἷον ἔργοις ἀρκέσαι.

[5] τοῦτον ἕνα δέομαι τῶν περὶ σὲ γενέσθαι καὶ λαβεῖν ἐξουσίαν εἰσιέναι τε καὶ λαλοῦντος ἀκούειν ἐκεῖνα τὰ ἥδιστά τε καὶ ὠφελιμώτατα. καὶ γὰρ ἂν μηδὲν ἕτερον προσγένηται τῇ διὰ τούτων τιμῇ, τό γε τούτοις τετιμῆσθαι τῶν Κινύρου ταλάντων ἀνδρὶ νοῦν ἔχοντι μεῖζον.

[1198]

Ὀλυμπίῳ.

[1]    Οὐ συνίστημί σοι τὸν ἑταῖρον Ἀλέξανδρον· πάλαι γὰρ ἀλλήλους ἴστε καὶ ἐπαινεῖτε, σὺ μὲν οὐκ ὀλίγα τούτου, σοῦ δὲ οὗτος τὰ πάντα. ἀλλ' ἐδόκει μοι πλημμελὲς τοιούτῳ καιρῷ μὴ χρήσασθαι γραμμάτων.

[2] γράφοντα δέ με εἰσῆλθε μνήμη δείπνων τε ἐκείνων καὶ λόγων, οἳ ἀπὸ τοῦ σοῦ στόματος ἔρρεον καὶ Θεμιστοκλέους ἡδομένου καὶ τοῦ πίνοντος σοφιστοῦ καὶ ὡς τὰ δοκοῦντα τῷ Διονύσῳ λέγων αὐτός τε ἐγέλα καὶ παρεῖχε τοῖς ἄλλοις γελᾶν.

[3] οἶμαι δὲ καὶ νῦν ὑμᾶς ὁμοίως δειπνεῖν καὶ σὲ μὲν μετὰ τοῦ γενναίου Θεμιστίου τῆς Πλάτωνος ἅπτεσθαι μελέτης, εἶναι δὲ καὶ τὸν τὰ μείζω τῶν ἐκπωμάτων ζητοῦντα.

[1199]

Καισαρίῳ.

[1]    Εἰ μὲν μὴ γράφων ἡμῖν ὑπὲρ ὧν ἐγράφομεν ἔπραττες, παρεμυθεῖτ' ἂν τὴν ἀπ' ἐκείνου λύπην ἡ ἐπὶ τῶν ἄλλων χάρις· νῦν δὲ καὶ σιγᾷς καὶ κενοὺς ἡμῖν ποιεῖς τοὺς ὑπὲρ τῶν φίλων λόγους.

[2] ὥστε καὶ πρὸς Ἀλέξανδρον τουτονὶ κελεύοντα ἐπιστέλλειν ἔφην ὅτι μεῖζον μὲν αὑτῷ ποιήσει τὸ τῶν ἐπιστολῶν φορτίον, πλέον δὲ ἴσως οὐδέν. πεῖσαι δὲ αὐτὸν οὐ δυνηθεὶς τὰ ὄντα περὶ τῶν γραμμάτων δοξάζειν εἰς ἀνάγκην καθιστάμην τοῦ γράφειν.

[3] λέγω τοίνυν ὡς πανταχόθεν ἄξιος ὁ ἀνὴρ προνοίας καὶ πατέρων ἕνεκα καὶ παιδείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· οὐδαμοῦ μὲν γὰρ προδέδωκε φίλον, οἱ μέγιστοι δὲ αὐτῷ γεγόνασι κίνδυνοι τὰ τῶν φίλων θεραπεύοντι. μάθοις δ' ἂν αὐτὸν ἀκριβῶς, εἰ τὸν ἄριστον Ὀλύμπιον ἔροιο, παρ' οὗ φάρμακα μὲν ψυχαῖς, φάρμακα δὲ σώμασι.

[4]

σὺ δ', εἰ καὶ ἡμῶν βραχύς σοι λόγος, ἀλλ' ἐκείνου γε ποιοῦ πολὺν καὶ φαίνου πιστεύων Ἀλεξάνδρῳ καὶ πρὸ τῶν πολλῶν ἄγων· οὐ γὰρ αἰσχυνῇ κοσμῶν στρατιώτην ῥήτορα.

[1200]

Δομιτιανῷ

[1]    Ἴσως οἴει μικρὰν εἶναί σοι τὴν ἀρχὴν καὶ κατὰ τὴν παροιμίαν Σκυρίαν, ἑτέρας δὲ εἶναι μείζονάς τε καὶ ἐν μείζονι λόγῳ. ἐγὼ δὲ οὐχ ὧδε κρίνω, ἀλλ' ἣν μὲν ἔχεις, εἶναι μείζω ὧν ἐλάττων εἶναι δοκεῖ, νικᾶσθαι δὲ ἐκείνας, αἳ δοκοῦσι νικᾶν.

[2]

καὶ ὅθεν γε ταύτην τίθεμαι τὴν ψῆφον, ἀκούοις ἄν. ἐγὼ πόλεως κάλλος ἡγοῦμαι τὴν τῶν ἐνοικούντων ἀρετήν, οὐ μῆκος στοῶν οὐδὲ ὕψος θεάτρων οὐδὲ πλῆθος οἰκιῶν. τούτου δὲ ὄντος τοιούτου Κύρῳ τὰ νικητήρια γίγνεται γενναίους ἄνδρας καὶ ἀγαθοὺς τρεφούσῃ.

[3] καὶ τὸν μὲν ἄριστον Ἀρίστωνα ὑπερβήσομαι τοῦ μὴ δοκεῖν ἐμαυτὸν ἐπαινεῖν, Πελάγιος δὲ οὑτοσὶ πάντας ἡμᾶς ἐξαψάμενος ἔχει τῇ τῶν ἠθῶν ἁρμονίᾳ καὶ οὐχ ἡμᾶς γε μόνον, ἀλλὰ καὶ πάντας οἷς ἐπέμιξεν. ἦλθε γὰρ δὴ μέχρι τῆς Ἰταλίας, ἡνίκα ἐπρέσβευε, καὶ οὐδεὶς οὕτως οὔτε λίθινος οὔτε σκληρός, ὃς οὐκ εὐθὺς εἴχετο.

[4] δοκεῖ δέ μοι κἂν εἰς τοὺς ὠμοτάτους Σκυθῶν ἐλθὼν ἡμέρων αὐτῶν τυχεῖν νικῶν αὐτῶν τὸν νόμον τῷ δεινῷ θέλξαι τρόπῳ. οὐκοῦν μεγάλη μὲν πόλις, ἧς ὁ πολίτης τοιοῦτος, λαμπρὸς δὲ νομεὺς ὁ τοιούτους ποιμαίνων;

[5]

ἤδη μὲν οὖν αὐτὸν ἔγνωκας, οὐ γὰρ ἂν ἐτίμας ἀγνοῶν· γενέσθω δέ τι πλέον καὶ παρὰ τῶν γραμμάτων, ὅπως ἡμεῖς οἱ ἰδιῶται διὰ τῶν ἀρχόντων ὑμῶν κοσμώμεθα καὶ δόξαν τουτὶ λαμβάνωμεν.

[1201]

Εὐηθίῳ.

[1]    Ἀναμνήσθητι πόνων τε ἐκείνων, οὓς ἐπόνησα περὶ σέ, καὶ λόγων, οὓς λαβὼν εἰς τὰ παρόντα ἥκεις, καί μοι δὸς χάριν, ἧς οὐκ ἂν μείζω δοίης· Πελάγιον τὸν χρηστὸν ἡδέως ὅρα κἄν τι δέηται δίκαιον, μὴ βοηθῶν φαίνου μόνον, ἀλλὰ καὶ ὡς ἥδιστα τοῦτο ποιῶν, κἂν εἰσίῃ μετὰ γραμμάτων βασιλέως φερόντων τινὰ ῥοπήν, πᾶσαν ἀφεὶς φιλονεικίαν βεβαιοῦν τὰς ἐπιστολάς. οὐ γὰρ ἀγνοῶ τοῦθ', ὡς ὑμεῖς κύριοι τὰ τοιαῦτα γράμματα εἶναί τι καὶ μή.

[2] εἰ μὲν οὖν πονηρόν τινα ἔμελλες εὖ ποιήσειν ἐμοὶ πειθόμενος, ἐμοὶ μὲν ἂν ἐχαρίζου, περὶ σαυτὸν δ' ἂν ἦσθα κακός· νῦν δ' ἀρκεῖ πρὸς ἔπαινον, Πελάγιον εἴ τις καὶ φιλοῖ καὶ ὠφελοῖ, δοκεῖ γὰρ ἀγαθὸς ὢν τὸν ἐοικότα φιλεῖν· ὥστε τὴν αὐτὴν ἐμοί τε καὶ σαυτῷ δώσεις χάριν.

[1202]

Λητοΐῳ.

[1]    Ἡ μὲν ἀθυμία πολλαχόθεν τῶν μὲν ἀρχαίων κακῶν οὐ λυομένων, ἑτέρων δὲ ἐπιρρεόντων, παραμυθία δὲ οὐδαμόθεν. ὥσθ' ὅ γε Πελάγιος ἡμᾶς ἐν δάκρυσι καταλέλοιπεν οὐδ' αὐτὸς οἷός τε ὢν μὴ κλάειν.

[2] τῶν γὰρ φιλτάτων ἡμῖν τινες μείζοσι τέχνης ἰατρῶν προσπαλαίουσι νοσήμασι, κἂν μή τις ἐκ θεῶν ἐπικουρία, πάλιν ἐκφοραὶ καὶ πένθη. οἶσθα δέ, ὅπως ὑπὸ τῶν τοιούτων πλήττομαι μελλόντων τε καὶ γινομένων, ὃ μὴ γένοιτο, ὦ πάντες θεοί.

[1203]

Μεγεθίῳ.

[1]    Θαυμάζοιμ' ἂν εἰ μὴ καὶ αὐτὸς τῶν τρεχόντων εἰς Βηρυτὸν ἔσομαι· οὕτω καὶ παῖδες καὶ ἄνδρες καὶ γέροντες πλέουσί τε καὶ πεζεύουσι καὶ πέτονται δόξης τινός, οἶμαι, κεκρατηκυίας ἀσθενῆ συνήγορον εἶναι τὸν μὴ ἐκεῖθεν πιόντα.

[2] καίτοι πολλὰ μὲν τῇ δόξῃ παραδείγματα μάχεται, πάντων δὲ μάλιστα τὸ σόν· ὃς μετὰ Δημοσθένους ἐπιθέμενος τοῖς τὰς μεγάλας περιφέρουσι διφθέρας ἔσωσας τοὺς ἐπὶ σὲ καταφεύγοντας. ἀλλ' ὅμως οὔτε σὺ πείθεις οὔτε τῶν ἄλλων οὐδείς.

[3] ἀλλ' ὁ φίλτατος ἡμῖν Ἀπρίγγιος ἥκει τὰ τῶν νέων πονήσων· πρὸς ὅν, οἶμαι, χρήσῃ σπουδῇ παίζων μὲν ἐν προοιμίοις, μετὰ ταῦτα δὲ ἤδη σκοπῶν, ὅπως ἂν ὡς κάλλιστα ὧν ἐπιθυμεῖ τύχοι.

[1204]

Παλλαδίῳ.

[1]    Νῦν ἔγνων ὅτι οὐδὲν ἄρα ἔδει τῶν πρὸς Ἐντρέχιον γραμμάτων. τότε δὲ ᾤμην αὐτὸν ἐγκεῖσθαί τε καὶ βοᾶν καὶ τὸν ἄνδρα ἀπαιτεῖν ἔσεσθαί τε μετριώτερον ἡγούμην ἐπῳδῇ τινι δι' ἐπιστολῆς ἐλθούσῃ. καὶ μᾶλλον ἐμοὶ προσῆκε περὶ τοιούτων τοιαῦτα γράφειν ἢ σοί γε δικαστῇ γε ὄντι πρὸς ἕτερον δικαστήν.

[2] ὅτι δὲ ὕβρις οὐδ' ἡτισοῦν εἰς σὲ διὰ τῶν πρὸς ἐκεῖνον ἐτολμᾶτο γραμμάτων, δῆλον ἐγγύθεν· ἀμφοτέρας γὰρ εἰς σὰς χεῖρας ἔπεμψα τὰς ἐπιστολὰς οὐκ ἂν πέμψας τὴν ἑτέραν, εἰ ἀπὸ φαυλοτέρας ἐγέγραπτο τῆς γνώμης.

[3] οὑτωσὶ μὲν ἀπολογοῦμαι μῆκος ἀφελών, οὗ τὴν ἀλήθειαν οὐ σφόδρα ὁρῶ δεομένην· σοὶ δέ τι δοῖεν οἱ θεοὶ γέρας καὶ τῶν προτέρων εἵνεκα καὶ τῶν δευτέρων, καὶ ὧν βεβοήθηκας καὶ ὧν μέλλεις.

[1205]

Θεοδώρῳ.

[1]    Τὸν ἰατρὸν Δημήτριον εἰ μὲν οὐκ ἐφίλεις, ἐδεόμην ἄν σου φιλεῖν· ἐπεὶ δὲ εὖ ποιῶν φιλεῖς, ἴσθι καὶ ἡμῖν χαριζόμενος ἐν τῷ φιλεῖν.

[1206]

Οὐλπιανῷ.

[1]    Ἐβουλόμην οὕτως εἶναι καλὸς ὥστε με ὁπόσον φῂς δύνασθαι διὰ τῶν γραμμάτων. νῦν δέ μοι δοκεῖς τὴν μὲν τέρψιν ἐξ αὐτῶν ἔχειν τῶν πόνων, τὸ γὰρ ὑπὲρ τῶν καλῶν πονεῖν ἡδίω ποιεῖ τὸν πονοῦντα, κοσμεῖν δὲ φίλου γράμματα γράμμασι σοῖς.

[2] ἡμῖν δὲ οὐ τὰ γράμματά σου κομίζει μόνον ἡδονήν, ἀλλὰ καὶ τὸ ὁπωσοῦν μεμνῆσθαι τοῦ κάλλους Οὐλπιανοῦ. ποιῶ δὲ αὐτὸ νῦν μὲν πρὸς Ὀλύμπιον, νῦν δὲ πρὸς Περγάμιον καὶ τῶν ἄλλων ὅσοι τοῖς ἀγαθοῖς οὐ φθονοῦσιν ἐπαινουμένοις.

[3] οὕτω καὶ πέμπων ἐπιστολὰς εὐφραίνεις καὶ μὴ πέμπων εὐφροσύνης ἀφορμὰς ἄλλως παρέχεις τοῖς φίλοις. [1207] [t]

Παλλαδίῳ.

[1]    Νουμήνιος ὁ χρηστὸς ἐν μεγάλοις ἐγκλήμασι γεγενῆσθαι ἔφησεν, ὅτι σε ἰδεῖν ἐτόλμησε γράμμα ἐμὸν οὐ φέρων. εἶτ' ᾤετο συνήγορόν με εὑρήσειν, ἐγὼ δὲ αὐτῷ γίνομαι κατήγορος δεύτερος. ἠδικούμην γὰρ μὴ γράψας, ὥσπερ σὺ μὴ λαβών.

[2] ὁ δὲ ἀμφίβολος ὢν καὶ ἀπορῶν, ὅ τι χρὴ λέγειν ‑ πρὸς δύο δέ φασιν οὐδ' Ἡρακλῆς ‑ ἔργῳ καλῷ παραμυθεῖται ἀμφοτέρους. λαβὼν γὰρ ἐπιστολὴν οὐκ ἄδηλον ὡς ἐθελήσει δοῦναι.

[3] καὶ μὴν κἀκεῖνο δῆλον, ὅτι μείζονος ἀπολαύσει τῆς παρὰ σοῦ προνοίας μετὰ τὴν ἐπιστολήν. εἰ γὰρ πάλαι τὸν ἄνδρα εὖ ἐποίεις ἔν τε τοῖς πρὸς αὐτὸν καὶ τοῖς εἰς τοὺς οἰκείους ‑ ἀπήγγειλε γὰρ ὧν τε ἔτυχε καὶ περὶ τῆς ὅλης ἀρετῆς, ὡς καταπεφρόνηται μὲν χρήματα, τετίμηνται δὲ οἱ νόμοι, θαυμάζεται δὲ ἡ γλῶττα ‑ εἰ οὖν οὐδὲ πρότερον ἀμελῶς εἶχες Νουμηνίου, γράμματα ἔχων νῦν ἐμὰ καὶ παράκλησιν, οἶδ' ὅτι καὶ τὴν ἐπιμέλειαν αὐξήσεις.

[4] ἀλλ' ὅπως ἡμῖν μετὰ σῶν ἐπανήξει γραμμάτων, μᾶλλον δέ, αὐτὸς αὑτῷ περὶ τούτου διαλέξεται μνήμῃ προτέρας γραφῆς οὐκ ἐπισπώμενος δευτέραν.

[1208]

Μαρίῳ.

[1]    Χρυσόγονος οὗτός ἐστι μὲν Φοίνιξ ἀπὸ τῶν ἐν τῇ μεσογείᾳ, γέγονε δὲ ἐξ εὐπόρου πένης διά τινας τῶν πολιτῶν, οἳ ἐγένοντο ἐκ πενήτων εὔποροι.

[2] τὸ μὲν οὖν πρῶτον ἀπὸ τῶν περὶ ἡμᾶς ἦν, καὶ ἦν οὐ κακὸς εἰς λόγους. ἔπειτα ἔπλευσεν εἰς Αἴγυπτον ὡς ταχέως κτησόμενος τὴν ἰατρικὴν τέχνην· καὶ γὰρ ἐκάλει Μάγνος αὐτὸν ὁ ταύτης διδάσκαλος, οἰκεῖος ὤν· ἐλθόντα δὲ προσεποιεῖτο οὐκ εἰδέναι. ὁ δὲ ἀθυμήσας ἐνόσει.

[3] ἐπαναπλεῖ τοίνυν τῷ μὲν καταρώμενος, προσλαβὼν δὲ οὐδέν, οὐ μικρὰ δὲ ὧν ἠπίστατο ἀποβαλών. τῶν πατρίων δὲ χωρίων ἐπέβη μέν, ἡνίκα τοὺς ἀδίκους ἠνάγκαζε σωφρονεῖν ὁ φόβος, πάλιν δὲ ἐξέπεσε παρελθόντος τοῦ φόβου.

[4] μία τοίνυν σωτηρία αὐτῷ γενέσθαι τε τῶν παρὰ σοὶ ῥητόρων καὶ τυχεῖν εὐνοίας τινός. εἰ γὰρ αἴσθοιντο ταῦτα οἱ μεμφόμενοι τῷ Διὶ μικρὰν πεποιηκέναι τὴν γῆν, πρὸ τῆς ψήφου πάλιν ἀποστήσονται τῶν ἀλλοτρίων ἢ τοῦτό γε οὐ βουλόμενοι τῇ ψήφῳ γε ἐξωσθήσονται.

[1209]

Νικεντίῳ.

[1]    Ἐγώ σοι πάλαι γεγένημαι φίλος ἐν πολλαῖς καιρῶν δυσκολίαις εὑρὼν εἰς ἐμαυτὸν πρόθυμον. τῇ φιλίᾳ δὲ ταύτῃ χρόνος δύο καὶ εἴκοσιν ἔτη. καὶ προΐοι γε δι' ὁμοίας ἀκμῆς, ἕως ἂν ἐμπνεῖν ἐξῇ.

[2] ἐν δὲ τῷ παρελθόντι χρόνῳ πολλὰ μὲν σὺ χαριζόμενος ἔδρασας, ἁπάντων δὲ ἐγὼ μέμνημαι. πρόσθες δὴ τοῖς πολλοῖς ἐκείνοις τουτί, μεῖζον μὲν οὐκ ἂν φαίην, ἔλαττον δὲ οὐδαμῆ. τοῦ γὰρ αὐτόν με σώζεσθαι τὸ τοὺς φίλους τοὺς ἐμοὺς εὖ πράττειν οὐκ ἐλάττονος σπουδῆς.

[3] φίλος δέ μοι γέγονεν Ἀλέξανδρος μετὰ μακρὸν πόλεμον ἐν ἑκατέρῳ τὸ τοῦ δικαίου μέρος τηρῶν. ἐμάχετό τε γάρ, ὅτε μὴ τοῦτο ποιῶν ἀδικῶν ἠλέγχετ' ἄν, ἧκέ τε ἐπὶ θάτερον τοῦ καιροῦ διδόντος ἄνευ μέμψεως φιλεῖν.

[4] ἐγὼ δὲ αὐτὸν τότε μὲν ἐλύπησα οὐδέν, νῦν δὲ ὠφελεῖν βουλοίμην ἄν. οὐ μὴν αἰτιάσομαί γε τὴν Τύχην ὡς ἀφῃρημένην με τὸ δύνασθαι. εἰ γὰρ κοινὰ τὰ φίλων, ὑμῖν δέ ἐστι δύναμις, οὐδ' αὐτὸς ἂν εἴην ἀσθενής.

[5] ἔστω δή σοι φίλος Ἀλέξανδρος καὶ δοκείτω καὶ καλείσθω, κἂν τοῦτο παγῇ, καλῶς ἥξει τὰ λοιπὰ ἀκολουθοῦντα. ὡς μᾶλλον σύ γε τῶν οὐ φίλων τινὰς εὖ ποιήσαις ἂν ἢ φίλου τινὸς ἀμελήσαις ἂν ἄλλως τε καὶ τοιούτου τὴν φύσιν, ὁποῖός ἐστιν Ἀλέξανδρος νοῦ μὲν ἐπὶ πλεῖστον ἥκων, θυμῷ δὲ εἰς δέον χρώμενος, ὡπλισμένος δὲ λόγοις, ὄκνου δὲ κρείττων, καιροῦ ‹δὲ› δεόμενος εἰς ἐπίδειξιν ἀρετῆς· ὅς, εἰ σὺ βουληθείης, εὐθὺς φανεῖται.

[1210]

Εὐελπιστίῳ.

[1]    Καλῶς ἐποίησαν οἱ θεοὶ σοί τε δείξαντες τὴν οἰκείαν καὶ τῇ Λακεδαίμονι τὸ μέγιστον ἀποδόντες φυλακτήριον. ἐπαινοῖντο δ' ἂν δικαίως, καὶ ὅτι τῆς εἰσβολῆς ἐκείνης τῆς οὐ πάντα εὐτυχοῦς οὐ μετέσχες. καίτοι ἡμεῖς γε ἠγανακτοῦμεν ὡς ἂν ἠδικημένοι. σοφώτεροι δὲ ἄρα οἱ κρείττους, δι' οὓς οὐκ εἶδες τετρωμένον, οὗ τὸ τραῦμα ἀκούων οὐ φέρεις.

[2] ἐκείνῳ μὲν οὖν ἴσον νέμοιεν τῇ περὶ αὑτοὺς θεραπείᾳ· Περγάμιος δὲ ὁ σοί τε καὶ ἐκείνοις φίλος τὰς μεγάλας καὶ πολυανθρώπους πόλεις καὶ παρ' αἷς κῶμος καὶ μέθη καὶ τὸ τὰ χείρω τιμᾶν, ἀφεὶς εἰς Σπάρτην ἥκει τὴν σώφρονα, μᾶλλον δέ, εἰς σέ, δι' ὃν ἡ Σπάρτη τοιαύτη, καὶ οἴεται πολλῶν τε καὶ ἀγαθῶν πλήρης ἔσεσθαι μαθημάτων. καὶ ὀρθῶς οἴεται. ἐγὼ γὰρ τὸ σοὶ συνεῖναι τοῦ θεοῖς μὲν ἔλαττον ἡγοῦμαι, κρεῖττον δὲ ἧς ἂν εἴπῃς ἑτέρας ὁμιλίας.

[3] δέχου δὴ τὸν ἑταῖρον ἡδέως καὶ ποιοῦ πολίτην· ὡς οὐ μέμψεταί γε ταύτην ὁ Λυκοῦργος τὴν ποίησιν. ἐγὼ δὲ αὐτόν, εἰ μὲν ἔλθοι ποτὲ παρὰ σοῦ, μεμνημένον ἰδὼν ἡσθήσομαι· μένοντος δὲ παρὰ σοὶ καὶ οὕτως ἄξιον εἰπεῖν ὡς ἡσθήσομαι. τὸ γὰρ τοῦτον οὗ προσήκει ποιεῖσθαι τὰς διατριβὰς ἐμαυτοῦ κέρδος ἡγήσομαι.

[1211]

Νικοκλεῖ.

[1]    Ἡμῖν ἐκεῖθεν ἀρξάμενα τὰ κακὰ ῥεῖ καὶ οὐχ ἵσταται καὶ νῦν ἐσμεν ἐν οἵοις ἀπαγγελεῖ σοι Περγάμιος, δεόμενοι λιθίνης ἀτεχνῶς καρδίας. βέλη μὲν γὰρ πολλά, φάρμακον δὲ οὐδέν.

[2] αὐτὸς δὲ Περγάμιος, πρὸς ὃν ὀδύρεσθαι καὶ μεθ' οὗ παρῆν ὀδύρεσθαι, τρέχει παρ' ὑμᾶς οὐδένα εἰδὼς αὑτῷ παρ' ἡμῖν ὄντα προσόμοιον ‑ ὃν τά γε ἄλλα ὅσα κοσμεῖ, τί ἄν τις διεξίοι; ‑ ἀλλὰ Νικοκλέα γε, τὸ τῶν Ἑλλήνων ὄφελος, οὐκ ἀγνοεῖ, σαφῶς δὲ οἶδεν, ὅστις μὲν σὺ περὶ τοὺς θεούς, ὅστις δὲ περὶ φίλους.

[3] ὄντος δὲ τούτου τοιούτου καὶ δεικνύντος ἀγαθὸν μετὰ τοῦ θαυμαζομένου τὸν ἐπαινοῦντα τὸν ἄνδρα ἐκεῖνον, εἰ δὴ τοῦτό γε δεῖ καλεῖν, ἀλλὰ μὴ πλέον τι ζητεῖν, μεθ' ἡμῶν μὲν ποθεῖ, μεθ' ἡμῶν δὲ δακρύει καὶ ἔστι τῶν ἀλγούντων ἐπὶ τῷ τῆς αἰχμῆς ἔργῳ.

[4] καὶ παρὰ τούτου τά τε ἄλλα μάθοις ἂν τά γε ἡμέτερα καὶ τὸ πότε ἐπείσθημεν καταθέσθαι τὰ ὅπλα. ἐν οἷς εὑρήσεις ἡμᾶς οὐχ ἑτέρους γεγενημένους, ἀλλὰ καλῶς βεβουλευμένους.

[5] ὁ γὰρ νενικηκώς, ὅταν ἐλπίζῃ τοῦ πολέμου μένοντος ἐπὶ τοὺς ἐχθροὺς μεταστήσεσθαι τούτῳ ‹τὴν Τύχην›, κρείττων ἂν εἴη βεβαιῶν αὑτῷ τὴν γεγενημένην νίκην ἢ τῇ φιλονεικίᾳ τὴν ἑτέραν ἐπισπώμενος Τύχην.

[1212]

Δημητρίῳ.

[1]    Οἱ ἄνδρες οἵδε τῶν περὶ τὸν Διόνυσόν εἰσιν ὑπηρετοῦντες καθ' ἕκαστον ἔτος τῷ μύθῳ τῷ περὶ τοῦ θεοῦ. ἥκουσι δὴ παρ' ὑμᾶς εὐφροσύνης ἕνεκα καὶ τοῦ χαρίσασθαι ταῖς ψυχαῖς.

[2] ποίει τοίνυν αὐτοῖς τὴν ἐπιδημίαν ἡδίστην, ἵν' οὗτοι μέν σε ἐπαινῶσι, ποιῇ δέ σοι τὰς ἀμπέλους ἡδυοίνους ὁ θεός. [1213] [t]

Εὐθαλίῳ.

[1]    Τοῦ Διονύσου μὲν οἵδε θεράποντες, ἐμοὶ δὲ φίλοι τά τε ἄλλα καὶ ὅτι τῆς τελετῆς τῶν τελούντων μετέσχον. ἀναπαῦσαι δὲ τὴν γνώμην μετὰ τοὺς πόνους ἐθέλοντες ἐν τῇ ὑμετέρᾳ τοῦτο ἤλπισαν εὑρήσειν.

[2] τοῦ δὲ μὴ κενὴν αὐτοῖς γενέσθαι τὴν ἐλπίδα σὺ κύριος δήπουθεν ὁ τήν τε πόλιν ἀνέχων καὶ ξένους ὁρῶν ὡς ἥδιστα.

[1214]

Ἀριστοφάνει.

[1]    Μικρὸν ἡμᾶς ἡγοῦμαι τῶν τεθνεώτων διαφέρειν, οἷς γε οὐδὲ ἐπιστεῖλαι πρὸς ἀλλήλους τοσοῦτον ἐξεγένετο χρόνον. οὔτε γὰρ ἐγώ, ὅ τι πράττεις, ἔχω εἰδέναι σύ τε ἴσως ταὐτὸν εἰς ἐμὲ πέπονθας.

[2] τὰ μὲν οὖν ἡμέτερα τὸν ἀπαγγελοῦντα ἔχεις, πάντα δυσχερῆ, πάντα ἀλγεινά, πάντα ἄξια δακρύων. ἃ δεινότερα ἂν ἦν, εἰ μὴ παρ' ἡμῖν ἦν ὁ νῦν σοὶ μὲν συνών, ἡμᾶς δὲ ἀπολιπών. Περγαμίῳ γὰρ διαλεγόμενον ἐξῆν μὲν εἰπεῖν τἀπὸ καρδίας, φασίν, ὑπῆρχε δὲ ῥᾴω γενέσθαι· πολλοὶ γὰρ ἐν αὐτῷ λόγοι δεινοὶ λύπην ἀνελεῖν ἢ εἰ μὴ τὸ σύμπαν, μέρος γε αὐτῆς ἀφελεῖν.

[3] ἀλλὰ νῦν, ὁρᾷς, Κόρινθος αὐτὸν ἕλκει καὶ Λακεδαίμων καὶ Ἀριστοφάνης, τὸ Λακώνων κεφάλαιον, ᾧ καὶ τοῦτο ἡ Τύχη βεβοήθηκε τὸ μὴ μετασχεῖν στρατείας, ἧς τὸ πέρας ἴσμεν.

[4] ἂν μὲν οὖν διὰ τάχους ὁ Περγάμιος ἀναστρέφῃ, καὶ τῶν ὑμετέρων αὐτὸς ἡμῖν ἔσται μηνυτής· εἰ δ' εὑρήσει λωτὸν ἐν Ἑλλάδι, δῆλον δὲ ὡς εὑρήσει, σὺ δ' εἰς λιμένα καταβὰς τοῖς ἐμπόροις χρῶ πρὸς τὸ ἐπιστέλλειν τοῖς φίλοις.

[1215]

Δατιανῷ.

[1]    Εὐμάθιον ἐγὼ φίλον ἀπ' ἐκείνης πεποίημαι τῆς ἡμέρας, ἐν ᾗ σου τὴν καλὴν ἦλθε κομίζων ἐπιστολήν· ὃ γὰρ ἐπὶ τῶν τὰ ἄλλα λαμβανόντων συμβαίνει, τὸ καὶ τοὺς φέροντας ἡδέως ὁρᾶν, τοῦτό μοι μεθ' ὑπερβολῆς πρὸς Εὐμάθιον γεγένηται· καὶ γὰρ τὸ δῶρον πάντα εἴδη δώρων ἐνίκα. τί γὰρ τοσοῦτον χρυσός, ὁπόσον γράμματα σά;

[2] ποίει τοίνυν ἡμῖν ὅτι πλείστους Εὐμαθίους. τοῦτο δέ σοι ῥᾷστον· αἱ γὰρ ἐπιστολαὶ τοῦτο δύναιντ' ἄν. καὶ γὰρ εἰ μὲν οὐκ ἐτύγχανον τῆς ἐξ ἐπιστολῶν γεγευμένος τιμῆς, ἐπεθύμουν μὲν ἄν, οὐ μέντοι σφόδρα ἂν ἴσως τῷ μηδὲ πεπειρᾶσθαι, νῦν δὲ τὸ πεπωκέναι τοῦ κρατῆρος ἐπιθυμεῖν ποιεῖ.

[3] δίκαιος ἂν οὖν εἴης ὧν ἔγευσας μὴ ἀποστερεῖν, ἄλλως θ' ὅτε καὶ τὰ πράγματα ἡμῖν οὕτως ἂν γίνοιτο μείζω. τὸ γὰρ ἀκούειν καὶ ὁρᾶν τὴν πόλιν τὰ γράμματα καὶ ὡς οὐκ ἐκβέβλημαι τῆς σῆς διανοίας καὶ μνήμης, ἀλλ' ἐν τῷ καταλόγῳ τῶν φίλων ἐγγέγραμμαι, πάντας ἡμῖν ἀπεργάσεται τοιούτους ὥστε μήτε μικρὸν μήτε μεῖζον μηδὲν μηδαμόθεν ἐναντίωμα ἀπαντᾶν.

[1216]

Μοδέστῳ.

[1]    Οὐκ ἐν τῷ δύνασθαι λαμβάνειν ἐπιστολὰς ᾤμην εἶναί σε· τοιαῦτα ἦν τὰ λεγόμενα, τὰ μὲν ἄνευ ὅρκων, τὰ δὲ καὶ σὺν αὐτοῖς, καὶ οὕτω πικρᾶς εἰχόμεθα φήμης. ὑπὲρ ἧς χάριν ἔχομεν τοῖς θεοῖς, ὅτι λόγος ἄλλως ἦν, ἔργον δὲ οὐδέν. χάρις δὲ καὶ τοῖν ἀρίστοιν βασιλέοιν εἰδόσιν ὧν δεῖ καταγελᾶν.

[2] γῆς δέ σοι πολλῆς παρ' αὐτοῖν δεδομένης οὐ μόνον κατὰ τοῦτο χαίρομεν, ὅτι ἀνὴρ φίλος γεωργεῖ, ἀλλ' ὅτι καὶ ἀγαθός. σημεῖον γὰρ τοῦτο τοῦ τιμᾶσθαι ἀρετήν. τιμωμένη δὲ ἀρετὴ πολλοὺς αὑτῆς ἐπιθυμητὰς ποιεῖ.

[3] ὥσπερ δὲ ἐκείνης σὺ πάλαι ἀρξάμενος ἐπιθυμεῖς, οὕτω καὶ σοῦ Περγάμιος, καὶ οὗτος ἀρξάμενος πάλαι. πάνυ δὲ πρὸς ὀλίγους τοῦτο πέπονθεν ἁνήρ· οὐ γὰρ πολλῶν, ἀλλ' ὀλίγων πολὺ τῶν πολλῶν βελτιόνων ἐθέλει φίλος εἶναι.

[4] δέχου δὴ τὸν ἄνδρα καὶ φίλει καὶ ἀπίστει τῷ μάρτυρι. μηδὲ κατὰ μικρὸν εἰς τὸ πιστεύειν αὐτῷ προαχθῇς, ἀλλὰ ταὐτὸ καὶ προοίμιον ἔστω καὶ ἀκμή. δεῖ γάρ σε μὴ ταὐτὸν ἐμοὶ παθεῖν, ὃς μικρὸν ἐπὶ μικρῷ τιθεὶς καὶ μόλις εἰς τὸ ἄγαν πιστεύειν ἐλθὼν πολὺν ᾐσθόμην ἐμαυτὸν ἐζημιωκὼς χρόνον.

[1217]

Μαρίῳ.

[1]    Πολὺν οὐκ ἔγραψα χρόνον· πολὺν γὰρ ἐπένθουν χρόνον· πολλοὶ γὰρ ἡμῖν ἀπῆλθον, οἱ αὐτοὶ πολλοὶ καὶ ἄριστοι, οἱ μὲν οὔπω γέροντες, οἱ δὲ σφόδρα νέοι.

[2] ἐμὲ δὲ ἔδει τὸν αὐτόν τε τοῖς ἄλλοις πενθεῖν τρόπον καὶ χωρὶς τὸν ἐμαυτοῦ τὸν ἀπὸ βιβλίων. παρεμυθεῖτο δέ με ἄλλο μὲν οὐδέν, ὅτι δὲ ἀνήγειρας τὰς πόλεις, αἷς ἐν χειμῶνι πολλῷ γαλήνην πεποίηκας, παρὰ δὲ ταῖς ἄλλαις ὁ χειμὼν κρατεῖ.

[3] σὲ μὲν οὖν ἐπαινεῖν ἄξιον ἂν εἴη τῆς περὶ τὸ ἄρχειν ἐπιστήμης, τὴν Τύχην δέ, ὅτι σοι λύσιν ἥκει φέρουσα τῶν περὶ τὸ ἄρχειν φροντίδων. σὺ γὰρ δὴ μόνος ἀρχῆς μὲν ἄκων ἥψω, διεδείχθης δὲ ἀνὴρ ἐν ταύτῃ τῇ μάλιστα τοῦτο δυναμένῃ δεικνύειν κατὰ τὴν παροιμίαν· ἀπέρχῃ δὲ παρ' αὐτῆς μεθ' ἡδονῆς στέφανον ἡμῖν ἐκ Φοινίκης κομίζων ἀμείνω τοῦ τοῖς ἀθληταῖς διδομένου παρ' Ἠλείων. ὁ μὲν γὰρ ῥώμην, ὁ δὲ σὸς οὗτος ἀρετὴν μαρτυρεῖ.

[4] τοῦ δὲ μὴ λαβεῖν τοὺς λόγους λήψῃ δίκην παρὰ Μαξίμου, εἰ μὴ καὶ Μάξιμον τὸ αὐτὸ ἐξαιτήσεται· καὶ γὰρ ἐκεῖνος ἐπένθει. [1218] [t]

Γαϊανῷ.

[1]    Ὃ ἐνομιζόμην ἀδικεῖν, τοῦτο καὶ αὐτὸς ἐνεκάλουν. καὶ ἔπειθόν γε ἐμαυτὸν ὡς δικαιότερα ἐνεκάλουν· σὺ μὲν γὰρ ᾐτιῶ τοῦ μὴ ἐπιστεῖλαί με, ἐγὼ δὲ σὲ τοῦ μὴ ἀντεπιστεῖλαι. αἴτιος δὲ οὔτε σὺ οὔτε ἐγώ, εἴγε μήθ' ὁ γράψας αἴτιος μήθ' ὁ μὴ λαβών.

[2] τί οὖν; ἐγκαλοῖμεν ἂν Μαρίῳ τῷ γενναίῳ τῷ τὴν ἐπιστολὴν οὐ δόντι, ἐγκαλοῖ δ' ἂν κἀκεῖνος τοῖς παρὰ τῆς ἀρχῆς πράγμασιν, ἃ πολλῶν πολλάκις ἠνάγκασεν ἐπιλαθέσθαι. ἐμοὶ μὲν οὖν συνεροῦντα ἥκει τὰ τῆς ἐπιστολῆς ἀντίγραφα· Μάριος δὲ αὑτόν, ὅπως βούλεται, τῆς αἰτίας ἀπαλλαττέτω.

[3] σὲ δὲ εἰ μὲν ἀπὸ τῆς ἀρχῆς ἠρξάμην θαυμάζειν, κεκολάκευκα καὶ εἰμὶ κακὸς ταύτην τὴν κακίαν, ἣν ὅστις νοσεῖ, μηδὲ ἐλεύθερος δοκείτω· εἰ δ' ἐπεσπάσω μου τὴν ψυχὴν τῇ σαυτοῦ ῥητορικῇ, τοῦτο δὲ πολλῷ τῆς ἀρχῆς πρεσβύτερον, μὴ τὰ μὲν ὑπερπήδα, τὰ δὲ συκοφάντει μηδ' οἴου τὰ ἡμέτερα κατὰ Πίνδαρον ἐπὶ λεπτῷ δένδρῳ βαίνειν, ἀλλά τι καὶ ἀδάμαντος μετέχειν.

[4] ἐγὼ δέ σε ἄρχειν μὲν εὐξαίμην ἄν, φιλῶ γὰρ τὰς πόλεις, οὐ μὴν ἄρχοντα μᾶλλον ἢ πεπαυμένον ἐν αἰδοῖ τε πεποίημαι καὶ φιλῶ· σὺ δὲ οὕτω πικρὸς ὥστε καιροῦ παραπεσόντος ἐτιμωρήσω· Ἰούλιός γέ τοι παρὰ τῶν μὲν ἄλλων γράμματα ἐκόμισε, παρὰ σοῦ δὲ σιγῆς αἰτίαν ἥκιστα πρέπουσαν ἀνδρὶ γενναίῳ καὶ οἷον σὲ πολλὰ μὲν ἔργα, πολλοὶ δὲ ἔδειξαν λόγοι.

[1219]

Οὐλπιανῷ.

[1]    Ἐκεῖνος μὲν πέπαυται τῆς ἀρχῆς, σοὶ δ' ἐγένετο μείζων μέν, οὔπω δὲ σύμμετρος. ἐν μόνῃ γὰρ ἂν τῇ μεγίστῃ τὸ μέτρον σωθείη, καὶ οἶμαί γε ταύτην ἔσεσθαι, βουλοίμην δ' ἂν ἔτι μου ζῶντος.

[2] Ῥουφῖνος δὲ ὅτι μὲν ἡγεῖταί με οὐ πάνυ Μουσῶν ἀλλότριον, οἶδα· τὸ δὲ παρ' ἐμοὶ κατατρίψαι τὴν ἡμέραν ὑπὸ σοῦ γεγονέναι πείθομαι. σὺ γὰρ αὐτόν, ὁπότε ἐξελθεῖν βούλοιτο, πάλιν εἰσῆγες εἰς τὸν δρόμον οὐ συγχωρῶν ἑτέρᾳ μνήμῃ τὴν ὑπὲρ ἐμοῦ τῶν ὑμετέρων ἐξελάσαι στομάτων.

[3]

λέγων δὲ ἡμῖν περί τε γῆς ὁπόσην ἐπῆλθε καὶ πόλεων καὶ ἐθνῶν καὶ τῶν τούτων ἐπιμελουμένων τῶν μὲν κατηγόρει, τοὺς δὲ οὐκ ἔψεγε, σὲ δὲ ἐστεφάνου λέγων μὲν οὐδὲν καινόν, οὐ γὰρ ἀφῆκεν ἡ φήμη, διδοὺς δὲ χαίρειν, ὅτι τὴν αὐτὴν τοῖς πολλοῖς ὁ τῶν ἀρχόντων ἄρχων ἔφερε ψῆφον.

[4] ταῦτά σοι μηνύω βραχὺ φροντίσας τοῦ τῆς ἐπιστολῆς ἀκροτελευτίου· παρακαλεῖ γὰρ πρὸς ἀρετὴν οὐκ ἐπανόρθωσις μόνον, ἀλλὰ καὶ τῶν ὀρθῶς πραττομένων ἔπαινος.

[1220]

Σκυλακίῳ.

[1]    Οὐδέπω με πεπαυμένον δακρύων εἰς μείζω θρῆνον ἐνέβαλες διὰ τῆς ἐπιστολῆς· οὕτως ἀκριβῶς διελέχθης περί τε τῶν ἀγαθῶν ὧν ποτε ἀπελαύομεν καὶ περὶ τῶν γενομένων ἄν, εἴ τις ἡμῖν θεῶν ἀποδεδώκει τὸν τὰς νίκας ἀνῃρημένον.

[2] ἐκεῖνον μὲν οὖν μᾶλλον ἐπαινοῦσιν οἱ πληγέντες ἢ ὑπὲρ ὧν παρετάξατο· τούτων δέ γε καὶ ὠρχήσαντό τινες δύο πόλεις, ὧν ὑπὲρ τῆς ἑτέρας αἰσχύνομαι.

[3] καὶ συγγνώμη γε αὐτοῖς. ὁ γὰρ κακὸς εἶναι βουλόμενος τὸν οὐκ ἐῶντα εἶναι κακὸν ἐχθρὸν εἶναι ἡγεῖται, κἂν ἀποθανεῖν συμβῇ τὸν σωφρονιστήν, ὁ μὴ δυνάμενος σωφρονῆσαι χαίρει διὰ τὸ ἐξεῖναι ἤδη εἶναι κακόν. τοιούτῳ συζῶμεν ὄχλῳ θεοῖς τε ἐχθρῷ κἀκείνῳ, περὶ οὗ σὺ καλῶς δοξάζεις τοῦ τῶν θεῶν αὐτὸν γραφόμενος χοροῦ.

[4] ἐγὼ δὲ καὶ αὐτὸς ταῦτά τε ὑπείληφα καὶ ἅμα στένω λογιζόμενος, τίνα μὲν ἠλπίσθη, τίνα δὲ ἐξέβη. καὶ γὰρ εἰ 'κεῖνος μετὰ τῶν κρειττόνων, ἀλλὰ τά γε ἐμὰ χείρω· λεγέσθω γὰρ οὕτως, ὅτι ἐμά.

[5] οἷον γὰρ ἂν ἦν τὸν μὲν ἐκ Μήδων, σὲ δὲ ἐκ Φοινίκης ἀφῖχθαι, τὸν μὲν αἰχμαλώτους ἄγοντα, σὲ δὲ ὀψόμενον τὰ ἆθλα τῶν πόνων, ἐμὲ δὲ λέγειν τι περὶ τῶν πεπραγμένων, μικρὸν ὑπὲρ μεγάλων, ἐκεῖνον δὲ εἶναι τὸν τὰ αὑτοῦ διηγούμενον. ἦλθεν ἂν καὶ νέφος κολοιῶν, γέλως ἐμοί τε καὶ σοί, λέγειν μὲν οὐκ ἐπισταμένων, παίειν δὲ ἄλλους ἐπιχειρούντων ἀντὶ τῆς αὑτῶν ἀμαθίας.

[6] τοιαύτην ἡμᾶς πανήγυριν ὁ δαίμων ἀφείλετο. καί μοι πολλοὶ μεθ' ὅπλων ἐπέθεντο καὶ ἐκείμην ἂν ὡς μήποτε ἰσχῦσαι, εἰ μή με ἐξήρπασεν ὅστις καὶ τὸν Ἄρη δεδεμένον ἐξέκλεψε. καὶ νῦν δέ τις ἀφῆκε βέλος κρυπτόμενος, καὶ ἐνεγεγράμμην ὡς δὴ δεινὰ ποιῶν, ἀλλὰ πάλιν θεῶν τις κωφὸν τὸ βέλος ἐποίησε καὶ μένω κατὰ χώραν ἐλπίσας ἀνάσπαστος ἔσεσθαι.

[7] τοῖς μὲν οὖν τοιούτοις τοξόταις ἀρέσειέ ποτε λῦσαι τὰς νευράς· γῆ δὲ ἡ Περσῶν ἐφθάρη μὲν ἱκανῶς· τὸν δ' ὑπὲρ τῶν ἔργων λόγον ἀπῄτουν μὲν τῶν ἐπανελθόντων τοὺς φίλους καὶ οὓς εἰκὸς ἦν μὴ τῆς περὶ τῶν τοιούτων ἀμελῆσαι γραφῆς, φάσκων δὲ ἕκαστος καὶ ἔχειν καὶ δώσειν ἔδωκεν οὐδείς, ἀλλ' οὐδ' ἀπὸ στόματος ἐδίδαξεν. ὁ μὲν γὰρ οἰχόμενος ὠλιγωρεῖτο, πᾶσα δὲ ἡ σπουδὴ τὰ περὶ αὑτὸν ἑκάστῳ.

[8] στρατιῶται δέ τινες οὐ πρότερόν με εἰδότες ἔδοσαν ἡμερῶν τέ τινων ἀριθμὸν καὶ ὁδοῦ μέτρα καὶ προσηγορίας τόπων· ἔργων δὲ οὐδαμοῦ διήγησις τὸ πᾶν δυναμένη μηνῦσαι, ἀλλ' ἀμυδρὰ καὶ σκιὰ καὶ συγγραφέως οὐχ ὑπηρετοῦντα στόματι.

[9] εἰ δή σοι καὶ τούτων ἐπιθυμία, ποίει μοι δῆλον, καί σοι ἥξει τὰ τῶν στρατιωτῶν· οὗτοι γὰρ καὶ ἔγραψαν, ἡμεῖς δὲ ἄλλους ἠλπίζομεν.

[1221]

Ἀνδρονίκῳ.

[1]    Τοῖς τῆς Φοινίκης ἀγαθοῖς κοσμεῖται τὸ κάλλιστον τῆς γῆς τοῦ μὲν ἀρίστου πάντων ἄρχοντος, τοῦ δὲ μετ' ἐκεῖνον ἀρίστου παρεδρεύοντος. ὃν ὅπως τὸ πρῶτον εἴδομεν, ἄκουσον.

[2] ἥκομεν ἐγώ τε καὶ Ὀλύμπιος εἰς τὸ Ἐλευσίνιον καὶ ἦμεν ἐν μέσῳ κήπων· τοιοῦτος γὰρ ἐκεῖνος ὁ στενωπός, κῆπος ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν. ὁρῶμεν οὖν ἄνδρα ἐφ' ἵππου ξένον καὶ πλῆθος ἀκολούθων, καὶ πρὶν πρὸς ἀλλήλους εἰπεῖν· τίς οὗτος; ὁρῶμεν ἀποβάντα καὶ προσείπομεν ἀλλήλους.

[3] ὁ δὲ παρά του τῶν παίδων λαβὼν ἐπιστολὰς ἡμῖν ἔδωκεν εἰπών, παρ' ὧν. ἐγὼ δὲ οἷς μὲν ἔλαβον ἡδόμην, τῷ δὲ μὴ καὶ Γαϊανοῦ γράμματα ἔχειν ἠχθόμην. ὁ δὲ λύπην τινὰ ἀπήγγελλεν ἐκείνου νομίζοντος ἀπημελῆσθαι. μικρὸν δὴ πρὸς ταῦτα ἀπολογησάμενος ἐπορευόμην ἔτ' ἔχων δεδεμένας τὰς ἐπιστολὰς καὶ τοσοῦτον εἰδὼς μόνον, ὡς ἐκ Φοινίκης ὁ δούς.

[4] διενοούμην μὲν οὖν ὡς ἀναγνωσόμενος οἴκοι, διελεγόμην δὲ πρὸς Ὀλύμπιον ὡς περὶ χρηστοῦ τοῦ δόντος ἑωρακὼς τὴν ψυχὴν διὰ τῆς μορφῆς. ἔλαμπε γὰρ τὸ 'κείνης ὡς ἀληθῶς κάλλος διὰ τῶν ὀμμάτων. ἐντυχὼν δέ τις ἡμῖν τῶν ἐκεῖνον βουλομένων ἰδεῖν ἤρετο, εἰ τὸν ἄνδρα εἴδομεν, εἰπὼν τοὔνομα καὶ ἐφ' ὅτῳ ἥκει. καὶ οὕτως ἤδη τὸ πᾶν εἴχομεν.

[5] καὶ σοὶ χάρις τῶν γραμμάτων, μᾶλλον δέ, τῆς φιλίας· τοῦτο γὰρ ἐν αὐτοῖς ἔπραττες καὶ νῦν ἀλλήλοις χρώμεθα. λόγους δέ σοι πέμψομεν πολλούς· εἰ δὲ φαύλους, ὁ μὴ καλῶν ἐπιθυμῶν αὑτῷ μεμφέσθω. τιμὴν δέ σε οὐκ ἀπαιτήσομεν, ἣν ἔχομεν. ἔχομεν δὲ οὐκ ἀργύριον οὐδὲ χρυσίον, ἀλλ' ὃ πολλῷ πάντων μεῖζον χρημάτων καὶ τῶν Κροίσου καὶ τῶν Γύγου καὶ τῶν Κινύρου, φιλίαν ἀνδρὸς τά τε ἄλλα γενναίου καὶ ῥητορικοῦ.

[6] τί οὖν ἄν τις ἐγγυητὴν καταστήσειε δῶρον οὕτω μέγα τούτῳ δούς, παρ' οὗ μικρὰ λαβεῖν ἀξιοῖ; ταυτὶ μὲν οὖν ὕστερόν σοι ποιήσομεν ὥστε σε λαμβάνοντα καμεῖν· περὶ δὲ τῆς τοῦ βασιλέως ἐπιστολῆς δοκεῖς μοι μείζω τῶν ὄντων εἰρηκὼς κεναῖς ἐλπίσιν ἀπατᾶν τοὺς ἀτυχοῦντας. ἡ δέ ἐστιν ὑπόσχεσις μὲν πρὸς ἐμὲ βοηθείας, βοήθεια δὲ οὔπω, παρ' ἧς ὠφελοῖτ' ἂν ὁ νόθος. νῦν δέ ἐσμεν ἐν τῷ πρίν.

[7] ὅμως δὲ αὐτὴν ἀπέσταλκα τοῦ παῦσαι τὰς μετρίους ἐλπίδας τοῖς εἰς ταὐτὸν μὲν ἥκουσί μοι κατὰ τὴν τύχην, οὐκ οἶδα δὲ εἰ τὴν τύχην ὥσπερ ἐγὼ φέρειν ἐπισταμένοις.

[1222]

Ἀκακίῳ.

[1]    Ἥκει σοι τὰ τιμιώτατα, γυνή τε ἀγαθὴ καὶ βέλτιστος υἱός, ᾧ μικρὰ δεδώκαμεν μείζω βουληθέντες. αἴτιος δὲ αὐτός, μᾶλλον δέ, ὁ θεῖος, ἴσως δὲ οὐδέτερος, ἀλλ' ὁ σὸς νόμος, δι' ὃν εἵπετο τῷ θείῳ γῆν ἐπιόντι πολλήν, ὡς οὐκ ἐνὸν ἄλλως σωφρονεῖν. ἐγὼ δέ, εἰ μὲν ἐνταῦθα μένων χείρων ἂν ἐγένετο τοὺς τρόπους, οὐκ οἶδα· ἐκεῖνο δὲ οἶδα, ὅτι πάντως ἂν βελτίων τοὺς λόγους.

[2] τούτους μὲν οὖν, εἰ καὶ πολὺς προεῖται χρόνος, κτήσεται νῦν. πολὺ γὰρ ἐν Καππαδοκίᾳ τὸ Ἑρμοῦ καὶ ῥεύματα λόγων ἄφθονα καὶ διδάσκαλος πολλῶν ῥητόρων πατήρ, Παλλάδιος ὁ γενναῖος, μέγεθος μὲν λόγων παρειληφώς, μέγεθος δὲ παραδούς.

[3] ἐνταῦθα ἡμῖν ὁ Μάρκος ἀσκείτω τὴν γνώμην μικρὸν ἀπαγαγὼν τῆς ζώνης τοὺς ὀφθαλμούς, τῆς αὑτοῦ λέγω, πρὸς δέ γε τὴν σὴν ὁράτω καὶ λογιζέσθω πρὸς αὑτὸν ὡς αὕτη μέντοι λόγων καρπὸς καὶ πρὸς ἐκείνῃ γε, ἣν αὐτὸς ἔχει, λόγων πατρῴων καρπός· ὃ εἰ λογίζοιτο, καὶ πρὸς τὴν αὑτοῦ βλέπειν ἐξέσται.

[4] τοῦτο μὲν οὕτω ποιήσετε· τὸν ἵππον δὲ ἡμῖν εἰ μὲν ἐπρίω, πέμψον· εἰ δὲ μή, ἐπίστειλον, ὅπως ἐπὶ τὸν δεύτερον ἴωμεν πλοῦν, τούτους δὴ τοὺς οὐ πολὺ τῶν χαλκῶν βελτίους. δεῖ δέ σε οὐδὲν φοβεῖσθαι μή τινα ὑποψίαν ἔχωμεν, ὡς οὐκ ἐβουλήθης. ἢν γὰρ ἀκούσωμεν ὡς ἀδύνατα, τοῦτο πιστὸν εὐθύς. οὔτε γὰρ τοὺς θεοὺς οὔτε τοὺς ἐκείνοις ὁμοίους ψεύδεσθαι δεῖ νομίζειν.

[1223]

Φιλίππῳ.

[1]    Ἔμελλον τὸ αὐτὸ πλημμελήσειν, ἀλλ' εὖ ποιοῦντα ἐλθόντα σου διεκώλυσε τὰ γράμματα. γενομένης δὲ αὖθις πρὸς τὸν θαυμαστὸν Ἀκάκιον ἐπιστολῆς μέλλοντός μου τῇ χειρὶ τὸ ἔρρωσο προσθήσειν φέρων τις ἐνέθηκε τὴν σήν. καὶ οὕτω τὸ μὲν ἀνεβαλόμην, γράφω δὲ ταύτην τὴν πρὸς σὲ συνηδόμενος ὑμῖν, τῷ μέν, ὅτι σὲ τῆς ἐπὶ τῶν ἔργων ἀρετῆς ἔχει μάρτυρα, σοὶ δ', ὅτι τῆς ἐν τοῖς ἔπεσιν ἐκεῖνον. οὐ γὰρ ἄδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τέττιγα ᾄδειν ἢ δεικνύντα τι τῶν παλαιῶν ἢ πλάττοντά τι νέον.

[2] ἱκανὴ δέ σοι πρὸς ᾠδὰς ὑπόθεσις Ἀκάκιος ὁ χρηστὸς ὁ μικρῶν μὲν οὐδὲ νῦν, μεγίστων δὲ μικρὸν ὕστερον ἐπιμελησόμενος. λέγω δὲ οὐχ Ἕλενος ὢν οἰωνοπόλων ὄχ' ἄριστος, ἀλλ' ἄνθρωπος ἐκ λογισμοῦ τὸ μέλλον ὁρῶν. οὔτε γὰρ λανθάνει γενναῖος ὢν τούς τε τοιούτους ἴσασιν οἱ βασιλεῖς ἐφιστάναι τοῖς πράγμασιν.

[3] σοῦ δὲ θαυμάσαι τις ἄν, ὅτι τῷ μὲν οὐ λαβεῖν γράμματα ἀδικεῖσθαι φῄς, τοὺς υἱεῖς δὲ ἀγαγών, εἶτ' εὐθὺς ἀπαγαγὼν ἀδικεῖν οὐκ οἴει πρῶτον μὲν ἐκείνους αὐτούς, εἶτα σαυτόν· καὶ ἡμᾶς δὲ ἀλγεῖν οἴου μὴ δυνηθέντας ἐν ἐκείνοις τὸ περὶ σὲ φίλτρον ἐπιδείξασθαι.

[4] καίτοι θέρος μὲν τουτὶ προσέρχεται, θεῶν δὲ βουλομένων ἔστη καὶ ἡμῖν ἡ πόλις· ἡ φοβοῦσα δὲ ὥρα παρελήλυθεν οὐδὲν ὧν ἠλπίσθη δράσασα, σὺ δ' οἴει δόξαν ἀποίσεσθαι τοῦ πάνυ ‹τὰ› τέκνα φιλεῖν, ἐγὼ μέντοι δέδοικα μὴ τοὐναντίον σοι γένηται.

[1224]

Σαλουτίῳ.

[1]    Μέμνημαί σου τῆς παλαιᾶς ἐκείνης χάριτος, ὅτ' Ὀλύμπιος μὲν ἔτρεμε μὴ τῶν βουλευόντων ἁδελφὸς αὑτῷ γένηται, τὸν φόβον δὲ ἐμήνυσα σοὶ καὶ παραχρῆμα ἐλέλυτο κληθέντος ἐπ' ἀρχὴν τοῦ τὸ τῆς βουλῆς προσδοκῶντος δίκτυον.

[2] τοῦ μὲν οὖν θαυμάζειν σε ἠρξάμεθα, ὅτεπερ καὶ τοῦ γινώσκειν· ἠκολούθει δέ γε τῷ θαυμάζειν καὶ τὸ φιλεῖν· ἡ βοήθεια δὲ ἐκείνη καὶ τὸ μὴ τῶν ἑλκόντων ἡττηθῆναι οὐδὲ τοὺς γονεῖς ἐᾷ πρὸ τῆς σῆς παρ' ἡμῖν τετάχθαι κεφαλῆς.

[3] νῦν οὖν τιμῶν σοι δικαίων παρὰ τοῖν βασιλέοιν γινομένων καὶ παντὸς στόματος ἓν ἔργον ἔχοντος τὰ σὰ θαυμάζειν νικῶμεν ἡμεῖς τῇ κατὰ ταῦτα ἡδονῇ πάντας ἀνθρώπους.

[4] καλὰ μὲν οὖν σου καὶ τἄλλα, τὰ γὰρ ἐκ πεπαιδευμένης ψυχῆς οὐκ ἔνι μὴ κάλλους μετέχειν· κάλλιστον δὲ ὃ περὶ τῶν τοῖς ἀδικουμένοις συναγορευόντων ἔγνως καθίσας εἰς ἀρχόντων θρόνους οἷς ὁ σὸς θρόνος πολλοὺς ἱδρῶτας συνῄδει.

[5] μεγάλου δὲ δοκοῦντος τοῦ δύο ἢ τρεῖς εἰς τοῦτο ἀφικέσθαι σχήματος καὶ τῶν τοῦτο δυνηθέντων ὑπάρχων ἢ βουληθέντων γε ἐπαινουμένων σὺ παντὶ φέρων ἔθνει ῥήτορα ἐπέστησας τὰς μὲν πόλεις σώζων τῇ τῶν ἐπιμελητῶν ἐμπειρίᾳ, τοῖς δὲ μακρῶν πόνων ἆθλα διδούς, τὰ δὲ τῶν διδασκόντων δι' ἄλλων πραγμάτων προάγων εἰς εὐδαιμονίαν.

[6] ἤδη γὰρ ἀνισταμένων τῶν τὰς δεξιὰς εἰς τὸ ταχέως γράφειν ἀκονώντων, τῶν δ' αὖ παρ' ἡμῖν ταπεινουμένων σὺ τὸ τῶν λόγων χρῆμα τοῖς τὰς ἀρχὰς λαβοῦσι κοσμήσας ἐνέπλησας ἡμῖν τὰ διδασκαλεῖα νέων ἔρωτα λόγων ἐνθεὶς ἐλπίδι τιμῶν ἴσων.

[7] μὴ οὖν ἐκείνους μᾶλλον ἢ ἡμᾶς τοὺς ὑπὸ ταῖς Μούσαις ζῶντας εὖ πεποιηκέναι νόμιζε μηδ' οἴου τοὺς τὰς μεγάλας στοὰς ταῖς πόλεσι δεδωκότας τοσαύτης τετυχηκέναι δόξης, ὅσην σοὶ τὰ περὶ τοὺς ἄρχοντας τούτους καὶ λόγους ἐνήνοχε. τὰ μὲν γάρ ἐστιν ἄψυχα μεγέθη, τὰ δὲ τὴν τῶν ψυχῶν ἀρετὴν ἀνθεῖν ποιεῖ καὶ πολλοὺς εἶναι τοὺς ἀσκεῖν αὐτὴν βουλομένους.

[8] ὃ δ' ἀπορεῖν ἐπῆλθε τοῖς τὴν γνώμην εὐποροῦσι, φράσω καὶ οὐκ ἀποκρύψομαι. ὡς τοὺς μὲν ἑώρων τὰ γραμματεῖα δεχομένους, περὶ δὲ τῶν ἤκουον, Ἀρσένιον δὲ ἀπερριμμένον, ἐζήτουν πρὸς αὑτούς, ὅθεν τοῦτο οὕτω γένοιτο, καὶ τοιαυτὶ διεξῄεσαν· οὐκ εὐγενὴς ἄνθρωπος; οὐ σώφρων ἐν παισίν; οὐ δίκαιος ἐν ἀνδράσιν; οὐ δεινὸς εἰπεῖν; οὐ διὰ δρόμων δικανικῶν ἐγγὺς ἥκει γήρως; οὐ καθαρὸς αἰτιῶν, οἷαι πολλοὺς πολλάκις τῶν ἐν δικαστηρίῳ βεβιωκότων κατέλαβον; εἰκὸς δὲ τὸν ἐνταῦθα κρείττω κακῶν λημμάτων καὶ δικάζοντα τὸ καλὸν πρὸ τοῦ κέρδους τιμήσειν.

[9] ἀπὸ τοιούτων τῶν πρὸς ἀλλήλους λόγων ἐπ' ἐμὲ προῄεσαν, ὡς ἐγὼ μέντοι τούτων αἴτιος ἐπιτάξας ἃ μὴ χρῆν κἀκεῖνος φίλῳ πειθόμενος βέβλαπται. τίνα οἴει με ψυχὴν ἔχειν, ὅταν ταῦτα ἀκούω, ἢ τίνα οἴκοι γενόμενον ἢ ποίας νύκτας διάγειν; καὶ γὰρ εἰ μηδὲν Ἀρσένιος ἐγκαλεῖ, ἀλλὰ πολλοὺς ἔχει τοὺς ὑπὲρ αὐτοῦ τοῦτο ποιοῦντας. ἐμὲ δὲ τὸν φίλοις οὐκ ὀλίγοις δόξαντα βεβοηθηκέναι δοκεῖν φίλον ἀπεστερηκέναι τιμῆς πάντως ἂν γενομένης ποῦ μέτριον ἢ ποῦ φορητόν;

[10] βοήθησον δή μοι, πρὸς Διός, κινδυνεύοντι περὶ δόξης καί με ὀνείδους ἀπάλλαξον, ᾧ συζῆν οὐκ ἂν δυναίμην. καὶ εἰ μὲν παρὰ τῶν οὕτως ὑπειληφότων συκοφαντοῦμαι, τὴν συκοφαντίαν στῆσον· εἰ δ' ὄντως τι καὶ τετόλμηται, δίκην μὲν ἐπίθες ἐμοί, τὸν δὲ δεῖξον τῶν μακαριζομένων.

[1225]

Πιεντίῳ.

[1]    Ἆρα μέμνησαι τῆς ἑσπέρας ἐκείνης καὶ τοῦ δείπνου καὶ ὡς ἡμεῖς μὲν ἐπὶ τὸ σαθρὸν τῆς οἰκίας ἐθέομεν μέρος, σὺ δ' ἡμᾶς ἐπὶ τὸ καινὸν καὶ φαιδρὸν ἄγων εἱστίας;

[2] ἐγὼ μὲν γὰρ οὐ δύναμαι τῆς ψυχῆς οὔτε τὴν τράπεζαν οὔτε τοὺς ἐν αὐτῇ λόγους ἐκβαλεῖν ἀρχὴν ἡμῖν φιλίας γεγενημένους, δι' ἣν ἥδεσθαί μοι περίεστι νῦν, ὅτι σοι πάλιν ὑπῆρξεν εἶναί τε ἐν βασιλείοις καὶ βασιλεῦσι διακονεῖν, οἳ σώζοιντό τε καὶ τὴν οἰκουμένην σώζοιεν χρηστοί τε ὄντες καὶ κοινοὶ τῶν ἀρχομένων πατέρες καὶ συκοφαντίας ἐχθροί.

[3] σὺ δ' ὅτι μέν με φιλεῖς, οἶδα· προσέστω δὲ τῷ φιλεῖν καὶ τὸ ἐπιστέλλειν, ἵνα σοι δοκῶμεν καὶ ἀπόντες συνεῖναι. τούτῳ γὰρ ἰσχύει τὰ γράμματα.

[4]

ἃ πολὺ ἂν ἡδίω γίνοιτο, εἰ διὰ Παιανίου πέμποιτο. ὃν ὅτι σοι φίλον ὄντα μετ' ἀμείνονος ἀποπέμψεις τοῦ σχήματος, δῆλον ἐμοί τε καὶ αὐτῷ καὶ πᾶσι τοῖς τὰ ἡμέτερα ἐπισταμένοις.

[1226][t]

Ἰοβίνῳ.

[1]    Ἤρκεσέ μοι τὸ λαβεῖν σε παρ' ἐμοῦ γράμματα· σὰ δὲ ἡδέως μὲν ἂν ἔλαβον, οὐ λαβὼν δὲ οὐκ ἀγανακτῶ· πολλὰ γὰρ τά γε ὑμέτερα πράγματα καὶ σχολῆς οὐ μέτεστιν εἰς ἐπιστολάς.

[2]

ἀλλὰ τοῦτό γέ σοι ῥᾴδιον, καὶ τὸ κωλύον οὐδέν, δοῦναι σαυτὸν εἰς ταῦτα, ὑπὲρ ὧν ἧκε Παιάνιος. δύνασαι δὲ τὰ μὲν αὐτὸς πρᾶξαι, τὰ δὲ ἑτέρους πεῖσαι. μέμψεται δὲ τὴν σπουδὴν οὐδεὶς τῶν τοῦδε τὸ γένος καὶ τὸν τρόπον καὶ λόγους ἐπισταμένων· τὸ μὲν γὰρ λαμπρόν, ὁ δὲ χρηστός, οἱ δὲ ἰσχυροί.

[1227]

Καισαρίῳ.

[1]    Παιάνιος οὑτοσὶ καὶ ἐμοὶ συμβούλῳ χρησάμενος ἥκει παρ' ὑμᾶς, ἦν γὰρ αὐτῷ βέλτιον ἐλθεῖν ἢ μένειν. καίτοι πικρὸν μὲν ἡ θάλαττα καὶ τὸ πλεῖν, ἃ δ' ἐκ τοῦ μὴ πλεῖν ἐγένετ' ἄν, μᾶλλον ἄν μοι λυπῆσαι τοῦτον δοκεῖ. σοὶ δὴ μελέτω τοῦ τὸν ἄνδρα εὖ πράξαντα ἀπελθεῖν· ὧν γὰρ ἂν οὗτος ἀπολαύσῃ κοινωνὸς εὐθὺς ἐγώ. ὡς οὖν ἐν τοῖς πρὸς τοῦτον εὖ ποιήσων ἐμὲ μηδὲν προθυμίας ἐλλίπῃς. [1228]

Νικεντίῳ.

[1]    Ἀνδρὸς ἡμῖν δεῖ τοῦ Παιανίῳ συγκαταπράξοντος ὑπὲρ ὧν ἐσπούδακε. σὲ δὴ τοῦτον ἐκεῖνον ἡγούμενος ἔδωκα τὴν ἐπιστολὴν παραινέσας αὐτῷ μηδενὸς μὲν δοκεῖν ἀμελεῖν, σοὶ δ' ὡς ἀληθῶς πιστεύειν.

[2] τῶν μὲν γὰρ ἄλλων οἱ μὲν οὐδ' ἂν προέλοιντο βοηθεῖν, οἱ δ' ἴσως οὐκ ἂν δύναιντο, τῶν δὲ τὰ μὲν προοίμια σφοδρά, τὰ δὲ ἑξῆς οὐ τοιαῦτα· παρὰ δὲ σοὶ καὶ τὸ ἐθέλειν καὶ δύναμις, καὶ τὰ δεύτερα ἀεὶ τῶν προτέρων ἀμείνω. ταῦθ' ἡμᾶς πέπεικεν ἐν σοὶ τὰς ἐλπίδας περὶ τοῦ παντὸς ἔχειν.

[3] βεβαίου τοίνυν ἡμῖν τὰς προσδοκίας παύων μὲν ἅπαν δύσκολον, προξενῶν δέ τι καλόν· ὡς οὐκ εἰς ἀχάριστον, ἀλλ' εἰς ἄνδρα σπουδαῖον ἐπιδείξῃ τὴν ἀρετὴν λόγων τε ἐπιστήμονα καὶ πρὸς ταραχὰς ἀνδρεῖον δόξης τε ἐραστὴν καὶ δοῦναι μᾶλλον ἢ λαβεῖν εἰδότα.

[4] νῦν μὲν οὖν με μείζω λέγειν οἰήσῃ, τῇ πείρᾳ δὲ τὸν ἑταῖρον μανθάνων πολλὰ φήσεις σεσιγῆσθαι τῶν ὄντων.

[1229]

Ἀταρβίῳ.

[1]    Ἔδει καὶ τὴν Εὐρώπην ἀπολαῦσαι τῶν σῶν τρόπων, καί σε ἔδωκεν ἀδελφὸς ἀδελφῷ, ποταμὸς ποταμῷ, Εὐφράτης Πηνειῷ. Γαλάταις δὲ ἀμφοτέρωθεν ἡ δόξα, Σύρων μὲν ἃ εὖ πεπόνθασιν ᾀδόντων, Μακεδόνων δὲ ἃ εὖ πάσχουσιν.

[2] ἔστι δὲ εὖ πάσχειν ἀξία γῆ τὸν μέγαν ἐνεγκοῦσα Ἀλέξανδρον κρείττω μὲν τοῦ πατρός, εἰ δὴ οὗτος Φιλίππου, οὐκ ἀνάξιον δὲ τοῦ πατρός, εἰ δὴ οὗτός γε τοῦ Διός. ἡμῖν μὲν οὖν ἀκούειν, Παιανίῳ δὲ καὶ ὁρᾶν ὑπάρξει τὰ σά.

[3] σοὶ δὲ Σύρων ἐπιμελητέον πανταχοῦ, παρ' οἷς πρώτοις ἐπεδείξω τὴν περὶ τὸ ἄρχειν ἀρετήν. εἰ δὲ πρὸς πάντας οὕτως ἑκτέον, περί γε τοὺς ἀρίστους πολὺ μᾶλλον σπουδαστέον.

[4] Παιάνιος δὲ οὐ πολλοὺς αὑτῷ παραπλησίους ἐνθάδε καταλέλοιπεν. ὃν ὅτι μὲν μεγάλα τὰ κινήσαντα, μάθοις ἂν καὶ παρ' αὐτοῦ τοῦ πεπλευκέναι· ὡς μικρῶν γε ὄντων οὐκ ἔσθ' ὅπως ἂν ἠνέσχετο κυμάτων. λυπηρῶν δὲ ὄντων τῶν κυμάτων οὐ πολὺ κουφότερον ἤπειρος, ὅταν τις ἐν πολλαῖς ἡμέραις μικρὸν ἀνύσῃ μέτρον.

[5] πέρασον οὖν ἡμῖν τὸν ἑταῖρον οὐ τὸν Δαιδάλου τρόπον, ἀλλ' οἶσθα ὃ βούλομαι. ἐν μὲν γὰρ τῷ ταχέως ἐλθεῖν οἷ σπεύδει καὶ ‹τὸ› τυχεῖν τινός ἐστιν· εἰ δ' εἰς τοῦτο συλλάβοις, λήψῃ καὶ τῶν ἐντεῦθεν ἐκβαινόντων τὴν δόξαν.

[1230]

Καστρικίῳ.

[1]    Καιρὸς ἥκει σοι καὶ τιμῶν καὶ λόγων, τοὺς μὲν δεικνύειν, τῶν δὲ τυγχάνειν. τοιοῦτος γὰρ ὁ γενναῖος Μάξιμος, οἷος τρέχειν τε ἐπ' ἀκρόασιν λόγων καὶ κοσμεῖν ἀγαθοὺς ῥήτορας.

[2] ἔδειξε δὲ ἀμφότερα ταῦτα ἐν τῇ δι' αὐτὸν μεγάλῃ τε καὶ καλῇ τοῦ Μίδου πόλει, δικαίως δ' ἂν κληθείσῃ καὶ Μαξίμου. πρὸς γὰρ ταῖς οἰκοδομίαις καὶ κρήναις καὶ νύμφαις καὶ περὶ τὴν σοφίαν ηὔξησεν αὐτὴν διδασκάλων τε προσθήκαις καὶ τοῖς τούτων πρὸς ἀλλήλους ἀγῶσι καὶ τῷ τοὺς μὲν νικῶντας τιμᾶν, τοὺς δ' ἡττηθέντας παρακαλεῖν.

[3] χρῆσαι οὖν τῇ γλώττῃ πρὸς ὦτα ἐπιστάμενα κρίνειν, καὶ εἴ τις ὄκνος κατέχει, τοῦτον ἐκδὺς μὴ κρύπτε τὴν δύναμιν· ὑπισχνοῦμαι δέ σοι καὶ τῶν νῦν ταραττόντων εἰρήνην· τοιοῦτόν σοι σύμμαχον ὁ Σάραπις ἤγαγεν.

[1231]

Βιταλίῳ.

[1]    Οὐχ ὅτι ἄρχεις, θαυμάζω, ἀλλ' ὅσον οὐκ ἄρχεις χρόνον· τὸ μὲν γάρ ἐστι πράττειν σε τὰ σά, τὸ δ' ἀργεῖν σε κατὰ τῶν ἐθνῶν. νῦν οὖν γνόντες ἐπὶ σοὶ γεγονέναι τὴν Ἰωνίαν συνήσθημεν τοῖς πατράσιν· ἐσμὲν γὰρ Ἰώνων γένος.

[2] ἐκείνους μὲν οὖν τῷ νόμῳ τῆς ἀρχῆς εὖ ποιεῖς, ἔχοις δ' ἄν τι καὶ τοὺς ἐξ ἐκείνων ἡμᾶς εὖ ποιεῖν. ἥδιστον μὲν γὰρ θεαμάτων ἡ διὰ τῶν θηρίων λειτουργία· θηρία δ' ἂν ἡμῖν ἐκεῖθεν οἰόμεθα πλείστου ἄξια γενέσθαι.

[3] οἱ μὲν οὖν κομιοῦντες ἥκουσι· τοῦ δὲ μηδὲν αὐτοῖς ἐναντίωμα ἀπαντῆσαι σὺ κύριος. ποίει τοίνυν αὐτοῖς, ὦ θαυμάσιε, πάντα εὔπορα καὶ λεῖα καὶ ἀνεῳγμένα, καὶ ὄρη καὶ πεδία καὶ λιμένας.

[1232]

Κλεάρχῳ.

[1]    Ἔγνωμεν ὅτι λαμπρὸς ἐπὶ λαμπροῖς ἀπὸ τῆς Εὐρώπης πάλιν ἐπὶ τὴν Ἀσίαν ἔπλευσας εὐδοκιμήσας οἷς τε ἐποίησας οἷς τε συνεβούλευσας. ἔδει δέ, οἶμαι, τὰ σώζοντα τὰς ὑπὸ σοὶ πόλεις κοινοὺς ἀποδειχθῆναι νόμους, ὥστε καὶ τοὺς ὑπ' ἄλλων ἀρχομένους σώζεσθαι διὰ σέ.

[2] τουτὶ μὲν οὖν προϊὼν ὁ χρόνος ποιήσει νικήσας τὸν φθόνον· νῦν δ' ἡμῖν τὸν ἀπὸ τῶν θηρίων τέρποντα τὴν Συρίαν ὅ τι ἔχεις ὠφέλει. πολλοῖς δ' ἂν δύναιο· καὶ πρῶτόν γε τοῦτον τὸν ἄνθρωπον, ὃς ἄρκτους ἥκει ληψόμενος, σαυτοῦ τε νόμισον καὶ ὑπὲρ σοῦ πεποιῆσθαι τὸν πλοῦν. καὶ πᾶσιν ἔστω δῆλον ὅτι σοι τῶν τῇδε περὶ ταῦτα δρωμένων οὐχ ἧττον ἢ τῶν ἐκεῖ πραττομένων μέλει.

[1233]

Καλλιστίωνι.

[1]    Μετὰ τοῦ Ἰδομενέως παρακαλοῦμεν καὶ τὸν Μηριόνην, μετὰ τοῦ γενναίου Σαλουτίου Καλλιστίωνα τὸν καλόν, κοινωνὸν ὄντα τῶν ἐπαίνων, ὅσοι γίνονται παρὰ τῶν ἀνθρώπων ἐκείνῳ. γεγόνασι δὲ πολλοὶ μὲν ἀεί, πλεῖστοι δὲ νῦν διὰ τὴν ἐπικουρίαν, ἣν τοῖς λόγοις βεβοηθήκατε, ὁ μὲν πράττων, σὺ δ' εἰσηγούμενος.

[2] ἐγὼ δὲ ἥσθην μὲν ταῖς δεδομέναις ἀρχαῖς, ἤλγησα δὲ οὐ μικρῶς· τὸν γὰρ φίλτατον ἡμῖν Ἀρσένιον δικαίως ἂν δικάζοντα καὶ αὐτὸν ἐν τοῖς δίκας λέγουσι τετηρήκατε. καίτοι τῶν μὲν ἡλικιώτης, τῶν δὲ οὐ πολὺ νεώτερος, τῶν δὲ καὶ πολὺ πρεσβύτερος, λόγοι τε ἰσχυροὶ καὶ γνήσιοι καὶ γνώμη βελτίων τῶν λόγων.

[3] ὃ δὲ ἐγκέκληται, πρῶτον μέν, ὦ 'γαθέ, μικρὸν εἶναι δοξάτω, καὶ γάρ ἐστι τοιοῦτον· ἔπειτ' ἐμὸν κεκρίσθω τοῦ καταναγκάσαντος, καὶ ὁ μὲν μὴ κεκωλύσθω τιμᾶσθαι, περὶ δὲ ἐμοῦ βουλεύεσθε. τίμημα δέ, ὅτῳ ἄν με κολάζητε, οἴσω. πάντως, οἷον ἂν ᾖ, τοῦτό γε ἔσται κουφότερον τοῦ φίλον δοκεῖν ἀνατετραφέναι.

[4] ἀλλά, πρὸς Ἀπόλλωνος καὶ Μουσῶν, παρ' ὧν σοι τὰ ἔπη, τὸν μὲν ἔντιμον κατάστησον, τοῦ δὲ ἔξελε τὴν ὀργήν. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. [1234] [t]

Ζηνοδώρῳ.

[1]    Σὺ μὲν ἡμᾶς τετίμηκας τοῖς ἀπὸ τῶν ὅρων γράμμασιν, ἡμεῖς δέ σοι συνευχόμεθα, ἅπερ εἰκὸς τοὺς φίλους, εὐμενῶν σε τυχεῖν τῶν Κιλικίαν ἐχόντων θεῶν, τὸ σῶμα δέ σοι κρεῖττον φανῆναι τῶν πόνων, γῆν δὲ πάντα πλεῖστα ἐνεγκεῖν, ἀέρων ‹δὲ› κεκραμένων τὰς πόλεις ἀπολαῦσαι, γενέσθαι δὲ τὸν τῆς σῆς ἀρχῆς χρόνον τὴν ἐπὶ Κρόνου, φασίν, εὐδαιμονίαν.

[2]

περὶ δ' αὖ τῆς γνώμης οὐδὲν εὐχῆς δεῖν ἡγοῦμαι τὸ καλόν τε ἀεὶ τετιμηκυίας καὶ γεμούσης νόμων· ὑφ' ὧν ἀμφοτέρων ἀνάγκη τὸ δίκαιον νικᾶν. σοὶ δ' αὖ καὶ τρίτον ὑπάρχει, πάρεδρος ἐπιστήμων, ἀγαθὸς γέρων, οὐδὲν οὐδαμοῦ πρὸ τοῦ ἐπαινεῖσθαι θαυμάσας.

[1235]

Ἰοβίνῳ.

[1]    Πολλά με τὰ πείθοντά ἐστι τὸν γενναῖον αἰδεῖσθαι Πετρώνιον· καὶ γὰρ συμφοιτητὴς καὶ ἦρξε σὺν ἀρετῇ καὶ νῦν ἐστιν ἐν βιβλίοις καὶ λόγοις, ὥστε τῶν εἰς σοφίαν φερόντων τὰ μὲν ἐρωτῶν, τὰ δ' ἀποκρινόμενος διατελεῖ καὶ τὸν ὕπνον ἀφαιρεῖ τῶν διδασκάλων· τὸ γὰρ ἐλπίζειν ὡς αὐτίκα φανεῖται Πετρώνιος οὐκ ἐᾷ καθεύδειν.

[2] οὗτος ἐβοήθησε μὲν ἐν τάξει ῥήτορος μυρίοις ἀδικουμένοις, ἐβοήθησε δὲ ἀπὸ ψήφου πλείοσι. καὶ ταῦτα οἶδεν Εὐφράτης ὁ ποταμός, εἶπεν ἄν τις ποιητικός.

[3] εἰ δὲ μὴ δαίμων τις ἄγριος ἀντέκρουσεν, ἦν ἂν νῦν ἐγγὺς τοῦ τὰ μέγιστα διοικεῖν. ἀλλὰ τὴν μὲν ἐκεῖθεν ἐπήρειαν τῷ πεπαιδεῦσθαι ῥᾳδίως φέρει· δίκης δὲ αὐτῷ γενομένης, ἐν ᾗ πόλεμός τις ἐξεφάνη νόμων, εἶδε μὲν ὁ κράτιστος Σεκοῦνδος, ὡς οἶμαι, τὰ τοῦδε τοὺς ἑτέρους τρέποντα, νομίσας δὲ μακρῷ βέλτιον βασιλέως γνώμῃ τὸν ἀγῶνα λυθῆναι τῶν νόμων γράψας ἐρωτᾷ τὸν τότε κρατοῦντα, τί χρὴ δρᾶν. ὁ δὲ μέλλων ἀποκρίνεσθαι ᾤχετο. μετὰ ταῦτα ἀσχολία τοῖν βασιλέοιν καὶ πλῆθος πραγμάτων, τὰ τούτου δὲ οὐδαμοῦ.

[4] ἵν' οὖν μὴ προϊὼν ὁ χρόνος παρασύρῃ τὴν ἐρώτησιν, σόν, ὦ 'γαθέ, γενέσθω ζητῆσαί τε τὰ γράμματα καὶ τἀπὶ τούτοις πρᾶξαι. τὸ πλεῖστον δ' ἐστὶ τῶν περὶ ταῦτα ἐν σοί.

[5] πρέποι δ' ἂν σοὶ τῶν ῥητόρων ἐπιμελεῖσθαι πλεῖστα δὴ λόγων ἀπολελαυκότι, ἐπεὶ καὶ τὸ παρὸν σχῆμα καὶ ἡ νῦν ὑπάρχουσα δύναμις ἴσως μὲν καὶ δι' ἄλλο τι, πλέον δὲ παρὰ τούτους ὑπῆρξεν.

[1236]

Οὐλπιανῷ.

[1]    Ἰού, ἰοὺ τῆς πλεονεξίας. καὶ τὸν τῶν λόγων κλῆρον ἁρπάσας ἔχεις ὁ αὐτὸς ἄρχων τ' ἀγαθὸς κρατερός τε σοφιστής. τὸν δέ γε ἄλλον χρόνον ὑμεῖς μὲν ἐπράττετε, ἡμεῖς δὲ ἐπῃνοῦμεν· ἀλλὰ νῦν ἑνὸς ἄμφω. τί γὰρ ἂν τοσοῦτον ἡμεῖς περὶ τῶν σῶν εἴποιμεν ἔργων, ὅσον σὺ περὶ τῆς μικρᾶς ἐκείνης ἐπιστολῆς;

[2] ἐνθυμοῦμαι δή, τί ποτε ἄρα δράσεις Φοινίκης λαβόμενος, ὁπότε νῦν δικάζων μὲν τοῖς οἰκείοις, πολεμῶν δὲ τοῖς βαρβάροις τό γε ἐργάζεσθαι δύνασθαι λόγους οὐκ ἀφῃρέθης.

[3] οὐ μὴν δέδοικά γε τὸ μέλλον, ἀλλ' ἀσπάσομαι τὴν ἧτταν ὡς νίκην. ὅταν γὰρ ὅ τε κρατῶν ὅ τε νικώμενος ὦσιν ἐπιτήδειοι, μετέχει πως ὁ νενικημένος τῆς νίκης. κοινὰ γάρ, φασί, τὰ φίλων.

[1237]

Διονυσίῳ.

[1]    Ἐπαινῶ σου καὶ τὴν τύχην καὶ τὴν γνώμην καὶ τὴν ἐπιστολήν· τὴν μέν, ὅτι διήλλακται, τὴν δέ, ὅτι χάριν οἶδεν εἰδέναι, τὴν δ' ἔχουσάν τι γλώττης Ἑλλάδος.

[2] οὐ μὴν ἐπιστολαῖς γε τοὺς ἐπαίνους τοῦ σεσωκότος μετρητέον, ἀλλὰ δεῖ τινα καὶ λόγον ὑπὲρ μεγάλων γενέσθαι ‹μὴ› μικρόν, ὅπως μὴ ἐλεούμενος εὖ πάσχῃς μόνον, ἀλλὰ καὶ θαυμαζόμενος.

[1238]

Παλλαδίῳ.

[1]    Τῇ παρὰ τῆς Ἀθηνᾶς ῥοπῇ τε καὶ συμμαχίᾳ τὰ μὲν τῆς Στυγὸς χαλεπὰ ῥέεθρα διέφυγεν Ἡρακλῆς, ὁ δὲ Διομήδης ὕστερον ἐπερρώσθη τε καὶ ἦν λαμπρός. δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ.

[2] σὺ δ' ἡμῖν ἄμφω περὶ τὸν Διονύσιον ἐπεδείξω καὶ παύσας τὸν κίνδυνον σκοπεῖς, ὅπως ἔκδηλος μετὰ πᾶσιν Ἀργείοισι γένοιτο καὶ δόξαν ἐνέγκαιτο. καὶ μεγάλα διδοὺς μικρὰ ἐπιστέλλεις.

[3] ἀλλ' ἐκεῖνος ἱκανῶς ἐδίδαξεν ὧν τε ἀπήλλακται νεφῶν ἐν οἷς τέ ἐστιν ἀγαθοῖς. ἔσται δέ ποτε τοῦτο τὸ ἔργον πρόλογος, ἐπειδὰν τὸν τῆς Συρίας παραλάβῃς θρόνον. τοῦτο δὲ οὐκ εἰς μακρὰν τῶν θεῶν τὰ δίκαια ποιούντων.

[4] καὶ νῦν δὲ οὐδεὶς ἀνήκοος τῶν ἡμῖν ὁμιλούντων τῆς προθυμίας, οὐδ' ἁπλῶς διηγούμεθα, τίνα καὶ τίνων ἔλυσας καὶ τίνων ἠξίωσας, ἀλλ' ἐφ' ἑκάστῳ τὸ τῆς εὐχῆς αὐτόν τε σῶν εἶναι καὶ παῖδα καὶ οἶκον καὶ τὴν τύχην εὐμενῆ καὶ τὴν δόξαν ἀκίνητον.

