102 12 0 0 0 0 IV d. C. Retorica Libanius Declamatio 3 (Legatio Menelai, Theorema) Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 4

Libanius - Declamatio 3 (Legatio Menelai, Theorema)

Θεώρημα.

   Χωρίσας δὲ τὴν πρότασιν ἀπὸ τῆς κατασκευῆς ἀντιθέσεις πεποίηκα δύο. κέχρηται δὲ τῷ θεωρήματι καὶ Δημοσθένης· τί δὲ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; καὶ χωρὶς ἀπαντήσας πάλιν ἀντέθηκε τὴν τούτου κατασκευήν· ποῦ δ' ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί; καὶ λύει.

[2] ἔστι δὲ καὶ ἄνευ τούτου βαρβάρῳ πρέπων ὁ λόγος καὶ πρός γε Ἀλεξάνδρου. μαρτυρεῖ δὲ καὶ Ὅμηρος. ποιεῖ γὰρ ἐν συλλόγῳ τὸν Ἀλέξανδρον λέγοντα ἀντικρὺ δ' ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω.

[3]    καὶ ψιλῆς πάσης αἰτίας ἡ πρότασις, ὥστ' εἰ καὶ μὴ προσῆν ἐνταῦθα τὸ τῆς κατασκευῆς, ὑπῆν ἄν τις ἐκ τοῦ προσώπου λόγος.