[1239]

Ἀρίστωνι.

[1]    Πάντα ᾔδειν τὰ ὑμέτερα καὶ μὴ γραφόντων· αὐτός τε γὰρ ἐπυνθανόμην τούς τε μηνύοντας εἶχον. καὶ πάντα ἦν καλὰ καὶ ἡδονῆς ἄξια. καὶ γὰρ δὴ καὶ περὶ τῆς γεωργίας, ἧς πᾶσαν τὴν πέριξ γῆν ἐλάττω κρίνω, καὶ περὶ ταύτης ἦν ἀκούειν, οἷα ἤθελον, ὡς σύ τε ὁ γεωργὸς οὐκ ἀμελήσαις ἥ τε ἄρουρα δέξαιτο εὖ καὶ καλῶς τὸ σπέρμα.

[2] τούτοις ὑπερφυῶς χαίρων ἔμελλον οἶνον μεταπέμψεσθαι παρ' ὑμῶν. τὸ γὰρ αὖ περὶ τὸν πόδα συμβὰν οὐκ ἠνείχετο ἑτέρου· φέρεσθαι γὰρ βούλεται μᾶλλον ἢ φέρειν ἄχθος.

[3] ὢν τοίνυν ἐγγὺς τοῦ γράφειν ἔλαβον ὑμῶν τὰ περὶ τῶν ξενίων γράμματα, καὶ τὸ ἔχειν ὃ ἐζήτουν χρηστοῦ τινος οἰωνὸς ἐκέκριτο.

[1240]

Στρατηγίῳ καὶ Ἀλβανίῳ.

[1]    Ἥσθην τῷ δώρῳ καὶ ᾤμην ἐν ἐκείνοις εἶναι τοῖς χρόνοις, ὅθ' ὑμᾶς ὁ πατὴρ ἧκεν ἄγων, τὸν μὲν ὡς λόγους ληψόμενον, τὸν δὲ ὡς ταῦτα ὀψόμενον, ὑμεῖς δὲ ἄρα ἦτε ἄμφω λόγους ἀγαθοὶ λαμβάνειν. καὶ εἰ δὴ ἔστι γῆρας ἐκδῦναι, τοῦτ' ἂν εἴη τὸ ἐν γήρᾳ παραπλήσιόν τι τῷ ἐπὶ τῆς νεότητος ἔχειν.

[2] ἐμοῦ δὲ τῆς μὲν ψυχῆς οὐδεπώποτε τῶν ὑμετέρων ὁ τύπος ἐξερρύη προσώπων οὔθ' ὑμῶν οὔτε τοῦ πατρός· ἐλθὼν δὲ Εὐσέβιος πάντα ἀκριβέστερον ἐπέδειξε φέρων ἑκάστου μέρος ἐν ἑαυτῷ.

[3] ἐβόα δὲ καὶ τοῦ χοροῦ τὸ πλέον, ὅτων ὁ νέος εἴη, μανθάνων καὶ οὐδὲν δεόμενοι ἐρωτᾶν, τίς πόθεν; καὶ πόθι τοι πόλις ἠδὲ τοκῆες; ὥσθ' ἡμῖν ἑορτὴν ἐποίει τὴν ἡμέραν ἐκείνην σύμβολόν τε ἀγαθοῦ τινος ἐφαίνετο μεγάλου πάλιν ἐκ τῆς ὑμετέρας οἰκίας ἐν ἡμετέροις σίμβλοις βοσκομένη μέλιττα.

[4] ἣν ὅτι πάσης ἀξιώσει προνοίας ὁ μελιττουργός, ὑμεῖς ἂν εἴποιτε πρὸς ἀλλήλους, οἳ παρὰ τὴν ἡμετέραν ἴσως εὔνοιαν τηλικοῦτοι γεγένησθε καὶ εἴη γε διὰ τέλους εἶναι μεγάλους.

[1241]

Ὀλυμπίῳ.

[1]    Πρότερόν τε ἐπιστέλλων οὐκ ἂν θρασύνεσθαι ἐδόκεις, ἀλλ' εἰκὸς πρᾶγμα ποιεῖν φίλῳ τε ἐπιστέλλων καὶ παρόντος τοῦ δύνασθαι, νῦν τε χαίρομεν νέον τε δεξάμενοι γενναῖον καὶ ἐπιστολὴν θείου χρηστοῦ.

[2] ἐγὼ δὲ ῥᾴθυμος μὲν εἰς οὐδένα τῶν ἐμοὶ προσιόντων οἶδα φανείς, ἀλλ' αὐτὴν αἰτίαν εὑρήσει· τὸ δὲ τῶν Γαλατῶν οὕτω παρ' ἐμοὶ τίμιον ὥστ' εἰ πρὸς τῷ τἀμὰ περὶ αὐτοὺς πονεῖν καὶ τὰ 'κείνων ὑπὲρ αὑτῶν ὑπῆρχεν ἐμοὶ πονεῖν, οὐδ' ἂν τοῦτον ἔφυγον τὸν ἱδρῶτα.

[3] κοινῆς δὲ ταύτης οὔσης πρὸς τὸ πᾶν ἔθνος τῆς γνώμης τῶν μὲν ἄλλων Ἄγκυρα προτετίμηται, τῶν δ' ἐν Ἀγκύρᾳ τὸ ὑμέτερον γένος· καὶ γὰρ ὑμεῖς τοῖς εἰς ἡμᾶς τὰ τῶν ἄλλων νενικήκατε.

[4] μὴ τοίνυν με παρακάλει φροντίζειν τῶν Εὐσεβίου πραγμάτων. [1242] [t]

Ἀνδροκλεῖ.

[1]    Παῖδά μοι ἔπεμψας ἐμὸν ἐξ ἐκείνης τε τῆς οἰκίας ὄντα καὶ ἐκείνου τοῦ λήματος, ὅν, ὅτε διὰ τῆς ὑμετέρας ἠρχόμην, ἤνεγκα πολλάκις ταῖς ἐμαυτοῦ χερσίν, αὐτόν τε καὶ τὸν ἀδελφόν.

[2]

εἰ μὲν οὖν ἐν τῷ πλειόνων ἀνθρώπων γνῶναι νοῦν ἔνι τι κέρδος, καλῶς ἐποίησεν Εὐσέβιος οἴκοθεν κινηθείς· εἰ δ' οἰόμενος, ὃ σὺ φῄς, Φειδίαν εὑρήσειν, ἐξηπάτηται ὑπὸ τοῦ διδασκάλου· φημὶ γὰρ αὐτὸν ὧν οὐκ ἂν ἔσχε χείρω, ταῦτα κτήσεσθαι νῦν.

[3] ἐγὼ γὰρ ἐπίστευον μὲν καὶ τοῖς ἀπαγγέλλουσιν ὡς εἴης λόγων ἀγαθὸς τεχνίτης, καὶ τόν γε Μάξιμον ἡγούμην ὑπό τινος εἱλκύσθαι καλοῦ· λαβὼν δέ σου τὴν ἐπιστολὴν ἔγνων ἄμεινον ὅτι κἀκεῖνοι τὰ ὄντα ἐμήνυον, καὶ αὐτὸς εἰκότως ἐπειθόμην. μικροῦ γὰρ εἶδον τὸ πᾶν καὶ τῶν σῶν οὐδέν με διαφεύγει. ἀλλ' εἴποιμ' ἂν καὶ πρὸς ἄλλον, τίς ἐν ἑκάστῳ σὺ κινῶν μὲν τὴν διάνοιαν εἰς εὕρεσιν, κινῶν δὲ τὴν γλῶτταν εἰς λέξιν.

[1243]

Κυρίνῳ.

[1]    Πολλοὺς ἡμῖν λόγους συμμαχίας ἀπεστέρησας, ὦ τὰς ἐν Κιλικίᾳ γεωργίας τῆς πρὸς τοὺς φίλους συνουσίας περὶ πλείονος ποιούμενε. νῦν δὲ ἥξειν φῂς ἐμὴν χάριν ὡς ἐμοῦ σοὶ τῆς ὁδοῦ τὴν χάριν εἰσομένου μᾶλλον ἢ τῷ Διῒ τῷ κινοῦντι καὶ ἄγοντι· τῶν γὰρ αὑτοῦ φροντίζειν αὐτὸν εἰκός.

[2] ἐθαύμασα δέ, ὅπως με ἤλπισας λόγον εἰς Ὀλύμπια τὰ παρ' ἡμῖν ποιήσειν ἕτερον ἐπὶ τῷ προτέρῳ, καὶ ταῦτα οἰόμενος ἐκεῖνον οὐ κακῶς εἰργάσθαι, πλὴν εἴ σε ὁ Ἀριστείδης εἰς τοῦτο ἐλπίδος ἤγαγε καὶ πρὸς ἐκείνῳ γε ὁ σὸς διδάσκαλος, ὁ μὲν Ὀλύμπια πολλάκις, ὁ δὲ δὶς κεκοσμηκὼς Πύθια.

[3] ἀλλ', ὦ 'γαθέ, μὴ ἀγνόει τὸ μέσον, ὅσον ἐστὶ Τεύκρῳ πρὸς Ἴδαν καὶ Ἡρακλέα. εὔξασθαι μὲν γὰρ τἀκείνων δυνηθῆναι ῥᾴδιον, δυνηθῆναι δὲ ἀμήχανον. σὺ δ' ἡμῖν, ὁπότερον ἂν ποιῶμεν, ἥδου· καὶ τοῦτο γάρ ἐστιν ἀτεχνῶς ἡμᾶς ἑορτὴν ἄγειν.

[1244]

Πρισκιανῷ.

[1]    Σόλωνα τοῦτον ἐπέδειξά σοι καὶ ἐξιέναι μέλλοντι καὶ ἐξιόντι ἤδη, καὶ ἐδεήθην εὖ ποιεῖν αὐτοῦ τὸν πατέρα, ὃν εὐδαίμονά τ' ἐποίει πρεσβυτέρου παιδὸς ἀρετὴ καὶ μετὰ ταῦτα ἄθλιον τελευτή.

[2] Σόλων δὲ οὗτος ἐγένετο μὲν ἂν οὐ χείρων ἴσως ἐκείνου τοῖς αὐτοῖς πόνοις χρησάμενος, ἡ δ' ἀπὸ τοῦ προτέρου πληγὴ φοβήσασα τοὺς γονεῖς τόνδε ἠνάγκασε καλεῖν συμφέροντα μὲν οὐ δρῶντας, οὐ μὴν ἔξω συγγνώμης.

[3] γένοιτο δ' ἂν αὐτοῖς ἱκανὴ παραμυθία τὰ ἀπὸ τῆς ‹σῆς› εὐνοίας φάρμακα. [1245] [t]

Ζηνοδώρῳ.

[1]    Τὼ νεανίσκω τώδε βραδέως μὲν ἡψάσθην λόγων καὶ ἐν χερσὶν ἰατρῶν ἤδη ἡμμένω λόγων τὸν πλείω χρόνον ἀνηλωσάτην. καὶ οὔπω μὲν ἐστὸν ἐν ἱκανῇ δυνάμει λόγων, ὥστ' ἄριστα ποιεῖν ἐφ' ὅπερ ἂν ἠλθέτην· ἡ πενία δὲ πολλὰ ἂν ποιεῖν ἀναγκάσειεν ἀνθρώπους.

[2] λῦσαι δὲ ταύτην σὺ κύριος, εἰ γένοιτο πᾶσι δῆλον ὅτι τούτοις αὐτὴν λελυμένην οὐκ ἂν ἀηδῶς ἴδοις.

[1246]

Ἀνδρονίκῳ.

[1]    Ἀληθῆ πάντα ὅσα ἐπῄνεις τὸν χρηστὸν Ἀκυλιανόν, πλὴν ὅσον ἡ πεῖρα τὴν ἐπιστολὴν παρῆλθεν. ἐμὲ δὲ τὰ μὲν ἔγνω, τὰ δὲ οὔ. τὸ γὰρ διὰ πένθους ἡμῖν χωρῆσαι τὸν ἐνιαυτὸν διεκώλυεν. αὐτὸς δὲ ἐρεῖ σοι, ποῦ μὲν ἔγνω με, ποῦ δὲ οὐκ ἐδυνήθη.

[2] καὶ δὴ συγγνώμη παρ' ἀμφοτέρων ἔστω, σοῦ τε τοῦ γράψαντος καὶ τοῦ δυσχερέστερον εὑρόντος ἐμέ.

[1247]

Γαϊανῷ.

[1]    Τὴν ἀπολογίαν ἤλπισε μὲν Ἀκυλιανὸς κομιεῖν, ἔχεις δὲ πρὶν ἢ τοῦτον ἥκειν· οὐ γὰρ ἦν μοι κοῦφον οὕτω πολὺν χρόνον ἐν αἰτίαις εἶναι. τοῦ δὲ αὐτὴν ἰσχυρῶς ἔχειν σημεῖον ἡ σὴ σιγή. εἰ γὰρ ἦν ἀσθενής, εὐθὺς ἂν ἐνέκεισο καὶ τὰ τῶν χειμάρρων ἐποίεις· νῦν δ' οὐκ ἦν μάχεσθαι.

[2] ἐγὼ δέ σε ἠξίουν μὴ σιγῇ τὴν ἀπολογίαν ἐπαινεῖν, ἀλλὰ λόγῳ, καὶ ταῦτα ἐπιστάμενον οὐ κατηγορεῖν μᾶλλον ἢ ἐγκωμιάζειν. ἦν δ' ἂν ὁ ἔπαινος εἰπεῖν σε· ἥμαρτον, οὐδ' αὐτὸς ἀναίνομαι, μάτην ἐγκέκληκα.

[3] ἐπεὶ δὲ πρὸς ἐμὲ τοῦτο οὐ πεποίηκας, Ἀκυλιανὸς γοῦν τοιοῦτον ἀκουσάτω λόγον· ὃν ἐθαύμασε μὲν ἡ πόλις κοινῇ, πάντων δὲ μάλιστα ἐγώ, πάντων μὲν εἵνεκα, μάλιστα δὲ χρηστότητος, ὑφ' ἧς καὶ τοὺς σοὺς γενναίους λόγους ἡδέως ἐδέχετο καὶ πολλοὺς ὄντας οὐκ ἔφευγε.

[4] ἢν οὖν καὶ παρ' ὑμῖν ὡς δεξιῶς ἐχόντων ὧν ἀκήκοε μνησθῇ, τῶν τούτου τρόπων τοῦτο ἡγεῖσθε, μὴ τῆς τῶν εἰρημένων μορφῆς.

[1248]

Πρισκιανῷ.

[1]    Εἶδον Ἀκυλιανὸν παρὰ σοὶ τιμώμενον καὶ τυγχάνοντα ὧν εἰκὸς τὸν πεπαιδευμένον παρὰ τοῦ πεπαιδευμένου. οἶμαι δὴ καὶ τῇ Παλαιστίνῃ σὲ τὸν ὅμοιον ἔσεσθαι καὶ τοῦτον τεύξεσθαι τῶν ἴσων.

[2] οὔκουν σε παρακαλέσω ποιεῖν ἃ ποιήσεις, κἂν μηδεὶς παρακαλῇ. τοσοῦτον δὲ ἐρῶ μόνον, ὡς οἷς ποιήσεις τὸν μὲν ζηλωτὸν ἀποφανεῖς, ἐμοὶ δὲ εὐθυμεῖσθαι δώσεις. [1249] [t]

Παλλαδίῳ.

[1]    Καὶ ὧν Νουμήνιος ἔτυχεν ἔχω σοι χάριν καὶ ὧν Διονύσιος. καί σε ἐπαινῶ καὶ διδόντα χάριτας καὶ τηροῦντα τοὺς νόμους. τῶν δ' ἄλλων οἱ μὲν κατὰ τῶν νόμων εἰσὶ χρηστοί, τοὺς δὲ τὸ φροντίζειν ἐκείνων ἀγρίους ποιεῖ καὶ παρὰ τῶν Κυκλώπων μᾶλλον ἢ τούτων ‹ἂν› εὕροιό τι· σὺ δ' οὕτως ἡρμόσω τὴν λύραν ὥσθ' ὁμοῦ καὶ νόμων ἰσχὺς καὶ φιλανθρωπίας τόπος.

[2] μὴ τοίνυν δείσῃς περὶ τοῦ μέλλοντος, ὡς ἑτέραν οἴσει δόξαν ὁ χρόνος. οὔτε γάρ σε τῶν τρόπων ἀποστήσει τήν τε φήμην αἱ πράξεις ποιήσουσιν.

[3] ἐγὼ δέ σε παύσασθαι τῆς ἀρχῆς τότε εὔξομαι, ὅταν ᾖ μοι δῆλον ὡς εἰς ἄλλην εὐθὺς ἐμβήσῃ· τούτου δὲ μὴ φαινομένου μηδὲ ἐκεῖνο ζητεῖν. τὸ γὰρ αἰτεῖν παρὰ τῶν θεῶν μὴ ἄρχειν τὸν ἐπιστάμενον ἄρχειν ἐχθροῦ τινός ἐστιν, ἐχθροῦ ‹δὲ› βουλομένου λανθάνειν.

[4] ὥστε παρ' ὧν φῂς ἥξειν σοι τὴν ἀπαλλαγὴν ὄντων φίλων, εἰ μὲν ἐκείνην πέμψουσι, φίλων ἔργον ποιήσουσιν· εἰ δέ σε ἀφήσουσι γεωργεῖν, ὅρα εἰ φίλους τοὺς τοιούσδε κλητέον.

[1250]

Πρισκιανῷ.

[1]    Εἰσελθὼν οἴκαδε ὡς ἐμὲ Πολύβιος γράψον ἔφη πρὸς τὸν πατέρα καὶ προσέθηκεν εἰ βούλει. τὸ δὲ τῆς προσθήκης τοῦτο ψυχῆς ἐστιν ἐγρηγορυίας καὶ ἤδη δηλούσης, οἵας ἐν δικαστηρίῳ πλέξει μηχανάς.

[2] ἐγὼ δὲ ἥσθην τε καὶ ἐγέλασα καὶ βούλομαι ἔφην. καὶ ἐπιστέλλω ταῦτα δὴ τὰ μικρὰ σέ τε τούτοις εὐχόμενος ὀφθῆναι τούτους τε σοὶ καὶ πάντα δὴ τὸν τῆς ἀρχῆς χρόνον εὐφραίνειν ὑμᾶς ἀλλήλους. ἡδὺ μὲν γὰρ πατὴρ παισὶ μετὰ πόνους καλοὺς εἰσιών, ἡδὺ δὲ πατρὶ μετὰ πόνους ἔνδον παῖδας ἰδεῖν, καὶ τῶν πιεζόντων οὐδὲν ἔτι βαρύ· τοσαύτην ἰσχὺν ἔχει τοῦτο τὸ φάρμακον· οὗ καὶ ἄρχων καὶ παυσάμενος ἀπολαύοις.

[3] ταυτὶ μὲν τὰ τῆς εὐχῆς, ἔχω δέ τι καὶ μαντεύσασθαι παρὰ Μουσῶν· πολλὴν σὺ γῆν ἐπιὼν πολλάκις ὥσπερ νῦν τοὺς σεαυτοῦ καλέσεις.

[1251]

Τῷ αὐτῷ.

[1]    Θόρυβός τις ἐν τοῖς παρ' ἡμῖν ἐγένετο Ἰουδαίοις ὡς ἥξοντος ἐπὶ τὴν ἀρχὴν πονηροῦ τινος γέροντος, ὃν ἔχοντα αὐτὴν πρότερον ἐξέβαλον τυραννίδα ποιήσαντα τὴν ἀρχήν. καὶ οἴονται τοῦτο ἐπιτάξειν τὸν τῶν ἀρχόντων τῶν παρ' αὐτοῖς ἄρχοντα σοῦ τοῦτο ἐθέλοντος. δέξασθαι γάρ σε τοῦ γέροντος ἱκετείας ἀγνοοῦντα αὐτοῦ τὸν τρόπον, ὃν οὐδὲ τὸ γῆρας ἐδυνήθη διορθώσασθαι.

[2] ταῦτα οἴονται μὲν οὕτως ἔχειν οἱ τεταραγμένοι, πεῖσαι δὲ οὐ δυνηθέντες τοῦτο ἐδυνήθησαν ἀναγκάσαι με γράψαι. σὺ δὲ καὶ ἐμοὶ καὶ ἐκείνοις σύγγνωθι, ἐμοὶ μὲν ἡττηθέντι τοσούτων, τοῖς δὲ παθοῦσιν, ὃ τῶν ὄχλων ἐστί, τὸ ῥᾳδίως ἐξαπατᾶσθαι. [1252] [t]

Ἐντρεχίῳ.

[1]    Καὶ εἶδον ἡδέως Ἰουλιανὸν καὶ ἤκουσα λέγοντος περὶ τῆς ἀρχῆς. ἀφ' ὧν αὐτὴν μᾶλλον ἢ πρότερον ἐθαυμάσαμεν· ἠγγέλλετο μὲν γὰρ καὶ πρότερον μεγάλα, νενίκηται δὲ πάντα τοῖς νῦν μεμηνυμένοις.

[2] πολέμους τέ τινας διηγεῖτο πρὸς τοὺς ἀπὸ μείζονος σχήματος ἀδικεῖν ἐπιχειροῦντας πλοῦτόν τε τῶν ὑπηκόων ἐκ τῆς σῆς ἐπιμελείας τοῖς μὲν αὐξηθέντα, τοῖς δὲ γενόμενον οὐκ ὄντα.

[3] καλὸν δέ σου καὶ τὸ τελευταῖον, τὸ μετὰ φρονήματος ἀπελθεῖν βραχὺ φροντίσαντα τοῦ κελεύοντος μένειν. ὁ γὰρ ἄτρωτος ἐξ ὧν διῴκησε παντὸς εἰκότως ὑπερορᾶν βεβούλευται.

[4] τοῖς τοιούτοις λόγοις καὶ ταῖς ἐκ τῶν λόγων ἡδοναῖς ὅλην διετρίψαμεν ἡμέραν, ὁ μὲν χαίρων τῷ διδάσκειν, ἡμεῖς δὲ ἀκούοντες, ἐγὼ καὶ Ὀλύμπιος.

[5] οἶμαι δὲ καὶ αὐτόν σε νῦν τὴν ἐκ τῆς πενίας ἡδονὴν ἔχειν μείζω τοῖς γινομένοις ἢ τοὺς τὰς ἀρχὰς ἐκκαρπουμένους. οἱ μὲν γὰρ οἷς τέρπονται χρήμασι, ταῦτα φοβοῦνται καὶ γραφὰς ὁρῶσι· σοὶ δὲ ἔξεστιν ἐπ' ἄμφω καθεύδειν, καὶ ἐν ἐλπίσι τὸ τιμήσεσθαι, μᾶλλον δέ, πάρεισιν αἱ τιμαὶ παρὰ τῶν οὐ φθονούντων. ἡδὺ δὲ καὶ αὐτὸ τὸ φθονεῖσθαι καὶ λαμπροῦ τινος σημεῖον. [1253] [t]

Πρισκιανῷ.

[1]    Οἱ τὸν ἥλιον οὗτοι θεραπεύοντες ἄνευ αἵματος καὶ τιμῶντες θεὸν προσηγορίᾳ δευτέρᾳ καὶ τὴν γαστέρα κολάζοντες καὶ ἐν κέρδει ποιούμενοι τὴν τῆς τελευτῆς ἡμέραν πολλαχοῦ μέν εἰσι τῆς γῆς, πανταχοῦ δὲ ὀλίγοι. καὶ ἀδικοῦσι μὲν οὐδένα, λυποῦνται δὲ ὑπ' ἐνίων.

[2] βούλομαι δὲ τοὺς ἐν Παλαιστίνῃ τούτων διατρίβοντας τὴν σὴν ἀρετὴν ἔχειν καταφυγὴν καὶ εἶναί σφισιν ἄδειαν καὶ μὴ ἐξεῖναι τοῖς βουλομένοις εἰς αὐτοὺς ὑβρίζειν.

[1254]

Τῷ αὐτῷ.

[1]    Ὑπὲρ ἧς ἐπέσταλκα, γυνή ἐστιν ὑπ' ἀνδρῶν ἀγαθῶν ἐπαινουμένη, ἣν τὸ τοῦ γήμαντος ἐστερῆσθαι πρὸς ἄλλους ἀναγκάζει βλέπειν συμμάχους.

[2] ἐμὲ μὲν οὖν οἷς μέλει τῆς γυναικός, ἐκίνουν πρὸς γράμματα, καὶ ὑπήκουσα, σὲ δὲ ἐγὼ πρὸς ἔργα, καὶ βοηθήσεις.

[1255]

Δομνίνῳ.

[1]    Τὸν τῶν τεττίγων χορὸν ἐκτρέφειν τοῖς λόγοις Ἀλέξανδρος ἀφεὶς ἐπὶ τὴν οἰκείαν τρέχει οὐχὶ τὸ Ὁμήρου βεβαιῶν τὸ πάντα ἥττω εἶναι πατρίδος· ἐπεὶ τί δήποτε, ὦ φίλε Ἀλέξανδρε, πολὺν ἤδη χρόνον τοῦτο οὐκ ἐπεπόνθεις καὶ ταῦτα ἐν Ὀδυσσείᾳ ζῶν καὶ σὺν τοῖς παισὶν ᾄδων καθ' ἡμέραν τὸ ἔπος;

[2] ἀλλ', οἶμαι, τότε μὲν ἦν ὁ χορὸς Ἀλεξάνδρῳ τῆς οἰκείας γλυκύτερος, οὐ γὰρ εἷλκεν ἐκεῖσε γενναῖος ἄρχων· νῦν δ' ἡ πατρὶς τοῦ χοροῦ προτέρα, καλεῖ γὰρ ἄρχοντος φύσις, ὃν πάλαι χρῆν ἄρχειν. καὶ ἔγωγε οὐ τοῦτο ἐθαύμασα, ὅτι τῆς αὑτοῦ νῦν ἐπεθύμησεν, ἀλλ' ἐκεῖνο θαυμάσαιμ' ἄν, εἰ σοὶ συγγενόμενος ἔτι τῶνδε μεμνήσεται.

[3] οὗτος μὲν οὖν σοῦ τε ἕξεται καὶ τῆς αὑτοῦ πόλεως, σὺ δὲ αὐτὸν κινεῖν καὶ ἀναγκάζειν καὶ πέμπειν ἐπὶ τοὺς νέους· ὡς αἱ τοιαῦται βραδυτῆτες οὐκ ἀσφαλεῖς τοῖς διδασκαλείοις.

[1256]

Ἀλεξάνδρῳ.

[1]    Πάντες ἡμῖν πανταχόθεν ἔγκεινται καταβοῶντες περὶ τῶν οἴκοι σοι θυμῷ πεπρᾶχθαι δοκούντων. ἐγὼ δὲ οἶδα μὲν ἀκριβὲς οὐδέν, πειρῶμαι δὲ ὅμως οὕτως, ὅπως ἂν ἐξῇ, τὰς προσβολὰς ἀπωθεῖσθαι. ἵνα δὲ ἄμεινον δύνωμαι τοῦτο ποιεῖν καὶ ὡς εἶέν μοι ῥηΐτεροι πολεμίζειν υἷες Ἀχαιῶν, εἴ τι καλὸν ἔχεις περὶ πράγματος οὕτω δυσχεροῦς λέγειν, ἐπίστελλε.

[2] καὶ μὴ πολλὰ ποίει τοιαῦτα, ἃ πολλά σου καὶ καλὰ ἔργα βλάψει καὶ δώσει τοῖς φθονοῦσι καιρὸν τέρπειν αὑτοὺς φανεραῖς κατηγορίαις, ποιοῦ δὲ λόγον καὶ ἡμῶν τῶν φίλων, οἳ τῶν πρὸς σὲ μὲν οὐδ' ἂν ὁτιοῦν κινήσαιμεν, ἀλγοῦντες δὲ οἷς ἀκούομεν διατελέσομεν ζῶντες ἀηδῶς ἐν ταῖς τῶν ἐχθρῶν ἡδοναῖς. δεῖ δέ, οἶμαι, τοῖς φίλοις οὐ τούτων αἴτιον γίνεσθαι.

[3] ταυτὶ μὲν οὖν σε πείσομεν, καλὸν γὰρ ἴσως τὰ βελτίω μαντεύεσθαι, τὸν δὲ ὁμώνυμόν σοι γραμματιστὴν ἄνδρα τε ἀγαθὸν ἡγοῦ καὶ λόγων ἔμπειρον ὅτι πλείστων καὶ ἐν τοῖς φιλεῖν ἐπισταμένοις γράφου.

[1257]

Εὐφημίῳ.

[1]    Ἴσως που νῦν μετὰ τῆς γυναικὸς καὶ τῶν οἰκείων ἀγρούς τε ἐπέρχῃ καὶ πρὸς πηγαῖς ἀριστᾷς, ὑπὲρ ὧν αἰωροῦνται βότρυες, ἡμᾶς τε ἐλεεῖς ὡς ἂν ἐν πολλῷ θορύβῳ καὶ μυρίοις πράγμασι καλινδουμένους καὶ τερπνὸν ἔχοντας οὐδέν.

[2] ἡμῖν δὲ καὶ τοῦ Ἀλκίνου κήπου καὶ τοῦ χρυσᾶ μῆλα φέροντος, ἐφ' ἃ ἐλθεῖν Ἡρακλέα λόγος, μεῖζον εἰς ἡδονὴν ὁ περὶ σοῦ καθημέραν ἐνταῦθα γινόμενος λόγος.

[3] ᾄδει γὰρ ὁ μέν τις τὴν ἐν ταῖς δίκαις ἀκρίβειαν καὶ τὸ ἐνταῦθα φιλόπονον, ὁ δὲ τὸ σὺν ὥρᾳ ῥεῦμα τοῦ στόματος, ὁ δὲ τὸ πάσης ταραχῆς κρείττω παρέχεσθαι τὴν γνώμην, ὁ δὲ τὸ τῇ πρᾳότητι πάντας ὑπὸ σαυτῷ πεποιῆσθαι, Ὀλύμπιος δὲ συλλαβὼν πάντα φησὶν εἰς μίαν τὴν σὴν συνελθεῖν φύσιν, ἃ ποιεῖ καὶ εἶναι καὶ καλεῖσθαι δικαίως ἄρχοντα τέλειον.

[4] τοιούτους οὖν εὑρίσκων ἐπ' ἀγορᾶς λόγους μικροὺς μὲν ἡγοῦμαι τοὺς θησαυροὺς οἷς ἐντυγχάνουσιν ἄνθρωποι, μικρὸν δὲ τὸν Μίδου χρυσόν, μικρὰν δὲ τὴν Κύρου βασιλείαν.

[5] ὅταν γὰρ ἀνὴρ φίλος πολλούς μοι καὶ δεινοὺς συνδιενεγκὼν ἄθλους ἀρετῆς ἐπ' ἔσχατα ἥκειν δοκῇ, καὶ αὐτὸς ἐπ' ἔσχατα ἥκειν εὐδαιμονίας πείθομαι καὶ πάσχω τὸ τῶν πατέρων, οἳ ταῖς τῶν παίδων εὐδοξίαις ἰσοθέους αὑτοὺς ἡγοῦνται. εἰ γὰρ καὶ χρόνος ἴσος ἡμῖν, ἀλλ' ἐν τάξει γε πατέρων καὶ παίδων ἀλλήλοις γεγενήμεθα.

[6] ἆρά σοι δοκῶ καὶ αὐτὸς τρυφᾶν τὰς ἀφορμὰς ἔχων τῆς εὐωχίας ἀπὸ τῶν σῶν ἀγαθῶν; οἶμαί γε. εἰ δὲ ἀπιστεῖς, Ἀλέξανδρον ἐρώτα, ὁ δὲ ἄμφω μαρτυρήσει, καὶ ὅσα αὐτὸς ἐπαινεῖ καὶ ὅσα ἡμεῖς ἡδόμεθα. [1258] [t]

Ὀλυμπίῳ.

[1]    Ὁ φέρων σοι τὴν ἐπιστολήν ἐστι μὲν πολίτης ἐμός, βιβλίων δὲ τὴν Συρίαν τῆς αὑτοῦ χειρὸς ἐμπλήσας κἀν τῷ δήμῳ τῷ Ἐρεχθέως χρήσεσθαι τῇ τέχνῃ νομίζων ‹καὶ› παρὰ τοῖς ἐρῶσι βιβλίων ἐρώμενος ἔσεσθαι.

[2] εἰδὼς οὖν αὐτῷ λόγον ἔχουσαν τὴν ἐλπίδα κωλῦσαι παρὸν οὐκ ἐβουλήθην. δοὺς δὴ κοινὴν τὴν χάριν δευτέραν ταύτην προστίθημι τὸ σοί τε αὐτὸν ἐγχειρίσαι καὶ τῆς ἀπὸ τῶν νέων ἐπηρείας καθαρὸν τῇ παρὰ σοῦ βοηθείᾳ τηρῆσαι.

[3] φήσεις δὲ οὐκ ἀργὸν εὖ ποιεῖν οὐδὲ λαβεῖν μὲν εἰδότα, γράφειν δὲ οὐκ ἐθέλοντα. δύο γὰρ ἅνθρωπος μεμελέτηκε, τιμήν τε εἰσπρᾶξαι καὶ πόνους ὑπομεῖναι.

[1259]

Δατιανῷ.

[1]    Ἔλαβόν σου καὶ αὐτὸς τὴν πλείστου ἀξίαν ἐπιστολὴν καὶ ἀνέγνων οὐ μόνος, ἀλλὰ τὸ μὲν πρῶτον μόνος, θαυμάσας δὲ καὶ θέατρον καθίζω τοῖς γράμμασι τὴν βουλήν.

[2] πολλοὶ δὲ καὶ τῶν οὐ βουλευόντων ἐπέρρεον γνόντες, ἐφ' ὅτῳ γε συγκαθιζοίμεθα, δεικνυμένων δὲ τῶν γεγραμμένων οἱ μὲν ἐπήδων, οἱ δὲ ὠχρίων, οἱ δὲ ἠρυθρίων, οἱ δὲ εἰς γῆν ἔκυπτον.

[3] ταῦτα δὲ πάντα θαῦμα σόν, ὅτι τοῖς αὑτῶν κατηγοροῦσιν ἀφῆκας τὰ ἐγκλήματα. ἐπὶ τούτοις τρέπονται θυμῷ πρὸς τοὺς ἡμαρτηκέναι δοκοῦντας οἱ ἀναμάρτητοι καὶ κατεβόων καὶ μόνον οὐ κατεσπάραττον, οἱ δ' ἦσαν ἕτοιμοι πάσχειν, ὅ τι δόξειε τοῖς εἰκότως αἰτιωμένοις.

[4] ἐγὼ δὲ πάντων ἔφην ἀτοπώτατον ποιεῖν τοὺς ταῖς παρὰ σοῦ διαλλαγαῖς ἐπεισάγοντας πόλεμον καὶ τὴν ἀπὸ τῶν σπονδῶν ἡδονὴν διαφθείροντας δάκρυσι τῶν οὐκ εἰδότων, ἃ ἔδρων.

[5] καὶ οὕτω διελύθημεν σὲ μὲν ἄνδρα γενναῖόν τε καὶ μεγαλόψυχον ἁπάντων καλούντων, ἐμὲ δὲ μάντιν, καίτοι προλέγων οὐκ ἐπιστευόμην. προὔλεγον δὲ ὅτι σε πείσω. προλέγειν δὲ εἶχον οὐκ εἰς ἀετόν τινα φερόμενον βλέψας, ἀλλ' ἐκ τῶν σῶν ἠθῶν Κάλχας γινόμενος. τοῖς δὲ τότε μὲν ἐδόκουν ἀλαζών τις εἶναι, τοῦ τέλους δὲ μαρτυρήσαντος ἀτεχνῶς Μελάμπους.

[6] καὶ μὴν καὶ μακάριος, οὐ μόνον μάντις ἐδόκουν τοιούτοις ἐπαίνοις ὑπὸ τῆς σῆς ἐστεφανωμένος φωνῆς. καὶ εἰκότως γε ἐδόκουν· ὡς ἔμοιγε μεῖζον τοῦτο τῆς Πριηνέων δεκάτης, καί μοι κειμήλιον γέγονε τὰ γράμματα καὶ χώρας ἐν τοῖς βιβλίοις τετύχηκε.

[7] τὸ γὰρ ὑπ' ἀνδρὸς τοσαύτας μὲν βασιλείας ὠρθωκότος, πλείστους δὲ εὖ πεποιηκότος, πλήξαντος δὲ οὐδένα, φρενῶν δὲ ἐπὶ πλεῖστον ἥκοντος, δόξης δὲ γῆν τε καὶ θάλατταν ἐμπεπληκότος τῆς ἑαυτοῦ, τοιαῦτα καὶ τοσαῦτα ἀκηκοέναι μεῖζον ἀνδρί γε νοῦν ἔχοντι τῶν τε ὄντων ἁπάντων τῶν τε ἐσομένων χρημάτων.

[8] δεόμεθα δὴ σοῦ ζεῦγος ὡς ἡμᾶς ἐλάσαι καὶ πάλιν καὶ ὥσπερ νῦν ἡμῖν ἐπιστέλλεις ἐκεῖθεν, οὕτως ἐκείνοις ἐντεῦθεν. ἐπιθυμοῦμεν γάρ, εἰ καὶ σφόδρα τὴν ὀργὴν ἐνίκησας, ἅψασθαί τε χειρῶν καὶ δάκρυον ἀφεῖναι καὶ διὰ παντὸς εἴδους ἀπολογίας ἐλθεῖν.

[9] εἰ δὲ ἡδύ τι ὁ Πορθμὸς καὶ φαῦλον Ὀρόντης πρὸς Βόσπορον, ἀλλὰ τάς γε Πηγὰς αἰδέσθητι καὶ τὰς πολλαχοῦ σοι χορευούσας Νύμφας ἔν τε τοῖς προαστείοις κἀν τῇ πόλει.

[1260]

Τῷ αὐτῷ.

[1]    Ὅτι μὲν ἀκήκοας τὴν Ἀντιόχῳ συμβᾶσαν συμφοράν, δῆλον· ἃ γὰρ πανταχοῦ τῆς οἰκουμένης ὡς ἐλεεινότατα θρηνεῖται, πῶς ἂν ἔλαθε τὸν ἀεί τι πυνθανόμενον περὶ τῆς οἰκίας Ἀντιόχου;

[2] ἔστι δὲ καὶ τὸ μηδὲν αὐτὸν ἐπεσταλκέναι περὶ τούτου πρὸς ἐκεῖνον σημεῖον τοῦ καλῶς ἑωρακέναι τὸ μέγεθος τοῦ κακοῦ. ἃ γὰρ οὐ δέχεται τὴν ἐκ λόγου παραμυθίαν, τί ἄν τις περὶ τούτων ἐπιστέλλοι πρὸς τὸν πεπληγμένον;

[3] οὐδὲ γὰρ ἡμεῖς, οἷς βίος τὸ λέγειν, οἷοί τ' ἐγενόμεθα φάρμακον εὑρεῖν ἰσχυρότερον τῆς λύπης, ἀλλὰ πολλὰ μὲν καὶ παντοῖα διήλθομεν, τὸ δὲ τραῦμα μένει καὶ οὐκ ἐμεμψάμεθά γε τὸν οὐ πεισθέντα.

[4] δεινὸν γάρ, ὡς ἀληθῶς δεινὸν τὸ πάθος καὶ οἷον ἴσως μὲν ἔσται, γέγονε δὲ οὔπω, νέον σώφρονα καὶ φρόνιμον καὶ αἰδοῦς καὶ λόγων γέμοντα καὶ τῷ Μώμῳ τὴν γλῶτταν δήσαντα τῇ τῶν τρόπων ἀρετῇ κἀν ταῖς τῶν δικαζομένων βοηθείαις κρατοῦντα πρὶν γένειον δεῖξαι καὶ τὰ μὲν λελειτουργηκότα, τῶν δὲ ἁπτόμενον, μόνον ὄντα τῷ πατρὶ κεῖσθαι καὶ τὸν μὲν φέρεσθαι, τὸν δὲ ἕπεσθαι.

[5] φήσει τις καὶ ἑτέρας ἐκφορὰς γεγονέναι τοιαύτας, ἀλλ' οὐ τοιούτων γε φαίην ἄν, ἀλλὰ μὴν τοῦ μὲν πολὺν δὴ χρόνον ἐνόσει τὸ τέκνον καὶ ἦν ἡ τελευτὴ λύσις κακῶν, ὁ δέ τις ᾧ πολλὰ ἐνεκάλεσεν ἔθαπτε, τοῦτο δ' ἂν ἀφέλοι λύπης τὸ μὴ πάντα ἄμεμπτον τὸν οἰχόμενον γεγονέναι. Ἀντίοχος δὲ οὕτω τὸν υἱὸν ἐθαύμασεν, ὥστ' ἐκείνῳ μὲν τὴν πατρὸς τάξιν ἀπέδωκεν, αὐτὸς δὲ ἤγετο.

[6] τὸ δὲ μέγιστον αὐτῷ τῶν κακῶν, ὅτι νεανίσκον παρὰ σοὶ κεκριμένον ἀγαθὸν ἀπολώλεκε. ‹καὶ› τοῦτον ἐν τοῖς ὀδυρμοῖς μετὰ μείζονος ἐκπέμπει τῆς βοῆς τὸν λόγον, ὅτι ὁ υἱὸς τῷ γενναίῳ τῷδε ἀρέσκων τέθνηκε.

[7] τῆς μὲν οὖν ἐσθῆτος Ἀντιόχου τῆς ἐπὶ τῷ κειμένῳ μικρὰ μετεστήσαμεν αὐταῖς ταῖς ἡμετέραις ἀποδύσαντες χερσί, τοῦ δ' ἐν τῇ ψυχῇ πυρὸς οὐδ' ὁτιοῦν ἔσχομεν σβέσαι, ἀλλὰ φεύγει μὲν ἀγοράς, φεύγει δὲ συλλόγους, βαδίζει δὲ καθημέραν ἐπὶ τὸ σῆμα καὶ πειρᾶται συνεῖναι τῷ νεκρῷ καὶ προστιθεὶς τῇ σορῷ τὸ στόμα λαλεῖ τι καὶ περιμένει λόγον καὶ οὐδὲν ἀκούων ἄχθεται· ἐβούλετο γὰρ αὑτῷ τὸν νεκρὸν ἀποκρίνεσθαι.

[8] τουτὶ δέ ἐστι μανίας προοίμιον· ᾧ εἰ μὲν βοηθήσαις, ἐνταῦθα στήσεται καὶ οὐδὲν ἔσται πλὴν προοιμίου, μὴ βοηθοῦντος δέ σου χωρήσει τὸ προοίμιον, ἐφ' ὃ μήποτε ἔλθοι.

[9] αἰτοῦμεν δέ σε ἡμεῖς οἱ Ἀντιόχου φίλοι περιθεῖναί τινα ἀσχολίαν αὐτῷ, ἣ τὸ μὲν σῶμα αὐτῷ πόρρω τῆς χώρας καταστήσει, τὴν δὲ γνώμην ἀφέλξει τῆς λύπης ἀναγκαίαις φροντίσιν. ἡ μὲν γὰρ τῶν ὄντων αὐτῷ διοίκησις μικρά τέ ἐστι καὶ οὐδὲ εἰσέρχεται τὴν γνώμην, ἀλλ' ἀφεῖται πάντα φέρεσθαι· τῶν κοινῶν δὲ εἴ τι φέρων ἀναθείης, οὐκέτ' ἂν εἴη κύριος ἀμελεῖν. ἡ γὰρ ἐνταῦθα ῥᾳθυμία ζημίας ἔχει φόβον.

[10] καὶ οἶδα μὲν ὡς ἀπώσεται διδομένην ἀρχὴν ἐρῶν τοῦ κλάειν, δεῖ δὲ αὐτὸν καὶ ἄκοντα σωτηρίας τυχεῖν, ἥν, εἰ μὴ παραυτίκα, ἀλλ' ὕστερόν γε ἐπαινέσεται.

[11]

ἐνθυμοῦ δέ, πόσους ἀπ' αὐτοῦ μόνου τοῦ δυστυχεῖν ᾐδέσθης οὐ πρότερον ἐγνωκώς· Ἀντίοχος δὲ οὐκ ἀγνώς, ἀλλὰ πάλαι τε τῆς σῆς προνοίας αὑτὸν ἐξαρτήσας καὶ τὰ κράτιστα αὐτῆς ἀπολαύσας. τότε μὲν οὖν εἰς ἐπίδοσιν αὐτῆς ἀπέλαυσε, νῦν δ' αὐτῷ τὸ μὴ διαφθαρῆναι παντελῶς ἐκεῖθεν ὑπαρξάτω. πάντως δὲ οὐκ ἀγγάρῳ πράγματα ἐγχειριεῖ βασιλεύς, ἀλλ' ἀνδρὶ πολλαχοῦ σύνεσιν δεδειγμένῳ.

[12] καί μοι σκόπει πρὸς σαυτὸν τὸν ἐσόμενον ἐπὶ τῇ πράξει λόγον συντιθέντων τῶν ἀνθρώπων τήν τε ἐκείνου δυστυχίαν τήν τε φανεῖσαν ἐπικουρίαν καὶ τί μὲν ἂν ἐξέβη, τί δὲ ἐξέβη. βουλήθητι δὴ καὶ δέξαι τὴν ἱκετείαν· ὡς ἥ γε δύναμις ἦν τε καὶ ἔστι καὶ ἔσται σοι διὰ τέλους.

[1261]

Σκυλακίῳ.

[1]    Ἐδεξάμην ὃν ἐπῄνεσας νέον καὶ εὐθὺς μὲν ἥσθην ἰδὼν αὐτὸν ἐοικότα κατὰ τὸ σῶμα τῷ πατρί, ἡδὺ γάρ τοι τοῦτο οὐ τοῖς τεκοῦσι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁρῶσι, καὶ οὐκ ἐπ' ἀνθρώπου μόνον, ἀλλὰ καὶ πώλου καὶ μόσχου καὶ ὄρνιθος καὶ ὅλως ζώων.

[2] ἰὼν δὲ ἐπὶ τὴν πεῖραν τῆς διανοίας ἔδοξέ μοι καὶ ταύτῃ πολύ τι δεδέχθαι τοῦ πατρός, ἐκεῖνός τε γὰρ ἀγχίνους οὗτός τε ὀξὺς τὸ λεγόμενον λαβεῖν· ἃ δὲ τοῦ Δημοσθένους εἰς τὴν ψυχὴν ἐναπέθετο, πολλὰ μὲν ἐμοί, μικρὰ δὲ φαίνεται τῷ πατρί. πάντως δέ, εἰ καὶ δὶς τοσαῦτα ἦν, μικρὰ ἂν ἦν τῷ πατρί, ἐπεὶ καὶ τοῖς γεωργοῖς, οὐδ' ὅταν ἡ Γῆ πλεῖστα διδῷ, πλεῖστα δοκεῖ, τῷ δὲ μὴ πλείω δεδωκέναι μέμφονται.

[3]

ἔγωγ' οὖν ὁμοῦ τὸν μὲν ἐπαινῶ, τὸν δὲ οὐκ αἰτιῶμαι. καὶ οἶμαί γε θεοῦ τε διδόντος καὶ κατὰ πρύμναν ἱσταμένου τοῦ τῆς Τύχης πνεύματος ἥξειν σοι τὸν νέον πλήρει τῇ νηῒ λόγων.

[4] χρηστὸς δὲ καὶ μέτριος ἔσται μὲν ἴσως καὶ παρ' αὐτῶν δὴ τῶν λόγων, ἔσται δὲ καὶ διὰ τὸν εἴσω διδάσκαλον, ὃν καλῶς ἐποίησας φιλόσοφον προσειπών. ὁ γὰρ ἐν ἀρχῇ τηλικαύτῃ τηρῶν τὸ πρὸ τῆς ἐξουσίας ἦθος καὶ νομίζων μὲν ἔργον αὑτοῦ δεικνύναι τὰς πόλεις εὐδαίμονας, χαίρων δέ, εἰ τὸ ξίφος ἀργοῖ, καλὰ δὲ ποιῶν οἰκοδομίαις τὰ ἄστη, Μούσας δὲ θεραπεύων, ἐν δὲ ταῖς δίκαις οὐδένα τῶν ἀδικούντων χαίροντα ἀποπέμπων, τί ἂν ἕτερον ἢ φιλοσοφεῖν δοκοῖ; δοκῶν δὲ πῶς οὐκ ἂν εἰκότως καὶ καλοῖτο ἐκεῖθεν; [5] κέκληται μὲν οὖν τοῦτο καὶ παρ' ἡμῶν εὐθὺς ἀπὸ γραμμῆς, εὐθὺς γὰρ ἤστραψε τὸ τῆς ψυχῆς κάλλος· ἔστι δὲ οὐκ ἴσον ἡμᾶς ἢ σὲ τὸν τοῦτο καλοῦντα εἶναι, ὃς μάλιστα δὴ ψυχῆς ἀρετὴν ἄρχειν ἐπισταμένης ἐπίστασαι.

[6] σοί τε οὖν συγχαίρω τὰ εἰκότα ψηφιζομένῳ τῇ τε οἰκίᾳ τοῦ ἀρίστου Ἰουλιανοῦ τοιαύτῃ ψήφῳ κεκοσμημένῃ. [1262] [t]

Φουρτουνατιανῷ.

[1]    Εἵμαρτο ἄρα καὶ Ἀριστείδῃ τῆς σῆς ἐπιμελείας ἀπολαῦσαι, καὶ βραδέως μέν, ἥκεις δὲ ὅμως ἐπ' ἄνδρα δύναμιν ἔχοντά τε καὶ παρέχοντα κεχρῆσθαι βουλομένῳ. δεῖ δή σε λευκὴν εἶναι πρὸς τὸν ἄνδρα στάθμην καὶ πάντα ζητεῖν καὶ πάντα κτᾶσθαι καὶ μηδὲν ὑπερβαίνειν.

[2] ἐθαύμασα δὲ τὸ γλαῦκα Ἀθήναζε, μεταπέμπεσθαι βιβλία καὶ λόγους εἰς τὴν Λαοδίκειαν, οὗ τοῦτο πολύ. ἔπεμψα δ' οὖν διφθέραν, ἀντιλογίας τὰς μὲν ἀκριβῶς αὐτοῦ, τὰς δ' ἴσως.

[1263]

Μαξίμῳ.

[1]    Ὁ φέρων σοι τὴν ἐπιστολὴν ἡμέτερός τε φίλος καὶ τῶν ἐν Πηλουσίῳ πιστευομένων, πολλοῖς δὲ καὶ πόνοις καὶ λόγοις ἐν τῇ πρεσβείᾳ χρησάμενος ἡττᾶται, πρᾶγμα πάλαι δὴ συμβαῖνον καὶ τοῖς τῶν ῥητόρων ἄκροις.

[2] αὐτὸς οὖν ἀθυμῶν μέν, ἠδικηκὼς δὲ οὐδὲν ὡς τοὺς ἐκπέμψαντας ἐπανῄει, χαλεποὶ δέ τινες ἄνθρωποι φέρειν οὐκ ἀξιοῦντες τὰ βασιλεῦσι δοκοῦντα συστάντες τὸν πρεσβευτὴν ἐσυκοφάντουν.

[3] ὁ δ' ἐνταῦθα ταραχῇ μᾶλλον ἢ λογισμῷ χρησάμενος ‑ πολλὰ δ' ἂν ἐν τοῖς τοιούτοις καιροῖς εὐηθέστερον πραχθείη ‑ ἔδραμε μακρὰν ἐξὸν ἐγγύθεν τῶν δικαίων τυχεῖν. τοῦ κρατίστου δὲ Ἰουλιανοῦ σοὶ τὸ πρᾶγμα παραδόντος ἥσθη τῇ ψήφῳ καὶ τὴν Τύχην ἐπῄνεσεν ἄμεινον αὑτοῦ περὶ τῶν αὑτοῦ βεβουλευμένην.

[4]

εἰ μὲν οὖν κακὸς ἢ μὴ περὶ τὴν πρεσβείαν γέγονεν, ἀπ' αὐτοῦ τοῦ ἀγῶνος εὑρήσεις· ἐγὼ δέ σου δέομαι μὴ χείρω τὸν ἄνδρα νομίσαι τῇ δεῦρο ὁδῷ, ἀλλὰ νομίσαι πᾶν ἐκεῖνο προπετείᾳ πεπρᾶχθαι μᾶλλον ἢ τῷ μὴ τὰ σὰ θαυμάζειν.

[1264]

Ἀριστοφάνει.

[1]    Ἐπὶ τὴν τῶν γραϊδίων ἥκεις ἐπιστολήν· μακρά τε γὰρ ἡ ἐπιστολή σου καὶ τὸ μῆκος αὐτῆς ἐξ ἑνὸς ἐγκλήματος, τοῦ οὐκ ἐπεσταλκέναι με πολὺν ἤδη χρόνον, τοῦτο δὲ πολὺ πολλαχοῦ παρὰ πολλῶν.

[2] ἐγὼ δέ σε ἠξίουν ἐκ μέσης ἥκοντα τῆς Ἑλλάδος γράφειν τι διαφεῦγον τὸν ὄχλον. σὺ δ' ἔοικας ἀμελεῖν λόγων καὶ ταῦτα λόγους μεταπεμπόμενος, οὐ γὰρ δὴ πέμπων, οὐ γὰρ ἐβουλήθης.

[3]

ἐθαύμασα δὲ ὅτι σιγὴν αἰτιᾷ τινος μετὰ τὴν τοῦ βασιλέως ἐκείνου σφαγήν. οὐ γὰρ τοῦτο δεινόν, εἴ τις ἐκείνου φίλος ἐσίγησεν, ἀλλ' ἐκεῖνο μᾶλλον, εἰ λέγων καὶ γράφων καὶ ἐπιστέλλων ἐφαίνετο.

[4] τί δ' ἄν σοι καὶ ἐπέστελλον; ὅτι τέθνηκεν; ἀλλὰ τοῦτό γε καὶ ὠκεανὸς ᾔδει. ἀλλ' ὅτι φέρω; ἀλλὰ μεῖζον τὸ κακὸν ἢ φέρειν. ἀλλ' ὅτι οὐ φέρω; τοῦτο δὲ οὐκ ἦν σοι δῆλον; ἀλλ' ὑπὲρ τῆς ἐν χερσὶν ἀρχῆς ἔδει τι παραινεῖν καὶ περὶ δευτέρας ἐλπίδας ὑποτείνειν; ἀλλ' ᾔδειν ὅτι τῆς μὲν ἐκβεβλῆσθαι δεῖ, τὸ δ' ὑπὲρ ἄλλης τι λέγειν εἰς ἑτέρους ἥκει.

[5] ταχύ μοι δοκεῖς, ὦ φίλε Ἀριστόφανες, ἐπιλελῆσθαι τῆς θείας ἐκείνης κεφαλῆς. οὐ γὰρ ἂν τοιαῦτα οὔτε ἐπεζήτεις οὔτε ἐπετίμας. ἐπιστολὰς δὲ τὰς ἐκείνου πρὸς ἐμὲ καὶ πρὸς ἐκεῖνον ἐμὰς τὰς μὲν πέμψω, τὰς δὲ οὔ. κρίσει δὲ ἑκάτερον ἔσται· τὰς μὲν γὰρ οὐδὲν δεινὸν φανῆναι, τὰς δὲ ἴσως.

[6] ὁ δ' οἰόμενος λόγῳ με τετιμωρῆσθαι τοὺς περὶ αὐτοῦ βλασφημοῦντας καὶ τοιαύτης ἀκοῆς ἐπιθυμῶν, ὅτι μὲν μισεῖ τοὺς ἐκεῖνον μισοῦντας, καλῶς ποιεῖ· μὴ μέντοι με οὕτως οἰέσθω Μελιτίδην ὡς ἀγνοεῖν οὐκ ἀκίνδυνον τὸ τοιαύτας δίκας λαμβάνειν· οἱ γὰρ αὐτοὶ καὶ βλασφημοῦσι καὶ δύνανται.

[7] ἐκείνῳ μὲν οὖν ἀρκεῖ τὸ πλὴν ὀλίγων ἅπαντας αὐτὸν ποθεῖν· σοῦ δὲ ἐπαινῶ τὸ ἔργων ἐπιθυμεῖν καὶ τὸ μὴ ἑλέσθαι καθεύδειν, ἐπειδήπερ ἔξεστιν. ἄξιον δὲ ἐπαίνου καὶ τὸ πρὸς τὸν ἄριστον Ὀλύμπιον βλέψαι γνώμην ἄδολόν τε καὶ φιλότιμον καὶ δύναμιν ἱκανὴν ‹ἔχοντα›.

[1265]

Νικοκλεῖ.

[1]    Τί δαί; ᾤου, πρὸς Διός, ἐν λειμῶσιν ἡμῖν καὶ ἄνθεσι καὶ ἡσυχίᾳ τὸν ὑπόλοιπον ἔσεσθαι βίον τοιαύτην κεφαλὴν τῆς γῆς κατασχούσης, οὐκ Αἴαντα, ὃς πέρι μὲν εἶδος, ἀλλ' ὃς τῷ κάλλει τῆς ψυχῆς πολὺ τοὺς ἡμιθέους ἐνίκα καὶ ὃς Πέρσας μὲν κλάοντας ἐκάθισεν, ἡμᾶς δὲ εἰς ὕψος ἦρεν; [2] οὐκ οἶσθ' ὅτι τὸ μὲν ὑβρίζειν ἄλλων ἐστίν, ἡμῖν δὲ ἀνάγκη νύττεσθαι ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισιν; φέρωμεν οὖν ὅ τι ἂν ὁ θεὸς διδῷ, καὶ τοὺς βάλλοντας αὐτῷ τούτῳ λυπῶμεν τῷ πεπαιδεῦσθαι φέρειν· καὶ γὰρ εἰ μὲν ἦν μείζω τὰ δεύτερα τοῦ πρώτου κακοῦ, τάχα ἂν ἦν συγγνώμη θορυβουμένοις· νῦν δ' ὅ τι ἂν συμβαίνῃ δεινόν, οὐχ ὅσον γε ἐκεῖνο. ποταμοὺς δὲ περᾶν μετὰ πελάγη κοῦφον.

[3] Κλέαρχον μὲν οὖν ἐβουλόμην μηδὲν ἠγροικίσθαι περὶ τὴν σὴν οἰκίαν· ἐπεὶ δὲ λυπεῖν εἵλετο μᾶλλον ἢ ἐπαινεῖσθαι, τοῦ γε αὐτὸν γενέσθαι βελτίω ποιήσομαι πρόνοιαν. δέξεται γὰρ ἐπιστολὴν μεμφομένην.

[4]

Λητοΐου δὲ τοῦ Κυνηγίου μεμνημένος τὸ σαυτοῦ ποιεῖς καὶ πρὸς ἐπιμέλειαν ἑτέρους παρακαλῶν ἄξια τῆς ξενίας ποιεῖς. ἡμεῖς δὲ Κυνήγιον μὲν ἀνδρείως ἀποθανόντα λόγῳ πρότερον τετιμήκαμεν, πρὸς δὲ λόγων κτῆσιν τὸν ἐκείνου τὰ μὲν πείθοντες, τὰ δὲ ἀναγκάζοντες ἄγομεν.

[1266]

Κλεάρχῳ.

[1]    Τὰ μὲν καλά σου θαυμαστά, καὶ λόγος πολὺς καὶ καλὸς πολλῶν ἀγαθῶν αἴτιόν σε τοῖς ἀρχομένοις γεγενῆσθαι· Νικοκλέους δὲ κακῶς ὑπὸ σοῦ πάσχοντος οὐκ ὀλίγοις ἀθυμεῖν συμβέβηκεν. οὐδὲ γὰρ λανθάνειν ἔστιν, ὅ τι ἂν περὶ τοὺς ἐνδόξους γίνηται τῶν ἀνδρῶν ἢ χρηστὸν ἢ δυσχερές.

[2] καίτοι σοι παρῄνουν ὁρμωμένῳ παρ' ἡμῶν μηδὲν τοιοῦτο ποιεῖν, ὁποῖα λέγῃ ποιεῖν· σὺ δ' ὑπέσχου μέν, ἐψεύσω δέ, καὶ φήσας κρείττων ἔσεσθαι τοῦ θυμοῦ νικῶντα τὸν θυμὸν ἔδειξας οὐκ ἐννοῶν ὅτι τὸ μὲν ὀργῇ τι δρᾶσαι τῶν πολλῶν ἂν εἴη, τὸ δ' ἐξὸν ἀμύνασθαι μὴ βουληθῆναι τῶν σπουδαίων.

[3] καίτοι τί τοῦτο εἶπον ἀμύνασθαι; οὐ γὰρ ἔγωγε οἶδα, ὅ τι σε Νικοκλῆς ἐν ἐκείνοις ἠδίκηκε τοῖς χρόνοις. ἀλλ' ἃ μὲν συνεῖπε, μάρτυς ἐγώ· ἃ δ' οἴει ἀκηκοέναι κακῶς, εἰ ἐξελέγξαι δέοι, οὐκ ἂν ἔχοις.

[4] δεινὸν οὖν δίκας φανερὰς λαμβάνειν ὑπὲρ ἀφανοῦς αἰτίας, οὐδὲ γὰρ δίκην λαβεῖν τοῦτό γέ ἐστιν, ἀλλ' ἀδικεῖν. ὁ γὰρ πρὶν ἐξελέγξαι λυπῶν οὔπω ἂν ἐν τάξει τῶν τιμωρουμένων εἴη.

[5] οὗτός ἐστιν, ὦ Κλέαρχε, Νικοκλῆς, ᾧ σε ὁ πατὴρ παρέδωκεν, οὗτος, ᾧ σὺ τὸν ἀδελφόν, οὗτος ὁ τὴν μητέρα τὴν ὑμετέραν ὁρῶν, ὃς οὐκ ἄν ποτε εἰς αὑτοῦ παῖδας, παῖδας γὰρ ἔγωγε καλῶ τοὺς μαθητάς, ἥμαρτε.

[6] δῶμεν δ' οὖν τι καὶ ἡμαρτῆσθαι· πότερον οὖν βέλτιον εἰδέναι πάντας καὶ ἀκούειν ὡς Κλέαρχος οὐκ ἐμνησικάκησεν ἢ ὅτι Κλέαρχος τῇ παρὰ τῆς ἀρχῆς δυνάμει πρὸς τὸ τοὺς ἐχθροὺς ἀμύνασθαι κατεχρήσατο; καὶ γὰρ ἂν τἄλλα δόξῃς εἶναι δίκαιος, ἑνί γε τούτῳ πολλὰ διαβεβλήσῃ.

[7] δεῖ δέ σε μὴ μόνον δεῖσαι τὰς ἐπὶ τῷ πράγματι μέμψεις, ἀλλὰ καὶ τὰς τῆς Τύχης μεταβολάς. χαίρει γὰρ ἡ θεὸς καὶ τὸν κείμενον ἀνιστᾶσα καὶ τὸν ὑψηλὸν καθαιροῦσα. νίκη δ' ἐπαμείβεται ἄνδρας. καὶ τοὺς Πεισιστράτου παῖδας ἄνδρες φυγάδες ἐξέβαλον.

[8] εἰ μὲν οὖν ἐκ Δελφῶν ἀκήκοας ὡς ἀθάνατα μενεῖ καὶ σοὶ κἀκείνοις τὰ νῦν, πρᾶττε, ὅ τι βούλει, τὴν τοῦ καλοῦ μοῖραν χαίρειν ἀφείς· εἰ δ' οὐδὲν ἐλπίδος ἔξω παρά γε τοῖς εὖ φρονοῦσι, μὴ σφόδρα τοῖς ἀτυχοῦσιν ἔγκεισο, ἵν', ἤν ποτε εὖ πράξωσιν, ἐπαινῶσί σου τὸν τρόπον.

[1267]

Λεοντίῳ.

[1]    Ἴσως μὲν ἤδη τῶν φίλων ἡμῖν ἐπιμεμέλησαι μαθών γε, οἵτινες οὗτοι, καὶ ἐποίησας, ὅπως σοι χάριν εἰδεῖεν· εἰ δ' οὔπω τοῦτο ἐπράχθη, νῦν γε, ὦ 'γαθέ, γενέσθω.

[2] δώσεις δὲ ἡμῖν ἐλάττω μὲν ἢ οἱ πρότερον χάριν, ἐμοὶ δὲ οὐκ ἐλάττονος λόγου. οἱ μὲν γὰρ μεγάλους ἐκ μικρῶν ἐποίησαν· παρὰ σοῦ δὲ εἰ φυλαχθεῖεν ἐφ' οὗπέρ εἰσιν, ἀρκέσει, καί σε προσεροῦμεν ὥσπερ ἐκείνους εὐεργέτην.

[3] ἥξει δέ σοι καὶ παρὰ τοῦ γενναίου Μοδέστου περὶ τῶν αὐτῶν παράκλησις, ἣν εἰ ποιήσαις ὑστέραν ἐλθεῖν τῶν ἔργων, τῷ φθάσαι τῇ προθυμίᾳ χάριέν τι ποιήσεις. τὸ γὰρ ἔχειν γράφειν πρὸς αὐτὸν ὡς ἅπερ ἐθέλει, πέπρακται, μεῖζον οἶμαι τοῦ λέγειν ὅτι πεπράξεται.

[4] μέλει δὲ ἡμῖν πάντων μὲν ὅσοι τῶν παρ' ἡμῖν μετεσχήκασι πόνων, οὐχ ἥκιστα δὲ τοῖν τε Εὐσεβίου παίδοιν τοῦ πρεσβυτάτου τε τῶν υἱῶν Μαξίμου, Ὑπερέχιον λέγω, καὶ τὸν τούτου κηδεστήν, Στρατήγιον, καὶ τὸν ἀδελφὸν ἐκείνου, πάντας ἐμοὶ τέκνων οὐδὲν ἀτιμοτέρους.

[1268]

Ὑπερεχίῳ.

[1]    Διὰ τί σῶν ἄνευ γραμμάτων νέος ἧκε παρ' ἡμᾶς ἄλλως τε σοὶ συγγενὴς καὶ ἀδελφιδοῦς τοῦ τὴν ἀδελφὴν τὴν σὴν γυναῖκα ἔχοντος; ἆρά σοι πάντ' εἰσὶν οἱ ἀγροὶ καὶ τὸ ἐφ' ἵππον ἀναβῆναι καὶ τὸ θηρία βάλλειν, λόγων δὲ καὶ τοῦ γράφειν οὐδὲ εἷς λόγος; ἀλλ' οὐδ' ἐκεῖνα μὲν φαῦλα, χρῆν δὲ καὶ τούτοις εἶναι χώραν.

[2] ἀλλ' ἔλαθεν ἐξιών; ἀλλ' οὔτε τοὺς ἄλλους εἰκὸς ὄντα γε οἰκίας τηλικαύτης εἴτε τοὺς ἄλλους, οὐκ ἂν σέ γε. ἀλλ' οὐκ ᾔτησεν ἐπιστολήν; ἀλλ' ἀμήχανον τὸν ὅστις ἐγὼ περὶ σὲ οὐκ ἀγνοοῦντα.

[3] ἴσως ὅτι πάλιν ἐγκαλεῖς, οἷα πολλὰ πολλάκις, ἐν οἷς ἠλέγχου συκοφαντῶν; ἔστι δὲ τοσούτῳ τὸ παρὸν ἐκείνων δεινότερον, ὅσῳ τότε μὲν ὑπῆρχεν εἰδέναι τὸ πρὸς ὅ τι μάχεσθαι χρῆν· νῦν δ' ἐμαυτὸν ἐρωτῶν ἀπείρηκα, τί τοῦτο ἔστι τὸ ἔγκλημα. [1269] [t]

Μαρίῳ.

[1]    Ἔθνος πάγκαλον καὶ μεγάλη πόλις ἀνδρὸς ἑνὸς καταβοῶσιν, ἔθνος μὲν Φοίνικες, πόλις δὲ ἡ Ἀντιόχου· οἱ μέν, ὅτι αὐτοὺς ἀφῆκεν, ἡ δ', ὅτι εἰς αὐτὴν οὐχ ἥκει.

[2] ᾧ δὲ ἐγκαλοῦσιν, ἀνὴρ ῥητορικός τε καὶ ἀρχικός, πρὸς μὲν Φοίνικας οὐκ ἀπορήσων λόγου ‑ τί γὰρ ἔδει μένειν ἐπὶ τῆς ἀρχῆς οὐ μένοντα; ‑ τὴν δ' ἀπὸ τῆς πόλεως αἰτίαν οὐδ' ἄν, εἴ τι μηχανήσαιτο, λύσων.

[3] Βέρροιαν γὰρ ἰδὼν ἐπελάθετο τῆς μείζονος. καὶ εἰ μὲν λωτὸν ἔφυσεν ἡ γῆ, συγγνώμη· εἰ δὲ καινὸν μὲν ἤνεγκεν οὐδέν, ὧν δὲ εἰώθει τὸ πλέον ἔκειρεν ἡ πτερωτὴ στρατιά, τί τὸ πεῖθον καταφρονεῖν τῶν παρ' ἡμῖν ἀγαθῶν; [4] σὺ οὖν αὐτῷ διαλέγου καὶ πεῖσον ἔργῳ λῦσαι τὴν κατηγορίαν. ὄνομα δὲ αὐτῷ Μάριος.

[1270]

Γαϊανῷ.

[1]    Μάγνος ἐπαινῶν σου τὴν εἰς αὑτὸν πρόνοιαν ἀξιοῖ δι' ἐμοῦ τὴν αὐτήν σε πρὸς αὑτὸν διατηρῆσαι γνώμην. ἐκείνῳ μὲν οὖν τοῦτο ἀρκεῖ, ἐγὼ δὲ μειζόνων ἐπιθυμῶ.

[2] γενέσθω δή τι τῶν εἰωθότων πλέον, ἵν' ἐν τῷ πλέονι τὸ κέρδος τῶν γραμμάτων φανείη. [1271] [t]

Σκυλακίῳ.

[1]    Μάγνου παῖς οὑτοσὶ Μάγνος ῥήτορος ἀγαθοῦ ῥήτωρ οὐ κακός. τούτῳ θύρας τε ἄνοιξον καὶ χεῖρα ὄρεξον, καὶ μαθέτωσαν Φοίνικες ὅτι σοι τὸ τοῦτον εὖ πράττειν ἐν ἡδονῇ γένοιτ' ἄν.

[1272]

Ἀνδρονίκῳ.

[1]    Οἱ περὶ τὸ βῆμα ζῶντες διὰ τῶν ἐν τοῖς ἔθνεσι δυνατῶν κτῶνται δόξαν, ἐκ δὲ τῆς δόξης πλοῦτον. ἐθαύμασα οὖν, ὅπως σὺ μὲν ἐν Φοινίκῃ δυνατός, Μάγνῳ δὲ οὐδέτερον ἐκείνων. οὐ γὰρ δὴ τοῦ γε λέγειν ἀπειρίαν ἐγκαλέσεις τῷ πολὺν δὴ παρ' ἡμῖν χρόνον τεθηρευκότι λόγους.

[2] γενοῦ τοίνυν περὶ ἄνδρα πρόθυμος ταὐτοῦ κρατῆρός σοι κεκοινωνηκότα.

[1273]

Οὐλπιανῷ.

[1]    Ἀρξάμενος πρὸς σὲ περὶ Χρυσογόνου λέγειν, ἐπειδὴ ἠπείγου, τοῦ λέγειν μὲν ἀπέστην, γράψειν δὲ ἔφην καὶ γράφω ὅτι οὗτος ὁ Χρυσόγονος ὀρφανὸς καταλειφθεὶς μείζονι συμφορᾷ τῆς ὀρφανίας ἐχρήσατο πονηροῖς ἐπιτρόποις, οἳ δεσπότας αὑτοὺς τῶν τούτου ποιήσαντες τοῦτον περιορῶσι πεινῶντα.

[2] λόγων μὲν οὖν ἐπεθύμησε καὶ ἧκεν ἐπὶ τούτῳ παρ' ἡμᾶς, οὐ μὴν ὅσον ἐβούλετο ἔσχεν, τοσοῦτον δ' ἂν ἴσως δυνηθείη, δηλῶσαι τὴν τῶν ἐπιτρόπων πρὸς αὑτὸν δικαιοσύνην.

[3] σὺ δ', ὥσπερ εἴωθας, ποιήσεις τοὺς νόμους δήπου κυρίους. εἰ οὖν τὰ αὑτοῦ κομισάμενος καὶ τοῦ συναγορεύειν ἅψασθαι βουληθείη, μετ' εὐνοίας τῆς σῆς καὶ τοῦτο ποιῶν διατελείτω.

[1274]

Μαξίμῳ.

[1]    Οὐκοῦν ἡ Αἴγυπτος σωτηρίαν τε ἔχει καὶ εὐνομίαν καὶ τὰς εἰς τὸ εὖ πράττειν ἀφορμάς, εἴπερ ἔχει τὸν ἀγαθὸν ἄρχοντα; σοφοὶ δὲ ἄρα ἦσαν οἱ περὶ τοῦ ποταμοῦ τοὺς νόμους τεθεικότες καὶ πλέον τι τῶν πολλῶν εἰδότες, εἰ δὴ τὸν αὐτὸν ἄνθρωπον ἐν μέσῳ τε εἶναι χρὴ τοῦ Νείλου καὶ κεκωλύσθαι Νεῖλον ὁρᾶν.

[2] ἀλλὰ σύ τε τὸν ποταμὸν ἴδοις ἀνοίγοντός σοι τοῦ νόμου τὴν ὄψιν ἐκεῖνός τε μετριώτατα ὁμιλήσειε. τουτὶ γὰρ οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ πάντας εὔχεσθαι τοὺς οἰκοῦντας κάτω προσήκει. πάντες γὰρ λιμένες τὸν Αἰγύπτου δέχονται τόκον, ὅτι πλεῖστος δὲ γένοιτο νῦν, ὥστε καὶ μετὰ ταῦτα ᾄδεσθαι τοῦθ' ὅτι Μαξίμου μέντοι τὴν Αἴγυπτον ἄγοντος λαμπραῖς γοναῖς ἔθρεψε τὴν οἰκουμένην ὁ ποταμός.

[3]

ἐγὼ δὲ καλούμενος μὲν ὑπ' αὐτοῦ καὶ σοῦ καὶ Αἰγυπτίων χαίρω, χρυσῆ γὰρ ὡς ἀληθῶς ἡ τιμὴ καὶ οὐχ ἥττων τῆς ὅτε ἐκαλούμην Ἀθήναζε, καὶ παλαιὸς δέ τις ἔρως ἐντέτηκέ μοι Νεῖλον ἰδεῖν καὶ ἐφ' ἣν ἀναβαίνει γῆν μεστήν γε οὖσαν θαυμάτων. τίς δ' οὐκ ἂν ἐπιθυμήσειεν ἧς Πλάτων, ἧς Σόλων, ἧς Πυθαγόρας;

[4] καιρὸς δὲ νῦν τε μάλιστα καὶ νῦν ἥκιστα. τὸ μὲν γὰρ σὴν εἶναι τὴν ἀρχὴν καιρὸν ποιεῖ, τὸ δὲ τοῖν ποδοῖν πάθος οὐκ ἐᾷ χρήσασθαι τῷ καιρῷ. σχεδὸν γὰρ μετὰ τῶν Ὀλυμπίων ἡ νόσος ἀρξαμένη μικρὰ μέν μοι τῶν γινομένων ἰδεῖν ἔδωκε, τὰ πολλὰ δὲ ἤκουον διηγουμένων. καὶ γὰρ ὅσα ἐν τῷ μεταξὺ χωλεύων ἐκινήθην, καὶ τὰ πεπαυμένα τῶν κακῶν ἀνηρέθισεν.

[5] εἰ οὖν τι βοηθήσειεν ὁ τῆς Μέμφιδος καὶ οἰκήτωρ καὶ φύλαξ, ἥξομεν αὐτοῦ διδόντος ὀψόμενοι τὴν πολυύμνητον Αἴγυπτον τοῖς ἅπασι καλλίω ταῖς σαῖς φροντίσι γεγενημένην.

[1275]

Τῷ αὐτῷ

[1]    Φίλος ἐστί μοι Πορφύριος. καὶ γὰρ εἰ πράττει κακῶς, τοῦτό γε οὐκ ἀρνοῦμαι, ἄλλως θ' ὅτε ἀδικεῖ μὲν οὐδέν, ἀτυχεῖ δέ. συκοφάνται γὰρ πάντες μὲν ἁπλῶς χαλεπὸν γένος, οἱ δὲ Αἰγύπτιοι, Ἡράκλεις, τῶν ἐν Λιβύῃ φοβερώτεροι θηρίων.

[2] τούτων αὐτὸν ἔδακνον δύο, καὶ νῦν ἀπέσταλται πρὸς ὑμᾶς ἐπ' ἐλέγχῳ. δέομαι δὴ σοῦ τῷ μὲν ἀμῦναι, τῶν δ', εἰ μὲν οἷόν τε, τὰς γλώττας ἐκτεμεῖν, εἰ δὲ μὴ τοῦτο, τοῦ γε λοιποῦ καθεῖρξαι δίκην αὐτοῖς ἐπιθέντα ἀτιμίαν. [1276] [t]

Οὐλπιανῷ.

[1]    Σάλβιος ἀδελφοῦ μοι γεγένηται καλλίων καὶ λόγῳ καὶ ἔργῳ τὴν εὔνοιαν ἐπιδεικνύμενος πανταχοῦ. ὅταν οὖν ἐν τῷ μέρει κἀκείνῳ δέῃ ‹τι› γενέσθαι παρ' ἐμοῦ, χαίρω διαλύων τι τοῦ χρέους.

[2] νῦν τοίνυν ὑπὲρ γυναικὸς προσηκούσης μὲν αὐτῷ κατὰ γένος, ὑπ' ἀνθρώπων δὲ θρασυτέρων ἐλαυνομένης γράφω βουλόμενος αὐτὴν ὧν τε πέπονθε δίκην λαβεῖν ἀδείας τε πρὸς τὸν ἔπειτα χρόνον τυχεῖν.

[1277]

Δατιανῷ.

[1]    Παγκράτιος καὶ πολίτης ἐμὸς καὶ ἡλικιώτης καὶ συμφοιτητὴς καὶ φίλος καὶ παῖς ἀνδρὸς πάλαι ποτὲ πράττοντος ὃ νῦν ἐγώ. καὶ πολλά γε τῆς ἐκείνου τέχνης ἀγάλματα πολλαχοῦ τῆς οἰκουμένης λάμπει. τιμῶμεν δὴ καὶ ἰδίᾳ καὶ δημοσίᾳ τοὺς ἐξ ἐκείνου χάριν ἀποδιδόντες τῆς δόξης, ᾗ κεκόσμηκε τὴν ἡμετέραν πόλιν.

[2] μέλλων οὖν καὶ τούτῳ βοηθεῖν καὶ διὰ τῆς σῆς γνώμης, ᾗ τὸ εὖ ποιεῖν ἐν μελέτῃ, προθύμως ἦλθον ἐπὶ τὴν ἐπιστολήν. ἄνευ γὰρ τοῦ μὴ εἶναι καλὸν φίλον ἄνδρα περιιδεῖν οὐδ' ὡς οὐκ ἔστι μοι παρὰ σοὶ δύναμις, εἶχον εἰπεῖν· καὶ γὰρ ἔστι καὶ οὐ λανθάνει.

[3] φησὶ τοίνυν ὁ Παγκράτιος μικρὰ ἔχων μεγάλα εἰσπράττεσθαι καὶ οὐκ ὀρθῶς ἐν τρίτοις ἠριθμῆσθαι. γίνεσθαι γὰρ ἐκ τοῦ εἰκότος τῶν ἐσχάτων εἶναί τε οὔτε τὴν βλάβην αὑτῷ κούφην τήν τε ὕβριν βαρυτέραν ἢ Μυσῶν λεία τοῖς βουλομένοις.

[4] οὗ δὴ καὶ δεινὰ πεπονθέναι λέγοντος καὶ πιστεύοντος μίαν ἔσεσθαι τούτῳ λύσιν, εἰ σὺ μεταστήσαις, δεόμεθα καὶ ἡμεῖς ἀφελεῖν τι τῆς ὑπερβολῆς, ὅπως τὸ σύμμετρον μὲν ἐκεῖσε πέμπῃ, παρ' ἡμῖν δὲ ὕμνους ᾄδῃ τοῦ τὸ δίκαιον αἰδουμένου.

[1278]

Μαξίμῳ.

[1]    Ὧρος καὶ Φάνης λαμπρὸν μὲν ἐποιησάτην τὸν ἑαυτοῖν πατέρα, λαμπρὰν δὲ τὴν Αἴγυπτον, ὁ μὲν Ὀλύμπια νενικηκώς, ὁ δὲ νικήσας ἄν, εἰ μή τις φθόνος ἀντέκρουσεν. ἐστὸν δὲ καὶ τἄλλα βελτίστω τε καὶ χρηστὼ καὶ οὐδὲ τῶν ἡμετέρων ἀπείρω παλαισμάτων.

[2] ἀνθ' ὧν αὐτός τε αὐτὼ φιλῶ καὶ σὲ βουλοίμην ἂν τοσούτῳ χρησιμώτερον τῶν παρ' ἐμοῦ τοῖν νεανίσκοιν ἐσομένων, ὅσον τοὐμὸν μὲν λόγοι, τὸ σὸν δὲ ἔργα.

[1279]

Εὐτοκίῳ.

[1]    Βάλης εὔπαις ἐν Ὀλυμπίοις ὤφθη τὸν μὲν ἰδὼν τοῖν υἱέοιν στεφανούμενον, τὸν δὲ τῶν στεφανωθέντων ἀμείνω. ἐγὼ δὲ αὐτοῖν ἠγάσθην μὲν καὶ τὰ τοῦ σώματος ἔργα, φιλῶ δὲ πλέον τὴν ἀμείνω περὶ τὸν Ἑρμῆν θεραπείαν. ἐτίμησαν γὰρ οὐ παλαίστρᾳ μόνον, ἀλλὰ καὶ λόγων ἐπιθυμίᾳ τὸν θεόν.

[2] εἴτ' οὖν παρ' ὑμῖν τινα διατρίβοιεν χρόνον, γνώτωσαν τὴν σὴν φύσιν, εἴτε διατρέχοιεν, δεῖξον σεαυτὸν καὶ ἐπειγομένοις.

[1280]

Πρισκιανῷ.

[1]    Σύμμαχον καὶ φίλον ὄντα μοι καὶ ἄνδρα, ὥς γε ἐμαυτὸν πείθω, γενναῖον δίδωμί σοι παρακαταθήκην καὶ διττὴν αἰτῶ χάριν, μίαν μέν, ὅπως ἴδοις αὐτὸν ἡδέως, ἑτέραν δέ, μάλα σὴν δοῦναι. τοὺς γὰρ ἀδικοῦντας τὸν ἄνθρωπον ἀξιῶ μὴ πάντα αὐτοῦ καταγελᾶν τὸν χρόνον, ἀλλ' ἔργῳ μαθεῖν ὅτι νῦν τῶν νόμων ἐστίν, οὐκ αὐτῶν τὸ κρατεῖν.

[2] ἴσθι δὲ ὅτι τὰ αὑτοῦ μὲν Συμμάχου κομιζομένου σφόδρα ἂν ἡσθείην· εἰ δ' ἑτέρως ἀποβαίη, συμφορὰν ἐμαυτοῦ τὸ πρᾶγμα ποιήσομαι.

[1281]

Οὐλπιανῷ.

[1]    Καὶ προῄδειν ταῦτα καὶ προεῖπον ὡς ἔσται καὶ γενομένων ἥσθην καὶ πρὸς ἅπαντας ἀπαγγελῶ, τίς σὺ καὶ περὶ τὸ δίκαιον καὶ πρὸς ἐμέ.

[2] καὶ ταῦτα ἀκούουσι μὲν ἄνθρωποι παρ' ἡμῶν, ἀκούουσι δὲ θεοί· οἱ μέν, ὅπως σε μεθ' ἡμῶν ἐπαινοῖεν, οἱ δ', ὅπως σε καὶ σώζοιεν καὶ διδοῖεν ἀρχὰς ἐπ' ἀρχαῖς. τὸν γὰρ ὧδε ἐπιστάμενον ἄρχειν ζημία τῶν πόλεων ἰδιωτεύειν.

[3] μέγα μὲν οὖν τὸ πατρῴων ἐπιβῆναι τὸν Χρυσόγονον ἀγρῶν, οὓς πρότερον πόρρωθεν ἰδὼν ἐδάκρυεν· οὐ μικρὸν δὲ καὶ τὸ ἔχειν οὐδὲν ἀναλίσκοντα πανταχῆ κομίζεσθαι. μεῖζον δ' ἂν ἀμφοτέρων ὑπάρξειεν, εἰ μαθητήν γε σαυτοῦ τὸν ἄνθρωπον νομίσαις καὶ δείξαις ἕνα τῶν ἐπισταμένων λέγειν.

[1282]

Τῷ αὐτῷ.

[1]    Μαρκιανός, ᾧ τὸ δύνασθαι παρ' ἡμῖν ἐκ τοῦ δύνασθαι λέγειν ἐστίν, ἐπῄνεσε πρός με τὸν φέροντά σοι τὴν ἐπιστολήν, καὶ οὐκ ἠπίστησα. θαρρῶν οὖν φημι καὶ χρηστὸν καὶ μέτριον καὶ προνοίας ἄξιον εἶναι τὸν ἄνδρα.

[2] εἰ οὖν, ὥσπερ ἐγὼ Μαρκιανῷ, καὶ σὺ πιστεύσαις ἐμοί, ἐμοί τε χαριῇ κἀκεῖνον ἔσῃ τετιμηκώς, μᾶλλον δέ, κἀμὲ τῆς αὐτῆς ὁδοῦ τετιμηκὼς ‹ὡς› ἂν ἐπιστάμενον, οἷς χρὴ πιστεύειν.

[3] εἰ δ' οὐκ ἀπόχρη ταῦτα, δεῖ δὲ προσεῖναι καὶ τὴν ἀπὸ τῶν ἔργων πίστιν, ὅρα τὸν τρόπον ἐξ αὐτῶν ὑπὲρ ὧν ἂν δέηται. πάντα γὰρ εὑρήσεις ὁμολογοῦντα τοῖς νόμοις.

[1283]

Κληματίῳ.

[1]    Οὐ τοῦτο θρασύτης, ἀλλ' ἐκεῖνο δειλία, οὐδ' ἐπὶ τῷ γράψαι χρῆν κατήγορον προσδοκᾶν, ἀλλὰ μᾶλλον ἐπὶ τῇ σιγῇ γραφήν, νὴ Δία. τί γάρ, ὦ τοῦ Νέστορος ἀπόγονε τὰ περὶ τὴν γλῶτταν, οὐ πάλαι τοῦτ' ἔδρασας, ἀλλ' ὀψέ ποτ' ἤρξω καὶ μετὰ δέους δέον εὐθὺς ἐξ ἀρχῆς καὶ μετὰ θάρσους;

[2] εἰ μὲν γὰρ εἰδώς, ὅπως εἶ καλὸς ἐν ἐπιστολαῖς, εἰρωνεύῃ καὶ φῂς οὐ μετέχειν ὥρας, οὐκ ὀρθῶς ποιεῖς πρὸς ἄνδρα ἑταῖρον οὑτωσὶ προσφερόμενος· εἰ δ' ὄντως οὕτω φρονεῖς καὶ ὧν πλουτεῖς, ταῦτα οὐκ ἔχειν οἴει, πληγῶν ἂν δέοιο, καὶ ταῦτα γέρων τε ὢν καὶ ἐμὸς ἡλικιώτης. δεινὸν γάρ, εἰ τοὺς μὲν τῶν ἄλλων ἐξετάσεις λόγους καὶ εἴσῃ, τί μὲν γνήσιον, τί δὲ νόθον, περὶ δὲ τῶν σαυτοῦ ψῆφον οὐ θήσῃ προσήκουσαν.

[3] ἀλλ' εἰ δεῖ παρ' ἐμοῦ σε περὶ τῶν σῶν ἀκούειν, εὖ μοι δοκεῖς ἐπεσταλκέναι πάντα, ἐξ ὧν ἂν τὸ τεχνικῶς ἐπιστέλλειν γένοιτο. αἵ τε γὰρ ἔννοιαι μετὰ νοῦ ἥ τε φωνὴ σφόδρα Ἀθήνηθεν τό τε ἥμερόν σου τῶν ἠθῶν δι' ὅλου λάμπον ἐχώρει.

[4] τὸ δὲ καὶ πρὸς ἀνθρώπους εἰπεῖν τι περὶ ἡμῶν εὔφημον καὶ μηδὲ θεοὺς ἀνηκόους ἀφεῖναι τῶν μικρῶν μεγάλα τε ἡμῖν ἀντὶ φαύλων παρ' αὐτῶν αἰτῆσαι πῶς οὐ χρηστοῦ τινος καὶ ἀτεχνῶς χρυσοῦ καὶ ἱερέως, ὃν εἰκότως ἂν αἰδεσθεῖεν καὶ οἱ θεοί;

[5] ἐπεὶ δὲ καὶ κινεῖς με πρὸς αἴτησιν καὶ δῆλος εἶ δώσων ἡδέως, ἤν του δέωμαι, πρῶτον μὲν ἡμῖν κόσμει τὸν θαυμαστὸν Ἀκάκιον καὶ τῶν μὲν δυσχερῶν ἀφαίρει, τοῖς δὲ ἀγαθοῖς προστίθει· ἔπειτα τὴν βραδέως ἀρξαμένην σου πρὸς ἡμᾶς γλῶτταν μὴ στήσῃς, ἐπειδήπερ ἤρξατο. [1284] [t]

Ἀκακίῳ.

[1]    Πολὺ βελτίων ἡμῖν ὁ Εὐσέβιος ἐπανῆλθεν· εἰκὸς δέ, ὅτι καὶ τοῖς Κρησὶν ὁ Μίνως ἐκ τοῦ ὄρους παρὰ τοῦ Διός. ἐσθλὰ γὰρ ἀπ' ἐσθλῶν μανθάνειν ἔστιν, ἔφη τις τῶν Καλλιόπης χορευτῶν.

[2] ἤγγελλε δὲ ἡμῖν καὶ περὶ τῶν σῶν πραγμάτων, δι' ὧν ἡδίους ἐποίει, δύναμίν τε εἶναί σοι καὶ δόξαν, ὅσην δίκαιον, καὶ πλῆθος ὁμιλητῶν ἐγρηγορότων. ἐν δ' αὖ τοῖς πολλοῖς ἀγαθοῖς ἑνὸς ἐμέμνητο δυσχεροῦς, ᾧ καὶ αὐτῷ τι προσῆν ἀγαθόν, ἡ τοῦ πληγέντος ἀνδρία.

[3] ἀλλὰ ταύτης γε τῆς ἀνδρίας μηκέτ' ἐφ' ὁμοίοις δεηθείης, ἀλλά σοι τὰ ὄντα τέκνα Διὸς σωτῆρος εὔνοια διατηροίη.

[1285]

Οὐλπιανῷ.

[1]    Εὐβούλου συγγενὴς φοιτᾷ παρ' ἐμὲ καλούμενος ὅπερ ἐκεῖνος. τούτῳ πατήρ ἐστιν ὁμώνυμος ἐμοὶ καὶ φίλος. τοῦτον εὖ βούλομαι πάσχειν καὶ ὡς ἐμὸν φίλον καὶ ὡς Εὐβούλου τοῦ μὲν συγγενῆ, τοῦ δὲ πατέρα.

[1286]

Ἀκακίῳ.

[1]    Φεύγοντά με πρότερον διώκειν πεποίηκας καὶ τὴν ἀπολογίαν οὐκ αἰδεσθεὶς πρὸς τὸ κατηγορεῖν ἄγεις. διὰ τί γάρ, ὦ τὰ μικρὰ μεγάλα ποιῶν, πρὸς ἐκεῖνό σου τὸ ἔγκλημα τὰ γράμματα ἔχων, ἃ Δημήτριος ἐκόμιζεν, ‑ εἶχες δ' ἂν καὶ πρὸ ἐκείνων, εἰ Τιτιανὸς ἐβούλετο, ‑ οὔτ' ἐπῄνεσας οὔτ' ἐμέμψω τὴν ἀπολογίαν; καίτοι χρῆν ἰσχυούσης μὲν ἐκβαλεῖν τε τὴν λύπην καὶ γράψαι, τοῦτο δὲ οὐ δεδυνημένης μενούσης τῆς λύπης ἑτέραν ἀπαιτῆσαι, πάντως δὲ γράψαι.

[2] ἀλλ', οἶμαι, τότε ῥᾳθυμήσας, καλὸν γὰρ ἴσως οὕτως εἰπεῖν, ἀνάγκην σαυτῷ περιέστησας ἀπολογίαν ζητεῖν, ἣν ἡμεῖς, κἂν δύο συλλαβῶν ᾖ, τιμήσομεν.

[3] πάνυ δὲ πιστεύω τὰς ὑποψίας παύσεσθαι τοσούτου διαλλακτοῦ διαλλαξομένου σοι παρὰ τῷ θεῷ. καὶ γὰρ τοὺς Οἰδίπου παῖδας Εὐδαίμων ἄν μοι διαλλάξαι δοκεῖ. ποιοῖ δ' ἂν ἡμᾶς καὶ ἄλλο τι φίλους, ἡ βελτίστη ποδάγρα ταῖς αὐταῖς ἡμέραις τόν τε σὸν καὶ τὸν ἐμὸν ἀσπασαμένη πόδα.

[1287]

Εὐαγρίῳ.

[1]    Μέγα τοῦτο σημεῖον τοῦ ὡς ἄριστά σε ἄρξειν τὸ ζητεῖν παρ' ἡμῶν κανόνας, δι' ὧν ἂν ὡς ἄριστα ἄρξαις· ἐγὼ δὲ ἓν μὲν ἐκεῖνο λέγω σαφὲς καὶ βραχύ, ὅτι σε ὅμοιον χρὴ σαυτῷ γενέσθαι καὶ τὴν ἐπὶ τῶν ἐλαττόνων γνώμην ἐν τοῖς μείζοσι τηρῆσαι.

[2] εἰ δὲ δεῖ καὶ διελόντας εἰπεῖν, ἕπου τοῖς νόμοις, τίμα τοὺς ἀγαθούς, μίσει πονηρίαν, μείζους ποίει τὰς πόλεις, ἡδὺ τὸ πονεῖν ἡγοῦ, κέρδος νόμιζε τὴν δόξαν. ἂν ταῦτα φυλάττῃς ‑ φυλάξεις δέ, καὶ γὰρ πρότερον ‑ σαυτόν τε καὶ πατρίδα καὶ γονεῖς καὶ τὸν ἀδελφὸν κοσμήσεις.

[1288]

Μαρίῳ.

[1]    Σὺ μὲν ἀξιοῖς με γράφειν, ἐγὼ δέ σε ἀντὶ τοῦ γράφειν ἐλθεῖν. συγγνώμη δὲ ῥᾴστη τὰ μείζω πρὸ τῶν ἐλαττόνων ζητοῦντι. εἰ δὲ ἐρῶ γέρων τε καὶ γεραιτέρου, μὴ θαυμάσῃς· ψυχῆς γὰρ ἐρῶ, τὸ δὲ ταύτης αὔξεται κάλλος, ὅταν ἀπανθῇ τὸ σῶμα.

[2] καὶ μὴν ἣν δυσχεραίνεις παρ' ἡμῖν ὥραν τοῦ ἔτους, παρελήλυθε, καὶ νῦν οἱ βότρυες οἶνος, καὶ ὁ Διόνυσος πανταχοῦ τῶν ἀγρῶν ᾄδεται, ὥστε ἀναπέπνευκα τρυγητοῦ φανέντος· εἰκὸς δὴ καὶ σέ.

[3] τί δὴ μέλλεις; ἢ πρεσβείαν ἀναμένεις; ἀλλ' ἡμεῖς γε, εἰ τούτου δεῖ, καὶ τοῦτο ποιήσομεν.

[1289]

Οὐλπιανῷ.

[1]    Εἰσήγαγον εἰς τοὐμὸν δικαστήριον τὴν Εὐβούλου προπέτειαν, καὶ κατηγόρεις μὲν σὺ διὰ τῆς ἐπιστολῆς, ἐσίγα δὲ ἐκεῖνος. ἐγὼ δὲ τὸν μὲν ἔγνων ἀδικεῖν, σὲ δὲ ἄνδρα ἀνθρώπων εἶναι βέλτιστον.

[2] μένε τοίνυν ἐν τῷ σαυτοῦ τρόπῳ, κἂν μὴ κηρύττωσιν οἱ εὖ παθόντες ἃ πεπόνθασι. τοῦτο μὲν γὰρ τῆς ἐκείνων ἀτοπίας, τὰ σὰ δὲ οὐ λήσει τὸν Διὸς ὀφθαλμόν.

[1290]

Κλεάρχῳ.

[1]    Καὶ ἡδέως ἐπιτάττομαι καὶ προθύμως ὑπουργῶ, τὴν δὲ γνώμην σου πάντα ἐπαινῶν τὴν Τύχην ἔνια μέμφομαι.

[1291]

Δομιτιανῷ.

[1]    Κήδομαι τῶν ἐμαυτοῦ πολιτῶν, τοῦτο δέ, οἶμαι, κἂν αὐτὸς ἐπαινέσαις· ἀλλὰ καὶ σοὶ θαρρεῖν ἔχω, τούτου δὲ αἴτιος ὁ σὸς τρόπος. χάριν μὲν οὖν ἐπαγγέλλω καὶ νῦν ὥσπερ πρότερον, βουλοίμην δ' ἂν καὶ σὲ δοῦναι καθάπερ πρότερον τὴν χάριν.

[2] τίς οὖν αὕτη; Ἀλεξάνδρῳ τῷ παρ' ἡμῖν πανταχόθεν εὐδοκιμοῦντι χωρίου μέρος ἐστὶ περὶ Κύρον. τοῦτ' αὐτῷ διασώζουσιν ἄνδρες δύο, Ἀμμώνιος ὄνομα θατέρῳ, τῷ δὲ Ἀθηνόδωρος.

[3] ὁ μὲν οὖν πρότερος τὸ τοῦ χωρίου κεκτημένος ἥμισυ μέτριός τε ἦν καὶ οὐδὲν ἐνεωτέριζεν· Σαβῖνος δέ τις νῦν ἐωνημένος πάντα κινεῖ καὶ καινῶν μέτρων ἐπιθυμεῖ.

[4] ἂν μὲν οὖν παύσηται θορυβῶν πρὸ δίκης, ‑ εἰ δ' ἀνάγκη ψήφῳ τὴν ἔριν λυθῆναι, μετὰ τοῦ τὰ δίκαια φυλάττειν καὶ ἡμῶν μέμνησο.

[1292]

Ἐλπιδίῳ.

[1]    Δέχου τὰ σαυτοῦ, θυγατέρα ἀγαθὴν καὶ κηδεστὴν ἄξιον τοῦ τοιαύτῃ συνοικεῖν. ταυτὶ δὲ παντὸς ἦρος ἡδίω σοι τὸν χειμῶνα ποιήσει. ἡμῖν δὲ τὸ θέρος πῆ μὲν ἡδύ, πῆ δὲ οὔ. τὸ μὲν γὰρ ὁρᾶν οὓς ἐπιθυμοῦμεν ἡδύ· τὸ δ' ἀρρωστήματα ἄττα προσπεσεῖν τῇ θυγατρὶ τρέμειν τε ἡμᾶς ἠνάγκασε καὶ οὐδὲν ἧττον τῆς καμνούσης ἀλγοῦντας ἔδειξεν.

[2] ἀλλ' ἡ μὲν εὖ ποιοῦσα νοσημάτων τε ἐλευθέρα καὶ ὁδοιπορεῖ, Βασσιανὸν δὲ κατεῖχε μὲν ὁ κίνδυνος Βασσιανῆς τῆς νεωτάτης· τοῦ δ' ἃ πρὸς ὑμᾶς συνέθετο βεβαιῶσαι μᾶλλον ‹ἂν› ἐγένετο, εἰ τὸ τῶν νῦν κατεχόντων ἡμᾶς φόβων ἀνέμεινε πέρας.

[1293]

Βασσιανῷ.

[1]    Τεχνίτην ἔδειξας ἐν οἷς ἐπέσταλκας, οὐκ ἀναμάρτητον ἄνδρα. ἐμὲ δὲ αὐτὸ τοῦτο διήλλαξε τὸ δεινὸν εἶναί σε λέγειν. καὶ γὰρ εἰ κατὰ τοῦ παιδοτρίβου τοῖς παλαίσμασιν ἐχρήσω, μέγα μοι τὸ παλαιστὴν ἀγαθὸν γεγονέναι. τήν τε οὖν ὀργὴν ἐκβέβληκα καὶ γνώμην ἔχω πρὸς σὲ τὴν πρὸ τῆς ὀργῆς.

[2] τούτων οὐκ εἶχον μακρότερα περὶ τοῦ διηλλάχθαι γράφειν. σοὶ μὲν γὰρ ἦν ἀνάγκη μηκύνειν ἐγκλήματα λύοντι, τοῖς παρ' ἡμῶν δὲ τοὐναντίον ἔπρεπεν.

[1294]

Ἀλεξάνδρῳ.

[1]    Ἐκούφισας ἡμᾶς διὰ τῆς ἐπιστολῆς δεινῶς ἤδη βαρυνομένους ὑπὸ τῶν ἐγκαλούντων σοὶ μέν, ὅτι τοιαῦτα ποιεῖς, ἡμῖν δέ, ὅτι τὸν τοιαῦτα ποιοῦντα περὶ πολλοῦ ποιούμεθα.

[2] τοῖς μὲν οὖν θεοῖς ὅστις ὑβριζομένοις βοηθεῖ, καλῶς ποιεῖ· δοκοῦμεν δέ τι κατ' αὐτὸν τῆς βοηθείας τὸν τρόπον καταβλάπτειν τοὺς θεούς. καὶ ἔστιν ἀκούειν λεγόντων ὡς ὁ μὲν ἀδικῶν ἐλέγχεται, τοῖς δὲ ἠδικημένοις μείζων νῦν ἡ ζημία.

[3] τοῦτ' οὖν ἔτι μοι λύσας ὅλην ἔκβαλε τῆς ψυχῆς τὴν ἀθυμίαν. οὐ γὰρ ἂν βουλοίμην τὸ μὲν ὀρθῶς ἡμῖν, τὸ δὲ οὐχ οὕτω πεπρᾶχθαι.

[1295]

Ἀχραντίῳ.

[1]    Τῷ σῷ κατὰ σοῦ χρήσομαι βέλει. πῶς γὰρ οἴει με διατεθῆναι τὴν γνώμην πολλάκις μὲν εἰδότα σου πρὸς τὸν ἀδελφὸν γράμματα, σιγὴν δὲ πρὸς ἐμαυτόν; καίτοι κοινωνὸς μὲν ἦν τῆς ἀρχῆς Ἀλεξάνδρου μοι μεταδόντος, μετεῖχον δὲ πόνων ὧν ἐκεῖνος, καὶ πλειόνων γε ἢ ἐκεῖνος.

[2] οὐ γὰρ ἦν, οἶμαι, ῥᾷστον κινούμενον κατασχεῖν, κατεῖχον δὲ ὅμως. καί μου ἡ γλῶττα πρὸς αὐτὸν πλέον ἢ χαλινὸς ἴσχυσε. τότ' οὖν πολλαὶ μὲν ᾔεσαν ἐπιστολαὶ παρὰ σοῦ καί με οὐκ ἐλάνθανον, ἐμὲ δὲ οὐδὲ γράμματι προσειπεῖν πώποτε ἐτόλμησας.

[3] ἀνέχου δὴ τοῦ σαυτοῦ νόμου καὶ εἰ μὲν τὸ μὴ γράφειν κακόν, γράφε, εἰ δ' οὐδὲν δεινόν, μὴ κατηγόρει τοῦ μὴ γράφειν.

[1296]

Θεμιστίῳ.

[1]    Σύρος μὲν ὁ ἄριστος Ἰουλιανός, χαίρων δὲ παρ' ἡμῶν ὡς ὑμᾶς ἠπείγετο. θαυμάζοντος δέ μου τὸ μετ' εὐθυμίας οἴκοθεν ἄλλοσε τρέχειν μὴ θαύμαζε ἔφη· τοῦ καινοῦ γὰρ τούτου Θεμίστιος αἴτιος ἕλκων καὶ γοητεύων καὶ μεγάλα παρατιθείς, ἔνια καὶ μουσικά.

[2] ταῦτα ἀκούων ἠγάσθην καί μοι ἔδοξεν ὀρθῶς ἔχειν· ὁ μὲν γὰρ χρησμὸς ἀνδρὶ Πελασγῷ πᾶσαν ἔφησε γῆν εἶναι πατρίδα· ἐγὼ δέ, εἴ μοι προσθεῖναι θέμις, πᾶσαν γῆν ἐν ᾗ Θεμίστιος παντὶ φιλολόγῳ φαίην ἂν εἶναι πατρίδα. τῶν δ' αὖ φιλολόγων ὅτιπερ κεφάλαιον Ἰουλιανός, εἰδὼς μὲν τὰ ἡμέτερα, προσειληφὼς δὲ καὶ τὰ Ἰταλῶν, ἔχων δέ τι καὶ περὶ Πλάτωνος καὶ τῶν κατ' οὐρανὸν λέγειν. ὧν οὐδὲν ἄρχων κατῄσχυνεν, ἀλλὰ καὶ ἀπῆλθε πένης παρὰ τῶν πλουτίζειν ἐπισταμένων Φοινίκων.

[3] δείκνυ δὴ τῶν βιβλίων ἀνδρὶ δυναμένῳ κάλλος βιβλίων καὶ ἰδεῖν καὶ θαυμάσαι. [1297] [t]

Δατιανῷ.

[1]    Εὐδαιμονέστατος μὲν ὁ φέρων τὴν ἐπιστολήν, ὥσπερ οἱ εἰς ἱερὰ φοιτῶντες· ἐμοὶ δὲ οὐδὲ τοῦτο μικρόν, ἡ διὰ γραμμάτων συνουσία. τοῦ μὲν γὰρ ὁρᾶν ἧττον, τοῦ δὲ σιγᾶν βέλτιον.

[2] ἀλγοῦμεν δὲ πολὺν ἤδη χρόνον γράμμασιν οὐ τιμηθέντες, οὐ μόνον ὅτι ὧν ἀγαθῶν γεγεύμεθα, τούτων ἐπιθυμεῖν εἰώθαμεν ἅπαντες, ἀλλ' ὅτι καὶ πολὺ τοῦτό μοι πανταχόθεν τὸ ἐρώτημα· γέγραφεν ὁ θαυμάσιος ἢ οὔ; καὶ εἰ μὲν ψευσαμένῳ τὸν ἔλεγχον ἦν διαφυγεῖν, ἔλεγον ἂν γράμματα ἥκειν· νῦν δ' ἀμφισβητήσιμα καὶ δεικνύειν ἀνάγκη. πολλὴ δὴ οὖν ἀνάγκη τἀληθῆ λέγειν, ὡς οὐχ ἧκε. τοῦτο δ' ἡμῖν τοὺς φίλους μεθ' ἡμῶν λυπεῖ.

[3] χάρισαι τοίνυν ἐμοὶ μὲν ὃ πρότερον, Ἰουλιανῷ δὲ πολλά, τὸ τὸν ἄνδρα ἰδεῖν ἡδέως, τὸ λέγοντος περὶ ὧν σε εἰδέναι βούλοιτ' ἂν ἀκοῦσαι προθύμως, τὸ δοῦναι γνώμην, τὸ προσθεῖναι πρᾶξιν, τὸ τυχόντος ἡσθῆναι.

[4] ἔστι δὲ ἀνὴρ ἄξιος εἰς τὸν σὸν τελεῖν χορόν· χορὸς δὲ σὸς οἱ παιδείας μετειληφότες, ὑφ' ὧν πάλαι τε θαυμάζῃ καὶ οὓς ἐκ μικρῶν μεγάλους ποιῶν εὐφραίνῃ.

[1298]

Σαλουτίῳ.

[1]    Ὅταν συνέλθωσιν ἀγαθὴ γνώμη καὶ τύχη καὶ ὁ αὐτὸς ἄνθρωπος χρηστός τε ᾖ καὶ δυνατός, κοινόν τι τοῦτο πᾶσιν ἀνθρώποις καθίσταται. νῦν τοίνυν ἥ τε σύνοδος ἐκείνη λαμπρότατα φαίνεται τό τε τρίτον εὖ ποιοῦν ἠκολούθηκεν. εὐθυμοῦνται μὲν αἱ πόλεις, ἀνθοῦσι δὲ οἱ οἶκοι, καὶ ἄρχουσι μὲν ἐθνῶν οἱ ἀρχῆς ἐπιστήμονες, ἰδιωτεύουσι δὲ οὓς κάλλιον.

[2] ἐγὼ δὲ τῇ μὲν ἄλλῃ τῶν παρόντων ἀπολαύω, φιλοῦμαι γὰρ καὶ οὐκ ἂν ἀρνηθείην, γράμματα δὲ παρὰ τοῦ φιλοῦντος οὐ λαμβάνων ἀδικοῦμαι. καὶ εἰ μὲν οὐκ ἦν πω ταύτην τὴν τιμὴν τετιμημένος, ἴσως ἂν οὐδὲ ἐζήτουν· νῦν δ' Εὐφράτης μοι γλυκύτερος Βοσπόρου. ἐντεῦθεν μὲν γὰρ ἐπέστελλες καὶ ταῦτα τὸ σῶμα ἔχων ἐν χερσὶν ἰατρῶν· ἐκεῖνον δὲ ἰδὼν τὸν πόρον, οὐκ ἂν μὲν φαίην ὡς ἐπελάθου μου, τοῦ δὲ γράμμασιν εὐφραίνειν οὐκ οἶδ' ὅπως ἀπέστης.

[3] ἀλλά, πρὸς θεῶν, οἵ σε ἡμῖν ἐκ τῶν ἐσχάτων κινδύνων σεσώκασιν, ἀνανέωσαι τὴν τιμὴν καὶ δὸς ἐκεῖνα τὰ πρότερα. βουλοίμην δ' ἂν τὸν αὐτὸν ἄνδρα μοι δοκιμάσαι τὴν ἐπιστολὴν κεκοσμημένον οἷς εἰκός, ἀρχῇ δευτέρᾳ. δεινὸν γὰρ τὸν πρὸ τῶν ἄλλων τότε νῦν οὐδὲν ἐργαζόμενον ἔργα ἑτέρων ὁρᾶν.

[1299]

Μακεδονίῳ.

[1]    Περὶ πολλοῦ σε ἔφησεν Εὐστόχιος ποιεῖσθαι γράμματα ἡμέτερα λαβεῖν. ἐγὼ οὖν οὐκ εἶχον Εὐστοχίῳ περὶ τῆς σῆς διαπιστῆσαι γνώμης, ἀλλ', ὥσπερ ἂν εἰ σοῦ λέγοντος ἤκουον, ἐπίστευον ἄν, οὕτω τούτῳ περὶ σοῦ λέγοντι προσέχειν ᾤμην δεῖν.

[2] ἐπέσταλκα τοίνυν ἀμφοτέροις χαριζόμενος, τῷ τε ἐπιθυμοῦντι σοὶ καὶ τῷ τῆς σῆς ἐπιθυμίας μηνυτῇ. εἰ δὲ τῷ μὲν λαβεῖν ἡσθήσῃ, τῷ δὲ μὴ πάλαι μέμψῃ, τοῦ μὴ πάλαι ταῦτα πείσαντος κατηγόρει· ὡς ἔγωγε ὃ νῦν ἡδέως ποιῶ, καὶ πρότερον ἂν ὁμοίως ἔπραττον.

[3] ἀλλὰ τὸ μὲν Εὐστόχιον αἰτιᾶσθαι ἢ μὴ σὸν ἂν εἴη· τὸ δὲ θρυλούμενον εἰ ἔργον γένοιτο καὶ φιλοσοφίαν ἐν τῇ σαυτοῦ λαβὼν ἱδρύσαις, μακρὸς ἥξει σοι λόγος ἐγκωμιάζων τὸ ἔργον.

[1300]

Εὐδαίμονι.

[1]    Καὶ σοὶ τῷ πρεσβευτῇ χάρις καὶ τῷ τὸν ὕπνον ὑμῖν ἐπιδόντι καὶ τῷ φήναντι τὴν γυναῖκα τὴν μεγάλην τε καὶ καλήν, καὶ σοὶ πάλιν χάρις, ὅτι ταύτην οἴει τὴν Ὑγίειαν εἶναι.

[2] ἀλλ' ὅπως ταύτην γε τὴν ἄνθρωπον ἢ μᾶλλον τὴν θεὸν μὴ ἀνῆτε, πρὶν ἂν ἐμοὶ συγγένηται καὶ περιχυθῇ καὶ διὰ παντὸς ἐλθοῦσα μέλους φυγῇ ζημιώσῃ τὴν ἀναιδῆ ποδάγραν.

[3] ἐλπίζω δέ τι πλέον· οὐδὲ γὰρ τὸ νῦν μικρόν, ὃ καὶ αὐτὸ τοῦ θεοῦ τίθεμαι, παρ' οὗ τὴν νύμφην λαμβάνεις. ἤδη γὰρ ὁ ποὺς δύο μοίρας ἀπείληφε τῆς δυνάμεως ἥν ποτε εἶχεν. αἱ μὲν χεῖρες τοῖν Ἠπειρώταιν, τὸ δὲ δῶρον Ἀσκληπιοῦ.

[4] πιστεύειν οὖν χρὴ καὶ περὶ τοῦ λειπομένου. τοῦτο δὲ εἰ γένοιτο, δραμούμεθα παρὰ τὸν φιλόδωρον θεὸν βεβαιωσόμενοί τε τὸ δοθὲν καὶ σοὶ δᾷδα ἅψοντες ἐν τοῖς γάμοις· πρὶν δὲ κομίσασθαι τὸ πᾶν, οὐκ ἀσφαλές, οἶμαι, μείζω τῆς δυνάμεως τολμᾶν.

[1301]

Ἀκακίῳ.

[1]    Ἥσθησαν καὶ ἐγέλασαν ἅπαντες οἱ τῆς κωμῳδίας ἀκούσαντες· ἤκουσαν δὲ πλὴν ὀλίγων πάντες, καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἂν ἐβουλήθη ποδάγρᾳ κατειλημμένος οὕτως αὐτὴν δύνασθαι κωμῳδεῖν.

[2] ἐγὼ δὲ οὐχ, ὡς οἴει, τὸν νόμον ὑπερπεπήδηκα τὸν τῶν ἄρτι δεξαμένων τὴν βασιλίδα ταύτην, ἀλλὰ καὶ σκληρότητα ὁδοῦ καὶ ὄστρακα καὶ θέατρον καὶ θηρίων θέαν καὶ πάντα μᾶλλον ᾐτιώμην τοῦ κεῖσθαι ἐπὶ κλίνης ἢ ὅπερ ἦν. συνεξηπάτηντο δέ μοι καὶ ἰατρῶν ἐν οἷς ἡ ἰατρικὴ πᾶσα.

[3] καρπωσάμενος δὲ τὴν ἀπάτην μῆνα ὅλον καὶ μέλλων εἴσεσθαι, ὅ τι ἐστί, πάλιν διεκωλύθην ὑπὸ τῶν οὐκ ἀγνοούντων, φαίην ἄν, ἀλλ' οὐκ ἐθελόντων ἀνιᾶν. πυκναῖς δὲ αὐτῆς ταῖς εἰσβολαῖς χρωμένης καὶ δενδροτομούσης καὶ δῃούσης μᾶλλον ἢ οἱ Λάκωνες τὴν Ἀττικὴν ἐνέδωκα καὶ ἀπέδωκα τῷ πάθει τοὔνομα δεινῆς ἀναισχυντίας ἡγούμενος ἐξελεγχόμενον ἀρνεῖσθαι. σὺ δ' ἀκούων μηνὶ τετάρτῳ τὰ ὄντα οἴει παρημελῆσθαι τὸν νόμον. ὁ δὲ λαβὼν τὴν αὑτοῦ μοῖραν οὐκ ἔμελλεν ἀεὶ βιάσεσθαι τὴν ἀλήθειαν.

[4] φθέγξῃ δὲ καὶ σὺ ταὐτά μοι μικρὸν ὕστερον, μᾶλλον δέ, πρὸς μὲν τὴν θεὸν εἴρηταί σοι παραπλήσια, καὶ κέκληται σύμμαχος ἐπὶ ποδάγραν· ἀγροὶ δὲ καὶ ἵπποι καὶ πονηρὸς οἰκέτης οὐχ ὑποδεξάμενος φερόμενον νῦν μὲν ᾄδεται πρὸς ἡμᾶς, προϊὸν δὲ τὸ ἔτος πάσας αἰτίας ἐξαλείψει πλὴν μιᾶς.

[5] ἡμεῖς δὲ γενόμενοι χορός, ἐσμὲν δὲ πλείους ἢ καθ' ὅσους ὁ κωμικός, ὑπὸ σοὶ κορυφαίῳ τιμήσομεν ᾠδαῖς τὴν ἐρῶσαν τῶν ποδῶν.

[1302]

Οὐλπιανῷ.

[1]    Τῶν πόλεων τὰς μὲν φῂς ἑωρακέναι, τὰς δὲ μέλλειν. οὐκοῦν αἱ μὲν ἐπαινοῦσιν, αἱ δὲ τὸ ἴσον ἕξουσιν; ἐλέγχων δὲ τοὺς κακούργους μὴ παύσῃ, κἂν ἀδύνατον ᾖ τοὺς ἐδηδοκότας ἐμέσαι. τὸ μὲν γάρ, οἶμαι, σόν, ὁ τῆς κλοπῆς ἔλεγχος· εἶναι δὲ αὐτοῖς ἔτι χρήματα οὐ σόν.

[2] Εὐτυχιανὸς δὲ κἂν ἄλλος τις εἰς οὐρανὸν τοξεύῃ, γελᾶν ἀξιῶ τὸν οὐ βαλλόμενον Δία. [1303] [t]

Εὐδαίμονι.

[1]    Τὸν μὲν ἐκ τοῦ ἱεροῦ θαλλὸν ἔχω, γέγονε δὲ ἀπ' αὐτοῦ μοι πλέον οὐδέν, πλὴν εἰ τὸ τῶν ἰατρῶν ἔργον δεῖ νομίζειν τοῦ θεοῦ. καὶ δοκείτω γε οὕτω καὶ ἔστω· καλὸν γὰρ ἅμα καὶ ἀσφαλὲς ἥδε ἡ δόξα.

[2] Κυρίνου δὲ τεθνεῶτος οὐχ ὅτι ἐλυπήθης, ἐθαύμασα, ἀλλ' ὅτι ζῆν ἀνέχῃ· πλεῖστα γὰρ σέ τε ἐκεῖνος σύ τε ἐκεῖνον εὔφρανας καὶ ἦτε πάντα ἀλλήλοις. ἡμᾶς δὲ διέθηκεν οὕτω τὸ συμβάν, ὡς εἰκὸς τοὺς συνήθεις. παραμυθία δέ τις ὑπῆν τὸ πολλὰ πολλάκις δεδῆχθαι.

[1304]

Θεμιστίῳ.

[1]    Ἀκακίου τοῦ σοφιστοῦ καὶ ἀδελφιδοῦς καὶ μαθητὴς Εὐτρόπιος οὑτοσί. ἔοικε δὲ αὐτῷ κατὰ μὲν τὴν μορφὴν οὐκ ὀλίγα, κατὰ δὲ τοὺς λόγους πάντα. χρῆται δὲ οὐχ ᾗπερ ἐκεῖνος τοῖς λόγοις οὐδὲ δουλεύει διδάσκων, ἀλλ' ἔστιν ἐλεύθερος δίκας λέγων.

[2] εἰ μὲν οὖν μὴ γάμος αὐτὸν οἴκαδε ἐκεκλήκει τοῦ λέγειν ἀφελκύσας, τῶν ἀρχόντων ἂν ἦν· νῦν δ' ἐκεῖνο διώκων τοῦτο οὐκ ἔχει μέν, ἕξει δέ, ἢν οἵ τε θεοὶ θέλωσι καὶ σὺ βουληθῇς, μᾶλλον δέ, ἐκεῖνο μὲν ἀναβεβλήσθω, πρὸς δὲ τὴν ἐν τῷ νῦν σχήματι δύναμιν συλλαβοῦ.

[3] τοῦτο δὲ γένοιτ' ἄν, εἰ γένοιτο τῶν ἐν δυνάμει φίλος. ἐκεῖνοι δὲ σοί τε φίλοι καὶ τόνδε ποιήσαιντ' ἄν, εἰ κελεύοις. διὰ τοῦτ' ἔφην πρὸς αὐτὸν ὡς ταὐτὸν ποιεῖ σοί τε μόνῳ καὶ πᾶσι φέρων ἐπιστολάς.

[1305]

Μοδέστῳ.

[1]    Πολλαχόθεν μὲν ἤρων τοῦ γενναίου Ἰουλιανοῦ, καὶ γὰρ εἰπεῖν σὺν τέχνῃ καὶ ἀκοῦσαι καὶ πρᾶξαι καὶ φίλῳ βοηθῆσαι καὶ ἀνδρίαν δεῖξαι, πάντα ταῦτα καὶ ἔτι πλείω συνείληφεν· ὡς δὲ ἐν ἀνδρῶν ἐξετάσει σὲ πρῶτον ἐτίθει, πολὺ πλέον με ἐφειλκύσατο καὶ ἥδιστ' ἂν αὐτῷ καὶ συνωδοιπόρουν.

[2] ἀλλὰ τὸ μὲν οὐκ ἦν μοι ποιεῖν, ὃ δὲ ἔξεστι ποιῶ, διδάσκω σε, τίς αὐτὸς περὶ σὲ νῦν ἰδιωτεύοντα. τουτὶ γάρ ἐστιν ἀτεχνῶς ψυχὴν ἐπαινεῖν, οὐκ ἰσχὺν κολακεύειν. λέγω τοίνυν ὡς ἡμεῖς οἱ λαμπρὰ περὶ σοῦ δοκοῦντες ᾄδειν μικρὸν πεφήναμεν· οὕτω τὰ παρὰ τοῦδε λαμπρότερα.

[3] πιστεύω δὴ καὶ τὰ σὰ πρὸς τοῦτον ἔσεσθαι τοιαῦτα, ὥστ' αὐτῶν μεγάλων ὄντων ὧν νῦν διεξέρχεται μείζω ζητεῖν ἕτερα.

[1306]

Ἀκακίῳ.

[1]    Προΐσταται μὲν τὸν ἄρχοντα τῆς ὁδοῦ καὶ τὰς δίκας ὁ Παιάνιος ἡμῖν, ἄγει δὲ αὐτὸν ἐκεῖσε παλαιῶν παιδικῶν πόθος. ταῦτα δέ ἐστι σύ τε καὶ τὰ ἐν σοὶ καλά.

[2] δέχου τοίνυν ἀναπεπταμέναις ταῖς θύραις ταῖς τε τοῦ διδασκαλείου ταῖς τε τῆς οἰκίας ὃν τοῖς λόγοις ἔθρεψας, καὶ τοῖς πρώτοις καὶ τοῖς δευτέροις. σὰ γὰρ δήπου καὶ τὰ παρ' ἡμῶν, ὥσπερ ἐμὰ τὰ παρὰ σοῦ τὰ πρῶτα.

[3] ὅτι μὲν οὖν καὶ τραπέζῃ καὶ ἐπιδείξει δέξῃ τὸν ἄνδρα, οἶδα· σκόπει μέντοι κἀκεῖνο, ὅπως πολλοὺς ἕξει τοὺς ἐπ' αὐτὸν καταφεύγοντας. τούτῳ μὲν γὰρ ἀρκέσει καὶ τὸ σοὶ συγγενέσθαι καὶ τῆς ἡδίστης διὰ χρόνου γεύσασθαι πηγῆς· σοὶ δ' ἂν πρέποι καὶ τῇ ἄλλῃ τὸν ἄνδρα κοσμεῖν, οὐχ ὅπως ἀργύριον λάβοι, πλουτεῖ γὰρ εὖ ποιῶν, ἀλλ' ἵν', ὅπερ ἐστί, καὶ δοκῇ, ῥήτωρ εἶναι καὶ δύνασθαι βοηθεῖν.

[1307]

Λημματίῳ.

[1]    Οὐχ οὕτως ἄτοπός τις ἦν καὶ βάρβαρος, ὥστε γράμματά σου λαβὼν μὴ οὐχὶ πρῶτον μὲν ἡσθῆναι, ἔπειτα δὲ ἀντεπιστεῖλαι, ἀλλ' ἀμφότερά τε ἐποίησα καὶ δοὺς Εὐσεβίῳ πέμπειν ἐκέλευον. ὁ δὲ οὐκ ἐβλάκευεν, ἀλλ' εὐθὺς τὸν κομιοῦντα ἐζήτει καὶ δεικνύντος ἄνθρωπόν τινα Τιτιανοῦ, σόν, ὡς ἔφασκε, σύντροφον, τοὔνομα δ' οὐκ ἂν ἔχοιμεν λέγειν, ἔδωκε δεηθεὶς μηδενὶ τρόπῳ προδοῦναί μοι τὴν σπουδήν.

[2] ὁ δ' οὔτε σύντροφος ἄρα ἦν οὔτ' ἀνὴρ δίκαιος, πλὴν εἰ τέθνηκεν. οὔκουν ἔδωκεν, ὡς ἥκων Εὐτρόπιος ἤγγειλεν ἀλγεῖν αὐτῷ τὸν θεῖον λέγων ὡς οὐ λαβόντα ἐπιστολὴν καὶ ταῦτα ὄντα ἐν συμφορᾷ.

[3]

ἐγὼ δὲ ἀνεβόησά τε καὶ τὸ βιβλίον παρενεγκὼν παρεῖχον ἀναγινώσκειν ἄμφω καὶ δοὺς ἀντίγραφα δέομαι πέμπειν ὑμῖν τὴν ἀπολογίαν ἐν αὐτοῖς. ἣν οἶμαι ὑμᾶς ἔχειν· οὐ γὰρ οὗτός γε οἷος ἐκεῖνος ὁ θαυμαστὸς σύντροφος.

[4] τὴν μὲν οὖν αἰτίαν οὕτω λύω, Παιανίῳ δὲ νῦν πρῶτον ἀποδημίας πειρωμένῳ ποίησον τὴν Παλαιστίνην γλυκεῖαν. ἔστι δέ σοι ῥᾷστον πανταχόθεν ὄντι μεγάλῳ καὶ γένους ἕνεκα καὶ λόγων καὶ τοῦ λοιποῦ σχήματος.

[5] οὗ τὸ μέγιστον ἡ τῶν ἱερῶν προστασία, δι' ἧς τέρπεις μὲν τοὺς θεούς, συνέχεις δὲ τὰς πόλεις· τὸν γοῦν πλείω χρόνον ἐν ναοῖς ἐκεῖνοι καὶ περὶ βωμοὺς ὑφ' ἡγεμόνι σοὶ καὶ τυγχάνουσί γε τῶν θεῶν, οὗ μεῖζον οὐκ οἶδα ἔγωγε φυλακτήριον πόλει.

[6] διὰ μὲν δὴ ταῦτα καὶ ὅ τι ἂν βουληθῇς, πρᾶττε, τῆς δὲ δυνάμεώς σου ταύτης ἀπολαυσάτω Παιάνιος, περὶ ὃν Ἀκάκιός τε ὁ σοφὸς καὶ ἐγὼ πεπονήκαμεν. πέπωκε γὰρ ἐξ ἀμφοῖν, ὥσπερ τις ταὐτὸν ὕδωρ ἐκ κρηνῶν δύο.

[7] δοὺς δὲ ἡμῖν τὴν χάριν τὴν αὐτὴν ἔσῃ καὶ πάσῃ δεδωκὼς τῇ ἡμετέρᾳ πόλει. [1308] [t]

Καισαρίῳ.

[1]    Ἢ τοῖς νῦν ἢ τοῖς ἔμπροσθεν ἁμαρτάνεις· εἰ μὲν γὰρ τὸ ἐπιστέλλειν καλόν, τοῦτο οὐκ ἐποίεις πρότερον· εἰ δὲ τὸ μὴ γράφειν, νῦν γεγραφὼς ἀδικεῖς.

[2] βούλει με τουτὶ τὸ ἄφυκτον λῦσαι; οὐδὲ νῦν αὐτὸς ἐπέσταλκας, ἀλλ' ὅσπερ ἠνάγκασεν. ἠνάγκασε δὲ Γερόντιος, ὥστε σὺ τὴν μὲν χεῖρα ἔχρησας, τῇ γνώμῃ δὲ οὐκ ἐπέσταλκας, ἀλλ' ἐκεῖνος μὲν καὶ διὰ σοῦ νῦν ἐπέσταλκε, σὺ δ' οὔτε πρότερον οὔτε νῦν· οὕτως οὐδαμοῦ σαυτῷ μάχῃ.

[1309]

Σαβίνω.

[1]    Εἶδόν σε ἐν τοῖς σοῖς υἱέσι· τοσοῦτον εἰς αὐτοὺς ἐκ τοῦ σώματος ἥκει. ἀλλὰ καὶ ἐγρηγόρασιν, ὥσπερ σύ, καὶ τὸ πονεῖν δέ σφισιν οὐκ ἀηδές. ἃ δὲ ἦν μαθόντας εἰδέναι, νῦν μὲν ἔχουσι μικρά, ἴσως δ' ἔσται πολλὰ Μουσῶν τε καὶ Ἑρμοῦ διδόντων πολύ.

[2] φίλον δέ σε καὶ πρόσθεν μὲν ἡγούμην, οὐ μὴν ὅσον γε νῦν εὗρον, τοσοῦτον ᾔδειν τὸν πλοῦτον, ἀλλ' ἐφάνη πολὺ μείζων ὢν τοῦ δοκοῦντος· οὕτω πολλοὶ μὲν τὼ παῖδε προσῆγον, πολλοὶ δέ, ὅτι μὴ παρεγένοντο, ἤλγουν· πολλοὶ δὲ πυνθάνονται τί δρῶσιν, πολλοὶ δὲ συνεύχονται, πάντες δὲ ἁπλῶς κἀκείνους κινοῦσι καὶ ἡμᾶς παρακαλοῦσι. [1310] [t]

Δεκεντίῳ.

[1]    Εὐάνθιος, ὃ ἠπιστάμην, ἤγγειλέ μοι, ὅτι μου τοῖς γράμμασιν ἥδοιο καὶ λαβὼν οὐκ ἔρριψας, ὃ ποιεῖν εἰώθασιν οἷς πολλαχόθεν ἀφικνεῖται γράμματα. εἰκὸς οὖν τι ποιῶ πέμπων ἄλλα ἐπ' ἄλλοις τῷ γε ἡδέως λαμβάνοντι.

[2] τὴν δὲ νῦν ἐπιστολὴν ἱκετείαν νόμισον ὑπὲρ ἀνδρὸς φίλου πληγέντος. ἀκούομεν γὰρ Εὐάγριον αἰτίαν τε σχεῖν καὶ κρίσιν ὑπομεῖναι καὶ οὐ κακῶς ἀγωνίσασθαι καὶ τῆς ἀρχῆς ἐκπεσεῖν καὶ ζημιωθῆναι χρήμασιν. ἃ οὐ ῥᾴδιον ἐκτῖσαι τῷ γε οὐκ ἐμπορίαν τὴν ἀρχὴν πεποιημένῳ.

[3] εἰ δὴ ταῦτα οὕτως ἔχει, σὸν ἂν εἴη τό γε τῶν χρημάτων ὅπως λυθήσεται πρᾶξαι. πολλὰ δ' ἂν εἴποις βουληθείς, οἶσθα γὰρ λέγειν, καὶ πράξαις δ' ἄν, εἰ προθυμηθείης.

[1311]

Δατιανῷ.

[1]    Οἶμαι μὲν ἤδη τι παρὰ τῆς σῆς ψυχῆς εἰς Εὐάγριον γεγονέναι, οὔτε γὰρ ἀγνοήσειν ἔμελλες τηλικαύτην συμφορὰν οὔτ' ἀμελήσειν τοῦ παθόντος ἥ τε δύναμις ἱκανὴ καὶ ταῦτα καὶ ἔτι μείζω μεταστῆσαι· εἰ δ' οὖν ἔτι μένει τὸ τραῦμα, ἀλλὰ νῦν γε, ὦ θαυμάσιε, καὶ ἄλγησον καὶ ἐπάμυνον ἐνθυμηθεὶς ὡς ἐλεεινὸν τὸ θέαμα πωλεῖσθαι τοὺς ἀγροὺς τοῦ μηδὲν ἐπὶ τῆς ἀρχῆς πεπρακότος. Εὐάγριος γὰρ χρυσὸν τοσοῦτον εἶχε μέν, ἐκτήσατο δὲ οὐδέποτε. χρηστὸς δὲ ἦν ἐν οἷς ἐπιστεύετο.

[2] καὶ μήν, εἰ πάντως δεῖ δοῦναι δίκην, δίδωσιν οὐ μικράν. χειμὼν μὲν οὕτως προσέρχεται, ὁ δὲ γυναῖκα τρέφει καὶ θεραπαίνας καὶ τροφοὺς παιδίοιν, τοῦ μὲν πέρυσι, τοῦ δὲ ἄρτι γενομένου, μὴ στέγης εὐπορῶν μηδὲ χρημάτων, ἂν μή τις ἐθελήσῃ χρῆσαι.

[3] τοσαύτην τοίνυν μεταβολὴν μεγάλην νομιστέον δίκην, ἄνδρα χθὲς ἄρχοντα σήμερον σκοπεῖν, ὅπως ἡ γυνὴ μὴ πεινήσει· ὥστ' εἰ καὶ σφόδρα ἠδίκηκε, κεκόλασται. καὶ μέχρι θέρους γε δώσει ταύτην τὴν δίκην, ἡ καταδίκη δὲ αὐτὸν καταχώσει καὶ ἀπολεῖ καὶ δείξει πτωχόν.

[4] ὃ μὴ περιίδῃς ἀναμνησθείς, οὐ λέγω νῦν Ὀλυμπίου καὶ τῆς Ὀλυμπίου μητρός, ἀλλ' ὅσοις μείζονα ἐνεκαλοῦμεν, ὧν τὴν χεῖρα ὑπερέσχες, ὧν ἔτι ζῶσι πολλοὶ παρὰ σοῦ τὰς ψυχὰς λαβόντες.

[1312]

Ἰοβίνῳ.

[1]    Ἐγώ σε ἀγρυπνεῖν ἀπ' ἐκείνης νομίζω τῆς ἡμέρας, ἐν ᾗ κρινόμενος μὲν Εὐάγριος ἀπέφυγεν, ἀπελθὼν δὲ ἐβλήθη καταδίκῃ βαρυτέρᾳ τῆς Αἴτνης, ὃ εἰ προῄδει, κἂν τρὶς τοσαῦτα ῥᾳδίως ἐξέτισεν. αἱ γὰρ ἀρχαὶ κρείττους τῶν ἐμποριῶν τοῖς ἐπισταμένοις δέχεσθαι. τοῦτο δὲ οὐκ ἠπίστατο, ἀλλὰ γὰρ ἐπεπαίδευτο ὑπ' Ὀλυμπίου τοῦ ἀδελφοῦ.

[2] ἐκεῖνον μὲν οὖν καὶ νῦν ἐπαινῶ, καὶ γὰρ τὸ ἀπορεῖν πολλαχοῦ τοῦ πλουτεῖν ἄμεινον· σὲ δὲ οὐκ ἀρκεῖ τοῖς συμβᾶσιν ἀθυμεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμῶν καὶ πολλῶν ἄλλων, ἀλλὰ καὶ ζητεῖν, ὅπως ἔσται τις τούτων λύσις. τῶν μὲν γὰρ ἀδυνάτων ἡμῶν τὸ στένειν, τῶν δ' ἐχόντων δύναμιν ὑμῶν πρὸς τῷ λυπεῖσθαι τὸ βοηθεῖν.

[1313]

Σαβρικίῳ.

[1]    Εὐφήμει περὶ τῶν Ἀθήνηθεν καὶ νόμιζε θεοὺς ἐν ἀνθρώπων εἴδεσι φαίνεσθαι καὶ ὅ τι ἂν ἀκούσῃς, πήδα καὶ κρότει. πρέπει γὰρ ἡ μὲν βάσανος τοῖς παρὰ τῶν ἀνθρώπων, ὁ δὲ ἔπαινος τοῖς παρὰ τῶν δαιμόνων.

[1314]

Σαλουτίῳ.

[1]    Καὶ τὰ πρῶτά γε ἦρξεν Εὐάγριος διὰ σὲ καὶ τῶν δευτέρων ἀφορμὴ τὰ πρῶτα τὰ παρὰ σοῦ κἀν τῇ κρίσει τὸν εὔνουν ἔδειξας καὶ τοῖς τελευταίοις ἤλγησας.

[2] δεόμεθα δή σου συμμαχέσασθαι τῷ τέλει, καὶ ἴσως ἐνδώσει.

[1315]

Νεβριδίῳ.

[1]    Μέγα ἡμῖν τῆς σαυτοῦ φύσεως ἐγκατῴκισας θαῦμα τὰ μὲν πειραθεῖσι, τὰ δὲ ἀκηκοόσιν· ἀρχὴ γὰρ ἡ μεγάλη μέν σοι παρ' ἡμῖν, ἡ μεγίστη δὲ ἐπὶ τῆς ἑσπέρας. καὶ παραλείπω τὰς πρὸ τούτων δυνάμει μὲν ἥττους, ἀρετῇ δὲ οὐ χείρους.

[2] οὐ μέντοι σιγῇ θαυμάζομεν, ἀλλὰ λέγοντές τε καὶ ἀκούοντες διατελοῦμεν ἐπιθυμῶν ἕκαστος εἰπεῖν τι πλέον ἢ ἀκοῦσαι. ἐμοὶ δὲ ὑπάρχει πρὸς τοῖς κοινοῖς ἀγαθοῖς καὶ τὰς εἰς ἐμαυτὸν διεξιέναι τιμὰς οὕτω μὲν πολλὰς ὡς μικράς, οὕτω δὲ μεγάλας ὡς ὀλίγας.

[3] ἡγησάμην οὖν τοῖς εἰρημένοις πρέπειν καὶ τὸ ἐπιστέλλειν. καὶ ἴσως ἠδίκουν οὐ πάλαι τοῦτο ποιῶν, ἀλλὰ νῦν γε βελτίων γίνομαι καὶ γράφω καὶ αἰτῶ γράμματα καὶ ὡς ἥξει πιστεύω σοῦ τε ἑτοίμως ἔχοντος πρὸς τὰς καλὰς χάριτας καὶ Καλλιγένους τοῦ χρηστοῦ κινοῦντος ἐγγύθεν.

[1316]

Μοδέστῳ.

[1]    Ταῦτά σοι περὶ τούτου γράφω· τέρπεται Παυλῖνος ἐξαπατῶν καὶ οὔτε πωλεῖν θέλει πάνυ τε ἐθέλειν λέγει. σὺ δ' εἰ μὲν τοῦ ἐλπίζειν ἐπιθυμεῖς, πρόσεχε τοῖς λόγοις· εἰ δ' ἀγρῶν καὶ γῆς, ἔασον ἄνδρα μέχρι ῥημάτων πωλοῦντα.

[1317]

Δεκεντίῳ.

[1]    Πρότερον μὲν ἠκούομεν ὡς Εὐάγριος μικρὰ ἁμαρτὼν ἐζημίωται μεγάλοις· λύσιν δὲ ἡμῶν προσδεχομένων, πρέπουσα γὰρ ἡ ἐλπὶς τῇ βασιλέως πρᾳότητι, πικρότερος ἦλθεν ἄγγελος τοῦ προτέρου λέγων ὡς δὴ ἕλκεται καὶ παίεται καὶ ἔστιν ἐν οἷς εἰκὸς τὸν ἐν ἀπορίᾳ πολλῇ, τοσοῦτον εἰσπραττόμενος χρυσίον, ὅσον μοι δοκεῖ κἂν τὸν Κροῖσον δακεῖν.

[2] εἰ μὲν οὖν ἦσθα τῶν ἀσθενῶν, ἠλγοῦμεν ἄν, ὅτι σοι δύναμις οὐκ ἔστι· δυνάμεως δὲ παρούσης, εἰ ῥᾳθυμήσεις, ἀλγήσομεν, ὅτι τοῦ τῶν φίλων ἐκπεπτώκαμεν ἀριθμοῦ· τὸ γὰρ ὅτι τῶν φίλων προκινδυνεύεις, βεβόηται.

[1318]

Ἰουλιανῷ.

[1]    Καὶ συγγενής ἐστί μοι Γέμελλος καὶ φίλος καὶ οὐ καταισχύνει τὸ γένος τῷ τρόπῳ. εἰ μὲν οὖν χρήματα ἦν αὐτῷ καὶ οὐσίας μέγεθος, ἐν τοῖς λειτουργοῦσιν ἂν ἦν· μικρῶν δὲ ὄντων ἐκείνων ἐμοῦ παραινοῦντος ἧκεν ἐπὶ τοῦτο, ὅθεν ἂν εἴη δάκρυα καὶ δεσμὸν διαφυγεῖν, ἃ τοὺς ἐν πενίᾳ λειτουργοῦντας καταλαμβάνειν εἴωθεν.

[2] εὐτύχημα δὲ αὐτῷ τὸ ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς ἄρχειν τὴν ἀρχήν· σὺ γὰρ οἶσθα καὶ μισεῖν ἀδικίαν καὶ τιμᾶν ἐπιείκειαν. καίτοι τῶν ἄλλων οἱ πλείους ταπεινόν τι ἡγοῦνται τὴν ἐπιείκειαν καὶ προπηλακίζουσιν, ἀλλ' οὐ σύ. καὶ γὰρ εὖ γέγονας καὶ λόγοις ἐτράφης καὶ τῷ χρηστὸς εἶναι μᾶλλον ἢ τῷ πλήθει τῶν ἐθνῶν οἷς ἐφέστηκας φιλοτιμῇ.

[3] τούτου γε πεῖραν Γέμελλος ἔχει τε καὶ λαβέτω πλείω, ἵνα τοῦ μὲν σοί, τοῦ δὲ ἐμοὶ χάριν εἰδῇ. ἂν γάρ τινος ἐπὶ τοῖς γράμμασι γεύσηται γλυκυτέρου, οὐκ ἄδηλον ὅτι τὴν παράκλησιν αἰτιάσεται τοῦ πλείονος. [1319] [t]

Γεροντίῳ.

[1]    Πάντες οἱ φίλοι κεκίνηνται καὶ παντὶ σθένει βοηθοῦσιν· ἴσασι γὰρ γενναίῳ βοηθοῦντες φίλῳ. πάντων δὲ ἀγαθῶν γινομένων Εὐάνθιός ἐστιν ὁ λαμπρότατα ἀριστεύων.

[2] καίτοι χαλεπῷ γε συμπεπλέγμεθα πολεμίῳ, χρήμασιν ἰσχυρῷ καὶ μᾶλλον ἢ Πρίαμος πολυχρύσῳ, ἀλλ' ὅμως τῇ ῥοπῇ τῆς Ἀθηνᾶς, οὕτω γάρ μοι καλὸν τὴν Ῥουφίνου καλέσαι προθυμίαν, τροπήν τινα εἰργάσμεθα καὶ ἐλπὶς ἡμῖν ὑπολάμπει.

[3] δεῖ δή σε τῷ μὲν ἐπιστεῖλαι τὰ μὲν ἐπαινοῦντα, τὰ δὲ παρακαλοῦντα, ἑαυτὸν δὲ ἐν δυνάμει δεῖξαι· πρὸ γάρ τοι τῶν φύσει καλῶν τοῦτο ὁρῶ θαυμαζόμενον.

[1320]

Δατιανῷ.

[1]    Ἔτι δακρύομεν ἀκούοντες Εὐαγρίῳ τὴν χείρω τύχην μένειν, καὶ δύο ταῦτα ποιοῦμεν, ‹δακρύομεν› καὶ ἐπιστέλλομεν. τὸ τρίτον δὲ σὸν ἤδη, τὸ ἔργῳ βοηθῆσαι. τῶν μὲν γὰρ ἀσθενεστέρων τὸ δεῖσθαι, τῶν δὲ δυνατωτέρων αἱ πράξεις.

[2] εἰ μὲν οὖν κακὸν εὗρες ἐπὶ τῆς ἀρχῆς τὸν ἄνδρα καὶ μεμφομένους αὐτῷ τοὺς νόμους, αὐτός τε μίσει καὶ ἡμεῖς σοι ταὐτὸ δράσομεν καὶ ἀπολλύσθω καταισχύνας ἡμῖν τὴν πόλιν· εἰ δ' ἠτύχηκε μὲν δεινῶς, ἠδίκηκε δὲ οὐδέν, ‑ ταυτὶ γὰρ ἀκούομεν καὶ παρὰ ταῦτα οὐδέν ‑ ποίησον ὃ πεποίηκας, ἀφ' οὗπερ ἰσχύεις ‑ ἰσχύεις δὲ ἐκ παιδός ‑

[3] τί δὲ τοῦτο ἔστιν; ἐξήρπασας χειμῶνος τοὺς ἐν τοῖς κύμασι φερομένους. καὶ γέγονε τοῖς μὲν ἡ σωτηρία, σοὶ δὲ τὸ ταῦτα ἡμᾶς ἔχειν καὶ πρὸς σὲ καὶ περὶ σοῦ γράφειν.

[4] κοίμισον δὴ καὶ νῦν τὴν ἀγριαίνουσαν θάλατταν. μὴ γὰρ εἴποι τις ὡς βουληθεὶς οὐκ ἐδυνήθης· τὸ γὰρ ὡς οὐκ ἐβουλήθης, οὐκ ἔστιν ὅστις ἂν εἴποι.

[1321]

Σαλουτίῳ.

[1]    Πάντες ὅσοι δεῦρο παρ' ὑμῶν ἀφικνοῦνται, τὸν αὐτὸν κομίζουσι λόγον Εὐάγριον μὲν ἠτυχηκέναι, τὸν ἄριστον δὲ Σαλούτιον λύειν αὐτῷ πειρᾶσθαι τὴν τύχην. καὶ ταὐτὸ λέγεται μὲν παρὰ τῶν ἐρχομένων πρὸς ἡμᾶς, χεῖται δὲ δι' ἡμῶν εἰς τὴν πόλιν ὁ λόγος.

[2] βοήθειαν γὰρ οὕτω γενναίαν τίς ἂν δύναιτο σιγᾶν καὶ ἀποστερεῖν σε μισθῶν, οὓς μόνους οἶσθα λαμβάνειν, ἔπαινον ἐπὶ πόνοις καλοῖς καὶ τὸ τοὺς εὖ πεπονθότας ἃ πεπόνθασι λέγειν;

[3] ἴσως μὲν οὖν ἀπὸ τοιαύτης σπουδῆς γένοιτ' ἄν τι καὶ τέλος οἷον ἐθέλεις· εἰ δ' οὖν ἰσχυρότερος ὁ δαίμων εἴη ‑ καίτοι θαυμαστὸν εἰ μὴ περιέσῃ τοῦ καιροῦ ‑ εἰ δ' οὖν μείζων ὁ κλύδων τῆς τέχνης, ἀλλ' ἡμεῖς γέ σου τὴν προαίρεσιν ἀνάγραπτον ἕξομεν.

[1322]

Κλεάρχῳ.

[1]    Ὅτε σου τὴν ἐπιστολὴν ἀναπετάσας μῆκος εἶδον ἐν τοῖς γράμμασιν, ᾤμην εὑρήσειν Εὐάγριον παρὰ σοῦ τετυχηκότα βοηθείας, ᾧ βοηθεῖν οὐκ αἰσχρόν. οὐδεὶς γὰρ αὐτοῦ τὴν γνώμην αἰτιᾶται, πάντες δὲ ἐφεξῆς ἄλλο τι.

[2] καὶ ταῦτα ἤλπιζον εἰς ἔργα σου πολλὰ καὶ καλὰ καὶ δεικνύντα ἀνδρείαν βλέπων, ἀλλ' Εὐάγριος μὲν οὐδαμοῦ τῆς ἐπιστολῆς, πᾶσα δὲ εἰς ἓν τοῦτο ἀνήλωτο τὸ ἀδικεῖς οὐ γράφων καὶ γράφε, πρὸς θεῶν. τοῦτο δέ ἐστι δοκοῦντος φιλεῖν, οὐ φιλοῦντος καὶ κατὰ τὴν τραγῳδίαν ὄνομ' ἀντ' ἔργου παρεχομένου. μὴ οὖν ἡμᾶς ἐξαπατήσειν οἴου γράμματα αἰτῶν ὡς δὴ ἡμῶν ἐρῶν, εἰ δὴ καὶ ἡμετέρων γραμμάτων.

[3] ἀλλ' εἰ μὲν λαβὼν τὰ ὅπλα βοηθήσεις, στήσεις καὶ τοῦτο ἐπὶ πολλοῖς τροπαίοις· εἰ δὲ μή, τὴν μὲν ἀρετὴν μεθ' ἧς ἄρχεις ἐπαινεσόμεθά σου καὶ τά γε πρὸς τοὺς ἄλλους φίλους, ἡμᾶς δὲ αὐτοὺς ἐν τοῖς φιλοῦσι μέν, οὐ μὴν καὶ φιλουμένοις ἔτι γραψόμεθα.

[1323]

Τῷ αὐτῷ.

[1]    Οὐκ οἶδ' ἥντινα ἐγὼ παρέλιπον εἰς γράμματα ἀφορμήν. εἰ δ' οὐ πολλῶν τούτων ἔτυχον, οὐ τό γε ἐμὸν αἴτιον· τὸ μὲν γὰρ παραπεσούσαις μὴ χρήσασθαι τοῦ ‹μὴ› γράψαντος κατηγορία, τὸ δὲ μὴ πολλὰς φανῆναι ταύτας ἢ οὐδενὸς ἢ παντὸς ἄλλου του.

[2] σὲ δὲ ἐπαινῶ μέν, ὅτι οὕτως ἄρχεις, μακαρίζω δὲ τῆς τύχης, ὅτι οὐ λανθάνεις. ἥκει γὰρ ἐπὶ τὰ τῆς οἰκουμένης πέρατα τῆς ἀρετῆς ὁ λόγος, ὅτι οὐδείς ἐστιν ὃς οὐκ ἀλγεῖ πλὴν τῶν ἐχόντων, ὅτι Κλέαρχον οὐκ ἔχει.

[3] ὃ δ' εἶπον πρὸς σὲ πολλάκις, ὅτι χρή σου τὰ ἔργα καὶ γραφῇ σωθῆναι, τοῦτο καὶ νῦν παραινῶ. σωθείη δ' ἄν, εἰ τὸ ἀεὶ πραττόμενον εὐθὺς ἐν γράμμασιν εἴη. τοῦτο δὲ οἶμαι παντός, ἔσται γὰρ ὁ τὸν ἐκ λόγων ἀποδώσων κόσμον, ἐπειδὰν καὶ σοὶ τὴν ὀφειλομένην τάξιν ὁ δαίμων ἀποδῷ.

[1324]

Δατιανῷ.

[1]    Τὴν Πομπηιανοῦ θυγατέρα προϊὼν ὁ χρόνος ἤγαγεν εἰς ἡλικίαν γάμου· μνηστήρων δὲ μυρίων φανέντων νικᾷ διὰ πάντων Παιάνιος, ὃς Καλλιοπίῳ γέγονεν ἐκ τῆς Παιανίου θυγατρός, ἐκεῖνος δὲ υἱὸς Ἡσυχίου τοῦ πάνυ.

[2] τῶν μὲν οὖν καλῶν τὰ μὲν πείθει δοῦναι τὴν κόρην, τὸ δὲ καὶ ἀναγκάζει· πείθει μὲν γένος τε τοῦ νεανίσκου καὶ λόγοι καὶ πλοῦτος καὶ κάλλος, μηδὲ γὰρ τοῦτο ἐν γάμοις ἠμελήσθω· τὸ δὲ ἀναγκάζον ἐστίν, ὅτι χρή, νὴ Δία, παιδίον τρέφειν τὴν κόρην.

[3] ἀλλ' ὅμως ἀναβέβληται τὸ ἔργον τὴν σὴν ἀναμένον γνῶσιν. οὐδὲ γὰρ τὰ προδήλως λυσιτελοῦντα μὴ τοῦ σοῦ νεύματος ἡγησαμένου δέξαιτ' ἂν αὑτῷ γενέσθαι Πομπηιανός. [1325] [t]

Πελαγίῳ.

[1]    Εὑρών σε ἐν τοῖς γράμμασι τιμῶντα τοῖς εἰωθόσι τὴν ἑορτὴν μάλα ἥσθην σύμβολον τοῦτο ποιούμενος τοῦ νενικῆσθαι τὴν λύπην. ἐρόμενος δὲ τὸν παῖδα καὶ γνοὺς ἔτι τὴν λύπην κρατεῖν ἐμεμψάμην τῶν ἀμίκτων τὴν μῖξιν, εἰ ὁμοῦ πενθεῖς τε καὶ ἑορτάζεις, μᾶλλον δέ, ἐμεμψάμην τῆς ἀθυμίας τὸ μῆκος, ὃ γυναικὸς μέν ἐστιν οὐδὲ ταύτης σπουδαίας, ἀνδρὸς δὲ οὐδαμόθεν.

[2] ἐγὼ γὰρ ὡς ἔχω περὶ τούτων, ἄκουε· ὅταν μέν τινα ἴδω κέρδος ἡγούμενον γυναῖκα τὴν μὲν θάπτειν, τὴν δὲ γαμεῖν, μισῶ τε καὶ βάρβαρος εἶναί μοι δοκεῖ καὶ θηρίον καὶ πόρον ζητεῖν ἀσεβέστερον τῶν καταποντιστῶν. καὶ οἶδα τοῖς τοιούτοις καταρασάμενος πολλάκις.

[3] ὥσθ' ὅτε σὲ ἤκουσα πεπλῆχθαι τῇ συμφορᾷ, πάνυ γε ἠγάσθην καὶ ἔδοξέ μοι τῷ τρόπῳ σου πρέπειν ὁ θρῆνος. μηκυνομένης δὲ τῆς ἀλγηδόνος οὐκ ἔτι σε δυναίμην ‹ἄν›, οὐδ' εἰ σφόδρα βούλομαι.

[4]

ὥσπερ γὰρ τὸ εὐθὺς συνταραχθῆναι χρηστοῦ τινος ἦν, οὕτω τὸ τηρεῖν τὴν λύπην ἀκμάζουσαν οὐ πεπαιδευμένου οὐδ' ἡμῖν ‹πρέπει τοῖς› ἐκ τοῦ περὶ Μούσας χοροῦ καὶ ποιητῶν γέμουσι καὶ ὧν ἐκεῖνοι περὶ τῆς ἀνθρωπείας φύσεως φιλοσοφοῦσιν, ἃ πολλάκις οἶμαι σὲ πρὸς ἀνθρώπους ἐν πένθει καθημένους διεξελθεῖν.

[5] καίτοι μὴ νομίσῃς ‹ἡμᾶς› ταῦτα μαθεῖν, ὅπως ἄλλους μὲν ὠφελοῖμεν, ἡμᾶς δὲ αὐτοὺς μηδέν, ἀλλ' ὅπως τοῖς αὐτοῖς φαρμάκοις καὶ ἄλλον ᾖ καὶ αὑτὸν ἰᾶσθαι.

[6] εἰ δὲ φῂς βούλεσθαι μὲν στῆσαι τὴν λύπην, δυνατώτερον δὲ εἶναι τὸ κακόν, τοῦτ' ἔστιν ἡ κατηγορία, ὅτι οὐκ αὐτὸς εἶ τοῦ κακοῦ δυνατώτερος. ἦσθα δ' ἄν, εἰ λογισμοῖς συνέζης· νῦν δ' ἐκείνους ἐξελάσας τῷ δακρύειν σύνει.

[7] γινέσθω οὖν ἰσχυρότερον, ᾧ δίδως σαυτὸν πλέον, καὶ εἰ μέν σοι τὰ δάκρυα τὴν γυναῖκα ἀναστήσειν ὑπισχνεῖται, ῥείτω συχνὰ νύκτα τε καὶ ἡμέραν· εἰ δὲ τὰ σὰ μὲν χείρω, τἀκείνης δὲ οὐ ποιεῖ βελτίω, διὰ τί πράγματος ἔχῃ ζημιοῦντος μόνον; [8] θαυμάζω δὲ εἰ οὐ μὲν ἀγανακτήσεις ἐμοῦ σοὶ τῶν ἐμῶν ἀμφισβητοῦντος, τοὺς θεοὺς δὲ οὐκ ἐάσεις ὅπως ἐθέλουσι τὰ αὑτῶν διοικεῖν. δεῖ γὰρ ἡμᾶς τοῦ μὲν λαμβάνειν εἰδέναι χάριν, ὅταν δ' εἰς τοὺς δόντας ἃ δεδώκασιν ἐπανίῃ, μὴ χαλεπαίνειν· εἰ δὲ μή, τοὺς πονηροὺς μιμησόμεθα.

[9] ............ ἀγαθὴν φήσεις. οἶδα καὶ ἔσχον τὸν πάντα μοι διηγούμενον. ἀλλὰ πρῶτον μὲν κέρδος ὃν ἀπέλαυσας χρόνον ἡγοῦ· ἔπειτα μὴ καταγίνωσκε τῆς γῆς ὡς οὐκέτι τρεφούσης ἀγαθὴν κόρην, ἀλλ' ἴχνευε καὶ ζήτει, καὶ φανεῖταί τι καλόν. καὶ τὴν μὲν ἔα τοῖς ἡρπακόσιν, αὐτὸς δὲ τῶν λοιπῶν ἐπιμελοῦ καὶ κτῶ δόξαν τελείαν.

[10] τοῦτο δ' ἂν γένοιτο, εἰ δείξαις τοῖς ἀνθρώποις ὡς οὐ μόνον σὺ πρᾷος καὶ περὶ τοὺς φίλους πρόθυμος καὶ διδοὺς ἥδιον ἢ λαμβάνων, ἀλλὰ καὶ τύχην εἰδὼς θορυβοῦσαν ἐνεγκεῖν. [1326] [t]

Δημητρίῳ.

[1]    Ἐκέρδανα ὅσον ἠγνόησα χρόνον τῆς σῆς οἰκίας τὸν χειμῶνα· ὡς, εὖ ἴσθι, πάλαι γνοὺς οὐ παραμυθεῖσθαι μᾶλλον ἂν ἐδυνάμην ἢ τοῦτο τοῦ πρὸς ἐμὲ ποιήσοντος ἐδεόμην· οὔτε γὰρ τοῖς ἀγαθοῖς τοῖς σεαυτοῦ μᾶλλον ἢ ἡμεῖς ἥδῃ καὶ θάτερα παραπλησίως σέ τε καὶ ἐμὲ λυπεῖ.

[2] χάρις δὲ τοῖς εἰς γαλήνην ὑμᾶς ἐκ κυμάτων κομίσασι θεοῖς καὶ θυγατρὶ μὲν καὶ υἱεῖ σεσωκόσι τὰς ψυχάς, σοὶ δὲ ἀποδοῦσι τό τε βαδίζειν καὶ τὸ δύνασθαι φροντίζειν ἃ τῆς ἑορτῆς ἐστιν.

[3] ἡμῖν δὲ τηθὶς ἀπέθανε καὶ φίλος· τὸ μὲν οὖν ἐκείνης ἠνέγκαμεν, ἔπειθε γὰρ τὸ γῆρας, ἡ δ' ἀπὸ τοῦ φίλου πληγὴ πρᾶγμα ἀνίατον. καὶ γὰρ ἦν οἷος οὔθ' ἡμῖν ἄλλος οὔτ' ἄλλῳ τῶν ὄντων οὐδείς.

[1327]

Ζηνοδώρῳ.

[1]    Κυρῖνον οὔθ' ἧττον ἢ ἡμεῖς ᾔδεις οὔθ' ἧττον ἢ ἡμεῖς ἐτίμας· ἠκολούθει γάρ, οἶμαι, τῷ τὸν ἄνδρα ἐπίστασθαι καὶ τὸ τιμᾶν.

[2] ἤδη μὲν οὖν ἡ 'κείνου γυνὴ τῆς σῆς εὐνοίας ᾔσθετο, δι' ἣν τῶν ἐχθρῶν οἱ μὲν ἀδικεῖν ἀρξάμενοι διὰ τάχους ἐπαύσαντο, πολλοὶ δὲ ὅλως ἡσύχασαν οὐ τολμήσαντες ἐπιθέσθαι. τοῦ παιδὸς δὲ αὐτοῖν ταῦτά τε οὐκ εἰδότος καὶ δεομένου γράψαι πρὸς σὲ περὶ ‹τῆς› τῶν πραγμάτων φυλακῆς τὸν μέν, ὅστις γέγονας εἰς αὐτούς, ἐδίδαξα, σὲ δὲ ἀξιῶ προσθεῖναι τῷ δρόμῳ.

[3] δεῖ γὰρ τῷ τὰ ὄντα αὐτοῖς σεσῶσθαι προσγενέσθαι τὸ καὶ τῶν γερῶν Ὁνωράτον μετέχειν, ἃ τῆς μεγάλης ἐστὶ βουλῆς.

[1328]

Δομετιανῷ.

[1]    Ἔχεις ὃ ζητῶν διατελεῖς, ἔπαινον πολὺν παρὰ τῶν τὰ σὰ εἰδότων· ἴσασι δὲ οἱ μὲν ἐκεῖσε ἥκοντες, οἱ δὲ παρ' ἐκείνων ἀκούσαντες, καὶ νῦν οἶμαι πᾶν χωρίον τούτου γέμειν τοῦ λόγου.

[2] τοῖς μὲν οὖν ἄλλοις ἔργοις τὰ τῶν ἄλλων ἐνίκας, τῷ δ' ἔναγχος τούτῳ καὶ τὰ σαυτοῦ. διηγεῖτο δὲ Λητόϊος, οἷον μὲν ἑάλω θηρίον, οἷα δὲ ἐμηχανᾶτο κρινόμενον, ὡς πολὺ δεινότερα ὧν πρὶν ἁλῶναι ἔδρα, καὶ ὅτι πάντα ἂν ὑπὸ τῶν δόλων κατηνέχθη τὰ περὶ τὸν Εὐφράτην, εἰ μὴ σὺ τὸν σπινθῆρα διεκώλυσας μὴ γενέσθαι φλόγα.

[3] καὶ ταύτης τῆς βοηθείας πλεῖστον αὐτὸς ἔφασκεν ἀπολελαυκέναι καὶ ᾔδει χάριν καὶ ἔχει καὶ σχήσει, καὶ χρόνος αὐτὸν οὐδεὶς παύσει τὴν εὐεργεσίαν ᾄδοντα. κοινωνοὺς δὲ καὶ ἡμᾶς ἕξει τῶν ᾀσμάτων, οἳ δὴ καὶ ὧν εὖ πέπονθε κεκοινωνήκαμεν· ἐσμὲν γάρ, οὐ δοκοῦμεν φίλοι.

[4] ἴθι δὴ καὶ τὰ λοιπὰ τοῦ ἄθλου μετὰ τῆς αὐτῆς ἐπιστήμης ἄνυε, καὶ καλὰ καλοῖς ἀκολουθείτω καὶ φαινέσθω μιᾶς γνώμης ἀπ' ἀρχῆς εἰς τέλος.

[1329]

Ἀρίστωνι.

[1]    Τοῦτ' ἔστιν ὡς ἀληθῶς ἑορτὴ τὸ οὕτως πράττειν ὑμᾶς ὥστ' ἔχειν πείθεσθαι τῷ νόμῳ τῆς ἑορτῆς. ὑμεῖς τε οὖν ἀεὶ πέμποιτε δῶρα τὴν ἑορτὴν τιμῶντα καὶ φύλακας ἐξ ὑμῶν αὐτῶν καταλίποιτε τοῦ νόμου. χρηστὸν δὲ ποιοῦμαι σύμβολον τὸ παρ' ὑμῶν ἧκόν μοι χιτωνίσκιον καὶ ἱμάτιον· ἐκ γὰρ ἀγαθῶν ἥκοντα τοιαῦτα ἂν δήπου καὶ παρέχοι προσδοκᾶν.

[2] ἐδεξάμην δὲ οὐδὲν βουλευσάμενος, καίτοι κέκλεικα τοῖς τοιούτοις τὰς θύρας. ἀλλὰ νῦν οἴκοθεν οἴκαδε, καὶ τὸ μὴ λαβεῖν ἴσον ἦν τῷ τἀμαυτοῦ με φυγεῖν. ὅθεν οὐκ ἔλαβον μόνον, ἀλλὰ καὶ λαβὼν ἐκήρυξα πάντας εἰδέναι βουλόμενος ὡς ἀρέσκει μοι πᾶν ὅ τι ἂν ὑμῖν δοκῇ.

[1330]

Ἀντωνίνῳ.

[1]    Ἔδει τὸν ἐπιστείλαντά σοι περὶ τοῦ σκύτους καὶ τῶν πληγῶν καὶ τὴν αἰτίαν προσθεῖναι τῶν πληγῶν· οὕτω γὰρ οὐκ ἂν ὥσπερ νῦν ἐλυπήθης. φαίνῃ γάρ μοι λίαν ἀλγεῖν, οὐχ ὅτι πληγὰς ἔλαβεν ὁ σὸς υἱός, ἀλλ' ὅτι μὴ μεγάλα ἁμαρτὼν οὐκ ἄν ποτε ἐδόκει πληγῆναι.

[2] ἐγὼ δὲ ὡς ἔχω περὶ τούτων, ἄκουσον· ἢν μέν τις τῶν νέων ἀδικῇ τι τοιοῦτον, ὃ μηδὲ εἰπεῖν καλόν, ἐκβάλλω καὶ οὐκ ἐῶ τὸν χορὸν ἀναπίμπλασθαι τῆς νόσου· κατὰ δὲ τῶν ὑπτίων εἰς λόγους αἱ πληγαί. τῶν μὲν γὰρ τὰ ἕλκη φοβοῦμαι καὶ ἀπελαύνω, τοὺς δὲ ἀφυπνίζω τῷ σκύτει.

[3] τοῦτ' ἔλαβον καὶ τὸν σὸν υἱὸν ἀδικοῦντα. τὸ γάρ τοι βιβλίον ἀφεὶς ἐπεδείκνυτο τάχος ποδοῖν καὶ δίκην ἔδωκεν ἐν τοῖς ποσίν, ἵν' ἑτέρου δρόμου φροντίζῃ τοῦ τῆς γλώττης.

[4] μὴ τοίνυν δευτέραν προστίθει δίκην τὴν σὴν ὀργὴν μηδ' ἡγοῦ τὸν παῖδα κακὸν βλέποντά τε πρὸς τὸν ἀδελφὸν ἤδη καὶ ἐρῶντα τῶν σῶν καὶ ἴσως δυνησόμενον ἴσα.

[1331]

Κλεάρχῳ.

[1]    Τῶν παλαιῶν ἡμῖν φίλων Ναυμάχιος ὁ χρηστός, ὃν ὅσοιπερ ἐπίστανται φιλοῦσι πάντα μὲν ἐπαινεῖν ἔχοντες, αἰτιᾶσθαι ‹δὲ› οὐδέν. φήσεις δὲ καὶ αὐτὸς πεῖραν αὐτοῦ λαμβάνων λόγον ἔχειν τοῖς φιλοῦσι τὸ φίλτρον· πρᾷός τε γὰρ ἁνὴρ καὶ εἰδὼς αἰσχύνεσθαι, καὶ τῇ τῶν λόγων δυνάμει κακὸν μὲν ἔδωκεν οὐδὲν οὐδενί, εὖ δὲ ἐποίησεν οὓς ἀδικουμένους εἶδε.

[2] Φοίνικας μὲν οὕτως ἀνηρτήσατο, γῆν δὲ ἣν ἐν Παμφυλίᾳ κέκτηται διὰ χρόνου νῦν ὀψόμενος ἥκει νῦν εἶναι καιρὸν ἡγούμενος ἐπιβῆναι Παμφυλίας, ὅτε δὴ τῇ σῇ γνώμῃ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης ἄγεται.

[3] τῶν μὲν οὖν νόμων μετὰ τῶν ἄλλων ἀπολαύσει, κοινὸν γὰρ τοῦτο προτίθης ἀγαθόν, τὴν δ' ἄλλην φιλανθρωπίαν ἅπασαν αὐτῷ πέτασον καὶ ποίει δῆλον ὅτι αὐτοῦ χαίρεις μὴ μόνον τοῖς ἔργοις, ἀλλὰ καὶ τῷ βλέμματι, κἂν ὀκνοῦντα εὑρίσκῃς ὑπ' αἰδοῦς, πάνυ γὰρ τὸ αἰδεῖσθαι ἤσκηκεν, αὐτὸς κίνει καὶ κέλευε λέγειν, κἂν φάσκῃ μηδὲν ἐπείγειν, ἔγκεισο. καὶ οὕτως αὐτὸν ὄψει σεσιγηκότα περὶ ὧν ἦν ἀνάγκη λέγειν.

[4] ὅταν οὖν τὰ αὑτοῦ μετὰ σοῦ θῆται καλῶς, πέμπε ἡμῖν αὐτὸν γέμοντα τῶν παρ' ἡμέραν σοὶ πραττομένων ἄγγελον εἶναι Σύροις τῆς Κλεάρχου περὶ τὸ ἄρχειν τέχνης.

[1332]

Φιλαγρίῳ.

[1]    Ὁ ψόγος οὗτος ὁ πολὺς οὐδὲν ἅπτεται τῶν περιστερῶν ὧν ἔπεμψα, τῷ πτερῷ γὰρ ὁ ψόγος ἐλέγχεται, σὺ δ' ἡμῖν τὰς καλὰς τῷ λόγῳ ποιεῖς οὐ καλάς, ἵνα δοκῇς ἀντὶ φαύλων ὀρνίθων ἵππον ἀπεσταλκέναι φαῦλον.

[2] ἀλλ' ἔγωγε οὐ κατηγορῶ τοῦ πώλου. δαιμόνιον μὲν οὖν τὸ κτῆμα ἡγοῦμαι καὶ πέπαυμαι θαυμάζων Πήγασον καὶ Βουκέφαλον, ἐπιστρέψας δὲ τὴν πόλιν πρὸς αὑτὸν τῇ τε ὥρᾳ καὶ τῇ βαδίσει καὶ ἄλλοι ἐπ' ἄλλοις ᾔεσαν ὀψόμενοι καὶ ὄνομα ἐγένετο τῷ ἵππῳ Θαῦμα.

[3] ἔλπιζε δὴ πλῆθος ἀφίξεσθαί σοι θηρατῶν οἰομένων αὑτοῖς ἀντὶ κυνῶν ἔσεσθαι τοὺς τοῦδε ἀδελφούς, εἴ σε πείσαιεν ἀποδόσθαι.

[1333]

Ἀρίστωνι.

[1]    Συνήσθην σοι τὸν γενναῖον Εὐάνθιον εὖ πεποιηκότι, ταῦτα γὰρ αὐτὸς ἐδίδασκε, συνήσθην δὲ καὶ αὐτῷ τὸν καλὸν Ἀρίστωνα κεκτημένῳ φίλον. καὶ νῦν οὐχ ἥκιστα τὴν παροιμίαν ὁρῶ βεβαιουμένην, ἣ τὸν ὅμοιον παρὰ τὸν ὅμοιον ἄγει.

[2] ὑμᾶς δὲ ὁμοίους ἴσως μέν τι καὶ ἄλλο ποιεῖ, μέγιστον δὲ τὸ φίλοις εἰδέναι βοηθεῖν· σύ τε γὰρ πανταχῆ θαυμαστὸς ὢν ἐντεῦθεν διαφερόντως ᾄδῃ καὶ οὗτος τοῦ Θησέως εἰς φιλίαν οὐ χείρων.

[3] ἃ μὲν οὖν ἤδη σοι πέπρακται περὶ αὐτόν, ἐπαινῶ· βουλοίμην δ' ἂν λαμπρότερον δειχθῆναι τὴν εὔνοιαν, ὅπως τι καὶ τῶν γραμμάτων ἔργον εἶναι δοκῇ.

[1334]

Πελαγίῳ.

[1]    Ὃν εὕρηκα θησαυρὸν κοινὸν πρὸς σὲ ποιοῦμαι. ἔστι δὲ οὐ χρυσός, ὃ δὲ χρυσοῦ πολλῷ βέλτιον, ἀνὴρ σπουδαῖος τοὺς ὑπὲρ φίλων κινδύνους ἑορτῆς ἥδιον ἄγων καὶ λέγων καὶ πράττων καὶ βαδίζων καὶ πλέων, οὐχ ὅπως εἰς πλοῦτον ἐπιδοίη, ἀλλ' ὅπως τι φίλῳ καταπράξειε μέγα.

[2] τοῦτον ἡμῖν ἀγαθὴ τύχη διὰ γάμου δέδωκε καὶ οἶμαι παῖδας αὐτῷ θρέψειν τὴν ἡμετέραν, δέδωκε δὲ καὶ ὑμῖν διὰ τῶν ἀπὸ τοῦ γάμου κτημάτων· ἀνάγκη γὰρ τὴν ἐκεῖ καρπούμενον γῆν χρῆσθαι ὑμῖν τὰ μὲν εὖ πάσχοντα, τὰ δὲ εὖ ποιοῦντα.

[3] γνωρίζεις οἷς εἶπον τὸν ἄνδρα· δῆλον γὰρ ὡς ἐδέξατο καὶ Κύρος Εὐανθίου τὸ κλέος. τούτου σοι μεταδίδωμι τοῦ κέρδους καὶ παραινῶ φιλεῖν μὲν καὶ πρὶν ἰδεῖν τὸν ἄνδρα, εὔχεσθαι δὲ πᾶσι τοῖς θεοῖς καὶ συνουσίας τοῦδε ἀπολαῦσαι.

[1335]

Ἰουλίῳ.

[1]    Παρόντα μέν σε τὰ μὲν ἔπειθον, τὰ δὲ ἠνάγκαζον τοὺς ὑπὲρ λόγων ὑπομένειν πόνους· νῦν δὲ τὸ δεύτερον μὲν οὐκ ἂν δυναίμην πρὸς ἀπόντα ποιεῖν, παραινῶ δέ σοι μέγιστον νομίζειν τῶν ἀγαθῶν παιδείαν καὶ μηδὲν βαρὺ τῶν ἐπὶ ταύτην ἀγόντων.

[2] τοῦτο δ' ἂν ποιοῖς, εἰ περιφέροις ἐν τῇ ψυχῇ τὴν αἰτίαν, ἀφ' ἧς ὁ πατήρ σοι καὶ ἄρχει καὶ μετὰ θαύματος. ταυτὶ μὲν γὰρ οὐ πολλὴν περιουσίαν, οὐχ ὥραν σώματος, οὐκ εὐγένειαν εὑρήσεις αὐτῷ δεδωκυῖαν, ἀλλ' ὄντα ἀμφότερα δῶρα τῶν λόγων.

[1336]

Σκυλακίῳ.

[1]    Ἐξ αὐτῶν ἡμῖν ἥκει τῶν βασιλείων Εὐάνθιος, ἀνὴρ πλεῖστα μὲν πιστευθεὶς ὑπ' ἐκείνης τῆς ψυχῆς, ἣ πάντας ἐξέπληξε, πλεῖστα δὲ κεκινδυνευκὼς ὑπὲρ τῶν ἐκείνῳ δοκούντων, ἀδικηθεὶς δὲ ὕστερον οὐχ ὑπ' ἐκείνου, μὴ γὰρ τοῦτό ποτε φθεγξαίμην, ἀλλ' ὅστις καὶ τὴν ἄλλην ἤνεγκεν ἐκείνῳ τῷ χρόνῳ μέμψιν, καὶ τοῦτο ἐποίησεν.

[2] Εὐάνθιος δὲ τὸν μὲν αἰτιᾶται, τὸν δὲ ἐπαινῶν οὐ παύεται καὶ ταῦτα ἐν τιμαῖς ὢν παρὰ τοῖς νῦν κρατοῦσιν. ἀλλὰ τιμῶν μὲν ἀπολαύουσι πολλοί, τὸ δ' εἰκότως ἐν ὀλίγοις. Εὐάνθιος δὲ κἂν στεφανωθείη δικαίως ἀρετῆς ἕνεκα τῆς εἰς φίλους· τούτῳ γὰρ οὐ κρημνός, οὐ πῦρ, οὐ σίδηρος, οὐκ ἄλλο οὐδὲν φοβερόν, οὗ δεῖ φίλῳ τι βοηθοῦντα παθεῖν.

[3] εἰ μὲν οὖν μὴ πᾶσα ἦν ἀνάγκη τρέχειν ὡς τοὺς βασιλεῖς, αὐτὸς ἂν ἐνετύγχανέ σοι· νῦν δ' ἔχεις ἀντ' ἐκείνου τὸν ἀδελφὸν ἐκείνου τήν γε προαίρεσιν θαυμάζοντα τἀδελφοῦ καὶ μιμούμενον.

[4] γίνου δὴ φίλος ἀμφοτέροις, τῷ μὲν παρόντι, τῷ δὲ ἀπόντι διὰ τῶν εἰς τὸν παρόντα. [1337] [t]

Δομνίνῳ.

[1]    Ὑμέτερον μὲν τῶν τὰς δυνάμεις ἐχόντων τὸ εὖ ποιεῖν, ἡμῶν δέ γε τῶν εὖ πασχόντων τὸ μὴ σιγᾶν τὰς χάριτας.

[2] νῦν οὖν, ὅτῳ ἂν ἐντύχωμεν, κἂν σφόδρα ἐπείγηται, κατέχοντες διηγούμεθα ὅτι Δομνῖνος ἐκεῖνος ὁ γενναῖος Βάττου τοῦδε τὸν οἶκον τὸν μικρὸν πολεμούμενον διέσωσε καὶ ἔστιν ἐλπὶς αὐτὸν ἀπὸ τῆσδε τῆς βοηθείας ἔσεσθαι μέγαν. οἱ δ' ὅταν ἀκούσωσιν, ἐπαινέσας ἕκαστος ἀπῆλθεν.

[3] τοῦτο δέ ἐστιν εἶναί σοι ταῦτα ὑπὲρ ὧν πονεῖς. οὐ γὰρ εἰς χρυσόν γε σὺ βλέπεις, ἀλλ' ἐπαίνων ἐρᾷς· ὃ καὶ ἡνίκα τοῖς δικαζομένοις παρίστασο, ἐζήτεις ἑτέρων πανταχόθεν ἀξιούντων κερδαίνειν.

[4] ἔχου δὴ τῆς αὐτῆς γνώμης καὶ διὰ τῶν ἐκεῖ πραττομένων φαιδρὸν ἡμῖν ἐνταῦθα δείκνυ Βάττον.

[1338]

Ἀρίστωνι.

[1]    Νουμήνιος οὑτοσὶ τῶν περὶ θεούς ἐστι διατριβόντων. καὶ τὸ μὲν νῦν οὐ μέγα, ἔξεστι γάρ, ὁ δέ, καὶ ἡνίκα δεινὸν τοῦτο ἐδόκει καὶ ἐπέκειτο δίκη, καὶ τότε ἦν ἐν τῷ θύειν μᾶλλον φοβούμενος τὴν περὶ τοὺς κρείττους ἀμέλειαν ἢ τὸν διὰ τὴν ἐπιμέλειαν θάνατον.

[2] γίνεται οὖν αὐτῷ τῆς εὐσεβείας μισθὸς ἥ τε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν ἀνδρῶν εὔνοια. σὺ δ' ἄριστος ἡμῖν καὶ τοῦ χοροῦ τῶν χρηστῶν κορυφαῖος. διὰ τοῦτο Νουμήνιος εἰς σέ τε ἀδικούμενος εἶδε καὶ διὰ σοῦ τῶν δικαίων δεῖται τυχεῖν.

[3] σὺ δ' ἐν μὲν τῇ γνώσει τοῖς πράγμασιν ἀκολουθήσεις, τῆς δ' ἄλλης αὐτὸν φιλανθρωπίας καὶ τοῦ γράψαντος ἕνεκα καὶ πολὺ πλέον τῶν θεῶν οὐκ ἄδηλον ὡς ἀξιώσεις.

[1339]

Εὐθαλίῳ.

[1]    Οὔτ' ἐγώ σε τιμῶν οὔτε σύ με φιλῶν τοὺς ἀνθρώπους λελήθαμεν. εὐθὺς οὖν, ὅτε τί σου δέονται, δι' ἐμοῦ πειρῶνται τυγχάνειν τὸ μὲν ἀκριβῶς εἰδότες, ὡς οὐκ ἂν αὐτοὺς ἀπωσαίμην, σὲ δὲ οἰόμενοι δοῦναι ἃ δεῖ λαβεῖν τὸν αἰτοῦντα τὴν χάριν.

[2] τούτων εἷς Ἀθανάσιος γίνεται λυπούμενος μέν, ὅτι μὴ νῦν δύναται διαλῦσαι τὸ χρέος, εὐχόμενος δὲ τοῖς θεοῖς ὡς τάχιστα δυνηθῆναι, μικρὰν δὲ ἀναβολὴν αἰτῶν, ἣν δόντα σε πρότερον νῦν φησιν ἀφαιρεῖσθαι.

[3] ἐγὼ δὲ τοῦτο μὲν ἡγησάμην φλυαρίαν, εἰ οἴεται ἰσχυρόν τι αὑτῷ εἶναι πρὸς τὸν οὐκέτι βουλόμενον τὸ βεβουλῆσθαι ἤδη, σὺ γὰρ δήπου κύριος ὥσπερ ἐκείνου καὶ τοῦ δευτέρου· πάντα δὲ περικόψας καθαρὰν ἐπαγγέλλω χάριν δοῦναί σε τῷ νῦν σπανίζοντι χρημάτων ἀριθμόν τινα ἡμερῶν· ἀφ' ὧν αὐτὸν ὄψει δίκαιον.

[4] δεινὸν μέν, εἰ μὴ τήμερον κομιῇ τὰ σαυτοῦ ἴσως· ἀλλ' οὐδὲ ἐκεῖνο μέντοι καλὸν τὸν εὖ παθόντα ὑπὸ σοῦ στένειν ἀγχόμενον καὶ τοσαύτην ἐπικουρίαν βλαβῆναι λυπηρῷ τέλει. [1340] [t]

Ἀνδροκλεῖ.

[1]    Ἦν ὅτε ἐγίνοντο λόγοι χρυσοῖ· τὰ νῦν δὲ σιδηροῖ πάντες καὶ ἢ μικρὸν ἢ οὐδὲν ἕτερος ἑτέρου διαφέρων. σὲ δὲ ἄμφω μὲν πιστεύω ποιεῖν, αὐτόν τε ἥδεσθαί μου τοῖς γράμμασι καὶ τοῖς ἄλλοις ὡς καλὰ δεικνύειν, ποιεῖν δὲ ἡγοῦμαι καὶ τοῦτο κἀκεῖνο τῷ φιλεῖν ἐξηπατημένον.

[2] ἀλλ' εἰ μὲν καὶ ἐν φιλοῦσιν ἅπασιν ἀνεγίνωσκες, ἐν συνεξηπατημένοις τοῦτο δρῶν ἀσφαλῶς ἂν ἐποίεις· νῦν δ' ὄντων καὶ τῶν ἄλλως ἐχόντων ὅρα μὴ σὺ μὲν εἰς τὰ γράμματα βλέπῃς, οἱ δ' εἰς ἀλλήλους νεύμασι τὸν ἔπαινον ψέγοντες.

[1341]

Γεροντίῳ.

[1]    Αὐτὸς ὁ στήσας τὸ τρόπαιον ἀπαγγελεῖ σοι τὰ περὶ τοὺς ἀγῶνας· καλῶ δὲ ἀγῶνας καὶ τρόπαιον, ὅτι δὴ πολλοῖς συνεπλάκημεν ἀντιπάλοις, ὧν οἱ μὲν ἐθάρρουν γένει, οἱ δὲ πλήθει γῆς, οἱ δὲ χρυσῷ, τοῖς δὲ ἠλπίζετο δύναμις, ἄλλοις δὲ ἤδη παρῆν.

[2] ἀλλ' ὅμως πᾶσι τούτοις ἐπαφῆκε τὴν αὑτοῦ γλῶτταν ὁ στρατηγός· ἐστρατήγει γὰρ Εὐάνθιος, ἡμεῖς δὲ εἱπόμεθα, καὶ ἦν ὅμοιος τῷ Διομήδει, ὃν ὅμοιον ἔφησεν Ὅμηρος χειμάρρῳ. καὶ μήτοι νομίσῃς τριῶν ἢ τεττάρων ἡμερῶν γενέσθαι τὸν πόνον· ἅπας γὰρ οὗτος ὁ χρόνος ἓν τοῦτο εἶχε ποιοῦντα.

[3] καὶ σοὶ μὲν Ἥρας διδούσης ὁ γάμος, ἡμῖν δὲ γεγένηται φίλος. παρὸν γὰρ ἐκεῖ φοιτᾶν ‹ὡς› τοὺς φάσκοντας εἶναι φίλους καὶ παιδεύεσθαι, ‹εἰ› ὡς ἀληθῶς εἶεν φίλοι, ἔδραμεν ὡς τὸν ἄρχοντα, πάλιν ὡς ἐμέ, πάλιν ὡς Ὀλύμπιον ἀναζητῆσαι τὼ θείω. τὸν μὲν εὗρεν, τὸν δὲ οὐχ εὗρεν, εἶθ' εὗρεν, καὶ τοῦθ' ὃ χθὲς ἐμέμψατο, τήμερον ἐπῄνεσεν· ἐπήγειρε τὸν ἄρχοντα ἡμῖν, ἐπετίμησεν, ἠπείλησεν, ἂν διδῷ, ἀδελφὸν ἐκείνου προσέλαβεν ὑποσχέσει, πάντα κινήσας, πάντα μηχανησάμενος ἀφῖκταί σοι κρηπῖδα τῷ ἔργῳ βαλόμενος.

[4] εἶχόν τι περὶ τοῦ γέροντος εἰπεῖν, ἀλλ' ἐπειδὴ γέλωτα οὐκ ἂν δέξαιτο τὸ βιβλίον, δεῖ δὲ σὺν γέλωτι μεμνῆσθαι Θεοδώρου, δίδωμι τὴν διήγησιν Εὐανθίῳ, καὶ λεγέτω γελῶν.

[1342]

Ἀκακίῳ.

[1]    Αὐτὸς αὑτῷ μοι δοκεῖ διὰ τοῦ σοῦ στόματος ὁ θεὸς εἰργάσθαι τὸν ἀπόλογον· οὐ γὰρ ἂν πάντα οὕτως εἶχε τὰ τοῦ λόγου φάρμακα μὴ τοῦ θεοῦ σοι τὴν ψυχὴν κατασχόντος. πολλὰ δὲ τοιαῦτα ἐν Ἀπόλλωνος οἰκίᾳ, καὶ θαυμαστὸν οὐδὲν Ἀσκληπιὸν τὸν αὑτοῦ μιμεῖσθαι πατέρα.

[2] διὸ καὶ θαυμάζω σου παρακαλοῦντός με πρὸς ἐπανόρθωσιν λόγου, οὗ πάντα μὲν ἄγαμαι, κινεῖν δὲ οὐδὲν ἔχω. καὶ γὰρ μέγεθος καὶ κάλλος καὶ γραφαὶ τόπων καὶ διδασκαλία παθῶν τε καὶ βοηθειῶν καὶ τὸ μέγιστον, ἡ διὰ τῶν αὐλῶν λύρα καὶ μέτρα καὶ χάριτες καὶ φῶς σαφηνείας καὶ ὅλως οὐδὲν ἄπεστιν ὧν παρεῖναι προσῆκεν. οὐδ' αὖ πάρεστί τι τῶν ἀπεῖναι δικαίων.

[3] ὅταν οὖν πείσῃς τοὺς ἀγαλματοποιοὺς ἐλθόντας εἰς Πίσαν μεταστῆσαί τι τῶν τοῦ Διός, τότε καὶ ἡμᾶς κέλευε ταὐτὰ ποιεῖν περὶ τὸν λόγον Φειδίου.

[1343]

Ῥουφίνῳ.

[1]    Σχεδόν τι τὰ τρία ἠπιστάμην, καὶ ὅτι βαρύνῃ τῷ μὴ τοὺς φίλους ὁρᾶν καὶ ὅτι σοι πόνος τῶν πραγμάτων τὸ πλῆθος καὶ ὡς ἐν προσδοκίᾳ τοῦ χρηστόν τι μηνύσειν εἴης. γενναῖός τε γὰρ ὁ βασιλεὺς καὶ ἀγαθῶν ἡγεῖται καὶ ἀμυνόμενος ἐπέρχεται. διὸ δεῖ πιστεύειν ὅτι τὴν Περσῶν ἀρχὴν ἢ τρώσας ἢ ἐκκόψας ἐπάνεισι.

[2] ταῦτ' οὖν ἐννοῶν παντὶ σθένει καὶ αὐτὸς τὰ παρὰ σαυτοῦ συνείσφερε καὶ φέρε τὰ παρόντα μετρίως τῇ τῶν μελλόντων ἐλπίδι.

[1344]

Μαξίμῳ.

[1]    Τῶν Πομπηιανοῦ παίδων προσαγόντων μοι Νικήτην τουτονὶ σὺν πολλοῖς ἐγκωμίοις οὐκ εἶχον ἀπιστῆσαι. πάντα δὲ ἐπαινοῦντες αὐτοῦ μόνην ἔψεγον τὴν τύχην, ἣ πολλῶν αὐτὸν ἐξέβαλε χρημάτων.

[2] ἐγὼ οὖν καὶ διὰ τοῦτο ἐπέστειλα, ὅπως τὰ δι' ἐκείνης λυπηρὰ τῇ παρὰ σοῦ κουφισθείη προνοίᾳ.

[1345]

Πομπηιανῷ.

[1]    Ἅ μοι περὶ τῶν σῶν ἔδοξεν υἱέων, ἤκουσάν τε παρ' ἐμοῦ καὶ διδάξουσί σε, πατρὸς δὲ οὐδὲν εἶναι δεῖ κυριώτερον.

[2] πραττέσθω δὴ τὸ φαινόμενόν σοι συμφέρειν ὡς ἡμῶν τῷ μὲν ἡσθησομένων, τὸ δὲ οὐ μεμψομένων.

[1346]

Κυρίνῳ.

[1]    Ὅτι μὲν εἶχον ἐν ἐπιμελείᾳ καὶ πρότερον τὸν ἀδελφόν, αὐτὸς μαρτυρεῖς· πῶς δ' οὐκ ἔμελλον ὑπὸ σοῦ τε παραδεδομένον καὶ φροντίδος ἀξιούμενον οὐκ ἐλάττονος ἢ ὁ παῖς; εἰ δὲ καὶ τῶν λίαν ἦν ἀπημελημένων, ἀλλὰ τῷ γε νῦν φαρμάκῳ πάντως ἄν με πρὸ τῶν ἄλλων ἄγειν ἑαυτὸν ἐποίησεν.

[2] ἐγὼ γὰρ ὅ τι μὲν φθέγξαιο, τοῦτο τῶν ἄλλῳ γεγραμμένων ἡγοῦμαι κάλλιον· ἐπεθύμουν δὲ καὶ γεγραμμένον τι παρὰ σοῦ λαβεῖν. τὴν δ' ἐπιθυμίαν ὁ γενναῖος ἡμῖν ἐκεῖνος ἐνεποίησεν ἀγών, ὃν δείξας ἔπειτα κατέκλεισας ἀδικῶν σαυτόν τε καὶ τὸν λόγον καὶ ἐμέ.

[3] ἀδικεῖ δέ με καὶ Ὁνωράτος οὐκ ἐθέλων κλέπτειν καὶ ταῦτα εἰδὼς τὸν αὑτοῦ προστάτην τὸν Ἑρμῆν καὶ τοῦτο εἰδότα· πάλαι γὰρ ἄν σοι κατέστησε ματαίαν τὴν κλεῖν. ὥσπερ δ' οὖν τοῖς διψῶσι τὸ μικρὸν τοῦ μηδενὸς βέλτιον, οὕτως ἐμοὶ τὸ γράμμα τὸ νῦν καὶ παραμυθία τοῦ πλείονος.

[4]

τὸν οὖν τούτων αἴτιον ἀδελφὸν εὐεργέτην τε ἡγοῦμαι καὶ ἀμείψομαι. τοῦτο δέ μοι πάλιν κομιεῖ γράμματα σά· ὁ γὰρ προθύμως οὕτω παρακαλέσας οὐκ ὀκνήσει τὸν προσθέντα τοῖς ἤδη γενομένοις ἐπαινέσαι.

[5] πρὸς ταῦτα Πετρώνιος κινείτω σε καὶ μὴ ἐπιτρεπέτω σιγᾶν· ὡς οὐχ οὕτω πέμψει πολὺν ἄργυρον, ὃς οὐκ ἐλάττων κριθήσεται τῶν παρὰ σοῦ γραμμάτων.

[1347]

Γαΐῳ.

[1]    Τίς ὁ ἐξαπατήσας ὡς ἐγὼ ποιητικός; ἐγὼ δὲ ἔπη φιλῶ μέν, ἐργάζεσθαι δὲ οὐκ οἶδα. καίτοι πολλάκις ἐπεθύμησα, ἀλλ' ἡ φύσις οὐκ ἠκολούθησε. τῶν δὲ σῶν κριτὴν ἀμείνω σαυτοῦ μὴ ζήτει, ἐπεὶ καὶ νῦν λέγων, ᾗ χρὴ γενέσθαι τὴν βάσανον, ἐδήλωσας ἣν ἔχεις περὶ τὸ κρίνειν τέχνην.

[2] μᾶλλον οὖν αὐτὸν ἔδει μετὰ τοῦ ποιήματος καὶ τὸν ἐφ' ἑκάστῳ μέρει χαρίσασθαι λόγον ἢ παρ' ἡμῶν μεταπέμπεσθαι τὸ δεύτερον, οὓς οὔποτε πείσεις ἐπιλαβέσθαι τῶν σῶν, πρὶν ἂν καὶ τῶν Ὁμήρου καὶ τῶν Ἡσιόδου καὶ ὅσοι μετ' ἐκείνους ἐν χορῷ ποιητῶν ἠρίθμηνται.

[3] καίτοι πολλοὺς οἶδα καὶ τῶν πάλαι καὶ τῶν νῦν ἀπὸ τοῦ ῥᾳδίως τῶν γραφόντων κατηγορεῖν θηρεύοντας δόξαν, οἳ τοὺς μὲν ἄλλους ἐκφοβοῦσιν, ἐμοὶ δὲ δοκοῦσιν εἶναι ψυχροί. οὐ δὴ πείσομαι ὃ μέμφομαι.

[4] φημὶ δέ σοι τὸ ποίημα μετὰ τῶν Μουσῶν συγκεῖσθαι, καὶ τοῦτο οἶσθα μᾶλλον ἑτέρων. ἀλλ' εἰ δεῖ πάντως πλέον τι καὶ ἡμᾶς περὶ αὐτοῦ διελθεῖν, ὅταν ἐν ταὐτῷ γενώμεθα σύν τε δύ' ἐρχομένω.

[1348]

Ἀριστοφάνει.

[1]    Ὁ μὲν νεανίσκος ἥκει καὶ λέξων καὶ κερδανῶν· σὺ δ' ὅπως ἄμφω δυνήσεται, σκόπει τάς τε συνθήκας βεβαιῶν καὶ τιμῶν τὸν πρῶτον ἄρχοντί σοι κομίσαντα γράμματα.

[1349]

Δημητρίῳ.

[1]    Ἀλλ' ἔγωγε καὶ διὰ τοῦτο σπεύδω λείαν γενέσθαι τὴν ὁδόν, ὥσθ' ἡμῖν τὸν ἀεὶ κομίζοντα γράμματα εἶναι· ὡς ἐμοὶ τῶν παρὰ σοῦ γραμμάτων ἓν μόνον κάλλιον, αὐτὸς σὺ καὶ ἡ σὴ μορφὴ καὶ ἡ σὴ φωνή.

[2] ἃ νῦν μὲν ἀναπλάττω τῇ ψυχῇ, βουλοίμην δ' ἂν τὴν μὲν ἰδεῖν, τῆς δὲ ἀκοῦσαι.

[1350]

Μαξίμῳ.

[1]    Οὐχ ὅπως ἀμείνων γένοιο περὶ τὸν ἑταῖρον, τοὺς ἀγῶνας οἷς κέχρηται διῆλθον· ὁ γὰρ διὰ παντὸς εἴδους εὐεργεσίας ἥκων καὶ μήτε μικρὸν μήτε μεῖζον μήτ' εἰς αὐτὸν μήτ' εἰς τοὺς αὐτοῦ παραλιπὼν πόθεν ἂν ἐπιτείνειε τὴν εὔνοιαν; ἀλλ' ἐγώ σε εἰδέναι θέλων, ὡς οὐκ ἄρα εἰς κακὸν ἀγαθὸς γεγένησαι, πάντα ἐκεῖνα διηγησάμην δεικνὺς ὡς Ὑπερέχιος οἶδεν ἀποδοῦναι χάριν.

[2] ἐν δὲ τῇ χάριτι ταύτῃ τὰ πράγματα μέν σου οὐκ ἐποίει βελτίω, καλῶς γὰρ ἐξ ἀρχῆς πεπραγμένα τὴν αὑτῶν ἔσωζε φύσιν καὶ οὐκ ἂν ὑπὸ βλασφημιῶν μετέστη, τῆς μέντοι φιλίας, οἶμαι, τῆς πρὸς σὲ δεῖγμα ἐξέφερεν ἀποπνιγόμενος, εἴ τις τολμῴη συκοφαντεῖν.

[3] ὅτι δὲ καὶ αὐτός εἰμι τῶν οὐκ ἂν ὀκνησάντων λίθους ἀφεῖναι κατὰ τῶν οὐκ αἰσχυνομένων τὴν ἀλήθειαν, οἶσθα. δεῖ δὲ ἡμῖν οὐδὲν ἔτι λίθων. ἐκκεκάθαρται γὰρ ἡ φήμη καὶ οὐδὲν τοῖς καλοῖς, ὥσπερ ἀκτῖνι νέφος, ἔτ' ἐνοχλεῖ, ἀλλὰ πανταχοῦ μία φωνὴ Μάξιμον τὸν καλὸν Ῥαδαμάνθυος εἶναι μαθητὴν οὔτε τῇ φυλακῇ τῶν νόμων λυποῦντα τοὺς ἀρχομένους οὔτε τῇ πρὸς ἐκείνους πρᾳότητι παραβαίνοντα τοὺς νόμους. ἁπλῶς τε ἅπας ἐκεῖθεν ἐρχόμενος ἐρωτώμενος, ᾗ τὸ ἔθνος ἄγεις, εὖ καὶ ἐπισταμένως ἀποκρίνεται.

[4] καὶ οὗτος ὁ λόγος πανταχοῖ πορεύεται διὰ τῶν βασιλείων ῥυείς τε καὶ πιστευθεὶς καὶ ποιήσας ἡδίω τὸν θεοῖς τε φίλον καὶ τῆς οἰκουμένης σωτῆρα. [1351] [t]

Ἀλεξάνδρῳ.

[1]    Ἠισθόμην σε συμβουλὰς ἡδέως δεχόμενον καὶ ταῦτα εὖ ἥκοντα φρενῶν, ὡς μηδὲν δεῖσθαι τῶν ἃ δεῖ ποιεῖν ἐρούντων. καί μοι δοκεῖς ζηλῶσαι τὸν Εὐαγόραν τοῦ ἐπαίνου καὶ βουληθῆναι δοῦναι τοῖς γράφουσιν ἴσα καὶ περὶ σοῦ διελθεῖν.

[2] τοῦτό με πείθει λέγειν ὅ τι ἂν ἡγῶμαι συμφέρειν. πρὸς παρόντα μὲν οὖν λέγω, πρὸς ἀπόντα δὲ γράφω. σὺ δ' οὕτω μου χαίρεις τοῖς γράμμασιν, ὥστ' αὐτὰ καὶ δειπνῶν τοῖς δαιτυμόσιν εἰσάγειν, ὃ ποιήσειν οἶμαί σε καὶ περὶ ταῦτα.

[3] ἐπέβης Ἀπαμείας εὖ ποιῶν τῆς τοῦ Διὸς φίλης, ἣ τὸν Δία τιμῶσα διέμεινεν, ὅτ' ἦσαν τιμωρίαι τοῦ τιμᾶν τοὺς θεούς. φύσις δὲ τῶν ἀνδρῶν τοιάδε· παρακαλούμενοι μὲν σὺν ἐπαίνοις κἂν λύκου πτερὰ δοῖεν κἂν ὀρνίθων γάλα· προσούσης δὲ ὕβρεως ταραχθέντες ὑπ' ἀθυμίας οὐδ' ἂν πρὸς τὰ ῥᾷστα τῶν ἔργων ἀρκοῖεν, ῥᾳδίως δ' ἂν οἰκίας ἀφέντες καὶ θύρας ἀνοίξαντες καὶ γῆς ἀποστάντες φέροιντο οἷ συμβαίνοι. ἐνθυμοῦ δή, πότερον βέλτιον ἥμερον φανέντα τὰ ἔργα ἐπιτελεῖν ἢ χαλεπὸν ὄντα χαλεπὰς τὰς πράξεις ποιεῖν.

[4] ἀλλ' ὅπως μὴ βοήσῃς πρὸς τὸ ῥηθὲν μηδὲ ὀργισθῇς· κρατήσεις μὲν γὰρ καὶ ἀκόντων, μακρῷ δὲ ἄμεινον ἑκόντων. τί γὰρ ἥδιον τοῦ τὰ μὲν ἔργα πράττεσθαι, τοὺς δὲ ἄνδρας ἑορτάζειν; ἑορτὴ δέ ἐστιν οὐχ ὅταν θύῃ τις στένων καὶ δεσμὸν ἐλπίζων, ἀλλ' ὅταν ἀκριβῶς ἀπηλλαγμένος δέους σπένδῃ καὶ θύῃ.

[5] ἄφελε δὴ καὶ τοῦ τῆς φωνῆς μεγέθους καὶ τοῦ τῶν ἀπειλῶν πλήθους, καὶ τὰς ἁλύσεις ταύτας μόνοι δεξάσθων φονεῖς καὶ τοιχωρύχοι καὶ οὓς δεῖ τεθνάναι. ἡ βουλὴ δέ σοι πάντα ἄπληκτος ποιήσει τὸ ὡς οὐ πεπλήξεται πεισθεῖσα.

[6] αἰσχύνθητι δὲ αὐτῶν, ὦ 'γαθέ, τὸν φόβον, δι' ὃν οὐ καθεύδουσιν, ὡς ἐμοί τις ἤγγειλεν εἰπὼν ἄν, εἰ καὶ μὴ ὧδε εἶχον. ἔστω δέ σοι τοῦ φόβου σημεῖον τὸ πρὶν ἥκειν θέρος ἐκπεπληρῶσθαι ταῦτα ὧν ἤρχοντο φθινοπώρου μεσοῦντος, οὐχ ὅτι χρηστῶν ἀπέλαυσαν τῶν ὡρῶν ἢ τῶν τῆς γῆς ὠδίνων καλῶν, καὶ γὰρ ἐκείνη ἡ πέρυσι διψῶσα οὐκ ἔπιεν, ἀλλ' ὁ Ἀλέξανδρος καὶ τὰ ἀδύνατα δυνατὰ κατέστησεν. ὁπότ' οὖν γέμουσι δέους, τί ἄν τις αὐτοὺς προσέτι πλήττοι;

[7] χωρὶς οὖν ἔστω τὰ Μυσῶν καὶ Φρυγῶν· ἡμεῖς μὲν γὰρ οἱ Φρύγες ἠδικήκαμεν τὸν Μενέλαον, καὶ ὅ τι ἂν πάθωμεν, δίκη τοῦτο καλεῖται· οἱ Μυσοὶ δὲ οὐχ ἡρπάκασι τὴν Ἑλένην. ὥστ' οὐχ ἕξομεν εἰς ὅ τι ἀνοίσομεν, ἤν τι λυπῶμεν.

[1352]

Ἱέρακι.

[1]    Ἔστι παρ' ἡμῖν ἀπὸ τῆς Τρωάδος νεανίσκος καὶ σώφρων καὶ τἄλλα βέλτιστος, λόγων ὀψὲ μὲν ἁψάμενος, σφοδρῶς δὲ εἰλημμένος. ἴσως γάρ που τὸ πολυθρύλητον ἐκεῖνο ἀκήκοεν, ὅσῳ κρείττων ὀψιμαθὴς ἀμαθοῦς. τὸ μὲν οὖν ὄνομα αὐτῷ Ῥουφῖνος, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, οἳ πρὸς τῷ τὰ ἄλλα ἐλλείπειν οὐδὲ ἐπιστέλλουσιν αὐτῷ.

[2] σὸν δὴ γενέσθω ζητῆσαι τούς τε ἀνθρώπους καὶ τὴν αἰτίαν, κἂν μὲν ἀμελοῦντας εὕρῃς, ἀπειλῆσαι καὶ ποιῆσαι ἐνεργούς, ἢν δὲ κακῶς πράττοντας σπάνει βοηθῶν, αὐτὸν γενέσθαι βοηθόν.

[3] πάντως δὲ ἄγεις μὲν τὴν Ἀλεξάνδρου πόλιν ἑκόντων ὑπακουόντων, δύνασαι δὲ παρὰ τοῖς ἄρχουσιν ἀμφοτέροις, τῷ τε τὸν Ἑλλήσποντον ἔχοντι καὶ τῷ μετὰ τοῦτον πλῆθος ἐθνῶν, ὥστ' εἴ τι καὶ ἀρχόντων εἰς ἐπανόρθωσιν δεήσει, καὶ διὰ τούτων ἰσχύσεις.

[1353]

Δημητρίῳ.

[1]    Οὐλπιανοῦ μὲν οὗτος ἑταῖρος, πατὴρ δὲ ἡμετέρων ἑταίρων· δείξας δὲ ἐν δικαστηρίοις ῥώμην τῷ νόμῳ πέπαυται νῦν. τοῦ δὲ ἄρχοντος οἰηθέντος δεῖν ὑπὲρ τῶν πόλεων τοῖς σεσιγηκόσι χρήσασθαι πεμπόμενος ἄλλοσε προὔκρινε τὴν ὑμετέραν, οὐ τῆς θαλάττης, ἐμοὶ δοκεῖν, εἵνεκα, οὐδὲ τοῦ μεγάλην τε ὑμῖν καὶ καλὴν εἶναι τὴν πόλιν, ἀλλ' ὅτι φιλόλογοί τε καὶ χρηστοὶ καὶ πρὸς τοὺς ξένους ἥμεροι.

[2] οὗτος μὲν οὖν ὑμῖν τὰς ἀμφισβητήσεις λύσει τῶν τῆς πορείας μακρῶν καὶ πολλῶν κύκλων καὶ τῶν μεγάλων ἀναλωμάτων τοὺς ἐγκαλοῦντας ἀλλήλοις ἀπαλλάττων· σὺ δ' ἐν τῇ πρὸς αὐτὸν φιλίᾳ τοὺς ἄλλους πάρελθε, καὶ γὰρ οὗτος σὲ πρὸ τῶν ἄλλων θήσεται.

[3] ὄψει δὲ σὺ μὲν τοὺς τοῦδε λόγους, ὅταν δικάζῃ, τοὺς δὲ σοὺς Μακεδόνιος πολλαχοῦ.

[1354]

Μαξίμῳ.

[1]    Ἐγὼ δέ σοι καὶ μετὰ τῆς ὅλης πόλεως οἶδα χάριν, οἴου γάρ με καὶ αὐτὸν ἐν τοῖς παρ' ἐκείνης εἶναι γράμμασι καὶ πάλιν ἰδίᾳ ταὐτὸν ποιῶ. πρᾶγμά σοι πέπρακται, Μάξιμε, καλὸν καὶ γενναῖον καὶ στεφάνων ἄξιον, ὅτι δὴ καλὸν καὶ γενναῖον καὶ στεφάνων ἄξιον ἄνδρα παρόντα μετ' αἰδοῦς εἶδες καὶ πρὸς ἀπόντα ὁ αὐτὸς ἐγένου.

[2] διηγεῖτο γὰρ ἡμῖν ὁ θαυμαστὸς Ἐκδίκιος, ὡς προοίμιόν σοι τῶν καθ' ἡμέραν ἔργων εἴη πέμπειν παρὰ τοὺς τοῦδε τὸν ἐρησόμενον, ὅπως τε πράττουσι καὶ εἰ μηδὲν ἐνοχλεῖ καὶ ἐφ' ὃ χρὴ βοηθεῖν. καὶ ἅμα ταῦτα λέγων προσῆγε τὴν χεῖρα τῷ στόματι, τοῦτο δὴ τὸ πρὸς τοὺς θεοὺς γινόμενον, ἐῴκει τε μεμφομένῳ τὴν φύσιν, ὅτι αὑτῷ οὐκ εἴη πτερὰ σπεύδοντί σε καὶ ἰδεῖν καὶ ἀσπάσασθαι.

[3] ἡμῖν οὖν ἀμφοτέρωθεν ἥδεσθαι παρῆν, ἔκ τε τοῦ δεδρακότος ἔκ τε τοῦ τιμηθέντος· φίλω γὰρ ἄμφω, σύ τε ὁ δι' ὧν εὖ ποιεῖς εὐδοκιμῶν ὅ τε εὖ πεπονθὼς οὗτος.

[4] φαίην δ' ἂν ὅτι σε καὶ βασιλεύς, εἰ ταῦτα πύθοιτο, ἐπαινέσεται, ὃς ἅπαντα ἐξητακὼς καὶ διὰ πάντων ἐλθὼν εὗρεν ἄνδρα δίκαιον ψευδέσι βεβλαμμένον αἰτίαις καὶ ψήφῳ ψῆφον ἔλυσε τῇ παρ' αὑτοῦ τὴν παρὰ τῶν πολλῶν.

[5] ἐν οἷς δὴ τούτῳ τὰς τιμὰς ἀπεδίδου, τὰς σὰς εἰς τοῦτον τιμὰς ἐθαύμαζε. ταῖς δὲ εἰς Ἐκδίκιον τιμαῖς τε καὶ σπουδαῖς δημοσίᾳ λαμπρυνόμεθα. τὸ γὰρ τοῦ Δημοσθένους ὀρθῶς εἴρηται, ὡς ὅ τι ἂν ὁ Ἀθηναῖος τοὺς ἄλλους ἐργάσηται καλόν, ἡ πόλις ἔχει τὴν δόξαν.

[6] εἰ δὲ σὲ Ἀντιοχέα γραφόμεθα, γάμου ταῦτα πείθοντος καὶ γυναικὸς καὶ οἴκου καὶ παίδων μὴ θαυμάσῃς.

[1355]

Γαϊανῷ.

[1]    Οὐ μόνον ὡς πολίτην ἐμὸν συνίστημί σοι τοῦτον Ἀντίοχον, εἰ καὶ τοῦτο ἦν ἀποχρῶν, ἀλλ' ἔστιν αὐτῷ καὶ τοῦδε μεῖζον. οὔσης γὰρ αὐτῷ θυγατρὸς καὶ πολλῶν τῶν μνωμένων, τῶν μὲν πλουτούντων, τῶν δὲ ἀπ' ἄλλου του δυνατῶν Φιλουμενῷ τῷ παιδεύοντι παρ' ἡμῖν, οὔπω τότε παρ' ἡμῖν παιδεύοντι, τὴν παῖδα δίδωσι τοὺς παρὰ τούτῳ λόγους τοῦ παρ' ἑτέροις χρυσοῦ κάλλιον κτῆμα νομίσας.

[2] ἐντεῦθεν αὐτὸν ἐγὼ καὶ θαυμάζω καὶ φιλῶ καὶ ὅ τι ἂν εὖ ποιεῖν ἐξῇ, ποιῶ. πῶς οὖν ἔμελλον νῦν μὴ γράψειν ὑπὲρ αὐτοῦ βαδίζοντος νῦν ὡς ὑμᾶς ὀψομένου τινὰ ἀγρόν, ὃν πάλαι κεκτημένος οὐ πολλάκις εἶδεν, ἴσως δὲ σοῦ καὶ τῆς σῆς δεησομένου ψήφου; [3] ἧς δικαίως μὲν ἂν καὶ ἄλλως ἀπέλαυεν, οὐ μικρὸν δὲ οἶμαι πρὸς εὐθυμίαν καὶ τὸ μὴ ἀγνοεῖσθαι, τίς καὶ πόθεν καὶ τίνων οἰκεῖος καὶ τίσι φίλος.

[1356]

Εὐστολίῳ.

[1]    Μόλις ἐκίνησα πρὸς τὴν ὁδὸν τουτουσὶ τοὺς νεανίσκους· τὸ γὰρ μήπω ῥίζας αὐτοῖς περὶ τὸ βῆμα γεγονέναι παρεῖχεν ὄκνον. ἕως μὲν οὖν τὰ ἄλλα διεξῄειν, οὐκ εἶχον πείθειν ὡς τοῦ μένειν τὸ βαδίζειν ἄμεινον· προσθεὶς δὲ τὸν καλὸν Εὐστόλιον καὶ τὸ ὡς ἔξεστιν εἰς αὐτὸν καταφεύγειν, καλῶς τε παραινεῖν ἔδοξα καὶ ἀποπηδήσαντες ἵππους εὐθὺς περιτρέχοντες ἐζήτουν.

[2] ἐν σοὶ δὴ καὶ τὸ ἐμὲ δόξαι τὰ βέλτιστα συμβεβουλευκέναι καὶ τὸ ἐκείνους πεισθῆναι κεῖται. ἂν μὲν γὰρ εὕρωσιν ἅπερ ἠλπίσαμεν, νοῦν ἔχοντες ἐπεδείχθημεν· ἂν δ' ἡ νεότης αὐτῶν ὑπεροφθῇ, τοὺς ἐσομένους ἐννόει μοι λόγους. [1357] [t]

Μαρκελλίνῳ.

[1]    Ἤκουσεν ὁ ἄρχων ἃ ἦν εἰκὸς παρ' ἐμοῦ περὶ σοῦ, κἂν ἴδῃ τὴν περὶ τὸ σῶμα τύχην, οὐκ ἔστιν ὅπως οὐκ ἀφήσει. καὶ τἄλλα δὲ αὐτὸν ἐλπίζω πρᾳότατον ἔσεσθαί σοι· μᾶλλον δέ, κἂν ἐνδείξηταί τι χαλεπόν, εἰς ἐκεῖνο προϊὼν ἥξει. θυμοῦται μὲν γὰρ ὑπὸ τῶν πραγμάτων, διαλλάττεται δὲ ὑπὸ τῆς φύσεως.

[2] ἐκεῖνον μὲν οὖν οὐκ ἄνευ τοῦ φοβεῖσθαι φιλοῦντες προπέμψατε, καὶ γὰρ ἐν ἡμῖν ἄμφω ταῦτα ἐμπεποίηκε· παρ' ὧν δὲ λήψῃ τὴν ἐπιστολήν, τεχνήματά ἐστιν ἐμά, λέγειν μὲν ἐπιστάμενοι, γνώσῃ δὲ ‹ὡς› χρῄζουσι βοηθῶν ὡς ἂν ὄντες ἐπὶ τῆς βαλβίδος ἔτι.

[3] σὲ δὴ πλείω δεῖ τῶν ἄλλων εἰσφέροντα φανῆναι τὸ τοῦ παιδὸς ἐνθυμούμενον, ὃς τούτοις ἐγένετο ὁμόσκηνος. ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ὅπως θεραπεύσει τοὺς ἐκ τοῦ αὐτοῦ χοροῦ φροντιζέτω· τούτων γὰρ ἐμοὶ μισθοὺς οὔποτε δώσει μείζονας.

[1358]

Σωπάτρῳ.

[1]    Οἴκοθεν οἴκαδε οἵδε οἱ νέοι, παρ' ἐμοῦ παρὰ σέ. πιστεύω οὖν ὡς ὧν ἔτυχον ἂν ἐμοῦ παρόντος, ἐν τούτοις ἔσονται διὰ σοῦ, εἴ γε κοινὰ ‹τὰ› συγγενῶν.

[2] ποίει οὖν ὅπως ὡς ἥδιστά σοι προσίασι. τοῦτο δὲ ἔσται, ἂν προσιόντων μὲν δῆλος ᾖς χαίρων, ὀκνοῦσι δὲ ἐγκαλῇς. [1359] [t]

Ὑπερεχίῳ.

[1]    Ἐπῄνουν τὸν πατέρα σου πρὸς τὸν ἄριστον Ἐκδίκιον καὶ ἅμα προὐκαλούμην εἰπεῖν ἃ φρονοῖ. ὁ δὲ μικροὺς ἤλεγξε τοὺς παρ' ἐμοῦ λόγους τοῖς παρ' αὑτοῦ· τοσαῦτα περί τε τῆς ἀπραγμοσύνης αὐτοῦ καὶ τοῦ τῶν τρόπων καθαροῦ διεξῆλθεν ἅτε καὶ τοῦ καθημέραν βίου μᾶλλον ἔμπειρος ὤν.

[2] ἐγὼ οὖν τότε μνησθεὶς ἀπῆλθον, μετὰ ταῦτα δὲ ἐν ἱερῷ δεομένου μου περὶ τῶν υἱέων τῶν αὑτοῦ καὶ τὸν Τεῦκρον ὀτρύνοντος σπεύδοντα καὶ αὐτὸν ταυτὶ μὲν ἔφην ἕξει σοι καλῶς, καὶ οὐδὲν ἐλλείψομεν προθυμίας, δεῖ δὲ καὶ σὲ μὴ χείρω γενέσθαι περὶ τὸν ἐμὸν υἱόν. οἰκεῖ δὲ οὗτος παρ' ὑμῖν. εἶδεν ὃν λέγω καὶ προσέθηκε τοὔνομα καὶ ἔφησεν ἕτερος πατὴρ ἔσεσθαί σοι. καὶ γράμματα ὁ μὲν ᾔτησεν, ἐγὼ δὲ ἔδωκα.

[3] τὰ μὲν οὖν ἔργα ἔσται παρ' ἐκείνου, σὲ δὲ δεῖ τὸν διδάσκοντα εἶναι. τῷ μὲν γὰρ ἃ δίδωσι σιγᾶν, σοὶ δὲ μὴ σιγᾶν ἃ λαμβάνεις πρέπει.

[1360]

Ἀλεξάνδρῳ.

[1]    Ἀλλ' εἰ καὶ ἀπῆρας παρ' ἡμῶν, τό γε ἐνοχλεῖσθαι παρ' ἡμῶν οὐ διέφυγες, ἐπειδὴ οὐδὲ αὐτὸς ἀναπαύλης ἐδυνήθην τυχεῖν. τήμερον γοῦν ἀναστρέφων ἐκ τῶν συνήθων διατριβῶν ὡς ἐγενόμην πρὸς ταῖς θύραις, ὑπὸ νέου τινὸς καὶ δυοῖν γραϊδίοιν ἐθηράθην.

[2] ἔκλαον δὲ οἱ τρεῖς καὶ πρὸς τὰ γόνατα προσπεσόντες ἐδέοντο βοηθεῖν ὀρφανίᾳ τε καὶ πενίᾳ. ἔστην καὶ ἤκουσα καὶ ἐδάκρυσα καὶ γράμματα αἰτοῦσιν ἔδωκα νομίζων ἐμαυτῷ προσήκειν παρακαλεῖν σε πρὸς τὸ παύειν τοὺς διὰ δύναμιν πολὺν ἀδικοῦντας χρόνον.

[3] τόν τε οὖν ἔτη δέκα τὴν δίκην ἐκκρούσαντα μισήσας καὶ τοὺς οὐ δυνηθέντας τῶν δικαίων τυχεῖν ἐλεήσας δεῖξον ὡς ἃ πρὶν ἐξῆν κεκώλυται.

[1361]

Τῷ αὐτῷ.

[1]    Ἃ μάλιστα ἐβούλου καὶ γενέσθαι καὶ πυθέσθαι, ταῦτά σοι καὶ πεποίηται καὶ δηλοῦται.

   οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα καταθέμενοι τὰ ὅπλα καὶ ἀλλήλοις εἴξαντες, ὅ τε χρηστὸς Ἰουλιανὸς ὅ τε σοφιστὴς Μάριος καὶ ὁ τὸν ἥττω λόγον κρείττω ποιῶν Θεόδωρος Εἰρήνην ὑμνοῦντες μεγάλην θεὸν ἀπῆλθον τὰ διάφορα λελυκότες. καὶ τῶν Κορινθίων οὐ γεγόναμεν εἰς τὸ διαλλάξαι χείρους.

[2] καίτοι τὸ πρᾶγμα ἀρχόμενον γέλως εἶναι ἐδόκει· μὴ γὰρ ἄν ποτε στῆναι φιλονεικίαν οὕτως οἰδοῦσαν. ὅθεν, οἶμαι, καὶ οὓς εἵλοντο σὺν ἐμοὶ κρίνειν, οὐχ ἧκον ἀνάλωμα νομίζοντες ἔσεσθαι μάταιον τὴν ἡμέραν.

[3] ἀλλ' ἐγὼ θεούς τε τοὺς ἄλλους καὶ τὴν ὀρθοῦσάν σοι τὰ πάντα καλέσας Τύχην ἔργου εἰχόμην. συνελάμβανον δέ μοι Μεγέθιός τε ὁ ῥήτωρ καὶ ὁ τῶν νόμων πλήρης Θεόδωρος ἄρτι ἥκων ἐκ Σελευκείας, ὃς δὴ καὶ τὸ πλῆθος τῶν ἐκεῖ θυσιῶν ἤγγελλεν.

[4] οὐ μὴν ἐκ χειμῶνος εἰς γαλήνην τότε προῆλθον, ἀλλ' οὕτως ἄρα δαίμων τις τὸ πᾶν ἔπραττεν, ὥστ' ἄνευ βοῆς καὶ θορύβου καὶ βλασφημίας ἀλλήλοις χαριζόμενοι καὶ τὰ μὲν σπουδάζοντες, τὰ δὲ παίζοντες εἰς γράμματα τὰς συνθήκας ἤγαγον.

[5] καὶ ταῦτα ἐν τετάρτῳ μέρει τετέλεσταί σοι τῆς ἡμέρας ἀπὸ πληθούσης ἀγορᾶς εἰς μεσημβρίαν σταθεράν· οὕτως οὐδὲν δύσκολον ἀνίατον τοῖς ἀνθρώποις ὧν ἄρχεις, ἀλλὰ τὰ μὲν οὐδὲ φύεται, τὰ δὲ εὐθὺς κοιμίζεται.

[1362]

Ὁνωρατιανῷ.

[1]    Τοῖς περὶ τὴν πορφύραν πονοῦσιν ἐπιστατήσων ἥκει Πατρόφιλος. ἐγὼ δὲ αὐτὸν ἐλπίζω μὴ φανεῖσθαί σοι κακόν, ἐπεὶ καὶ ἡμῖν χρηστὸς δοκεῖ πολλὴν ἐν πολλοῖς πεῖραν αὑτοῦ δεδωκώς.

[2] γίνου δὴ πρὸς αὐτὸν ἥμερος καὶ τοῦτο ἴστω Κύπρος, ὅτι σοι μέλει τἀνδρός· εἰ δὲ καὶ ὅτῳ ταῦτα χαρίζῃ, γνοῖεν, ἴσως οὐκ ὀφλήσεις αἰσχύνην.

[1363]

Ἀλκίμῳ.

[1]    Νῦν γε ἐλπὶς στήσεσθαι κυλινδούμενον τὸν τῶν ἀγροίκων κατάλογον. ἥκει γὰρ ἀνὴρ ἐπὶ τὴν ἐξέτασιν δικαιότερος, φασί, σταχάνης, δύο μὲν ἐν ἄρχοντος τάξει σεσωκὼς ἔθνη, Φρύγας μὲν πάλαι, πρῴην δὲ τοὺς περὶ τὸν Εὐφράτην ἀνθρώπους, νῦν δὲ βασιλεῖ δόξας μόνος ἂν οὔτε κλέψαι οὔτε κλαπῆναι, τὸ μὲν ἐκ δικαιοσύνης, τὸ δ', ὅτι πρᾶγμα ἰδεῖν ὀξύτατος ἁπάντων.

[2]

πιστεύω δὴ τὸν ἄνδρα καὶ τούτων ἀφαιρήσειν τὸ περὶ τοὺς ἀγροὺς ἄχθος οὐ δίκαιον καὶ τὴν ὑμετέραν πόλιν, οὕτω γὰρ ἥδιόν μοι καλεῖν τὴν ἀνισταμένην, δόξαν ἀγαθὴν Ἰουλιανῷ περιθήσειν.

[3] ὅτι δὲ σοῦ καὶ τῆς σῆς γνώμης ἕξεται κοινωνόν τε τῆς δοκιμασίας ποιούμενος καὶ οὐκ ἀνεχόμενος τὸ μὴ οὐ συζῆν Ἀλκίμῳ τῷ γενναίῳ, λέγοντος μὲν οὐκ ἀκήκοα, μαντεύομαι δὲ θαρρῶν· οὕτως ὑμῖν ἀμφοτέροις ὁ αὐτὸς νόμος τοῦ βίου πλοῦτον μὲν μὴ θαυμάζειν, ἐπαίνους δὲ διώκειν.

[1364]

Γαϊανῷ.

[1]    Οὐκ οἶδ' ὁπότε τοῖς Θαλασσίου παισὶν ὑπάρξει τῶν δικαίων ἐν Φοινίκῃ τυχεῖν, εἰ μὴ νῦν τῶν ἀδικούντων ἔσονται κρείττους, ὅτε Γαϊανὸς ὁ καλὸς κἀγαθὸς καὶ ῥητορικὸς καὶ ἀρχικὸς ἐγρηγορυίᾳ τῇ ψυχῇ τὰ τῆς Φοινίκης ἐφορᾷ.

[2] καὶ τὴν μὲν ἐκ τοῦ γένους οὖσάν μοι πρὸς τὴν περὶ αὐτοὺς εὔνοιαν ἀνάγκην οὐκ ἀγνοεῖς οὐδ' ὅτι Βασσιανῷ καὶ δεύτερον ὑπάρχει δίκαιον, τὸ παρ' ἐμοί τε καὶ ἐν ταῖς ἐμαῖς διατριβαῖς καὶ τραφῆναι καὶ ἀνδρωθῆναι· οὔσης δέ μοι καὶ πρὸς σὲ φιλίας καὶ τοῦτο πάντων ἐπισταμένων ἀμφοτέρωθεν ἂν ἠλεγχόμην κακὸς ὧν τε φροντίζειν ἔδει, τούτους προδιδοὺς καὶ μὴ τολμῶν ἐπιστεῖλαι φίλῳ πάλαι δὴ βεβαιοῦντι τοὔνομα τοῖς ἔργοις.

[3] ἐν κεφαλαίῳ μὲν οὖν, μελέτω σοι τῶν ἐμῶν συγγενῶν· τοῦτο δὲ οὐ λύει τὴν τῶν νόμων φυλακήν, ἀλλ' ἔστι κἀκείνους μὴ κινεῖν καὶ τούτοις ἐπικουρεῖν· ὧν τὸ μέν ἐστιν ἐν τῇ τῶν ὀφειλομένων εἰσπράξει, τὸ δὲ ἐν τῷ μὴ πάντα ἐξεῖναι τοῖς τῷ καιρῷ χρωμένοις.

[4] ἔχεις δὲ τῶν πραγμάτων καὶ τῆς ἀληθείας διδάσκαλον Ἑρμείαν, ἄνθρωπον καὶ φύσει καὶ παιδεύσει βέλτιστον, ἀλλὰ καὶ τὸν εὐνοῦχον μέντοι Μαρτύριον, ὃν οὐ φήσεις εἶναι τούτων δὴ τῶν πολλῶν εὐνούχων, ἀλλ' ἔστιν οἷος πιστεύεσθαί τε ἂν εἰκότως καὶ ἐπαινεῖσθαι δικαίως.

[5]

ὅταν οὖν ὦσιν οἱ καταβοῶντες ὡς πάντα ἡρπάκαμεν, μετέστω καὶ τούτοις παρρησίας καὶ τάχα εὑρήσεις μείζω τῶν πράξεων τὰ ἐγκλήματα.

[6] ἡμᾶς δὲ δεῖ χαίρειν μὲν τῶν ἱερῶν ἀνισταμένων, μὴ μέντοι προστιθέναι τῇ ἐπανορθώσει πικρίας, ἵν' ἐξῇ τοῖς τότε πραττομένοις ἐπιτιμῶντας μηδὲν ἀντακούειν ἴσον. οἷόν γε καὶ τὸ νῦν γινόμενον.

[7] μετέπλασαν νεὼς εἰς οἰκίαν οἱ Θαλασσίου πρᾶγμα ποιοῦντες ἀρέσκον τῷ κρατοῦντι τότε, καὶ οὐκ ἐπαινῶ μέν, ἦν δ' οὖν τῶν τότε τὰ τοιαῦτα νόμων. ταύτην δὴ τὴν οἰκίαν ἔχοντες οἱ Φοίνικες καὶ καρπούμενοι κελεύουσι καὶ τοὺς νεὼς αὑτοῖς ἀνοικοδομεῖν.

[8] πῶς, ὦ βέλτιστοι; δεῖ γὰρ ἡμᾶς ἢ τῆς οἰκίας κρατοῦντας ἀνοικοδομεῖν ἐκείνους ἢ τούτων ἐκβεβλημένους ἀπηλλάχθαι πραγμάτων. ἀλλ', οἶμαι, διπλᾶ εἰσπράττειν ἐθέλουσιν. οἱ θεοὶ δὲ οὐ μιμοῦνται τοὺς ὠμοὺς τῶν δανειζόντων, ἀλλ' ἤν τις ἀποδιδῷ τἀκείνων, οὐκ ἂν αὐτὸν ἡδέως ἀγχόμενον ἴδοιεν.

[9] τὴν αὐτὴν δὴ ψῆφον καὶ ὁ τοῖς θεοῖς φίλος οἴσει Γαϊανός, ἄλλως θ' ὅτε τὸ τοὺς Θαλασσίου κακῶς ποιεῖν ἀναγκάζον οἴχεται. [1365] [t]

Ῥουφίνῳ.

[1]    Ὁ φίλον συκοφαντούμενον ἐξαιρούμενος τῶν αἰτιῶν οὐ τοσοῦτον πράττει μόνον, ὅσον ἐκείνῳ λύει τὸν κίνδυνον, ἀλλὰ καὶ ὃν ἐξαπατηθῆναι κωλύει, μετὰ τοῦ τυχόντος τῆς συνηγορίας ὠφελεῖ· ὁ μὲν γὰρ οὐκ ἔδοξεν ἀδίκως κακός, ὁ δὲ οὐχ ἡγήσατο πονηρὸν τὸν χρηστόν.

[2] δέξαι δή μου τὸν ὑπὲρ Λητοΐου λόγον ὡς καὶ τῆς σῆς δόξης κηδομένου. Λητόϊος ἐπὶ τὸν νυνὶ πόνον ὑπὸ τοῦ παρ' ἡμῖν ἄρχοντος ἀγόμενος τὰ μὲν ἄρχοντι πειθόμενος, τὰ δ' οἴκτῳ τῆς πατρίδος δέχεται τὴν διακονίαν εἰδὼς μέν, ἐν οἵῳ χειμῶνι τολμᾷ πλεῖν, οὐκ ἀξιῶν δὲ τὴν ἀσφάλειαν τὴν αὑτοῦ πρὸ τῆς πόλεως θέσθαι.

[3] ὢν δὲ καὶ ἄλλως μισοπόνηρος καὶ ἅττα πιστευθείη, πανταχοῦ φυλάττων ἀκριβῶς ὑπὸ τοῦ καιροῦ τὸν τρόπον ἐπέτεινε καὶ περιῄει κεκραγώς, κύνα μιμούμενος πολεμοῦντα λύκοις. πολλοὶ δὲ ἦσαν οἱ λύκοι καὶ ἔδει κυνὸς οὐ νωθροῦ τινος καὶ ἄρτῳ μικρῷ πραϋνομένου, ἀλλ' εἰδότος τά τε ἄλλα καὶ δακεῖν.

[4] διὰ πολλῶν μὲν οὖν ἦλθεν ἰχνεύων τε τἀδικήματα καὶ ἀγανακτῶν καὶ τὰ μὲν εἰς δικαστήριον ἄγων, ἔστι δὲ οὗ καὶ αὐτὸς κολάζων, ὁπόσα ἐδίδου τὸ σχῆμα. ἤδη δέ τις καὶ τῶν εἰς τὴν σὴν τελούντων στρατιὰν ἔδρασέ τι μέμψεως ἄξιον καὶ οὐκ ἔλαθε καὶ ἤλγησεν, ὅτι μὴ ἐπῃνεῖτο ἁμαρτάνων.

[5] ἔσχε δὴ καὶ τοὺς συναλγοῦντας, πολὺ δέ γε πλείους τοὺς ἐπιτιμῶντας ἀπὸ τῆς αὐτῆς στρατιᾶς, ἄνδρας ἐπιεικεῖς καὶ εἰδότας αἰδεῖσθαι. ἀλλ' οἵ γε οὐ τοιοῦτοι παρακολουθοῦσι τῷ Λητοΐῳ πολεμοῦντες ἀπὸ παντὸς πειρώμενοι πλέκειν αἰτίας.

[6] εἰ μὲν οὖν παρὼν ἐτύγχανες, ἐκεῖνοί τ' ἂν ἥττω ἐψεύδοντο καὶ ὁ ἐλέγξων ἐγγὺς ἂν ἦν· νῦν δὲ φοβούμεθα τὰς ἐν ταῖς ἐπιστολαῖς συκοφαντίας. καὶ ὡς μὲν οὐκ εἶ τῶν ταχὺ πειθομένων, ἴσμεν, ὃ καὶ τὸν Λητόϊον ὤνησεν· ὡς τῷ γε πλήθει τῶν βλασφημιῶν ἀπόλωλε, νῦν δ' ἔστιν ὅ τι καὶ ὑπώπτευσε τῶν εἰρημένων· ἀλλ' ἂν ὁ ψευδόμενος συνεχῶς ἐγκείμενος τοῦτο ποιῇ, δέος ἐστὶ μὴ φενακίσῃ τῷ χρόνῳ.

[7] δέομαι δὴ σοῦ μήτ' ἀπιστῆσαι μήτε πιστεῦσαι τοῖς κατηγόροις, πρὶν ἂν καὶ τῆς ἀπολογίας ἀκούσῃς. ἀπολογήσομαι δὲ ἐγώ, κἂν ἐκεῖνος ἀδικεῖν δόξῃ, κατ' ἀμφοῖν ἡ ψῆφος ἐξενεχθήτω.

[1366]

Ἀλεξάνδρῳ.

[1]    Ἐπὶ τὸν αὐτὸν αὖθις ἡμῖν ὁ Γερόντιος κατηνέχθη φόβον καί φησιν ἄκλητος μὲν οὐχ ἥξειν, κλῆσιν δὲ ἡγήσεσθαι μόνην, εἰ ψήφισμα αὑτῷ παρὰ τῆς πόλεως ἔλθοι. καίτοι πιστεύει μέν σου τοῖς ὅρκοις, πιστεύει δὲ τοῖς λόγοις, καλλίω δὲ νομίζει τὴν ὁδὸν γενήσεσθαι τῶν γραμμάτων ἐν χεροῖν αὑτῷ κειμένων.

[2] σὺ τοίνυν εἴτε φιλοτιμίᾳ τοῦτο πάσχει, χάρισαι φιλοτίμῳ φύσει, εἴτε δειλίᾳ καὶ τῷ φοβεῖσθαι μὴ πάλιν ἐλθὼν ἀπέλθῃ, λῦσον τὸν φόβον καὶ τὸ ταχέως προσέστω. πάντως καὶ τῇ πόλει κόσμος τὸ μὴ δεῖσθαι ξένων, ἀλλ' ἕνα σφῶν αὐτῶν ἔχειν ἀποχρῶντα τῷ ἔργῳ.

[3] οἶμαι μὲν οὖν σε τῆς αὐτῆς ἡμέρας καὶ δέξεσθαι τὴν ἐπιστολὴν καὶ πέμψειν τὴν καλοῦσαν· εἰ δ' οὖν τι παρεμπεσὸν ἐμποιοῖ διατριβήν, οὐκ ἐπιτρέψει γε ὁ Δουλκίτιος· ἀκήκοε γὰρ ὡς ἐπείγειν χρή.

[4] πάντως δὲ ἀνέξῃ τοσαύτην ὁδὸν ἐληλυθότος ἐραστοῦ, ὃς πρὸς σὲ μὲν ἔφησεν ἄλλου του χάριν ἀφίξεσθαι, πρὸς ἐμὲ δὲ ὡμολόγηκεν ὡς οὐκ ἄν σε μὴ προσορᾶν δύναιτο.

[1367]

Μοδέστῳ.

[1]    Ὁρᾷς, ἡλίκα ποιοῦσιν αἱ ἀρεταί; οἱ αὐτοὶ καὶ πρότερον ἤρχετε καὶ νῦν πιστεύεσθε, καὶ οὐκ ἐπαύσατο μετὰ τῆς ἔμπροσθεν βασιλείας τὸ καὶ ὑμᾶς ἐν τοῖς κοινοῖς ἐξετάζεσθαι. τὸ δὲ αἴτιον, οὐκ ἦτε τῶν τότε τὰς ἀρχὰς πριαμένων οὐδ' αὖ τῶν ταῖς ἀρχαῖς ἐμπορίᾳ κεχρημένων καὶ ταῦτα ἐξὸν καὶ τῶν δικαίων εἶναι βουλομένων καταγελωμένων.

[2] ἅ μοι δοκεῖ πυθόμενος ὁ θεῖος οὗτος ἀνὴρ καὶ μισούμενος ὑπὸ Περσῶν μισθὸν τῆς ἑκουσίου πενίας σοὶ μὲν δοῦναι τὸ μετὰ τὴν βασιλείαν μέγιστον, Ἰουλιανῷ δὲ πρᾶγμα τῆς Ῥαδαμάνθυος δικαιοσύνης δεόμενον.

[3] ὅρος μὲν οὖν αὐτῷ τῆς φροντίδος ἡ Βιθυνία, ὁ δὲ ἔρως αὐτὸν παρ' ὑμᾶς διαβιβάζει· φίλου γὰρ οὕτω καλοῦ πλησίον ὄντος οὐκ ἦν οἷός τε μὴ μετασχεῖν. οὗτος μὲν δὴ τῆς ἡδίστης ἀπολαύσεται συνουσίας· ἡμᾶς δὲ ὁ στρατιώτης φόβων ἀπήλλαξε μεγάλων, οὓς λόγοι ψευδεῖς πρότερον δεῦρ' ἐλθόντες ἐνέβαλον, ὡς δεινὰ μὲν πάθοι, δεινὰ δὲ δράσειεν ἡ πόλις.

[4] ὁ δὲ ἤγγελλε μωρᾶναι μὲν τῶν καταπτύστων τινὰς ἀνθρώπους ἀνεστίους, σωφρονεῖν δὲ τὸ πλέον καὶ βέλτιον· σὲ δ' ἁμαρτεῖν μὲν οὐδέν, εἶξαι δὲ τῷ πνεύματι καὶ διαλλαγῆναι ταχέως· γενέσθαι δὲ τὸν κατάπλουν λαμπρὸν καὶ περίβλεπτον, ὡς πάντα μὲν ὄχλου, πάντα δὲ ἐπαίνου γέμειν· κεκρύφθαι δέ σοι τὸ ζεῦγος ὑπὸ τῶν ἅμα κρότῳ περικεχυμένων ἀνδρῶν.

[5] ὁ μὲν οὖν στρατιώτης ἐμοὶ ταῦτα εἶπεν, ἐγὼ δὲ ἐκήρυττον ἐξελαύνων λόγῳ λόγον, ἀληθεῖ τὸν ἐναντίον. τὰ γράμματα δέ σου διαβέβηκε μὲν τὸν Εὐφράτην, θαυμαστὸν δὲ οὐδὲν εἰ βραδέως εἰς χεῖρας ἀφίξεται τῷ βασιλεῖ.

[6] χωρεῖ δὲ ἐπικλύζων τὴν Περσῶν ἀρχήν. καὶ οὗ μέν ἐστι νῦν, αὐτὸς ἂν εἰδείη καλῶς· ἃ πράττει δέ, διὰ τῶν αἰχμαλώτων διδάσκει, παρ' ὧν ἀκούειν ἔστιν ὡς ὁ μὲν τρέχει, κεῖνται δὲ πόλεις. ἡμεῖς δὲ ἀποροῦμεν αἰχμαλώτους δεχόμενοι.

[7] ταῦτα εἶπον ἀπολογίαν τε ὑπὲρ τοῦ στρατιώτου καὶ σοὶ διδοὺς ἥδεσθαι καὶ ἅμα ἐμαυτὸν εὐφραίνων.

[1368]

Νικοκλεῖ.

[1]    Κινδυνεύω χάριν εἰδέναι τοῖς τἀκεῖ ταράξασιν, εἰ δὴ διὰ τοῦτο σὲ πάλιν ἐνταῦθα ἕξομεν. ἀκούω γὰρ ὡς τῇ πόλει μὲν τὸν ἄρχοντα ἀποδέδωκας, ὑπὲρ δὲ τῆς πόλεως ὡς τὸν βασιλέα βαδιῇ τοῦτό γε μάλιστα ὀρθῶς ἰδούσης, ὅτι σὺ μόνος ἂν οἷός τε γένοιο τὸν δῆμον ἐξαιτήσασθαι. τότε σε ὄψομαι φροντίζοντα καὶ ἀσθμαίνοντα καὶ μελετῶντα λόγους καὶ πάσχοντα καὶ ποιοῦντα, ἃ τοῦ χειμῶνος ἐγώ, ὅτε σὺ παρὼν ἐβοήθεις τὰ μὲν φανερῶς, τὰ δὲ σὺν τέχνῃ.

[2] ἀλλὰ γὰρ ὡς ἀφειμένος κινδύνων διελέχθην. ἡμῖν δὲ τὰ μὲν ἠγώνισται, τὰ δὲ προσέρχεται. καὶ σὺ μέν, ὁπόσον ἐθέλεις, πράξεις καὶ οὐδὲν ἂν ἐπικούρων δέοιο· ἡμῖν δὲ καὶ σοῦ καὶ τῶν σῶν πολιτῶν, τῶν ἐκ Λήδας, καὶ Μειλιχίου Διὸς πρὸς τὸν χειμῶνα ἂν δέοι.

[3] πονηροὶ γὰρ εἰ μὲν ἐσμέν, οὐκ οἶδα, δοκοῦμεν δέ. καὶ δίκας εἰ μὲν καὶ ἄλλας δώσομεν, οὐκ οἶδα· τὸ δὲ Ταρσοὺς ἡμῶν προκεκρίσθαι καὶ τὸ τὴν μὲν φυγεῖν ὃν οἶσθα, τὴν δὲ ἑλέσθαι, τίνος οὐ ζημίας πικρότερον; ἀλλ', ὦ ἄριστε, τάχιστα ἡμῖν ἐλθεῖν, ὅπως ὑπὲρ δυοῖν πονήσαις πόλεων· ὡς χειροτονήσομέν σε καὶ ἡμεῖς πρεσβευτήν.

[4] Ἰουλιανῷ δὲ τῷ καλῷ πάλαι μὲν ἦσθα φίλος ἀπό τε τῆς ἐκεῖ καὶ τῆς ἐνταῦθα συνηθείας καὶ ἔτι γε πρότερον ἀπὸ τοῦ θαύματος, ἐν ᾧ σε κατέστησεν, ἡνίκα ἦρχε Φρυγῶν· νῦν δ' αὐτῷ καὶ πάντα ἂν γίνοιο δικαίως λογιζόμενος, ἐφ' ὅ τι τε ἐπέμφθης καὶ ὑφ' ὅτου. τὸ γὰρ οὓς ὁ σὸς ἀγαθοὺς ἡγεῖται μαθητής, τούτοις εἰς εὐδοξίαν συμπράττειν σὸν ἂν εἴη τοῦ διδασκάλου κέρδος.

[5] ἐξέταζε δὴ τὸν τοῦδε ἐξετασμόν· οὐ γὰρ ἀξιοῦμεν τοὺς σοὺς ὀφθαλμοὺς λανθάνειν, ἀλλ' ὥσπερ οἱ δεξιοὶ τῶν ποιητῶν καλοῦμέν σε ἐπὶ τὴν κρίσιν. εὑρήσεις γὰρ καὶ γνώμην καὶ δικαιοσύνην, ἅ σέ τε ἡδίω ποιήσει καὶ βασιλέα σοῦ πρὸς αὐτὸν ἀπαγγέλλοντος.

[1369]

Ἀλεξάνδρῳ.

[1]    Διὰ πάντων ἦλθον ἀρχόντων ἐγὼ ποιῶν ἕκαστον εὐμενῆ Πορφυρίῳ, καὶ διετέλεσεν ἅνθρωπος ἃ μὲν δύναιτο ὑπηρετῶν, τἄλλα δὲ οὐκ ἀναγκαζόμενος· νῦν δ' αἱ μὲν ἐλπίδες λαμπραὶ ἀτελείας, ἀποσπασθεὶς δὲ ὁ ταλαίπωρος τῶν βωμῶν, πρὸς οἷς ἱκέτευεν, ἔρχεται τρέμων, ἐγὼ δὲ οὐδὲν ὠφελῶ καὶ ταῦτα πολλοὺς ἐκ δεσμῶν λελυκὼς καὶ δόξης οὔσης ὡς ἀρκεῖ ἐθελῆσαι.

[2] ὅρα οὖν, ὦ γενναῖε, ὅπως βεβαιώσῃς τὴν δόξαν, μᾶλλον δέ, ὅρα μὴ δόξω κακὸς εἰς τὸν ἑταῖρον εἶναι. ὅταν γὰρ τἄλλα χαριζόμενος ἐνταῦθα ἀντιτείνῃς, τεχθῆναί τινας ὑποψίας ἀνάγκη.

[1370]

Τῷ αὐτῷ.

[1]    Ὁ μὲν κύβος ἀνέρριπται, ἡ δὲ Ἀθηνᾶ πλησίον· βοηθήσειν δὲ ὡμολόγηκεν καὶ οὐ ψεύσεται οὖσα θεός, ἀλλὰ τόν γε ἀγῶνα ὡς ἥδιστα δέξεται καὶ εἰς τὸν θρόνον τὸν ἀθλητὴν καθιεῖ καὶ οὐκ ἀξιώσει πρὸς ἑτέραν βάσανον ἄγειν καὶ ὅπως δώρῳ ἐπὶ μεγάλῳ συνέσται τοῖς νέοις, πράξει.

[1371]

Γαΐῳ καὶ Ἀθανασίῳ.

[1]    Ἄκων ὁ Γάϊος ἔπλευσε καὶ πολλὰ μεμφόμενος τὴν κεφαλήν, ὅτι αὑτὸν ἀπαγαγοῦσα τῶν λόγων ἐνεβίβασεν εἰς τὸ πλοῖον. ἐγὼ δὲ αὐτὸν παρεμυθούμην καὶ τοῦτο εἶναι φάσκων ὑπὲρ τῶν λόγων κακῶν ἐλευθέραν αὑτῷ γενέσθαι τὴν κεφαλήν.

[2]

ὅπως οὖν ἱκετεύσετε μετ' αὐτοῦ καὶ πείσετε τὸν θεὸν ἐξελάσαι τε τὸ λυποῦν καὶ ὡς τάχιστα. φήσετε δὲ τὸν νέον, ὡς οἶμαι, φέροντά τι ῥητορικῆς ἥκειν καὶ οὐκ εἰς ὕπνον ἀνηλωκέναι τὸν χρόνον. [1372] [t]

Ἀκακίῳ.

[1]    Καὶ ὅτι ἔγραψας, ἔγνων καὶ δι' ὅ τι πέμψειν μέλλων οὐκέτ' ἔπεμψας. ἐγὼ δὲ τῷ προτέρῳ μὲν ἥσθην, ἐγέλασα δὲ ‹τῷ δευτέρῳ› καὶ πρὸς τούτῳ δειλίαν τοῦ κομίσαντος κατέγνων, ὡς ἡμῖν γε τῶν σῶν τὰ μὲν εὐφροσύνης αἴτια, τὰ δὲ οὐ λύπης. πρὸ γὰρ τῶν πραττομένων, τίς ὁ ποιῶν, ἐνθυμούμενοι φέρειν ἀξιοῦμεν, καὶ ὁ πατὴρ ἢ τῶν λόγων ἢ τῶν ἔργων κοῦφα ποιεῖ καὶ ταῦτα.

[2] πέμπε οὖν ἐκείνην τὴν ἐπιστολήν, ἐν ᾗ νομίζεις εἶναι βέλη. δῆλον γὰρ ὡς ἔχρισας τὰ βέλη χάριτι, καὶ οὐ κινήσεις πόλεμον, ἀλλὰ τὴν οὖσαν βεβαιώσεις εἰρήνην.

[1373]

Φουρτουνατιανῷ.

[1]    Ἀλλ' ἔστω καὶ ἡ θάλαττα χαλεπωτέρα καὶ τὰ πνεύματα βιαιότερα καὶ ὁ ἀὴρ μιμείσθω τὸν ἐν Ὑπερβορέοις· ὡς πάντα γε καὶ κοῦφα καὶ ἥδιστα δι' ἑνός, τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ἣν εἰς σὲ ποιούμενος τὸν ἄριστον τῶν ὑπὸ τὸν ἥλιον καὶ σώζει καὶ ἀνίστησι.

[2] λόγων δὲ ἐπιθυμῶν μὲν τὸ σαυτοῦ ποιεῖς, ἀεὶ γὰρ δὴ τούτους ἀντὶ χρυσίου καὶ τῶν ἄλλων χρημάτων ἐθαύμασας· ῥήτορας δὲ ἐγγὺς οὐκ ἔχων τοὺς ἐροῦντας αὐτὸς σαυτὸν ἑστία νῦν μὲν ἐν μέτρῳ, νῦν δὲ τὸ μέτρον ἀφείς. πάντως δὲ ἀμφότερα κρατεῖς, καὶ οὐκ ἂν εὕροις ἀμείνονα λόγων ποιητήν.

[3] ἡμεῖς δέ σε ἐπιθυμοῦντες ἰδεῖν οὐ τολμῶμεν καλεῖν· μένεις γὰρ ἐπὶ κοινοῖς κέρδεσι. τὸ γὰρ αὐτὸ σοὶ μὲν τῶν κακῶν ἀπαλλάξει τὸ σῶμα, πολλῶν δὲ ψυχὰς ἐξαιρήσεται νόσου βλέπειν ἤδη πρὸς τὸν θεὸν πειθομένων, ὃς ἐν σοὶ τὰ μέγιστα τὰ μὲν ἐπιδέδεικται, τὰ δὲ ἐπιδείξεται.

[1374]

Ῥουφίνῳ.

[1]    Σὲ μὲν ἤλπιζον ὃ πεποίηκας ποιήσειν, ἱκετεύσειν ὑπὲρ ἡμῶν τὸν θεόν· τὰ παρ' ἐκείνου δέ μοι κρείττω τῆς ἐλπίδος, οὐδὲν γὰρ ἐμαυτῷ συνῄδειν τοσαύτης ἄξιον χάριτος.

[2] ἔοικεν οὖν αἰδεσθεὶς τὸν πρεσβευτὴν βεβοηθηκέναι, πεῖραν δὲ ἔδωκεν ἡ βοήθεια λαμπρὰν εὐθὺς ἐπὶ τοῖς γράμμασιν. ἐγὼ μὲν γὰρ ἐκ τῶν συνήθων ἀπῄειν διατριβῶν ἀκμάζον φέρων τὸ ἐν τῇ κεφαλῇ κακόν· συντυχὼν δέ μοι Πορφύριος δίδωσιν ἐν ἀγορᾷ τὴν ἐπιστολήν, ἐγὼ δὲ ἐλθὼν οἴκαδε χαίρω. ἐπειθόμην τῷ θεῷ καί μοι εὐθὺς ἡ κεφαλὴ τῶν ἰλίγγων ἦν ἐλευθέρα. προσῆγον οὖν καὶ δεύτερον καὶ τρίτον τὸ φάρμακον καὶ οἷς ἴσχυεν ἐδείκνυεν, ὅτου εἴη.

[3] νῦν μὲν οὖν ἐντεῦθεν προσκυνῶ τὸν Ἀπόλλωνος υἱόν, τοῦ φθινοπώρου δέ, εἰ διδοίη, τήν τε λῆξιν αὐτοῦ καὶ αὐτὸν ὀψόμεθα κομίζοντες ᾆσμα μικρὸν ὑπὲρ μεγάλων. [1375]

Γαϊανῷ.

[1]    Ὀλύμπιον οἶσθα τὸν παρ' ἡμῖν ῥήτορα τὸν δεινὸν μὲν εἰπεῖν, μέγα δὲ φθεγγόμενον, ἀεὶ δὲ τὸ δίκαιον τετιμηκότα. τούτου παῖς ἐστι Θεόδοτος, πατρὸς μὲν οὐκ ἂν φαίην ἀμείνω, ἴσως δὲ οὐ χείρων.

[2] λέγω δὲ παραβάλλων οὐ τὰς νῦν αὐτῷ δυνάμεις, ἀλλὰ τὴν τοῦ Θεοδότου πρὸς ἣν εἶχεν Ὀλύμπιος, ἡνίκα ἦν, ἡλίκος νῦν ὁ Θεόδοτός ἐστιν. ἐγίνετο δή τις εὐφροσύνη τῷ πατρὶ τὰ παρ' ἡμέραν ὑπὸ τοῦ παιδὸς τικτόμενα. καὶ γὰρ ἦν οἷα πρὸς κρότον τοὺς παρ' ἡμῖν δεξιωτέρους ἀνιστάναι.

[3]

βουλευομένων δὲ ἡμῶν, εἴτ' αὐτὸν ἔτι δεῖ μανθάνειν εἴτ' ἤδη συναγορεύειν, μνημονεύει πρὸς αὐτὸν Ὀλύμπιος βιβλίον, ὃ χρήσας ὁ νεανίσκος πονηροῖς τισιν ὡς χρηστοῖς ἀπεστέρητο.

[4] ἠγανάκτησεν ὁ πατὴρ μέχρι τοῦ μέμψασθαι, δεινὸν δὲ οὐδὲν προσῆν· καὶ γὰρ ὅλως ἁνὴρ πρὸς τοὺς ἐξ ἑαυτοῦ πρᾷος οὐκ ἐπαινῶν, εἴ τίς ἐστι χαλεπὸς υἱέσι. Θεοδότῳ δὲ καὶ τὸ μικρὸν τοῦτο ἐφάνη μέγα διὰ τὴν ἀεὶ χρηστότητα τοῦ πατρός. εἶθ' ὥσπερ ποιοῦντος, ἃ τὸν Ἀμύντορα κατὰ τοῦ Φοίνικος ἀκούομεν, καταβὰς εἰς τὸν λιμένα πλοίου τυχὼν παρ' ὑμῖν ἐστιν.

[5] ἀλλ' αὖθις γενέσθω παρ' ἡμῖν ἢ ἑκὼν ἢ πρὸς ἀνάγκην. πρέποι δ' ἂν σοὶ τὰ τοιαῦτα ἀναγκάζειν ὡς οὔτε δίκαιον ὂν οὔτε συμφέρον παῖδας περιεῖναι πατέρων. μήτ' οὖν ἐπαινῶν νόμους μήτ' ἐρᾶν Βηρυτοῦ λέγων μήτ' αὖ δάκρυον ἀφιεὶς μήτ' ἄλλῳ μηδενὶ πειθέτω σε μάταιον ἀποφῆναι τὴν σπουδὴν τῷ γέροντι, ὃς τοῖς νόμοις ἀποδοὺς τὸν τούτου πρεσβύτερον τὸν Ἑρμογένην τοῦτον ἀξιοῖ ῥητορικὴν θεραπεύειν.

[6] πέμπε οὖν ὡς ἡμᾶς τὸν νέον πρὶν αὐτῷ διαρρυῆναι τὸ συνειλεγμένον, καὶ χάρισαι τοῦτο τῇ φιλτάτῃ σοι πόλει παραμυθούμενος Βηρυτὸν οἷς ἔσχηκέ τε παρὰ σοῦ καὶ σχήσει. δικαστὴς δὲ ὁ πατὴρ οὐ καθεδεῖται Θεοδότῳ οὐδὲ εἰς εὐθύνας ἄξει τὸν πλοῦν, ἀλλ' ὄψεται αὐτὸν τοῖς πρὸ τῶν αἰτιῶν ὀφθαλμοῖς.

[1376]

Ἡλιοδώρῳ.

[1]    Ὤιμην ἀπαλλαγὴν γεγονέναι Βιταλίῳ πραγμάτων τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ μηδὲν αὐτὸν ἀδικεῖν ἔγνωμεν Ἀστέριός τε καὶ σὺ καὶ ἐγώ· οἱ δ' οὔτ' ἀγροίκων οὔθ' ἱερέων πρᾶγμα ποιοῦσιν αὖθις ἐπὶ τὸν αὐτὸν ἰόντες καὶ οὐκ ἴσασιν ὡς τὸν μὲν εἰς χρήματα βλάψαι ἐπιχειροῦσιν, ἡμᾶς δὲ ὑβρίζουσιν οἱ τότε τούτων ἀφέμενοι.

[2] εἰ γὰρ ἐκεῖνοι νῦν δικαίως ἐγκαλοῦσιν ἡμῖν, ἀδίκως οὗτος ἐφαίνετο καθαρὸς τῆς αἰτίας. ἀλλ' ἴσως οὐχ οἱ δικάζοντες ἠδίκουν, ἀλλ' οἱ μὴ θέλοντες διακρίνειν ἀπὸ τῶν ἐμβαλόντων τὸ πῦρ τοὺς μόνον τεθεαμένους.

[3] κάτεχε τοίνυν αὐτοὺς καὶ νουθέτει καὶ μὴ ἐπίτρεπε τοιαῦτα ἐπιστέλλειν, ἵν' αὐτοῖς οἱ θεοὶ χαίρωσι τῶν ψυχῶν πρὸ τῶν ναῶν ἐπιμελουμένοις. ἀπαιτούμενος δὲ τὰ τοιαῦτα παρ' ἡμῶν μὴ θαύμαζε· καλὸς γὰρ ὢν κἀγαθὸς εἰκότως ἐπὶ τὰ καλὰ τῶν ἔργων ὑφ' ἡμῶν παρακαλῇ.

[1377]

Μαξίμῳ.

[1]    Δεινὸν ἂν ἦν, εἰ μὴ ἐπέστειλά σοι δι' ἀνδρὸς καὶ λέγειν δεινοῦ καὶ πρώτου Γαλατῶν καὶ ἡμῖν ἐπιτηδείου. σὺ δ' ὅτι μὲν αὐτὸν ἔμελλες τιμήσειν καὶ τῆς ἄλλης ἀρετῆς εἵνεκα καὶ ὡς ἀγώνων σοι κοινωνὸν ἐν βασιλείοις γενόμενον, εὖ ᾔδειν· ὅπως δὲ εἰδῇς ὅτι καὶ ἐμοὶ χαριῇ τῇ περὶ αὐτὸν σπουδῇ, τὴν οὖσάν μοι πρὸς αὐτὸν ἐμήνυσα φιλίαν.

[2] ἐβούλετο μὲν οὖν πάντα ἔχειν ἀπαγγέλλειν καλά, διδάξει δὲ καὶ ὧν οὐκ ἐβούλετο πολλά. ὑμεῖς δὲ ἀπολαύοιτε τῆς βελτίονος τύχης καὶ μήτε πάθοιτε οἷα νῦν τινες μήτε ἐν οἷς ἡμεῖς γένοισθε φόβοις.

[1378]

Ἀνδρονίκῳ.

[1]    Ὅτι μοι τῶν φιλτάτων ἐστὶ Λεόντιος, οἶσθα ἀπ' ἐκείνων τῶν χρόνων, ἐν οἷς τοὺς ........, ὁ δ' ὥσπερ ἀγαθὸς δρομεὺς μεθ' ὁμοίας τῆς γνώμης, μᾶλλον δέ, προστιθεὶς ἐν τοῖς προτέροις διεσώσατο τὴν εὔνοιαν.

[2] ὅ τι ἂν οὖν κελεύῃ, δεῖ τοῦτο εὐθὺς ἔργον εἶναι. νῦν τοίνυν ἐκέλευε τοὺς τῆς γυναικὸς τῆς αὑτοῦ συγγενεῖς τῶν δικαίων δι' ἐμῶν γραμμάτων τυχεῖν, οἳ φάσκουσι μὲν ἐν τοῖς ἑαυτῶν οἰκοδομεῖν, σὲ δὲ οὐκ ἐᾶν ἐξελάσαντα τοὺς τέκτονας ὡς δὴ ἀδικούντων, οἱ δέ φασιν ἀδικεῖν μὲν οὐδέν, ἀδικεῖσθαι δέ.

[3] ἐγὼ οὖν πιστεύειν τε αὐτοῖς ἠναγκαζόμην ὀμνύουσι καὶ αὖ πάλιν ἀπιστεῖν εἰς τὸν σὸν ἀποβλέπων τρόπον, ὃν ἐν ταῖς ἀρχαῖς ἐπαινεθέντα βουλοίμην ἂν καὶ ἰδιωτεύοντος εὐδοκιμεῖν· ὡς τοῦτό γε τὸ καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι καλόν.

[4] ποίει οὖν, ὅπως παύσονται μεμφόμενοι οἱ νῦν αἰτιώμενοι. ποιήσαις δ' ἂν ἢ πείσας ὡς ἀλλοτρίων ἅπτονται, ἢ τὸ κωλύειν καταλύσας. ταῦτα ἀρκεῖν ἡγοῦμαι τὰ γράμματα.

[5] πρὸς δὲ τὸν ἄρχοντα οἱ μὲν ἐπιστέλλειν ἠξίουν, ἐγὼ δὲ τοῦτο οὐκ ἐπειθόμην· παρ' ἑκόντος μὲν γὰρ βουλοίμην ἂν εὑρέσθαι τι, προσάγειν δὲ ἀνάγκην οὐκέτ' ἂν ἀξιοίην. ἵν' οὖν καὶ οἵδε μάθωσιν ὡς ‹οὐ› μικρὸν δύναμαι παρὰ σοί, γενέσθω τι τὴν φιλονεικίαν λύον.

[1379]

Ῥουφίνῳ.

[1]    Πολλάκις ἡμῖν τὴν πόλιν ἐν οἷς ἐπέστειλας σέσωκας, καὶ διέβη γε καὶ εἰς τὰς ἄλλας πόλεις αὕτη ἡ σωτηρία τρέχουσα παρ' ἡμῶν. ὅταν γὰρ ὡς βασιλεὺς κρατεῖ, καὶ ὅταν ὡς ἐπὶ τοὺς βαρβάρους διέβησαν οἱ στρατηγοί, καὶ τὰ τοιαῦτα γράφῃς, τρέμοντας καὶ ἀγρυπνοῦντας εἰς ἑορτὰς καὶ θυμηδίαν ἄγεις. μήτ' οὖν ἐκεῖνος παύσαιτο νικῶν μήτε σὺ τοιαῦτα ἐπιστέλλων μήθ' ἡμεῖς τοιαῦτα ἀκούοντες.

[2] τὰ δ' αὖ περὶ τὸν σῖτον σὺ μὲν καὶ ταῦτα ἄξια τῆς Ῥώμης τετόλμηκας, ἡμῖν δὲ ἔδοξεν ἄμεινον εἶναι καὶ ταύτῃ τὴν ἀγορὰν αὐτόνομον ἀφεῖναι· κρεῖττον γὰρ πονῆσαι μικρὸν ἢ μετὰ ταῦτα ἐν ἐγκλήμασιν εἶναι καὶ ζητεῖν ὑπὲρ τῶν αἰτιῶν λόγους.

[3] οὐ μὴν τοῦτό γέ σοι τὴν χάριν ἀπολώλεκεν, ἀλλ' ἡ μὲν ἐγκείσεται ταῖς διανοίαις ἡμῶν καὶ συμπρόεισι τῷ χρόνῳ, πέπρακται δὲ τὸ δόξαν ἀσφαλείας μετέχειν.

[1380]

Τῷ αὐτῷ.

[1]    Βασσιανὸς παῖς μέν ἐστι Θαλασσίου τοῦ πάνυ, κηδεστὴς δὲ Ἐλπιδίου, συγγενὴς δὲ ἐμός, καὶ προσέτι μαθητής, νεανίσκος καλὸς κἀγαθὸς καὶ ποιῶν ὅθεν ἂν φιλοῖτο. τούτου τῇ γυναικὶ πολὺ πρὸ τῶν γάμων Παγκράτιος, ἐκ Δολίχης ἄνθρωπος, ἀγροὺς ἔδωκε δωρεάν, ἀνθ' ὧν ὑπὸ τοῦ πατρὸς τῆς κόρης ἐσώθη πολλάκις.

[2] τὸν μὲν οὖν ἄλλον χρόνον τοῖς νόμοις εἴκων εἴα τοὺς λαβόντας ἔχειν· νῦν δ' ὥσπερ πάντων συγκεχυμένων, ἀλλ' οὐ μᾶλλον εἰς τάξιν ἡκόντων αὐτὸς τὰ αὑτοῦ λέλυκεν ἀσελγῶς καὶ οὐκ αἰσχύνεται ἃ δέδωκεν ὡς χρηστός, ἁρπάσας τυραννικῶς.

[3] ἀλλ' ἐκεῖνος μὲν ἀναισχυντίᾳ μὴ παύσαιτο συνοικῶν, σὺ δ', ὦ ἄριστε, δρᾶσον, ὃ πεποίηκας ἀεί, τὸ δίκαιον ἰσχυρόν.

[1381]

Μαξίμῳ.

[1]    Πεῖραν ἔλαβον Ἐγκρατίου τουτουὶ οὐκ ὀλίγην μὲν ἐν Ἀγκύρᾳ, πλείω δὲ τῇδε, καί μοι ἔδοξε καὶ τότε καὶ νῦν εἶναι χρηστὸς καὶ οἷος εἰκότως ἂν πιστεύεσθαι καὶ φιλεῖσθαι.

[2] εἴς τε γὰρ οἰκίας λαμπρὰς εἰσιὼν κακοῦ μὲν οὐδενός, πολλῶν δὲ αἴτιος αὐτοῖς ἀγαθῶν γεγένηται σπουδῆς τε καιροὺς οὐκ ἀγνοῶν οἶδε καὶ παίζειν χαρίτων μεστὰς τὰς συνουσίας ποιῶν. τῶν δὲ σῶν καλῶν ᾔσθετό τε καὶ τοῖς ἐνταῦθα μηνυτὴς ἧκε τέρπων αὑτόν τε καὶ τοὺς ἀκούοντας τῇ διηγήσει τῶν ἔργων.

[3] ἔστω δή τις αὐτῷ καὶ παρὰ σὲ εἴσοδος καὶ θαρρείτω τά γε τοιαῦτα καὶ τοὺς αὐτοῦ πολίτας ἡ τιμὴ μὴ λανθανέτω. ὥσπερ γὰρ τῶν ἐν δυνάμει τοὺς πονηροὺς φεύγομεν, οὕτω τῶν οὐδὲν δυνατῶν μέν, τἄλλα δ' ἐπιεικῶν ἁρπάζεσθαι προσήκει τὰς ὁμιλίας. οὕτω γὰρ ἂν καὶ πολλοὺς προτρέποιμεν ἐπὶ τὰ ἴσα δεικνύντες ὡς ἐν ἁπάσαις τύχαις ἡ καλοκἀγαθία τιμᾶται.

[4] Ἐγκράτιος δὲ ὁμοῦ μὲν αὐτὸς ἠξίωσε τυγχάνειν λόγου τινός, ὁμοῦ δὲ Ὠρίωνα τῶν περιεστηκότων ἀπαλλαγῆναι κακῶν. τοῦτ' οὖν Ἐγκρατίῳ χάρισαι καὶ γενέσθω διὰ τῆς χάριτος μέγας, ἵν' οὗτος μὲν ἐμοὶ χάριν εἰδῇ τοῦ τοιαῦτα ἔχειν αἰτεῖν, ὁ δὲ τούτῳ, ὅτι ταῦτα πρὸ τῶν ἄλλων ᾔτηκε.

[1382]

Ὑπερεχίῳ.

[1]    Ἐξ ὧν Ἐγκράτιος ἐπῄνεσέ σε καὶ τοὺς σοὺς τοκέας, ἐδίδασκέ με παλαιὰν αὑτῷ πρὸς ὑμᾶς οὖσαν συνήθειαν. ταύτην δὴ βούλομαι γενέσθαι μείζω πρὸς ἄνθρωπον ἐπιστάμενον αἰδεῖσθαι. δεῖ γὰρ ὑμῶν τὴν οἰκίαν τοῖς μὲν οἷος οὗτος ἀνεῷχθαι, τοῖς δὲ Εὐρυβάτοις κεκλεῖσθαι.

[1383]

Σωζομενῷ.

[1]    Πολλά με τὰ πεποιηκότα φίλον Σευήρῳ, ἥ τε πρὸς Μάξιμον αὐτοῦ συγγένεια, δι' ὃν οὐχ ἧττον ἐν λόγῳ ἡ Λυκία ἢ διὰ Δημόκριτον ἡ 'κείνου, καὶ δὴ καὶ συνεφοιτήσαμεν Ἀθήνησι καὶ προϊόντες ηὐξήσαμεν τῇ περὶ ἀλλήλους προθυμίᾳ καὶ σπουδῇ τὴν φιλίαν.

[2] τοῖς οὖν ἀεὶ τὴν Λυκίαν ἐπιτροπεύουσι γράμματα ἔπεμπον, τὰ μὲν παρακαλοῦντα τὸν Σευῆρον ἡμῖν εὖ ποιεῖν, τὰ δὲ ἐπαινοῦντα τὰς παρ' αὐτῶν περὶ τὸν ἄνδρα καὶ τιμὰς καὶ σπουδάς. καὶ διετέλεσεν ὁ ἑταῖρος τῆς παιδείας ἣν πεπαίδευται κομιζόμενος τοὺς καρπούς.

[3] ἀκούσας οὖν τὰς πόλεις ἐκείνας ὑπὸ σοὶ γεγονέναι σοί τε συνήσθην σχῆμα λαβόντι τὸ πρέπον Σευήρῳ τε ἤλπισα βελτίω τὰ πράγματα ἔσεσθαι. οὐ μὴν ἥ γε ἐλπὶς ἐβεβαιώθη τοῖς ἔργοις, ἀλλ' ἡνίκα ᾤχετο, ἐξελήλαται καὶ βέβλαπται βλάβας οὐ μικράς, καὶ γέγονε τὰ τοῦδε Μυσῶν λεία τοῦτο μὲν ξύλων ἡρπασμένων, ἃ ἦν αὐτῷ πρόσοδος καὶ ὅθεν εἰσέφερέ τε καὶ τἄλλα διῴκει, τοῦτο δὲ τῆς τάξεως ἐφ' ἧς εἱστήκει κεκινημένης καὶ τῶν πρὶν αὐτὸν αἰδουμένων καταφρονεῖν ἐπηρμένων.

[4]

ὡς δὲ ἥκων παρ' ἡμᾶς ταῦτα ὠδύρετο, πολὺν μὲν ἠπίστουν χρόνον οὔτε τῆς Λακεδαίμονος οὔτε τῆς σῆς φύσεως τὰ τοιαῦτα νομίζων, τῶν δὲ ἐκεῖθεν ἐπιρρεόντων, οὓς ἡ θάλαττα ἐκόμιζε, πολλῷ δεινότερα ἀγγελλόντων ἠθύμησα, ὅτι πιστεύειν ἠναγκαζόμην.

[5] τύχης δέ τινος ἡμῖν ἀγαγούσης Νικοκλέα τὸν σοφώτατον οὔθ' ὅλως ἤνεγκεν ὁ Σευῆρος τὰς αὑτοῦ σιγῆσαι συμφορὰς πάντα τε μὴ διεξελθεῖν ἀκριβῶς ὑπ' ἐμοῦ διεκωλύθη, μᾶλλον δέ, ἓν εἶπε μόνον, ὡς δέοιτο φιλεῖσθαι.

[6] καὶ τούτου μάρτυς ἡ ἐπιστολὴ πικρὸν ἔχουσα οὐδέν, ἴσως ἂν ἐνεγκοῦσα πολλά, εἰ πολλὰ τῶν πεπραγμένων ὁ σὸς ἀδελφὸς ἐπέπυστο. ἀλλ' ἐκεῖνος μὲν τὰ μέγιστα ἠγνόηκεν, ἐγὼ δέ σε διαλλάττω πρὸς τὸν ἑταῖρον ἀνὴρ κἀν τοῖς πολέμοις ἐκείνοις εἰρήνην ἄγων πρὸς σέ. ἀναμιμνήσκου δὲ ὅτι μετ' ἐμοῦ τὴν ταραχὴν ἐμέμφου.

[7] ἀλλ' ἐκεῖνά τε εὖ ποιοῦντα λέλυται καὶ νῦν πάντα μὲν ἐμοὶ Νικοκλῆς, οὐκ οἶδα δέ, εἰ πολλοὶ πρὸ ἐμοῦ παρ' ἐκείνῳ· ὥστε καὶ Νικοκλεῖ χαρίζοιο ἂν πειθόμενός τ' ἐμοὶ καὶ σπενδόμενος πρὸς τὸν ἄριστον Λυκίων. τοῦτο δὲ νῦν μὲν οὐχ ἡδέως ἀκούσῃ διὰ τὰς ἐνούσας ὑποψίας· εἰ δὲ ταύτας ἀνελὼν γνοίης ὡς ἀληθῶς τὸν ἄνδρα, τὴν αὐτὴν καὶ αὐτὸς θήσῃ.

[8] τοῦτ' ἦν τοῖς γράμμασι πέρας. εἶθ' ἧκέ τις ἑτέραν ἀγγέλλων προσβολήν, ὡς καλέσαις αὐτὸν ἐκθεὶς τὴν κλῆσιν ἐν γράμμασιν. ἐφ' ᾧ πάντες ἠλγήσαμεν, τὸ δὲ πάντες ἐστὶν ἡ πόλις· ὅλην γὰρ ἐρᾶν αὑτοῦ τὴν ἡμετέραν ὁ Σευῆρος ἀναπέπεικεν.

[9] ἀλλ', εἰ δοκεῖ, τὰ πεπραγμένα μὲν ἐάσθω, τὰ δεύτερα δὲ ἔστω βελτίω, καὶ ὁ μὲν τὸν ἄρχοντα θαυμαζέτω, ὁ δὲ ἄρχων τὸν ἄριστον Λυκίων ‑ πάλιν γὰρ τοῦτο ἐρῶ ‑ καὶ φιλείτω καὶ παραμυθείσθω· ὡς τὸ σφόδρα ἐνίους λυπεῖν ἀρχὴν ἔδωκε πράγμασιν, ἃ μὴ γενέσθαι λυσιτελέστερον ἦν. [1384] [t]

Καισαρίῳ.

[1]    Πολλὰ ἀγαθά σοι γένοιτο, ὅτι ἄνδρα καὶ χρηστὸν καὶ φιλόλογον καὶ Μαξίμου συγγενῆ καὶ ἡμῖν γε φίλον οὐ περιεῖδες πάσχοντα κακῶς ὑπὸ τῶν τοῦτο μᾶλλον ἢ εὖ ποιεῖν βουλομένων.

[2]

καίτοι τοῦτο μέν ἐστιν, ὥς πού τις ἔφη, θεοῖς ἐοικότων, ἐκεῖνο δέ ‑ ἀλλ' ἐγὼ μὲν οὐδὲν ἐρῶ δυσχερές, δέομαι δέ σου τηρῆσαί τε ἃ ἐνόμισας δίκαια καὶ προσθεῖναι τῇ προνοίᾳ, ἵνα τὸ μὲν σὸν ᾖ, τὸ δὲ τῶν γραμμάτων.

[1385]

Ἀλεξάνδρῳ.

[1]    Ἐμὲ μὲν τὸ καῦμα ἐκώλυσεν ἀναβῆναί τε καὶ διὰ πάντων τῆς πανηγύρεως μετασχεῖν, ἑώρας δέ με καὶ ἐν τῷ ἄστει φεύγοντα τὴν ἀκτῖνα ὡς ἂν πολεμοῦσαν τῇ κεφαλῇ. γέγονε δέ μοι τῆς ἑστιάσεως ἥδιον τὸ γενέσθαι σοι πολὺν παρὰ πάντων ἔπαινον, ὅτι δὴ τοῖς ἄλλοις δαιτυμόσι φέρων ἀνέμιξας σεαυτὸν τῷ αὐτῷ τόν τε θεὸν τιμῶν τούς τε παρόντας εὐφραίνων.

[2]

Θεότεκνος δὲ ὁ γέρων, ὃν τῆς βουλῆς ἀφῆκε τὸ γῆρας, ἔτι δεδέσθαι νομίζει τῶν ἀφιέντων γραμμάτων οὔπω εἰς χεῖρας ἐλθόντων αὐτῷ. καινὸν δὲ τοῦτο ἡ περὶ ταῦτα βραδυτής· ὡς τά γε πρότερα πτηνὰς ἑωρῶμέν σου τὰς Χάριτας, νῦν δέ μοι δοκοῦσιν αἱ περὶ τοὺς παρεδρεύοντας ὑποψίαι τὸ τάχος αὐτῶν, τοῦτο δέ ἐστι τὸ κάλλος, περιῃρηκέναι. λύσας οὖν τὰς ὑποψίας ἀπόδος ταῖς Χάρισι τὰ πτερά.

[3] καὶ μηδὲ Ἑρμῆς ἡμῶν καταγελάτω παρὰ ταῖς ἄρκτοις, ἃς οὐδὲν μᾶλλον ἀποδοὺς ἀποστερεῖ παρὰ τὴν σὴν ἀγανάκτησίν τε καὶ ψῆφον. τοῦτο δὲ γένοιτ' ἂν ἡμῶν ἐκεῖσε ἐλθόντων, εἰ μένοις, ἢ σοῦ δεῦρο ἡμῖν ἥκοντος.

[4] δίδασκε οὖν, ὁπότερον δράσεις, ὅπως σοι καὶ λῃστικοῦ πολλοῦ καὶ σφοδροῦ καὶ περὶ τὰς πύλας στρεφομένου παραδῶμεν ἴχνη. εὕδοντι γάρ, φασί, κύρτος αἱρεῖ. καὶ σοὶ τοὺς κακούργους ἡ Τύχη δήσασα ἄγει σπεύδουσα νῦν καθῆραι τὴν γῆν, ὅπως σὸν εἴη τὸ πᾶν καὶ μηδεὶς ὕστερον ἐπελθὼν συνεισενέγκοι τι μέρος.

[5] πρὶν οὖν οἴχωνται, ἔργου ἔχου. πρέποι δ' ἂν ἐπὶ τὰ Πύθια βαδίζειν προεκκόψαντα τὸν δράκοντα.

[1386]

Μεμορίῳ.

[1]    Λαυρέντιος ἀνήρ τε ἀγαθὸς καὶ ἡνίκα ἔρρωτο, στρατιωτῶν ἡγούμενος καὶ ἡμῖν ὤν ποτε κηδεστής ‑ τὸ γὰρ ὡς ἔστιν, οὐκέτ' ἔχομεν λέγειν διὰ τὴν τύχην ‑ γῆν ἐν Κιλικίᾳ κέκτηται, τὴν μὲν ἐωνημένος, τὴν δὲ ἐκ γάμων.

[2] ταύτης ἐπιμελεῖται Μαρκιανὸς τούς τε ἄλλους ἐπὶ τὰ ἔργα κινῶν καὶ αὐτὸς οὐκ ὀλίγα συμπονῶν, καὶ ἔστιν ἐν τῇ τοῦδε προνοίᾳ τῶν ἀγρῶν ἡ σωτηρία.

[3] ἔστω δὴ καὶ τῷ Μαρκιανῷ σωτηρία καὶ καταφυγὴ τὸ παρὰ σοῦ τε ἐγνῶσθαι καὶ τὸ Κίλικας μὴ ἀγνοεῖν ὡς, εἴ τις αὐτὸν ἀδικοίη, τὸν ἀμυνοῦντα ἕξει.

[1387]

Δημητρίῳ.

[1]    Ὁ μὲν Ἀντίοχος ὧν ἐβούλετο τετύχηκεν, οὐχ ὅτι ταῖς ἐπιστολαῖς ἴσχυε ‑ πολλοὶ γὰρ μεθ' ὁμοίων εἰσιόντες ἥττηνται ‑ ἀλλ', οἶμαι, ἦν αὐτῷ μέγα τὸ παρὰ σέ τε ἀφῖχθαι καὶ σοὶ τοῦ νέου μέλειν.

[2] ὁ δὲ ἄρχων ἔργῳ μέν σοι τὸν φιλοῦντα δείξει, εἰ δέ τι σκώψειε παίζων, φέρωμεν καὶ αὐτοὶ γελῶντες· οὐ γὰρ ὑβρίζοντος τά γε τοιαῦτα. ἀλλ' Ἀλέξανδρος οἶδε μὲν σπουδάσαι, νέμει δέ τινα καὶ γελοίοις χώραν, ἐφ' οἷς ἐγώ τε ἡδίων γενόμενος ἀπῆλθον οὐκ ὀλιγάκις σύ τε οὕτω ποιήσεις, εἰ μή σοι αἰσχρὸν ἐμέ τι μιμήσασθαι.

[1388]

Ἀκακίῳ.

[1]    Ἡμᾶς ὥσπερ ὑμᾶς ἀνιᾷ τὰ παρ' ὑμῖν κακά, καὶ τοῖς θεοῖς εὐχόμεθα μὴ πλείω αὐτὰ γενέσθαι. χάρις δὲ τοῖς αὐτοῖς θεοῖς, ὅτι τὴν πόλιν, ἥ σε ἐτίμησεν, ἐν οὕτω σφοδρῷ σεισμῷ βεβαίως ἔστησαν.

[2] χάρις δὲ καὶ Μαρκιανῷ τῷ καλῷ γράμματα παρ' ἡμῶν αἰτήσαντι· τὸ γὰρ ὡς ἡδέως ἄν σε προσείποιμι πεπεῖσθαι τὴν ἀμείνω δόξαν ἔχοντος περὶ ἡμῶν ἂν εἴη. [1389] [t]

Εὐστολίῳ.

[1]    Ὀξυτέρα τῶν γραμμάτων ἡ περὶ τῶν ἔργων ἐγένετο φήμη· ἡ δὲ ἤγγελλεν ἑορτὴν ὑμῖν συνεχῆ τὴν τοῦ ἄρχοντος ἐπιδημίαν γεγενῆσθαι τοῦ μὲν τοὺς ἀτυχοῦντας ὀρθοῦντος καὶ τῶν λυπούντων τὰ μὲν ὅλως λύοντος, τὰ δὲ ἀναβάλλοντος, ὑμῶν δὲ αὐτὸν ἄλλοις τε πολλοῖς καὶ ᾠδαῖς τιμώντων.

[2] ἐλθόντων δέ σου τῶν γραμμάτων οὐκ ἠνεσχόμην εἰπεῖν πρὸς αὐτὸν ὡς ἥκει καὶ παρ' ὅτου καὶ ὅτου χάριν εἰδότος, ἀλλ' αὐτὴν φέρων ἀπέδωκα τὴν ἐπιστολήν, ὅπως μηδὲν ἀγνοηθείη τῶν ἐνόντων· ὁ δὲ φρένα τέρπετ' ἀναγινώσκων, καὶ τοὺς μισθοὺς ὧν ἐπεπονήκει μεγάλους ἡγεῖτο λαμβάνειν.

[3] τοιαῦτα τἀμὰ περὶ τὴν ὑμετέραν, τὴν Ἰαμβλίχου τε ἐρωμένην καὶ Σωπάτρου μητέρα.

[1390]

Σωπάτρῳ.

[1]    Οἷα, ὦ δαιμόνιοι, δεδράκατε. τὸν ἄρχοντα ἡμῖν ἐγοητεύσατε, καὶ πάντα Ἀπαμεῖς αὐτῷ. οὐκ ἔστιν ὅπως οὐ Θετταλήν τινα τρέφετε φαρμακίδα, ἧς ἔργον παρῶφθαι μὲν ἡμᾶς, ὑμᾶς δὲ ἐν ἐπαίνοις εἶναι.

[2] χρηστοὺς τοίνυν ἄνδρας εὖ πεποιηκὼς ἥκειν ὁ Ἀλέξανδρος λέγων ἔτ' ἄμεινον τοῦτο ἐνόμισεν ἀληθές, ἐπειδή σου τὴν ἐπιστολὴν ἔλαβεν. ἔλαβε γὰρ τὴν ἐπιστολὴν ἐμοῦ βουληθέντος αὐτὸν πάντα τε εἰδέναι καὶ ὡς δεινὸς ἐπιστέλλειν εἴης. ἐπαινοῦντος δὲ μὴ θαυμάσῃς ἔφην εἰ ‹τὸν› πατέρα μιμεῖται.

[3] τὸ μέντοι παρὰ γράμμα σου ζητοῦντός ἐστιν ἃ ἔχεις· μὴ γὰρ οὕτω γενοίμην περὶ τὸ γένος κακός, ὡς μὴ τούτων ἐθέλειν εἶναι πανταχοῦ τὸ νικᾶν.

[1391]

Γεροντίῳ.

[1]    Ἔτ' οὖν πιστεύσεις ἐκείνοις τοῖς ὅτι σε ἐξηπάτων λέγουσιν, ἀλλ' οὐκ αὐτοὺς ἡγήσῃ μιαρούς τε καὶ σοὺς ἐχθροὺς καὶ δίκης ἀξίους ἔχων μὲν τὴν πατρίδα, κοσμούμενος δὲ ὑπὸ τῆς πατρίδος καλῆς τε τῆς αὐτῆς καὶ μεγάλης καὶ θεοῖς φίλης; [2] ἐγὼ μέν σε καὶ τῶν Ἀθήνησι σοφιστῶν εὐδαιμονέστερον ἄγω προσόδῳ τε τοσαύτῃ δημοσίᾳ τετιμημένον συνόντα τε καθ' ἡσυχίαν τοῖς νέοις οὐκ ἐπεισιόντων τῶν τοῦ Ἄρεος ἔργων τοῖς τῶν Μουσῶν· ἥσθην δὲ καὶ ὅτι εἶπες καὶ ὅτι σὺν τέχνῃ καὶ ὅτι ἦν σοι παρ' ἀνδρῶν πολιτῶν ἔπαινος οὐ μάλα εἰωθώς.

[3] τεκμαιρόμενος δὲ τοῖς παροῦσι τὸ μέλλον οἰκίαν τε ἤδη λαμπρὰν ὁρῶ καὶ γυναῖκα τῶν εὐδαιμόνων καὶ πλῆθος οἰκετῶν καὶ γεωργίας· τὰς δὲ ὀφρῦς οὔ μοι δοκεῖς ἀνασπάσειν, ἀλλ' ἕξειν ἐν τῷ νῦν μέτρῳ τὸ ἦθος.

[4] τὸν σῖτον δὲ ἔδωκα ἄν, εἰ μή σε ἡγούμην παίζειν· ᾧ γὰρ ἤδη χορὸς εὐπόρων, πῶς ἂν οὗτος ἑτέρωσε βλέποι; εἰ δ' ὄντως ἀπὸ σπουδῆς αἰτεῖς, ἄχθομαι μέν, δώσω δέ. [1392] [t]

Ἀλεξάνδρῳ.

[1]    Εὗρες ἐλθὼν εἰς Ἀπάμειαν ἐπιστολὴν ὑπὲρ τῆς πόλεως ἐμὴν ἤ, εἰ βούλει γε, ὑπὲρ σοῦ· τὰ γὰρ αὐτὰ γράμματα τῇ μὲν σωτηρίαν, σοὶ δὲ ἤνεγκε δόξαν. εἰωθότων γὰρ τῶν ἀνθρώπων προσιόντος ἄρχοντος τῶν μὲν εἰς τὰς τῶν ὀρῶν κορυφὰς ἀναφεύγειν, τῶν δὲ καὶ πληγὰς καὶ δεσμὸν καὶ πᾶν μᾶλλον φέρειν ἢ τὰ ὀφειλόμενα τιθέναι σὺ φανεὶς μετερρύθμισας τὴν πόλιν, καὶ οἱ μὲν εἰσέφερον, οἱ δὲ ᾖδον, οἱ δὲ ὠρχοῦντο· ἔφυγε δὲ οὐδεὶς οὐδ' ἐπλήγη οὐδὲ ἐδέθη.

[2] τοιαύταις ἐπῳδαῖς τὴν ἀγρίαν τε καὶ χαλεπὴν ἐκείνην καὶ δεινὰ πάσχουσάν τε καὶ δρῶσαν ἥμερόν τε καὶ εὐήνιον καὶ ῥᾴστην ἄρχειν ἀπέφηνας. καὶ τὸ καινὸν δὴ τοῦτο, ἄρχων ἀπῆλθεν ἐξ Ἀπαμείας φιλῶν τε καὶ φιλούμενος καὶ ἐπαινῶν ‹τε› καὶ κροτούμενος.

[3] εὗρες δὴ καὶ νῦν ἐν τῇ ἐπὶ θαλάττῃ πόλει περὶ μὲν τῆς πόλεως παραινοῦσαν οὐδέν, γῆ τε γὰρ αὐτοῖς οὐ πολλὴ καὶ ἦθος οὐ σκληρὸν καὶ νεῦμα ἂν ἀρκέσαι πρὸς τὸ πάντα πεπρᾶχθαι, ἔτι δὲ ἡ πανήγυρις καὶ ὁ θεὸς μείζω τῶν παρ' ἐμοῦ γραμμάτων εἰς τὸ παῦσαι ἂν θυμόν, εἴ ποθεν ἐμπέσοι. ὑπὲρ μὲν οὖν τῆς πόλεως ὁ Πύθιός σοι διαλέξεται, περὶ δὲ τῆς Αὐξεντίου καὶ ἐμῆς φιλίας οἶσθα μέν, ἄκουε δὲ καὶ νῦν.

[4] ὁ ἄνθρωπος οὗτος οὕτω μέν ἐστι κρείττων χρημάτων, ὥστ' ἀπὸ μικρᾶς οὐσίας διὰ πάσης μὲν ἀφῖκται λειτουργίας, διὰ δ' αὖ τῶν μειζόνων καὶ δίς. ἀεὶ δὲ ἀναλίσκων ᾤετο λαμβάνειν κάλλιον ἡγούμενος εὐφημίαν χρυσίου. οὕτω δὲ ἐπίσταται φιλεῖν, ὥστε φαίης ἂν αὐτὸν μαθητὴν εἶναι Θησέως.

[5]

ἃ ἐγὼ κατιδὼν κέρδος τε ἡγησάμην ἔχειν αὐτὸν ἐν τῷ χορῷ τῶν ἐπιτηδείων καὶ διατελῶ ποιῶν, ὅ τι ἂν δύνωμαι, ἀγαθόν. ἐδυνήθην δὲ τοὺς ἄρχοντας διδάσκειν, ὅστις ἐστίν. οἱ δὲ χρηστὸν ὁρῶντες ἐκόσμουν ῥήμασί τε καὶ πράγμασι τιμὴν ἐμφανίζουσι. καὶ νῦν ἐστιν ἐν τοῖς αὑτοῦ πολίταις λαμπρός.

[6] ἀλλ', εἰ δοκεῖ, θῶμεν αὐτὸν ταπεινὸν καὶ τὸν ἄλλον ἀπημελῆσθαι χρόνον· δεῖ δὲ αὐτὸν γενέσθαι μέγαν, καὶ ἐγὼ τοῦτο βούλομαι. ἔστι δέ μοι τέκτων ἀγαθὸς τοῦδε τοῦ μεγέθους Ἀλέξανδρος ὁ τοῖς θεοῖς ἐοικὼς ἐν τῷ ταχέως ὃν δόξειεν εἰς ὕψος αἴρειν.

[7] ἐργάζου δὴ τὸ ὕψος σύνδικον μὲν τὸν Αὐξέντιον μὴ ποιῶν μεμνημένος τῶν ἐν Δάφνῃ δακρύων, ἱερῶν δὲ ἀνάστασιν ἤ τι τοιοῦτον δι' αὐτοῦ θεραπεύων, οὗ τὸν ἄνδρα εὑρήσεις μείζονα ἀπ' ἐλάττονος ἐγείροντα δαπάνης.

[1393]

Αὐξεντίῳ.

[1]    Ἔστι τις ὁμώνυμός σοι, πολίτης μὲν ὑμέτερος, ὀρφανὸς δὲ ἐκ νέου. διὰ δὲ πενίαν τῆς μὲν οἰκείας ἀφέστηκε πάλαι, πόνῳ δὲ τροφὴν ἀγείρων πολλὴν ἐπῆλθε γῆν. δίκαιος μὲν περὶ τοὺς πιστεύσαντας γενόμενος, ἀδίκων δὲ πειραθεὶς οἷς διεγένετο συμπονῶν, ἐξηπατημένος δὴ παρ' ἀνδρῶν πολλὰ μὲν ὑποσχομένων, πάντα δὲ ψευσαμένων δι' ἀνδρῶν ἐντυγχάνει μοι φίλων.

[2] δόξας δὲ καὶ χρηστὸς εἶναι καὶ νοῦν ἔχειν ἐφειλκύσατό με πρὸς βοήθειαν. ἡγοῦμαι γὰρ χρῆναι τοὺς δυναμένους τοῖς ἀσθενέσιν, ἢν ὦσιν ἐπιεικεῖς, ἀμύνειν· καὶ γὰρ ἐκείνους τοῦτο σώζει καὶ τούτοις ἔπαινον φέρει.

[3] μὴ θαυμάσῃς δὲ εἰ νομίζω δύναμιν παρ' ὑμῖν ἔχειν· τὴν γὰρ σὴν ἐμὴν εἶναι συμβαίνει. σοὶ δέ ἐστι πολλαχόθεν, ἔκ τε γένους καὶ λόγων καὶ πράξεων καὶ λειτουργιῶν.

[4] ἔστι δὴ τά γ' ἐμοὶ δοκοῦντα, φησὶ Δημοσθένης, ἀφεῖσθαι βουλῆς Αὐξέντιον, ᾧ πλὴν τοῦ σώματός ἐστιν οὐδέν. καὶ γὰρ ἂν ἔλθητε ἐπ' αὐτόν, ἔστιν ὄρη καὶ ὗλαι καὶ νάπαι, ὥστε τοῦτον μὲν ἀποστερήσετε πόλεων, ὑμεῖς δὲ οὐ κρατήσετε τοῦ πένητος.

[5] ταῦτα διαλέγου τοῖς τὸν τέταρτον χορὸν οὐ καλῶς συντιθεῖσι, καὶ ἢν μὲν πείθωνται, ‑ , εἰ δὲ μή, γράφε ἃ φρονοῦσιν, ὥστ' Αὐξεντίῳ ζητεῖν ἑτέραν ἀσφάλειαν. ἴσως δὲ εὑρήσω τι τοιοῦτον, ὃ καὶ ὑμῶν αὐτὸν ἐξαιρήσεται καὶ φεύγειν οὐκ ἀναγκάσει.

[1394]

Εὐφρονίῳ.

[1]    Ἐτόλμησας ἐπιχειρῆσαι κλοπῇ οὕτω μεγάλῃ καὶ τὸν υἱὸν ὑφελέσθαι τὸν κοινὸν ἐμοῦ τε καὶ σοῦ· γεγένημαι γὰρ αὐτῷ πατὴρ οἷς ἔχει παρ' ἐμοῦ λαβών. καίτοι χρῆν ἢ μὴ καλεῖν ἢ καὶ ἐμοὶ γράφειν ὅτι καλοίης.

[2] νῦν δ' ὅταν οἰηθῆτε τοὺς νέους κεκτῆσθαι τὴν τέχνην, εἰς τοὺς δόντας τὴν τέχνην ὑβρίζετε. σὺ δ' ἡγούμενος μὲν Πάνδωρον δύνασθαι λέγειν οὐκ ἀδικεῖς· κωλύων δὲ αὐτὸν μὴ γενέσθαι βελτίω σαυτόν τε ἀδικεῖς καὶ ἐμὲ καὶ τοῦτον. δεῖ γὰρ αὐτὸν οὐ τὰ μὲν ἔχοντα, τὰ δ' οὔπω προαπαίρειν, ἀλλ' εὖ καὶ καλῶς πεφραγμένον ἰδεῖν τε ὑμᾶς καὶ ὑφ' ὑμῶν ὀφθῆναι. τοῦτο δὲ γένοιτ' ἂν ἑνὸς ἔτους ἔτι προστεθέντος τῷ χρόνῳ.

[3] καρτέρει δὴ καὶ τὸ μήπω συνεῖναι τῷ υἱεῖ παραμυθοῦ ταῖς μετὰ τὴν προσθήκην ἐλπίσιν εἰδὼς χάριν, ὅτι σοι τοὺς ὄνους ἀπεπέμψαμεν, οὓς ἔδει πραθέντας τροφὴν γενέσθαι Πανδώρῳ. [1395] [t]

Ἀλυπίῳ.

[1]    Πάντα δεῖ, τοῦτο δὴ τὸ λεγόμενον, προσδοκᾶν, εἴ γε καὶ Ἱεροκλῆς αἰτίαν ἐδέξατο καὶ ταῦτα ὑπὸ τοῦ πατρὸς καὶ ἐξιὼν ἐκ παίδων ἤδη. παῖς δὲ ὢν ἔτι γερόντων ἐδόκει σωφρονέστερος εἶναι καὶ πολλοὶ τοῖς υἱέσιν ἐπιτιμῶντες εἰς τὸν σὸν ἐκέλευον βλέπειν, ὡς οὕτως ἂν ἀγαθῶν γένοιντο πατέρες.

[2] ἆρ' οὖν οὗτος μεταπέπτωκεν ἢ ὁ γονεὺς ἐξηπάτηται; εἰ μὲν βούλει κἀμὲ γενέσθαι συκοφάντην, οὗτος ἔλυσε τοὺς νόμους· εἰ δ' ἐκβαλεῖν ἀπάτην ἣν πονηρὸς ἄνθρωπος ἐνέθηκέ σοι, μένει μὲν Ἱεροκλῆς ἐν τῷ κόσμῳ, σὺ δὲ ἀδικεῖς ἡμᾶς τε καὶ τὴν παροιμίαν πρὸ τῆς ἀπολογίας τὴν ψῆφον φέρων.

[3] εἶτ' ἐγκαλεῖς μὲν Ἱεροκλεῖ, κατέγνωσμαι δὲ ἐγώ, τοῦτο μέν, εἰ μηδὲν τούτων ᾐσθόμην, τοῦτο δέ, εἰ λαβὼν αἴσθησιν ἀφῆκα τὸ πρᾶγμα χωρεῖν. οὐ ῥίψεις, ὦ 'γαθέ, τὰς μέμψεις; οὐκ ἐχθρὸν ἡγήσῃ τὸν ἐψευσμένον; οὐκ ἀπολογήσῃ τῷ νεανίσκῳ δακρύοντι; οὐκ ἀνάψεις ἀναθήματα θεοῖς ἀντὶ τῆς τοῦ παιδὸς ἀρετῆς; οὐκ ἐμοὶ πιστεύσεις; οὐ τοῖς πράγμασιν; οὐ τῷ χρόνῳ; οὐ ποιήσεις τὸ Λέοντος τοῦ Λακεδαιμονίου;

[4] ὅρα μὴ δόξῃς ἀγνοεῖν τὰ σαυτοῦ καλὰ κατὰ τὸν ἐν τῷ μύθῳ τὰ σκέλη ψέγοντα.

[1396]

Γεροντίῳ.

[1]    Τοῖς τε ἐνυπνίοις ἥσθην καὶ τὸν ταῦτα ἰδόντα ἡδέως εἶδον ἕτοιμός τέ εἰμι καὶ μικρὰ καὶ μείζω χαρίζεσθαι τῷ πρεσβύτῃ. ἃ γὰρ ἂν ζῶντος Σωπάτρου κελεύοντος ἐποίουν, τούτων οὐδὲν οἶμαι δεῖν παραλιπεῖν, ἐπειδήπερ ἐξ οὐρανοῦ νῦν ἐπέταξεν.

[2] ἀλλ' ἴσως οὐκ ὀρθῶς ἔφην ἃ γὰρ ἂν ζῶντος, ὥσπερ νῦν οὐ ζῶντος· ζῇ γὰρ καὶ πολὺ βελτίω ζωὴν καὶ μετὰ βελτιόνων. καί με ἐτίμησεν οἷς ἐνεχείρισε τουτονὶ Δομετιανὸν εἰδὼς ὡς προθυμότατα ἂν ὑπηρετοίην, ἅ ἐστιν ἀρέσκοντα αὐτῷ.

[3] ἐθαύμασα δὲ ὅτι μοι τηλικοῦτον δῶρον ἄγων τὴν ἐν τοῖς ὕπνοις ὄψιν προσέθηκεν ἕτερον ὡς δὴ οὐκ ὄντος ἐκείνου δώρου. ἤδη οὖν αὐτῷ τοῦτο ἐχαρισάμην διδάξας ὡς οὐκ ἂν εὕροι μεῖζον ἐκείνου.

[4] ὃ δ' ἐκείνου μὲν ἔλαττον, τούτου δὲ μεῖζον δῶρον καὶ αὐτὸ κομίζων οὐκ ᾔδει, καὶ τοῦτο ἔμαθε δῶρον ὄν. ἔφη γὰρ πολλὰς εἶναι περὶ σὲ τὰς μελίττας, σὲ δὲ αὐταῖς εἶναι λειμῶνα πολλοῖς βρύοντα τοῖς ἄνθεσι. [1397] [t]

Ἀλεξάνδρῳ.

[1]    Ὅτι μὲν εἷς ἦν ἐγὼ τῶν ἡδέως ἂν ἀποτεμόντων τὴν Ὀλυμπίου κεφαλήν, ὥσπερ ὁ Διομήδης τὴν τοῦ Δόλωνος, οἶσθα μᾶλλον ἑτέρων· ἐνέδωκα δὲ καὶ ἔπαυσα τὸν θυμόν, οὐχ ὡς μικρὰ ἠδικηκότος, ἀλλ' ὁρῶν σὲ πολλὰ δὴ πολλοῖς ἐγκλήματα ἀφέντα· ὡς τοῖς μὲν ἄλλοις ἡδονὴν τὸ κολάζειν φέρει, σοὶ δὲ τὸ κρείττονα εἶναι τοῦ δίκην ἀξιοῦν λαμβάνειν· ἀρκεῖ γάρ σοι τὸ δύνασθαι κολάζειν, ὅταν δὲ ᾖ τῆς πληγῆς ἐγγὺς ὁ πλημμελήσας, διήλλαξαι.

[2] καὶ νῦν ὁ πεσὼν εἰς γόνυ καὶ κόνιν αὑτοῦ καταχέας καὶ φθεγξάμενος μὲν οὐδέν, ἔργῳ δὲ τὸν ἔλεον αἰτήσας δεῖγμα ἐναργέστατον περινοστεῖ τῆς σῆς ἡμερότητος.

[3] ἢν οὖν προστεθῇ τούτῳ τὸ καὶ εὖ παθεῖν τὸν μανέντα, λαμπρότατα ἔσῃ τετιμηκὼς τὸν Μειλίχιον Δία καὶ τῶν αὐτοχθόνων Ἀθηναίων ἀτεχνῶς μιμητὴς εἶναι δόξεις, οἳ τοὺς εἰς αὐτοὺς ἡμαρτηκότας ὥσπερ εὐεργέτας ἔσωζον.

[4] ἀναμιμνήσκου δὲ ὅτι μου περὶ τοῦ σίτου πρὸς τῷ ἄξονι μνησθέντος γράμματα ἐλθεῖν σοι περὶ τούτου κελεύσας ἀνέβης. τοῦτο δὲ ἦν ἀναβολὴ τῆς χάριτος, ἀλλ' οὐχ ὡς οὐκ ἂν δοίης. ἥκει δὴ τὰ γράμματα καὶ δὸς τὴν χάριν. ὃς γὰρ οὐδ' ἂν ἄλλον ἐξαπατήσαις, πῶς ἂν πρὸς ἐμὲ τοῦτο ποιήσαις;

[5] χωρὶς δὲ τούτων τὸ μὲν πιθηκίζειν ἑτέρων, σὺ δ' ἢ πολεμεῖς φανερῶς καὶ σκήπτροις ἐλαύνεις ἢ διηλλάχθαι φήσας κατέθου τὰ ὅπλα, δολερὸν δὲ οὐδὲν οὐδ' ἂν λάθρα βάλοις.

[6] κρατείτω τοίνυν ἡ πρὸ τῆς μανίας ἐπικουρία, καὶ βοήθησον ἀπὸ τοῦ σίτου τῷ τὸν ἀγρόν, εἰ μὴ τοῦτο γένοιτο, πωλεῖν εἰς ἀνάγκην ἥξοντι καὶ τοὺς γυμνοὺς ἐννόησον ἐκείνους, οἳ πολλαχοῦ σε ἐπέσχον. ὧν ἕνα μὴ περιίδῃς γινόμενον τὸν ἐν δάκρυσι νυνὶ κείμενον Ὀλύμπιον.

[7] γενέσθω δή τις καὶ περὶ τὸν ἀδελφὸν τὸν τοῦδε πρᾶξις ἐπιεικεστέρα. εἰ γὰρ τῷ ἠδικηκότι σπονδῶν ὑπῆρξε τυχεῖν, πῶς ἂν ἄλλος εἰκότως διὰ τοῦτον ἀπολλύοιτο; [1398] [t]

Ῥουφίνῳ.

[1]    Γλυκείας με γεύσας τιμῆς εἶτα διψῆν ἀφῆκας γράμματα σὰ πρότερον μὲν λαβόντα, νῦν δέ, πῶς οἴει; ποθοῦντα. καίτοι τοῦτο μὲν τιμωρία πικρά· δι' ὃ δὲ δίκην ὑπέχω, ζητῶν οὐχ εὗρον. καὶ γὰρ φιλῶν καὶ ἐπαινῶν καὶ συνευχόμενός σοι τὰ ἄριστα διατελῶ καὶ χαίρω, ὅτι μεγάλα μὲν καὶ καλὰ πράττεις, ἀξίαν δὲ κέκτησαι τῶν ἔργων τὴν δόξαν.

[2] ἢ οὖν ἀπόδος ἡμῖν τὴν εὐφροσύνην ἢ δίδαξον, ὑπὲρ ὅτου κολάζεις, ὅπως ἢ λύσω τὰς αἰτίας ἢ ἐμαυτῷ μέμφωμαι. οὕτω δὲ ἐμαυτῷ δεινὸν σύνοιδα οὐδέν, ὥστ' ἤδη καὶ ἄλλοις ἀξιῶ βοηθεῖν.

[3] σύγγνωθι δέ μοι, πρὸς Διός, εἰ φίλον ἄνδρα μὴ περιεῖδον τεταραγμένον. Οὐρβίκιος γὰρ ἐμὸς καὶ συμφοιτητὴς καὶ ἑταῖρος καὶ νῦν ἄγων μοι παρέδωκε τοὺς υἱεῖς μίαν ἔχοντας ἐλπίδα τὴν ἀπὸ τῶν λόγων· ὡς ἥ γε οὐσία αὐτοῖς ἐκ πάνυ μεγάλης πάνυ γέγονε μικρὰ διὰ τὴν τοῦ πατρὸς ἐπιείκειαν.

[4] οὐ γὰρ ἦν τῶν ἁρπαζόντων Οὐρβίκιος οὐδὲ τῶν γῆν ἀποτεμνομένων ἢ τῶν ἐπιορκούντων ἢ τἄλλα ποιούντων ὅθεν ἂν γένοιτο πλοῦτος κακός, ἀλλ' ἐκ τοῦ λειτουργεῖν καὶ προεισφέρειν καὶ τῆς ἐνίων ἀναισχυντίας μὴ δύνασθαι κρατεῖν εἰς τοῦτο ἥκει τύχης, ὥστε ταῖς παρὰ τῶν ἀρχόντων ἐπικουρίαις οὔπω τὴν ἑαυτοῦ πέφευγε.

[5] τὸ δὲ μέγιστον τῶν κακῶν, ὅτι νῦν καὶ ὑβρικέναι δοκεῖ πᾶν τοὐναντίον παρὰ πάντα μεμελετηκὼς τὸν βίον σωφροσύνην καὶ μετριότητα καὶ τὸ μηδ' ἂν ἰδεῖν ἡδέως ὕβριν, μὴ ὅτι τολμῆσαι. ἀλλ' ὅμως ἔλαβεν αἰτίαν οὕτως ἀλλοτρίαν τοῦ τρόπου καὶ ὡς θρασὺς ὑπὲρ τὸν Εὐφράτην ἕλκεται πιστεύων μὲν ὡς ἀποφεύξεται σοῦ γε ψηφιζομένου, παρ' ᾧ τἀληθὲς ἰσχυρόν, αἰσχυνόμενος δὲ αὐτῇ τῇ γραφῇ καὶ τῷ περὶ τοιούτων ἀπολογεῖσθαι.

[6] τοῦ μὲν οὖν μηδὲν ἀδικεῖν ἀξιόπιστον ἔχει μάρτυρα τὸν καλὸν Ἀλέξανδρον, καλοῖτο γὰρ ἂν δικαίως καλὸς τῶν γε σῶν αἰσθανόμενος καλῶν καὶ τοῦθ' ἓν σκοπῶν, ὅπως σοι κατὰ νοῦν ἄρχοι· σὺ δ' αὐτὸν καὶ παραμύθησαι καὶ πρᾴως ἰδὼν ἀπόπεμψον τῶν τε πραγμάτων ἀπολυόντων καὶ ἡμῶν δεομένων.

[1399]

Καισαρίῳ.

[1]    Νῦν σοι καιρὸς τὴν κομιδὴν ἀποδοῦναι τῇ ἡμετέρᾳ πόλει, ἣν μάλα πολλὴν λόγους τέ σοι παντοίους παρέθηκε τῇ τε ἄλλῃ παιδεύσει θαυμαστὸν τὴν ψυχὴν ἀπέφηνεν αἵ τε νῦν ἀρχαὶ καρποὶ τῶν μαθημάτων ἐκείνων, ἀφ' ὧν καὶ τῆς μεγίστης αὐτίκα ἐπιβήσῃ.

[2] πάντα δὴ τρόπον εἰκότως ἂν ἡμᾶς ὥσπερ τροφέας ἀμείβοιο. ὑπάρχει δέ σοι μηδὲν πονοῦντι δικαίῳ γενέσθαι πρὸς τὴν πόλιν. οἶσθα γὰρ ὡς ἡδὺ μὲν δήμοις ἵππων ἅμιλλαι, τερπνὸν δὲ καὶ τὰ ἀπὸ τῆς σκηνῆς, οὐδὲν δὲ οἷον οἱ θηρίων πρὸς ἀνθρώπους ἀγῶνες, ὅταν τὰ μὲν ἄφυκτα εἶναι δοκῇ, τοῖς δὲ ὑπὸ σοφίας ἐκείνων ὑπάρχῃ κρατεῖν.

[3] ἐπὶ μέν γε τὰ ἄλλα ἅμα ἡμέρᾳ βαδίζουσι, τούτων δὲ εἵνεκα ὑπαίθριοι ταλαιπωροῦσι μαλακωτέρους τῶν εὐνῶν ἡγούμενοι τοὺς λίθους, καὶ τὸ τῶν κυνηγετῶν ἔργον φθάνει τὰ τῶν θεατῶν ὄμματα.

[4] τοῦτο δὴ τὸ θέαμα πολὺν χρόνον ἐκλελοιπὸς διὰ τὸ μεγάλων δεῖσθαι χρημάτων νῦν ἐπανήκει διὰ τὴν Κέλσου φιλοτιμίαν, εἰ δὲ βούλει, περιουσίαν, μᾶλλον δέ, τῇ τύχῃ μὲν δύναται, γνώμῃ δὲ ὑπήκουσε κύριος ὢν ἀποκρούσασθαι, στεφάνου μὲν καὶ στολῆς καὶ τῶν τοιούτων παραχωρήσας τῷ υἱεῖ γάλακτος οὐ πάλαι ἀπηλλαγμένῳ, φειδόμενος δὲ οὔτε ἀργύρου οὔτε χρυσοῦ φιλονεικῶν μεγέθει δαπάνης κρύψαι τοὺς νῦν ἐπαινουμένους.

[5] ἀκούων δὲ τὴν Ἴδην τὴν Τρωικὴν ἄρκτων γένη δύσμαχα τρέφειν ‑ ἔστι δὲ κεφάλαιον τῶν περὶ ταῦτα ὁ ἀπὸ τούτων φόβος καὶ τὸ ἐπιβουλότερα εἶναι μᾶλλον ἢ ῥᾴδια ἐξαπατᾶσθαι ‑ τοῦτον δὴ τὸν φόβον ἔπεμψε κομιοῦντα Πολύκαρπον δοῦναι μὲν πλέον ἑτέρου δυνάμενον, δεόμενον δὲ συμμαχίας, εἴ τις ἐπελθὼν βιάζοιτο. ἀνδρὸς δὲ ξένου πολίτης δυνατώτερος ἂν εἴη καὶ ῥᾷστα ἂν ἐξελάσας τὸν ἐωνημένον αὐτὸς ἀδίκως ἔχοι.

[6] ἀλλὰ σύ, ὦ ἄριστε, ποιήσεις τὸν ξένον δυνατώτερον, ἢν μετ' αὐτοῦ τὸ δίκαιον ᾖ. καί σοι εἰσόμεθα χάριν ἡμεῖς τε οἱ τῶν θηρίων ἔμποροι καὶ ὅσοι ἂν ἐπὶ τὰς τούτων μάχας συνδράμωσιν. ἔσονται δὲ σχεδὸν ἑπτακαίδεκα πόλεις, ὧν ἡδομένων καὶ ἐπαινούντων οὐκ ἔστιν ἀγνοηθῆναι, πόθεν τε ἥκει ταῦτα καὶ τίνος πέμψαντος.

[1400]

Δουλκιτίῳ.

[1]    Ὅτι μὲν καὶ ἡμᾶς, ὥσπερ Φοίνικάς τε καὶ Θρᾷκας καὶ νῦν Ἴωνας, ἐπὶ σωτηρίᾳ μετὰ μείζονος παραλήψῃ τοῦ σχήματος, ἴσμεν καλῶς· πάντως δὲ μαντικῇ ἅπασα ὁδὸς ἀνέῳκται καὶ δεινὸν οὐδὲν τὸ μέλλον εἰδέναι.

[2] ἀλλὰ τότε μὲν ἡμῖν προσθήκαις τε καὶ κόσμοις μείζω τε ποιήσεις καὶ καλλίω τὴν πόλιν· νῦν δ' ἔξεστί σοι τοσοῦτον ἀπέχοντι λαμπρῦναι μὲν τῶν πολιτευομένων ἕνα, χαρίσασθαι δὲ τοῖς ὀφθαλμοῖς τοῦ δήμου, μᾶλλον δέ, πολλοῖς δήμοις, ὁπόσους καλεῖν ἐπὶ τὴν θέαν εἰώθαμεν, ἣν γενέσθαι χαριεστάτην σὺ κύριος.

[3] καὶ ὅπως γε, ἄκουσον. ἐν τοῖς παρ' ἡμῖν λειτουργοῦσίν ἐστι συριάρχης ὀνόματι καλῷ τιμώμενος διὰ τὸ μέγεθος τῆς δαπάνης· καὶ γὰρ ὁ Πακτωλὸς αὐτῷ μικρὸν καὶ τὰ Κινύρου καὶ τὰ Γύγου.

[4] οὗτος ἄρχει μὲν οὐδενός, δεῖ δὲ αὐτὸν τὰ αὑτοῦ νῦν μὲν ἡνιόχων ποιεῖν, νῦν δὲ τῶν εἰς τὸ θέατρον εἰσιόντων κυνηγέτας τε ἀγείρειν κούφους καὶ θηρία κρείττω τέχνης ἁπάσης. ἐπαινεῖται γὰρ ὁ δαπανώμενος, ὅταν οἱ μὲν ἥκωσι πεπαιδευμένοι, τὰ δὲ ὅταν καὶ οὕτω κρατῇ· ἄρκτος δὲ ἡττωμένη καὶ πάρδαλις νικωμένη τοῦ χορηγοῦντος ἐγκλήματα.

[5] ταύτην δὴ τὴν νίκην ἀπὸ τῶν ὑμετέρων ἡμῖν ἐλπὶς ὀρῶν ἔσεσθαι. καὶ γὰρ μεγάλα καὶ θυμοῦ γέμοντα καὶ οὐκ ἂν παρακρουσθέντα τὰ τῆς ὕλης ἐκείνης θρέμματα.

[6] Πολύκαρπος μὲν οὖν ὠνήσεται, τὸ δὲ δεινά τε αὐτὸν πρίασθαι καὶ μὴ ἔλαττον σχεῖν τῶν κωλυόντων καὶ δυνηθῆναι ὁπόσα βουλόμεθα σὸν ἂν εἴη καὶ τῆς σῆς φιλανθρωπίας τε καὶ τῆς πρὸς ἡμᾶς φιλίας, εἰ μή τι αὐτὴν λέλυκεν. οἶμαι δὲ οὐδὲν ἐκείνων ἰσχυρότερον γεγονέναι τῶν δεσμῶν.

[7] καὶ ταῦτα πρῶτον μὲν παρ' ὅλης οἴου τῆς πόλεως ἀκούειν, ἔπειτα παρὰ τοῦ καλοῦ Σαλουτίου καὶ τρίτου γε τοῦ χρηστοῦ Ῥουφίνου. καὶ γὰρ οὗτοι τὰ αὐτὰ ἂν ἔγραφον, εἰ μὴ ὁ μὲν ἤλαυνε Πέρσας, Ῥουφῖνος δὲ πλησίον ἦν τῶν ἐκεῖνα δρώντων. ὅμως δὲ εἴσονταί σοι χάριν ὥσπερ αὐτοὶ ταῦτα ἐπεσταλκότες.

[8] καλὸν δὲ μηδὲ ἡμᾶς ἀτιμάζειν τοὺς περὶ τὸν Ἑρμῆν διατρίβοντας, ὅπως ἐμμένωμεν ταῖς διατριβαῖς καὶ μὴ τοῦ ἄρχειν ἐπιθυμῶμεν ὡς οὐκ ὂν ἄλλως ἔργου τυχεῖν.

[1401]

Δημητρίῳ.

[1]    Μέλει μοι Θεοτέκνου τουτουὶ καὶ διὰ τοῦτον Ἀγαθίου, ἔστι δὲ Ἀγάθιος ἀδελφὸς τοῦ Θεοτέκνου. καὶ εἰ μὲν ἔοικε τῷ Θεοτέκνῳ τὸν τρόπον, κατὰ τοῦτο εὖ πασχέτω· εἰ δ' οὐκ ἐπὶ τοσοῦτον ἥκει χρηστότητος, τῷ γε ἀδελφὸς εἶναι ὠφελείσθω.

[2] τὰ Θεοτέκνου μὲν οὖν ἔχει καλῶς ἐμοῦ φροντίσαντος, τὰ δεύτερα δὲ ἔστω σά.

[1402]

Ἀριστοφάνει.

[1]    Οἶμαι μὲν τὴν Φήμην καὶ νῦν ὃ πάλαι πεποιηκέναι καὶ διδάξαι τοὺς Ἕλληνας τὰ πάθη τῶν βαρβάρων, οἶσθα γὰρ ὡς πρότερον αὐτῇ τι τοιοῦτον ἐπέπρακτο, ὅτε τοῦ νενικηκότος στρατοπέδου τὴν νίκην ἤγγειλε τῷ μέλλοντι μαχεῖσθαι στρατοπέδῳ καὶ ἐπέρρωσεν ‑ εἰ δ' οὖν οὔπω ἥκει εἰς ὑμᾶς λόγος, ἀλλ' ἴστωσαν οἱ Ἕλληνες ὅτι αὐτοῖς δίκην διδόασιν οἱ ἀπόγονοι Δαρείου καὶ Ξέρξου πυρὶ τὰς αὑτῶν πόλεις ἀπολλυμένας ὁρῶντες οἱ προπέρυσι τὰς ἡμετέρας κατασκάπτοντες.

[2] ὡς γὰρ ἐνέβαλε βασιλεὺς ἅμα ἦρι ᾗ οὐκ ᾤοντο, εἴχοντο εὐθὺς Ἀσσύριοι, κῶμαι πολλαὶ καὶ ὀλίγαι πόλεις· οὐ γὰρ ἦσαν πολλαί. εἶτ' ἀφυπνισθεὶς ὁ Πέρσης ἐξεπλάγη τε καὶ ἔφυγεν, ὁ δ' ἐδίωκε πάντα ἀμαχεὶ λαμβάνων, μᾶλλον δέ, τὰ πλείω μὲν ἄνευ μάχης, ἀπέκτεινε δὲ καὶ ἑξακισχιλίους ἥκοντας ὡς ἐς κατασκοπὴν καὶ ἅμα ἐπ' ἔργον, εἰ συμβαίη.

[3] καὶ ταῦτα ἀγγέλλουσιν οἱ ἐπὶ τῶν πτηνῶν διαιτώμενοι καμήλων ‑ τετιμήσθω γὰρ αὐτοῖς τὸ τάχος τῷ ὀνόματι τῶν πτερῶν ‑ ἐλπίς τε ἥξειν τὸν βασιλέα τὸν μὲν νῦν ἄρχοντα ἄγοντα, παραδόντα δὲ τῷ φεύγοντι τὴν ἀρχήν.

[4] τόθ' ἡμῖν ἥξει καὶ παρὰ σοῦ γράμματα πάντων πανταχόθεν δεῦρο θεόντων. εἰ δ' ἐγγένοιτο καὶ νῦν ἐλθεῖν, μὴ ὄκνει· βουλοίμην γὰρ ἂν εἰδέναι, ὅσην τε χώραν ἐπῆλθες καὶ ὅ τι δρῶν καὶ εἴ τι τῶν λανθανόντων γεγύμνωται καὶ ὅπως ὡμιλήκαμεν τοῖς ἀνθρώποις καὶ τὸ μέγιστον, εἰ ἡ Τύχη συλλαμβάνει.

[5] ταυτὶ μὲν ἐπιστελεῖς, τῷ φέροντι δέ σοι τὴν ἐπιστολὴν πάντα ποίησον λεῖα καὶ σύμπραξον ἐφ' ἃ ἥκει. ἥκει δὲ ἐπανάξων πολῖτιν ἡμετέραν, ᾗ γάμος ἐν Μακεδονίᾳ.

[6] καὶ ὁ παρὰ σοὶ δὲ νεανίσκος χρώμενος περὶ τὰς δίκας τοῖς λόγοις ἔστω ἐν λόγῳ καὶ μὴ βλαπτέσθω τῷ μὴ μετ' ἐμῶν πεπλευκέναι γραμμάτων· ὁ μὲν γὰρ ᾔτει, ἐγὼ δὲ ἠρρώστουν. ὁ δὲ κυβερνήτης ἐπὶ τὴν ναῦν ἐκάλει, καὶ ἔδει νικᾶν τὸν ἄνεμον.

[1403]

Ἱερίῳ.

[1]    Ἤιδειν ὅτι Βασκανία τις ὄψεται τοὺς σοὺς υἱεῖς, ᾗ πέφυκεν ὁρᾶν ἐκείνη τοὺς ἐπαινουμένους. ἐδόκουν γὰρ πολὺ τῶν ἄλλων διαφέρειν νέων σωφροσύνῃ τε καὶ κατὰ τοὺς λόγους, ὥστ' ἐμακαρίζου μάλιστα δὴ πατέρων, ὅτι τριῶν ὄντων σοι παρ' ἡμῖν παίδων οὐχ ὁ μὲν ἀγαθός, ὁ δὲ οὐ τοιοῦτος, ἀλλὰ πάντες ἀρετὴν ἀσκοῦντες.

[2] οὐκ ἤνεγκεν οὖν φθονερὸς δαίμων τὸν περὶ αὐτῶν λόγον καὶ ἐπειδὴ πονηροὺς ἢ ὑπτίους οὐκ ἴσχυσε ποιῆσαι, ταραχήν τινα ἐνέβαλε καὶ ὑποψίας καὶ ἔπεισεν ὡς ὑπ' ἀλλήλων ἀδικοῖντο. ἦν δὲ τὰ ἐγκλήματα ψυχρά. ἃ ἐγὼ ἀκούσας ἐγέλασά τε καὶ ἔσβεσα ῥᾳδίως. ἀπέχρησε γάρ μοι κελεῦσαι φιλεῖν ἀλλήλους, καὶ οὕτως ἐποίουν. τοῦ μέντοι λόγων ἔχεσθαι καὶ σωφρονεῖν οὐδ' ὅτε ἐστασίαζον, ἠμέλουν, ἀλλὰ μάλιστα δὴ τότε τούτων ἐπεμελοῦντο τοῦ νικᾶν ἐπιθυμοῦντες.

[3]

ἤδη δὲ ἀγόντων εἰρήνην καὶ συμπνεόντων ἧκέ σου γράμματα φέροντα ἀθυμίαν καὶ τὸν πόλεμον ἀνανεούμενα. ἀλλ' ἐγὼ καὶ τοῦτο ἐκώλυσα καὶ οὐκ εἴων κινεῖν τὰ ὡμολογημένα.

[4]

μήτ' οὖν διαβολὰς τίμα μήθ' ὥσπερ χειμάρρους κατὰ τοῦ Περεγρίνου φέρου τῆς τε κατηγορίας ᾗ τὸν οἰκέτην ἐφόβησας ἕν τί σε τερπέτω, τὸ ῥητορικῶς εἰρῆσθαι ὅλως τε τὰ πεπραγμένα μὲν ἀφείσθω, παράκλησις δὲ περὶ τῶν ὑπολοίπων ἔστω, καὶ μὴ ἄγαν ὦμεν πικροὶ δικάζοντες νέοις ἀναμιμνησκόμενοι τῆς ἡμῶν αὐτῶν νεότητος.

[1404]

Ἀταρβίῳ.

[1]    Ἀλλ' εἰ καὶ πρὸς τοὺς ἄλλους ἐτύγχανες σκληρός τις ὢν καὶ χαλεπός, πρός γε τοὺς Θαλασσίου παῖδας ἥμερόν σε χρῆν εἶναι καὶ πρᾷον καὶ ἀγανακτεῖν, εἴ τι φθείροιτο τῶν ὄντων αὐτοῖς· σὺ δὲ πρὸς μὲν τοὺς ἄλλους ἥμερος, καὶ οὐ μέμφομαι, τὰ δὲ τούτων, ὥς φασιν, ἐλυμήνω τε καὶ λυμαίνῃ τὰ τῶν ἑταίρων καὶ φίλων καὶ οἷς ὑπέσχου σώσειν τὰ περὶ τὸν Εὐφράτην.

[2]

ἴθι δή, τὰ ὑπόλοιπα φύλαξον καὶ ἀφάνισον, ὥσπερ ὁ Θουκυδίδης φησίν, ἀγαθῷ κακὸν ἐνθυμηθεὶς ὅτι καὶ ὁ τῶνδε πατὴρ μεγάλοις πράγμασιν ἐπιστὰς πρᾳότατα προσενήνεκται καὶ ἀσθενέσι καὶ δυνατοῖς.

[1405]

Ἀλεξάνδρῳ.

[1]    Τῶν σῶν καλῶν ἐν τοῖς μάλιστα ἀψεύδειαν ἐπαινῶ καὶ τὸ μηδὲν ὧν οὐ ποιήσεις ὑπισχνεῖσθαι. νῦν τοίνυν ὁρῶν διαφθειρόμενον τὸν νόμον ἠχθέσθην· Λητόϊος μὲν γὰρ ἐδεήθη τὰ δίκαια, σὺ δ' ἔφης ἅ φησι. τὰ γράμματα δὲ γέγραπται μέν, οὐχ ἥκει δέ.

[2] τὸ τοίνυν ἐξαπατᾶν ἄλλοις προσήκειν νομίσας αὐτὸς ἃ τῷ τῆς ἀληθείας ἑταίρῳ πρέπει, ποίει.

[1406]

Τῷ αὐτῷ.

[1]    Ἥψαντο τῶν εὐθυνῶν ὅ τε χρηστὸς Καλλιόπιος καὶ ὅτῳ ἡ ἐπωνυμία ἀπὸ τοῦ σανδάλου, ὑπὲρ οὗ δημοσίᾳ χρὴ εὔχεσθαι καὶ θεοῖς καὶ θεαῖς παρελθεῖν αὐτὸν μήκει βίου τὸν Ἀργανθώνιον δικαιότερον ὄντα τοῦ Ῥαδαμάνθυος· ταυτὶ γὰρ καὶ αὐτὸς ἐπείσθης.

[2] στρέφοντες δὲ τὸ πρᾶγμα μαθεῖν δύνανται οὐδέν· οὔτε γὰρ τοῖς καπήλοις ἐν γράμμασιν ἐσώζετο τὰ τότε πραττόμενα, οὐδὲ γὰρ ἥξειν εὐθυνῶν ἀνάγκην ἤλπισαν, τῶν τε διδασκόντων οὐκ ὄντων πῶς ἂν γένοιντο λογισταί;

[3]

ὁ μὲν οὖν πόνος πολὺς καὶ αἱ ἀπειλαί, καί πού τις καὶ ἐδάκρυσε καὶ μικροῦ πληγὰς ἔλαβε, προϊόντος δέ, οἶμαι, τοῦ πράγματος ἔσονται καὶ πολλαί. θαυμάσαιμι δ' ἂν εἴ τις σαφέστερος ἐξετασμὸς ἔσται ταῖς πληγαῖς.

[4] ἃ οὖν νῦν τε ἔστι καὶ ἀπὸ τούτων ἔσται, μὴ ἀγνόει. νῦν μὲν ἀποσπώμενοι τῶν ἐργαστηρίων στένουσιν ἐν τῷ τῆς Τύχης ἱερῷ τρίβοντες χρόνους καὶ τὸ αὑτῶν οὐκ ἐώμενοι ποιεῖν· ἢν δὲ πάνυ μακρὸν τοῦτο ᾖ, ζητήσουσιν, οὗ ἐργάζεσθαι ἐξέσται.

[5] ἡ δὲ τούτων ἀθυμία καὶ οἱ φόβοι λόγους ἔτεκον καὶ ὑποψίας, ὑφ' ὧν ἡ ἀγορὰ γίνεται χείρων, καὶ δέος μὴ τὸ νῦν ἄνθος ἀποβάλῃ δόξῃς τε ὃ ἔδωκας ἀφῃρῆσθαι.

[6] ταῦτ' ἐγὼ καὶ σὲ καὶ τὴν ἐμαυτοῦ φιλῶν ἐπέσταλκα. εἰ δ' ἔξω φέρομαι λογισμῶν ὀρθῶν, ἐμοὶ μὲν ἔστω συγγνώμη, νικάτω δὲ ὃ μέλλει συνοίσειν.

[1407]

Ἀταρβίῳ.

[1]    Ἐπὶ χρήστην ἥκει πονηρὸν Μόκιμος οὑτοσί. ἔστι δὲ καὶ αὐτὸς ἐπιεικὴς καὶ ἀδελφὸς τοιούτου. πολλὰ γοῦν ἐν βασιλείοις ἐκείνοις ὑπηρετῶν ἀεί ποτε ἐπῃνέθη.

[2] ἂν μὲν οὖν οἷός τε γένηται καὶ καθ' ἑαυτὸν εἰσπρᾶξαι τὸ χρέος, οὐδέν σε ἐνοχλήσει· εἰ δὲ δὴ καὶ σοῦ προσδεηθείη, δὸς σαυτὸν τῷ ἀδικουμένῳ κατὰ τοῦ ἀποστεροῦντος.

[1408]

Βασιλείδῃ.

[1]    Περὶ τῶν ἐν Παφλαγονίᾳ μοι Σπεκτάτος διηγούμενος ἄλλα τε διεξῆλθε καλὰ καὶ δὴ καὶ Βασιλείδῃ συγγενέσθαι ἔφησε χρηστῷ τε καὶ ἐμῷ φοιτητῇ.

[2] ποῖον ἔφην Βασιλείδην λέγεις; ὁ δέ, ὥσπερ ὁ Δημοσθένης ἤ, εἰ βούλει γε, Ὅμηρος, λευκός ἐστί φησι καὶ μέτωπον εὐρύ. καὶ ἐπειρᾶτό με διὰ τοῦ σώματος ἀναμιμνήσκειν τἀνδρός· ὡς δὲ οὐχ εἱπόμην, μεταβὰς ἐπὶ τὴν γνώμην ὅτῳ μάλιστά φησιν ἐπίστευες καὶ ὃς ἦν σοι τοῦ χοροῦ κορυφαῖος, ἡνίκα διέτριβες περὶ τὸν Βόσπορον.

[3] ἐνταῦθα ἐγνώρισα σὲ καὶ ἥσθην καὶ ἀνεβόησα καὶ τὴν εὐχὴν εὐξάμην τὴν Ἀγαμέμνονος τοιούτους δέκα μοι τῶν ἑταίρων γενέσθαι. ἐκεῖνό γε μὴν ἐθαύμασα, ὅπως Θεοφίλῳ μὲν διὰ τὴν εἰς ἐμὲ τιμὴν ἐβοήθησας, αὐτῷ δ' ἐμοὶ γράψαι καί τινα ποιήσασθαι τῶν παλαιῶν ἐκείνων μνήμην οὐκ ἐτόλμησας καὶ ταῦτα τεχνίτης ὢν τῶν περὶ ἐπιστολὰς καλῶν, εἴ τι τῆς δυνάμεως ἐκείνης διαφυλάττεις. οἶμαι δέ· οὐ γὰρ ἂν δόξαν εἶχες ἡλίκην ἀπήγγελλεν ὁ Σπεκτάτος.

[4] ὅπως οὖν λύσαις τὸ ἡμαρτημένον, νῦν γοῦν ἐπίστειλον ἢ γράψομαί σε παρὰ ταῖς Μούσαις ὡς ἀμελοῦντα πατρός.

[1409]

Πρίσκῃ.

[1]    Ὁρᾷς, ὁπόσον ἰσχύεις τῷ περὶ πάντα κάλλει; πάντα Βασσιανῷ παρημέληται, τήθη θαυμαστή, ἀδελφοὶ χρηστοί, θεῖοι γενναῖοι, γένος πολὺ καὶ ἴσως λαμπρόν, τηλικαύτη πόλις, ἄλλα μυρία, μόνη δὲ σὺ πάντα αὐτῷ, καὶ ἕλκεται καὶ ποθεῖ καὶ τρέχει καὶ ἐγκώμια τῆς Παφλαγονίας ᾄδει, γῆς φύσιν, πηγῶν ἀφθονίαν, γείτονα θάλατταν, οὐδὲν ὅ τι οὐκ ἐπαινῶν. ἤδη δὲ αὐτῷ καὶ τὸ ψῦχος ἐκεῖνο πρᾷον δοκεῖ.

[2] καὶ ταῦτα αὐτὸν οὐ Παφλαγονία πέπεικεν, ἀλλ' ὑπὲρ τῆς χώρας σὺ καὶ τὰ ἐν τῇ σῇ ψυχῇ, προσθείην δ' ἂν καὶ τὰ ἐν τῷ σώματι. δεινὸν γάρ, εἰ Ὁμήρου λέγοντος καλὴ καὶ μεγάλη μικρὸν νομιοῦμεν ἡμεῖς τὰ περὶ τοῦτο ἀγαθά.

[3] ἐγὼ μὲν οὖν χαίρω τοῦ νέου πρὸς σὲ παντὶ τῷ νῷ ῥέποντος, οὕτω τε γὰρ ἂν μάλιστα σώζοιτο ‹ὁ› οἶκος καὶ ἅμα ὁ συγκεράσας ὑμᾶς καὶ οὐδενὸς ἧττον τὴν συζυγίαν ταύτην ἐργασάμενός εἰμι ἐγὼ μάλιστα δὴ κινήσας τὴν ἀρίστην Βασσιανὴν ἐπιθέσθαι τῇ θήρᾳ· δεῖ δὲ καὶ σὲ μιμεῖσθαι τὸν ἄνδρα καὶ εἶναι δικαίαν ἐν τῷ τὰ ἴσα ποιεῖν.

[4] ταῦτα δέ ἐστι· θαύμαζε καὶ αὐτὴ τὴν Συρίαν καὶ ἄγοντος ἕπου, μᾶλλον δέ, καὶ μένειν βουλόμενον ὑπομίμνησκε τῶν οἴκοι, ἵν' ὁ μὲν τὴν σὴν διὰ σὲ τῆς αὑτοῦ φαίνηται προτιθείς, σὺ δὲ τὴν τοῦδε τῆς σαυτοῦ διὰ τοῦτον.

[1410]

Ἐλπιδίῳ.

[1]    Τῶν ἐπαινούντων σε ἦν, ἡνίκα ἦρχες τὴν μεγάλην ἀρχήν, καὶ νῦν δὲ ἐπαινῶν διατελῶ τήν τε δικαιοσύνην καὶ τὴν ἀνδρίαν, ὧν ἡ μὲν ταῖς ψήφοις οὐκ ἀφῆκε προσελθεῖν χρυσίον, τῇ δὲ τὰς πόλεις ἐξείλου φόρου, ὃν οὐκ ἦν ἐνεγκεῖν.

[2] εἰ δὲ μὴ συνών σοι τοῦτο ἐποίουν, θαυμαστὸν οὐδέν, ἐπεὶ καὶ τῶν συνήθων ἔστιν οἷς ἐπιτιμῶ. ἐπαινεῖν γὰρ οἶμαι δεῖν ἢ ψέγειν τὰ ἔργα, ἀλλ' οὐ τοὺς μὲν ὁμιλοῦντας πάντως ἐπαινεῖν, τοὺς δὲ οὐ συνδιατρίβοντας ψέγειν. τοῦ δὲ μὴ τότε εἰσιέναι με παρὰ σὲ ἴσως μὲν ἐγὼ αἴτιος, ἴσως δὲ σύ, ἴσως δὲ οὔτε ἐγὼ οὔτε σύ, ἀλλ' ἄνδρες ἐπιστήμονες ἀπάτης.

[3] ἐξαλειφέσθω δὴ πάντα ἐκεῖνα τῇ κηδείᾳ καὶ μέγα ἓν ἀγαθὸν κρατείτω πολλῶν ψευδῶν.

[1411]

Ἀλεξάνδρῳ.

[1]    Ἐσπουδακέναι μέν σε περὶ τοὺς θεοὺς καὶ πολλοὺς εἰς τοὺς ἐκείνων εἰσάγειν νόμους βουλοίμην ἄν, μὴ μέντοι θαυμάζειν εἴ τις τῶν ἄρτι τεθυκότων δεινόν τε ὃ ἔδρασεν ἐνόμισε καὶ πάλιν ἐπαινεῖ τὸ μὴ θύειν. ἔξω μὲν γάρ σοι πείθονται τὰ ἄριστα συμβουλεύοντι καὶ προσέρχονται βωμοῖς, οἴκοι δὲ γυνὴ καὶ δάκρυα καὶ νὺξ μεταπείθει καὶ τῶν βωμῶν ἀποσπᾷ.

[2] Εὐσέβιος δὲ ὁ τὴν αἰτίαν λαβών, ὡς ἄρα σοι τὰ πονηθέντα λύσειε, σεσυκοφάντηται φανερῶς καὶ πόρρω τῆς μέμψεώς ἐστιν. οὔτε γὰρ τὸν καιρὸν ἀγνοεῖ καὶ λογισμῷ πανταχοῦ χρῆται μᾶλλον ἢ τόλμῃ τόν τε σὸν ἐπιστάμενος θυμὸν οὐδ' εἰ σφόδρα ἠλίθιος ἦν, οὕτως ἂν εἰς μαχαίρας ἐκυβίστησεν.

[3] ἔστι δὲ οὐ τῶν πολλῶν καὶ ῥᾳδίως ἅπαντα ποιούντων, ἀλλ' ἅτε λόγων ἡμμένος καὶ τῆς ἑαυτοῦ διανοίας ἐπιμεληθεὶς οὐδ' ἐπὶ τῆς ἐξουσίας βαρὺς ἦν οὐδ' ὑβριστής. ἔφης ἂν αὐτὸν ἐπίστασθαι τὸ μέλλον· οὕτω μέτριος ἦν. ᾧ καὶ φίλον ἐποίησας ἐμοί τε καὶ Νικοκλεῖ τὸν ἄνδρα, ὅτι τὰ αὑτοῦ τιμῶν οὐκ ἠτίμαζε τοὺς ὀμνύντας τὸν Δία.

[4] οὗτος ὁ Εὐσέβιος διαφυγὼν δεσμὸν καὶ χεῖρας στρατιωτῶν ὡς ἐμὲ καταφεύγει καὶ διηγεῖται, ὅθεν ἥκει. ἐγὼ δὲ ἥσθην ἀνδρὸς καὶ χρηστοῦ καὶ οὐδὲν ἁμαρτόντος οὐ δεθέντος, ἐπεὶ καὶ αὐτὸς ἂν ἠθύμησας, εἴ τι τοιοῦτο παθόντος ἔγνως, οἷος ὢν εἰς τοιαῦτα ἀφῖκται.

[5] νῦν οὖν ἢ ποίησον ἐλεύθερον φόβου τὸν ἄνθρωπον ἢ ἐξαίτει παρ' ἐμοῦ, παρ' ἐμοὶ γάρ ἐστιν. οἶμαι δὲ οὐκ ἔσεσθαι φαυλότερος οὔτε κυνῶν οὔτε Ἀδμήτου.

[6] συμβουλεύω δέ σοι κατηγορίας μὲν γινομένης καὶ ἐλέγχου κολάζειν Εὐσέβιον, διαβολὰς δὲ μὴ νομίζειν ἔλεγχον· ἄτοπον γὰρ τοῦτον ἀπολογίας ἀποστεροῦντας αὐτοὺς ἀπολογίας δεῖσθαι. εἰ δ' οὗτος οὐκ ἂν ἁλοίη, πῶς ἂν οἱ τούτῳ γε ἀκολουθοῦντες ἀδικοῖεν; εἰ δὲ ἀδικοῦσιν οὐδέν, οἴσουσι μὲν ἃ πεπόνθασι σιγῇ· στήτω δὲ ἐνταῦθα τὸ πάσχειν αὐτοὺς κακῶς.

[1412]

Τῷ αὐτῷ.

[1]    Ὀλύμπιος ὁ Ἀστερίου, ‑ εἰ δὲ μικρόν σοι τοῦτο διὰ τὴν παροῦσαν ὀργήν, καίτοι χρῆν αὐτὸ μέγα κεκρίσθαι τῆς τε ἄλλης ἕνεκεν ἀρετῆς τοῦ γέροντος καὶ διὰ τοὺς θεούς, ἀλλ' εἰ δοκεῖ, τοῦτο μὲν ἀφείσθω, λεγέσθω δὲ ὁ σὸς ἑταῖρος καὶ συμφοιτητής, ἃ μάλιστα ἀνθρώπων τιμᾷς ‑ οὗτος τοίνυν ὁ σὸς ἑταῖρος ἀρρωστήματι περιπέπτωκε, καὶ ἔστιν αὐτῷ τοῦ κάμνειν βαρύτερόν τε καὶ μείζω λύπην φέρον τὸ τὴν τῶν γεωργῶν ἐξέτασιν ἡμιτέλεστον εἶναι. τὰ μὲν γὰρ διηρεύνηται καλῶς αὐτῷ, τῶν δὲ ἀπεκωλύθη.

[2] δείσας οὖν μὴ τῷ σιγῆσαι τὸ κεκωλυκὸς εἰς αἰτίαν ἐμπέσῃ φράζει τε ἐν οἷς ἐστι καὶ δεῖται τὸ τοῦ ἔργου μέρος εἰς ἑτέρους ἐλθεῖν.

[1413]

Βακχίῳ.

[1]    Οὐαλεντῖνον Λυδὸν διακονοῦντα ἀπὸ γραμμάτων καὶ τῆς δεξιᾶς τῷ βασιλεῖ ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐμέ. εἰ μὲν καὶ τῇ ἄλλῃ, οὐκ οἶδα· ἓν δ' οὖν τοῦτο ἠπίστατο καλῶς, ὅτι σοι φίλος ἐγώ.

[2] καὶ προσελθὼν ἀπιόντι οἴκαδε μετὰ τοὺς ἔξω πόνους γράμματα ᾔτει πρὸς σὲ τὴν φιλίαν εἰπὼν οὐκ ἀγνοεῖσθαι τὴν ἐμήν τε καὶ σήν. ἔφην οὕτως ἔχειν τὸ πρᾶγμα καὶ δίδωμι τὴν ἐπιστολὴν βουλομένην τὸν τοῦδε πατέρα τε καὶ ὁμώνυμον τῆς σῆς εὐνοίας ἀπολαύειν.

[3] σὸν δὴ βεβαιῶσαι τὴν περὶ τῆς φιλίας δόξαν καὶ ποιῆσαι τὸν χρόνον ἀμείνω Οὐαλεντίνῳ τὸν μετὰ τὴν σύστασιν.

[1414]

Ἀλεξάνδρῳ.

[1]    Ὁ Νέστωρ ἀξιῶν αὑτῷ πείθεσθαι τόν τε βασιλέα τῶν Ἀχαιῶν καὶ τὸν τῆς Θέτιδος υἱὸν τῷ γήρᾳ πρὸς αὐτοὺς ἰσχυρῷ χρῆται· ἐμοὶ δὲ οὐ πρεσβυτέρῳ σου μόνον εἶναι συμβαίνει καὶ διὰ τοῦτ' ἂν εἰκότως ἐνδοίης, ἀλλὰ καὶ φίλτρον παρ' ἐμοὶ πρὸς σὲ πλέον ἢ τῷ τότε συμβούλῳ πρὸς τοὺς μαχομένους.

[2] λέγω δή σοι πάλιν ὡς μάλιστα μὲν ὅλως καταθετέον τὴν πρὸς Ὀλύμπιον φιλονεικίαν, ὃν κατενεγκεῖν καὶ δεῖξαι κείμενον οὐδ' ἂν οἰκέτῃ σου λαμπρὸν εἴη· εἰ δὲ τοῦτο ἀμήχανον, ἀλλ' οὔτοι καλὸν οὐδ' ὅσιον τὸν ἀδελφὸν τὸν τοῦδε μὴ μετέχοντα τῆς αἰτίας ἀπολωλέναι πρὸ τοῦδε. τὸ γὰρ δι' ἐκείνου τόνδε κολάζειν ὁμολογίαν ἥττης ἔχει καὶ παρίστησι δόξαν, ὡς ἄρα Ὀλύμπιος μισοῖτο μέν, κρείττων δέ ἐστι τοῦ κακῶς παθεῖν.

[3] ἀφείσθω τοίνυν δεσμῶν Εὐσέβιος καὶ μὴ διὰ πάντων ἐρχέσθω τυπτόμενός τε καὶ ἐκδυόμενος καὶ ἀγχόμενος μηδ' ἵνα ὁ δεῖνα λαμβάνῃ, προσαιτείτω. ταῦτα γὰρ νῦν γίγνεται· ἐλεούμενος μὲν ἀργύριον δέχεται μικρόν, ἐπελθὼν δέ τις ἐκ τῶν χειρῶν ἁρπάζει, κἂν αἰτιάσηταί τις, σοί φησιν ἀρέσκοντα ποιεῖν. παρ' ὧν ἂν δίκην εἰκότως λάβοις ὡς μικρὰ τὰ σὰ ποιούντων, εἰ δὴ τοιούτων συμμάχων ἐπὶ τοὺς ἐχθροὺς δέῃ.

[4] οἶδα δὲ ὅτι, εἴ σοι τὸ πρῶτον ἔδοξεν εὐθὺς ἐξολέσαι τὸν ἀναίσθητον Ὀλύμπιον, πολλοὶ πολλαχόθεν ἂν αὐτὸν περιέστησαν κατήγοροί τε καὶ ἔλεγχοι. ἀλλ' οὐκ ἦν ταῦτα τοῖς Ἀθηναίοις πάτρια οὐδὲ ἔμφυτα φησὶν ὁ σὸς ἡγεμών, ἀλλ' εἰδὼς τοὺς Ἀθηναίους ἐκ τοῦ εἰδέναι ἐλεεῖν εὐδοκιμοῦντας ὡς εἶδες τὴν τέφραν, ἀπέδωκας τὴν ἀρχήν.

[5] εἰ δ' οὐκ ἐπαινεῖς τὴν γενομένην φιλανθρωπίαν, ὁ μὲν ἐκβαλλέσθω τῆς ἀρχῆς καὶ σπαραττέσθω, Εὐσέβιον δὲ παυσώμεθα κακοῦντες· ὡς ἐν ἐκείνῳ μὲν ἔστι τὸ δοκεῖν ἀμύνεσθαι, τούτῳ δὲ λόγος οὐ λείπεται. ἡ γὰρ δὴ περὶ τὴν ναῦν λειτουργία γέλως, ποιεῖ δὲ ἡ πενία τὸν γέλωτα.

[6] ἐννόει δέ, τίνες ἔσονται λόγοι τεθνεῶτος Εὐσεβίου ἢ πάλιν τίνες ζῶντος μέν, δεικνύντος δὲ ἐν τῷ σώματι τὰ νῦν εἰς αὑτὸν δρώμενα.

[1415]

Τῷ αὐτῷ.

[1]    Ἐθαύμαζεν Ἡρωδιανός, ὅπως μετὰ πολλὴν ὁδὸν οὐ πολλῆς τῆς ἐπιμελείας ἀπέλαυσεν· ἐγὼ δὲ αὐτὸν παρεμυθούμην παραδείγματι τῷ περὶ τοὺς ἵππους. καὶ γὰρ ἐκεῖνοι πολλοὶ μὲν ὄντες ἑνὶ δεσπότῃ οὐ σφόδρα ἕκαστος ἀγαπᾶται διὰ τὸ πλῆθος· ὅταν δὲ εἷς ᾖ, κἂν σύσσιτον αὐτὸν ἡδέως ποιήσαιτο ὁ κεκτημένος.

[2] καὶ Ἀλέξανδρος ἔφην εὑρὼν φωνὰς πολλὰς καὶ καλὰς τρυφᾷ καὶ τὸ πρὶν αὐτοῦ περὶ σὲ θαῦμα μεμάρανται. ἔτι δὲ καὶ ἀπληστία δεινὴ πανταχοῦ τιμᾶσθαι ἐθέλειν. ἀλλ' ἐνταῦθα μὲν ζήτει τοῦτο, τὴν δ' ἑτέρωθι ῥᾳθυμίαν φέρειν. τοιαύταις αὐτὸν ἐπῳδαῖς ἀνεῖχον μικροῦ δάκρυα ἀφιέντα.

[3] οὐ μήν, εἴ τι περὶ τὴν οἰκίαν ἀδικοῖτο, ταῦτ' ἂν ἐπῳδὴ ποιήσαι βελτίω, ἀλλ' ἢ βεβαιῶσαι δεῖ τὰς συνθήκας αὐτῷ τὸν χρηστὸν Καισάριον ἢ τοῦτον ἀπολωλέναι λύπῃ.

[4] εἰ δὲ μὴ πάντη σοι τὰ τοῦδε ἐν ἀτιμίᾳ, τήρησον ἐφ' ὧν ἔγνω τὸν ἃ δεῖ γενέσθαι γεγραφότα.

[1416]

Φλαβιανῷ.

[1]    Ἰού, ἰού, πόση τις ἡ τῶν δώρων ἐπιρροή, ἀλλᾶντες, οἶνος, χιτών, βιβλίον. εὐθὺς μὲν οὖν ἠπόρουν, ὅ τι τὸ πεποιηκὸς τὸ πλῆθος· ὡς δ' ὅτι δεῖ σοι τὸν Ὀδυσσέα πέμπειν, προσέκειτο, ‑ μετωνόμασται γὰρ ὁ νέος ἤδη καὶ ἡ γαλῆ σεσίγηται ‑ εἶδον ὅτι μηχανὴ ταῦτ' ἦν Ὀδυσσέως μισθῷ με πείσειν ἐλπίσαντος ἃ ἐβούλετο. ἐβούλετο δὲ δραμεῖν ὡς σέ τε κἀκεῖθεν οἴκαδε.

[2] ἐγὼ δὲ ἄλλως μὲν οὐκ ἂν συνεχώρουν οὐδ' εἰ παρῄει τὸν Ἀγαμέμνονα τοῖς δώροις, ἃ ἐκεῖνος ἔπεμπεν ἐπὶ λύσει τῆς ἔχθρας· ὡς δὲ ἐρόμενος, εἰ θύοι θεοῖς, ἔγνων ὅτι καὶ μάλα χαίρει βωμοῖς, χαίρων ἀφῆκα χωρεῖν αὐτὸν εἰς πόλιν, οὗ καθημέραν δαίμονες λοιβῆς τε κνίσσης τε πολλῆς ἀπολαύουσιν.

[3] αἰτείτω δὴ παρ' αὐτῶν λόγους καὶ μὴ αἰτείτω μόνον, ἀλλὰ καὶ πονεῖν ἐπιστάσθω μεμνημένος τοῦ περὶ τῶν ἀργούντων εἰπόντος, ὑπὲρ ὧν οὐκ ἄν τι οἱ θεοὶ ποιοῖεν.

[1417]

Βακχίῳ.

[1]    Καὶ μνημονεύσας καὶ φροντίσας καὶ πέμψας τὸ βιβλίον τρεῖς ἔδωκας χάριτας, ὅσαιπερ αἱ θεαί. τὸ πέρας δέ σου τῆς ἐπιστολῆς παρακαλεῖ με πρὸς Ἀλέξανδρον γράφειν ὑπὲρ τούτων ἃ προλαβὼν ἔχεις.

[2] ἡ μὲν γὰρ ὡς ἥξοντος ἐπέμπετο καὶ ἐκέλευε ποιεῖν τὸν ἄνδρα τοιοῦτον, οἷος ὢν αὐξήσειν ἔμελλέ σοι τὰς τιμάς, ἀλλ' οὐκ ἀφαιρήσειν· ὁ δὲ καὶ δὴ παρ' ὑμῖν ἐστι πάντα πληρῶν αὐτοκέλευστος κοσμῶν ἡμῖν καὶ λόγοις καὶ ἔργοις τὸν καλὸν Βάκχιον.

[3] ἐμήνυε δὲ Ἡρωδιανὸς ἐπαινῶν μὲν τὸν τιμῶντα, συγχαίρων δὲ τῷ τιμωμένῳ.

[1418]

Λεοντίῳ.

[1]    Γερόντιος ἀδελφός τέ ἐστιν Εὐκρατιανοῦ καὶ ἐοικὼς αὐτῷ κατὰ τὸν τρόπον· τοῦτο δέ ἐστι δίκαιον εἶναι, καὶ γὰρ ἐκεῖνος ἀσκεῖ δικαιοσύνην. τῷ τοίνυν Γεροντίῳ δεῖ βοηθείας ἐπὶ τοὺς βιαζομένους, ἣν παρὰ σοῦ δεῖ γενέσθαι.

[2] ἄκουε δὲ ἃ πάσχει. ἀγρός ἐστιν αὐτῷ, μᾶλλον δέ, ἦν. οὕτω πάντα ἡρπάκασιν οἱ κατηγοροῦντες, οἱ φῶρες, φασίν, προσεγκαλοῦντες. ἐν τούτῳ γίνεται φόνος ἀδίκημα μὲν ἑνός, ἀτύχημα δὲ τῶν ἄλλων, οἳ μισήσαντες τὸν δεδρακότα δήσαντες ἐγχειρίζουσι τοῖς τοῦ πεπονθότος οἰκείοις.

[3] οἱ δὲ γνώμῃ μὲν ἀλγούντων οὐκ ἐχρήσαντο οὐδ' ἐπὶ τὸ δίκην λαβεῖν ἦλθον, ἐμβαλόντες δὲ εἰς τὸν ἀγρὸν δεινότερα ἔδρασαν ὧν οἱ Λάκωνες τὴν Ἀττικήν· πλὴν γὰρ τῆς γῆς οὐδὲν ὅ τι οὐκ ἀπῆλθον ἔχοντες.

[4] τῶν δὲ νόμων αὐτοὺς ἀναγκαζόντων ἀποδοῦναι πάντα ἀκριβῶς μικρῶν ἠξίουν ἀποστάντες τῶν ἄλλων κρατεῖν. οὐκ ἀνεχομένων δὲ τῶν ἠδικημένων, καὶ γὰρ ὕβρις τῇ ζημίᾳ προσῆν, πάντα ὑπερπηδήσαντες φόνου λαγχάνουσιν, οὐχ ἵνα εὕρωσι τὸν φονέα ‑ πάλαι γὰρ αὐτῷ κοινωνοῦσι στέγης, οἶμαι δὲ καὶ τραπέζης ‑ , ἀλλ' ἵνα τὸ τῆς αἰτίας φοβερὸν καὶ ἁλύσεις καὶ στρατιῶται τὸν ἀγρὸν ἐρημώσωσιν ὡς μιᾶς οὔσης σωτηρίας τοῦ φεύγειν.

[5] ἐγὼ δὲ σὲ μιμεῖσθαι μὲν τὸν Μίνω βούλομαι, καὶ γὰρ εὐδοκιμεῖς ἀπὸ τοῦ τὸ λῃστικὸν ἐκκόπτειν, νομίζειν δὲ χρὴ καὶ τοὺς τοιαῦτα ἐπιβουλεύοντας τῶν λῃστῶν μιαρωτέρους, ὅσῳ μεθ' ὑμῶν τῶν δικαζόντων ἀπολλύναι τινὰς τολμῶσιν.

[1419]

Ἐκδικίῳ.

[1]    Ἐβουλόμην ἔτι μοι μένειν τὴν περὶ ἀμφότερα σπουδὴν καὶ ὑπὲρ ἀμφοῖν ἐξεῖναι ὑπισχνεῖσθαι, τῶν τε σῶν υἱέων τῶν τε ἄλλων, ὑπὲρ ὧν ἡμῖν ἐγένοντο λόγοι. νῦν δὲ τὸ μὲν εἰς τοὺς νέους μέρος εὖ ποιοῦν σώζεται καὶ φυλαχθείη γε εἰς τέλος, ὦ πάντες θεοί· θάτερον δέ, ὦ θεοί, τί μαθόντες διεφθείρατε; ἀλλ' ἴσως θεοὺς εἰς εὐθύνας ἄγειν οὔτε καλὸν οὔτε ἀσφαλές, καὶ ταῦτα πάλαι βοώσης τῆς παροιμίας· πείσῃ πολλὰ θεοῖς, πείσῃ δ' ὅσα μόρσιμά ἐστι.

[2] πρὸς μὲν οὖν ἐκεῖνο δακρύειν ἔξεστι καὶ οὐδεὶς οὔτε θεῶν οὔτ' ἀνθρώπων νεμεσήσειεν ἄν· οἱ δὲ σοὶ παῖδες τοσαῦτα ἔχουσι παρ' ἡμῶν, ὅσαπερ ἄν, εἴπερ αὐτὸς αὐτοὺς ἐπαίδευες, παρὰ σοῦ. αἵ τε γὰρ φύσεις αὐτῶν ἐπιμελείας ἄξιαι τοῦ τε πατρὸς αἰδώς με ἔχει τῶν τε ἄλλων εἵνεκα καὶ ὅτι μοι τὸν Ὑπερέχιον καὶ σεμνύνει καὶ κοσμεῖ καὶ τειχίζει.

[3] μήτ' οὖν σὺ παύσῃ τῆς περὶ ἐκεῖνον προθυμίας ἐγώ τε οἷς ποιῶ προσθεῖναι πειράσομαι. πεῖραν δὲ λαμβάνων ἐπὶ τοῦ παρόντος καιροῦ, ἢν καὶ τῶν λοιπῶν ἅπτεσθαι ὑπάρχῃ, προτρέψω πρὸς τὸ ἔργον ἐμαυτόν. [1420] [t]

Ὑπερεχίῳ.

[1]    Ἥσθην, ὅτι τοῦ πράγματος ἀξίως ἐπέστειλας εὐδαίμονα καὶ δὶς τοῦτο σαυτὸν προσειπὼν καὶ τὸ μάλα προσθεὶς ἐπὶ τῇ τοῦ φιλεῖν εἰδότος Ἐκδικίου φιλίᾳ, ὃν οὔτε φόβος οὔτε κίνδυνος, οὐ κῦμα, οὐ σκηπτὸς ἐλέγξειεν ἂν ἐν καιρῷ καλοῦντι φίλων ἀνδρίαν.

[2] ἡ μὲν οὖν ἐμὴ πρόνοια τοσαύτη, σὸν δ' ἂν εἴη σκοπεῖν, ὅπως σοι μένει τὸ δῶρον· ὡς πολλοῖς ἤδη συνέβη κτήσασθαι μὲν ῥᾳδίως, πρὸς δὲ τὴν φυλακὴν οὐκ ἀρκέσαι. ἃ δέ, εἰ περὶ τοὺς υἱεῖς ἐκείνου γίνοιτο, συνοίσειν σοι νομίζεις, πέπρακται, καὶ τοῖς προτέροις οὖσιν οὐ μικροῖς εὐθύς τι προσετέθη μεῖζον δηλοῦν ὡς τοῦτο μέντοι παρὰ τῶν σῶν γραμμάτων.

[1421]

Μαξίμῳ.

[1]    Οἱ πρότερόν με πείσαντες περὶ Καλλισθένους γράψαι καὶ νῦν ᾔτουν ὑπὲρ τῶν αὐτῶν ἐπιστεῖλαι. ἐγὼ δὲ ἁπλοῦν τι πρὸς αὐτοὺς εἶπον, ὅτι, εἰ μὲν ἦν οἷόν τε δοῦναι τὴν χάριν, ἀπὸ τῶν πρώτων ἂν εὐθὺς ἐδέδοτο γραμμάτων, δυνατῆς δὲ οὐκ οὔσης μάτην ἥξει καὶ τὰ δεύτερα.

[2] δεομένων δὲ μὴ κατοκνῆσαι καὶ οὐ βουλομένων ἀπογνῶναι ‑ κοινὸν δὲ τοῦτο τῶν ἐπιθυμούντων τὸ καὶ ἐλπίζειν ‑ εἴκω καὶ ἐπέσταλκα. καὶ βουλοίμην ἄν τι γενέσθαι τοιοῦτον, ὃ σοί τε τηρήσει τὴν δόξαν ἐκείνοις τε τὰς φροντίδας εἰς ἔλαττον καταστήσει.

[3] ταυτὶ μὲν τοῦ δεομένου, τοῦ δέ γε μαντευομένου, πλησίον εἶναί φημι τὴν ἡμέραν, ἣ τῶν τοιούτων οἴσει τὴν λύσιν ἡμῖν, ὡς ὑμῖν γε ἐνήνοχεν.

[1422]

Γαϊανῷ.

[1]    Οὐκ ἄν σε ἐροίμην, ὅπως διετέθης, οἶδα γὰρ ὅτι ἐπλήγης· ἀλλ' οὐδ' ἂν αὐτός, ὅπως διάκειμαι, φράσαιμι, πρὸς γὰρ εἰδότα ἂν λέγοιμι.

[2] πολὺν μὲν χρόνον ἀπέστην τοῦ λέγειν καὶ γράφειν καὶ ἔστιν ἥδιστον ἡ σιγή. Βήρου δὲ ἀδικεῖσθαι λέγοντος, εἰ μὴ καὶ ἐνθένδε μετὰ γραμμάτων ἐξίοι, μόλις τὴν γλῶτταν ἐκίνησα καὶ πρὸς τοσοῦτον μέτρον, ὅσον ὁρᾷς. Βῆρον γὰρ τιμῶ διὰ τὴν τότε ἀτιμίαν, εἰς ἣν ὑπὸ τοῦ χρηστὸς εἶναι κατέστη.

[1423]

Διοδότῳ.

[1]    Οὐκ ἄρα ἄνθρωποι φιλοῦσι μόνον τὴν Τύρον, ἀλλ' ἤδη καὶ τὸ χρυσίον· ὃ γοῦν ἐχρῆν πάλαι παρ' ἡμῖν εἶναι, μένει καὶ φιλοχωρεῖ καὶ παρὰ τὸν δεσπότην ἐλθεῖν οὐ θέλει.

[2] σὺ τοίνυν αὐτὸ κατανάγκασον καὶ δήσας ἀπόστειλον, ὥσπερ δραπέτην, ὥστε σοι καὶ βεβαιοῦσθαι τὴν δόξαν, ὅτι χρηστὸς ὁ Διόδοτος καὶ πιστευθεὶς οὐκ ἀδικήσει.

[1424]

Ἐντρεχίῳ.

[1]    Ἀπὸ χαιρούσης τῆς ψυχῆς ἐπέσταλκας οὔπω τῇ φήμῃ βεβλημένος. οὐ μὴν ἔθ' ὁμοίως ἔχων δέξῃ τὴν ἐπιστολήν. οἶμαι γὰρ ἤδη καὶ παρ' ὑμᾶς ἀφῖχθαι τοῦ κακοῦ τὸν λόγον τοσοῦτον κερδάναντας, ὅσον ὑστέρους πεπύσθαι.

[2] καὶ ἔγωγε θαυμάσαιμ' ἂν εἰ ἔτι δυνήσῃ μακρὰς οὕτω καὶ καλὰς πέμπειν ἐπιστολάς, οὐ πείσῃ δὲ ὅπερ ἐγώ. τὸ δὲ ἐμὸν πάθος, ἀπ' ἐκείνης τῆς ἡμέρας ἄφωνος ὡς εἰπεῖν γέγονα καὶ κατέλυσα τὸ γράφειν. τὸν πάντα δ' ὄλβον ἦμαρ ἕν μ' ἀφείλετο.

[3] ἀλλ' ἐκ τραγῳδίας μὲν πολλὰ μὲν ἐγώ, πολλὰ δὲ σύ, πολλὰ δὲ τῶν εὖ φρονούντων ἕκαστος φθεγξόμεθα τοιαύτης οἰχομένης κεφαλῆς· ἐφ' ᾧ δὲ σὲ μάλιστα ἠγάσθην, ἐκεῖνό ἐστιν, ὅτι τῶν ἄλλων ὑπὸ τῶν ἐν ταῖς ἀρχαῖς πραγμάτων ἀμβλυνομένων τὴν γλῶτταν, ὥστ' ἤδη καὶ τῶν σοφιστῶν τινες ἐνταῦθ' ἥκοντες ἀπέβαλον τὴν ἰσχύν, σὺ μόνος μετὰ τῶν πόλεων τὴν γλῶτταν ἀμείνω πεποίηκας καὶ θεραπεύεις μὲν ἐκείνας ὡς ἀφεστηκὼς λόγων, λέγεις δὲ ὡς ἓν τοῦτο ἐργαζόμενος μόνον.

[4] καὶ τούτου γε αἴτιον ἡγοῦμαι τὸν οὐκ ἔτ' ὄντα βασιλέα· ἐλογίζου γὰρ ὡς ἄτοπον, εἰ ὁ μὲν ἐν ταῖς ὑπὲρ ὅλης τῆς γῆς φροντίσιν εἴχετο τῶν βιβλίων, σὺ δ' ἐκεῖνον θαυμάζων οὐκ εἰς ἔργον ἄξεις τὸν ἔπαινον.

[5] ἀλλ', ὦ 'γαθέ, βιβλία μὲν ἐν χερσὶν ἀεὶ κείσθω, γενναῖα μέντοι καὶ σοφὰ καὶ πατέρων ἀγαθῶν· σὺ δ' ἐπὶ φαῦλα καὶ ἄμορφα τὰ ἡμέτερα φέρῃ καὶ οὐ δέδοικας μή σε λαβόντα διαφθείρῃ.

[6] ἀλλ' ὑπὲρ μὲν τούτων ἄμεινον βουλεύσῃ· τῆς δ' εἰς τὸν ἑταῖρον προθυμίας τε καὶ σπουδῆς τίνα σοι μισθὸν ἑτοιμάσωμεν; χρήματα; ἀλλ' οὐ θαυμάζεις χρυσίον θαυμάζων τὸν Περικλέα. ἀλλ' ἐπαίνους; ἀλλ' ἀπὸ παντὸς ὁμοίως σοι τοῦτό γε στόματος.

[7] ὅσων γὰρ ἂν νέος ὢν ἄρχοις, ἐπιμελὲς ἅπασιν ἀνερωτᾶν, ἐν ᾧ νῦν τὰ Πισιδῶν. εἶτ' ἀκούοντες νόμους ἄρχοντος γνώμῃ βεβαιουμένους καὶ τὰ κείμενα ἀνιστάμενα κοινοὺς ἐπαίνους εἰς σέ τε καὶ τὸν δόντα τὴν ἀρχὴν ᾄδουσι.

[8] λείπεται δὴ θεοὺς αἰτεῖν δι' ἀρχῶν εἰς γῆράς σε ἀφικέσθαι τηροῦντα τὴν ἐκ τῆς νεότητος ἀρξαμένην ἀρετήν.

[1425]

Φουρτουνατιανῷ.

[1]    Οὐκ ἄδηλον ὅτου συμπονοῦντος καὶ πολλὰ μὲν λέγοντος, πλείω δὲ πράττοντος παρῆλθεν ἐκεῖνο τὸ νέφος. ἆθλος δή σοι δεύτερος οὑτοσὶ πρέπων οὐχ ἧττον ἢ 'κεῖνος δέξασθαί τε τὸν καλὸν Φίλιππον εὐμενῶς διδάξαι τε τὸν γενναῖον Σαλούτιον, τίς τε ἁνὴρ κἀκ τίνων, καὶ περὶ τῶν ἐν τῇ ψυχῇ διηγήσασθαι πηγῶν, ἃς οὐκ ἔνεστί σοι μὴ θαυμάζειν ἔχοντι καὶ αὐτῷ παραπλησίας.

[2] οὕτω γὰρ παντοδαπὰ σμήνη λόγων ἐν σοὶ κατοικεῖ, ὥστ' εἰ μὲν εἰς ῥήτορας ἡμῖν ὁ Φίλιππος ἐτέλει, κατ' ἐκεῖνο ἄν σοι βοηθεῖν ἦν ἀνάγκη τῷ ῥήτορι τὸ καὶ σὲ ῥητορικῆς κεκτῆσθαι σθένος· ἐπεὶ δὲ ποιητῶν ὁ φίλτατός ἐστι ταῖς Μούσαις καὶ ὡς ἀληθῶς κλάδον εἴληφε παρ' ἐκείνων, ταύτῃ πάλιν εἰς ἀνάγκην ἀφῖξαι τοῦ βοηθεῖν, ὅτι ποιητὴς ποιητῇ συμπνεύσεις.

[3] ἔστι ‹δὲ› καὶ τῶν πολλὰ τεθυκότων, ἡνίκα ἐξῆν, καὶ νῦν εἴληπται μέσος τῶν ὅτε ἔθυε λυπουμένων. καλὸν οὖν αὐτῷ καὶ διὰ ταῦτα ἀμύνειν, ὅπως μὴ χεῖρον πράξας ἡδονὴν ποιήσῃ τοῖς τῶν ἱερῶν ἐχθροῖς.

[4] τήν τε οὖν δίκην οἴκοι παρὰ σαυτῷ βασάνισον πάντα νόμον κινῶν καὶ τοῖς συνηγόροις οὓς ἂν ἕληται γενέσθω φανερὸν ὅτι παρὰ μὲν τούτου λήψονται μισθόν, σοὶ δὲ δώσουσι χάριν.

[1426]

Σαλουτίῳ.

[1]    Ἀνεκτήσω με τοῖς γράμμασι κείμενον ἀπ' ἐκείνης τῆς ἡμέρας, ἣν οὐκ ἄν σε δέοι διδάσκειν, ἀλλ' αὐτὸς εἰκάζεις. ἔγνω δὲ τοῦτο καλῶς καὶ Πρίσκος ὁ καλός, ὃς εὑρὼν ἐοικότα με τοῖς ἰχθύσι τοῖς ἐπὶ τῆς ἠιόνος λειποψυχοῦσιν ἐπεχείρει μὲν ἀνιστάναι φάρμακα ἔχων ἐπὶ τὰ πάθη τῆς ψυχῆς οὐκ ἀσθενῆ, μικρὸν δὲ ἴσχυσεν ἐν πολλαῖς ἡμέραις.

[2] ἐλθούσης δέ σου τῆς ἐπιστολῆς οἴου σοι φησὶ ζῆν ἐκεῖνον εἰς τοῦτον βλέπων σωτῆρα μὲν ἐθνῶν, κηδεμόνα δὲ φίλων. καὶ ἐγὼ κατὰ μικρὸν ἐμαυτὸν ἐπειρώμην συναγείρειν διεσκεδασμένον τε καὶ ὄντα οὐδέν.

[3] εἰ δ' ἀπὸ γραμμάτων μόνων τοσοῦτον ὑπῆρξεν ἡμῖν, πόσον τι οἴει γενήσεσθαι φανείσης τῆς ἱερᾶς κεφαλῆς; ἡ κεφαλὴ δέ με καὶ τοῦτο ἠδίκηκεν ἡ ἐμὴ μήτε ἥλιον ἀνεχομένη μήθ' ὅσα ταλαιπωρεῖν ὁδοιποροῦντα ἀνάγκη, ὅτι ἃ ἐξῆν ἔχειν ἤδη δραμόντα, περιμένειν πεποίηκεν οἴκοι καθήμενον.

[4] εὖ γὰρ ἴσθι ὅτι, εἰ κύριος ἦν ἐλθεῖν, οὐδεὶς ἄν με τῶν πολλὰ ζεύγη κεκτημένων ἔφθη· τοσοῦτος ἔρως ἐγκατέσπαρται ταῖς ἁπάντων ψυχαῖς περὶ σὲ καὶ τὸ σὸν κάλλος, οὗ πᾶσα μὲν ἀπολέλαυκε πόλις, πᾶς δὲ οἶκος καὶ ἀνὴρ καὶ πρό γε πολλῶν ἐγώ. ὁ γὰρ Εὐάγριος ἄρχων Ὀλυμπίου μὲν βουληθέντος, ἐμοῦ δὲ φράσαντος, σοῦ δὲ δράσαντος, τιμὴ τοῦτο ἐμή.

[5] πῶς οὖν τοιαῦτα λαβὼν οὐκ ἐπέστελλον; οὐδὲν ποικίλον ἐρῶ, ἀλλ' ᾐδούμην, ὦ 'γαθέ, καὶ ὤκνουν, μὴ αὐτῷ τῷ τιμᾶσθαι δόξω θρασὺς γεγονέναι καὶ γραμμάτων ἄρχειν, ἐν οἷς ἀκολουθεῖν ἔδει.

[6] νῦν οὖν ἐπειδὴ γράφεις καὶ προτρέπεις, εἴσῃ Λυδὸν εἰς πεδίον προκαλούμενος. μᾶλλον δέ, τὴν ταχίστην ἡμῖν ἥκων ἄνελε τὴν τῶν γραμμάτων χρείαν τῇ συνουσίᾳ.

[1427]

Ῥουφίνῳ.

[1]    Ἐγὼ καὶ Φίλιππος συμφοιτηταί, ἀλλ' ἐγὼ μὲν πεζός, ὁ δὲ ὑπόπτερος, θρέμμα Μουσῶν, Ὁμήρου μιμητής. οὗτος ἕλκεται νῦν καὶ ὑβρίζεται, Διὸς ὄρνις ὑπὸ κολοιοῦ τινος.

[2] ἀλλ' ὑμεῖς κωλύσατε μὴ γενέσθαι τοῦ ἀετοῦ τὸν κολοιὸν κρείττονα. δύναται δ' ὁ μὲν φίλος σου παρὰ τῷ ἄρχοντι, σὺ δὲ παρὰ τούτῳ. νόμιζε δὴ καὶ ἐμὴν καὶ σαυτοῦ ζημίαν, εἴτε τι βλαβείη Φίλιππος εἴτ' ἄλλῳ πρὸ ὑμῶν ἀπέλθοι χάριν εἰδώς.

[1428]

Σαλουτίῳ.

[1]    Νῦν πλέον ἐπαινῶ τὸν ποιητὴν ἐκεῖνον, ὃς ἐν τῷ σκολίῳ μέγιστον τῶν ἀγαθῶν εἶναί φησι τὸ ὑγιαίνειν. ἔγωγέ τοι τοῦτο οὐκ ἔχων κάθημαι κεχηνώς, ὁπότε ἥξεις, καὶ ἀντὶ τοῦ τοῦ σώματος ἀπολαύειν ἤδη τοὺς ὡς σὲ τρέχοντας ἀριθμῶ μακαρίζων ἅμα καθάπερ οἱ ἐν δεσμωτηρίῳ διὰ μικρᾶς θυρίδος τοὺς παριόντας.

[2] εἶτ' ἐπὶ μὲν τῶν δάκνομαι, δεῖ γὰρ τἀληθῆ λέγειν, τοῖς δὲ συγχαίρω κοινωνεῖν τρόπον τινὰ δι' αὐτῶν τῆς ἑορτῆς ἡγούμενος· οἷόν τι καὶ τὸ νῦν. Εὐδαίμονος γὰρ τοῦ καλοῦ σοι συνεσομένου καὶ τὰ μὲν ἐρησομένου, τὰ δὲ ἀκουσομένου καί τι καὶ περὶ ἡμῶν ἐροῦντος οὐ πάντα τῶν λόγων ἐμαυτὸν ἀπεῖναι νομίζω, ὥσπερ οἱ τοὺς υἱεῖς πέμποντες ἐπὶ δεῖπνον, ὅταν αὐτοὶ μὴ δύνωνται τοῖς καλοῦσιν ὑπακοῦσαι, τῶν δαιτυμόνων καὶ πεπωκότων αὑτοὺς ἀριθμοῦσιν.

[3] ἀλλ', ὦ ἄριστε, παῦσόν με τοιούτοις ἐμαυτὸν παραμυθούμενον ἀποδοὺς τὰ μείζω καὶ τὴν εὐθυμίαν καθαράν. ἔστι δέ σοι φίλτρον παρ' ἡμῖν, οἷον οὐκ ἄλλοθι, καίτοι πανταχοῦ μέγα, νικᾷ δὲ ὅμως τό γε ἐνθάδε· καὶ παρὰ τῶν ἀέρων δὲ ἴσως ἄν τι γένοιτο χρηστὸν εἰς τὸ σῶμα.

[1429]

Τῷ αὐτῷ.

[1]    Ἓν ἐρώτημα πάντων ἡμῶν πρὸς ἅπαντας τοὺς ἐκεῖθεν ἰόντας, ὅπως ἔχει σοι τὸ σῶμα. οἱ δὲ ἃ βουλομένοις ἐστίν, ἀπαγγέλλουσιν, ὅτι πλησίον εἴης τοῦ ἄγαν ἐρρῶσθαι.

[2] τούτῳ μὲν οὖν εὖ μάλα εὐφραίνουσι, μίγνυται δέ τι καὶ ἀθυμίας, ὅταν σε φῶσιν ἡσυχίας ἐπιθυμεῖν· τουτὶ γάρ ἐστι σαφῶς οὑτωσὶ προδιδόναι τὰς πόλεις καὶ ἀποστερεῖν πατρός, ἐφ' ὅν, εἴ τι καὶ πρόσθεν ἐλυποῦντο, κατέφευγον ὥσπερ νῆες εἰς ὅρμον ἀπὸ κυμάτων.

[3] ἐνθυμοῦ δὲ ὅτι πολλῶν εἰς αὐτὰς παρὰ τοῦ μεταστάντος γενομένων ἀγαθῶν μέγιστον ἐδόκει τὸ τὴν ἀρχήν, ἣν πλεῖστα θαυμάζειν ἔξεστιν, ὑπὸ τῆς σῆς ἡμερότητος εὐθύνεσθαι. καὶ νῦν οὐ μικρὸς τῷ βασιλεῖ κόσμος τὸ τὴν σὴν γνώμην ἐπὶ τῶν αὐτῶν τετηρηκέναι.

[4] ἢν οὖν ἐκεῖνος μὲν ἡμᾶς εὖ ποιῇ τά τε ἄλλα καὶ ταύτῃ, σὺ δὲ φεύγῃς τοὺς πόνους, ἐν οἷς ἐστι σωτηρία ταῖς πόλεσιν, ὅρα μὴ φιλοῦντας ἀνθρώπους εἰς κατηγορίαν κινήσῃς. γίνεται δὲ ὁ φιλῶν ἀδικούμενος ἑτέρου κατηγόρου πικρότερος.

[5] ἵν' οὖν μένωμεν ἐν τῷ περὶ σοῦ καὶ τῶν σῶν εὐφημεῖν, μένε καὶ αὐτὸς ἡμῖν ἐν τῇ προστασίᾳ καὶ μὴ δυοῖν παραμυθίαιν τὴν ἑτέραν ἀνέλῃς. ἡμᾶς γὰρ δύο κουφίζει, βασιλεύς τ' ἀγαθὸς ἀντ' ἀγαθοῦ καὶ ὕπαρχος ὅσπερ πρίν. σωζέσθω τοίνυν ἀμφότερα καὶ μετὰ τοῦ μείζονος ἔστω τὸ δεύτερον.

[6] ταῦτα, εἰ μὲν ἐξαπατώμεθα, βλάβην οὐκ ἂν ἐνέγκαι γεγραμμένα· ὄντων δὲ τῶν ἠγγελμένων ἀληθῶν ἴσως ἂν ὄνησιν ἐνέγκαι. Διόδοτος δὲ ὁ χρηστὸς ἐρεῖ πλείω τῶν γεγραμμένων· καὶ γὰρ ἐγὼ πρὸς αὐτὸν μακρότερα ὧν ἐπέσταλκα διῆλθον.

[1430]

Θεμιστίῳ.

[1]    Ἔλαβόν σου τὸν λόγον, καλὸν ὑπὲρ ἀνδρὸς καλοῦ, συγχωρήσεις δὲ καλὸν εἶναι τὸν κοσμηθέντα τῷ λόγῳ. καὶ γὰρ εἰ τέθνηκεν, ἀλλ' ἥ γε Ἀλήθεια ζῇ πολλῶν ψευδομένων στομάτων ἰσχυροτέρα.

[2] λαβὼν δὲ καὶ προσελόμενος Κέλσον εἰς τὴν τοῦ λόγου κρίσιν ἀνέγνων ἔτι ζῶντος τοῦ ἐπαινουμένου πηδῶν ἐφ' ἑκάστῳ, ταὐτὰ δὲ ἡμῖν καὶ τὸν Κέλσον κατεῖχε, θεώμενος δὲ τὴν ἐφ' ἑκάστῳ τέχνην καὶ τὸ καινὸν τῆς εὑρέσεως καὶ τὸ τρίπωλον ἅρμα δαιμόνων τὸ καλλιζυγὲς καὶ τὰς ἀνάγκας αἷς ἐδέθησαν καὶ τὰς τῶν ἐγκωμίων εἰσόδους καὶ τῆς λέξεως τὴν χάριν ἕτοιμος ἦν βιβλίον ὑπὲρ τοῦ βιβλίου ποιεῖν· τοσαῦτα ἐπέρρει τῆς τε ἀναγνώσεως χωρούσης καὶ ἀπιόντων ἤδη καὶ μάλιστά γε δὴ τῆς νυκτός· οὐ γὰρ εἴα καθεύδειν ὁ λόγος ἐνδιαιτώμενος τῇ ψυχῇ.

[3] μέλλοντος δέ μου τῆς γραφῆς ἅπτεσθαι φερόμενος ὁ τῆς σφαγῆς λόγος ἐνέπεσεν εἰς τὴν πόλιν, καὶ πάντα διεσκέδαστο καὶ ἓν ἠπιστάμην μόνον, δακρύειν. ὃ καὶ νῦν εὑρὼν ποιοῦντά με Κλέαρχος ἐπετίμησε μέν, οὐ μὴν ἔπαυσεν· οὐδὲ γὰρ οὐδ' ἐγὼ τοὺς χαίροντας.

[4] μὴ τοίνυν θαύμαζε σιγῶντος· οὐ γὰρ τῶν πενθούντων τὸ λέγειν οὐδὲ τὸ γράφειν. τῆς λύπης δὲ εἰ μὲν ὁ χρόνος ἀπαλλαγὴν οἴσει, θεὸς οἶδε. σὺ δ' εἰ πρεσβεύων ἀφῖξο, τάχ' ἂν ἤρκεσας τῇ σαυτοῦ σοφίᾳ τὴν ἐμὴν ψυχὴν ἰώμενος, ἀλλ', οἶμαι, ἔφυγες ἄνδρα ἀτυχοῦντα.

[5] καὶ περὶ Κλεάρχου μὲν ὡς ἐρῶντος γράφεις καὶ φῂς αὐτῷ πρὸ τῆς πρεσβείας εἶναι τοὐμόν· σὺ δ' οὔθ' ὡς ἐρῶν οὔθ' ὡς ἐρασθείς ποτε ἦλθες. καίτοι τὴν βουλὴν ἀμήχανον τὴν σὴν ὑπερβῆναι πειθώ, δι' ἣν πλείω γεωργεῖ καὶ γεγένηται μείζων, ἀλλ', οἶμαι, ἐξωμόσω· χρῆν γάρ με καὶ ταύτῃ κακῶς παθεῖν.

[1431]

Σκυλακίῳ.

[1]    Οἶμαι καὶ σὲ πεπλῆχθαι τὴν ψυχήν, ὥσπερ ἡμεῖς· τῶν τε γὰρ αὐτῶν ἐτυγχάνομεν ἐρῶντες καὶ τῶν αὐτῶν ἐστερήμεθα, ἀνδρὸς ἑταίρου τε καὶ φίλου. εἰ δὲ βασιλέα προσεῖπον ἑταῖρον, δεινὸν οὐδέν· αὐτὸς γὰρ ἡμᾶς οὕτω κέκληκε φθάσας καὶ τὸν ἐκείνου βεβαιοῦμεν ἐν τῷ ὀνόματι νόμον.

[2] πάντων δὲ ὄντων μοι τῶν τότε ἡδονῆς ἀξίων μέγιστον ἦν ἡ σὴ φιλία γενομένη τε ὁμοῦ καὶ εἰς ἀκμὴν ἐλθοῦσα, πρότερον οὐκ οἶδ' ὅπως οὐκ ἐθελήσασα γενέσθαι, πλὴν εἰ τοῦτο εἴποις, ὅτι μοι τὸν χρόνον ἐκεῖνον ὑπερβολὰς ἀγαθῶν ἐνεγκεῖν ἔδει.

[3] ἀναμιμνήσκου γάρ, ὅσα τε ἐσπουδάσαμεν ὅσα τε ἐπαίσαμεν ἐμμελῶς τούς τι οἰομένους εἶναι καταλύοντες ἐλέγχοις καὶ ποθοῦντες ἑσπέραν καὶ θέοντες ἐπὶ τὴν συνουσίαν, ἐν ᾗ βραχέα μὲν ἔλεγον, πλείω δὲ ἤκουον. ἔρρεον δὲ ἐκ τοῦ σοῦ στόματος οἱ λόγοι τῶν τοῦ Νέστορος οὐ χείρους, οὓς ὁ δεξάμενος εἰς φρόνησιν ἐπιδοὺς ἀπῄει.

[4] διὰ δὴ ταῦτα πάντα, ὥσπερ αὐτὸς ἐκεῖνος ὁ Πύλιος, τὴν ἀκμὴν ποθῶ τῶν χρόνων ἐκείνων. ἀλλ' οὔπως ἅμα πάντα. εἰ τότε εὐτύχουν, νῦν αὖτέ με γῆρας ἱκάνει, λύπης ἔργον μᾶλλον ἢ πλήθους ἐτῶν.

[5] παραμυθήσομαι δ' οὖν ἐμαυτὸν οἷς τε ἐπιστέλλω πρὸς σὲ τοῖς τε ἥξουσι παρὰ σοῦ. πρώτην δὲ Ἕλληνι δι' ἀνδρὸς Ἕλληνος πέμπων ἐπιστολὴν ἴσως οὐκ ἀδικῶ, τῷ δὲ οὐχ Ἕλληνι μόνον, ἀλλὰ καὶ χρηστῷ συμβέβηκεν εἶναι. προσερεῖ δέ τις αὐτὸν καὶ εὐδαίμονα, τῆς σῆς εἰ τύχοι προνοίας.

[6] τεύξεται δὲ καὶ διὰ τὸν τρόπον καὶ τοῦ γένους ἕνεκα καὶ τῶν γραμμάτων καὶ τῆς γε αἰτίας καθ' ἣν ἥκει. νόμους γὰρ ἐκ Φοινίκης κτησάμενος εἰς τὴν Ἑλλάδα κομίσαι βούλεται τοῖς ἀδικουμένοις λιμένα. [1432] [t]

Ἐλπιδίῳ.

[1]    Φίλου σοι παῖς Ὀλύμπιος οὗτος Ἀστερίου τοῦ σώφρονός τε καὶ τῆς περὶ τοὺς θεοὺς ἐπιμελείας οὐ παρέργως ἁψαμένου. ἔστι δὲ κατὰ τὴν παροιμίαν ἀκριβῶς τοῦ πατρὸς υἱός. ἐφ' οἷς γὰρ ἐκεῖνον ἐπαινούμενον οἶδεν, ἀσκεῖ. μιμεῖται δὲ κἀν τούτῳ τὸν πατέρα φιλῶν τε σὲ καὶ φιλοῦντος τυγχάνειν ἐπιθυμῶν.

[2] ἐπεὶ οὖν οὗ κύριός ἐστι πληροῖ καὶ φιλεῖ, μηδὲ τῶν σῶν ἀποστερείσθω, ἀλλ' αὐτός τε γνώτω καὶ οἱ κοινωνοὶ τῆς πρεσβείας ὅτι αὐτὸν ὤνησε καὶ ὁ τρόπος καὶ ὁ πατὴρ καὶ τὰ γράμματα.

[1433]

Τῷ αὐτῷ.

[1]    Σάλβιος δὲ οὑτοσὶ νῦν, εἰ καὶ μὴ πρότερον, γενέσθω σοι φίλος, ἀνὴρ πολλὰ μὲν οὐκ εἰδὼς λέγειν, ὅ τι δὲ φθέγξαιτο, φθεγγόμενος μετὰ νοῦ, μισεῖν ‹δὲ› εἰδὼς οὐχ ἧττον ἢ φιλεῖν· πολεμῶν γὰρ τοῖς κακοῖς μετὰ τῶν ἀγαθῶν ἵσταται.

[2] τὸ κρατεῖν δὲ αὐτῷ τὰ βεβιωμένα δίδωσιν εὐποροῦντι μὲν ἀπὸ γῆς καὶ τῶν ἄλλων προσόδων, ὅσαι καλαί, σωφροσύνην δὲ ἐξ ἀρχῆς τετιμηκότι καὶ διατηρήσαντι τὸν νόμον. οὔκουν ἐν ταῖς μάχαις ἐστὶν ὅτῳ ἂν τρωθῇ, ἀλλ' ἔχων ἀφεῖναι βέλη παρ' ἄλλου βέλος οὐ δέδοικεν.

[3] ἠγώνισται δὲ αὐτῷ πολλὰ μὲν ὑπὲρ Ὀλυμπίου καὶ τῶν ἐκείνῳ συμφερόντων, πλείω δὲ ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν πραγμάτων. οἶμαι δὲ αὐτὸν καὶ παρ' ὑμῖν ὑπὲρ τῶν αὐτῶν ἀγωνιεῖσθαι πάλιν πρὸς τοὺς ἀντ' εὐεργεσίης Ἀγαμέμνονα δήσαντας Ἀχαιούς.

[4] δεόμεθα δή σου τοῦ Αἴαντος μεταδοῦναί τε αὐτῷ τῆς ἀσπίδος καὶ βοηθῆσαι τὰ εἰκότα. πάντως δὲ πολλῶν πολέμων ἔμπειρος εἶ κατὰ τὸν Ζευξιδάμου καὶ ἔχοις ἂν ὥσπερ ὁ Ἕκτωρ λέγειν· οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερά.

[1434]

Φιλαγρίῳ.

[1]    Ὅτι μὲν ἀπεσώθης, καλῶς ποιεῖς· ἔδει μέντοι σε τὸ τῶν χαιρόντων δρῶντα τοῖς φίλοις ἐπιστέλλειν διδάσκοντα, ἡλίκον διέφυγες κλύδωνα.

[2] ἀλλ', οἶμαι, καταφρονεῖς ἡμῶν ἅτε τὸν πόλεμον ἐν γράμμασιν ἔχων εἰδὼς ὅτι σου δεῖσθαι δεήσει τοὺς σοφιστάς, οἷς ἔρως εἰπεῖν τι περὶ τῶν πεπραγμένων. ἀκούω γάρ σε τὸ ἀεὶ γινόμενον γραφόμενον σκέπτεσθαι χωρίων τε φύσεις καὶ μέτρα πόλεων καὶ ὕψος φρουρίων καὶ ποταμῶν πλάτος καὶ ὅσα δρᾶσαί τε καὶ παθεῖν συνέβη.

[3] ἀλλ' εἰ μὲν ἡμῖν χαριζόμενος τοῦτο ἐποίεις, τῆς αὐτῆς ἦν δήπου γνώμης καὶ τὸ ἐπιστεῖλαι· εἰ δὲ σαυτῷ καὶ τοῖς συστρατευσαμένοις, ἡμᾶς γ' ἐχρῆν ἐξ ἐπιστολῆς εὐφρᾶναι.

[4] ἃ μέντοι φρονῶ περὶ τῶν γεγραμμένων, σοὶ φράσω. οὐ μᾶλλον ἐγὼ σοῦ δεήσομαι ἀναγινώσκειν ἢ ἐμοῦ σὺ τὰ ὦτά με παρασχεῖν. σὺ μὲν γὰρ ἐμὲ διδάξεις ἔργα γυμνά, ἐγὼ δὲ αὐτὰ τοῖς ἐκ τῶν λόγων ἐσθήμασιν ἀμφιέσω. βούλοιο δ' ἂν κοσμηθῆναι τὰς πράξεις, ὥσπερ ἐγὼ μὴ ἀγνοῆσαι τὰ ἔργα.

[5] ἀλλ' ἐν μὲν ἐκείνοις τὸ μὲν δώσεις, τὸ δὲ κερδανεῖς· ἕως δ' ἂν ἀπῇς, χαρίζου δι' ὧν ἔξεστι τοῖς ἀποῦσιν, ἄλλως θ' ὅτε σοι καὶ βέλτιον μηνύειν ἔνι βασιλέως περὶ πάντα τε ἀρετὴν καὶ πρὸς σέ τινα χρηστότητα. θαυμαστὸν δὲ οὐδὲν διακόνῳ βελτίστῳ τὸν οὐκ ἂν πονηροῖς χρησάμενον χαίρειν.

[6] τοῦ τε οὖν γράφειν ἔχου καὶ Σάλβιον ὄντα μου φίλον καὶ σαυτοῦ νόμιζε· ὃς ἐνοχλήσει μέν σε οὐδέν, ἐπίσταται δὲ μεμνῆσθαι χάριτος.

[1435]

Καισαρίῳ.

[1]    Ἀλλὰ καὶ τοῦτον μέντοι σαυτοῦ νόμισον τὸν ἆθλον καὶ μὴ δυσχέραινε τὸ τῆς διακονίας εἶδος ἐνθυμούμενος ὅτι καὶ τῶν ἵππων μάλιστα ἐπαινοῦμεν τὸν νῦν μὲν ὑπὸ ζυγόν, πάλιν δὲ σειραῖον τὸ αὑτοῦ καλῶς πληροῦντα.

[2] ἀλλ' οὐδ' ὁ νησιώτης ἐκεῖνος, ὁ τῶν Κεφαλλήνων ἡγεμών, μόνον ἠπίστατο πολλὰ τοξεύειν καὶ ὁπλιτεύειν, ἀλλὰ καὶ κυβερνᾶν, καὶ τέκτων δὲ ἦν καὶ παλαιστὴς καὶ ὅλως ἁνὴρ ἔγεμε τεχνῶν.

[3] γίγνου δὴ καὶ αὐτὸς ἡμῖν τῶν ἐκ τοῦ πολλοῖς ἀρκεῖν ἔργοις θαυμαζομένων. αἱ μὲν γὰρ ἀρχαὶ διὰ πάσης ᾄδονται γῆς καὶ οὐδεὶς οὕτως ἄτοπος ὥστε μὴ ταὐτὰ ψηφίζεσθαι. τὸ παρὸν δὲ οὐκ ἂν οἴονταί τινες πραχθῆναι καλῶς ὡς οὐδαμῆ μελετηθέν.

[4]

ἐγὼ δὲ πιστεύω καὶ τὸ τοῦ Θεμιστοκλέους ἐν σοὶ φανεῖσθαι καὶ δείξειν φύσεως ἰσχύν. δεῖ δή σε νῦν, εἴπερ ποτέ, ἐγρηγορέναι καὶ σκοπεῖν, ὅπως ὁ κεκληκὼς εὖ βεβουλεῦσθαι δόξει. ὀφείλεις δὲ ταύτην τῷ τετιμηκότι τὴν χάριν, ὅπερ ἐνομίσθης καὶ φαίνεσθαι. ἔδοξας δὲ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ τὸ νῦν οὐκ ἂν χεῖρον τῶν πρόσθεν μεταχειρίσαι.

[5]

ἐννόει δή μοι τοὺς Πλαταιέας ἐκείνους τοὺς οὐ ναυτιάσαντας ἐν τῇ ναυμαχίᾳ καὶ ταῦτα ἐξ ἠπείρου μέσης εἰς κώπην τε καὶ τριήρεις ἥκοντας. ἐπειδὴ γὰρ ἀνάγκη τοὺς μὲν ἐπαινεῖν τὴν γνώμην, ἔστι δὲ οὓς οὐχ οὕτως ἔχειν, τῇ τῶν ἔργων μαρτυρίᾳ τοῖς μὲν ἡσθῆναι δίδου, τοὺς δὲ μετάπεισον, ὥστε πανταχόθεν εὐδοκιμεῖν ὑπάρχειν τῷ βασιλεῖ.

[6] ταῦτα εἶπον οὐκ ἀργὸν κινῶν, ἀλλ' ὡρμημένον κρείττω ποιῶν. σὺ δ' ἀντεπιστέλλων μὲν χαριῇ, μὴ δυνάμενος δὲ οὐ λυπήσεις. ἴσμεν γὰρ ἐπὶ τὸν τῶν πραττομένων ὄχλον τὴν αἰτίαν μεταφέρειν. [1436] [t]

Φουρτουνατιανῷ.

[1]    Ἡγούμενος Στρατήγιος οὐ χείρω τῆς οἰκείας τὴν ξένην ἕξειν, εἰ τῆς σῆς αὑτῷ γένοιτο βοηθείας ἀπολαύειν, ἐκέλευέ με γράφειν. ἐγὼ δὲ τίς μὲν οὗτος τὸν τρόπον καὶ ἐν ὅτῳ σχήματι καὶ τίνων ἠξίωται παρ' ἡμῖν, οὐκ ἂν λέγοιμι, τὸν γὰρ εἰδότα διδάσκοιμ' ἄν· δέομαι δέ σου φοιτῶντά τε αὐτὸν ὡς σὲ δέχεσθαι ὡς προθυμότατα καὶ βουλευομένῳ συμβουλεύειν κἂν ἀντιπέσῃ τι, παραμυθεῖσθαι, κἂν εὐτυχεῖν συμβῇ, συγχαίρειν.

[2] οἱ μὲν γὰρ ἄλλοι ταῖς παρ' ἄλλων ἐλπίσι θαρροῦσιν· ὁ δ' εἰς σὲ βλέπων ἀφῖκται νομίζων ἐκείνοις μὲν δεήσειν ἴσως κολακείας, αὑτῷ δ' ἔσεσθαι μετ' ἐλευθερίας εὖ παθεῖν.

[3] ἔργα δὲ αὐτῷ τῆς πρεσβείας δύο, στεφανῶσαί τε τὴν θείαν κεφαλὴν καὶ τὸν ἀποκναίοντα μακρολογίᾳ τοὺς ἀκούοντας ταράξαι τε, εἴ τι δύναιτο, ἐν τοῖς λόγοις καὶ τὰ ἄλλα πλῆξαι.

[4] οἶσθα δὲ ὅτι σοί τε καὶ ἐμοὶ δίκας ὁ δυσσεβὴς ἐκεῖνος ὀφείλει· φαίην δ' ἂν ὅτι καὶ τῇ πόλει καὶ πᾶσιν ἀνθρώποις. ὃν εἰκὸς οὐδὲ νῦν ἡσυχάσειν. ἔχει δέ, ὡς οἴεται, μάχαιραν τὸν ἐπιστήμονα τῶν πονηρῶν φαρμάκων καὶ οὐκ αἰσχύνεται διὰ τῶν αὑτοῦ ταπεινοτέρων ἀξιῶν δύνασθαι, καὶ ταῦτα ἀεὶ τῷ μὴ δεῖσθαι προστάτου σεμνυνόμενος.

[5] ἀλλ' ἢν σύ τε σαυτὸν ἐπεγείρῃς καὶ πεισθῇ Στρατήγιος ὡς οὐκ ἄνευ τῆς Ἀθηνᾶς μαχεῖται, τάχα γνωσθεὶς ὅστις ἐστὶν ἐπάνεισιν.

[1437]

Κλαυδιανῷ.

[1]    Ἀλλ', εἰ δεῖ δόξαι τὴν μίαν ταύτην ἐπιστολὴν τρεῖς εἶναι, δοκείτω, καὶ τὸ τοῦ Γηρυόνος δεδόσθω τοῖς γράμμασι. καὶ διάκονος κατηγορείσθω μηδεὶς οὔτε λαβὼν οὔτε δούς. σὺ δ' αἰσχυνθεὶς ἀπολογήσασθαι δι' ὧν ἐγὼ μέλλω τὴν τῶν πολλῶν ἦλθες καὶ περιάπτεις διακόνοις αἰτίας διακόνους τινὰς, ἀναπλάσας πονηρούς.

[2] ἐγὼ δὲ τί λέγω; καὶ τίς ἡ τῆς γραφῆς λύσις; πολλαὶ πολλαχόθεν ἀσχολίαι πρὸς ταῖς ἀπὸ τῆς τέχνης ἕλκει πρὸς ἑαυτὴν ἑκάστη, πολῖται, ξένοι, συγγενῶν πλῆθος. καὶ δεῖ τοῖς μὲν ὑπακούειν, τοῖς δὲ ἄρχουσι παρακαθῆσθαι καιρὸν ἀναμένοντας, ἐν ᾧ καὶ δύναιτ' ἄν τις πεῖσαι περὶ ὧν εἰσῆλθεν.

[3] εἶθ' ὑπὸ τούτων περικλυζόμενοι ζητεῖν οὐκ ἐώμεθα, τίς ἐπὶ Θρᾴκης βαδίζει καὶ τίς ὄψεται Κλαυδιανόν, ἀλλ' οὔπω τῶν προτέρων τέλος ἐχόντων ἑτέρων φροντίδων ἐπεισέρχονται πόνοι.

[4] ταῦτ' ἐν ἐπιστολαῖς οὐκ ἐᾷ διατρίβειν. οὐ μὴν ὥσπερ κεκωλύμεθα γράφειν, οὕτω καὶ μεμνῆσθαι τῶν φίλων, ἀλλὰ καὶ πᾶσα ἀνάγκη μεμνῆσθαι Κλαυδιανοῦ. ὅταν γὰρ ὑπὸ τῶν φασκόντων φιλεῖν ἀδικώμεθα, πολὺ δὲ τοῦτο τῇδε, τῶν ἀληθινῶν εἰς μνήμην ἐρχόμεθα φίλων, ὥσθ' ἡμῖν τὴν ψυχὴν ἀναγκαίως εἰς Θρᾴκην καὶ τὰ τῆς Θρᾴκης βλέπειν καλά.

[5] τούτοις ἔδει καὶ τὴν σὴν ἀπολογίαν ἐοικέναι. πάντως δέ εἰσι μέν σοι πολῖται καὶ συγγενεῖς, εἰσὶ δέ σοι παρὰ τοῖς ἄρχουσι τιμαί· τίκτειν δὲ εἰώθασιν αἱ τιμαὶ τοὺς ἐνοχλοῦντας.

[1438]

Παλλαδίῳ.

[1]    Καλῶς ἐποίησας Πινδάρῳ πεισθεὶς καὶ πρόσωπον τηλαυγὲς τῇ ἀρχῇ θέμενος. βεβόηται γάρ, μεθ' οἵων ἔργων ἥψω τῶν ὅρων. ἃ εἰ μὲν πρὸς ἄλλον ἐπέστελλον περὶ σοῦ, διηγούμην ἄν· σοὶ δὲ τί ἄν τις ἃ οἶσθα καὶ πεποίηκας λέγοι; σκόπει οὖν, ὅπως ἀεὶ τὰ δεύτερα ἔσται βελτίω. τοιοῦτοι γὰρ καὶ οἱ τῶν δρομέων ἀγαθοί.

[2] τουτὶ μὲν οὖν ἔσται τοιοῦτον, ὑπισχνεῖται γὰρ ἥ τε παίδευσις ἣν ἐπαιδεύθης ἥ τε τῆς δικαιοσύνης ἄσκησις ἅ τε ἐπεδείξατο περὶ Καππαδόκας ὁ ἀδελφός· εἰ γὰρ ἀνεψιὸς ἀνεψιὸν ἐμιμήσατο, Θησεὺς Ἡρακλέα, τὸ γένος αἰδούμενος, πῶς οὐ μᾶλλόν γε ἀδελφὸς ἀδελφόν;

[3]

Διονύσιον δὲ ζητήσας εὐθὺς ἐμὲ μὲν ἐτίμησας, ἐκεῖνον δὲ ὤνησας. καὶ γὰρ εἰ μὴ παραχρῆμα ὑπήκουσεν, ἀλλ' οἵ γε ἀκούσαντες ὅτι ζητοῖτο τοῦ τε βλάπτειν αὐτόν, ὡς εἰκός, ἀπέσχοντο καί τι καὶ εὖ πεποιήκασιν.

[4] ἴσως δὲ ἐγὼ μὲν ὡς οὔπω πεφηνότος γράφω, ὁ δὲ σοὶ καὶ παρέστηκε καὶ ἀγορεύει καὶ γέγονε μέγας· εἰ δ' οὖν ἔτι γεωργεῖ καὶ φεύγει τὰς ἀγοράς, καλείσθω μέν, ὥσπερ οἱ κακοῦργοι, γράμμασι, φανεὶς δὲ ὧν τὸν χρηστὸν εἰκὸς τυγχανέτω.

[1439]

Μαξίμῳ.

[1]    Οἱ πρέσβεις οἱ παρ' ὑμῶν χρυσοῦν μὲν στέφανον κεκομίκασι τῷ βασιλεῖ, σοὶ δὲ τὸν ἀπὸ τῶν ἐπαίνων ἀπόντι περιέθηκαν, οὓς πολλοὺς μὲν παρὰ τοῖς πολλοῖς, πλείους δὲ παρὰ τοῖς ἐν τέλει, πλείστους δὲ διεξῆλθον παρ' αὐτῷ τῷ βασιλεῖ.

[2] πόνου δὲ οὐδὲν ἔδει πρὸς τὸ πιστευθῆναι, καλὸν γὰρ οὐδὲν κατὰ σοῦ λεγόμενον ἀπιστεῖται· τοιαῦτά σου τὰ ἔργα ἀπὸ γραμμῆς εὐθὺς δι' ὁμοίας ἀρετῆς προϊόντα.

[3] ἐμὲ δὲ παρακαλέσας τε καὶ οὐ παρακαλέσας ὀρθῶς ἐποίησας· τὸ μὲν γὰρ ἔπρεπε σοί, τὸ δὲ ἐμοί.

[4] πᾶσα μέντοι βοήθεια συκίνη, φασίν. οὐδὲ γὰρ δακρύοντες οἱ πρέσβεις καὶ προκυλινδούμενοι, καίτοι ταῦτα μέγιστα εἰς πειθὼ καὶ μείζω γε τῶν παρὰ τοῦ δεῖνος ῥημάτων, οἷοί τε ἐγένοντο μεταθεῖναι περὶ ὧν ἐδέοντο· οὕτω πανταχοῦ τὸ τῆς ἐξετάσεως τετίμηται. γνώσῃ δ' αὐτίκα.

[1440]

Εὐαγόρᾳ.

[1]    Καὶ τοῖς γράμμασιν εὔφρανας καὶ δι' οὗ τὰ γράμματα ἔπεμψας, χρηστοῦ τε καὶ ἀνδρείου καὶ φιλεῖν εἰδότος καὶ λέγειν καὶ πράττειν. ἐγὼ δὲ αὐτὸν οὐκ ἠρόμην, εἰ κρατοῖς, ἀλλ' εὖ τοῦτο ἔφην εἰδέναι, ὅτι κρατοῖς· μεθ' ὧν γὰρ ἡ Ἀθηνᾶ, τούτων εἶναι δεῖ τὸ νικᾶν.

[2] ἔχου δὴ τῆς θεοῦ καὶ ἀγωνίζου, καὶ τὸ Ἴλιον αἱρήσεις.

[1441]

Ὑπερεχίῳ.

[1]    Οὐδέν σε δεῖ νῦν ἀθυμεῖν, ὅτι μή σοι τὸν Μίδου, τοῦ ὑμετέρου προγόνου, δέδωκεν ἡ Τύχη χρυσόν, ὥστ' ἐξεῖναι, ὅ τι ἂν ἐθέλῃς, ὠνεῖσθαι πολλὴν τῶν μικρῶν ἐξ ἀφθόνων διδόντα τιμήν. οὐ γὰρ τῶν πρίασθαι δυναμένων τὸ ἄρχειν, ἀλλὰ τῶν δυναμένων ἄρχειν τὸ τῶν πόλεων ἐπιστατεῖν.

[2] εἰ μὲν οὖν μηδέν σοι συνῄδειν χρηστόν, ἤλγουν ἂν ὡς οὐκ ὂν τῷ τοιούτῳ πρὸς τὰ τοιαῦτα παρελθεῖν· νῦν δέ ‑ νοῦς γὰρ ἔστι σοι καὶ γλῶττα ἀγαθὴ καὶ οὐκ ἂν εἰς πλῆθος πραγμάτων ἐμπεσὼν θορυβοῖο ‑ πολλὰς ἐλπίδας ἔχω τάξεώς σέ τινος καὶ σχήματος ἐπιβήσεσθαι.

[3] δεῖ δὲ μὴ τὰ μέγιστα εὐθὺς ζητεῖν μηδ' ἐν πίθῳ τὴν κεραμείαν, φασίν, ἀλλὰ κἂν μικρὰ διδῷ τις, δέχεσθαι μεθ' ἡδονῆς νομίζοντα ἀφορμὴν ἔσεσθαι τοῖς μεγάλοις τὰ μικρά. ἡ γὰρ ἐν ταῖς ἐλάττοσι τῶν τεχνῶν ἐπίδειξις ταχέως ἀνέῳξε τὰς τῶν λαμπροτέρων θύρας.

[4] ὑπὲρ δὲ τούτων λόγοι τέ μοι γεγένηνται πρὸς τὸν ἄριστον Καισάριον καὶ γράμματα πρὸς τὸν αὐτὸν φέρεται. ἃ σὺ δὴ λαβὼν αἰδοῦ καὶ πειρῶ φαίνεσθαι φρόνησιν ἔχων, ἡνίκα ἄν σε δοκιμάζῃ. δεινὸς δὲ ἁνὴρ ἐξ ὄνυχος τὸν λέοντα.

[5] ἐγὼ μὲν οὖν ὁ αὐτός εἰμι φησὶ Περικλῆς· σὺ δ' οὐ παύσῃ μεταβολὴν ὑφορώμενος; [1442] [t]

Λεοντίῳ.

[1]    Βάσσος οὑτοσὶ κηδεστής ‹του› ἑταίρων ἐμῶν, Θαλάσσιος δὲ ἄλλως μοι φίλος, ἄμφω δὲ χρηστὼ καὶ προνοίας ἀξίω. σὺ μὲν οὖν αὐτοὺς ἀπαίτει τὰ ἔργα καὶ οὐκ ἀργοὺς εὑρήσεις· ἐγὼ δέ σε εὔνοιαν τὴν πρὸς αὐτοὺς ἀπαιτῶ καὶ ἴσως οὐκ ἀτυχήσω.

[2] τούτοις μὲν οὖν δέδοκται πάντα εἴκειν καὶ πρὸς σὲ βλέπειν καὶ τοῖς σοῖς ἀκολουθεῖν νεύμασι· δοξάτω δὲ καὶ σοὶ λευκὰς αὐτοῖν ἡμέρας ποιεῖν, μᾶλλον δέ, πάντα τὸν ἐνιαυτὸν ἔγκαρπον, ὅπως μὴ μόνον πονήσαντες, ἀλλά τι καὶ φέροντες τοῖς παιδίοις φανῶσι.

[1443]

Καισαρίῳ.

[1]    Αἰσθόμενός σε τοῖς παρ' ἐμοῦ γράμμασιν ἡδόμενον καὶ διὰ τοῦτο τὰ πολλὰ ὀλίγα ἡγούμενον ὥρμησα μὲν καὶ πρὸς παρόντα γράφειν, ὅπως σε ἡδίω ποιοίην· ὁρῶν δὲ πολλαχόθεν μὲν ἐρχομένας παρὰ τῶν φίλων ἐπιστολάς, ἐκκρουομένας δὲ τῷ πλήθει τῶν πραγμάτων καὶ χρόνον αὐταῖς εἰς ἀνάγνωσιν οὐκ ὄντα καλῶς ἔχειν ᾠήθην μὴ προστιθέναι τῷ φορτίῳ μηδὲ γλαῦκα Ἀθηναίοις.

[2] ἀλλὰ νῦν οὐκ ἐνῆν μοι μὴ γράφειν ἢ πᾶσα ἦν ἀνάγκη προδιδόναι φίλον. ὑπὲρ οὗ πολλά σοι διαλεχθεὶς μικρὰ ἐπιστέλλω νῦν, ὡς ἂν μὴ καταβοῷεν οἱ περιεστηκότες, ἡνίκα ἂν λαμβάνῃς τὴν ἐπιστολήν, ὃ ἐγὼ πεποίηκα πολλάκις ἑσπέρας.

[3] Ὑπερέχιος οὑτοσὶ καὶ γένους ἕνεκα καὶ τοῦ πρὸς λόγους εὖ πεφυκέναι καὶ βίου σώφρονος καὶ τοῦ τὰ γέροντος ἐν νεότητι μιμεῖσθαι σπουδῆς τε καὶ φίλτρου παρ' ἡμῶν ἔτυχε πλείονος ἢ κατὰ φοιτητήν. καὶ συνέβη δὴ πολλὰ μὲν ἡμᾶς ὑπὸ τῶν τοῦδε γονέων θεραπευθῆναι, πολλὰ δὲ παρὰ τῆς ἡμετέρας οἰκίας εἰς αὐτοὺς πεπονῆσθαι, καὶ ὅλως τὰ συγγενῶν εἰς ἀλλήλους ἐπιδεδείγμεθα.

[4] χαίρω δὲ νικῶν αὐτοὺς εὖ ποιῶν καὶ χρόνον οὐδένα διαλείπων νῦν οἶμαι τὰ μέγιστα εὐεργετήσειν, ἢν σὺ βουληθῇς. ἔστι γὰρ ἐπιτήδειος ἁνὴρ πράγμασι χρῆσθαι· νοῦς τε γὰρ ἔνεστι καὶ ἡ γλῶττα θεῖ καὶ πλοῦτος πατρῷος καὶ τὸ μὴ κερδαίνειν κακῶς ἐκ παιδὸς μεμελέτηται.

[5] τὸν δὴ τοιοῦτον οὐκ ἂν βουλοίμην ἵππους καὶ κύνας ἐπελαύνειν θηρίοις οὐδ' ἄχρι τοῦ λαγὼν κομίζειν εὐφραίνειν τὴν μητέρα, ἀλλ' ἐκ μειζόνων ἐμέ τε κοσμεῖν καὶ τὴν αὑτοῦ πατρίδα καὶ τὸν ἐπιστήσαντα τοῖς κοινοῖς πράγμασι σέ.

[6] ἐνθυμοῦ δὲ ὅτι τοὺς μὲν ἄρξαντας αὖθις εἰς ἀρχὰς ἄγων τοῖς πρώτοις δοῦσιν ἀρχὰς περιάπτεις εὔκλειαν ὡς καλῶς ἰδοῦσιν, οἷς δοῦναι χρή, πώλους δὲ αὐτὸς εἰς ἅρμα τε καὶ ἱππόδρομον ἕλκων τὰ σὰ δώσεις καθαρῶς ᾄδεσθαι.

[7] δείκνυ δὴ τὸν Ὑπερέχιον ἐν ἄθλοις καὶ δίδου χάριν, ἐφ' ᾗ νῦν μὲν αὐτὸς ἡσθήσομαι, τῶν ἔργων δὲ πραττομένων καὶ σύ. καὶ μὴ δείσῃς ὡς τὸ τῶν πρώτων τυχεῖν πείσει καὶ περὶ δευτέρων ἐνοχλεῖν. ἐν γὰρ τῷ χάριν εἰδέναι διατρίψομεν ἀφέντες τὰ λοιπὰ τῇ Τύχῃ.

[1444]

Τῷ αὐτῷ.

[1]    Ἀλβάνιος, ᾧ βοηθεῖν βούλεται τὰ γράμματα, Ἀγησιλάου μὲν παῖς, ἀδελφὸς δὲ Στρατηγίου τοῦ μετὰ Βοσπορίου δεῦρο πεπρεσβευκότος, μαθητὴς δὲ ἀκριβῶς ἐμὸς οὔτε παρ' ἄλλου πρὸς ἡμετέραν ἐλθὼν συνουσίαν οὔτε μεθ' ἡμᾶς ἄλλῳ χρησάμενος.

[2]

καὶ εἰ μὴ κλάουσα καὶ δεομένη μήτηρ πρὶν ἢ καιρὸν εἶναι τῶν πόνων τόνδε ἀπήγαγε, νῦν ἂν ἔπραττεν ὅπερ ἐγώ. ἀλλὰ τοῦ μὲν ἀφειλκύσθη, πολιτεύεται δὲ μετ' ἀνδρίας καὶ δικαιοσύνης οὔτε πτήσσων οὔτε ἁρπάζων.

[3] τοῦτον ἐγὼ βουλοίμην ἄν, ἡνίκα ἂν φαίνηται, τυγχάνειν τινὸς ἐπιεικοῦς ῥήματος, ὃ τῇ μὲν σῇ πρέπει φύσει, τῷ δὲ ἔσται μεῖζον τῆς ἐν Ἄργει, φασίν, ἀσπίδος καὶ ἅμα παράκλησις εἰς τὸ βελτίω γενέσθαι. οἱ γὰρ τοιοῦτοι παρὰ τῶν τοιούτων πρὸς τοὺς τηλικούτους λόγοι κινοῦσι ψυχὰς νέων εἰς ἔργα ἐπαίνων ἄξια.

[1445]

Ὀλυμπίῳ.

[1]    Ὁ πρὸς σὲ τὰ γράμματα παρ' ἐμοῦ φέρων πρὸς ἐμὲ στρατιώτην ἤγαγεν, ὃν ἀγρῶν τε ἔφασκεν ἐπιμελεῖσθαί σοι καὶ βοηθείας ἄξιον εἶναι καὶ εἶναι σὲ τὸν ταῦτα βουλόμενον.

[2] ἐγὼ δ' εὐθύς τε ὑπήκουσα καὶ τοῖς λυποῦσι διελέχθην καὶ μηκέτι λυπεῖν ἔπεισα, καὶ τἄλλα δὲ συλλήψομαι τῷ στρατιώτῃ τοὺς τὰ σὰ θεραπεύοντας ἡγούμενος τἀμὰ βελτίω ποιεῖν.

[1446]

Δατιανῷ.

[1]    Οὐκ Ἐνδυμίωνες ἐγενόμεθα τὴν νύκτα ἐκείνην, ἐν ᾗ τὸν καλὸν βασιλέα ἡμῖν διώκων ἀπῆρας· εἰ γὰρ δὴ καὶ πρότερον Ἐνδυμίωνες ἦμεν, τότ' ἂν πάντως ἀπεωσάμεθα τὸν ὕπνον. ἀλλ' ἄκουσον παιδιὰν Τύχης ἤ, εἰ βούλει, ἐπήρειαν.

[2] ἑσπέρας ἀλλήλοις παραγγείλαντες πράττειν, ὅπως σε προπέμψομεν, διελύθημεν λελουμένοι. ἄρτι δὲ τῶν ἡμιόνων ὑπηγμένων τῷ ζυγῷ δραμὼν ὁ παῖς ὃς ταῦτα τηρεῖν ἐτέτακτο κινεῖ με καὶ ἀφυπνίζει. ἐγὼ δὲ τὸν μὲν ὡς Ὀλύμπιον πέμπω ταὐτὸ ποιήσοντα, ἕτερον δὲ καθίζω πρὸ τῶν θυρῶν κελεύσας, ὁπότε παρίοις, βοῆσαι· διὰ γὰρ τῆς στοᾶς ᾤμην σαυτόν τε βαδιεῖσθαι καὶ τὸ ζεῦγος.

[3] ἕως ἦν καὶ ἐθαύμαζον οὐδενὸς καλοῦντος καὶ καταβὰς ἔπαιον τὸν οἰκέτην ὡς προδότην μοι τῆς σπουδῆς. ὁ δ' ἔφασκε μὲν οὐδὲν ἀδικεῖν, πείθειν δὲ οὐκ εἶχεν. ἀλλ' ἐγὼ μὲν ἐθυμούμην, σὺ δ' ἄρα ἑτέραν ἦλθες ἐπὶ τὴν γέφυραν τὴν ἐπώνυμον Ταυρέου. ταῦτα γὰρ ὕστερον ἐπυθόμην, ἃ πρὶν μαθεῖν χαλεπὸς ἦν ἅπαντι τῷ φανέντι. καὶ δεινὸν ἐποιούμην Ὀλύμπιον μὲν δι' ἐμὲ τετυχηκέναι ἔργου, πεδηθῆναι δὲ ἐμέ.

[4] μετὰ τοιαύτης ὀργῆς ἐπὶ τῆς κλίνης ἐκείμην, ἀναβὰς δὲ Ὀλύμπιος ὁ μὲν εὐδαιμόνιζεν ἐμὲ εἰδὼς τῶν ἐμῶν οὐδέν, ἐγὼ δὲ ἐκεῖνον οὐδ' αὐτὸς εἰδὼς τἀκείνου, ἀλλ' ὁ μὲν ᾤετο ἐμὲ προπεπομφέναι καὶ τὸ μέχρι τίνος; ἠρώτα, ἐγὼ δὲ ἐκεῖνον, καὶ προσῆν ταὐτὸν ἐρώτημα.

[5] ‹καὶ› εἶπον ὡς μηνύσαιμι καὶ τὸν οἰκέτην ἐμεμφόμην· ὁ δ' ἐκεῖνον μὲν ἀπέλυεν αἰτίας διὰ τῆς γεφύρας ἣν ἔφην, τὸν αὑτοῦ δὲ ἀποπνίξειν ἠπείλει σαφῶς αὑτὸν ἠδικηκότα· τὸν γὰρ δὴ ἵππον ῥᾳθύμως ἑλκόμενον ἐλευθερῶσαι μὲν ἑαυτὸν τῆς τοῦ ἱπποκόμου χειρός, φέρεσθαι δὲ διὰ τῶν στενωπῶν ἀπολαύοντα τῆς σελήνης, καὶ οὕτω δὴ τὸν μὲν ἐπὶ τὴν θήραν τοῦ ἵππου τραπέσθαι, τὸν ἱπποκόμον, αὑτὸν δὲ ἄπρακτον ἀναστρέψαι λυπούμενον.

[6] τοιόνδ' ἀπέβη τὸ πρᾶγμα, φησὶν ἡ τραγῳδία. σὺ δὲ σύγγνωθί τε γελάσας καὶ τῇ γνώμῃ τὰ ἡμέτερα κρῖνον, καὶ τάχα οὐ κακοὺς εὑρήσεις. [1447] [t]

Καισαρίῳ.

[1]    Τῶν μὲν ἔχομεν χάριν, τῶν δὲ αἰτοῦμεν. χάριν μὲν ἔχομεν τῶν βασιλέως γραμμάτων, αἰτοῦμεν δὲ τοῦ τὴν ἑτέραν τῶν ἐπιστολῶν τοῦ καλοῦ φρον‹ήματος ......›, ὃ ἐν τῇ προσθήκῃ γε τῶν προτέρων, ‹ὅτι› τὸ κο‹ινὸν ......› μελήσει.

[2]

ταῦτα βραχέα μέν, κάλλει δὲ ἴσως, οὐ ‹μήκει προς›ήκει τὸ κάλλος τῶν λόγων μετρεῖν· γένοιτο γὰρ ἂν καὶ ἐν μακροῖς αἶσχος καὶ ἐν βραχέσιν ὥρα.

[1448]

Ἐλπιδίῳ.

[1]    Ὃ λοιπὸν ἦν, εὖ ποιοῦν προσετέθη, τὸ καὶ ἰδεῖν σε τὸν νεανίσκον, ὑπὲρ οὗ τοὺς πολλοὺς ἐποιησάμην λόγους πρὸς σέ τε καὶ τὸν ἄνδρα ἐκεῖνον τὸν Διΐ τε φίλον καὶ φθείραντα τὴν Περσῶν.

[2] ὡς μὲν οὖν ἀσθενῆ τὰ ἡμέτερα, οἶδα· προθυμοῦ δὲ ὅσα ἔξεστιν. ἔστι δὲ αὐτός τε ἀγαθὸς καὶ ἐκ τοιούτων· ὥστε, εἰ βαδίζειν ἐθέλοι παρὰ τὴν γυναῖκα τὴν σὴν ἡ τοῦδε μήτηρ, ἀνεῳγμένων τυγχανέτω τῶν θυρῶν. [1449] [t]

Καισαρίῳ.

[1]    Ἄνδρα κεκλήκατε κοινοῖς ἁπάντων ἀνθρώπων ἐπαίνοις ἐστεφανωμένον, ἄρξαντα μὲν δυοῖν ἐθνῶν, τῷ θαύματι δὲ κατασχόντα τὴν γῆν. ὃν ἔδει μὲν οὐδὲ μικρὸν ἰδιωτεῦσαι χρόνον, οὔπω δὲ δῆλον, εἰ καὶ νῦν ἄρχοντα ἀποδείξετε. ὃ δὴ καὶ πάνυ πεφόβημαι βλεπόντων εἰς ὑμᾶς ἁπάντων καὶ περισκοπούντων, τί ποτε ἄρα δράσετε.

[2] ἀλλά, πρὸς Διός, πλείω ποιεῖτε τὰ καλὰ τῶν μὴ τοιούτων, ὅπως καὶ ἡμῖν διαφεύγειν εἴη τοὺς ἡδέως ψέγοντας. οἳ νῦν ἀριθμοῦντες οὐκ ὀλίγα γελῶσιν, ἀλλ' ἢν οὗ χρὴ καταστήσητε τὸν γενναῖον Ἀκάκιον, ἕξομεν ὅθεν ὁρμώμενοι τρεψόμεθα τῶν χαριέντων τὰ σκώμματα.

[3]

καὶ ταῦτα οὐ τούτῳ λέγω χαριζόμενος, ὃν δεήσει προῖκα πονεῖν, ἀλλὰ τὸ ὑμέτερον αὔξων, οἳ τῷ χρῆσθαι τοῖς ἀγαθοῖς νοῦν ἔχειν πᾶσι δόξετε.

[4] καίτοι μεγάλων μὲν ἔργων Ἀκακίῳ χάριν ὀφείλω καὶ κελεύοντος Ὄσσαν ἐπ' Οὐλύμπῳ δεῖ φαίνεσθαι προθυμούμενον· ἀλλ' ἐκείνην μὲν ἄλλως ἴσως ἀποδώσω τὴν χάριν ‑ ἔστι δὲ υἱὸς αὐτῷ καὶ εἴη γε ‑ , τὴν ἐπιστολὴν δὲ οἴου τὸ τοῦ δεχομένου συμφέρον ζητεῖν.

[5] παρακαλέσας οὖν σεαυτὸν καὶ νομίσας ἀγανακτεῖν τὴν Τύχην, ἐφ' ἣν ἄγομεν τὴν αἰτίαν, ὡς οὐ διδοῦσαν τοῖς ἀρίστοις ἑαυτήν, πρᾶττέ τι τῶν ἐλπίδων ἄξιον τὴν ἀσθενῆ ταύτην ἀπολογίαν ἀφείς, ἣν Ὀλύμπιος μὲν ἀποχρῆν ἡγεῖται, συκοφαντικὴν δὲ αὐτὸς καλῶ. [1450] [t]

Σαλουτίῳ.

[1]    Τὰ τῶν ἀποδημούντων οὐκ ἀποδημῶν ποιῶ, πρόσρησιν ἐν ἐπιστολῇ πέμπω παρών. τὸ δὲ αἴτιον αἱ θύραι τοῖς μὲν ἄλλοις ἡμέρως ἔχουσαι, πρὸς δὲ ἐμὲ χαλεπῶς. καίτοι ἔμοιγε παραμύθιον καὶ τὸ τὰς θύρας ὁρᾶν. ἀλλ' ἀνθ' ὅτου γ‹ε ἀγανακτ›οῦσιν, οὐκ οἶδα.

[2] σὺ οὖν αὐτὰς ἐροῦ καὶ διο‹ίγνυ ἀναιν›ομένας τε καὶ τῆς ἡδίστης ὄψεως ἀποστερούσ‹ας ἐμέ.› [1451] [t]

Κλεάρχῳ.

[1]    Ὁρᾷς, ὅσον δύναται ἄρχων ἀγαθός, οἷον εἶναι δεῖ τὸν καλὸν Κλέαρχον; ὅσοι πρότερον ἔφευγον, κατέρχονται δρόμῳ καὶ μετέχουσιν ὧν ἔμπροσθεν ἐπεθύμουν μέν, εἴργοντο δέ.

[2] ἀλλὰ τοῖς μὲν ἄλλοις ἱκανὸν κέρδος ἡ κάθοδος, Σευήρῳ δὲ πρὸς τῷ κομίσασθαι τὴν αὑτοῦ πρέποι ἂν καὶ μεγάλῳ γενέσθαι καὶ δίκας λαβεῖν παρὰ τῶν ὑβρικότων. ταῦτα δὲ γένοιτ' ἄν, εἰ τὸν ἄνδρα ἡδέως ἴδοις καὶ ποιήσαις δῆλον ὅτι μέμφῃ τὰ περὶ αὐτὸν πεπραγμένα.

[3] ἔστι δὲ καὶ γένους ἕνεκα προνοίας ἄξιος, ἔστι γὰρ ἀπ' ἐκείνων τῶν τῇ Τροίᾳ βεβοηθηκότων, καὶ φιλοσοφίας, ἣν ἐδέξατο παρὰ Μαξίμου τοῦ φιλοσοφίαν αὐξήσαντός τε, ἡνίκα ἔζη, καὶ σβέσαντος τῇ τελευτῇ.

[4] λόγων δὲ τῶν ῥητορικῇ προσηκόντων εἰ μὲν οὐδὲν κοινωνῶ, μηδὲ τοῦτον οἴου· νομίζων δέ τι μετεῖναί μοι, τοσοῦτον καὶ τούτῳ νόμιζε, ἡ γὰρ αὐτὴ ἡμῖν καὶ ἡλικία καὶ ἐπιθυμία καὶ τροφείων ἕνεκα.

[5] τοῖς τε οὖν ἄλλοις ἄρχουσιν ἀεὶ τοιαῦτα περὶ αὐτοῦ διελέχθην καὶ σοῦ δέομαι πᾶσιν οἷς ἔχεις τὸν ἑταῖρον κοσμῆσαι καὶ νικῆσαι τοὺς μὲν οὐ δόντας τὴν χάριν τῷ δοῦναι, τοὺς δὲ δόντας τῷ μείζω.

[1452]

Θεμιστίῳ.

[1]    Τὴν μὲν ὑπὲρ τοῦ λόγου καὶ τῶν ἐν αὐτῷ καλῶν ἐπιστολὴν Κλέαρχος ἔλαβεν ὡς εἰς τὴν χεῖρά σοι θήσων ἢ πέμψων· ἡ δὲ νῦν παράκλησιν ἔχει τὸν Ἡρακλειδιανὸν εὖ ποιεῖν, ᾧ μεγάλας μὲν ἐλπίδας διέφθειρεν ἐκεῖνος ὁ πεσὼν ἐγγὺς Βαβυλῶνος, βοηθοῖμεν δ' ἂν ἡμεῖς εἰκότως οἱ τούς τε λόγους τόν τε τρόπον αὐτοῦ καὶ εἰδότες καὶ ἐπαινοῦντες.

[2] ἐγὼ μὲν οὖν πάσῃ μὲν σπουδῇ, πάσαις δὲ φωναῖς πρὸς τὸν ἄριστον ὑπὲρ αὐτοῦ Καισάριον κέχρημαι, καὶ ἴσως ἄν τι καὶ ἔργον ἐπράχθη παρ' ἡμῖν διατρίψαντος· ἐπεὶ δὲ τὰ ὑμέτερα πρὸ τῶν ἡμετέρων τετίμηται καὶ ἡ πόλις νενίκηκε τὴν πόλιν, δίκαιος ἂν εἴης αὐτὸς ἀναπληρῶσαι τὸ τὴν ἐμὴν προθυμίαν ἐκφυγόν. [1453] [t]

Μοδέστῳ.

[1]    Πολὺν τρέμοντες διηγάγομεν χρόνον δεδιότες μή σε ὁ καιρὸς καὶ ἡ τοῦ δήμου κατασύρῃ μανία. συνέβη δὲ καὶ ἡμῖν ἐκ προσβολῆς τινος κίνδυνος, ὃν ἐπήγαγε δῆμος μὲν οὔ, δυνατοὶ δέ τινες καὶ π..........ους. οἷς συγγνώμη τε καὶ οὐ.........ῆς τινος, ὡς ἄρα ἐγὼ παροξύναιμι ‹τὸν› γενναῖον ἐκεῖνον καί τις Σίσυφος ἑκάστῳ προσιὼν ἠρέθιζε. τοῦτο δ' ἂν εἴη δικαία μέμψις, ὅτι οὐκ ἐξήτασαν, τίς ὢν αὐτὸς περὶ τίνος τὰ τοιαῦτα λέγει.

[2] ἀλλ' ἐγώ τε ἐκεῖνον τὸν θόρυβον διαπέφευγα σύ τε εὖ ποιῶν τὸν σκηπτόν. οὐ μὴν ἣν οἱ σωθέντες παρ' ἐλπίδα ἥδονται ἡδονὴν ἥδομαι, κινδυνεύω δὲ καὶ κατηγορεῖν τῶν ἐπιθεμένων ὅτι με οὐκ ἀπέκτειναν, ὅπως, ἐπεὶ μὴ 'κεῖνος ἐνταῦθα, ἡμεῖς ἐκεῖ.

[3] ἀλλ' αὐτὸς μὲν ἅμα δάκρυσι βιώσομαι λογιζόμενος ὡς ἀνδρὸς αἷμα ἀγαθοῦ Βαβυλωνία δέδεκται γῆ· σὲ δὲ ἐχθρῶν τε εἴη περιεῖναι φίλοις τε βοηθεῖν δύνασθαι. [1454] [t]

Ἰουλιανῷ.

[1]    Ἐγένοντο ἡμῖν ὁμολογίαι πρὸς ἀλλήλους ἐμὲ μὲν ἐπιστέλλειν περὶ τῶν ἐμῶν φίλων, σὲ δὲ τοῖς ἐμοῖς, ἤν τι δίκαιον λέγωσι, βοηθήσειν φίλοις.

[2] ποιοῦ δὴ τὴν τῆς βοηθείας ἀρχὴν ἐξ Ὑπερεχίου τοῦδε πολὺν δὴ χρόνον ἐλαυνομένου τε καὶ ταλαιπωρουμένου παρὰ τῶν κακῶς κερδαίνειν μεμαθηκότων. ὁ δὲ ἀνὴρ τῶν παρ' ἐμὲ πεφοιτηκότων ἐπὶ τῆς παλαιᾶς εὐδαιμονίας.

[3] καλῶ δὲ εὐδαιμονίαν τὴν ἐν Νικομηδείᾳ διατριβήν, οὐχ ὅτι μοι χρήματα ἔδωκεν, ἀλλ' ὅτι φίλων ἀρετάς, ὧν οἴχονται οἱ πολλοί. τόθ' ἧκεν οὗτος ἐξ Ἀγκύρας ὁ νῦν ἐν σοὶ τὰς ἐλπίδας ἔχων καὶ ἐδείκνυτο κατὰ μὲν τοὺς λόγους οὐδενὸς ὕστερος, χρηστότητι δὲ πρῶτος. φιλῶ τε οὖν αὐτὸν ὥσπερ οἱ γονεῖς οὓς ἔθρεψαν κἂν ἴδω θορυβούμενον, αὐτός τε ἀμύνω καὶ τοὺς ἄλλους παρακαλῶ.

[4] εἰ δή σοι φαίνομαι πρᾶγμα ποιεῖν ἀνδρὸς οὐ φαύλου, δεῖξον ἔργῳ τὴν γνώμην ἐπαινῶν.

[1455]

Θεμιστίῳ.

[1]    Μικραὶ συνουσίαι γεγόνασιν ἐμοί τε καὶ Σευηρίνῳ τῷ καλῷ, ὥστ' οὔτε παντάπασιν ἀλλήλους ἀγνοοῦμεν οὔτε ἀκριβῶς γινώσκομεν. αἴτιον δὲ ἡ σφαγὴ τοῦ μεγάλα μὲν βουληθέντος, ἤδη δὲ καὶ δυνηθέντος, τὸν φόνον δὲ οὐ δυνηθέντος διαφυγεῖν.

[2] ἀπ' ἐκείνης γὰρ τῆς ἡμέρας ‑ οὐ πολὺ δὲ πρότερον ὁ Σευηρῖνος ἀφῖκτο ‑ σιγῆς ἔρως ἐνέπεσέ μοι καὶ πάντα οἷς ἔμπροσθεν ἔχαιρον δυσχεραίνω. μισῶ μὲν ἀγοράν, μισῶ δὲ οἰκίαν· ἐκπηδῶ δὲ εἰς ἀγροὺς καὶ διαλέγομαι ταῖς πέτραις· ὅθεν ἂν οὐδὲν οὗτος ἔχοι ................ μέντοι πάντα ἐπίσταται καὶ τ....... ‹λ›όγους, οὓς οὐχ οἷόν τε μὴ εἶναι χρυσοῦς.

[3] αὖθις οὖν αὐτὸν πάντα ἀνίστα τρόπον καὶ σκόπει, ὅπως μὴ ἀργίᾳ συμβιώσεται. δύναμις δέ σοι μεγάλη τῶν δυναμένων χαρίζεσθαί σοι βουλομένων.

[1456]

Καισαρίῳ.

[1]    Ἐβεβαίωσας τὴν παροιμίαν ἥ φησι φίλος ἀνδρὶ παρείη τοιοῦτος εἰς Ἀλέξανδρον τὸν γενναῖον γεγονώς. σὺ δὲ οὐκ εἰς φίλον μόνον, ἀλλὰ καὶ εἰς ἀδικούμενον ἐχρήσω τῇ προθυμίᾳ μεμψάμενός τε εὐθὺς τὸ μικρῶν ἕνεκα τὸν ἄρχοντα ἕλκεσθαι κἀν τῇ τοῦ βασιλέως γνώσει φροντίσας, ὅπως ἡ ψῆφος μηδὲν οἴσει λυπηρόν.

[2] ταυτὶ δὲ πάλαι μὲν πέπρακται, βραδέως δὲ ἤγγελται, καὶ συμβαίνει δὴ τὴν ἐπιστολὴν τοῦ μὲν ἔργου πολὺ ὕστερον γεγράφθαι, τῆς δὲ ἀκοῆς ἐγγύς. οὐ γὰρ ἔφθημεν πυθόμενοι καὶ πολλὰ μέν σοι συνευξάμεθα, πολλὰ δὲ ἐπῃνέσαμεν οὐδένα ἀνθρώπων ἀγνοεῖν ταῦτ' ἐθέλοντες εὐθύς τε ἦν ἐν χειρὶ βιβλίον καὶ κάλαμος, καὶ τὰ μὲν γράμματα οὐ μακρά, μακροὶ δὲ οἱ περὶ τῆς εὐεργεσίας καθ' ἑκάστην ἡμέραν λόγοι γενομένης μὲν εἰς τὸν ἀνδρεῖον Ἀλέξανδρον, γενομένης δὲ εἰς ἡμᾶς καὶ τὴν ἐνθεῖσάν σοι λόγου δύναμιν Καλλιόπην, ἧς οὑτοσὶ τὴν πόλιν πολλῶν ὀλέθρων ἐξήρπασεν.

[3] ὁμολογείτω δὴ τοῖς προτέροις τὰ δεύτερα καὶ τῷ τοὺς φόβους λελυκέναι πρόσθες τὴν περὶ τὴν ὁδὸν βοήθειαν, ὅπως ἔλθοι τε παρ' ὑμᾶς καὶ δι' ὑμῶν οἴκαδε. πολίτης δέ ἐστι τῆς Μεγάλης πόλεως, καὶ τῶν ὅταν ἐκεῖσε ἐλαύνητε δεχομένων τὸν βασιλέα δεῖ καὶ τοῦτον ἕνα γενέσθαι.

[4] ἀλλ' ὅπως μὴ τῶν ὀρέων δακρύσῃς τὰς ὁπλάς· ὅ τε γὰρ ὄχλος ἐξήντληται καὶ τὸ πεπονηκὸς ἀναπνεῖ. καὶ οὐ δήπου γε τῶν οὕτω κεκομισμένων ἀτιμότερος Ἀλέξανδρος.

[1457]

Παλλαδίῳ.

[1]    Ὁ Μάτερνος ὑποπτέρου λαβόμενος ἐξαίφνης ὀχήματος οὐκέτ' εἶχεν οὔτε ζητεῖν οὔτε λαμβάνειν ἐπιστολάς. ὃ γὰρ δὴ τοῖς πλέουσι συμβαίνει πολλάκις, ὅταν τὸ πνεῦμα ἀνάγεσθαι κελεύῃ, τοῦτο τοῖς ὥσπερ Μάτερνος πεζεύουσι· τῆς ἑτέρου γνώμης ἐκκρέμασθαι δεῖ καὶ σπεύδειν καὶ μέλλειν, ὡς ἂν ἐκείνοις δοκῇ.

[2] μήτ' οὖν ῥᾳθυμίᾳ μήτ' ἄλλῳ μηδενὶ φαυλοτέρῳ τὸ μὴ ἐπεσταλκέναι λογίσῃ. καὶ γὰρ εἰ μὲν οὐκ ἔμελλεν ἥξειν μοι παρὰ σοῦ κάλλη γραμμάτων, ἴσως ἂν ἠμέλουν οὐδενὸς κέρδους ὑποκινοῦντος· τοιούτων δὲ ἐκεῖθεν ἀφικνουμένων ὥραν ἐχόντων ἐν βραχύτητι καὶ ῥώμην ὑπὸ τοῦ λαμβάνειν ἐθέλειν ἐπὶ τὸ πέμπειν παρακαλοῦμαι.

[3] τοῦ τοίνυν ἐλλειφθέντος τὴν ἀπολογίαν δεξάμενος συγγνώμην τε δίδου καὶ μὴ νῦν χείρω τὴν πεῖραν τῆς ἐλπίδος ἡγοῦ.

[1458]

Ἀκακίῳ.

[1]    Ἐγὼ τοὺς συκοφάντας μισῶν πλεῖστα ἀνθρώπων ὑπὸ τῶν τοῦτο ποιούντων πεπληγμένος μικροῦ χάριν αὐτοῖς ἔχω, ὅτι μοι τὸν καλὸν Λημμάτιον ἔδειξαν· οὗ φανέντος πολλῆς καὶ παλαιᾶς ἀνεμνήσθην εὐδαιμονίας, ὡς ἐπέβην τῶν Θησέως Ἀθηνῶν, ὡς ἑσπέρα τότε ἦν, τοῦ λουτροῦ, τοῦ δείπνου, τῶν ἐν τῷ δείπνῳ λόγων καὶ ὡς ἕτεροι μὲν ἐθήρασαν, ἑτέρων δὲ ἦν ὁ ὄρνις.

[2] ἐτερπόμην δὲ καὶ εἰς αὐτὸν βλέπων μεστὸν ὄντα ἱερῶν καὶ τῆς πρὸς θεοὺς ὁμιλίας. ἡ δὲ δὴ φωνὴ ῥεῦμα καθαρόν, οἷον τὸ τοῦ Πυλίου. χρηστὸς δὲ ἦν ὀδυρόμενος ὅνπερ ἐγώ, τὸν ἐν ὀρφανίᾳ καταλιπόντα τὴν γῆν. ἀπήγγειλε δὲ καὶ τὴν πόλιν ὅλην εἶναι τοιαύτην· ᾗ γένοιτό τι παρὰ τοῦ Διὸς ἀγαθόν, ὅτι τὸν οἰχόμενον ὁπόσα ζῶντα τιμᾷ.

[3] ἡ μεγάλη δὲ αὕτη καὶ ἐχόρευσε τοῦ σὲ παρόντα μὲν λυποῦντος, ἀπόντα δὲ ζητοῦντος ἐξηγουμένου. ἀλλ' ἐκεῖνος μὲν μὴ παύσαιτο ταραχῆς γέμων, ἄτρωτος δὲ ὑμῖν, ὥσπερ ἦν δίκαιον, ἐπάνεισιν ὁ τῶν ἱερέων ἄρχων τῆς Ἀθηνᾶς, οἶμαι, συμμάχου τυχών, ὥσπερ πρότερον Ἡρακλῆς.

[1459]

Καισαρίῳ.

[1]    Κατὰ νόμον ἀρχαῖον ὅ τε συριάρχης εὖ παθεῖν ἠξίωσεν ὅ τε μέγας βασιλεὺς ἐπένευσε, καὶ γράμματα μέν, ὥς φασι, γεγένηται, μένει δὲ ἐν τοῖς πρὸ τῶν γραμμάτων ὁ συριάρχης καὶ τῶν δωρεῶν οὔτε μικρὸν οὔτε μεῖζον ἀπολαύσας φαίνεται.

[2] τὸ δὲ αἴτιον, οὐδεὶς ἡμῖν τῶν ἀρχαίων ἑταίρων ἐν βασιλείοις δυνατός. εἰ δ' ἦν Καισάριος ὁ χρηστός, πᾶς ἂν ἐκινεῖτο λίθος καὶ τὰ ἔργα ταῖς ἐπιστολαῖς εὐθὺς ἂν ἠκολούθει.

[3] ἆρ' οὐ δοκοῦμέν σοι ἀδικεῖσθαι, ὅτι πρῶτον τοιαῦτα ἠναγκάσμεθα γράφειν; πῶς γὰρ ἀνεκτόν, ὦ πρὸς Διός, ἡνίκα δοκοῦμεν εὐτυχεῖν, τῶν εἰωθότων ἀτυχεῖν, καὶ λόγον μὲν εἶναι πολύν, ὡς ἄρα ἐξ οὐρίων θέομεν παρὰ τὴν σὴν δύναμιν, ἑστάναι δὲ ἡμῖν τὴν ναῦν ὥσπερ δεδεμένην;

[4] πότερον, ὦ 'γαθέ, μεταβέβλησαι καὶ μισεῖς ἢ φιλεῖς μέν, ἀπερρᾳθύμηκας δέ; καὶ δεῖ τι προσδοκᾶν ἢ μηδὲ ἐλπίζειν ἔτι; καὶ ταύτην οἶδ' ὅτι τὴν ἐπιστολὴν ἀρχὴν ποιήσῃ θυμοῦ, θυμὸς δὲ οὐκ ὀλιγάκις ἐποίησεν ἔχθραν. ἔστι δέ, οἶμαι, μετριώτερον ἀμελεῖσθαι μισούμενον ἢ καλούμενον φίλον μηδὲν ἔχειν τοῦ μισουμένου πλέον.

[5] φήσεις ὑπέραντλος εἶναι τῷ πλήθει τῶν πραττομένων. τοῦτο δ' ἂν εἴη καὶ τὸ δεινόν, ὅτι μὴ τῶν πολλῶν ἓν καὶ τοῦτο ἦν τῶν ἀξίων πεπρᾶχθαι. εἰ γὰρ αὖ τὰ μὲν ἔδει τιμᾶν, τὰ δὲ ἀπορρίπτειν, οὐ δήπου γε Κέλσον καὶ τὴν Κέλσου λειτουργίαν τῶν οὐ σπουδῆς ἀξίων ἔδει κεκρίσθαι.

[1460]

Ἀνδρονίκῳ.

[1]    Τὸν Ἀνδρόνικον ἡμῖν φίλον εἶναι πρὸς τὸν ἄρχοντα ἔφην. ὁ δὲ τί οὖν οὐ γράφεις πρὸς τὸν Ἀνδρόνικον; ἔφη. πείθομαι δὴ καὶ ἐπιστέλλω καὶ λέγω πρός τε σὲ καὶ Φοίνικας ἅπαντας, ὅτι τῶν ἐν ἡμῖν τὸ κάλλιστον ἔχετε. τὴν πόλιν γὰρ εἴ τις ἔροιτο, τί ποτέ ἐστιν, ἐφ' ᾧ καὶ μέγα φρονεῖ, τὴν πολλὴν ἂν ἀφεῖσα γῆν καὶ ὄχλον καὶ μέγεθος καὶ πηγάς, ὅτι τοῦτον ἤνεγκέ τε καὶ ἐξέθρεψε, φήσειεν ἄν.

[2] ὅπως οὖν ἡμῖν αὐτὸν ὅτι τάχιστα ἀποδώσετε ψυχῆς μὲν ἕνεκα κἂν τὴν πᾶσαν εὐθύναντα γῆν, ὑπὸ δὲ τοῦ σώματος ἡσυχίας χρῄζοντα. εἴη δ' ἂν τῶν τὴν ὑμετέραν ἐχόντων θεῶν καὶ τοῦτο ποιῆσαι τοιοῦτον, οἷον ὑπηρετεῖν τῇ γνώμῃ.

[1461]

Γαϊανῷ.

[1]    Ὅταν στρατηγὸς ἀγαθὸς ἑτέρῳ τοιούτῳ παραδῷ τὴν δύναμιν, ἀμφοτέροις τοῦτό γε κόσμος, τῷ τε ἀπηλλαγμένῳ τῷ τε ἡγησομένῳ. καὶ νῦν ἀρχικὸς μὲν ὁ πεπαυμένος, ἀρχικὸς δὲ ὁ παραλαμβάνων τὸν θρόνον, δικαιοσύνης τε ἑταίρω καὶ χρημάτων κρείττονε καὶ λόγων ἐπιστήμονε δείξαντε τὴν τέχνην, ὁ μὲν ἐν δίκαις, ὁ δὲ ἐν τῷ ποιεῖν τοῦτο αὐτὸ δύνασθαι λέγειν.

[2] Μουσῶν δὲ ὄντας θεράποντας ἐλπὶς τὰ ἀλλήλων ἐπαινέσεσθαι, τὸν μὲν τὰ πεπραγμένα, τὸν δὲ τὰ πραττόμενα.

[1462]

Σαλουτίῳ.

[1]    Ἄλλα τε οὐκ ὀλίγα μοι παρὰ σοῦ γέγονεν ἀγαθὰ καὶ δὴ καὶ δόξα μαντικῆς. ὅτε γὰρ τὸ πρῶτον ἠκούσαμεν ὡς Εὐάγριος μὲν ἀτυχεῖ, σὺ δὲ βοηθεῖς, εὐθὺς ἔφην πρὸς τοὺς ἀθυμοῦντας ‑ οὗτοι δὲ ἦσαν ἡ πόλις ‑ ὅτι τοῦτο μέντοι τὸ κακὸν λυθήσεται.

[2] ἐρομένων δέ, πόθεν τοῦτο εἰδὼς λέγω, τοῦ Διομήδους αὐτοὺς ἀνέμνησα τοῦ λέγοντος καὶ μετὰ Σθενέλου μόνου τὸ Ἴλιον αἱρήσειν· ἀφῖχθαι γὰρ ἐπ' αὐτὸ σὺν θεῷ. εἶπον μὲν ταῦτα τότε· νῦν δὲ ἀνέγνων φίλου τινὸς ἐπεσταλκότος ἐγγὺς εἶναι τῆς λύσεως τὸ λυποῦν.

[3] καὶ διὰ ταῦτα δόξα τοῖς τῇδε μὴ πολλῷ τῳ λείπεσθαί με τοῦ Βάκιδος. οὐ γὰρ ἄδηλον ὅτι νῦν μὲν ἀκηκόαμεν ὡς αὐτίκα λυθήσεται, μικρὸν δὲ ὕστερον ὅτι λέλυται.

[1463]

Δεκεντίῳ.

[1]    Ἃ πράττεις, τί οὐκ ἐπιστέλλεις; πέπρακται δέ σοί τι. τὸν Εὐάγριον ἡμῖν ἔξω τῆς ζημίας ἢ ποιεῖς ἢ πεποίηκας. τὰ γὰρ ἔναγχος ἥκοντα παρὰ τῶν φίλων γράμματα πάνυ πλησίον τοῦ τέλους ἔφασκεν εἶναί σοι τὸν πόνον. εἰ οὖν τότε ἦν πλησίον, νῦν δήπου πέρας ἔχει.

[2] ἔχων οὖν ἡμῖν ἐπιστέλλειν τὰ βελτίω τί φθονεῖς ἡδονῆς; ἢ τὸν τῶν Ὀλυμπίων νόμον τιμᾷς, ἐν οἷς σιγᾷ μὲν ὁ νικῶν ἀθλητής, ἑτέρων δὲ τὸ κηρύττειν γίνεται; τίμα δὴ καὶ νίκα καὶ στεφανοῦ, τὰ δὲ τοῦ κήρυκος παρ' ἡμῶν ἀκολουθήσει.

[1464]

Ἀφοβίῳ.

[1]    Τὸν παῖδα τὸν Σαλβίου τὸν συγκροτοῦντα σύνταγμα στρατιωτῶν παρ' ὑμῖν αὐτὸς ἔθρεψα λόγοις, καὶ ἕως ἐκείνους εἰργάζετο, τῶν τε ἡλικιωτῶν ἐκράτει καὶ ἔμελλε καὶ τῶν γερόντων, εἴ τις αὐτὸν ἐπὶ τὸ βέλτιον ἤγαγεν.

[2] νῦν δὲ τὸν μὲν νέον ὁ δαίμων ἐξαίφνης ὥπλισε καὶ ἔδωκεν ἄρχειν ὁπλιτῶν· ἐγὼ δὲ οὔτε τῶν περὶ αὐτὸν ἀμνημονῆσαι δύναμαι πόνων τηρῶ τε τὸ φίλτρον, ὃ παρὰ τῶν χρόνων ἐκείνων ἐκτησάμην.

[3] ποιῶ τοίνυν καὶ νῦν τὸ τοῦ φιλοῦντος καὶ σὲ αἰτῶ χάριν, πᾶν εἶδος εἰς αὐτὸν εὐεργεσίας δεῖξαι.

[1465]

Αἰαντίῳ.

[1]    Ὁ ἄνθρωπος οὗτος ἀπ' αὐτῶν ὧν ἐδεήθη μου γεγένηταί μοι φίλος· οὔπω γὰρ πρότερον γινωσκόμενος ὑπ' ἐμοῦ προσελθὼν ἐν ἀγορᾷ μοι καὶ φήσας ὀργὴν ὑπάρχου δεδιέναι τῶν ἀπ' ἐκείνης κακῶν ἱκέτευε πεῖραν μὴ λαβεῖν. ἐρομένου δέ μου, πῶς ἂν ἐγὼ τοῦτο δυναίμην, διὰ τῶν πρὸς σὲ γραμμάτων ἔφη· καὶ γὰρ ἐθέλειν σε δοῦναί μοι χάριν καὶ παρεῖναι δύναμιν ἐθέλοντι βοηθεῖν.

[2] ἐγὼ οὖν οὔτε ὡς οὔκ εἰμί σοι φίλος εἶχον λέγειν οὔτε ὡς οὐκ ἔνι μοι χάρτης οὔτε ὡς ἀπορῶ μέλανος οὔθ' ὡς οὐχ ἡδέως ἀμύνω τοῖς ἀτυχοῦσιν· οὐδὲν γὰρ οὕτω τερπνὸν οὔτε τοῖς ἄλλοις οὔτε ἐμοί, ὡς τὸ δι' ἐμὲ συμφορὰν ἀνθρώπῳ λυθῆναι. οἶμαι δὲ καὶ σὲ τὴν ἡδονὴν ταύτην ἥδεσθαι χρηστόν τε ὄντα καὶ δόξης ἐπιθυμοῦντα.

[3] σῶζε δὴ τὸν ἄνδρα τῇ τε σαυτοῦ προνοίᾳ καὶ τῷ τοὺς ἔχοντας βλάπτειν πείθειν ὠφελεῖν ἢ λυπεῖν. ὅτι δὲ ὑμῶν ἀποσβεννύντων τὸ πῦρ οὐκ ἔσται ὁ παροξύνων, οἶδα καλῶς.

[1466]

Ἰαμβλίχῳ.

[1]    Οὐδὲν δεινόν, εἴ του πρὸς ἡμᾶς ἦρξας βασιλεύτερος ὤν· πρέπει γὰρ ὑμῖν τοῖς φιλοσοφοῦσι τὸ ῥῆμα μᾶλλον ἢ ὅτῳ ἐν τῷ ἔπει δέδοται. γράμματα δ' ἡμῶν ἢν μὴ πολλὰ λαμβάνῃς, μὴ θαυμάσῃς· τῶν γὰρ σῶν οὐδεὶς ἔτι μοι προσέρχεται. τὴν δὲ αἰτίαν εἰδὼς οὐκ ἐρῶ. εἰ μὲν γὰρ κατηγόρουν, εἶπον ἄν· ἀπολογουμένῳ δὲ ἀρκεῖ κἀκεῖνο.

[2] τὸν δὲ ἔρωτά σου τὸν περὶ τὸν ἀγρόν, διότι μὲν οὐχ ὁρῶ σε, μέμφομαι· διότι δέ σε ποιεῖ θορύβων ἔξω, μάλα ἐπαινῶ.

[3] ἔπρεπε δὲ ἄρα ἄνδρα φιλόμουσον τὰ Μουσῶν μιμεῖσθαι. τῶν Μουσῶν δ' ἦν ἄρα ἐν ὄρει τὰ αὑτῶν ποιεῖν καθ' ἡσυχίαν πολλήν· εἰ δὲ ἐν τῇ Θεσπιέων ἀγορᾷ τὰ ᾄσματα ὕφαινον, ἴσως ἂν καὶ ἐξεκρούσθησαν.

[4] νῦν δ' ἐν ὄρει μὲν ἦσαν, ἐν ἐρημίᾳ δὲ οὐδαμῶς, ὥσπερ οὐδὲ σύ. αἱ μὲν γὰρ ἀλλήλας εἶχον, σὺ δὲ ὧν ἥψαντο ἐκεῖναι, τὸν Πυθαγόραν, τὸν Πλάτωνα, τὸν Ἀριστοτέλην, τὸν ὁμώνυμον τὸν θεῖον. πῶς οὖν ἂν εἴη ἐρημία, οὗ χορὸς τοιούτων ἕστηκεν; [1467] [t]

Σαλουτίῳ.

[1]    Σαυτῷ καὶ νῦν ἠκολούθησας, ὦ γενναῖε, καὶ γέγονας ἀπ' ἀρχῆς εἰς τέλος περὶ τὸν Εὐάγριον ὅμοιος. παρὰ σοῦ μὲν ἡ πρώτη τιμή, παρὰ σοῦ δὲ τὰ δεύτερα, τὰ μείζω. σὺ κρινόμενον μὲν ὤρθους, πληγέντα δὲ οὐκ εἰσέπραττες. εἶθ' ὁ κολοφών, αὐτὸς ἔλυσας τὴν ζημίαν.

[2] καὶ ταῦτα μὴ ἐμὰ γράμματα νομίσῃς μόνον, ᾠδὴν δὲ κοινὴν τῆς πόλεως ἀρχομένην μὲν ἐνθένδε, χωροῦσαν δὲ ἐπ' Αἰγύπτου· γένος γὰρ Εὐαγρίου μέχρι Νείλου τέταται· ὅσαι πόλεις, καὶ συνήδονται καὶ συνάχθονται.

[3] νῦν οὖν ἥκουσιν ἐπ' εὐθυμίαν ἐκ λύπης. τοιαῦτα γὰρ δὴ τὰ σά, παῦσαι δάκρυα, δοῦναι πρὸς ἑορτὴν ἀφορμάς. ἀνθ' ὧν αἰτοῦμεν τοὺς θεοὺς καὶ σὲ καὶ παῖδα διατηρῆσαι τοῖς ἔθνεσιν, ἃ τοῖς βασιλεῦσι ταῖς σαῖς φροντίσι σώζεται.

[4] παρὰ μὲν τῶν θεῶν ταῦτα ὑμῖν, παρὰ σοῦ δὲ αἰτοῦμεν ἔτι πέμψαι χρόνιον Εὐάγριον οἴκαδε ζεύγει κοσμοῦντι τὸν ὀχούμενον. τοῖς γὰρ ἐν δυσκολίᾳ γεγενημένοις καλὸν οἶμαι τὰ τοιαῦτα βοηθεῖν, ἃ δύναταί τι τῆς συμβάσης ἐξαλείφειν αἰσχύνης.

[1468]

Καισαρίῳ.

[1]    Ἐδεξάμεθά σου τὴν ἐπιστολήν, ἠγρυπνήσαμεν, ἐπονήσαμεν, οὐκ ἠτυχήσαμεν. οὐδὲ γὰρ ἦν, οἶμαι, θέμις μὴ πραχθῆναι πρᾶξιν ᾗ σπουδὴν προσῆγεν Εὐάνθιος.

[2] ἆρ' οὖν καὶ τὰ σὰ τοιαῦτα, καὶ ἔστι σοι λέγειν πρὸς ἡμᾶς· ἐβουλήθητε, ἐπένευσα· ὑπεσχόμην, ἔδρασα; ἔδει μὲν ἔχειν σε λέγειν, εἰπεῖν δὲ οὐκ ἔχεις. καὶ ἴσως συγγνώμη· τὸ γὰρ μᾶλλον φιλούμενον μᾶλλον ἐφείλκετο.

[3] αἴνιγμά σοι δοκῶ λέγειν ἐπιλελησμένῳ μὲν αἴνιγμα, μεμνῆσθαι δὲ βουλομένῳ μάλα σαφές.

[1469]

Ἀκακίῳ.

[1]    Καὶ παρ' ἡμῖν ἦσαν οἳ τοιαῦτα ἐμυθολόγουν, ὡς ὁ δεῖνα μέντοι τὸν δεῖνα λέγει κακῶς ‑ οὕτω γὰρ εἰπεῖν βέλτιον ἢ ὅτι σὺ ἐμέ ‑ ἀλλ' ὅμως ἐκεῖνος ἀκούων οὐκ ἔδωκεν αὑτὸν τοῖς λέγουσι βραδὺς ὢν ἐρεθίζεσθαι. καὶ οὕτω δὴ τοὺς τῆς τέχνης ἐκείνης ὀλίγους ἐποίησεν. εἰ δ' ἐπείσθη τοῖς πρώτοις, εὗρεν ἂν καὶ δευτέρους καὶ μετ' ἐκείνους ἄλλους καὶ καθ' ἡμέραν ἤκουεν ἄν.

[2] εἰ δὲ θέμις ἄνδρα οὐ νέον μέν, γέροντα δὲ γεραιτέρῳ παραινέσαι τι, κείσθω καὶ παρὰ τοῖς σοῖς ὠσὶν ὁ νόμος, καὶ ῥᾳδίως ὁ ψευδόμενος οὐκ ἔσται οὔτε Λακεδαιμόνιος οὔτ' Ἀθηναῖος.

[1470]

Παλλαδίῳ.

[1]    Οὐδὲν δεινὸν ποιεῖ Διονύσιος Ὁμήρῳ βοηθῶν καὶ μαρτυρῶν τοῖς ἔπεσιν, ἐν οἷς φησιν ἐκεῖνος καὶ αὐτοὺς αὑτοῖς τοὺς ἀνθρώπους αἰτίους εἶναι κακῶν. μαρτυρεῖ δὲ καὶ ἑτέρῳ ποιητῇ, τῷ σοφῷ Σοφοκλεῖ, κείμενον ἐν χεροῖν ἀγαθὸν οὐκ εἰδώς, ὃ γνώσεται ἀπελθόν.

[2] σοὶ μὲν οὖν ἀνθ' ὧν ἐβουλήθης Ζεὺς ἀγαθόν τι δοίη, τὸν δὲ αἰπολεῖν ἀντὶ τοῦ ῥητορεύειν ἑλόμενον ἐν τῷ βόσκειν αἶγας τηροίη, καὶ μήποτε τοῦ ποιεῖν ἐκεῖνο τὸ λέγων εὐδοκιμεῖν ἡγήσαιτο βέλτιον.

[1471]

Γρηγορίῳ.

[1]    Καὶ φύσεως ἕνεκα καὶ τοῦ πονεῖν ἐθέλειν θαρρεῖν σε χρὴ περὶ τοῦ παιδός· ἔστι γὰρ ἀμφότερα ἀγαθός, τῆς Τύχης δ' ἂν εἴη τὸ καὶ καρπόν τινα ἀπὸ τούτων γενέσθαι μέγαν.

[2] ἐκείνην τε οὖν εὔχου παρεῖναι καὶ τὸν χρηστὸν Εὐστάθιον ἐν τοῖς ὡς ἀληθῶς φίλοις τίθει· ὃς εἰδέναι τε ἐβούλετο τὰ τοῦ νέου πράγματα καὶ πρὸς οἷς ἔμελλεν αὐτὸς ἀπαγγέλλειν σοι γράμματα ἐμὰ μαρτυροῦντα τοῖς ἐμοῖς λόγοις ᾠήθη δεῖν φέρειν.

[3] σὺ δὲ κἀκείνων ἀκούσας καὶ ταῦτα ἀναγνοὺς τέρπου καλαῖς ἐλπίσιν.

[1472]

Ἰοβίνῳ.

[1]    Χάριτας ὀφείλω τῷ χρηστῷ Μακεδονίῳ μεγίστης εὐεργεσίας, εἰ δὴ τὸ μὴ δεδέσθαι τὼ πόδε καὶ κεῖσθαι μέγα ἀνθρώπῳ. τῶν ἰατρῶν γὰρ ἡττημένων αὐτὸς ἐβοήθησεν ἐκ θαλάττης. πειρώμενος δὲ τἀνδρὸς καὶ τῆς ὅλης γνώμης εὗρον κέρδος ἕτερον, τὴν πρὸς αὐτὸν φιλίαν.

[2] ὡς οὖν εἶπε πρὸς ἐμὲ τὴν ὁδὸν καὶ ὅτου χάριν ἐξίοι καὶ ὅτι δέοιτο καταφυγῆς, ἐφ' ἣν ἐλθὼν οὐκ ἂν αὑτῷ μέμψαιτο, τοὺς μὲν ἄλλους αὐτῷ παρῄνεσα χαίρειν ἐᾶν, ἐν σοὶ δὲ ποιήσασθαι τὰς ἐλπίδας ὡς οὐκ ὂν ἐξαπατηθῆναι.

[3] δέχου τοίνυν αὐτὸν καὶ ποιοῦ φίλον καὶ βοήθει καὶ δίδασκε τοὺς ἀνθρώπους ὅτι μοί τις ἔστιν ἔτι δύναμις, ἕως ἂν ὑμεῖς δύνησθε.

[1473]

Σελεύκῳ.

[1]    Ἀνεπνεύσαμεν ἀκούσαντες ὅτι τὸν ἆθλον ἐκεῖνον τὸν καλὸν καὶ δίκαιον διήνυσας. ἡμῶν δὲ τὰ μὲν ἔργα οὐκ ἂν ἴσως ἐπαινεθείη, μικρὰ γάρ, τὴν γνώμην δὲ οἶμαι καὶ παρὰ τοῖς θεοῖς εὐδοκιμεῖν· καὶ γὰρ ἐστενάξαμεν καὶ ἐδακρύσαμεν καὶ παρήλθομεν σοῦ τὴν λύπην. καὶ νῦν ὥσπερ ὑμεῖς χαίρομεν, ὅτι πᾶν τὸ πέλαγος ἐπλεύσθη.

[2] χαίρω δὲ καὶ δι' ἐκεῖνο, ὅτι παλαιόν τι τῆς ὑμετέρας οἰκίας νόμιμον σώζετε καὶ δῶρα δύνασθε πέμπειν καὶ μετὰ τὸν σκηπτόν.

[3] νῦν μὲν οὖν ἴσως οὐ πολλῶν παρόντων, ταχέως δὲ καὶ πολλῶν παρόντων πέμψετε. τοιαῦτα γὰρ τὰ τῆς Τύχης· ἔδωκεν, εἶτα ἀφείλετο. πάλιν ὧν ἀφείλετο δέδωκε πλείω. τέρψιν γάρ, οἶμαι, τινὰ ταύτην τέρπεται κινοῦσα τὰ τῶν ἀνθρώπων καὶ οὐκ ἐῶσα τοὺς αὐτοὺς ἐπὶ τῶν αὐτῶν μένειν.

[4] οὐδ' ἂν εἴποις ὅτι πλείους καθεῖλεν ἢ ἦρεν. ἀναμιμνήσκου δὲ πάντα τἄλλα ἀφεὶς Ὀδυσσέως τοῦ γυμνοῦ, ὡς φύλλων δεηθεὶς εἰς τὸ κρύπτειν ἃ κρύπτειν ἔδει, μετὰ πολλῶν χρημάτων οἴκαδε ἦλθε.

[5] σοὶ δὲ δώσει μὲν θεῶν τις χρυσὸν ἀντὶ χρυσοῦ, δέδωκε δέ, ὃ πολλῷ παντὸς χρυσίου βέλτιον, πάλαι μὲν γυναῖκα, νῦν δὲ θυγατέρα χρυσῆς ἀτεχνῶς γενεᾶς· ἣν οὖσαν ὁπόσων λέγεις ἐτῶν εἰδέναι ὁπόσα ἔφης θαυμαστὸν οὐδέν. ἡ γὰρ τοῖν γονέοιν φύσις καὶ τοῦτο πιστὸν ποιεῖ. ὅπου γὰρ τοιοῦτος μὲν γεωργός, τοιαύτη δὲ ἄρουρα, πολλῆς, οἶμαι, τῆς ἀνάγκης μέγα τι φῦναι καὶ διαφέρον τῶν ἄλλων. ἄγε οὖν ἡμῖν τὸ μουσόληπτον παιδίον καὶ ὁράτω πόλιν ἐν ᾗπερ ἐσπάρη.

[6] τὸν Εὐστάθιον δὲ μηδεὶς ἐπειγέτω μηδὲ διαφθειρέτω τοῖς δευτέροις τὴν χάριν μηδὲ τοιούτους ἡμᾶς ἀποφαινέτω χρήστας, οἵους φεύγειν παραινεῖ Φωκυλίδης. [1474] [t]

Σαλουτίῳ.

[1]    Κέλσος τῷ μὲν ἥσθη, τῷ δὲ ἀνιᾶται· ἥσθη μὲν τῷ τῆς ἀρχῆς ἀπηλλάχθαι, λυπηρὸν δὲ αὐτῷ τὸ μὴ μένειν οἴκοι. ἡμῖν δὲ οὔτ' ἐκεῖνο κοῦφον καὶ τοῦτο βαρύ· τὸ γὰρ μήτ' ἄρχεσθαι παρὰ γνώμης ἄρχειν ἐπισταμένης μήτ' ἰδιωτεύοντι συνεῖναι διπλῆ ζημία.

[2] δεόμεθα δή σου τὸν ἄνδρα ἡμῖν ὡς τάχιστα ἀποδοῦναι καὶ μὴ περιιδεῖν εἰς λαβύρινθον ἐμπίπτοντα πραγμάτων, ὅθεν ἀπελθεῖν οὐ ῥᾷστον. ἡμῖν γὰρ ἐν τοῖς δυσκόλοις μία παραμυθία Κέλσον ἰδεῖν καὶ Κέλσου λαλοῦντος ἀκοῦσαι· τοιαύτας ἐπῳδὰς ἐκ φιλοσοφίας ἐπίσταται.

[3] εἰ δ' οὖν καὶ βραχύς σοι λόγος ἡμῶν, ἀλλὰ μὴ τά γε Κέλσου πράγματα φθειρόμενα περιίδῃς· ᾧ τέθνηκε μὲν ἡ μήτηρ πονεῖν ἐπισταμένη, νέα δὲ ἡ γυνὴ καὶ τοσοῦτον εἰδυῖα, μόνον ζητεῖν τὸν ἄνδρα.

[4] περὶ μὲν οὖν τούτων αὐτὸν ὄψει τιθέντα ἱκετηρίαν· Ἀρσένιος δὲ ὁ ῥήτωρ χρηστὸς ὢν μὴ δοκείτω πονηρὸς μηδ' ἔστω διαβολὴ μηδεμία τῶν ἔργων ἰσχυροτέρα, καὶ ταῦτα παρὰ σοὶ τῷ μισοῦντι τοὺς συκοφάντας.

[5] τεκμαίρομαι δέ τι γεγονέναι τοιοῦτον τῷ τὸν ἄνθρωπον ἀπερρίφθαι καὶ τοὺς μὲν ἄρξαντας ἀριθμεῖσθαι, αὐτὸν δὲ οὐδενὶ τοιούτῳ τετιμῆσθαι. τί γὰρ αὐτὸν οὐκ ἦγεν ἐπὶ προστασίαν πόλεων; οὐ τῶν εὖ γεγονότων ἁνήρ; οὐ τῶν νοῦν ἐχόντων; οὐ τῶν ἐν δίκαις γεγυμνασμένων; οὐ τῶν τὴν γλῶτταν κεκαθαρμένων; ἀλλ', οἶμαι, τύχῃ τινὶ βέβληται.

[6] στῆσον τοίνυν, ὦ δαιμόνιε, τὴν βλάβην καὶ μὴ ἐπίτρεπε βαδίζειν· ὡς οὐ τοσοῦτόν γέ ἐστι τὸ δεινόν, ὅτι οὐ γεγένηται λαμπρός, ἀλλ' ὅτι καὶ σημεῖον ἔσται τοῖς μετὰ ταῦτα ἀνθρώποις κακίας. τὸ γὰρ ἀνωμολογῆσθαι τὴν σὴν ἀρετὴν κατὰ τῶν οὐ τιμηθέντων ὑπὸ σοῦ γίνεται· ἡγήσονται γὰρ τὴν ἐκείνων πονηρίαν, οὐ τὴν σὴν ῥᾳθυμίαν αἰτίαν εἶναι τοῦ μὴ μετὰ τῶν ἄλλων ὄντων γε οὐκ ὀλίγων ἠξιῶσθαι λόγου.

[7]

δέομαι δή σου κωλῦσαι φυομένην πολλήν τινα καὶ ἀφόρητον αἰσχύνην καὶ τὸν μὲν Κέλσον ἡμῖν ἀποπέμψαι τῶν ἀγρῶν ἐπιμελησόμενον, Ἀρσένιον δὲ καλέσαι τῶν κοινῶν ἁψόμενον· τουτὶ γὰρ αὐτῷ μόνον τειχιεῖ τὸν μετὰ ταῦτα βίον.

[1475]

Ὑπερεχίῳ.

[1]    Αἰσθόμενός σε παρακαλοῦντα Στρατήγιον ἐπιμελεῖσθαί σου τοῦ παιδὸς ἐπῄνουν ὡς ὁρῶντα καλῶς, ὅθεν ἂν αὐτῷ γένοιντο λόγοι, φημὶ γὰρ δὴ τοῦτον μάλιστά γε τῶν νῦν σοφιστῶν ἐντιθέναι δύναμιν νέοις· ἐπεὶ δὲ κόθορνος ἡμῖν γενόμενος ἃ μὲν ἐθαύμαζες, ἔψεγες, ᾧ δὲ τὸν υἱὸν ἐδίδους, ἀπὸ τούτου φεύγειν ἐκέλευες γράμματα πέμπων πολλοῖς τοῖς πρότερον ἐναντία τὰ τελευταῖα, καὶ σοὶ καὶ τῷ σῷ συνηχθέσθην παιδί. ζημία γὰρ ἀμφοτέροις τὰ δόξαντά σοι.

[2] καὶ τὴν μὲν κατηγορίαν, ἣν ἀπέτεινα κατὰ σοῦ πρὸς τὸν σὸν ἀδελφόν, αὐτὸς ἐρεῖ σοι, καὶ γὰρ εἰ λυπήσει τοῖς λόγοις, ἀλλ' ὀνήσει γε τῇ μέμψει· λύσας δὲ τὴν σὴν γνώμην τὴν βλαβερὰν ἀμείνων σου γέγονα περὶ τὸν ἐκ σοῦ καὶ πείσας τὸν σοφιστὴν ἐνεγκεῖν τὴν ἀτιμίαν ἐτήρησα τῷ νέῳ τὸ κέρδος.

[3] πέμπε δὴ γράμματα συγγνώμην αἰτοῦντα καὶ τοὺς πολλοὺς τῶν παιδαγωγῶν ἱεροσύλους ἡγοῦ.

[1476]

Δεκεντίῳ.

[1]    Κέλσον φήμῃ μᾶλλον ἢ συνουσίᾳ γινώσκεις. ἡ μὲν γὰρ μικρά σοι γεγένηται πρὸς αὐτόν, τῆς δὲ μεστὰ πάντα ὦτα. τῶν γὰρ ἀρχόντων οὔτε ἀρεταὶ οὔτε κακίαι δύνανται λανθάνειν.

[2]

τιμῶν τοίνυν ἣν ἔχει δόξαν ποιοῦ τὸν ἄνδρα φίλον καὶ πίστευε καθάπερ τοῖς πάλαι φίλοις καὶ διὰ πάντων εὖ ποίει. αἰτήσει δέ σε οὐχ ἅπερ οἱ πολλοί. οἱ μὲν γὰρ δυνάμεις καὶ πράττειν τι τῶν ἀλλοτρίων καὶ οὐδὲ ζῆν, εἰ μὴ ἄρχοιεν, ἡγοῦνται· τῷ δὲ ἔρως τὰ αὑτοῦ πράττειν καὶ ἔξω θορύβων καθῆσθαι.

[3] καί μοι δοκοῦσιν ἀμφότεροι τὸ εἰκὸς ποιεῖν· οἱ μὲν γὰρ τὰ αὑτῶν τοῖς ἀλλοτρίοις ὠφελοῦσι, τῷ δὲ τὰ ἴδια χείρω τῇ τῶν ἀρχομένων ἐπιμελείᾳ, καίτοι μήτηρ ἦν αὐτῷ φέρειν ἥλιον θέρους δυναμένη, ἀλλ' ἦν καὶ οὕτω γυνή. καὶ νῦν οἴχεται καὶ πάντα εἰς ἕνα τοῦτον ἀνάκειται.

[4] σκόπει οὖν, ὅπως αὐτῷ σώσεις τὸν οἶκον καὶ μὴ περιίδῃς ζημίαν γινομένην τὴν δικαιοσύνην. [1477] [t]

Θεμιστίῳ.

[1]    Οὐκ ἔλαθές με ῥῆμα μέγα περὶ ἐμοῦ φθεγξάμενος ἐν ἀγορᾷ τε καὶ ὄχλῳ. μεμήνυκε δ' αὐτὸ Βιθυνὸς ἀνήρ, ὃς ἐρᾷ τῆς μεγάλης ποτὲ πόλεως καὶ κειμένης. ἔγραφε γὰρ βουλόμενός με χάριν σοι τοῦ ῥήματος εἰδέναι.

[2] ἐγὼ δὲ οὐκ ἔχω, καὶ μὴ ὅτι τῶν πτερνῶν ἃς ἔφης οὐχ ὁρᾶν τοὺς ἄλλους δὴ τὰς ἐμάς, ἀλλ' οὐδ' ἄν, εἰ τὰς βλαύτας ἔλεγες, ᾔδειν ἄν σοι χάριν. ἃ γὰρ σὺ σαυτὸν ἐπαινεῖς, διὰ τί ἄν σοι τούτων χάριν εἰδείην ἐγώ; ἐμοὶ γὰρ καὶ σοὶ λόγοι οἱ πολιτικοὶ μορφῆς μιᾶς καὶ τῶν αὐτῶν τοκέων καὶ ἀδελφοὶ καὶ προσέτι δίδυμοι.

[3] ἀνάγκη οὖν πᾶσα ψεγομένων μὲν τῶν ἐμῶν καὶ τοὺς σοὺς ἀκούειν κακῶς, ἐπαινουμένων δὲ κοινὸν ἀμφοῖν καὶ τὸν ἔπαινον εἶναι. σὺ τοίνυν εἰπεῖν μέν τι περὶ τῶν σαυτοῦ λόγων ἐθελήσας, φυγὼν δὲ τὸ φορτικὸν δι' ἐμοῦ ταὐτὸ ποιεῖς.

[4] ἀλλ', ὦ μακάριε, ἔασον τὴν ἀγέλην τῶν χηνῶν καὶ σὲ καὶ αὑτοὺς ἀγνοεῖν, καὶ νομιζόντων σὲ μὲν χῆνα, κύκνους δὲ αὑτούς. εἰδόσι γὰρ δὴ ταῦτα ἐν Ἀργείοις ἀγορεύουσι καὶ οὐ μεταθήσουσι τὴν δόξαν οὔτε τὴν αὑτῶν οὔτε τὴν ἡμετέραν.

[5]

δοκοῦσι δέ μοι τὰ μὲν ἡττᾶσθαι, τὰ δὲ κρατεῖν καὶ οὐ πάντα ἡττᾶσθαι. ἢ οὐχ ἑώρακας αὐτοὺς πίνοντας μὲν ὑπὲρ τὸν Κρατῖνον, ἐσθίοντας δὲ ὑπὲρ τὸν Ἡρακλέα, μαγείρων δὲ πλήθει τρυφῶντας, πολλῶν δὲ θύρας οἰκιῶν εἰδότας, ὥστε κἀκείνοις εἶναι τὸ μηδὲ ἐγγὺς αὐτῶν ἡμᾶς εἶναι κατὰ τὰς πτέρνας;

[6] ἐκείνους μὲν οὖν ἔα τέρπεσθαι τοῖς αὑτῶν, ὡς ἂν φαῖεν, ἀγαθοῖς· σὺ δὲ ἔχων τὸν σαυτοῦ μαθητὴν Κέλσον ποίει βελτίω. ποιήσαις δ' ἄν, εἰ μηδὲν ἀγνοήσειε τῶν ἐν τῷ μακρῷ σοι τούτῳ δημιουργηθέντων χρόνῳ.

[1478]

Ἀφοβίῳ.

[1]    Ἀφῖκται μὲν καὶ τῶν αὑτοῦ τι διοικησόμενος ὁ γενναῖος Σευῆρος, μέγα μέντοι καὶ τοῦτο ποιεῖται, τὴν Παλαιστίνην ὑπὸ τῆς σῆς γνώμης ἀγομένην ἰδεῖν· ἡδὺ γὰρ θέαμα πόλεις εὐδαιμονοῦσαι.

[2] σὺ δὲ χρηστὸς μὲν ἀεὶ καὶ πρὸς ἅπαντας, καί σου καιρὸς οὐδεὶς μετέβαλε τοὺς τρόπους, περὶ δ' αὖ τοὺς παιδείας μετέχοντας οὕτω πρόθυμος, ὥστε πολλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων πέπρακταί σοι.

[3] τούτου λήψεσθαι πεῖραν καὶ Σευῆρον ἐλπίζω, καὶ τοὺς νῦν τὰ σὰ μηνύοντας νικήσει τῇ διηγήσει· δύναται γάρ, εἴπερ τις Ἑλλήνων, λέγειν.

[1479]

Ἀκακίῳ.

[1]    Παλαιὸν ἑταῖρον αὖθις ὄψει τὸν πρᾳότατον Σευῆρον, ὃς μάλιστα δὴ τῶν Ἀθηνῶν ἀπολέλαυκεν. ἡμεῖς μὲν γὰρ ὥσπερ ἐν ὀνείρασι ταχέως ἀπήλθομεν, ὁ δ' εἰδώς, ὅσον τῶν ἄλλων διαφέρει τὸ χωρίον, μακρὰν αὑτῷ τὴν εὐτυχίαν ἐποίησε.

[2] καὶ γέγονέν οἱ πλέον ἢ τοῖς ἄλλοις παρ' ἐκείνου καρπός. καρπὸς δὲ ἐκεῖθεν οὐ λόγοι μόνον, ἀλλὰ καὶ φίλοι, δι' οὓς πᾶσαν γῆν ἔχει τῆς πατρίδος οὐ χείρω.

[3] καὶ νῦν ἔρχεται πιστεύων ἕξειν τὰ μὲν παρὰ σοῦ, τὰ δὲ διὰ σοῦ. καὶ γὰρ ἂν τῶν ἀδυνάτων τι τῶν παρ' ὑμῖν δέηται, νεῦμα σὸν ἀρκέσει πάντας αὐτῷ δοῦναι συνεργούς.

[1480]

Γεροντίῳ.

[1]    Οἰκέτης μοί τις ἐν ἀγορᾷ συντυχὼν δοὺς ἐπιστολὴν καὶ τοσοῦτον εἰπών, ὅτι Θεόδωρος ἔπεμψεν, ἀποπηδήσας ᾤχετο. ἐγὼ δὲ ἐλθὼν εἰς τὸ χωρίον, οὗ ποιοῦμαι τὰς ἐπὶ λόγοις διατριβάς, ἐπειδὴ λύσας ἀνέγνων, ἐπῄνεσα μὲν τὴν ἐπιστολὴν καί μοι ἔδοξεν ἀνδρὸς εἶναι δεινοῦ λέγειν, οὐκ εἶχον δὲ συμβαλεῖν, οὔθ' ὅστις ὁ γράψας Γερόντιος οὔθ' ὅστις ὁ πέμψας Θεόδωρος.

[2] οὐδὲ γὰρ ὅθεν ἦλθε τὰ γράμματα, οὐδαμοῦ τῶν γραμμάτων ἐνῆν, οἷον ὅτι Ἀθήνηθεν ἢ ἐκ Θηβῶν ἢ Βυζαντίου, ἀλλὰ τιμὴ μὲν πρὸς ἐμὲ πολλὴ καὶ ἔρως Γεροντίου καὶ Θεόδωρος ἐνεδρεύων καὶ πάντα χαρίεντα, τόπος δὲ οὐδεὶς ἐβοήθει μοι πρὸς τὴν τοῦ γεγραφότος θήραν.

[3] τέως μὲν οὖν ζητῶν τε καὶ ἀπορῶν διῆγον, ἔπειτ' ἐνεθυμήθην πρὸς ἐμαυτὸν ὡς Γερόντιοι μὲν πλῆθος ἐν γῇ, κάλλος δὲ τοιοῦτον ἐπιστολῆς εἷς ἂν μόνος ἔτεκε Γερόντιος.

[4] καὶ Κέλσῳ δείξας τὰ γράμματα καὶ εἰπὼν ἃ τοπάζω παρ' ἐκείνου βεβαιοῦμαι τὴν δόξαν. μειδιάσας γὰρ καὶ ἡσθεὶς οὗτος ἐκεῖνος ἔφη Γερόντιος οὑμὸς ἑταῖρος καὶ μηνύει τὸν πατέρα ὁ λόγος.

[5] εὑρόντες οὖν σε πολλοῖς δὴ πολλάκις ἀνέγνωμεν ἐν Διονύσου τὰ γράμματα, διετρίβομεν γὰρ περὶ τὸν θεόν, ἀρχομένης τε τῆς ἑορτῆς καὶ τῶν Βακχῶν ἤδη κεκινημένων.

[6]

ἐγὼ δὲ σοῦ νῦν μὲν ἀκήκοα, πάλαι δὲ ὢν ἐπαινέτης τυγχάνω καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας, ἀφ' ἧς Ἀρισταίνετος. δόγμα γὰρ ἐνίκα παρ' ἡμῖν ταῖς ἀλλήλων ψήφοις ἀκολουθεῖν, καὶ οὔτ' ἐκείνου ψέγοντος ἐπῄνεσα ἂν ἐπαινοῦντί τε συμπνεῖν ἔδει. ταὐτὰ δέ μοι καὶ παρ' ἐκείνου καὶ εἶχον ἑπόμενον ἀμφότερα.

[7] ἀκούων οὖν αὐτόν, ὁπότε λέγοις, πηδῶντα καὶ αὐτὸς ἀνήκοος ὢν ἐπήδων· οὐ γὰρ ἦν θέμις ἡσυχάζειν Ἀρισταινέτου πηδῶντος.

[1481]

Σιμπλικίῳ.

[1]    Τοὺς μὲν ἄλλους ἐξηπάτηκε Σύμβουλος λέγων ἐπὶ τὴν αὑτοῦ τάξιν τρέχειν, ἣν εἶναι δίκας λέγειν· ἐμὲ δὲ οὐκ ἔλαθεν ἀμελῶν μὲν οὐδὲ τούτου, πρότερον δὲ πεποιημένος τὸ σέ τε ἰδεῖν καὶ σοὶ συγγενέσθαι καὶ πάλιν λευκὰς ἀγαγεῖν ἡμέρας. τοιαῦται γὰρ μετὰ σοῦ πᾶσι μέν, οὐχ ἥκιστα δὲ Συμβούλῳ, ὃν εὐθὺς ἐξ ἀρχῆς ὡς ἀγαθὸν ἐθαύμασας.

[2] ὅ μοι δοκεῖ καὶ ἡ μήτηρ ἐπισταμένη μόλις μὲν πέμψαι, ζῆν μὲν γὰρ ἡγεῖται τὸ σὺν τῷ παιδὶ ζῆν, θάτερον δὲ βαρὺ καὶ οὐκ ἀνεκτόν, ἀλλ' ὅμως ‹αἱ› παρὰ τῆς σῆς φιλίας ἐλπίδες ἔπεισαν ἐνεγκεῖν· ᾔδει γὰρ πέμπουσα αὐτὸν παρὰ ἄνδρα τῷ χρόνῳ μὲν ἀδελφόν, τῇ δὲ εὐνοίᾳ πατέρα.

[3] ταῦτα καὶ Θεόδωρος προσδοκᾷ, ταῦτα καὶ αὐτὸς ἐγώ. ταῦτα ἐπιτέλει, πρὸς Διός, καὶ μιμοῦ τὸν τρόπον τοῦ γενναίου Φιλίππου, ἵν', ὥσπερ αὐτοῦ μετέλαβες τῶν ἐν τῷ σώματι τύπων ‑ οἶσθα δέ, ὅπως χαίρομεν ἐν σοὶ θεωροῦντες ἐκεῖνον ‑ οὕτω καὶ τὴν γνώμην ὅμοιος ᾖς ἐκείνῳ.

[4] γράφειν μὲν οὖν πολλοῖς εἶχον τῶν παρ' ὑμῖν, τὸ πρὸς σὲ δὲ ἀρκεῖν ᾠήθην· ἃ γὰρ ἂν αὐτῷ πολλοὶ συνεισήνεγκαν, παρὰ μόνου σοῦ γένοιτ' ἂν δυνάμεώς τε δικαίας ὑπαρχούσης καὶ γνώμης ἀξίας τοῦ δύνασθαι.

[5] ὅπως οὖν πολλοί τε αὐτοῦ τῆς τέχνης δεήσονται καὶ χρημάτων εὐπορήσειεν ἐκ δικῶν, σκόπει. νῦν μὲν γὰρ φορτικός ἐστι Θεόδωρος τὰ αὑτοῦ διηγούμενος· δεῖ δὲ αὐτὸν σοῦ βοηθοῦντος ἥττω γενέσθαι τῆς τοῦ παιδὸς καὶ δόξης καὶ εὐπορίας.

[1482]

Δεκεντίῳ.

[1]    Γένους μὲν ἕνεκα καὶ νοῦ καὶ τοῦ δύνασθαι πραγμάτων ἐπιμελεῖσθαι καλῶς ποιεῖτε καλοῦντες τὸν καλὸν Ἀπελλίωνα· πρὸς δὲ τοὺς γαμηλίους θεοὺς οὐκ οἶδα ὅ τι ἂν ἀπολογοῖσθε ἄνδρα ἕλκοντες ἐξ εὐνῆς βουλομένης αὐτὸν ἔχειν. γέγονας δὲ καὶ αὐτὸς νεόγαμος καὶ οἶσθα ὡς τοῖς τοιούτοις ἓν φίλον, ὁ θάλαμος, τἄλλα δὲ πάντα ὄχλος.

[2] διόπερ οὐκ ἄνευ δακρύων Ἀπελλίων ἐξῆλθεν, ἀλλ' ἐπείθετο μὲν βασιλέως γράμμασι, πεῖσαι δὲ αὑτὸν ὡς οὐκ ἀδικεῖται οὐκ εἶχεν. δέος δέ ἐστι οὐ μικρὸν μὴ ἡ γυνὴ τῇ λύπῃ συνοικοῦσα ‑ βλάσφημον δὲ οὐδὲν ἐρῶ.

[3] λύσατε δὴ τοσοῦτον κακὸν ἀποπέμψαντες ἡμῖν τὸν οὐκ ἐν καιρῷ κεκλημένον. εἰ γὰρ δὴ ἐνιαυτὸν ἀπέσται τῆς οἰκίας, ἴσως δέ τι καὶ πλέον, οὐκ οἶδα εἰ φορητὸν ἔσται τὸ φορτίον.

[4] οἶμαι δὲ καὶ ἀχρήστους εἶναι πρὸς τὰς πράξεις τοὺς ὑπ' ἄλλων τινῶν ἀφελκομένους τὴν γνώμην. δεῖ γὰρ τὸν μέλλοντά τι δράσειν ἱκανῶς ἓν ἐκεῖνο ὁρᾶν, ὁ δὲ σχιζόμενος πολλὰ ἂν παραλίποι.

[5] εἰ μὲν οὖν τι δώσετε τοιοῦτον, δι' οὗ τὸ μετὰ τῆς γυναικὸς εἶναι σχήσει, δεξόμεθα καὶ εἰσόμεθα χάριν· εἰ δ' ἃ λέγετε, κεκράξεται μὲν οὐδείς, ἴσως δὲ οὐδ' ἐπαινέσεται.

[1483]

Μοδέστῳ.

[1]    Τὰ τῶν πολλῶν ἑορτάζεις καὶ ταῦτα οὐ τῶν πολλῶν ἡμῖν ὤν, οἳ τὼ πόδε νοσοῦντες τοῖς οὔπω νενοσηκόσι φθονοῦσι, κἂν συμβῇ νοσῆσαι, χαίρουσιν οὐκ αὐτοὶ δραμεῖσθαι μέλλοντες, ἀλλ' εἰ μηδ' ἐκεῖνοι, τοῦθ' αὑτοῖς ἀγαθὸν κρίνοντες. ἐγὼ δὲ μάλιστα μὲν ἐβουλόμην καὶ ἐμαυτὸν καὶ σὲ λυθῆναι· εἰ δὲ μὴ ἐμὲ δυνατόν, σέ γ' ἐβουλόμην ἄν.

[2] ἔοικε δὲ σοὶ τὸ κακὸν ἀγαθὸν εἶναι. τὸ γὰρ ἠναγκάσθαι καθῆσθαι τὴν οἰκοδομίαν σοι κρείττω ποιεῖ. βαδίζων μὲν γὰρ πολλὰ καὶ περιτρέχων ἐπὶ τοῖς οἰκέταις ἂν ἐκείνην ἐποιοῦ, χαλεπὸν δὲ οἰκέτην εἶναι χρηστόν· νῦν δὲ ἡ τῆς ποδάγρας φιλία φύλακα ξύλων καὶ λίθων ἐκάθισέ ‹σε›. κἂν βλακεύῃ τις, οὐκ ἐπιτρέπεις, ἀλλὰ καὶ φωνῇ καὶ ὀφθαλμῷ τέκτονα ἐπεγείρεις. ὥστ' εἰκότως ἂν αὐτῇ χάριν ἔχοις συνοικοδομούσῃ. καὶ κυβεύειν δέ μοι νῦν τεχνικώτερον δοκεῖς τὴν οἰκίαν ἀντὶ τῆς ἀγορᾶς ἔχων.

[3] ἐμοὶ δὲ ἴσως μέν τι καὶ ἄλλο κέρδος ἐνήνοχε· μέγιστον δέ, ὅτι χρυσοφορῶ περὶ τοῖν σφυροῖν κατὰ τοὺς Περσικοὺς σατράπας. ἀλλὰ καὶ φέρομαι συνεχῶς ἐφ' ἵππου, τὰ πρὸ τοῦ δὲ τοῖν ποδοῖν ἦν ὁ πόνος.

[4] ὁρᾷς, ὅσας σοι παρέχω πρὸς ἡδονὴν ἀφορμάς. οὐ μὴν ἐκεῖνό γέ σε ἔτι τέρψει, λέξω δέ, εἰ καὶ ἀνιάσει. πλησίον μὲν ἡμῖν ἡ Κιλικία, πλησίον δὲ ὁ φιλανθρωπότατος θεός, καὶ ῥᾷστον ἀλγοῦντι καὶ πέμψαι καὶ ἀφικέσθαι καὶ τυχεῖν φαρμάκου.

[5] ἐπεὶ οὖν πυνθάνῃ, ποῦ τέταγμαι τοῦ χοροῦ, ἴσθι με τιμώμενον ὑπ' Ἀσκληπιοῦ καὶ τὸ μὲν τῆς κεφαλῆς κακόν, σὺν αὐτῷ δὲ ἐρῶ, λελωφηκός, τὸ δὲ τοῖν ποδοῖν τῆς ἄγαν ἀναιδείας οὐ πεπαυμένον.

[6] εἰ δὲ ἀπιστεῖς, ἐροῦ τὸν ἄριστον Κέλσον, ἐροῦ τόν σοι φίλτατον Ἀπελλίωνα τὸν γενναῖον, ὃς ἔχειν πηγὰς δοκῶν ἐν ἑαυτῷ γέλωτος νῦν αὖος γέγονε τὰ τῆς δικαίας Ἀφροδίτης ἀναγκασθεὶς ἀφεῖναι.

[1484]

Γεροντίῳ.

[1]    Πόσου ποτ' ἂν ἐπρίω λαβεῖν χρῄζοντά σου τὸν χρηστὸν Ἀπελλίωνα; ἐγὼ μὲν οἶμαι πάντων τῶν ὄντων σοι χρημάτων, οὐχ ἵνα τούτῳ τι γένηται λυπηρόν, ἀλλ' ἵνα σοι καιρὸς ἐπιδείξασθαι τὸν τρόπον ᾖ.

[2] ἥκει τοίνυν ὁ τῆς ἐπιδείξεως καιρός· ἔτι γὰρ αὐτὸν ἐν τῇ τῶν γάμων ἡδονῇ διάγοντα στρατιώτης ἥκων ἐξείλκυσε τῆς γυναικὸς ἔνδον ἐχομένης, καὶ ἐξῆλθεν ἀλγῶν ἀλγοῦσαν ἀφείς.

[3] ταύτην δὴ τὴν ἀθυμίαν βραχέος ποίησον χρόνου τὰ μὲν πείσας, τὰ δὲ ἀναγκάσας τοὺς τὰ μείζω δυναμένους. ἔστι δέ σοι δύναμις εἰ καὶ μὴ τοῦ δρᾶν, ἀλλ' εἴς γε τὸ ‹χρηστὸν› τοὺς δρῶντας ἄγειν τοῖς λόγοις. δεῖ δέ σε φανῆναι καὶ τούτῳ κἀκείνῃ περὶ ἣν ἐσπούδακας ἰσχύν τινα οὐ φαύλην κεκτημένον καὶ παρέχειν ἐν τοῖς ἤδη τὰ μετὰ ταῦτα ὁρᾶν.

[4] Ἀπελλίων τοίνυν ὅλως μὲν ἔργον οὐ φεύγει, τὰ δὲ πόρρω τε τῆς αὑτοῦ καὶ δυσαπάλλακτον ἔχοντα ταλαιπωρίαν. καὶ τί δεῖ κύκλῳ βαδίζειν; γῆν οὐκ ἂν δύναιτο μετρεῖν καὶ ταῦτα ἐν Θρᾴκῃ. σκόπει τοίνυν ὅπως μηδὲν ὧν οὐ βούλεται ὑπομενεῖ.

[1485]

Εὐανθίῳ.

[1]    Οὐ πάντη ἡμῶν πλεονεκτεῖς, ἀλλ' ἔστιν ἃ καὶ ἡμεῖς σοῦ πλέον ἔχομεν. σοὶ μὲν γὰρ ἀπὸ τῆς θαλάττης λαμπροτέρα τράπεζα καὶ τἀπὸ γῆς δὲ οὐκ ὀλίγα· ἐγὼ δὲ τοῦ γέροντος ἀπολαύω Θεοδώρου καὶ τοῦ καλοῦ στόματος οὐκ αὐτὸς καλῶν κρυπτόμενον, ἀλλ', οἶμαι, θορυβηθείς, εἰσεπράττετο γὰρ χρυσίον, ἠναγκάζετο ἐμὲ διώκειν μᾶλλον ἢ πρότερον ἡμεῖς ἐκεῖνον.

[2]

τρυφῶ οὖν ὁρῶν τρέμοντα καὶ ἀκούων φωνῆς βελτίονος ὑπὸ τοῦ φόβου γινομένης, μᾶλλον δέ, ἀφαιρεῖ μοι τῆς ἡδονῆς τὸ μὴ τοὺς τῆς ἡδονῆς κοινωνοὺς ἔχειν, σέ τε λέγω καὶ τὸν ἀδελφόν.

[3] εἰ δ' ἦν αἱρέσεως κύριος ἢ σὲ κοινωνὸν ἢ τὸν ἀδελφὸν ἔχειν, ᾑρούμην ἂν ἐκεῖνον μᾶλλόν τε εἰδότα γελᾶν καὶ οἷς προσήκει τῶν ὀρνίθων εἰκάζειν τὸν γέροντα.

[1486]

Παλλαδίῳ.

[1]    Ἥκει σοι πάλιν Νουμήνιος εὖ πάλιν πεισόμενος. ἔστι δὲ ἄξιος εὖ πάσχειν εἰδὼς ᾄδειν χάριτας· ὡς οὐκ ἐπαύσατό γε διηγούμενος, οὔθ' ὧν αὐτὸς οὔθ' ὧν ἅπαν τὸ ἔθνος ἀπέλαυσε. φησὶ δὲ αὑτῷ καὶ παρὰ τὴν ἐπιστολὴν τὴν ἐμὴν γενήσεσθαί τι πλέον.

[2] ἵν' οὖν καὶ τῶν πλειόνων ἐκείνων αὖθις γένηταί τι πλέον, ἔδωκα ταυτὶ τὰ γράμματα. σὸν δ' ἂν εἴη καὶ ταῦτα ποιῆσαι μὴ χείρω τῶν προτέρων.

[1487]

Νικοκλεῖ.

[1]    Ἃ μὲν ὁ κεκληκὼς βασιλεὺς ἐγχειριεῖ Κέλσῳ, καλῶς ἂν αὐτὸς εἰδείη· τουτὶ μέντοι καὶ ἐμοὶ καὶ παντὶ δῆλον, ὅτι πρὸ τῶν παρ' ἐκείνου κέρδος οὐ μικρὸν αὐτῷ τὸ σέ τε ἰδεῖν καὶ τῶν σῶν ἀκοῦσαι λόγων, οὓς οὐκ ἀπὸ βιβλίου δεικνύεις τοῖς ἀνθρώποις, ἀλλὰ τὸν Σωκράτους τρόπον.

[2] ἔδειξας δὲ τὴν σαυτοῦ φιλοσοφίαν εὖ τε φερόμενος καὶ μεταπεσόντος τοῦ πνεύματος οὔτε τότε ὁρμήσας ἐπὶ πλοῦτον οὐ καλὸν τὸν χειμῶνά τε ἐνεγκὼν ἀνδρείως.

[3] ἀκούων δὲ πάλιν ἧφθαί σε τοῦ παιδεύειν τοὺς νέους μακαρίζω μὲν τὴν πόλιν, μακαρίζω δὲ αὐτούς τε ἐκείνους καὶ τοὺς ἐκείνων πατέρας. κοινῇ τε γὰρ παρ' οἷς τοῦτο ποιεῖς κοσμοῦνται καὶ οἱ πίνοντες τῆς πηγῆς ἑτέρων βελτίους.

[4] ἐμοὶ δὲ οὕτως ἀρραγὴς πρὸς σὲ πίστις, ὥστ' ἐπεχείρησε μέν τις διακόψαι τὸν δεσμόν, εὗρε δὲ αὐτὸν ἀδαμάντινον. ἂν οὖν τι γίγνηται καὶ πρὸς σὲ παραπλήσιον, οὐκ ἄδηλον ὡς ἀσθενὴς ὁ πέλεκυς φανεῖται.

[1488]

Δατιανῷ.

[1]    Ἔχω τοῦ γάμου τὸν μισθὸν ὁ τοῦ γάμου συναγωγεὺς πολὺ μείζονα καὶ κρείττονα τοῦ γινομένου ταύταις δὴ ταῖς προμνηστρίαις. ἐκεῖ μὲν γὰρ ἐσθὴς καὶ ἀργύριον καὶ χρυσίον, ἐμοὶ δὲ γράμματα σά, ὧν ὅστις ἔχει νοῦν, πάντα χρυσὸν ὕστερον ἡγήσεται.

[2] Παιάνιος δὲ οὐ τοσοῦτον κερδαίνει μόνον, ὅσον κόρην ἀγαθήν τε καὶ τῆς σῆς οἰκίας ‹ἀξίαν› ἄγεται, ἀλλ' ὅτι καὶ τῇ σῇ ψήφῳ κέκριται τῆς κόρης ἄξιος εἶναι· τουτὶ γὰρ αὐτῷ καὶ πάντα ποιεῖ τὸν βίον σεμνότερον.

[3] Λυκοῦργος μὲν γὰρ καὶ Σωκράτης τοῖς ἐκ Δελφῶν χρησμοῖς ἐκοσμήθησαν, ὁδὶ δὲ γνώμῃ τῇ σῇ τῇ πάντα ἀκριβῶς καθορώσῃ, τίς μὲν χρηστός, τίς δὲ οὐ τοιοῦτος καὶ τίνα μὲν προσίεσθαι χρή, τίνα δὲ ἀποστρέφεσθαι. ἔστι δὲ οὔτε τούτων ἀθλιώτερος οὐδεὶς οὔτ' ἐκείνων εὐδαιμονέστερος.

[4] ἐν δὲ τοῖς εὐδαίμοσι καὶ Κέλσον τουτονὶ τίθημι πάλαι τε ὑπὸ σοῦ χρηστὸν νομιζόμενον καὶ νῦν τευξόμενον βοηθείας, ἣ τοῦτον ὡς τάχιστα ἀποδώσει τῇ γυναικί.

[1489]

Θεμιστίῳ.

[1]    Ἔδει σοι καὶ τὸ κεφάλαιον τῶν Ὀλυμπιανοῦ χορευτῶν γενέσθαι φίλον. Σατορνίνου γὰρ τουτουὶ πάντες ἦμεν ὕστεροι, καὶ ὁπότε εἰσίοι τι λέξων, περιιστάμεθα τὸν θρόνον οἱ διεσπαρμένοι· τοσοῦτον δεινότητος ἐν τοῖς τοῦδε λόγοις ἐνῆν.

[2] ὢν δὲ οὕτω δεινὸς εἰπεῖν οὕτω χρηστὸς ἦν, ὥστ' οὐ μᾶλλον τῶν ἀκροωμένων αὐτὸς ὁ λέγων εὐδοκιμῶν ἥδετο. ὑπῆρξε δὲ αὐτῷ κἀν τοῖς δικαστηρίοις νικῆσαι μὲν πολλά, λυπῆσαι δὲ ὀλίγα. τὸν γὰρ τρόπον οὐδ' ἐν ἐκείνοις μετέστησε τοῖς τόποις, καίτοι κἂν τὸν πρᾳότατον ἡ παράταξις ἐκείνη τῆς φύσεως ἐξαγάγοι.

[3]

ταῦτα ὁρῶν Σαλούτιος ἀρχῇ τὸν ἄνδρα ἐτίμα, Βορέας δὲ ἁρπάσας ἀντὶ τῆς Ὠρειθυίας τὸ γραμμάτιον ἰδιώτην ἡμῖν ἔτι τὸν Σατορνῖνον ποιεῖ. νῦν οὖν ἥκει κομιούμενος τὸ πρὸ τοῦ σχῆμα καὶ δίκας αὖθις ἀντὶ τοῦ δικάζειν ἐρῶν.

[4] οἶμαι μὲν οὖν καὶ τὸν ἄριστον Σαλούτιον μεμνήσεσθαι τῶν αὐτοῦ καὶ ἴσως δευτέρων ἀμεινόνων· εἰ δ' οὖν ἐκεῖνον τὸ πλῆθος τῶν πραγμάτων ἀμβλύτερον εἰς ταῦτα ποιοῖ, σύ μοι τὸν ἄνδρα ἐπεγείρειν.

[5] λήψῃ δὲ δικαίας εἰς τὴν παράκλησιν ἀφορμὰς ἐν οὐ πολλαῖς ἡμέραις· οὕτως εὐθὺς χρυσοῦς τε εἶναί σοι δόξει καὶ πείσει φιλεῖν.

[1490]

Βασσιανῷ.

[1]    Σατορνῖνον οἶσθα μὲν ἀπὸ τῆς δόξης ἣν ἔσχεν ἔκ τε τῶν λόγων καὶ τῆς ἄλλης ἐπιεικείας, ὥστ' ἔμελλες αὐτὸν καὶ ἄνευ γραμμάτων ἐμῶν ἐν θεραπείᾳ ποιήσεσθαι· νῦν δὲ ἔστι τι καὶ τρίτον, ὃ ποιεῖ σε τούτῳ φίλον. φίλος γὰρ ἐμὸς ἐκ παιδὸς ἀπὸ τῆς περὶ Μούσας χορείας, καὶ προϊὼν ὁ χρόνος ηὔξησεν ἡμῖν τὰς ἐκεῖθεν ἀρχὰς ἥσθημέν τε τοῖς ἀλλήλων ἀγαθοῖς μᾶλλον ἢ τοῖς οἰκείοις ἑκάτερος.

[2] ἐπεὶ οὖν σοὶ μὲν καὶ οἶκος ἐκεῖ καὶ περιουσία καὶ δύναμις, ὁ δ' ἥκει δράσων ὅ τι ἂν ἀρέσκῃ τῷ καλῷ Σαλουτίῳ, συνεύχου μὲν αὐτῷ τὰ μείζω, πάντα δὲ φαίνου συμπράττων καὶ μήτ' ἄλλοσε καταλύοντος ἀνέχου μήτ' ἄλλοις μᾶλλον ἢ σοὶ συνόντος, ὅπως τούτῳ μὲν ᾖ παρὰ σοῦ μικρά, σοὶ δὲ ἀπὸ τῶν μικρῶν μεγάλα, φήμη καὶ ὄνομα πολλῶν χρημάτων ἀντάξιον, ὅτι Βασσιανὸς ἐκεῖνος διώκει τοὺς δεξιοὺς κἀκείνων ἔχεται καὶ τοὺς ὑπὲρ ἐκείνων πόνους κέρδη νομίζει.

[3] τοῖς τε οὖν ἄλλοις ὧν τις καὶ λόγος γινέσθω γνώριμος, καὶ ὁ σὸς κηδεστὴς τὸν ἀθλοθέτην τῶν αὑτοῦ δεικνύτω φίλων, ἵν' ὁ μὲν θαυμάζηται, ὁ δὲ μακαρίζηται. [1491] [t]

Θεοδώρῳ.

[1]    Εἶπον οὐκ ὀλίγα πρὸς Ἀκάκιον ἐγώ, πολὺ δέ γε ἐμοῦ πλείω πρὸς τὸν αὐτὸν τοῦτον Ὀλύμπιος. ὁ δ' ἀδικεῖσθαί φησιν, ὅτι σὺ φῂς ἀδικεῖσθαι· ζητεῖν γάρ σε τὰ μὴ σά, τὰ δὲ ἐκείνων σαφῶς.

[2] καὶ γράμματά φησιν ἔχειν Αἴαντός τινα ἀσπίδα· μαρτυρεῖν γὰρ ἐν αὐτοῖς καὶ τὸν ἐμὸν θεῖον ἐκεῖνον, ὃν οὐ μέλλεις ἐρήσεσθαι προσελθών· οὐ γὰρ ἂν ἀποκρίναιτό σοι.

[3] ὅρα δὴ καὶ σὺ θεῖόν τινα ἄλλον καὶ ἄλλου γράμματα ἐκείνου τοῦ θείου μηδ' αὐτοῦ πρὸς τὸν ἐρωτῶντα φθεγξαμένου ποτ' ἄν. ὁρῶ γὰρ ὅτι καὶ σοὶ δεῖ νεκροῦ τινος πρὸς τὸν νεκρὸν ἐκεῖνον.

[1492]

Κλεάρχῳ.

[1]    Ποῦ ταῖς Μούσαις ἐντετύχηκας καὶ τί σοι εἶπον καὶ τί σοι ἔδοσαν; ἢ δῆλον ὅτι κλάδον, δι' ὃν οὕτω ῥεῖς καὶ μακρὰς καὶ καλὰς ἀποτείνεις ἐπιστολάς;

[2] Νικοκλῆς δέ, εἰ καὶ τἄλλα φαῦλος, διὰ τοῦτό γε τίμιος, ὅτι σε τοιοῦτον ἔθηκε, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, δεινὸν εἰπεῖν, ἐν ἔργῳ ἀμείνω, πᾶσαν φωνὴν εἰς ἔπαινον ἕλκοντα. οὐ γὰρ ἀγνοοῦμεν τὴν ἐν Ἑλλησπόντῳ μὲν φῦσαν ἄμπελον, ἐπισχοῦσαν δὲ τὴν γῆν, ἧς ὁ καρπὸς τοῖς μὲν γλυκύς, τοῖς δὲ ἑτέροις πικρός.

[3] ἥκει δὲ καὶ φήμη τις χρυσῆ λέγουσά σε ἥξειν, ὥς σοι προσήκει δεῦρο ἐλθεῖν. σκόπει οὖν, ὅπως ἔργον ἔσται ὁ λόγος. μὴ γὰρ ἐπ' ἄλλῳ τὸ ἅρμα γένοιτο μετὰ ἄριστον ἡνίοχον, ὃς νῦν ἡμᾶς ἄγει πατέρα ἐν ἄρχοντι δεικνύων.

[1493]

Ῥουφίνῳ.

[1]    Καὶ τοῦτο τῶν ἀγαθῶν ἀρχόντων, μεμνῆσθαι διὰ τέλους ὧν ἦρξαν, τῆς γὰρ αὑτῶν ἀρετῆς ἐν τῇ 'κείνων μνήμῃ μέμνηνται· οἱ κακοὶ δέ, κἂν ἄλλος ὧν ἦρξαν μνημονεύῃ, δάκνονται καὶ ἐκκρούουσι τὸν λόγον ἔλεγχον αὑτῶν ἡγούμενοι τὸν περὶ ἐκείνων λόγον.

[2] σοῦ δὲ καλὰ μὲν τὰ πρὸ τῆς ἀρχῆς, καλλίω δὲ τὰ ἐπ' αὐτῆς, σεμνὰ δὲ τὰ μετ' ἐκείνην, ὅτε δὴ τοῖς περὶ λόγων λόγοις ἡμᾶς παρῄεις, ὧν ὁ βίος λόγοι, δεικνὺς μὲν θησαυρὸν ἐν τῇ ψυχῇ κείμενον παλαιῶν τε καὶ σοφῶν ἀνδρῶν, τῶν μὲν τῆς ὑμετέρας, τῶν δὲ Ἑλλάδος φωνῆς, προστιθεὶς δὲ ἑκάστῳ κρίσιν ὀρθὴν καὶ τὸ πότε ἄλλος ἄλλου βελτίων.

[3]

ἔλεγες δέ τι καὶ περὶ ἡμῶν, ὃ ἐμοὶ προτιμότερον τῶν Γύγου χρημάτων. ὅ μοι δοκοῦσιν ἤδη καὶ Ῥωμαῖοι μεμαθηκέναι· δῆλον γὰρ ὡς οὐκ ἐσίγησας, ἀλλά σοι μέρος τῆς διηγήσεως καὶ ἡμεῖς γεγενήμεθα.

[4] σοὶ μὲν οὖν ἀντὶ τῆς περὶ πάντα ἀρετῆς θεὸς κατευθύνοι τὸ γένος σώζων τε καὶ ποιῶν ἀθάνατον, ἀεὶ τοὺς δευτέρους τοῖς προτέροις παραπλησίους· ἐγὼ δὲ ἄλλως μὲν οὐκ ἂν ἐκεῖσε τὸν λόγον ἔπεμψα δεδιὼς τὴν τῶν παιδευόντων σοφίαν, νέοι τε γὰρ οἱ πολλοὶ καὶ καλοὶ καὶ μόνοι Ὑάκινθοι καὶ τοὺς ἄλλους ἡγοῦνται Θερσίτας· Σωκράτη δὲ ἐξαιρῶ λόγου, τὸν γενναῖον Βικτωρῖνον τὸν ἐμαυτοῦ πολίτην, οὕτω γάρ μοι καλεῖν ἥδιον τὸν ἀπὸ τῆς γείτονος, καὶ τὸν ἐννεάκρουνον Εὔδημον, οἱ λοιποὶ δὲ Γοργείη κεφαλὴ καὶ τοξόται καὶ βέλη. καὶ δέδοικα δὴ μή σοι γένωμαι πολέμου πρόφασις· οὐ γάρ με προδώσεις βαλλόμενον, οἶδ' ἐγώ.

[5] φόβος μὲν οὖν μὴ πέμπειν διεκώλυεν, αἰδὼς δὲ πέμπειν ἔπειθεν. οὐ γὰρ ἔστι οὐδὲ ἔοικε τὸ σὸν ἔπος ἀρνήσασθαι. Ῥώμης γὰρ τῆς ἀρίστης σύ γε καὶ φυτὸν καὶ κόσμος.

[1494]

Κύρῳ.

[1]    Ἐπῄνεσά σου τὴν θήραν, ὦ θηρατὰ σοφῶν ἰατρῶν· ταὐτὸ δέ σοι καὶ παρὰ πάντων, ἐφ' ὁπόσους ἧκεν ὁ λόγος. ὧν οἱ μέν σε ὡς ἐμπορικὸν ἐπαινοῦσιν ἐλάττοσιν ἀγαθοῖς μείζω κτώμενον ‑ εἶναι γὰρ ἔλαττον χρήματα τῆς κρείττονος τῶν νοσημάτων τέχνης ‑ , τοῖς δὲ δοκεῖς ἔργον ἀνδρὸς μάλα φιλοτίμου ποιεῖν τοσοῦτον πλοῦτον διδοὺς τοῖς οὔπω χρήματα ἔχουσιν.

[2] ἡ δὲ ἐμὴ γνώμη καλὰ μέν σε διδόναι, καλὰ δὲ λαμβάνειν· κόρας μὲν ἀρίστας διδόναι, προστιθέναι δὲ τῷ γένει Μαχάονά τε καὶ Ποδαλείριον. τὸ δὲ αὐτὸ τῷ τε γένει σου κέρδος καὶ τῇ πόλει καὶ προσέτι γε τῇ ἡμετέρᾳ πόλει καὶ πᾶσί γε ἄστεσιν, ἐφ' ὁπόσα ἂν ἐν μεγίστῳ χειμῶνι καλῶνται. οἱ ἀνιστάμενοι δὲ μετὰ τοὺς θεοὺς ὑμνήσουσι Κῦρον, ὃς ἀποπτήσεσθαι μέλλοντε τὼ νεανίσκω μένειν ἠνάγκασε διὰ τῆς Ἥρας.

[3] παρ' ἡμῖν δὲ πολλοὶ μὲν πατέρες καὶ κόραι καὶ ὁ διὰ τῆς Ἥρας δεσμός, εἴ τις ἐβούλετο, ἦν, ἀλλ', οἶμαι, οὐ βλέπουσιν ὀξὺ οὐδὲ ἐπίστανται πλουτεῖν καίτοι τοῦτ' ἀεὶ μελετῶντες· σὺ δὲ εἶδές τε τὸν θησαυρὸν καὶ ἥρπασας, οὐχ ὅπως μόνος ἔχοις, ἀλλ' ὅπως μάλιστα ἔχων καὶ τοῖς ἄλλοις νέμοις.

[4] τούτου δὲ πάντως τις τοῦ θησαυροῦ καὶ βασιλεύων δεήσεται καὶ τάχα τοὺς νῦν οἷς ἐπίστανται μεγάλους ὄψεταί τις καὶ τοῖς ἄλλοις μεγάλους.

[1495]

Θεμιστίῳ.

[1]    Ἀκόντιος ἀδελφὸς Ἀντωνίνου τοῦ Ἀρμενίου ‑ τὸν δὲ Ἀντωνῖνον αὐτὸς μὲν ἔτι παῖς ὢν τῇδε ἔγνων, σὺ δὲ ἀνήρ, ὅθ' ἧκεν ἐκεῖσε, καὶ ἦν ἡμῖν ἡ σπουδὴ τὸν ἄνδρα ἀρέσαι λόγοις ‑ τούτου τοίνυν ἀδελφὸς Ἀκόντιος ὢν κηδεστὴς Εὐτροπίου γίνεται, τοῦ Κέλσου ἀδελφοῦ, πάνυ χρηστὸς ἀνὴρ καὶ τὸ μηδένα λυπεῖν μεμελετηκώς.

[2] ἀρχὴν δέ τινα πάλαι λαβὼν καὶ οὐκ εἰσπράξας τούς γε οὐ δυναμένους θεῖναι νῦν αὐτὸς εἰσπράττεται μόνος, ὁπόσον ὀφείλουσι πολλαὶ μυριάδες ἀνθρώπων· τὸ δέ ἐστι χρυσοῦ μέτρον Πακτωλοῦ τινος δεόμενον καὶ Τμώλου καὶ τῆς Ἰνδικῆς.

[3] Ἀκοντίῳ δὲ χρήματα μὲν οὐκ ἔστι πλὴν τῶν ἱματίων καὶ δυοῖν δακτυλίοιν καὶ τοῦ τὴν χλαμύδα κατὰ τὸν ὦμον συνέχοντος χρυσίου, θυγατρὸς δὲ χρηστότης τὰ τῆς μητρὸς κληρονομήσασα τὸν πατέρα τρέφει.

[4]

εἰ μὲν οὖν τὸ διασπασθῆναι τὸν Ἀκόντιον χρυσὸν οἴσει, διασπάσθω καὶ ῥείτω χρυσός· εἰ δ' ἀπολεῖται μόνον, βοήθησον, ὅ τι ἔχεις. ἔχεις δὲ δύναμιν ἀπὸ τῆς δόξης καὶ τῶν λόγων τῶν τε ἄλλων καὶ ὧν ἀρχομένου τοῦ χειμῶνος ἔδειξας.

[5] πολλοὺς δὲ ἀκούω τοιαῦτα διαφυγεῖν κύματα τῇ τῶν ἐπικουρούντων προθυμίᾳ. τὰ μὲν γὰρ πρῶτα φοβερὰ καὶ πᾶν εἶδος ἀνάγκης· εἰ δ' ὁ διδάσκων εἴη, γίνεταί τις γαλήνη.

[6] τήν τε οὖν γαλήνην ταύτην ἡμῖν ἔργασαι καὶ λόγον τόν τε νῦν τόν τε πρὸ τοῦδε πέμπειν. πάνυ γὰρ ἐπιθυμῶ σου τὴν εὕρεσιν καὶ ἰδεῖν καὶ θαυμάσαι.

[1496]

Λεοντίῳ.

[1]    Χάριν αἰτοῦμέν σε δικαίαν. οἶμαι δέ σε πολλὰς τοιαύτας καὶ δεδωκέναι καὶ εἰληφέναι. ὅθεν σοι καὶ αἱ θεαὶ φίλαι καὶ πολλὴ παρ' ἐκείνων εἰς τὴν ἀρχὴν ἡ χάρις. ἣν δὲ αἰτοῦμεν, ἐστὶ κρατῆσαι μὲν ἐπιβουλευόμενον Μειλίχιον, ἡττηθῆναι δὲ ἐπιβουλεύοντα Σαπρίκιον.

[2] καίτοι ἀδελφὸς Μειλιχίου Σαπρίκιος, ἀλλ' ἀντ' ἀδελφοῦ πολέμιος εἶναι βούλεται. τῶν γὰρ ὄντων τούτῳ τῶν μικρῶν ἐπιθυμήσας καὶ ὁρῶν αὐτὸν οὐκ εἰδότα πράγμασι χρῆσθαι σιτηγεῖν αὐτὸς ἐθελήσας, εἶθ' ὡς οὐκ ἀρκῶν τῷ φορτίῳ τόνδε αὑτῷ συμπλεῖν ἀξιοῖ, οὐχ ἵνα συμπλεύσειεν, ἀλλ' ἵνα φεύγων τὸν πόνον ἐκπέσῃ τῶν ἑαυτοῦ, τὰ δὲ ἐκείνου γένηται.

[3] ταῦτ' οὖν ὅπως μὴ γένηται, δεόμεθά σου. καὶ γὰρ οὐδ' ἐπὶ φαύλοις [ὁ] Μειλίχιος διατρίβει παρ' ἡμῖν, ἀλλ' ἣν ἂν ἐγὼ φαίην καλλίστην λειτουργεῖ λειτουργίαν τὸν Πυθαγόρου μὲν ζηλωτήν, ἐμοὶ δὲ ὁμώνυμον ἐπὶ τῆς κεφαλῆς ὡς εἰπεῖν περιφέρων καὶ ὢν ὁμοῦ μὲν συγγενής, ὁμοῦ δὲ κρείττων τῶν οἰκετῶν.

[4] φιλοσόφους, ὦ μακάριε, μετὰ τοὺς θεοὺς θεραπευτέον ἐγγὺς ὄντας τῶν θεῶν. ἐπεὶ οὖν αὐτὸν Μειλίχιος ταῖς χερσίν, ἡμεῖς τῇ πρὸς Μειλίχιον βοηθείᾳ θεραπεύωμεν.

[5] εἰ δὲ μή, σκόπει οἷον ἔσται. Σαπρίκιος μὲν αὑτοῦ ποιήσεται τὰ τοῦδε, ὁ δὲ ὑπ' ἀθυμίας λείψει τὴν τάξιν ἐφ' ἧς ἐστι, στερήσεται δὲ ὁ φιλόσοφος τοῦ φιλτάτου, δόξομεν δὲ ἡμεῖς αἴτιοι γεγονέναι πράγματος οὕτως ἀγρίου.

[6] ἀλλ' οὔτε ἔσται οὔτε ἡμεῖς τοῦτο δόξομεν· ὁ γὰρ ἐκ λόγων ἐπὶ τὸ ἄρχειν ἥκων ὁ καλὸς ἡμῖν Λεόντιος τοῦ μὲν καταγνούς, τὸν δὲ ἐπαινῶν, ἡμᾶς δὲ αἰδούμενος πράξει ταῦτα ἃ πράξας εὐδοκιμήσει.

[1497]

Ἐκδικίῳ.

[1]    Ἄνελε, πρὸς Ἑρμοῦ, τουτὶ τὸ προοίμιον ἐκ τῶν σῶν πρὸς ἐμὲ γραμμάτων, οὔτε γὰρ τῶν σῶν λόγων οὔτε τῆς οὔσης ἡμῖν πρὸς ἀλλήλους φιλίας ἄξιον. ἁπλῶς δὲ οὑτωσὶ γράφειν· πραχθήτω τὸ καὶ τό, καὶ τῷ δεῖνι βοήθει, καὶ τὸν δεῖνα φίλει. ὃ γὰρ τοῖς τυράννοις παρὰ τῆς ἀρχῆς ἐστι, τοῦτ' ἔστι παρὰ τῆς φιλίας τοῖς φίλοις· διαφέρει δὲ τοσοῦτον, ὅσον τοῖς μὲν ὑπηρετοῦντες ἀχθόμεθα, τοῖς δὲ ὑπουργοῦντες ἡδόμεθα.

[2] σὺ δ', ὅτι μὲν δεῖ με τοῖς σοῖς βοηθεῖν, τῷ προοιμίῳ προσέθηκας, ὁ δὲ τῆς βοηθείας δεόμενος οὐδαμοῦ, καί μοι παρέστη δόξα τις, ὡς ἐγὼ μὲν τῷ σχήματι τῆς παρακλήσεως τιμῶμαι, τἄργα δὲ ἑτέροις πρόσκειται.

[1498]

Δομιτιανῷ.

[1]    Παρὰ τῷ φέροντι τὴν ἐπιστολὴν καταλέλυκεν ὁ φιλόσοφος Θεόπομπος, ἀνὴρ ἀξίαν τῆς ψυχῆς τὴν μορφὴν παρεχόμενος. ἐκέλευσεν οὖν με ἐκεῖνος αἰτῆσαί τινα εὔνοιαν παρὰ σοῦ τῷ ξένῳ, καὶ οὐκ ἔσχον εἰπεῖν ὡς οὐκ ἂν αἰτήσαντι δοίης. ἃ γὰρ ἔλαβον, ᾄδεται.

[2] αἰτῶ δὴ τὴν εὔνοιαν, ἧς κεφάλαιον τὸ διὰ τάχους ἀπαλλαγῆναι τῶν ἀδικούντων τὸν ἄνθρωπον.

[1499]

Ἰοβίνῳ.

[1]    Ἐκ τῆς φίλης σοι πόλεως ἡ πρεσβεία καὶ πρέσβεις ἄξιοι βασιλέως σώφρονος ἔχοντες μὲν σεμνύνεσθαι πατράσι, σεμνύνοντες δὲ γονεῖς ταῖς αὑτῶν ἀρεταῖς.

[2] ἐνοχλήσουσι μὲν οὖν οὐδέν, οἷα δὴ πολλαχόθεν, ἓν δὲ ἀπαγγελοῦσι μόνον, δρόμον ὡς ἡμᾶς γενέσθαι τῷ βασιλεῖ, ὃν ἐν μὲν τῇ Μεγάλῃ πόλει καθήμενον εὔχεσθαι χρῆν ἀναστῆναι, ἀναστάντα δὲ ὥρα καλεῖν.

[3] δὸς δὴ σαυτὸν εἰς τὸ πάντα αὐτοῖς γενέσθαι λεῖα, τήν τε εἴσοδον τά τε ἔνδον τά τε ἐπὶ τούτοις.

[1500]

Εὐμαθίῳ.

[1]    Ἔργῳ τὴν ὑποψίαν λέλυκας καὶ ἔργῳ μεγάλῳ τε καὶ οὗ πάντ' ἐλάττω τὰ ἄλλα· πατρὶ γὰρ υἱέων πάντ' ἐλάττω δήπου τὰ ἄλλα, ἐπεὶ καὶ σφῶν αὐτῶν μεῖζον ἄγουσι τὸ τῶν παίδων ἄνθρωποι.

[2] τοῦ μὲν οὖν πέμψαι τοὺς νέους ἐπαινῶ σε, τοῦ δὲ βραδέως αἰτιῶμαι. νῦν γοῦν, ὅτε σε χρῆν ἀκούειν ὡς ἐπίστανται λέγειν, ἀκούεις ὡς ἐπιστήσονται λέγειν.

[3] τούτου δὲ αἴτιον μάταιος φόβος, ὡς ἄρα ἐγὼ διὰ τὴν σὴν παιδιὰν περὶ τοὺς σοὺς παῖδας ἔμελλον εἶναι κακός. ἀλλ' οὔτ' ἂν παιδιᾶς ἀπῄτησα δίκην οὔτ', εἰ σφόδρα ἠδίκεις, τοὺς παῖδας ὧν αὐτὸς ἠδίκεις ἀπῄτησα ἄν.

[4] νῦν δ' ἐγὼ μέν σε δίκας οὐκ ἀπαιτῶ, δέδοικα δὲ μὴ τὸν πατέρα οἱ παῖδες, ὅταν ἐν τῷ κερδαίνειν μᾶλλον ἴδωσι τὴν πρόσθεν ζημίαν.

[1501]

Διονυσίῳ.

[1]    Ἥσθην σου καὶ τῷ μήκει καὶ τῷ κάλλει τῆς ἐπιστολῆς, καί μοι δοκεῖς οὐκ ἐν θορύβοις εἶναι μόνον, ἀλλὰ καὶ ἐν βιβλίοις. πάνυ γοῦν ἱκανῶς συνηγόρευκας Εὐμαθίῳ τῷ καλῷ· θαυμάζω δέ, ὅπως οὕτως ἐπιστάμενος λέγειν βραδέως αὐτοῦ τὸν φόβον ἐξέβαλες, ἀλλ' οὐκ εὐθὺς ἐξ ἀρχῆς θαρρεῖν ἔπεισας.

[2]

ἴστω οὖν ὅτι με οἷς μὲν ἔπραξεν ἐτίμησεν, οἷς δὲ ἐπίστευσε μόλις ἐλύπησεν. ἀλλὰ καὶ αὐτὸς μέντοι τὸν ἄνδρα ἀντιλυπήσω τῇ περὶ τοὺς παῖδας εὐνοίᾳ· δεῖ γὰρ αὐτῶν ὠφελουμένων αὐτὸν αὑτοῦ γενέσθαι κατήγορον.

[1502]

Ἐκδικίῳ.

[1]    Ἐδεξάμην τοὺς νέους, ὡς μὲν ἐγὼ φαίην ἄν, τοῖς ἐμαυτοῦ τοῖς μικροῖς, ὡς δὲ σὺ φῄς, τοῖς μεγάλοις καὶ καλοῖς, αὐταῖς ἀτεχνῶς Ἀθήναις. εἶτα τοιαῦτα λέγων οὐ δέδοικας μὴ τὸ ῥῆμα ἐλθὸν Ἀθήναζε γραφὴν Ἀθήνηθέν σοι κομίσῃ; καίτοι κρύπτω μὲν αὐτὸς τὸ ῥηθέν, οἱ νέοι δὲ οὐκ ἐσίγησαν ὑφ' ἡδονῆς ὡς ἂν Ἀθήναζε ἥκοντες.

[2] ὅρα οὖν, ὅ τι ἀπολογήσῃ πρὸς Ἀθηναίους· οἶμαι δέ σε ἀπορήσειν, πλὴν εἰ τὸν ἔρωτα τὸν εἰς ἡμᾶς αἰτιάσαιο, δι' ὃν ἤδη τις ἔπος προέηκεν ὅπερ τ' ἄρρητον ἄμεινον.

[1503]

Ἰοβίνῳ.

[1]    Ὄψει Λημμάτιον, ὡς οὔτ' ἂν ἐβουλήθης οὔτε προσεδόκησας, πτωχὸν ἐξ εὐπόρου, μικρὸν ἐκ μεγάλου, δάκρυσι παραπεμπόμενον τὸν πρὶν εὐδαιμονιζόμενον, ἓν ἔχοντα μόνον, τὴν ἐπὶ τῆς ψυχῆς ἀρετήν· ἐπεὶ τούτῳ γε οὐ χεῖρες, οὐ πόδες, οὐκ οἰκέτης, οὐκ ἄλλο οὐδὲν τῶν πατρῴων.

[2] οὕτω σκληρός τις αὐτῷ προσέπεσεν ὁ δαίμων καὶ πάντα ἐκεῖνα καθεῖλεν, ἃ ἡμεῖς μὲν ἠκούομεν, αὐτὸς δὲ εἶδες. ἦλθες γὰρ εἰς τὴν τοῦδε καὶ ὁπόσος ἦν ἁνήρ, ὡς κεφάλαιον τῆς πατρίδος, ἔγνως παρὼν φιλία τε ὑμῖν ἐγένετο, καὶ ὁ μὲν τὰ σά, σὺ δὲ ἐθαύμασας τὰ τοῦδε. τύχη δὲ ἄρα τις βελτίων πάλαι ταῦτ' ἔπραττεν, ὅπως ἐπὶ τῷ μέλλοντι χειμῶνι λιμένα εὕροι.

[3] δέχου δὴ τὸν ὑπὸ τῶν ἀνέμων ταραττόμενον καὶ βεβαίου τὴν παροιμίαν φίλος ἀνδρὶ παρὼν ἀλγῶν τε καὶ ἐπαμύνων. τὸ μὲν γὰρ πρότερον πάντων τῶν φίλων, δι' ὅσων ἦλθε, καὶ οὐδεὶς ὅστις οὐκ ἐστέναξε· τὸ δὲ καὶ λῦσαί τι τῶν λυπούντων ὑμῶν, οἷς τὸ δύνασθαι πάρεστιν εὖ ποιοῦν.

[4] εἰ δ' οὖν καὶ ἀδύνατον ἰάσασθαί τι τῶν κακῶν, ἀλλὰ φαίνου γε βουλόμενος· ὡς βέλτιον μὲν τὸ κατορθῶσαί τι, μικρὸν δὲ οὐδὲ τὸ προελέσθαι.

[1504]

Δεκεντίῳ.

[1]    Πολλοῖς οἶδά σε φίλοις βεβοηθηκότα καὶ πολλοῖς οὔτ' ἐχθροῖς οὔτε φίλοις. ἤδη δέ τῳ καὶ δυσμενεῖ χεῖρα ὤρεξας καὶ τούτων ὡς καλῶν ἐμέμνησο πρὸς ἡμᾶς· καὶ γὰρ ἦν καλά. Λημμάτιον δὲ ἐν φίλοις εἰκότως ἂν γράφοιο. φίλον γὰρ ὄντα ἡμέτερον καὶ σὸν οἶδεν ἡ παροιμία φίλον ἡ κοινὰ ποιοῦσα τὰ φίλων.

[2] ἴθι οὖν, πάντα λίθον κίνει πρὸς συμμαχίαν καὶ δεῖξον μεταβολὴν μεταβολῆς ἀμείνω· ἡ μὲν γὰρ παρὰ τῆς Τύχης πικρά, τὸν λαμπρὸν γὰρ ἐποίησεν ἄθλιον, ἡ δ' αὖ παρὰ σοῦ τὸν κείμενον εἰς τὰ πρόσθεν ἐπανάξει.

[3] ταῦτά σου δεῖσθαι δι' ἐμοῦ πάντας μὲν Ἕλληνας ἡγοῦ, πάντας δὲ Σύρους καὶ Αἰγυπτίους καὶ Κίλικας καί, νὴ Δία γε, πάντας ἀνθρώπους. καὶ γὰρ εἰ μὴ πάντες ἑωράκασι τὸν ἄνδρα, ἀλλὰ πάντες γε ἐδέξαντο τὸν περὶ αὐτοῦ λόγον, καὶ νῦν ἕκαστος ὡς αὐτὸς τρωθεὶς ὀδύρεται καὶ βούλοιτ' ἂν ἀκοῦσαί τι βέλτιον.

[4]

ἐλθέτω τοίνυν ὁ βελτίων πανταχῆ λόγος, ὡς Δεκέντιος μὲν ἱκέτευσεν, ὁ βασιλεὺς δὲ ἐπένευσεν, καὶ ὁ μὲν ἔπεισεν, ὁ δὲ ἐνέδωκεν· πάντως οὐ χεῖρον βασιλεῖ τροπαίου τὸ πρᾳότητι χρῆσθαι.

[5] καὶ ταῦτα εἶπον οὐχ ὡς οὐκ ἔχοντος τοῦ θυμοῦ λόγον, ἔχει γάρ, καὶ ἡμάρτομεν, ὁμολογοῦμεν, ἀλλ' ὅτι καλὸν εἰς ὀργὴν τῶν πραγμάτων ἐγειρόντων τῆς φιλανθρωπίας γενέσθαι τὴν νίκην, ἵν' ᾖ καὶ ποιηταῖς καὶ σοφισταῖς ἐκ πολλῶν καὶ καλῶν ἀνθέων τοὺς ἐπαίνους πλέκειν.

[1505]

Τῷ αὐτῷ.

[1]    Πρὶν ἐπανήκειν ἡμῖν τοὺς πρέσβεις ὁ περὶ αὐτῶν ἧκε λόγος. ἐκόμιζε δὲ αὐτὸν Ἀλέξανδρος οὐ μικρὰ μεγάλα ποιῶν, καίτοι δύναιτ' ἄν, ἔστι γὰρ ῥήτωρ ὁ σὸς στρατιώτης, ἀλλ' ὑπὲρ μεγάλων μεγάλως λέγων.

[2] ἐγένετ' οὖν ἡ διήγησις ἑορτή, καὶ οὐδὲν ἦν οὔτε λέγειν οὔτ' ἀκούειν πολλὰς ἐφεξῆς ἡμέρας ἢ ὅτι γαλήνην εὗρον οἱ πρέσβεις ἕτερα ἐλπίσαντες. ἐποίει δὲ τὸν φόβον ἡ βραδυτής, ἡ γαλήνη δὲ ἔργον μὲν τῆς βασιλέως φύσεως, ἔργον δὲ τῆς βοηθούσης Ἀθηνᾶς· πρέπειν γάρ μοι τῇ προσηγορίᾳ δοκεῖς διὰ τὴν φρόνησιν.

[3] τούτοις μὲν οὖν καὶ μάλα ἥσθην, τὸν Ἀλέξανδρον δὲ ᾤμην μέν, εἰ καὶ μὴ πρόσθεν, ἀλλὰ νῦν ἐπί τι τούτων ἀφῖχθαι τῶν τοὺς πράττοντας αὔξειν πεφυκότων· οὐ γὰρ ἦν ἄδηλον ὅτι τὸν ἄνδρα φιλεῖς ἐκ τῶν περὶ τὸν Ἑρμῆν ὄντα χορῶν.

[4] ὡς δ' ἔγνων, ᾧ διακονεῖ, συνήσθην μὲν πέτεσθαι δυναμένῳ, σοῦ δὲ ἐθαύμασα μήπω τὸν ἄνδρα τετιμηκότος, εἰ μὴ τοῦτο λέγοις, ὅτι τοῦτ' αὐτὸ μένων ἀνεῖχες τὸ ἐμὲ ταῦτα γράψαι καὶ αἰτῆσαι τὴν χάριν.

[5] ἰδοὺ δή, καὶ γράφω καὶ ἐπαγγέλλω· φαινέσθω τοίνυν ἡ χάρις.

[1506]

Ἀμμιανῷ.

[1]    Ἐγώ σε καὶ οἶδα καὶ ἐπαινῶ καὶ φιλῶ καὶ ὅταν ἐμαυτοῦ, τότε ἐπιλήσομαι καὶ σοῦ· τοῦ δὲ μὴ γράψαι σοι τὴν αἰτίαν οὐκ ἀποκρύψομαι. καὶ μήτοι με νομίσῃς ἐρεῖν τοῦτο δὴ τὸ τῶν πολλῶν τὸ οὐδὲ γὰρ αὐτὸς ἐπέστειλας. οὐ γὰρ ἀγνοῶ τοῦθ' ὅτι ὑμῖν μὲν πολλὰ τὰ πράγματα σχολὴν οὐ πάνυ διδόντα, τὸ δ' ἡμέτερον ἐν λόγοις.

[2] ἀλλ' εἰώθασιν οἱ ἄνθρωποι τίς τίνι φίλος; ἀνερωτᾶν, κἂν αἴσθωνται, παρὰ τῶν δυναμένων ὑμῶν εὖ πάσχειν ἀξιοῦσι διὰ τοὺς γράφοντας ἡμᾶς. καὶ δεῖ δὴ καθημέραν ἐπιστέλλειν καὶ δεῖσθαι καὶ χάριν αἰτεῖν.

[3] εἶθ' ὑμεῖς τὸ μὲν ἔδοτε, τὸ δὲ οὔ. τίς δ' ἂν πάντα δοίη; τὸν δ' οὐ τυχόντα κατήγορον ἀνάγκη τῶν ἐπεσταλμένων εἶναι. μὴ γὰρ ἂν ὑμᾶς μὴ δοῦναι τῆς ἐπιστολῆς πάντα ἃ χρῆν ἐχούσης.

[4] ὅπως οὖν μοι μὴ πλῆθος γένοιτο πολέμων, οὐκ ἐκήρυττον τὴν πρὸς σέ μοι φιλίαν. ἐπεὶ δὲ σὺ τοῦτο ἀναγκάζεις, ὑπακούω καὶ γράφω καὶ κηρύττω, καὶ τὰ πρῶτα γράμματα πρώτην εὐθὺς αἰτεῖ χάριν, τὸν Ἀλέξανδρον ἡμῖν ἑστιᾶσαι λαμπρότερον ἢ ὡς νῦν.

[5] ἔστι δὲ πολλῶν ἀξιώτερος καὶ γένους ἕνεκα καὶ τρόπων καὶ πόνων τῶν ‹τε› ἐν λόγοις τῶν τε δευτέρων, οὓς ἐφ' ἵππων ἐσθίων καὶ καθεύδων ἤνεγκεν.

[1507]

Ζηνοδώρῳ.

[1]    Οἶμαι μέν, εἰ καὶ πολλάς σε χάριτας ἐτύγχανον ᾐτηκώς, τυχεῖν ἂν ἢ πασῶν ἢ τῶν γε οὐκ ὀλίγων· νῦν δ' οἶσθα ὅτι σου τὴν ἀρχὴν οὐκ ἠνωχλήκαμεν.

[2] ἀλλὰ νῦν ἡ πρὸς Ἀλέξανδρον φιλία καὶ τοῦτο ἠνάγκασεν. ὃς ἥκει μέν, ὅπως εἰσπράξῃ τι Κιλίκων τινάς, εἴργεται δὲ ὑπὸ σοῦ καὶ ἴσως δικαίως ῥῆμα ἀφείς τι θρασύτερον, ἐφ' ᾧ σε πυνθάνομαι μέλλειν αὐτοῦ κατηγορήσειν πρὸς τὸν ἀπεσταλκότα.

[3] ἀλλά σου δέομαι μήτε τοῦτο ποιῆσαι μήτε τῆς εἰσπράξεως τὸν ἄνθρωπον ἐκβαλεῖν. εἰ γὰρ καὶ οὗτος ἐπιτιμήσεως ἄξιος, ἀλλ' ἡμεῖς γε ἴσως παρὰ τῷ καλῷ Ζηνοδώρῳ τιμῆς, καὶ μᾶλλον εἰκὸς ἐκεῖνον δι' ἡμᾶς συγγνώμης τυχεῖν ἢ δι' ἐκεῖνον ἡμᾶς ὑβρισμένους ἀλγεῖν.

[4] ἐνθυμοῦ δὲ καὶ ὅτι σοι κάλλιον νῦν νικῆσαι τὸν θυμὸν ἢ τῇ μὲν ὀργῇ χαρίσασθαι νῦν, ὕστερον δὲ πρὸς ἡμᾶς ἀπολογίαν ζητεῖν.

[1508]

Σελεύκῳ.

[1]    Ἐδάκρυσα ἐπὶ τοῖς γράμμασι καὶ πρὸς τοὺς θεοὺς ἔφην· τί ταῦτα, ὦ θεοί; δοὺς δὲ καὶ τῶν ἄλλων οἷς πιστεύω μάλιστα τὴν ἐπιστολὴν κἀκείνους ταὐτὸν εἶδον παθόντας πρὸς τὴν ἐπιστολήν. ἐλογίζετο γὰρ ἕκαστος, ὧν ἄξιος ὢν τυχεῖν ἐν οἷς ἠνάγκασαι διάγειν.

[2] ἐγὼ δὲ οἷς κἀκείνους καὶ ἐμαυτὸν παρεμυθησάμην ἐρῶ· καὶ γὰρ σοὶ τοῦτο ἀρκέσειν οἶμαι. εἰσῆλθέ με Ὀδυσσεὺς ἐκεῖνος, ὃς ἐπειδὴ τὴν Τροίαν κατήνεγκεν, ἐκομίζετο διὰ τῆς θαλάσσης, ὡς οἶσθα, ἡμεῖς δὲ οὔτε κλάδων ἐπὶ τὰ αἰδοῖα δεόμεθα μηδ' αὖ δεηθείημεν οὔθ' ὑπὸ τῶν οἰκετῶν τυπτόμεθα καθαρός τέ σοι πάσης παροινίας ὁ οἶκος.

[3] εἰ δ' εἴργῃ πόλεων καὶ τῶν ἐν ἐκείναις λουτρῶν, ἐνθυμοῦ, πόσοι παρὸν ἐν πόλει διατρίβειν ἐν ἀγροῖς αἱροῦνται τὰς ἡδονὰς ἡδίους τῶν ἐκεῖ θορύβων κρίνοντες. εἰ δὲ ἦσθα Ἀχιλλεὺς καὶ ἐχρῆν σε ἐν Πηλίῳ συνεῖναι τῷ Κενταύρῳ, τί ἂν ἔδρας; ἀποδρὰς ἂν εἰς τὰς πόλεις ᾤχου συμφορὰν τὸ ὄρος ἡγούμενος;

[4]

μή, πρὸς Διός, ὦ Σέλευκε, μὴ κόπτε σαυτὸν μηδ'

ἀμνημόνει τῶν στρατηγῶν ἐκείνων, οἳ ἄρτι τὰ τρόπαια στήσαντες, ὁ μὲν ἦν ἐν δεσμοῖς, οἱ δὲ ἔφευγον. οὐδὲ γὰρ ὅπως πονοῖμεν, ἐκεῖνα ἐμανθάνομεν, ἀλλ' ὅπως ἐν τοῖς δεινοῖς ἐκεῖθεν κουφιζοίμεθα.

[5] σὺ δ' ἔχων καιρὸν εἰς ἐπίδειξιν ἀνδρείας ὀδύρῃ καὶ τοὺς Πέρσας οὐ δείσας τὰ δένδρα ἡγῇ δεινὸν καὶ τὸν μὲν ἥλιον τὸν περὶ τὸν Τίγρητα ἤνεγκας, σκιὰν δὲ ἔχων ἐκ φύλλων ἐν Πόντῳ τῶν ἐν ἄστεσιν ἀγορῶν ἐπιθυμεῖς καὶ φῂς εἶναι μόνος· ὃ ἥκιστ' ἂν ἀνδρὶ φιλολόγῳ συμβαίη. πῶς γὰρ ἄν σε καταλίποι Πλάτων καὶ Δημοσθένης καὶ ὁ χορὸς ἐκεῖνος, οὓς ἀνάγκη μένειν, ὅπουπερ ἂν ἐθέλῃς; [6] τούτοις τε οὖν διαλέγου καὶ τὸν πόλεμον ὃν ὑπέσχου σύγγραφε, καί σου τὰ παρόντα οὐχ ἅψεται βλέποντος εἰς ἆθλον οὕτω μέγαν. τοῦτο καὶ Θουκυδίδῃ τὴν φυγὴν ἐποίησεν ἐλαφράν, καὶ διῆλθον ἄν σοι τὸ πᾶν, εἰ μὴ ἠπίστω καλῶς.

[7] πάνυ γε ἡγοῦ τῇ γραφῇ χαριεῖσθαι πᾶσιν ἀνθρώποις. εἶδες μὲν γὰρ ἔργα μετὰ πολλῶν, μόνῳ δὲ σοὶ τῶν ἑωρακότων ἀξία τῶν ἔργων ἡ φωνή.

[1509]

Κλεάρχῳ.

[1]    Ἠδικήμεθα ὑφ' ἑνὸς τῶν ἀρχόντων τῶν ὑπὸ σοί. Μητροφάνης μὲν ὄνομα τῷ ἄρχοντι, Σευῆρος δὲ συκοφαντεῖ, δεινὰ δὲ ἔπασχεν Ἀλέξανδρος καὶ δι' ἐκείνου Κέλσος καὶ διὰ Κέλσου πάντες ἡμεῖς.

[2] ἧκε μὲν γὰρ ὁ Ἀλέξανδρος εἰς Πέργην ὡς κυνηγέταις διαλεξόμενος, δεῖ γὰρ δὴ πρός γε σὲ τἀληθῆ λέγειν, ὁρῶν δὲ ἐν τῷ πράγματι κίνδυνον ἀπέστη τῆς πείρας. ἕτεροι δ' ἦσαν οἱ καὶ τοῦτο δρῶντες καὶ πείθοντες καὶ ἦν δρασμὸς τῶν τε πεισθέντων τῶν τε ἀναπεισάντων.

[3] ἔπειθ' οἱ μὲν πεισθέντες εἴχοντο, τοῖς δ' ὑπῆρξε διαφυγεῖν. Ἀλέξανδρος δὲ τούτων θεατὴς μὲν ἦν, κοινωνὸς δὲ οὐδαμῆ. εἶτα ἁρπασθεὶς ἔλαφος ἀντὶ παρθένου γυμνοῦται μὲν τῶν ὄντων, ἐμπίπτει δὲ εἰς τὸ οἴκημα, δυνηθεὶς δὲ λόγου τυχεῖν ὀψέ ποτε μάρτυρας εἶχεν αὐτοὺς τοὺς κυνηγέτας, ὡς οἱ μὲν ἠδικηκότες πλέουσιν, Ἀλέξανδρος δὲ οὐκ εἴη τῶν ἀναπτερούντων αὐτούς.

[4] ὁ μὲν οὖν νόμος ἐβούλετο τὰ αὑτοῦ τὸν Ἀλέξανδρον κομίσασθαι ὄντα οὐ μικρά· Σευήρῳ δὲ ἤρεσκεν ἔχειν τἀλλότρια, καὶ Μητροφάνει γε ταῦτ' ἤρεσκε, διότι καὶ Σευήρῳ. καὶ κελεύουσι δὴ τὸν Ἀλέξανδρον ἐλθόντα εἰσπράττειν τοὺς ἠδικηκότας. ὁ δ' ᾔδει μὲν ὡς εὐήθης ὁ λόγος, ἔχων δὲ οὐδὲν ποιεῖν ἀπῆλθε καὶ ἦν γελοῖος ἀξιῶν παρ' ἐκείνων ἀπολαμβάνειν ἃ Σευῆρος εἶχεν ἀδίκως.

[5] παύσαντες οὖν αὐτὸν εἰσπράξεως ἀλόγου πέμπομεν παρὰ σὲ δικαστοῦ καὶ λῃστοῦ τὸ μέσον εἰσόμενον.

[1510]

Δεκεντίῳ.

[1]    Μαιορῖνος οὑτοσὶ παῖς μέν ἐστι πατρὸς ὁμωνύμου δείξαντος ἀρετὴν ἐν ἀρχαῖς, αὐτὸς δὲ νῦν μέν ἐστιν ἐν τῷ τὰ αὑτοῦ διοικεῖν, δοκεῖ δέ μοι μὴ φαυλότερος ἂν γενέσθαι τοῦ πατρὸς ἐν ὁμοίοις ἔργοις.

[2] φύσις τε γὰρ ἀγαθὴ καὶ τροφὴ παρὰ τῷ πλεῖστον λόγον πεποιημένῳ λόγων Εὐβούλῳ τῷ σωφρονεστάτῳ τῶν ἐπὶ γῆς, ὃς τοῖς παισὶν αὐτὸν ἀναμίξας τοῖς αὑτοῦ ζώντων μὲν ὧνπερ ἐκείνους ἠξίου, τεθνεώτων δὲ ἀντ' ἐκείνων ἔχει.

[3] τὸν δὴ τοιοῦτον πάνυ πιστεύω φίλον ἔσεσθαί σοι. νοῦν γὰρ ἔχων παρὰ νοῦν ἔχοντα ἔρχεται, ποιεῖ δὲ τὰς φιλίας, ὡς τὰ πολλά, τῆς γνώμης ὁμοιότης.

[4] καὶ μὴν καὶ ὑπὲρ ἡμῶν χάριν ἂν αὐτῷ δικαίως ἀποδοίης. εὐθὺς γὰρ ὡς ἧκεν, εἵλετο τἀμὰ καὶ ταῦτα ἐποίει μείζω, καίτοι λυπεῖν ἦν ἀνάγκη τινάς. ἀλλ' ὅμως οὐκ ἐκεῖνο μᾶλλον ἔδεισεν ἢ τοῦτο ἐτίμησεν. ἀρξάμενος δὲ σφοδρῶς δι' ὁμοίου τοῦ τόνου τὴν σπουδὴν ἐτήρησε καὶ οὐκ ἐγένετο τῶν κακῶν δρομέων, ὧν τὰ δεύτερα τῶν προτέρων χείρω.

[5] δέχου δὴ τὸν ἄνδρα μειδιῶν καὶ μόνος ἀντὶ πολλῶν ἄρκεσον καὶ βοήθησον μὲν εἰς τὸ παρόν, δὸς δὲ θαρρεῖν ὑπὲρ τῶν μελλόντων. ὄψει δὲ αὐτοῦ τὸν τρόπον οἷς αἰτεῖ νῦν· αἰτεῖ γὰρ οὐκ ἀδικεῖν, ἀλλὰ μὴ τοῦτο παθεῖν.

[1511]

Τῷ αὐτῷ.

[1]    Μαρκιανὸς οὑτοσὶ πολίτης τε ἐμὸς καὶ φίλος καὶ τὰ τελευταῖα νῦν ὁμιλητής. ἡγεῖτο γὰρ τὸ ὀψὲ μαθεῖν ἃ δεῖ τοῦ μὴ μανθάνειν ἄμεινον. ἀλλ' ἐκ μέσων αὐτὸν τῶν Μουσῶν θόρυβός τις ἐμπεσὼν ἀφείλκυσε τὸν περὶ τῶν ὄντων τῇ γυναικὶ περιστήσας φόβον, ἣν ἔλαβε μὲν τῆς ἐπὶ Πέρσας κοινωνήσας στρατείας οὐκ ἄνευ γνώμης βασιλέως, καὶ ἦν εὐδαίμων, καὶ γὰρ καὶ πατὴρ ἐγένετο.

[2] κινδυνεύει δέ, μᾶλλον δέ, χρηστὸν ἔσται τὸ πέρας σοῦ τε βουλομένου καὶ τῶν νόμων οὐ κινουμένων. λέγουσι γὰρ οἱ ταῦτα ἀκριβοῦντες ‹ὡς›, ἕως ἂν ἐκεῖνοι μένωσι, καὶ παρὰ τῇ γυναικὶ μένει τὰ νῦν ἀνδρὸς μὲν αὐτῇ τοῦ προτέρου καὶ τέκνου τετελευτηκότος, προτέρου δὲ τἀνδρὸς ἢ τοῦ παιδίου.

[3] βοήθησον τοίνυν καὶ Μαρκιανῷ καὶ τοῖς νόμοις καὶ ποίει τοὺς ἀδικοῦντας ἀσθενεῖς.

[1512]

Ἰοβίνῳ.

[1]    Σῶζε τὸν τοῦ σοῦ χοροῦ Μαρκιανόν, εἰ καὶ μὴ νῦν ὄντα χορευτήν, ἀλλ' ὄντα γε μικρὸν ἔμπροσθεν. ἔστι δέ σοι καὶ δι' ἕτερον χορὸν αἰδέσιμος, τὸν ἐμόν· καὶ γὰρ τούτου μετέσχηκε Φωκυλίδῃ πειθόμενος μετὰ χρήματα λόγων ἁψάμενος.

[2] γαμεῖ μὲν οὖν γυναῖκα ταξιάρχου πεσόντος ἐν παρατάξει τεκοῦσαν μὲν ἐξ ἐκείνου, λαβοῦσαν δὲ ἐκ βασιλέως ἐξουσίαν κατὰ τοῦ χρόνου· μακαριζομένῳ δὲ αὐτῷ καὶ προσκυνοῦντι τὴν Τύχην ἧκέ τις ἀγγέλλων πόλεμον. καὶ αὐτίκα παρῆν ὁ πόλεμος ἐκβάλλων τὴν γυναῖκα τῶν ὄντων, ὧν ἐγένετο κυρία τῷ τοῦ παιδίου θανάτῳ.

[3] εἰ μὲν οὖν ᾔδειμεν παρὰ τοὺς νόμους εὐτυχοῦντες, ᾐσχυνόμεθα ἂν καὶ τὴν πενίαν αὖθις ἐφέρομεν· ἐπεὶ δὲ οὐδὲν ἀδικοῦμεν εὐποροῦντες, μενέτω βέβαια τὰ τῆς Τύχης, καὶ στῆθι μετὰ φίλων καὶ νόμων. [1513] [t]

Εὐσεβίῳ.

[1]    Ἐγώ σε οἶδα μεγάλων μὲν ἁψάμενον πραγμάτων, ἀεὶ δὲ τυχόντα τοῦ τέλους καὶ τερπόμενόν γε, ὅτε σέ τις ἐπ' ἄθλους οὐ ῥᾳδίους καλοίη· οἴει γὰρ τὸ μὲν τῶν πολλῶν, τὸ δὲ τῆς σῆς εἶναι φύσεως.

[2] ἰδοὺ δὴ καὶ νῦν ἔργον Ἡρακλέους τινὸς δεόμενον, ἄνδρα μὴ ἀφεῖναι τῶν ὄντων ἐξωσθῆναι παρὰ τῶν δύναμιν ἐχόντων αὐτὸν οὐκ ἀδίκως τὰ χρήματα ἔχοντα. ὃ δέ ἐστιν οὐχ ἧττον αὐτῆς τῆς βοηθείας, τὸ προελέσθαι βοηθῆσαι, καὶ τοῦτο νομίσας ἆθλον ἐπίδειξαι μεγαλοψυχίαν.

[3] Μαρκιανὸς γὰρ δεόμενός μου γράψαι τὴν ἐπιστολὴν ἐστέναξεν, ἐμοῦ δὲ ὅθεν τοῦτο γένοιτο, ἐρομένου μωρᾶναί ποτε ἔφησε καὶ νῦν θαυμάζειν εἰ μὴ περιοφθήσεται. εἰπεῖν μὲν οὖν ὃ ἡμαρτήκει κατώκνει, γράφειν δὲ ἐδεῖτό μου καὶ διαλλάττειν.

[4] ἐγὼ δέ, εἰ καὶ παράδοξον εἰπεῖν, βουλοίμην ἂν μὴ μικρὸν εἶναι τὸ λελυπηκός, ἵν' ᾖς μεγάλου κεκρατηκώς. ἐνθυμοῦ δὲ ὅτι τοῦ δίκην λαβεῖν τὸ τῷ τὴν δίκην ὀφείλοντι βοηθεῖν ἐθελῆσαι σεμνότερον· τὸ μὲν γὰρ καὶ θηρίων, τὸ δ' ἀνδρῶν ἀγαθῶν. σὲ δὲ χρὴ τῶν ἀγαθῶν εἶναι καὶ ἐπαινεῖσθαι.

[5] δῆλον δὲ ὡς σὸς μὲν ὁ πόνος, ὁ δὲ ἔπαινος κοινὸς ἐμοῦ τε καὶ σοῦ.

[1514]

Ἀκακίῳ.

[1]    Πολὺν ἐσίγησα χρόνον ὑπ' αἰσχύνης, ὅτι σε ἠξίωσα πρᾶξαί μοί τι τῶν νόμων ἔξω. μετὰ γὰρ τὸ δεηθῆναί σου πρίασθαί μοι πῶλον εὐγενῆ νόμῳ τοῦτο ἤκουσα κεκωλύσθαι· μὴ γὰρ ἐξεῖναι τὸν ἄρχοντα παρὰ τῶν ἀρχομένων ὠνεῖσθαι. σὺ μὲν οὖν με λυπεῖν οὐκ ἐθέλων τοῦτο ἔκρυψας, διδαχθεὶς δὲ αὐτὸς ὑφ' ἑτέρων ἠρυθρίασα λογιζόμενος, τίς ἂν ἦσθα αἰτούμενος τὰ μὴ σά.

[2] ἐκείνων μὲν οὖν μοι συγγνώμη, τὸ γὰρ ἐπ' ἄλλοις διατρίβειν τῶν τοιούτων ἀπείρους ποιεῖ· νῦν δέ σε παρακαλοῦμεν ἀμῦναι τοῖς Ἀχαιοῦ παισίν, ὧν ἡ μήτηρ Σωπάτρου θυγάτηρ. ἕλκονται μὲν γὰρ ἐπὶ τὴν μείζω βουλήν, πατρὸς δέ εἰσι τὰ μικρὰ πρὸ τῶν μεγάλων ἑλομένου καὶ τὴν αὑτοῦ μᾶλλον βουληθέντος ὀρθοῦν ἢ περὶ Βόσπορον ἀεροβατεῖν.

[3]

τήρησον τοίνυν τοὺς νέους ἐπὶ τῆς τάξεως ἧς εἰσι κληρονόμοι, ὡς τά τε τῷ πατρὶ δοκοῦντα νικῴη καὶ τοῖσδε τὰ ὄντα σωθείη. μία γὰρ αὐτοῖς ἀσφάλεια, μένειν ἐφ' ὧν εἰσι. καινὸν δὲ εἴ τι γένοιτο, πάντα οἴχεται.

[4] παρ' ἡμῶν μὲν οὖν τοσοῦτον λέγεται, ὅτι βοήθει φίλοις, τὸ δ' ὅπως δεῖ βοηθεῖν, αὐτὸς κρινεῖς εἰδώς τε τὰς τοιαύτας ὁδοὺς καὶ δύναμιν ἐκ πενίας ἔχων. ταύτην γὰρ αἰδούμενοι πάντες οἱ τὰ σὰ οὐκ ἀγνοοῦντες ὅ τι νεύσειας, εὐθὺς ὑπουργοῦσιν.

[1515]

Φουρτουνατιανῷ.

[1]    Ἐγὼ δὲ καὶ τοὺς ἀγρούς, ὅταν ἐν αὐτοῖς ᾖς, πόλεις ἡγοῦμαι καὶ τὰς πόλεις, ὅταν αὐτῶν ἀπῇς, οὐ μάλα πόλεις, ἐπεὶ καὶ τὴν ἡμετέραν χείρω πεποίηκας διὰ τῆς ἀποδημίας, καὶ μουσικῆς ἐν αὐτῇ λίαν ὀλίγη χάρις.

[2] καὶ γὰρ εἰ πολλοὺς ἐν τῷ χρόνῳ τούτῳ λόγους ἐδείξαμεν, ἀλλ' ὅτι γε οὐκ ἦσθα τῶν δεχομένων τοὺς λόγους, τὸ πλεῖστον ἀπῆν τῆς χάριτος.

[3]

ἐγένετο δέ τις ἡμῖν ἐξ ἐλπίδος τινὸς ἡδονὴ βραχεῖα. κενὴ γὰρ ἦν ἡ ἐλπὶς καὶ ταχέως ἐξελήλεγκτο. καὶ οἶμαι καὶ ὑμῖν ἄμφω τούτω συμβεβηκέναι.

[4] ἵν' οὖν μὴ διεστῶτες τὰ τοιαῦτα ἡδώμεθα, τὴν γῆν τοῖς γεωργοῖς ἐπιτρέψαντες ἔλθετε κοινωνήσοντες ὀνειράτων.

[1516]

Προκληιανῷ.

[1]    Πρῶτός σοι φέρει Κύριλλος παρ' ἡμῶν ἐπιστολήν, οὐχ ὅτι πρῶτος ἐδεήθη τῶν πρὸς σὲ παρ' ἐμοῦ γραμμάτων, ἀλλ' ὅτι τῶν δεηθέντων μόνος ἦν δίκαιος τυχεῖν· καὶ γὰρ ἑταῖρός μοι πάλαι καὶ τὸν τρόπον ἀγαθὸς καὶ εἰδὼς μεμνῆσθαι χάριτος.

[2]

βουλεύων δὲ ἐν Κύρῳ καὶ πλεῖστα τῶν ὄντων εἰς αὐτὴν ἀνηλωκὼς καὶ νῦν ἥκει παρ' ὑμᾶς ἐκείνῃ τι λειτουργῶν. ἂν μὲν οὖν εὕρηται τὴν παρὰ σοῦ βοήθειαν, σῶς ἐπάνεισιν· ἂν δὲ μή, ‑ κρεῖττον δὲ οἶμαι σεσιγῆσθαι τὸ βλάσφημον. καὶ γὰρ οὐδ' εἰκὸς σέ γε συμφοιτητοῦ δέησιν ἀτιμάσαι.

[1517]

Τῇ ἐν Ἀγκύρᾳ βουλῇ.

[1]    Οὐδὲν οἶμαι θρασὺ ποιεῖν κοινὴν ὑμῖν πέμπων ἐπιστολήν, εἰ μὴ κἀκεῖνο θρασὺ τὸ πάντας ὑμᾶς φιλεῖν. εἰ δ' ἥκιστα ἐκεῖνο, πῶς ἂν τοῦτο αἰτίαν ἔχοι; ἐγὼ γὰρ ἃ πρὸς τὴν ἐμαυτοῦ βουλὴν ἐποίησα ἂν ἀπών, ἐπέστειλα δ' ἂν θαρρῶν, ταῦτα ποιῶ πρὸς τὴν ὑμετέραν, ἧς ἕνα ἐμαυτὸν ἐξ ἀρχῆς ἡγησάμην.

[2] εἰ μὲν οὖν ἐπί τι τῶν οὐκ εἰωθότων ὑμῖν ἔμελλον ὑμᾶς παρακαλεῖν, καὶ οὕτως μὲν εἰκότως ἂν ἔπειθον, εἰ τῶν καλῶν ἦν τὸ καινόν, καίτοι τί καλὸν οὐχ ὑμῖν γε ἐν ἔθει; νῦν δ' ἃ πάλαι μεμελετήκατε καὶ ὧν μάρτυς ἅπας ὁ χρόνος, ταῦθ' ὑμᾶς βουλοίμην ἂν καὶ νῦν ἐπιδείξασθαι.

[3] ὑμῖν τοίνυν ἔρως εἰς ἅπασαν λόγων ἰδέαν καὶ αὐτοί τε τοῦτο κτᾶσθε καὶ τῶν ἐπισταμένων ἡδέως ἀκροᾶσθε καὶ οὐ φεύγετε φανέντων, ἀλλὰ συρρεῖτε καὶ τρέχετε καὶ μελλόντων ἐρεῖν χαίρετε καὶ λεγόντων πηδᾶτε καὶ ὃ τοῖς ἄλλοις αἱ σκηναί, τοῦθ' ὑμῖν οἱ τῶν λόγων ἀγῶνες. γίνεται δὲ τοῖς μὲν κρότου δεομένοις τοῦτο, τοῖς δὲ χρημάτων ἀμφότερα, καὶ χρήματα καὶ κρότος.

[4] τοιγαροῦν πολλῶν μὲν ῥητόρων, πολλῶν δὲ ποιητῶν κεκόσμησθε στόμασι καὶ πλεῖστα ὧν ἴσμεν πόλεων εἰς τὴν ὑμετέραν ᾖσται καὶ ᾀσθήσεταί γε, μέχρις ἂν ἦτε φιλόμουσοι. τοιοῦτοι δὲ ἔσεσθε, μέχρις ἂν ἡ πόλις ᾖ.

[5] αὕτη δὲ ἡ δόξα καὶ Δωρόθεον ὑμῖν τὸν ποιητὴν ἤγαγεν, ἄνθρωπον ᾄδοντα μὲν οὐκ ἄνευ Μουσῶν, πολλὴν δ' ἰδόντα γῆν τε καὶ θάλατταν, πανταχοῦ δὲ δείξαντα τὴν μανίαν, ἐπαινέσαντα μὲν τοὺς δόντας, τοὺς δ' οὐ δόντας οὐ μεμψάμενον.

[6] ἀλλ' ὑμᾶς γε χρὴ γενέσθαι τῶν ἐπαινουμένων, ἵν' ὑμῖν ἀκμάζῃ τὸ κλέος καὶ ἦτε παῖδες πατέρων οὐ χείρους. βλέψατε δὲ εἰς τὴν γραφὴν ἐκείνην, ἐν ᾗ ποιητοῦ γενναίου χρυσῷ τὰ χείλη τετίμηται, καὶ νομίζετε τοῦτ' εἶναι παράκλησιν τοῦ δεῖν χρῆσθαι ποιηταῖς.

[7] Δωρόθεος δὲ ὅτι μὲν ὑμᾶς δονήσει λέγων, οἶδα· τιμῆς δὲ ἄξιος καὶ διὰ τὸν τρόπον. καὶ γὰρ ἁπλοῦς καὶ χρηστὸς καὶ πάσῃ τῇ ψυχῇ φέρων τὰς Διὸς καὶ Μνημοσύνης, δολερῷ δὲ οὐδενὶ χώραν ἐν αὐτῇ δεδωκώς.

[1518]

Αὐσονίῳ.

[1]    Διδούς μοι τὴν ἐπιστολὴν Μίκκαλος πολλῶν μὲν ᾤετο δεήσεσθαι πόνων, εἰ μέλλοι με τοῦ γεγραφότος ἀναμνήσειν· πάνυ δὲ αὐτῷ ῥᾷστον ἐγένετο τὸ ἔργον. ὡς γὰρ εἶπεν Αὐσόνιον καὶ τὸν Λάκωνα προσέθηκε, τὸν συμφοιτητὴν ἔφην τὸν ἐμὸν λέγεις, τὸν χρηστόν, τὸν ἄδολον, τὸν μνήμονα, καὶ διεξῄειν δὴ κεφαλῆς τε καὶ προσώπου τύπον καὶ ὡς πάντα ἦμεν ἀλλήλοις.

[2] ἔπειτα ἐρωτῶν, ἐν ὅτῳ εἴης, τῇ μὲν ἄλλῃ δυνάμει σου μάλα ἡδόμην, τὸ δὲ μὴ τὼ πόδε σοι ἐρρῶσθαι πῶς, οἴει, με ἠνία; κοινωνὸς δέ σοι καὶ αὐτὸς τοῦ πάθους. καίτοι δίκαιον ἦν ἀπαθεῖς εἶναί μοι τοὺς πόδας τῆς κεφαλῆς βεβλημένης· νῦν δὲ ἠδίκημαι προστεθέντος κακοῦ κακῷ παλαιῷ νέου.

[3] ἀλλὰ σοὶ μὲν ἡ χώρα παραμυθία· τὸ γὰρ ἐπιέναι νῦν μὲν τὰ τέρματα τῆς Λακωνικῆς, νῦν δὲ τὰ μέσα, νῦν δὲ ἐπιβαίνειν Σπάρτης καὶ διαβαίνειν Εὐρώταν, τούτων ἕκαστον ἀνίαν νῦν μὲν ἂν λύσειε, νῦν δ' ἂν ἐλάττω ποιήσειεν.

[4] εἰσὶ μὲν γὰρ καὶ ἡμῖν καὶ ποταμοὶ καὶ γῆ, ἀλλὰ τῶν γε ὑμετέρων καὶ αὐτὰ τὰ ὀνόματα θέλγει, καὶ ἃ μέγα τοῖς ἄλλοις ἀναγνῶναι, ταῦτα ὑμῖν ὁρᾶται· ἐπεὶ καὶ αὐτὸ τὸ ἐρέσθαι περὶ τῶν τόπων τὸν Μίκκαλον ἡδονῆς με πλείστης ἐνέπλησεν.

[5] ἤκουον γὰρ ἄλλα τε οἷάπερ ἐβουλόμην, καὶ περὶ τῆς Ἀθηνᾶς καὶ τῆς τὰ ὅπλα ἐχούσης ὑμῖν Ἀφροδίτης περί τε τοῖν ἀδελφοῖν τῆς Ἑλένης τῶν τε ἄλλων, ἃ ἔμεινεν· ἀλλὰ γὰρ οὐδ' ὑμῖν τὴν Σπάρτην ἀφῆκαν ἀκέραιον οἱ γίγαντες.

[6]

τῷ γοῦν τάφῳ τῷ τοῦ Παυσανίου φασὶν οὐκ ἐφεστάναι τοὺς ἀντ' ἐκείνου Παυσανίας, ἀλλ' ἀπελθεῖν εἰς πῦρ ὑπὸ τῆς σοφίας τῶν τότε ἀρχόντων, καὶ ἡ θεός, ὦ γῆ καὶ ἥλιε, πρᾴως ἤνεγκεν.

[1519]

Εὐελπιστίῳ.

[1]    Μεμνήμεθα τῶν ὀνειράτων ἐκείνων, οὕτω γὰρ ἂν πρέποι τὰς ὀλίγας ἡμέρας καλεῖν· οὐ γὰρ ἔφθης ἡμῖν φανεὶς καὶ ἤλαυνες ἐπ' Αἰγύπτου.

[2] ἀλλὰ τότε μὲν ἀντὶ τῆς παρουσίας εἴχομεν τὰς ἐλπίδας καὶ τὸν ἀλγοῦντα εὐθὺς εἰσῄει τὸ ὡς αὐτίκα ἐπανήξεις, καὶ ἦν οὐκ ἐκεῖνο βαρὺ μᾶλλον ἢ τοῦτο ἡδύ· νῦν δ' ἐκεῖνος ὁ πόλεμος τά τ' ἄλλα σχέτλιος καὶ ὅτι σε διὰ τῆς θαλάσσης οἴκαδε κεκόμικεν ἡμῖν ἀντὶ σοῦ τὸν περὶ τοῦ πλοῦ κομίσας λόγον.

[3] ἀλλ' ἐπεὶ τῶν μειζόνων ἡμάρτομεν, μήτοι τοῦ γε δευτέρου προσαποστερῶμεν ἡμᾶς αὐτούς, ἀλλ' ὅσον ἔστιν ἐπὶ γράμμασι, χαριζώμεθα ἀλλήλοιν, εἰ καὶ μείζω δώσεις ἢ λήψῃ. μέγα γάρ μοι, μέγα τὸ τὴν μὲν Ἑλλάδα παρὰ τοῦ σοῦ στόματος ἀκούειν ὅτι με φιλεῖς, Σύρους δὲ ἐν ταῖς ἐπιστολαῖς ὁρᾶν με παρὰ σοῦ τιμώμενον.

[1520]

Δεκεντίῳ.

[1]    Αὐτὸς ἡγοῦμαι τὴν διὰ τῶν θηρίων λειτουργίαν τῇ Συρίᾳ λειτουργεῖν. Κυνήγιός τε γὰρ οὐδὲν υἱέος μοι διαφέρει Κέλσος τε ὁ 'κείνου πατὴρ οὐδὲν ἀδελφοῦ.

[2] ὄντος οὖν μοι μετεώρου πρὸς τὴν θέαν τοῦ ἔθνους, καὶ γὰρ ἐμέλλομεν καλεῖν, ἧκεν ἐπιστολὴ παρ' ὑμῶν κωλύουσα τὴν θέαν· τὸ γὰρ δεῖν σώζεσθαι τὰ φοβερώτερα τῶν θηρίων τοῦτο δύναται. τῷ θεάτρῳ γὰρ ἐπιθυμία μία τοιαῦτα πεσεῖν· ὡς ὅ γε τῶν νωθροτέρων φόνος ὡς οὐδὲν κρείττων ὢν τοῦ μηδενὸς σκώπτεται.

[3]

εἶναι μὲν οὖν τοῖν βασιλέοιν ἡμᾶς τε καὶ τὰ ὄντα ἡμῖν καὶ τὰ μέλλοντα ἔσεσθαι δῆλον καὶ οὐκ ἔστιν ἄρνησις· εἴη δ' ἂν τῆς φιλανθρωπίας αὐτοῖν ἐπιστεῖλαί τι πρᾳότερον.

[4] σκόπει δή, πρὸς Διός, καὶ πειρῶ τι κινεῖν. εἰ δ' ἀκίνητον ἡ γνώμη, τοῦτ' αὐτό μοι γενέσθω δῆλον, ὅτι πᾶσα ἀνάγκη τὴν πανήγυριν ἡμῖν ἀναβεβλῆσθαι. [1521] [t]

Τῷ αὐτῷ.

[1]    Πολλὰς μὲν ἔγωγε τοιαύτας πολλοὺς ᾔτησα χάριτας ὄντας τε ἐφ' ὧν σὺ νῦν καὶ φάσκοντάς με φιλεῖν· ἔλαβον δὲ νῦν πρῶτον παρὰ τοῦ φιλεῖν ὡς ἀληθῶς εἰδότος.

[2] καὶ ἔγωγε τὴν Τύχην ἐπαινῶν, ὅτι σε ὧν εἰκὸς ἠξίωσεν, αὖθις αὖ κατηγορῶ τῆς Τύχης, ὅτι μὴ πάλαι ταῦτα ἔπραξεν. οὕτω γὰρ ἂν καὶ ἡμῖν ὑπῆρχε πάλαι τυγχάνειν χαρίτων.

[3] ἀλλὰ τῇ θεῷ μὲν ἀπολογία πρὸς τοὺς ἀνθρώπους, εἰ ἃ δέδωκεν ὀψὲ πρὸς μῆκος ἐκτείνειεν· ἐγὼ δὲ σοὶ χάριν μὲν οἶδα μίαν ὧν ἐβουλήθης, ἑτέραν δὲ τοῦ ἐπειδή τις ἀντέκρουσεν ἐξευρεῖν ἕτερον γέρας.

[4] καί μοι τῶν μειζόνων εἶναι δοκούντων οὐκ ἐλάττω τὰ πεπραγμένα. γνώμης τε γὰρ ἐμφαίνει σπουδὴν κεκλεισμένην ὁδὸν ἀνοῖξαι, καὶ τὸ τῆς ἀσφαλείας τῷ ταυτὶ λαβόντι μεῖζον ὧν εἶχεν ἂν μετὰ δέους.

[5] Ἀλέξανδρος δὲ ἤδη μέν σοι δόξαν ἐνήνοχε, λέγεται γὰρ ὅτι σοι μέλει τῶν ἐπισταμένων λόγους· οἴσει δὲ μείζω τῇ περὶ τὸ ἔργον σωφροσύνῃ τε καὶ προνοίᾳ καί σοι δώσει δευτέρων ἀμεινόνων ἀφορμὰς τῇ περὶ τὸ προοίμιον ἀρετῇ.

[6] σοὶ δ' ἀντὶ τούτων παρὰ τῶν θεῶν αἰτῶ τὴν γνώμην ἣν ἔχεις ἀκίνητον τηρῆσαι· καλλίω γὰρ τῆς οὔσης οὐκ ἔσθ' ὅπως ἂν εὕροιμεν.

[1522]

Ἀμμιανῷ.

[1]    Ἀμφοτέροις οἶδα χάριν, καὶ τῷ Ἰδομενεῖ καὶ τῷ Μηριόνῃ. δῆλον γὰρ ὡς συνεισήνεγκε μέρος οὗτος ὁ Μηριόνης ἀναμνήσας, ἐπεγείρας, ἐπαινέσας τὸν προθυμούμενον. συνεύχομαι δέ σοι τοῦ χρόνου προϊόντος ἐν τῇ τοῦ Ἰδομενέως τάξει γενέσθαι· τὸν γὰρ ἐν τῇ δευτέρᾳ τοιοῦτον εἶναι βουλόμενον ἄξιον ἐπὶ τῆς προτέρας φανῆναι.

[2] σὺ μὲν οὖν με παρακαλεῖς αἰτεῖν, εἴ του δεοίμην· ἐγὼ δὲ φροντίζω, πῶς ἂν ὧν ἤδη δέδωκας ἀποδοίην χάριτας. καίτοι τόν γε τρόπον αὐτὸς ὑποδεικνύεις· ὡς γὰρ ἀρκέσον, εἰ λάβοις συχνὰς ἐπιστολάς, δεδήλωκας.

[3] ἐμοὶ δὲ δοῦναι μὲν οὐ χαλεπόν, φοβοῦμαι δὲ τοῖς ἐμαυτοῦ πτεροῖς κατὰ τὸν μῦθον. εἰ γὰρ πρὶν λαβεῖν οὐκ ἄνευ χαρίτων γράφεις, τίς ἂν εἴης ἐν πλήθει νεμόμενος; τίς οὖν γένωμαι καὶ χάριν ἀποδοῦναι ἐθέλων καὶ δεδοικὼς τὸν μέλλοντα ῥήτορα, σκέψομαι μετὰ τῶν φίλων κἂν εὕρω τὸν θαρρύνοντα, πέμψω τῶν πτερῶν εὐθέως.

[1523]

Εὐτολμίῳ.

[1]    Τοῦ μὲν ἐπιστεῖλαί σε ἐπαινῶ, τὸ δὲ σὺν ὄκνῳ μέμφομαι. οὔτε γὰρ φίλου τοῦτό γε οὔτε ῥήτορος. εἰ γὰρ σοὶ τὸ λέγειν δέος ἔχει, καὶ τοῖς ἀετοῖς τὸ πέτεσθαι.

[2] τὸν δὲ Λεόντιον ἀπὸ τῆς τῶν γραμμάτων ἡμέρας οὐδεὶς ἔτ' ἐν οὐ τελοῦσι μισθὸν ἀριθμήσει· τετέλεκε γὰρ μέγαν καὶ ὅσον οὐκ ἄλλος. τὸ γὰρ σὴν δι' ἐκεῖνον ἔχειν ἐπιστολὴν μεῖζον ὁπόσου βούλει χρυσίου.

[3] τὸ μέντοι καλεῖσθαι μὲν αὐτὸν ἐπ' ἄθλους ὑπὸ σοῦ, τῶν δὲ τῇδε ἔχεσθαι φιλολόγου μὲν ἴσως, οὐ μὴν καλῶς εἰδότος τὰ αὑτοῦ. νῦν γὰρ δὴ μάλιστα ἂν αὐτῷ πεῖρά τε δικῶν ἐγένετο καὶ ἀργύριον. ὁ δ', οἶμαι, τὸ τοῦ Ἰσοκράτους πείσεται, παρόντι μὲν οὐ χρήσεται καιρῷ, παρελθόντος δὲ μεμνήσεται.

[4]

μὴ οὖν ἀνῇς καλῶν, ἕως ἂν αὐτὸν εὖ φρονῆσαι καταναγκάσῃς. μηδ' αὖ τοὺς ὄντας ἡμῖν ὑπὸ σοὶ τῶν ἑταίρων ἀγνόει, οἷς βραχὺς μὲν ἡμῶν λόγος, οἵ γε οὐδὲ ἐπιστέλλουσι, βουλοίμην δ' ἄν τι γενέσθαι παρὰ τῆς σῆς ἀρχῆς ἀγαθόν. καὶ γὰρ εἰ ἀγνώμονες, ἀλλ' ἑταῖροι.

[1524]

Γεροντίῳ.

[1]    Θεῶν τις δοκεῖ μοι Γέσσιον εἰς χρείαν τῆς σῆς καταστῆσαι βοηθείας, ὅπως ἀφεὶς τὸ βουλεῦσαι γνώμην ἔχῃ τὸ κῆδος συνάψασθαι. θορύβου γὰρ ἥκοντος ἐξ Αἰγύπτου ‑ βοᾷ γὰρ ὁ δῆμος ὅτι δεῖ βουλεύειν τὸν στρατιώτην, καὶ γράμματα ὡς βασιλέα τοῦτο αἰτοῦντα ἥκει ‑ δέδοικε μὴ τῆς ζώνης ἐκπεσὼν εἰς ὄνους ἀφ' ἵππων φασίν.

[2] ἡμῶν δὲ αὐτὸν παραμυθουμένων ὡς σοῦ γε ζῶντος κενὸς ὁ φόβος, ὤμοσεν, εἰ φανείη κενός, ἔσεσθαι μεθ' ὑμῶν καὶ δώσειν ἅ σοι γένοιτο λαβεῖν. σκοπούντων δὲ ἡμῶν, ὃν χρὴ πέμψαι, καὶ πάντων οἰομένων οἰκέτην ἀποχρήσειν ἀνδρὸς ἔφησεν εἶναι τὸ ἔργον καὶ πρὸς Εὐστόχιον ἔβλεψεν.

[3] Εὐστόχιος δὲ ὁ Θησεύς, ἃ γὰρ ἐκεῖνος Πειρίθῳ, ταῦτ' ἂν οὗτος ἑτέρῳ συνέπραξε Πειρίθῳ, ᾔδει μὲν ὡς οὐ κοῦφον ἡ ὁδός, ᾔδει δέ, τίς τοῦ θέρους ἡ Κιλικία· πᾶν δὲ χαλεπὸν ἡγησάμενος λεῖον ἥκει τῷ μὲν λύσων τὸν φόβον, σοὶ δὲ δώσων τὸν γάμον, πολλὰ μὲν πρὸ τοῦδε φροντίσας καὶ βοήσας καὶ παραινέσας, καλλίστῳ δὲ ἄθλῳ κατακλείων τὴν σπουδήν.

[4] μιμοῦ δὴ σαυτὸν καὶ πρόσθες τῷ θείῳ τὸν Γέσσιον, ἵν', ὥσπερ ἐκεῖνον ἀπήλλαξας τῆς Θρᾴκης, οὕτω καὶ τοῦτον τῆς ἐν Αἰγύπτῳ κλαγγῆς.

[5] πάντως δὲ οὐ ποδῶν σοι δεῖ καὶ ἵππων, οἷα τὰ τῶν πάλαι μνηστήρων, ἀλλ' ἀρκέσει νεῦμα τοῖς φίλοις καὶ τῶν νόμων τυγχάνειν. οἶσθα δὲ ἅ φασι περὶ τούτων.

[1525]

Βίκτορι.

[1]    Ἐγώ σε πρόσθεν μὲν ἠγάμην, ἀεὶ γὰρ ἀγαθὸς ἦσθα, μεῖζον δέ μοι τὸ θαῦμα ἐνέβαλες ἀπὸ τῆς στρατείας ἣ Πέρσας διέσεισεν· οὗ πολλὰ μὲν τῇ γνώμῃ, πλείω δὲ ταῖν χεροῖν εἰσήνεγκας. ἀλλὰ καὶ τὸ βούλευμα τὸ μετὰ τὰς σπουδὰς οὔτε ἔλαθε τοὺς ἀνθρώπους μεῖζόν τε τῶν ἐν τοῖς ὅπλοις δοκεῖ.

[2] διὰ δὴ ταῦτα καὶ τὴν ὅλην γέ σου τῶν τρόπων ἀρετὴν ἐπεθύμουν μὲν ἰσχυρῶς προσειπεῖν σε δι' ἐπιστολῆς· ἦν δὲ οὐ μείων τῆς ἐπιθυμίας ὁ φόβος μὴ δόξαιμί τισι μειζόνων ἢ προσῆκεν ἀξιοῦν ἐμαυτόν.

[3] Εὐανθίου δὲ ἥκοντος καὶ δῶρόν μοι φέροντος παντὸς χρυσίου κάλλιον, γράμματα σά, οὐ γράμματα ἡγησάμην μοι κεκομίσθαι μόνον, ἀλλὰ καὶ τοῦ γράφειν σοι λαμπρὰν ἐξουσίαν. ὁ γὰρ οὐκ ἀηδῶς γράμματα δοὺς ἡδέως ἂν καὶ λάβοι.

[4] ἐγὼ μὲν οὖν ἀπολαύσομαι τῆς ἐξουσίας, παρὰ δὲ σοῦ γένοιντο μέν μοι καὶ πλείους ἐπιστολαί, μικρὸν δὲ οὐδὲ ἡ μία. εἰ δὲ ἤδη δεῖ καὶ χάριν αἰτεῖν, λαβὲ πεῖραν Εὐστοχίου, χρηστοῦ τε ἀνδρὸς καὶ ῥήτορος, καὶ σαυτόν, οἶμαι, πείσεις ὡς ἄξιος ἁνὴρ ἐγγεγράφθαι τῷ περὶ σὲ χορῷ.

[1526]

Λημματίῳ.

[1]    Πολλὰ ἀγαθὰ γένοιτο κἀκείνῳ τῷ βεβοηθηκότι καὶ σοὶ τῷ γεγραφότι, τῷ μέν, ὅτι σε τῶν δεσμῶν ἔλυσε, σοὶ δ' ὅτι τῆς λύπης ἡμᾶς οὐ μάλα τῶν δεσμῶν οὔσης μετριωτέρας.

[2] καινὸν δὲ οὐδὲν Ἀκάκιος ποιεῖ χρηστὸς περὶ φίλον γινόμενος, ἐπεὶ καὶ μὴ φίλους ἀτυχοῦντας πολλάκις ὤρθωσεν αἰδούμενος τὴν φύσιν.

[3] καί τις ἴσως ἐγκωμιάζων τὸν ἄνδρα μετὰ τὰς ἀρχὰς τὰς δύο κατὰ Φρύγας καὶ Γαλάτας καί, νὴ Δία γε, τὴν τρίτην ‑ καὶ γὰρ ταύτην ἀρχὴν καλῶ βάσανον ἔχουσαν ψυχῆς ἥττονός τε καὶ κρείττονος χρημάτων ‑ , ἐπ' ἐκείνοις δὴ καὶ τοῦτο διηγήσεται τὸ καλόν, ὡς Ἡρακλῆς Ἀκάκιος Προμηθεῖ Λημματίῳ γένοιτο.

[4] σκοπείτω μέντοι καὶ τὸν δεύτερον ἆθλον, ὅπως ἅπαν ἰάσαιτο τὸ τραῦμα, καὶ προστιθέτω νίκῃ νίκην, ὥστ' ἐοικέναι τὰ πρῶτα μὲν τοῖς περὶ Ἀρτεμίσιον τῶν Ἀθηναίων, τὰ δ' ἐχόμενα τοῖς περὶ Σαλαμῖνα.

[5]

ὁρᾷς, ὅπως σε διὰ τῶν τροπαίων παλαιῶν ἀναμιμνήσκω χρόνων; [1527] [t]

Ἀμμιανῷ.

[1]    Ἥκεις εὖ ποιῶν ἐπὶ μείζω, οἶμαι δὲ καὶ ταυτὶ τὰ μείζω μικρὰ μικρὸν ὕστερον ἔσεσθαι μειζόνων σοι τῶν τρίτων γινομένων. μέγιστον δέ σου τὸ μετὰ τῆς ἴσης γνώμης τά τε μείζω τά τε ἐλάττω δέχεσθαι.

[2] καὶ ἔγωγε θαυμάζων οὐκ ἐπαυσάμην, ὡς οὐδὲν ὧν ἄν τις ἕτερος πρὸς τὸ πρῶτον ἔπαθες. καὶ γὰρ δήπου σεμνότερον μεγέθους ἀρχῆς τὸ πρᾴως δέξασθαι τὴν οὐ μεγάλην. τοιγαροῦν ἐκεῖνα οὐ φυγὼν κεκόσμησαι πλήθει πόλεων καὶ ἀνδρῶν γνωρίμοις ἔθνεσι καὶ γῇ νεῦρα ἐχούσῃ.

[3] ἔχει δὲ ἡ χώρα καὶ τὸν σοφιστὴν Στρατήγιον, κτῆμα δὴ κοινὸν ὑμῶν τε καὶ ἡμῶν. πονεῖ μὲν γὰρ τῇδε χειμῶνος, ἀναπαύεται δὲ παρ' ὑμῖν τῆς ὡραίας, καὶ καρποῦται τοὺς μὲν ἀγροὺς οὗτος, τὴν δὲ τούτου γλῶτταν οἱ τῶν ἀρχόντων ἀγαθοί, ὥσπερ ἐκεῖνος ὁ γενναῖος Δομιτιανός, ᾧ πολλαχόθεν μὲν ἔπαινος, ὁ δὲ πλεῖστος ἐκ τῆς πρὸς τοῦτον ἐπιμελείας, δι' ἧς αὐτῷ χειμῶνα οὐ μικρὸν ἐστόρεσε.

[4] σὺ δ' ἐν μὲν ὁμοίοις αὐτῷ μὴ βοηθήσαις καιροῖς, μηδὲ γὰρ γένοιτο καιρὸς παραπλήσιος· τὰς δὲ ἐν τῇ γαλήνῃ τιμὰς οἶδ' ὅτι πάσας τιμήσεις πάλαι ταύτην μεμελετηκὼς μελέτην ἥδεσθαι ταῖς σπουδαῖς αἷς ἂν περὶ τοὺς δεξιοὺς τῶν ἀνδρῶν ἐπιδείξῃ. [1528] [t]

Ἱλαρίῳ.

[1]    Ἐπιμελές ἐστιν ἐμοὶ περὶ τῶν σῶν εἰδέναι, καὶ γὰρ σοὶ δήπουθεν περὶ τῶν ἐμῶν· ἀλλ' ἔν γε τῷ μέτρῳ τῆς ἡδονῆς ἐγώ σου πλεονεκτῶ. σὺ μὲν γὰρ ἀεὶ ταὐτὸν περὶ ἡμῶν ἀκούεις, ἐκεῖνα δὴ τὰ σμικρά, τοὺς λόγους καὶ τοὺς νέους, ἡμεῖς δὲ ἀεί τι περὶ σοῦ λαμπρότερον.

[2] καὶ νῦν ἡμῖν τὴν Παμφυλίαν μετὰ τῆς ἄκρας δικαιοσύνης ἄγεις τοὺς μὲν χρηστοὺς μεγάλους ποιῶν, τοὺς δὲ πονηροὺς ἀσθενεῖς. ἀνάγκη δὲ καὶ σοφίαν ἀνθεῖν ἐν πόλεσιν ὧν ἐπιστατεῖς.

[3] κοινωνὸς δὲ σοφίας ἧς τι κέρδος ἐν δικαστηρίοις οὑτοσὶ Παλλάδιος. διαφυγὼν μὲν τὰς ἐν Φοινίκῃ χορείας, τῷ πονεῖν δὲ ἡσθεὶς πλέον ἢ τῷ παίζειν, καὶ νῦν ἥκει κοσμήσων μὲν τὴν αὑτοῦ, κοσμηθησόμενος δὲ ὑπὸ σοῦ.

[4] πιστεύω γὰρ ὅτι καὶ τῇ πόλει χαριζόμενος καὶ τὴν ἀλήθειαν αἰδούμενος τοιαῦτα ψηφιῇ περὶ τοῦ νεανίσκου, ἃ καὶ τὸν πατέρα καὶ τοὺς ἐσομένους αὐτῷ παῖδας ποιήσει μακαρίους.

[1529]

Κλεάρχῳ.

[1]    Παλλάδιον τουτονὶ Παμφυλίας μὲν ἤνεγκεν ἡ καλλίστη πόλις, ἐπαίδευσε δὲ αὐτή τε αὕτη καὶ πάλιν Φοινίκης ἡ καλλίστη πόλις. οὕτω δὲ ἦν κόσμιος ἐν ἀγέλαις νέων, ὥστε καὶ τοὺς ἀρίστους τῶν αὐτόθι γερόντων ἐπαινέτας ἔλαβε, παρ' ὧν ἦλθέ μοι γράμματα περὶ αὐτοῦ.

[2] ἐγὼ οὖν κἀκείνοις χαριζόμενος καὶ τοῦτον ἤδη φιλῶν, ἕπομαι γὰρ τῇ τῶν πρεσβυτέρων ψήφῳ, δέομαί σου ποιῆσαι τὸν νεανίσκον εὐδαίμονα.

[3] ἔστι δὲ ῥᾴδιον ὑμῖν τοῖς ἄρχουσι δόξαν ταχέως οἷς ἂν βούλησθε περιθεῖναι. ταύτῃ δὲ τῇ δυνάμει καλὸν χρῆσθαι δικαίως, τοῦτο δέ ἐστι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν λαμπροὺς ποιεῖν.

[4] ὧν ἕνα τοῦτον νόμιζε Παλλάδιον, ὅς, εἰ τηλικοῦτος ὢν ἀρετῆς ἐπιμελεῖται, τίς ἔσται πρὸς ἀκμὴν καὶ γῆρας ἐρχόμενος; [1530] [t]

Δομνίνῳ.

[1]    Ἤιδεις Εὐσέβιον ἐκεῖνον τὸν σαφῆ φίλον καὶ εἰδὼς ἐπῄνεις τε καὶ ἐχρῶ. τούτῳ τρεῖς εἰσιν ἀνεψιοί, εἷς μὲν ὁμώνυμος, ἕτερος δὲ Ἀρτεμίσιος καὶ τρίτος Ἀμμιανός. ἀλλ' ὁ μὲν Ἀμμιανὸς ἐκείνῳ τε συνέζη πρότερον καὶ νῦν ἐμοί, καὶ ἦν ἐκείνῳ τε πλείστου ἄξιος καὶ νῦν ἐμοί, τῷ τοῦδε ἀδελφῷ.

[2] συμβαίνει δὲ τὴν αὐτῶν οἰκίαν καὶ τῆς σῆς δικαιοσύνης ἀπολαύειν. τούτους τε οὖν καὶ ἔτι γε κηδεστὴν αὐτῶν, Ἀμμιανὸν ἕτερον, βουλοίμην ἂν ἐν τοῖς ἐγνωσμένοις ὑπὸ σοῦ τετάχθαι· τουτὶ γὰρ αὐτοῖς πολλῷ ποιήσει τὰ πράγματα βελτίω, καὶ εἴ τις ἄρα νῦν ἐπηρεάζειν ἐπιχειρεῖ, πεπαύσεται. ἔσται δὲ καὶ ὁ παρ' ἐμοὶ περὶ ἐμὲ καλλίων, ἢν εἰδῇ τοῖς αὑτοῦ δι' ἐμὲ γινόμενον ἀγαθὸν ἐκεῖ.

[1531]

Ἑρμογένει.

[1]    Ἀμμιανῷ δύ' ἐστὸν ἀδελφοί, Εὐσέβιος καὶ Ἀρτεμίσιος, τοῖς δὲ τρισὶ τούτοις κηδεστὴς ἕτερος Ἀμμιανός. τοῦτόν τε οὖν τὸν κηδεστὴν καὶ τοὺς ἀδελφοὺς Ἀμμιανοῦ τοὺς δύο παρακαταθήκην ἔχε.

[2] τὸν δ' Ἀμμιανὸν οἰκοῦντα παρ' ἡμῖν αὐτὸς εὖ ποιήσω. καὶ γὰρ ὀφείλω χάριτας αὐτῷ πολλῶν τε καὶ μεγάλων πόνων οὓς αὐτὸς ὑπομένων ἐμοὶ παρέχει σχολὴν τὸ ἐμαυτοῦ ποιεῖν.

[3] ἵν' οὖν ἐμοί τε ἡ σχολὴ σώζηται τούτῳ τε ὦσιν οἱ πόνοι κοῦφοι, δίδου τοῖς αὐτοῦ θαρρεῖν τε σοὶ καὶ ὅτου δέοιντο φράζειν.

[1532]

Ἀμβροσίῳ.

[1]    Οὐ μόνον ἔπεμψας περιστεράς, ἀλλὰ καὶ τοῦ πατρὸς τοῦ κάλλους. αἱ δὲ αὐταὶ καὶ καλαὶ καὶ πισταί. ἀφέντες γὰρ αὐτὰς πέτεσθαι οὐδεμία σφῶν ηὐτομόλησεν, ἀλλ' εὖ καὶ καλῶς ἅπασαι τὴν τάξιν ἐφύλαξαν.

[2] καὶ ταῦτα μὲν σοὶ κοινὰ πρὸς Διόδοτον, νικᾷς δὲ τὸν Διόδοτον τῷ πρὶν αἰτηθῆναι πέμψαι καὶ τῷ γε ἀλγεῖν ὅτι σε οὐκ ᾐτήσαμεν. τουτὶ δὲ ἄρα διέφυγεν ἡμᾶς, ὅπως σοι μεῖζον τὸ δῶρον ᾖ. δεῖ δέ σε οὐδὲν πέμπειν ἑτέρας· ἤδη γὰρ αὗται γεγένηνται μητέρες. ἡδὺ δὲ οὐ τὸ δέχεσθαι πολλάς, ἀλλὰ τὸ πολλὰς ἐξ ὀλίγων δεικνύειν.

[3] τουτὶ μὲν οὕτως ἐχέτω, σοὶ δὲ οἱ χρώμενοι ταῖς περιστεραῖς θεοὶ δοῖεν εὖ φέρεσθαι τὴν ἀρχὴν διὰ τέλους, ὅπως ἀφορμὴ τὰ πρῶτα γένηται δευτέρων ἀμεινόνων. [1533] [t]

Νικοκλεῖ.

[1]    Ἥσθην ἀκούσας ὅτι σοι τὸ σφοδρὸν τοῦ χειμῶνος παρελήλυθε, καί σου δέομαι μὴ πολλοὺς σαυτῷ χειμῶνας ποιεῖν· δεινὸν γάρ, εἰ πρὸς τὰ ἐκ τοῦ δαίμονος ἀθυμοῦντες αὐτοὶ τοῖς παρ' ἐκείνου προσθήσομεν.

[2] πῶς ἂν οὖν αὐτὸ διαφύγοις; εἰ κρείττω ποιοῖς τοῦ θυμοῦ τὸν λογισμόν· ὅπερ οὖν καὶ δίκαιον, κρατεῖν τὸν ἀμείνω τοῦ χείρονος· ὁρᾷς γὰρ ἃ συμβέβηκεν ἡμῖν ἀπὸ τῆς προεκτρεχούσης ὀργῆς· πολλοὶ μὲν ἐν νυξί, πολλοὶ δὲ ἐν ἡμέραις θόρυβοι, δόξα χείρων ‑ ἐρῶ γάρ, εἰ καὶ λυπήσω ‑ , λῦπαι φίλων, ἐχθρῶν ἡδοναί, φόβος περὶ τῆς οὐσίας πολύς, ὄχλος κακῶν.

[3] ἅλις δή φασι δρυός. καὶ ἡμεῖς τὸ μειρακιῶδες ῥίψαντες φανῶμεν γέροντες, ὅπως ἂν ἐν τῷ τιμᾶσθαι διεξέρχοιο τὸν χρόνον, ἀλλὰ μὴ ἐν τῷ θεραπεύειν ἀνθρώπους ἀλάστορας.

[4] τούτων τε οὖν μέμνησο καὶ τὸν Εὐσέβιον πολλῶν ποίει συνήγορον, ὡς ἔγωγε ἀποπνίγομαι γενναίου στόματος οὐκ ἔχοντος ἀφορμάς.

[1534]

Θεοδώρῳ.

[1]    Ἔχω τὸν Ἀριστείδην, πρᾶγμα πάλαι ποθούμενον, καὶ σοὶ χάριν ἔχω μικροῦ τοσαύτην, ὅσηνπερ ἄν, εἰ αὐτὸν ἡμῖν ἀναστήσας τὸν ἄνδρα ἐπεπόμφεις.

[2] καὶ παρακάθημαί γε τῇ γραφῇ τῶν ἐκείνου τι βιβλίων ἀναγινώσκων ἐρωτῶν αὐτόν, εἰ αὐτὸς ταῦτα. εἶτ' αὐτὸς ἀποκρίνομαι ἐμαυτῷ· ναί, ταῦτά γε ἐκεῖνος. καὶ γὰρ ἔπρεπε τοιούτων λόγων τοιαύτην μορφὴν εἶναι μητέρα· οὕτω πάντα θεοειδῆ καὶ καλὰ καὶ κρείττω τῶν πολλῶν.

[3] ἀλλ' ὅ μοι συνέβη περὶ τὸ πρᾶγμα τοῦτο παθεῖν, διηγήσομαί σοι. τὴν αὐτὴν ταύτην ᾐτήκειν χάριν Ἰταλικιανὸν ἐκεῖνον, ὁ δ' εὐθὺς ἔπεμψεν. ἐγὼ δὲ ἠπίστουν τοῦτον ἐκεῖνον εἶναι· τῆς τε γὰρ νόσου τῆς πολλῆς ἀπᾴδειν τὸ πρόσωπον τήν τε κόμην ἄλλον τινὰ μηνύειν. οὐ γὰρ εἶχον εὑρεῖν, ἐξ ὅτου τοσαύτην ἔθρεψεν ἄν.

[4] ἡγούμην οὖν Ἀσκληπιὸν ἡμῖν ἥκειν ἀντὶ τοῦ ῥήτορος καὶ οἷος ἦν ἐν Δάφνῃ. τοῦτον ἐν Ὀλυμπίου τιθέναι πλησίον τῆς μεγάλης εἰκόνος ἣ τὸν Ἀπόλλω μετὰ τῆς κιθάρας μέσον Ἀσκληπιοῦ καὶ τῆς Ὑγιείας δείκνυσιν ‑ ἀνάθημα τοῦτ' ἦν Ὀλυμπίου τοῦ πατρός. Ὀλυμπίου διὰ χρόνου πάλιν οἴκαδε εἰσελθόν, ἥρπαστο γὰρ ὑπ' ἀνδρῶν φοβερῶν ‑ ταῦθ' ἡμῶν βεβουλευμένων ἧκε τὰ δεύτερα πείθοντα περὶ τῶν προτέρων, ταὐτὸ γὰρ ἀμφοτέραις εἶδος, καὶ πρὸς ἀλλήλους ἐλέγομεν ὡς τὸν μὲν Ἰταλικιανὸν εἰκὸς ἦν τι καὶ παραμελῆσαι, Θεόδωρος δὲ πάντως ἂν τὸν ὄντα ἐξεῦρεν.

[5] οὕτως ἡμῖν ἀνθ' ἑνὸς δύο πέπομφας. πέμψεις δέ, οἶμαι, καὶ τὴν τρίτην· ἐπιθυμῶ γὰρ δεινῶς χεῖράς τε καὶ πόδας ἰδεῖν, ἃ φῂς ἔχειν τὴν τρίτην. ἀλλά σου δέομαι καὶ τὸν τόπον μηνύσαι τῆς εἰκόνος καὶ παρὰ τῶν γερόντων πυθέσθαι, τίς ὁ νοῦς τῶν τριχῶν· ἴσως γάρ τις σώζεται περὶ τῆς κόμης λόγος.

[1535]

Κλεάρχῳ.

[1]    Θᾶττον σὺ τὸν Θεόδωρον ἡμῖν ἄρχοντα τοσοῦτον ἔδειξας ἢ ἡμεῖς αὐτὸν τῆς Ἀκακίου βίας ἀπηλλάξαμεν· οὕτω σοὶ μὲν καὶ τὰ χαλεπὰ ῥᾷστα, μικροὶ δὲ ἡμεῖς καὶ οὐδ' ἂν τῶν δικαίων τύχοιμεν.

[2] ἀλλ', εἰ δεῖ μαντεύεσθαι, τὸν θρασὺν τοῦτον καὶ γελῶντα καὶ καταγελῶντα καὶ Θεοδώρου καὶ ἡμῶν ὄψεταί τις ὑπὸ τῇ σῇ ψήφῳ δακρύοντα. τῆς γάρ, οἶμαι, δόξης σοι κατὰ λόγον αὐξομένης ἄξεις ποτὲ τῇ σαυτοῦ γνώμῃ κἀκείνην ἅμα καὶ τήνδε τὴν γῆν.

[1536]

Ἀμμιανῷ.

[1]    Ὀλίγα μοι πράττειν δοκεῖς, τὰ πλείω δὲ λόγοις ὁμιλεῖν. ἐγένετο δέ μοι τοῦ ταῦτα οὕτως ἔχειν μηνυτὴς οὐχ ὁ δεῖνα οὐδὲ ὁ δεῖνα ἀνθρώπων, ἀλλ' Ἀμμιανὸς ὁ καλὸς Ἀμμιανοῦ κατηγόρηκεν.

[2] ὁ γὰρ τοιαῦτα πέμπων Ἀλέξανδρος γράμματα βοᾷ πρὸς ἅπαντας ὅτι σύνει Μούσαις ἀμελῶν τῶν πραγμάτων, εἰ μὴ σύ τις ἄυπνος κατὰ τὸν ἐν Κόλχοις δράκοντα πράττων τε ὁπόσα χρὴ λόγοις τε νέμων τὸν τοῦ ὕπνου χρόνον, ὃ καὶ μᾶλλον πιστεύειν ἄξιον ἀμφοτέρων σοι μέλειν.

[3] ἐπεὶ οὖν ἡμᾶς τοὺς κύκνους ἐζήλωκας, ἔπεμψά σοι προάγωνας, ὅπως καὶ ταῦτα ᾄδῃς. σὺ μὲν οὖν ἐρῴης τε λόγων καὶ ᾄδοις, Ἀλέξανδρος δὲ κοσμεῖ μὲν αὑτόν, κοσμεῖ δὲ ὑμᾶς τοῖς ἔργοις τοῖς ἑαυτοῦ· οὕτως ἐγρήγορέ τε καὶ χάριν οὐκ οἶδεν ἄδικον φεύγων ὁμοίως κολακείαν τε καὶ ὑπεροψίαν καὶ κέρδος οὐ καλόν.

[4] σκόπει οὖν, ἐφ' ὅ τι δεύτερον ἄξεις αὐτὸν λῦσαι πενίαν δυνάμενον· ὡς ἔστι δεινόν, εἰ ὑμῶν ὄντων ἐν ᾧπέρ ἐστε καὶ οὗτος ἐπὶ τῆς πενίας ἔσται. χάριν δὲ οὐχ ὑμῖν οὗτος μᾶλλον ἢ ὑμεῖς ὀφείλετε τῷδε, δι' ὃν ἐπαινεῖσθε.

[1537]

Ἀνδρομάχῳ.

[1]    Οὐκ ἄρα τἄλλα μόνον ἀμείνους, ἀλλὰ καὶ μνήμονας ἡ φιλία ποιεῖ. σὺ γοῦν, ἐπειδή μου τὰς Αἰγυπτίας ἤκουσας ἐπαινοῦντος περιστεράς, ἐφύλαξάς τε τὸ ῥῆμα καὶ γενόμενος ἐν Αἰγύπτῳ τοσοῦτον ἡμῶν ἀπεχούσῃ συναγαγὼν ὅτι πλείστας ἔπεμψας ὀρνίθων ἀποικίαν.

[2] ὧν ἤδη πολὺ τὸ φῦλον. ἔτεκον γάρ, καὶ οἶμαι χρόνου προϊόντος αὐτὸς ἄλλοις, ὅπερ ὑμεῖς ἡμῖν, ἔσεσθαι κατὰ τοὺς Ἴωνας ἐκείνους. ἔσονται γὰρ οἱ ζητήσοντες ἔχειν μεγέθους τε εἵνεκα καὶ τῶν ἀναξυρίδων.

[3] ἀλλὰ ταῦτα μὲν ἔσται, τὸ δὲ σὸν δῶρον τῷ φέροντι γέγονε διπλοῦν. καὶ ἡδὺ μὲν τὸ πεμφθέν, ἥδιον δὲ τὸ δι' Εὐστοχίου τοῦ πάντας ἐφελκομένου τῷ τρόπῳ, δι' ὃν ἤδη τις καὶ θηριώδης ἥμερος ὤφθη.

[4] καὶ τὸ κέντρον ἠρμένον τέως ἐκοίμισεν εἰκότως. θεοὶ γὰρ τὸν ἄνδρα προὔπεμπον, ὡς ἔδειξεν ἡ τῶν Ἐρώτων μήτηρ. οὐ γὰρ ἔφθη τὴν νῆσον τὴν ἐκείνης οὗτος ἰδών, καὶ μία τῶν ἐκείνης θεραπαινῶν ἀναπταμένη παρ' αὐτὸν ἐφέρετο τοῦ δεσμοῦ μὲν οὐ καταρρᾳθυμηθέντος, θεῶν δὲ πάντα δυναμένων.

[5] ταῦτα δ' ἦν οὐ ζημιούσης οὐδὲ ἀποστερούσης, ἀλλὰ δηλούσης ὅτι φιλοῖ καὶ ὅτι κοινὰ τὰ φίλων, καὶ παρέσται διὰ τέλους καὶ σώσει. καὶ δὴ καὶ διέσωσεν. αὐτὴ καὶ παρ' ὑμᾶς τὸν ἄνδρα κομίσειε καὶ γῆν καὶ οἶκον ἀποδοίη καὶ τἄλλα ἀγαθὰ πανταχοῦ τὰς χάριτας τῷ τοῦδε καταμιγνῦσα βίῳ.

[1538]

Ἀκακίῳ.

[1]    Δύο πατέρας ἠδίκηκε Τιτιανός, ἐμέ τε καὶ σέ· ἐμὲ μέν, ὅτι σοι οὐκ ἔδοξα γράψαι γεγραφώς, σὲ δὲ οὐ λαβόντα ἃ λαβεῖν ἐχρῆν.

[2] ἠδίκησε δὲ οὐ τῇ ῥᾳθυμίᾳ τῇ περὶ τὰ γράμματα μόνον, ἀλλὰ καὶ τῷ κρύψαι τὸ συμβάν· ἔδει γὰρ αὐτὸν οὐ κακῷ κακόν, ἀλλ' ἀγαθῷ κακὸν ἰᾶσθαι. τὸ γὰρ ὡς διέφυγε τὰ γράμματα εἰπεῖν σὲ μὲν ἂν παρεμυθεῖτο τῷ γεγράφθαι, ἐμὲ δ' ἂν οὐκ ἐδείκνυεν ἀργόν.

[3] ἀλλ' ἐκείνῳ μὲν ἐκ τοῦ ἐπιγράμματος ἀπολογία τις ἔσται τοῦ λέγοντος τὸ μηδὲν ἁμαρτεῖν ἐστι θεοῦ, σοὶ δ' ἥκει νῦν τὰ τότε οὐκ ἐλθόντα, καὶ λαβὼν ἀναγίνωσκε μικρὰ ὑπὲρ μεγάλων.

[1539]

Ἱερίῳ.

[1]    Περεγρῖνος ἧπται νόμων ὅπλον ἐφ' ὅπλῳ κτώμενος, ὅθεν ἐλπίδες αὐτῷ καὶ πλούτου καὶ ἀρχῶν καὶ τῆς ἄλλης ἰσχύος. ὁ δὲ τοὺς νόμους ἐξηγούμενος διδάσκαλος μὲν ἀγαθός, ἡδέως δ' ἂν μὴ μνησθεὶς ἀργυρίου διὰ πενίαν ἠνάγκασται. καὶ δόξαι μὲν ἂν ὁ μισθὸς μέγας, ἔστι δὲ ἄγαν σμικρός, εἰ παραθείης βιβλίων τε πλῆθος καὶ ἡλίκα προξενεῖ.

[2] μὴ τοίνυν δείσας τὸν μισθὸν πρόῃ τὸ κέρδος, ἀλλ' εἰς ἐκεῖνο βλέψας τοῦτον εἰσένεγκε καὶ δρᾶσον, ὃ ποιεῖς περὶ τὴν γῆν. καὶ γὰρ ἐκείνῃ τὰ σπέρματα δίδως καὶ οὐκ ἐμέμψω λαβοῦσαν.

[1540]

Ἀμμιανῷ.

[1]    Ἔλαβόν σου τὴν ἐπιστολὴν τοῖς πολιτευομένοις ἀναμεμιγμένος. ἐδίδου δὲ αὐτὴν Ἀλέξανδρος ἐπαινῶν, ἀνεγνώκει γάρ, καὶ φάσκων ἔσεσθαι καὶ παρ' ἐμοῦ τοῖς γράμμασιν ἔπαινον οὐκ ἐψεύσατο· ἐκρότουν γὰρ καὶ Ἡράκλεις, ἔλεγον, οὗτος ἀνὴρ τοιοῦτος δημιουργὸς ἀναπέφηνε γραμμάτων; ἐκ τίνος ποτὲ αἰτίας;

[2] ἐδόκει οὖν μοι μήτ' ἀργίαν μηκέτι περὶ τἄλλα μήτ' ἀγρυπνίαν αἰτιᾶσθαι τοῦ πράγματος, τὰς δὲ τῆς μουσικῆς μητέρας, αἳ ὅπως ὀξέως ὃν ἂν ἐθέλωσι πιμπλᾶσι λόγων, ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ ὁ βέλτιστος Ἡσίοδος, ὃς ἐν τῷ κλάδῳ τὴν μανίαν εἰλήφει. αὗταί μοι δοκοῦσι καὶ σὲ βεβακχευκέναι καὶ μὴ λήγοιεν ἐγείρουσαί σοι τὴν ψυχὴν εἰς ἐπιστολάς.

[3] Ἀλέξανδρος δέ, ἂν μὴ βοηθῇς, Πολυνείκης ἔσται τοῦ μέρους ἐκπίπτων. ὁ γὰρ Ἐτεοκλῆς πάντα ἔχειν ἐθέλει καὶ ἔστιν ἄδικος. ἐκείνου μὲν οὖν ἀδελφὸς Ἄδραστον ἔσχε καταφυγήν, οὑτοσὶ δὲ σέ τε καὶ τὴν σὴν ἀσπίδα καὶ γνώμην.

[4] ὅρα οὖν ὅπως ἐφ' ὧν ἐστι μενεῖ. κάλλιον γὰρ αὐτῷ φυλάξαι τὴν τιμὴν μὴ βιασθέντα τὸν ἄνθρωπον ἢ ζητεῖν κατάγειν ὕστερον.

[1541]

Ἀπολλιναρίῳ καὶ Γεμέλλῳ.

[1]    Καλή γε ὑμῶν ἡ τόλμα καὶ πάσης εὐλαβείας ἀμείνων, εἰ δὴ τὸ μὲν λόγων ἐρᾶν καλόν, διὰ δὲ τῶν γραμμάτων ἐκηρύξατε τὸν πόθον.

[2] κοινωνεῖν δὲ μουσείων ἤδη νομίζοντες, ὧν θεοῦ διδόντος κοινωνήσετε, κατὰ νοῦν μοι πεποιήκατε. καὶ γάρ τοι τοῖς νέοις πολλῶν οὐσῶν εἰς οἰκειότητα ἀφορμῶν μέγιστον ὑπῆρξε τὸ τῶν νεοττῶν ὑμῶν ἐπιστολὴν ἐνεγκεῖν, ὧν ἀξία μὲν ἐπαίνων ἡ πρὸς τὴν ὁδὸν ὁρμή, καλὴ δὲ οὐχ ἧττον ἡ μονή· τὸ μὲν γὰρ σοφίας ἐπιθυμούντων, τὸ δὲ τῷ πατρὶ πειθομένων.

[1542]

Φλωρεντίῳ.

[1]    Ἐμοὶ δοκοῦν ἦν σὲ γραφῶν ἄρξαι καὶ δοθῆναι τοῦτο τῷ βελτίστῳ γέρας· ὁ δὲ κράτιστος Τατιανὸς μετέστησεν ἡμᾶς ....

[1543]

Ἀμφιλοχίῳ ἐπισκόπῳ

[1]    Ὁμολογῶ καὶ λελυπῆσθαι καὶ λίαν, ὡς ἐπυθόμην ἐφ' ἕτερά σε ἥκειν, καὶ σεσιγηκέναι καί μοι τοῦτο, ᾧ μάλιστα τοὺς ἐχθροὺς ἐνίκων, ἀπολωλέναι. ὁπότε γὰρ σοῦ μνησθείην καὶ τῶν σῶν ἀγώνων, ἔφυγον οἱ θρασεῖς.

[2] ἕως μὲν οὖν ἤκουον ἐν ἀγρῷ σε καθῆσθαι καὶ τὸ ῥεῦμα ἑστάναι τὸ πολὺ ἐκεῖνο καὶ καλόν, τὰ τῶν ἐζημιῶσθαι πεπεισμένων ἐποίουν· ἐπεὶ δὲ πάλιν ἐπυθόμην ἁρπαγήν τε γενέσθαι καλὴν καὶ εἶναί σε ἐπὶ τῶν θρόνων καὶ δεδόσθαι τινὰ ἀφορμὴν πρὸς τὸ χρῆσθαι τοῖς λόγοις, ἥσθην καὶ τούς τε ἡρπακότας ἐπαινῶ καὶ πάλιν τὴν σὴν ἡγοῦμαι καρποῦσθαι ψυχήν.

[3] ἀκούω γὰρ ὡς κινεῖς μὲν τὸν ὄχλον, πολὺ δὲ τὸ θαῦμα, λαμπραὶ δὲ αἱ βοαί, καὶ οὐκ ἀπιστῶ. τίς γὰρ ἂν εἴης νῦν, ὃς καὶ ἡνίκα ἐφοίτας, πηδᾶν ἐποίεις τοὺς γέροντας;

[4] Ἀντίοχος δὲ καὶ ὁ τούτου κηδεστὴς ὁ ῥήτωρ σφᾶς τε καὶ τὴν πόλιν μακαρίζουσι τοῦ κτήματος μείζω τε ἤ τινα τῶν ἄλλων ἡγοῦνται διὰ τὸ σοῦ τε καὶ τῆς σῆς σοφίας ἀπολαύειν, οἱ δὲ παῖδες μὲν Ἀντιόχου, τῆς δὲ τοῦ ῥήτορος γυναικὸς ἀδελφοὶ πλείοσι νῦν χρῶνται τοῖς περὶ τοὺς λόγους πόνοις ἐννοοῦντες, οἷος αὐτοῖς ἐν τῇ πατρίδι κάθηται λογιστής.

[1544]

Ὀπτίμῳ.

[1]    Ἔστι τὰ δεύτερα βελτίω. τί γὰρ ἔδει μάχεσθαί σοι καὶ λυπεῖν ἄνδρα τὸν οὐδεπώποτε λυπήσαντα; σὺ γὰρ δὴ ἐκεῖνος Ὄπτιμος ὁ πρᾳότατος, ὃν ἡδέως ἑώρων ἔν τε δέλτῳ λόγον καὶ ἄνευ ταύτης κομίζοντα. σὺ ἐκεῖνος ὁ καθαρὰν φυλάξας τὴν τῶν Ἑλλήνων φωνήν, ὁ λόγους οἴκοι δείξας, ἐν οἷς καὶ αὐτὸς ἐδεικνύμην.

[2] ἤκουσα δὲ καὶ τὰ ἐπὶ τούτοις, ὡς εἷλκε μὲν ἡ πόλις ἐπ' ἐκεῖνόν σε τὸν θρόνον, σὺ δὲ φεύγων οὐκ ἔσχες διαφυγεῖν οὔτε βοαῖς οὔτε δάκρυσιν. ἡδόμην οὖν ἔχοντός σου καὶ νῦν ἐφ' ᾧ χρήσῃ τοῖς λόγοις ἐκεῖ.

[3] κίνει τοίνυν πρὸς ἔπαινον τὸν ὄχλον, καὶ ὁ ῥήτωρ κἀνταῦθα φαινέσθω. εἰ δέ σοι ἡδὺ τὸ ἡδίω με ποιεῖν, ἐπίστελλε, κἂν ᾖ τις ὅμοιος νεανίας Ῥωμανῷ, πέμπε· περὶ γὰρ δὴ τοὺς τοιούτους οὐκ ἂν τηνάλλως ἀναλωθείη πόνος.